eul_wid: rye-au
Περὶ τῶν ἠτυχηκότων ἐπὶ ΟὐάλεντοςOn Those Who Failed Under Valens
Themistius the Philosopher On Those Who Failed Under Valens PDF
| t 1 [5] | ΠΕΡΙ ΤΩΝ ΗΤΥΧΗΚΟΤΩΝ ΕΠΙ ΟΥΑΛΕΝΤΟΣ Οἶμαι σὲ θαυμάζειν, ὦ βασιλεῦ, τί δή ποτε οὐ παραχρῆμα ἐπὶ τῇ νίκῃ καὶ ἐφεξῆς τοῖς πεπραγμένοις τὸ παρὰ τῶν λόγων τοῖς ἔργοις χαριστήριον προσενήνοχα· ἀλλὰ τοσοῦτον χρόνον διαλιπὼν δόξαιμ’ ἂν ἴσως ἀπαντᾶν ὑπερήμερος τοῖς τοὺς μῆνας ὥσπερ δανείσματα λογιζομένοις, μηκέτι δὲ ἐνθυμουμένοις ὅτι τὰ φιλοσοφίας ὀφλήματα τοὺς βραδύτερον ἐκτιννύντας οὐδὲν θαυμαστὸν τοῦ καιροῦ μᾶλλον τυγχάνειν τῶν λίαν ἐσπουδακότων. |
| 84 c | καὶ δὴ τοῦτο αὐτὸ πρῶτον δεῖν σοφώτερον καταστῆσαι, ὅτι βέλτιον διαλύει τὸ χρέος ὁ λόγος εἰς τὸν παρόντα χρόνον ἀναβαλλόμενος ἢ εἰ τῶν πραγμάτων εὐθὺς κατηπείχθη. |
| 84 d [5] | Μικρὸν δὲ ἄνωθεν. πρέπει γάρ, οἶμαι, κατὰ τὴν Θηβαίαν λύραν, τοῦ λόγου θέσθαι πρόσωπον τηλαυγές. δύο εἰσὶν ἀρχαί, φιλανθρωπότατε αὐτοκράτορ, διακυβερνῶσαι τὸν βίον, ὡς ἔπος εἰπεῖν, τὸν ἀνθρώπινον, ὧν ἡ μὲν ἐξῆπται τῆς ἡμετέρας κρίσεως καὶ ὁρμῆς, ἡ δὲ ἐκ τῶν ἔξωθεν αἰωρεῖται. καὶ τῆς μὲν ἡμεῖς κύριοί τε καὶ αὐτοκράτορες καὶ τὸ εὖ ἢ κακῶς παρ’ ἡμᾶς ἐπὶ ταύτης ἐστί, τὴν δὲ ἐνείμαντο πλείους ἡγεμονίαι. |
| 85 a [5] | ἢ γὰρ πρόνοια τοῦ κρείττονος, ἢ ἀνάγκη, ἢ τὸ αὐτόματον τὰς ἔξωθεν ἡμῖν αἰτίας ἐπιτροπεύουσιν. ἀγαθοὶ μὲν οὖν καὶ μοχθηροὶ καὶ ἐπαίνων ἄξιοι καὶ τοὔμπαλιν κατηγορίας κατ’ ἐκείνην ἐσμὲν τὴν μερίδα τὴν ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἧς ταυτὶ πάντα ὁρμητήρια, εὐτυχεῖς δὲ ἢ κακοδαίμονες καὶ μακαριστοὶ ἢ τοὐναντίον διὰ τὰς ἔξωθεν ἐπιτροπείας. εἰς ταύτας, ὦ βασιλεῦ, τὰς ἀρχὰς φιλοσοφία τὰ ἀνθρώπινα ἔργα διελομένη πάντα, μᾶλλον δὲ τῇ διαιρέσει τῆς φύσεως ἡμῖν ἀκολουθήσασα, καὶ ἐφ’ ἑκάστου παραδείγματος περισκοπεῖν εἴωθεν ὧν πράττειν δοκοῦμεν, πόθεν ὁρμᾶται πᾶν, ἆρα ἔνδοθεν καὶ ἐκ τῶν ὁρίων τῆς ἡμετέρας ἐπικρατείας, ἤ τι τῶν ἔξωθεν ἡμῶν κυριεύει τοῦ πεπραγμένου· πότερον ἀρετῆς μαρτύριον, ἢ εὐτυχίας, καὶ ψόγον ἢ οἶκτον μᾶλλον ἐπιζητεῖ. |
| 85 b | καὶ νῦν καὶ τῶν ἡμετέρων ἔργων ἕκαστον ἐπισκοποῦντι ἕν τι τῆς ἑτέρας μερίδος χωρίον ἀμφοτέρων μετέχειν ἀνάγκη. |
| 85 c [10] | ἔστι γὰρ ὅτε καὶ πόρρωθεν διεστῶτε καὶ ἀναμίγνυσθον, καὶ δυοῖν ὄντων καιρῶν εἰς οὓς αἱ πράξεις ἡμῶν διαιροῦνται, πολέμου φημὶ καὶ εἰρήνης, τῆς μὲν ἐφ’ ἡμῖν τὰ πλείω, τοῦ δὲ πολέμου ὁρῶμεν καὶ τὴν τύχην ἀμφισβητοῦσαν. ἤδη γάρ τισι καὶ μηδ’ ὁτιοῦν παραλιποῦσι τῆς εἰς νίκην βεβαίας ἐλπίδος, ἀλλὰ καὶ στρατηγῶν ἀρετῇ καὶ δυνάμεως περιουσίᾳ καὶ αὐτῇ τῇ τοῦ πολέμου ἀφορμῇ νομιμώτερον χρωμένοις τὸ τέλος ἀλλόκοτον ἀπήντησεν. ὥστε καὶ ἡνίκα ἂν ἀκόλουθον ἐκβῇ ταῖς ἀμείνοσι παρασκευαῖς, ἀμφίβολον εἶναι πότερον τῆς τύχης δῶρόν ἐστιν, ἢ τῆς γνώμης κατόρθωμα τοῦ κρατήσαντος. |
