eul_wid: oss-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Sentences by Pseudo-Phocylides

The Sentences of Pseudo-Phocylides is a pseudepigraphic Greek didactic poem comprising 230 hexameter verses, traditionally organised into 41 ethical maxims. Though it bears the name of the archaic poet Phocylides of Miletus, it is attributed to an anonymous author, most likely a Hellenistic Jew writing between the 1st century BCE and the 1st century CE. The work presents a comprehensive moral code, systematically addressing piety, justice, social and familial duties, sexual conduct, and economic fairness. Its content is fundamentally derived from Jewish wisdom tradition and the Septuagint, yet it conspicuously omits any explicit references to Jewish law, ritual, or sacred history. This deliberate universalism is interpreted as a strategic effort to render core Jewish ethical teachings palatable and respectable to a broader Greek-speaking audience, including both Diaspora Jews and interested Gentiles. Preserved in full through medieval manuscripts, the poem enjoyed wide circulation for centuries under its false attribution. It was frequently quoted by early Christian writers and employed as an educational text, its Jewish origins remaining unrecognized. Today it is studied as a significant artifact of cultural interchange in the ancient Mediterranean, exemplifying the literary adaptation of religious wisdom for a cosmopolitan Hellenistic milieu.

ΦΩΚΥΛΙΔΕΙΑ
ΦΩΚΥΛΙΔΟΥ ΓΝΩΜΑΙ
Ταῦτα δίκηισʼ ὁσίηισι θεοῦ βουλεύματα φαίνει
Φωκυλίδης ἀνδρῶν ὁ σοφώτατος ὄλβια δῶρα.
μήτε γαμοκλοπέειν μήτʼ ἄρσενα Κύπριν ὀρίνειν
μήτε δόλους ῥάπτειν μήθʼ αἵματι χεῖρα μιαίνειν.
μὴ πλουτεῖν ἀδίκως, ἀλλʼ ἐξ ὁσίων βιοτεύειν.
ἀρκεῖσθαι παρʼ ἑοῖσι καὶ ἀλλοτρίων ἀπέχεσθαι.
ψεύδεα μὴ βάζειν, τὰ δʼ ἐτήτυμα πάντʼ ἀγορεύειν.
Πρῶτα θεὸν τιμᾶν, μετέπειτα δὲ σεῖο γονῆας.
πάντα δίκαια νέμειν, μὴ δὲ κρίσιν ἐς χάριν ἕλκειν.
μὴ ῥίψηις πενίην ἀδίκως, μὴ κρῖνε πρόσωπον·
ἢν σὺ κακῶς δικάσηις, σὲ θεὸς μετέπειτα δικάσσει.
μαρτυρίην ψευδῆ φεύγειν· τὰ δίκαια βραβεύειν.
παρθεσίην τηρεῖν, πίστιν δʼ ἐν πᾶσι φυλάσσειν.
μέτρα νέμειν τὰ δίκαια, καλὸν δʼ ἐπίμετρον ἁπάντων.
σταθμὸν μὴ κρούειν ἑτερόζυγον, ἀλλʼ ἴσον ἕλκειν.
μὴ δʼ ἐπιορκήσηις μήτʼ ἀγνὼς μήτε ἑκοντί·
ψεύδορκον στυγέει θεὸς ἄμβροτος ὅστις ὀμόσσηι.
σπέρματα μὴ κλέπτειν· ἐπαράσιμος ὅστις ἕληται.
μισθὸν μοχθήσαντι δίδου, μὴ θλῖβε πένητα.
γλώσσηι νοῦν ἐχέμεν, κρυπτὸν λόγον ἐν φρεσὶν ἴσχειν.
μήτʼ ἀδικεῖν ἐθέληις μήτʼ οὖν ἀδικοῦντα ἐάσηις.
πτωχῶι δʼ εὐθὺ δίδου μὴ δʼ αὔριον ἐλθέμεν εἴπηις·
πληρώσει σέο χεῖρʼ. ἔλεον χρήιζοντι παράσχου.
ἄστεγον εἰς οἶκον δέξαι καὶ τυφλὸν ὁδήγει.
ναυηγοὺς οἴκτιρον, ἐπεὶ πλόος ἐστὶν ἄδηλος.