| 85 d [5] | Διὰ ταῦτα τοίνυν, ὦ φιλανθρωπότατε αὐτοκράτορ, ἐπὶ μὲν τῇ νίκῃ τέως ἦγον τὴν ἡσυχίαν, δι’ ἧς κατέστησας τὸν πρώην χειμῶνα, εἰδὼς ὅτι πολλοὶ τῶν ἐπαίνων τούτων ἀμφισβητοῦσι. χωρὶς γὰρ τῆς ἔξωθεν καὶ δαιμονιωτέρας αἰτίας, ἣ τὰ πολλὰ τὰς ἐν τοῖς πολέμοις τροπὰς ταλαντεύει, οὐ μόνον λοχαγοὶ καὶ στρατηγοὶ καὶ ταξίαρχοι, ἀλλὰ καὶ τῶν ὁπλιτῶν ἕκαστος καὶ τῶν ἱππέων καὶ σφενδονήτης καὶ τοξότης μεταποιεῖται τῆς ἐπὶ τῇ νίκῃ φιλοτιμίας. |
| 86 a [5] | καὶ οὐ μόνον Ἀχιλλέως ἀκούομεν ἀμφισβητοῦντος παρ’ Ὁμήρῳ τῶν αἰχμαλώτων, ἀλλ’ ἤδη καὶ τοῦ γελοίου Θερσίτου. καίτοι περὶ σοῦ λέγοντα ἦν καὶ ἐκ τοῦ μόνου τὸ ὅλον ἔργον ποιούμενον μὴ παντάπασι κολακεύειν δοκεῖν. ὁ γὰρ πολλάκις ὥσπερ ἐν τροπῇ πνευμάτων τῆς κρίσεως τῶν πραγμάτων μεταβαλλούσης καὶ οὐ μόνον τῶν πολλῶν τούτων στρατιωτῶν πρὸς τὴν τοῦ μέλλοντος ἐλπίδα κραδαινομένων, ἀλλ’ ἤδη καὶ τῶν ἐν σεμνοτέρῳ προσχήματι ἐπὶ μιᾶς γνώμης μείνας ἀεὶ καὶ ἐπὶ τοῦ αὐτοῦ χρώματος, καὶ μήτε ἐπάρας μήτε ὑφεὶς τῆς φωνῆς, μόνος σὺ μάλιστα ἦσθα, ὦ βασιλεῦ. |
| 86 b [5] | Καίτοι τίνα οὐκ ἂν ἐξέπληξε καὶ λίαν ὄντα καθ’ Ὅμηρον ταλασίφρονα ὁ κατακλυσμὸς ἐκεῖνος καὶ ἡ ζάλη καὶ ἡ τρικυμία, ἀωρὶ μὲν ἀρξαμένη, πολλὴ δὲ ἐν ὥρᾳ κατασκευασθεῖσα, ὅτε θεοῖς ἐχθρὸς ἄνθρωπος ἐν ὑπογραφέως ἀεὶ μοίρᾳ διαβιοὺς ἐκ τοῦ μέλανος καὶ τῆς καλαμίδος ἐτόλμησεν εἰς νοῦν ἐμβαλέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν, ὄλεθρος ἐξ ὀλέθρων, τυφὼν ἀτεχνῶς ἐκ τοῦ Κιλικίου Κωρύκου, ἐκ τῶν πνιγέων ἀναδὺς καὶ μόνον τὸ πανταχόθεν ἀδόκητον τόλμης ποιησάμενος ὁρμητήριον ὑπὲρ τὸν Κρίξον, ὑπὲρ τὸν Σπάρτακον ἐθρασύνετο. |
| 86 c [5] | καὶ γὰρ ἐκεῖνοι μαχαίρας ἁρπάσαντες ἐξ ὀπτανείου καὶ τοῖς τῶν δημιοπράτων ὅπλοις ἐνσκευασάμενοι, τῶν μονομαχούντων ἐν τοῖς σταδίοις, τὸ μὲν αὐτίκα γελοῖοι τοῦ σχήματος ἐνομίσθησαν, τῆς καινουργίας δὲ αὐτοὺς συναυξούσης, τῆς ἐπισπωμένης ἀεὶ τὸν πολὺν συρφετὸν καὶ πρὸς τὰ ξένα καὶ παράλογα κεχηνότα, τοὺς μὲν ὁμοίους συμπείσαντες, τοὺς ἀμείνους δὲ βιασάμενοι, ἐν ἀκαρεῖ φοβεροὶ κατέστησαν οὐ μόνον πρεσβύταις οὐδὲ στρατηγοῖς τῶν πάλαι Ῥωμαίων, ἀλλ’ ἤδη καὶ ὑπάτοις καὶ αὐτοκράτορσιν. |
| 87 a [5] | αἴτιον δὲ ἦν καὶ τηνικαῦτα οὐ δυοῖν οἰκοτρίβων ἀνδρεία, ἀλλ’ ἀλιτήριοι συκοφάνται καὶ παλαμναῖοι προσαγωγεῖς, οἱ συναναγκάσαντες Ἰταλιώτας ἅπασαν ἀσμένως προσίεσθαι τῶν καθεστηκότων μεταβολήν. Ὅθεν δ’ οὖν ἐξέβην, ἐξῆν μέν, οἶμαι, καὶ τῆς νίκης ταύτης σε μάλιστα αἰτιωμένους μὴ πάνυ δοκεῖν λέγειν κεχαρισμένα. διὰ τοῦτο γάρ, ὡς ἔοικεν, ὁ συστρατηγῶν σοι θεὸς εἰς σὲ πανταχόθεν τὸ ἔργον περιωθῶν καὶ πάνυ μεγάλην ἀπένειμε τοῖς ὅπλοις μερίδα τοῦ κατορθώματος. ἀλλ’ οἱ πῦρ πνέοντες, οἱ Μιθριδάτου χαλεπώτεροι Ῥωμαίοις, οἱ τὴν Κύζικον αὐχοῦντες, ἅμα τῷ γενέσθαι ἐντὸς τῶν σῶν ὀφθαλμῶν ὑπὸ μάλης ἔκρυπτον τὰς ἀσπίδας, ὥσπερ φώρια κακοῦργοι καταληφθέντες ἐπ’ αὐτοφώρῳ, καὶ τοὔνομα ἀντὶ τῶν ὅπλων τὸ σὸν προὐβάλλοντο, ὀψέ, σὺν πόνῳ δὲ σωφρονήσαντες. |
| 87 b [10] | τίς οὕτω παρ’ Ὁμήρῳ θεὸς ἐπιφανεὶς καὶ τῇ χειρὶ πλήξας γυμνὸν ἐποίησε τὸν τέως νικῶντα ὡς σὺ πόρρωθεν ὁρώμενος πλεῖν ἢ τριάκοντα μεταξὺ σταδίων κατῄδεσας μὲν τοὺς αὐθάδεις, ἐπράϋνας δὲ τοὺς παροξυνομένους, προσηγάγου δὲ τοὺς ἀποσκιρτῶντας, εὐπειθεστέρους δ’ ἐποίησας ἢ πρότερον ἦσαν; τέως δὲ ἠπίστουν ἐγὼ Ἡροδότῳ τῷ συγγραφεῖ τοὺς ἀποστάντας οἰκέτας Σκυθῶν ὑποκύψαι μετὰ τῶν ὅπλων δίχα σιδήρου τοῖς δεσπόταις ἐπιφανεῖσιν. |
| 87 c [5] | Ἀλλ’ ἵνα μὴ αὖθις ὁ λόγος τῆς πρώτης ὁρμῆς ἀπορρυῇ, τὴν μὲν νίκην εἶναι κοινὴν συγχωρῶμεν τοῖς στρατηγοῖς καὶ τοῖς στρατιώταις, εἰ δὲ βούλει, καὶ τοῖς σιτοποιοῖς καὶ τοῖς σκευοφόροις· πάντως οὐδὲ οὗτοι φαύλης μερίδος ἑαυτοὺς ποιήσονται. πρὸς τί τοίνυν ἀφεώρων καὶ ποῖον ἔργον ἐκαραδόκουν, ὃ μόνου σοῦ καὶ μάλιστα σοῦ καὶ οὐδενὸς ἑτέρου μᾶλλον ἢ σοῦ; καὶ ποίους ἐπαίνους διενοούμην ὡς σοὶ μόνῳ φαινομένους προσήκοντας; πρὸς οὓς οὐ δεῖ σοι τῆς φάλαγγος οὐδὲ τῶν ἱππέων οὐδὲ ναὶ μὰ Δία τῶν δορυφόρων, καὶ ἐξαρκεῖ προελέσθαι καὶ βουληθῆναι. |
| 87 d [5] | οὐ γάρ ἐστι χειρῶν ἔργον φιλανθρωπία, ἀλλὰ μόνης τῆς γνώμης τοῦ τὴν ὀργὴν ἀφεῖναι κυρίου. καὶ οὐ Πλάτων πρῶτος, ὡς ἔοικε, λόγῳ μὲν ἀπεικάζει τοὺς βασιλέας, θυμῷ δὲ τοὺς στρατιώτας, ἀλλὰ προλαβοῦσα ἡ Ῥωμαίων φωνὴ καὶ ὁ θεσμὸς τῆς πολιτείας τὴν ἑκατέρῳ πρέπουσαν ἀρετὴν ταῖς ἐπικλήσεσιν ἐνεδείξατο ὑμᾶς μὲν εὐσεβεῖς καὶ φιλανθρώπους προσαγορεύων, τοῖς στρατιώταις δὲ ἐξ ἀνδρείας μόνης τὰς ἐπωνυμίας νομοθετήσας. |
| 88 a [5] | ἐπεὶ καὶ νῦν πρὸς μὲν τὸ κρατῆσαι τῶν πολεμίων ῥοπήν τινα συνεισήνεγκαν οἱ συμμετασχόντες σοι τοῦ κινδύνου, τὸ δὲ περισῶσαι τοὺς κρατηθέντας τοῦ σοῦ μόνου νεύματος ἤρτηται. Δυοῖν τοίνυν ὄντοιν τοῖν εἰρημένοιν, τοῦ τε νικᾶν καὶ τοῦ τῇ νίκῃ χρῆσθαι δεόντως, καὶ τοῦ μὲν κοινοῦ πρὸς τὰ ὅπλα, τοῦ δὲ τῷ βασιλεῖ μόνῳ προσήκοντος, οὕτω τὸ σὸν τιμιώτερον, ὥστε καὶ ὁ τοῦ κοινοῦ καρπὸς εἰς τὸ σὸν ἴδιον περιίσταται. |