χεῖρα πεσόντι δίδου, σῶσον δʼ ἀπερίστατον ἄνδρα.
Κοινὰ πάθη πάντων· ὁ βίος τροχός· ἄστατος ὄλβος.
πλοῦτον ἔχων σὴν χεῖρα πενητεύουσιν ὄρεξον·
ὧν σοι ἔδωκε θεός, τούτων χρήιζουσι παράσχου.
ἔστω κοινὸς ἅπας ὁ βίος καὶ ὁμόφρονα πάντα.
Τὸ ξίφος ἀμφιβαλοῦ μὴ πρὸς φόνον, ἀλλʼ ἐς ἄμυναν.
εἴθε δὲ μὴ χρήιζοις μήτʼ ἔκνομα μήτε δικαίως·
ἢν γὰρ ἀποκτείνηις ἐχθρόν, σέο χεῖρα μιαίνεις.
Ἀγροῦ γειτονέοντος ἀπόσχεο μὴ δʼ ἄρʼ ὑπερβῆις.
πάντων μέτρον ἄριστον, ὑπερβασίαι δʼ ἀλεγειναί.
μηδέ τινʼ αὐξόμενον καρπὸν λωβήσηι ἀρούρης.
Ἔστωσαν δʼ ὁμότιμοι ἐπήλυδες ἐν πολιήταις·
πάντες γὰρ πενίης πειρώμεθα τῆς πολυπλάγκτου,
χώρης δʼ οὔ τι βέβαιον ἔχει πέδον ἀνθρώποισιν.
Ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἁπάσης.
χρυσὸς ἀεὶ δόλος ἐστὶ καὶ ἄργυρος ἀνθρώποισιν.
Χρυσέ, κακῶν ἀρχηγέ, βιοφθόρε, πάντα χαλέπτων,
εἴθε σε μὴ θνητοῖσι γενέσθαι πῆμα ποθεινόν·
σεῦ γὰρ ἕκητι μάχαι τε λεηλασίαι τε φόνοι τε,
ἐχθρὰ δὲ τέκνα γονεῦσιν ἀδελφειοί τε συναίμοις.
Μὴ δʼ ἕτερον κεύθηις κραδίηι νόον ἄλλʼ ἀγορεύων,
μηδʼ ὡς πετροφυὴς πολύπους κατὰ χῶρον ἀμείβου.
πᾶσιν δʼ ἁπλόος ἴσθι, τὰ δʼ ἐκ ψυχῆς ἀγόρευε.
Ὅστις ἑκὼν ἀδικεῖ, κακὸς ἀνήρ· ἢν δʼ ὑπʼ ἀνάγκης,
οὐκ ἐρέω τὸ τέλος. βουλὴ δʼ εὐθύνεθʼ ἑκάστου.
Μὴ γαυροῦ σοφίηι μήτʼ ἀλκῆι μήτʼ ἐνὶ πλούτωι·
εἷς θεός ἐστι σοφὸς δυνατός θʼ ἅμα καὶ πολύολβος.
Μὴ δὲ παροιχομένοισι κακοῖς τρύχου τεὸν ἧπαρ·
οὐκέτι γὰρ δύναται τὸ τετυγμένον εἶναι ἄτυκτον.
Μὴ προπετὴς ἐς χεῖρα, χαλίνου δʼ ἄγριον ὀργήν·
πολλάκι γὰρ πλήξας ἀέκων φόνον ἐξετέλεσσεν.
Ἔστω κοινὰ πάθη· μηδὲν μέγα μηδʼ ὑπέροπλον.
οὐκ ἀγαθὸν πλεονάζον ἔφυ θνητοῖσιν ὄνειαρ·
ἡ πολλὴ δὲ τρυφὴ πρὸς ἀμέτρους ἕλκετʼ ἔρωτας·
ὑψαυχεῖ δʼ ὁ πολὺς πλοῦτος καὶ ἐς ὕβριν ἀέξει.
θυμὸς ὑπερχόμενος μανίην ὀλοόφρονα τεύχει.
ὀργὴ δʼ ἐστὶν ὄρεξις, ὑπερβαίνουσα δὲ μῆνις.
ζῆλος τῶν ἀγαθῶν ἐσθλός, φαύλων δʼ ὑπέρογκος.