| 88 b [10] | νίκης γὰρ ὄφελος οὐδὲ ἓν τοῖς καλῶς αὐτὴν μὴ διενεγκοῦσιν, ἀλλὰ καὶ τοὐναντίον πολλάκις εἰς βλάβην κατέστη τοῖς εὐτυχήσασιν. ἢ πόθεν εἰσεφοίτησεν ἡ παροιμία, καὶ τί ποτέ ἐστιν ἕτερον ἡ Καδμεία νίκη ἢ ὅταν τινὲς ὑπὸ τῆς νίκης ὥσπερ μέθης κατακλυσθέντες ἀγνοήσωσι τὸ μέτρον τῆς τοῦ κρατεῖν ἀπολαύσεως καὶ τελευτήσῃ τὸ κέρδος αὐτοῖς εἰς ζημίαν χαλεπωτέραν; οὕτω γὰρ αὐτοί τε ἔπραξαν οἱ τότε Καδμεῖοι καὶ ὁ μετὰ ταῦτα χρόνος ἐνεπλήσθη τοῦ παραδείγματος. |
| 88 c [5] | ὀρθῶς ἄρα ὁ Θηβαῖος Ἐπαμεινώνδας μετὰ τὴν ἐν Λεύκτροις μάχην μόνος Θηβαίων ἐσκυθρωπακὼς περιῄει καὶ πρὸς τὸν ἐρόμενον τὴν αἰτίαν, Νῦν γάρ, φησίν, ἐμοὶ νήφειν καιρός, ὅτε τοὺς ἄλλους μεθύειν ἀνάγκη. καὶ οὐδὲ χρήματα εἰσεπράξατο τοὺς αἰχμαλώτους, ἀλλὰ καὶ τὸν ὑπασπιστὴν αἰσθόμενος τῆς φάλαγγος ἀπεσείσατο. Ἀλεξάνδρῳ δὲ τῷ Φιλίππου πλείονος δόξης τοῦ νικᾶν αἴτιον ἦν ἀεὶ τὸ μετριάζειν ἐπὶ ταῖς νίκαις. |
| 88 d [5] | ὅς γε καὶ Πῶρον τὸν Ἰνδὸν οὐχ ὑφιέμενον ἐν τῇ μάχῃ, ἀλλ’ ἄχρι τῶν ἐσχάτων ἐγκαρτερήσαντα, παρεθέντα τε ὑπὸ πλήθους τραυμάτων, ζῶντα λαβὼν ἤρετο εὐθὺς ἐν τῷ μέσῳ, πῶς σοι, ὦ Πῶρε, χρήσομαι; ἀποκριναμένου δὲ ὅτι βασιλικῶς, αὖθις ἤρετο, πῶς καὶ ἑτέρως; τοῦ δὲ φήσαντος ἐν τῷ βασιλικῶς πάντα εἶναι, οὐχ ἧττον ἠγάσθη τὸν ἄνδρα τῆς ἀποκρίσεως ἢ τῶν τραυμάτων, γνοὺς ὅτι πάντα ἔνεστιν ἀτεχνῶς ἐν τῷ βασιλικῶς ὧν ἐδεῖτο. |
| 89 a [5] | ἐδεῖτο δὲ τοῦ φιλανθρώπως, αἰδημόνως, πρᾴως, μειλιχίως μεῖναι πρὸς τὴν παροῦσαν εὐτυχίαν, ἀνεπιφθόνως, μεμνημένον μάλιστα πρὸ πάντων τῆς περὶ τὴν τύχην ἀπίστου ῥοπῆς. ταῦτα γὰρ ἅπαντα δι’ ἑνὸς τούτου ῥήματος συλλαβὼν ὁ μὲν Πῶρος ᾔτησεν, ὁ δὲ Ἀλέξανδρος ἔπραξε, καὶ οὐκ ἠρνήσατο· οὐδὲ γὰρ οἷός τε ἦν. βασιλέα γὰρ ἀξιοῦντα εἶναι πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων, ἔπειτα ἐξαρνεῖσθαι πρᾶξαί γε βασιλικῶς, αἰσχρὸν ἦν καὶ μαχομένου πρὸς τοὔνομα. |
| 89 b [5] | ἐπεὶ καὶ ἰατροῦ τί ἂν εἴη γελοιότερον ἀρνουμένου τι ποιῆσαι περὶ τὸν ἀρρωστοῦντα ἰατρικῶς, καὶ μουσικοῦ δυσχεραίνοντος πρὸς τὸ μουσικῶς; ἑκάστου γάρ, οἶμαι, τεχνίτου ἡ μὴ περὶ τὴν τέχνην πρᾶξις ἀλλότριον δείκνυσι τὸν πράξαντα τοῦ προσρήματος. ἔοικεν οὖν καὶ κατὰ Πῶρον καὶ Ἀλέξανδρον ταὐτὸν εἶναι τὸ βασιλικῶς τῷ μεγαλοπρεπῶς καὶ φιλοδώρως καὶ τῷ λαβόντι κεχαρισμένως. |
| 89 c [5] | ἐπεὶ οὖν τοῖν δυοῖν ζηλωτότερος ὁ δεηθεὶς καλῶς ἢ ὁ συγχωρήσας, δῆλον ὅτι ὁ μὲν θεῖος ἔπαινος, ὁ δὲ ἀνθρώπινος. ἤδη οὖν ποτε ἤκουσας Ἡσιόδου τοῦ ποιητοῦ ὅτι ἄλλοι μὲν ἄλλα σαφῶς κτῶνται παρὰ τῶν θεῶν, Ἐκ μὲν Μουσάων καὶ Ἀπόλλωνος ἑκάτοιο κιθαριστάς τε εἶναι καὶ ποιητάς, ἐκ δὲ Διὸς βασιλῆας. καὶ ἐῶ μὲν Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς τῶν Ἑλλήνων ἀρχηγέτας· ἀλλ’ ἐγώ ποτε ὑπῃσθόμην καὶ τῶν Ἀσσυρίων γραμμάτων ταὐτὸ τοῦτο κομψευομένων, ὡς ἄρα ὁ νοῦς τοῦ βασιλέως ἐν τῇ τοῦ θεοῦ παλάμῃ δορυφορεῖται, καὶ δεῖ τὸν κίνδυνον ὁρᾶν, ὁπηλίκος αὐτῷ πρὸς ἀλλοτρίαν τοῦ θεοῦ πρᾶξιν ὁρμήσαντι ἐκπεσεῖν τῆς χειρὸς τῆς φυλαττούσης· οὐ γὰρ σοὶ μόνον, ὦ βασιλεῦ, ἅγια προσήκει φρονεῖν, ἀλλὰ καὶ τοῖς πρὸς σὲ διαλεγομένοις ἅγια φθέγγεσθαι, ὡς ἑκάστου ῥήματος τῶν εἰς τὰς σὰς ἀκοὰς ἐμπιπτόντων εἰς τὴν ἐκείνου παλάμην ἐγγραφομένων. |
| 90 a [5] | διὰ ταῦτα τοίνυν, ὦ θεοφιλέστατε αὐτοκράτορ, καὶ τὸν ἄγριον ἐκεῖνον Τυφῶνα λίαν ἀναιμακτὶ κατειργάσω, ὅτι σοὶ χρηστὰ ἐννοοῦντι τὴν χεῖρα συνεπέδωκεν ὁ θεός, οὐδὲ ἔμελλεν, ὡς ἔοικεν, ἀποπλήσειν τὴν σπουδὴν τοῦ παλαμναίου. Σπουδὴ δὲ ἦν ἄρα καὶ προθυμία τῆς μιαρᾶς ἐκείνης καὶ κακοδαίμονος κεφαλῆς εἰς τὸν ἑαυτῇ μόνῃ πρέποντα ὄλεθρον ὡς πλείστους συνεπισπάσασθαι τῶν πολλῶν. οὐδὲ ὑπηρέτης ποτὲ χρηστὸς ἐνομίσθη, ἀλλὰ βάσκανος, ἀλιτήριος, ἀεὶ συγκεκυφώς, ἀεὶ συννεφής, ἐφελκόμενος τὰς ὀφρῦς, τὴν σιωπὴν ὥς τι σεμνὸν μετιών, ἄμικτος, ἀποτρόπαιος, ἀηδίας μεστός, ἐπὶ τῷ μισεῖν ἅπαντας καὶ πρὸς ἁπάντων μισεῖσθαι μεγαλαυχούμενος. |
| 90 b | καίτοι Φάλαρις καὶ Ἀριστόμαχος καὶ Ἀπολλόδωρος καὶ Διονύσιος εἶχον ἄν τινα ἕκαστος παραστήσασθαι καὶ ἀγαπῶντα καὶ ἀγαπώμενον. οὐδὲ γὰρ τοὺς ἔχεις οὐδὲ τοὺς σκορπίους ἡ φύσις ἔξω πεποίηκε παντελῶς τοῦ ἐρᾶν καὶ τοῦ ἀντερᾶσθαι, ἀλλ’ εἰ καὶ πρὸς ἀνθρώπους κατεσκεύασται δυσμενῶς, τῆς γε πρὸς τὰ σύμφυλα φιλίας οὐκ ἀπελήλαται. |
| 90 c [5] | ἀλλ’ ἔοικε καὶ ὁ παλαιὸς λόγος ἀληθὴς εἶναι λίαν καὶ τῆς ἀρχαίας φιλοσοφίας, ὡς ἄρα κατὰ χρόνους τινὰς ὡρισμένους, ποτὲ μὲν ἀκήρατοι καὶ θεῖαι δυνάμεις ἐπ’ ἀγαθῷ τῶν ἀνθρώπων ἐμβατεύουσι τὴν γῆν, ἐκ τοῦ οὐρανοῦ κατιοῦσαι—οὐκ ἠέρα ἑσσάμεναι, καθ’ Ἡσίοδον, ἀλλὰ σώματα ἀμφιεσάμεναι παραπλήσια τοῖς ἡμετέροις καὶ βίον ὑποδῦσαι ἥττω τῆς φύσεως, ἕνεκεν τῆς πρὸς ἡμᾶς κοινωνίας—ποτὲ δ’ ἔμπληκτοι καὶ ἀλλόκοτοι καὶ κωκυτοῦ τινος καὶ Ἐρινύων θρέμματα καὶ γεννήματα ἐπὶ λύμῃ καὶ γοητείᾳ καὶ ἀπάτῃ δειλαίων ἀνθρώπων, θρήνων ἐρῶντες καὶ στεναγμῶν, οἰμωγῆς ἀκορεῖς, δάκρυσι πιαινόμενοι, ἀντὶ σεισμῶν, ἀντὶ λοιμῶν, ἀντ’ ἐπικλύσεως ἐπικόπτειν τὴν γῆν τεταγμένοι, ὁπηνίκα ἂν εὐθηνῆται. |
| 90 d | Θέασαι γὰρ ἐκ τῶν ἔναγχος τούτων, ὦ βασιλεῦ, ἄρτι καθεστηκυίας τῆς Ῥωμαίων ἀρχῆς καὶ γαλήνης λαμπρᾶς ἐφ’ ἅπασαν τὴν γῆν τεταμένης, ὥσπερ σώματος τὰ ἔξωθεν ὑγιαίνοντος ῥῆγμα ὕπουλον ὑποτρεφόμενον ἐν τῷ βάθει περὶ τὸ κυριώτατον τῶν μερῶν ἀπεσήμαινεν. |