τόλμα κακῶν ὀλοή, μέγʼ ὀφέλλει δʼ ἐσθλὰ πονεῦντα.
σεμνὸς ἔρως ἀρετῆς, ὁ δὲ Κύπριδος αἶσχος ὀφέλλει.
ἡδὺς ἄγαν ἄφρων κικλήσκεται ἐν πολιήταις.
μέτρωι ἔδειν, μέτρωι δὲ πιεῖν καὶ μυθολογεύειν.
πάντων μέτρον ἄριστον, ὑπερβασίαι δʼ ἀλεγειναί.
Μὴ φθονέοις ἀγαθῶν ἑτάροις, μὴ μῶμον ἀνάψηις.
ἄφθονοι Οὐρανίδαι καὶ ἐν ἀλλήλοις τελέθουσιν.
οὐ φθονέει μήνη πολὺ κρείσσοσιν ἡλίου αὐγαῖς,
οὐ χθὼν οὐρανίοισʼ ὑψώμασι νέρθεν ἐοῦσα,
οὐ ποταμοὶ πελάγεσσιν. ἀεὶ δʼ ὁμόνοιαν ἔχουσιν·
εἰ γὰρ ἔρις μακάρεσσιν ἔην, οὐκ ἂν πόλος ἔστη.
Σωφροσύνην ἀσκεῖν, αἰσχρῶν δʼ ἔργων ἀπέχεσθαι.
μὴ μιμοῦ κακότητα, Δίκηι δʼ ἀπόλειψον ἄμυναν.
Πειθὼ μὲν γὰρ ὄνειαρ, Ἔρις δʼ ἔριν ἀντιφυτεύει.
μὴ πίστευε τάχιστα, πρὶν ἀτρεκέως πέρας ὄψει.
νικᾶν εὖ ἔρδοντας ἐπὶ πλεόνεσσι καθήκει.
Καλὸν ξεινίζειν ταχέως λιταῖσι τραπέζαις
ἢ πλείσταις δολίαισι βραδυνούσαις παρὰ καιρόν.
Μηδέποτε χρήστης πικρὸς γένηι ἀνδρὶ πένητι.
μηδέ τις ὄρνιθας καλιῆς ἅμα πάντας ἑλέσθω,
μητέρα δʼ ἐκπρολίποις, ἵνʼ ἔχηις πάλι τῆσδε νεοσσούς.
Μηδέποτε κρίνειν ἀδαήμονας ἄνδρας ἐάσηις.
τὴν σοφίην σοφὸς εὐθύνει, τέχνας δʼ ὁμότεχνος.
οὐ χωρεῖ μεγάλην διδαχὴν ἀδίδακτος ἀκουή·
οὐ γὰρ δὴ νοέουσʼ οἱ μηδέποτʼ ἐσθλὰ μαθόντες.
Μὴ δὲ τραπεζοκόρους κόλακας ποιεῖσθαι ἑταίρους·
πολλοὶ γὰρ πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι
καιρὸν θωπεύοντες, ἐπὴν κορέσασθαι ἔχωσιν,
ἀχθόμενοι δʼ ὀλίγοις καὶ πολλοῖς πάντες ἄπληστοι.
Λαῶι μὴ πίστευε, πολύτροπός ἐστιν ὅμιλος·
λαὸς γὰρ καὶ ὕδωρ καὶ πῦρ ἀκατάσχετα πάντα.
Μὴ δὲ μάτην ἐπὶ πῦρ καθίσας μινύθηις φίλον ἦτορ.
μέτρα δὲ τεῦχʼ ἔθʼ ἑοῖσι· τὸ γὰρ μέτρον ἐστὶν ἄριστον.
γαῖαν ἐπιμοιρᾶσθαι ἀταρχύτοις νεκύεσσιν.
μὴ τύμβον φθιμένων ἀνορύξηις μηδʼ ἀθέατα
δείξηις ἠελίωι καὶ δαιμόνιον χόλον ὄρσηις.
οὐ καλὸν ἁρμονίην ἀναλυέμεν ἀνθρώποιο·
καὶ τάχα δʼ ἐκ γαίης ἐλπίζομεν ἐς φάος ἐλθεῖν
λείψανʼ ἀποιχομένων· ὀπίσω δὲ θεοὶ τελέθονται.