| 91 a [5] | ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι, καὶ οὐδ’ ἂν τὸν Δία ἴσως ἡ κωμῳδία τοῦ τηνικαῦτα ἀποδρασθεῖν ὑπεξείλετο. οὐ γὰρ ἂν περιεῖδεν ἐργαστήριον τοιχωρύχων ἐπὶ κακῷ τῆς οἰκουμένης ἐγρηγορός. κἄπειτα μεσούσης τῆς νυκτὸς οἱ μὲν ἐξαίφνης ἤγοντο, οἱ δὲ ἐφέροντο, τῶν δὲ τὰς εὐνὰς κατελάμβανον στρατιῶται, οἱ δὲ ἐκ τῶν σκιμπόδων εἰς δεσμωτήρια συνηρπάζοντο, τοῖς δὲ οἱ σκίμποδες ἐγίνοντο ἀντὶ ξύλων. |
| 91 b [5] | ἀρχαὶ δὲ αἱ μέγισται μετά γε τὴν ὑμετέραν ἐν μοίρᾳ κακούργων ἦσαν συνειλημμέναι, ἡ δὲ παννυχὶς ἦν ἀγρία τῆς τότε νυκτός. καὶ Ὅμηρος μὲν ὄναρ κακὸν ἐπιστῆναί φησι τοὺς τῶν Ἑλλήνων κατασκόπους τοῖς ἀπὸ Θρᾴκης νεήλυσι στρατιώταις. τηνικαῦτα δὲ οὐ συμπάσῃ μόνῃ τῇ Θρᾴκῃ, ἀλλὰ καὶ ταῖς ἠπείροις ὄναρ σχεδὸν ἀμφοτέραις κακὸν ἐπέστη, μᾶλλον δὲ ἐν καιρῷ ὀνείρατος ὕπαρ. |
| 91 c [5] | κἄπειτα ἐπόμπευεν ἐκ βαλανείου ἐν ἀσπίδι καὶ δορατίῳ περιδέραια περικείμενος, παράσημος αὐτοκράτωρ, προσσεσηρώς, ἅπαντας προσκαλούμενος, μειδιῶν μειδίαμα δολερόν, μειδίαμα θρήνων μεστόν, μειδίαμα ἄρξαν πολλῶν δακρύων, ἄντικρυς τὰ Πλάτωνος τοῦ θεσπεσίου καὶ ἅ φησιν ἐκεῖνος προδεικνύναι τοὺς τυράννους ἐν τοῖς προοιμίοις, χρεῶν ἀποκοπάς, γῆς ἀναδασμούς, τὴν ἐπὶ Κρόνου καὶ Ῥέας εὐδαιμονίαν, πικρὰ δελεάσματα τοῖς ὑπὸ τούτων ἁλισκομένοις. καὶ θησαυροφυλάκια μὲν ἀνεπετάννυντο, λιμένες δὲ ἀνεφράγνυντο καὶ νεώρια, πολιορκία δὲ εἴσω τείχους περιειστήκει τὴν πόλιν, ἔξωθεν προκαθημένων τῶν σῴζειν προαιρουμένων. |
| 91 d [5] | εἶτα ἐπέσειε τὰ χαλεπώτερα μηχανήματα, ὧν αὐτὸς ἦν τέκτων καὶ μηχανορράφος, τὰς ἀτόπους φήμας καὶ τοὺς ἀγγέλους τοὺς ἐκ τῶν προαστείων κεκονιαμένους, τοὺς μὲν ἐξ Ἰλλυριῶν, τοὺς δὲ ἐξ Ἰταλίας, τοὺς δὲ ἐξ Ὠκεανοῦ τοῦ ἑσπερίου. |
| 92 a [5] | πρεσβεῖαι δὲ εἰσεκαλοῦντο εἰς τὰ βασίλεια Σύρων, Ἀσσυρίων, Αἰγυπτίων, Λιβύων, Ἰβήρων, ὥσπερ διαπτᾶσαι ἐξαίφνης ἐκ τῶν ἐσχάτων τῆς οἰκουμένης. καὶ τούτους ἢ πάνυ πιστεύειν ἐχρῆν ἢ πάνυ δεδέσθαι. λαθεῖν γὰρ οὐκ ἐνῆν οὐ δεδεμένους, οὐ σιωπῶντας, οὐ στένοντας, οὐ μειδιῶντας, ἀλλ’ ἐπεφαίνοντο ἑκασταχοῦ, μᾶλλον δὲ συμπαρῆσαν ἀεὶ κατάσκοποι, ὠτακουσταί, Ἄργου πλείονας ἔχοντες ὀφθαλμούς, Λυγκέως ὀξυωπέστεροι. Καὶ τὴν μὲν σεμνὴν γερουσίαν εἰσεπράσσετο εἰσφορὰς πολυστενάκτους οὐκ οἶδ’ ὅπως ἐνιαυτοῦ, μᾶλλον δὲ χειμῶνος ἑνός, οὐχ ἑορτῆς χρόνον, ὥσπερ Νέρων, τὸν τῶν Ὀλυμπίων μετατιθεὶς καὶ μεταβάλλων, ἀλλὰ τὸ εἰς πέρυσι καὶ τὸ εἰς νέωτα, τὸν ἕνα καὶ τὸν αὐτὸν μῆνα στενοχωρῶν ταῖς εἰσπράξεσιν. |
| 92 b [10] | ὁ δὲ Κωνσταντίνου δῆμος ὁ τρυφῶν, ὁ ἐν ἀδείᾳ ζῶν, ὁ κακῶν ἀπείρατος μέχρι τῆς ἑσπέρας ἐκείνης, ὃν σὺ παρὰ τῶν ἐκείνου κληρονόμων διαδεξάμενος οὐκ εἴασας αἰσθέσθαι τῆς τοῦ γένους μεταβολῆς, ὑπὸ τοῦ Κωνσταντῖνον προϊσχομένου καὶ τοὔνομα τοῦτο ἀναισχύντως προσείοντος ὥσπερ θαλλὸν ἀφαιρεθεὶς τὴν συνήθη τρυφήν, ἠγάπα συμπαρατρεφόμενος τοῖς βοσκήμασι. |
| 92 c [5] | τοῖν δὲ ἀρχόντοιν τοῖν κορυφαίοιν ὁ μὲν τεθνηκὼς ἠπιστεῖτο, ὁ δὲ οὐ τεθνηκὼς ἐπιστεύθη τεθνάναι. Ταύτην τοίνυν τὴν οὕτω πολυειδῆ καὶ ποικίλην τραγῳδίαν μικροῦ μὲν ἔτι μέλλουσαν προαπέκλεισας τῆς ἐξόδου· ἐπεὶ δ’ ἐχρῆν, ὡς ἔοικε, δῆλον γενέσθαι τὸ μέγεθος τῶν ἐπικρεμασθέντων κακῶν, ὥσπερ ἰατρῷ συνεχώρησεν ὁ θεὸς ἐν ἀκμῇ τῆς νόσου τὴν τέχνην ἐπιδείξασθαι. ἔτι γὰρ αὐτοῦ τὴν φύσιν ἐπικρύπτεσθαι πειρωμένου καὶ αἰκάλλοντος καὶ περισαίνοντος ἅπαντας, εἰ συνέβη ταχεῖαν ἐπιλαβεῖν τὴν καταστροφήν, ἴσως ἂν ὁ κίνδυνος ἠγνοήθη [τὸν πλησίον ἀποστάντα ἀποστρέψασθαι]. |
| 92 d [5] | νῦν δὲ τοσαῦτα εὐτυχῆσαι συγχωρηθείς, ὁπόσα θαρρήσας ἔμελλεν ἐκφανεῖν τὸ κακόηθες καὶ δολερὸν καὶ ὑποδεδυκὸς τῆς ψυχῆς, καὶ τοσοῦτον ἀπολαύσας τῆς ἐξουσίας ὅσον μὴ λαθεῖν οἷος ἦν· ἅμα τε ἠλέγχθη καὶ ἀνηρπάσθη ὥσπερ χειμάρρους ἀθρόως μὲν αὐξηθείς, ἀθροώτερον δὲ ἐπιλιπὼν αἰθρίας ἐπιφανείσης. |
| 93 a [5] | καὶ οὕτως ἄρα σοι καὶ τὸ δυστυχέστατον τῶν συμβεβηκότων εἰς δέον τέθεικεν ὁ θεός. ὥστε οὐ μόνον τοῦτο ἐκέρδανας τῆς μελλήσεως, τὸ τὴν ἐκείνου μοχθηρίαν ἐκκαλυφθῆναί σοι, ἀλλ’ ὃ καὶ τούτου μεῖζόν ἐστι, τὸ καὶ τὴν σὴν πρᾳότητα φανερωτέραν γενέσθαι ἢ πρὶν συμπεσεῖν τὸν καιρὸν τὸν ταύτης δεόμενον τῆς ἐπιδείξεως. οὐ γὰρ ἐποιήσω τὸν θυμὸν δικαστήν, οὐδὲ ἐμέτρησας τὴν τιμωρίαν τῷ μέτρῳ τῆς ὀργῆς, ἀλλ’ ἐπιστήσας τῷ πάθει τὸν λόγον καὶ τῶν νόμων ἐφάνης πρᾳότερος, καὶ πανταχοῦ τοῖς γεγραμμένοις ἀκολουθῶν ἔδειξας ἐν οἷς τὸ παραβαίνειν τὰ γράμματα τοῦ φυλάττειν βασιλικώτερον, καὶ διέκρινας τὸ ἀδίκημα καὶ ἁμάρτημα καὶ ἀτύχημα. |
| 93 b | καὶ γὰρ εἰ μὴ τὰ Πλάτωνος ἀποστοματίζεις μηδὲ τὰ Ἀριστοτέλους μεταχειρίζῃ, ἀλλὰ τά γε ἐκείνοις δοκοῦντα τοῖς ἔργοις βεβαιοῖς. οὐ γὰρ τῆς ἴσης τιμωρίας ἀξίους ᾠήθης τούς τε ἐξ ἀρχῆς βουλεύσαντας τὴν ἐπανάστασιν καὶ τοὺς ὑπὸ τῶν ὅπλων παρασυρέντας καὶ τοὺς ἤδη τῷ δοκοῦντι κρατεῖν ὑποκύψαντας, ἀλλὰ τῶν μὲν κατέγνως, τοὺς δὲ ἐμέμψω, τοῖς δὲ συνήλγησας. |
| 93 c [10] | Τοσαύτη δέ ἐστιν ἡ τῆς πρᾳότητος περιουσία ὥστε ἀγανακτοῦμεν εἰ καὶ σμικρόν τις ἀνιαθείη τῶν τὰ ἔσχατα προσδοκώντων, καὶ δυσχεραίνομεν οὐκ εἰ παντάπασιν ἀρνήσαιο τὴν συγγνώμην, ἀλλ’ εἰ καὶ πρὸς μικρὸν ἀναβάλλοιο. πρώην γὰρ ἀπῄειμεν ἐκ τῶν βασιλείων πρὸς τὸ τέως ἐσκυθρωπακότες, καὶ τυχεῖν ὧν ἐλιπαροῦμεν οὐκ ᾠόμεθα, οὐκ ἀνανεύσαντος, ἀλλ’ ἀναθεμένου τὴν χάριν. αἴτιον δὲ οὐχ ἡ τῶν αἰτούντων ἀγνωμοσύνη, ἀλλ’ ἡ τοῦ διδόντος φιλοτιμία, ἣ ἥμερον καὶ ἐκκεχυμένον τῆς εὐμενείας μᾶλλον ἐκφαίνεσθαι ποιεῖ τὸ μὴ τοῖς πολλοῖς παραπλήσιον. |