ψυχαὶ γὰρ μίμνουσιν ἀκήριοι ἐν φθιμένοισιν.
πνεῦμα γάρ ἐστι θεοῦ χρῆσις θνητοῖσι καὶ εἰκών·
σῶμα γὰρ ἐκ γαίης ἔχομεν κἄπειτα πρὸς αὖ γῆν
λυόμενοι κόνις ἐσμέν· ἀὴρ δʼ ἀνὰ πνεῦμα δέδεκται.
Πλουτῶν μὴ φείδου· μέμνησʼ ὅτι θνητὸς ὑπάρχεις·
οὐκ ἔνι εἰς Ἅιδην ὄλβον καὶ χρήματʼ ἄγεσθαι.
πάντες ἴσον νέκυες, ψυχῶν δὲ θεὸς βασιλεύει.
κοινὰ μέλαθρα δόμων αἰώνια καὶ πατρὶς Ἅιδης,
ξυνὸς χῶρος ἅπασι, πένησί τε καὶ βασιλεῦσιν.
οὐ πολὺν ἄνθρωποι ζῶμεν χρόνον, ἀλλʼ ἐπίκαιρον·
ψυχὴ δʼ ἀθάνατος καὶ ἀγήρως ζῆι διὰ παντός.
Μήτε κακοῖσʼ ἄχθου μήτʼ οὖν ἐπαγάλλεο χάρμηι·
πολλάκις ἐν βιότωι καὶ θαρσαλέοισιν ἄπιστον
πῆμα καὶ ἀχθομένοισι κακοῦ λύσις ἤλυθεν ἄφνω.
καιρῶι λατρεύειν, μὴ δʼ ἀντιπνέειν ἀνέμοισιν.
Μὴ μεγαληγορίηι τρυφῶν φρένα λυσσωθείης.
εὐεπίην ἀσκεῖν, ἥτις μάλα πάντας ὀνήσει.
ὅπλον τοι λόγος ἀνδρὶ τομώτερόν ἐστι σιδήρου·
ὅπλον ἑκάστωι νεῖμε θεός, φύσιν ἠερόφοιτον
ὄρνισιν, πώλοις ταχυτῆτʼ, ἀλκήν τε λέουσιν,
ταύρους δʼ αὐτοχύτως κέρα ἕσσεν, κέντρα μελίσσαις
ἔμφυτον ἄλκαρ ἔδωκε, λόγον δʼ ἔρυμʼ ἀνθρώποισιν.
βέλτερος ἀλκήεντος ἔφυ σεσοφισμένος ἀνήρ·
ἀγροὺς καὶ πόλιας σοφίη καὶ νῆα κυβερνᾶι.
Οὐχ ὅσιον κρύπτειν τὸν ἀτάσθαλον ἄνδρʼ ἀνέλεγκτον,
ἀλλὰ χρὴ κακοεργὸν ἀποτρωπᾶσθαι ἀνάγκηι.
πολλάκι συνθνήισκουσι κακοῖσʼ οἱ συμπαρεόντες.
Φωρῶν μὴ δέξηι κλοπίμην ἄδικον παραθήκην·
ἀμφότεροι κλῶπες, καὶ ὁ δεξάμενος καὶ ὁ κλέψας.
Μοίρας πᾶσι νέμειν, ἰσότης δʼ ἐν πᾶσιν ἄριστον.
ἀρχόμενος φείδου πάντων, μὴ τέρμʼ ἐπιδεύηις.
μὴ κτήνους θνητοῖο βορὴν κατὰ μέτρον ἕληαι.
κτῆνος δʼ ἢν ἐχθροῖο πέσηι καθʼ ὁδόν, συνέγειρε.
πλαζόμενον δὲ βροτὸν καὶ ἀλίτροπον οὔποτʼ ἐλέγξεις.
βέλτερον ἀντʼ ἐχθροῦ τεύχειν φίλον εὐμενέοντα.
Ἀρχόμενον τὸ κακὸν κόπτειν ἕλκος τʼ ἀκέσασθαι.
Μὴ δέ τι θηρόβορον δαίσηι κρέας, ἀργίποσιν δέ
λείψανα λεῖπε κυσίν· θηρῶν ἄπο θῆρες ἔδονται.
Φάρμακα μὴ τεύχειν, μαγικῶν βίβλων ἀπέχεσθαι.
Νηπιάχοις ἀταλοῖς μὴ ἅψηι χεῖρα βιαίως.
Φεῦγε διχοστασίην καὶ ἔριν πολέμου προσιόντος.
Μὴ κακὸν εὖ ἔρξηις· σπείρειν ἴσον ἔστʼ ἐνὶ πόντωι.
Ἐργάζευ μοχθῶν, ὡς ἐξ ἰδίων βιοτεύσηις·
πᾶς γὰρ ἀεργὸς ἀνὴρ ζώει κλοπίμων ἀπὸ χειρῶν.
μὴ δʼ ἄλλου παρὰ δαιτὸς ἔδοις σκυβάλισμα τραπέζης,
ἀλλʼ ἀπὸ τῶν ἰδίων μισθῶν φαγέοις ἀνυβρίστως.
εἰ δέ τις οὐ δεδάηκε τέχνης, σκάπτοιτο δικέλληι.
ἔστι βίωι πᾶν ἔργον, ἐπὴν μοχθεῖν ἐθέλησθα.
ναυτίλος εἰ πλώειν ἐθέλεις, εὐρεῖα θάλασσα·
εἰ δὲ γεηπονίην μεθέπειν, μακραί τοι ἄρουραι.
οὐδὲν ἄνευ καμάτου πέλει ἀνδράσιν εὐπετὲς ἔργον
οὐδʼ αὐτοῖς μακάρεσσι· πόνος δʼ ἀρετὴν μέγʼ ὀφέλλει.
μύρμηκες γαίης μυχάτους προλελοιπότες οἴκους
ἔρχονται βιότου κεχρημένοι, ὁππότʼ ἄρουραι
λήια κειράμεναι καρπῶν πλήθωσιν ἀλωάς.
οἱ δʼ αὐτοὶ πυροῖο νεοτριβὲς ἄχθος ἔχουσιν
ἢ κριθῶν, αἰεὶ δὲ φέρων φορέοντα διώκει,
ἐκ θέρεος ποτὶ χεῖμα βορὴν σφετέρην ἐπάγοντες
ἄτρυτοι· φῦλον δʼ ὀλίγον τελέθει πολύμοχθον.
κάμνει δʼ ἠεροφοῖτις ἀριστοπόνος τε μέλισσα
ἠὲ πέτρης κοίλης κατὰ χηραμὸν ἢ δονάκεσσιν
ἢ δρυὸς ὠγυγίης κατὰ κοιλάδος ἔνδοθι σίμβλων
σμήνεσι μυριότρητα κατʼ ἄγγεα κηροδομοῦσα.
Μὴ μείνηις ἄγαμος, μή πως νώνυμνος ὄληαι·
δός τι φύσει καὐτός, τέκε δʼ ἔμπαλιν, ὡς ἐλοχεύθης.
Μὴ προαγωγεύσηις ἄλοχον σέο τέκνα μιαίνων·
οὐ γὰρ τίκτει παῖδας ὁμοίους μοιχικὰ λέκτρα.
μητρυιῆς μὴ ψαῦε τὰ δεύτερα λέκτρα γονῆος·
μητέρα δʼ ὣς τίμα τὴν μητέρος ἴχνια βᾶσαν.
μηδέ τι παλλακίσιν πατρὸς λεχέεσσι μιγείης.
μηδὲ κασιγνήτης ἐς ἀπότροπον ἐλθέμεν εὐνήν.
μηδὲ κασιγνήτων ἀλόχων ἐπὶ δέμνια βαίνειν.
μηδὲ γυνὴ φθείρηι βρέφος ἔμβρυον ἔνδοθι γαστρός,
μηδὲ τεκοῦσα κυσὶν ῥίψηι καὶ γυψὶν ἕλωρα.
μηδʼ ἐπὶ σῆι ἀλόχωι ἐγκύμονι χεῖρα βάληαι.
μηδʼ αὖ παιδογόνον τέμνειν φύσιν ἄρσενα κούρου.
μηδʼ ἀλόγοις ζώιοισι βατήριον ἐς λέχος ἐλθεῖν.
μηδʼ ὕβριζε γυναῖκα ἐπʼ αἰσχυντοῖς λεχέεσσιν.
μὴ παραβῆις εὐνὰς φύσεως ἐς Κύπριν ἄθεσμον·
οὐδʼ αὐτοῖς θήρεσσι συνεύαδον ἄρσενες εὐναί.
μηδέ τι θηλύτεραι λέχος ἀνδρῶν μιμήσαιντο.
μηδʼ ἐς ἔρωτα γυναικὸς ἅπας ῥεύσηις ἀκάθεκτον·
οὐ γὰρ ἔρως θεός ἐστι, πάθος δʼ ἀίδηλον ἁπάντων.
Στέργε τεὴν ἄλοχον· τί γὰρ ἡδύτερον καὶ ἄρειον,
ἢ ὅταν ἀνδρὶ γυνὴ φρονέηι φίλα γήραος ἄχρις
καὶ πόσις ἧι ἀλόχωι, μηδʼ ἐμπέσηι ἄνδιχα νεῖκος;
Μὴ δέ τις ἀμνήστευτα βίηι κούρηισι μιγείη.
Μὴ δὲ γυναῖκα κακὴν πολυχρήματον οἴκαδʼ ἄγεσθαι·
λατρεύσεις ἀλόχωι λυγρῆς χάριν εἵνεκα φερνῆς.
ἵππους εὐγενέας διζήμεθα γειαρότας τε
ταύρους ὑψιτένοντας, ἀτὰρ σκυλάκων πανάριστον·
γῆμαι δʼ οὐκ ἀγαθὴν ἐριδαίνομεν ἀφρονέοντες.
οὐ δὲ γυνὴ κακὸν ἄνδρʼ ἀπαναίνεται ἀφνεὸν ὄντα.
μηδὲ γάμωι γάμον ἄλλον ἄγοις ἔπι, πήματι πῆμα.
μηδʼ ἀμφὶ κτεάνων συνομαίμοσιν εἰς ἔριν ἔλθηις.
Παισὶν μὴ χαλέπαινε τεοῖσʼ, ἀλλʼ ἤπιος εἴης.
ἢν δέ τι παῖς ἀλίτηι σε, κολουέτω υἱέα μήτηρ
ἢ καὶ πρεσβύτατοι γενεῆς ἢ δημογέροντες.
Μὴ μὲν ἐπʼ ἄρσενι παιδὶ τρέφειν πλοκάμους ἐπὶ χαίτης.
μὴ κορυφὴν πλέξηις μήθʼ ἅμματα λοξὰ κορύμβων.
ἄρσεσιν οὐκ ἐπέοικε κομᾶν, χλιδαναῖς δὲ γυναιξίν.
Παιδὸς δʼ εὐμόρφου φρουρεῖν νεοτήσιον ὥρην·
πολλοὶ γὰρ λυσσῶσι πρὸς ἄρσενα μεῖξιν ἔρωτος.
παρθενικὴν δὲ φύλασσε πολυκλείστοις θαλάμοισιν,
μὴ δέ μιν ἄχρι γάμων πρὸ δόμων ὀφθῆμεν ἐάσηις.
κάλλος δυστήρητον ἔφυ παίδων τοκέεσσιν.
Συγγενέσιν φιλότητα νέμοις ὁσίην θʼ ὁμόνοιαν.
αἰδεῖσθαι πολιοκροτάφους, εἴκειν δὲ γέρουσιν
ἕδρης καὶ γεράων πάντων· γενεῆι δʼ ἀτάλαντον
πρέσβυν ὁμήλικα πατρὸς ἴσαις τιμαῖσι γέραιρε.
Γαστρὸς ὀφειλόμενον δασμὸν παρέχειν θεράποντι.
δούλωι τακτὰ νέμοις, ἵνα τοι καταθύμιος εἴη.
στίγματα μὴ γράψηις ἐπονειδίζων θεράποντα.
δοῦλον μὴ βλάψηις τι κακηγορέων παρʼ ἄνακτι.
λάμβανε καὶ βουλὴν παρὰ οἰκέτου εὖ φρονέοντος.
Ἁγνείη ψυχῆς, οὐ σώματός εἰσι καθαρμοί.
Ταῦτα δικαιοσύνης μυστήρια, τοῖα βιεῦντες
ζωὴν ἐκτελέοιτʼ ἀγαθὴν μέχρι γήραος οὐδοῦ.