| 93 d [5] | οὐ γὰρ ἐν τοῖς ἄγαν ῥερυπωμένοις, ἀλλ’ ἐν τοῖς ἄγαν κεκαθαρμένοις ἔκδηλον τὸ μόλυσμα γίνεται, κἂν σμικρότατον ᾖ. οὕτω τοι τῶν μὲν ὑπερβαλλόντων πικρίᾳ καὶ χαλεπότητι, ἓν εἴ τι χρηστὸν πέπρακται, μνήμης τυγχάνει· τῶν δὲ φιλανθρωπίᾳ νικώντων ἓν εἴ τι παρεώραται, ἀνεξάλειπτον διαμένει. |
| 94 a [5] | ἀεὶ γὰρ ἐν πλείονι καθίσταται λόγῳ τὸ παρ’ ἐλπίδας. τοιγαροῦν Νέρωνος μὲν ἀοίδιμος ἡ πρὸς Μουσώνιον ἐπιείκεια, πρὸς Ἀλέξανδρον δὲ ὑπὲρ Καλλισθένους ἔτι καὶ νῦν ἀγανακτοῦμεν. καίτοι γε ὁ μὲν εἰς ἔργον ἐξεβίασε τὴν ὀργήν, σὺ δὲ ἐν οἷς μὴ παραχρῆμα ὕπειξας ἑαυτοῦ στερεώτατος ἐνομίσθης. Περικλῆς μὲν οὖν ἐσεμνύνετο πρὸς Ἀθηναίους καταλύων τὰς ἔχθρας ταῖς στρατηγίαις· σὺ δὲ τηλικαῦτα ἀδικηθεὶς καὶ οὐκ ἐπ’ ἴσης Περικλεῖ τῆς ἐξουσίας τοῦ δημαγωγοῦ γέγονας, ὦ αὐτοκράτορ ἐπιεικέστατε, καὶ διπλῆν ἐνίκησας νίκην. |
| 94 b [5] | οὐ γὰρ μόνον τῶν πολεμησάντων, ἀλλὰ τῶν συμπολεμησάντων κρείττων ἐφάνης, τῶν μὲν ἀντιστάντων κρατήσας, πραΰνας δὲ τοὺς ὑβρισμένους, καὶ τοὺς μὲν ἀνδρείᾳ χειρωσάμενος, τῶν δὲ τὸν θυμὸν ἡμερώσας, καὶ γνοὺς ὁπόσον πολέμου νόσημα ἐμφύλιον διενήνοχε, καὶ ὅτι βαρβάρων μὲν Ῥωμαίους ἄχρι παντὸς ἐπεξιέναι προσήκει, Ῥωμαίοις δὲ μέτρον ἐπικεῖσθαι κατὰ Ῥωμαίων, τὴν τοῦ πταίσματος ἐπανόρθωσιν. |
| 94 c | καὶ ὥσπερ σώματος ἑνὸς τὸ μέρος τὸ ἀρρωστῆσαν ὁ θεραπεύειν ἐνὸν φαρμάκοις ἀποκόπτειν προαιρούμενος οὐκ ἰᾶται τὸ σύμπαν, ἀλλ’ ἀσθενέστερον ποιεῖ τῷ ἐλλείποντι, οὕτω καὶ τῆς ἀρχῆς μιᾶς οὔσης τῆς ὅλης Ῥωμαίων ὥσπερ πόλεως, ἀκριβῶς ἅπαν γίνεται βλάβος, ὃ βέλτιον ἔχειν ἐξὸν ζημιούμεθα. |
| 94 d [5] | καίτοι χεῖρα ἢ σκέλος ἢ ἄλλο τι μέλος πονῆσαν οὐ δυνατὸν ἐκ τῆς ἰατρείας ὑγιέστερον ἢ πρίν τι παθεῖν ἀποφῆναι, ἀνὴρ δὲ ἐμμέτρου δίκης τυχὼν γένοιτ’ ἄν ποτε καὶ βελτίων περὶ τὸν πρᾴως προσενεχθέντα. Ῥωμαῖοι Μασανάσσην τὸν Λίβυν, ἐπειδὴ πολλὰ κακὰ παρ’ αὐτοῦ πεπονθότες ζῶντα ληφθέντα ἀφῆκαν ἑκόντες, οὔ φασιν ἀριθμητὰ εἶναι ὅσα Ῥωμαίους Μασανάσσης χρηστὰ εἰργάσατο. |
| 95 a [5] | εὖ δὲ ἐποίει καὶ Σωκράτης τὸν παρὰ τοῖς πολλοῖς εὐδοκιμοῦντα λόγον ἐπανορθῶν, ὅτι δεῖ τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν. ἐπηνώρθου δὲ τὸ μὲν φυλάττων, τὸ δὲ μεταγράφων· τὸ τοὺς μὲν φίλους εὖ ποιεῖν μεταγράφων, τοὺς δὲ ἐχθροὺς κακῶς ἐπιδιορθούμενος. τὸ μὲν γὰρ εὖ ποιεῖν ἐπῄνει, τὸ δὲ κακῶς ἐπηνώρθου, τοὺς φίλους μὲν εὖ ποιεῖν, τοὺς δὲ ἐχθροὺς μὴ κακῶς ποιεῖν, ἀλλὰ φίλους μεταγράφων, καὶ πρὸς τὸν ἀπειλήσαντα, ἂν μή σε λαβὼν ἀποκτείνω, ἀνταπειλήσας, ἂν μή σε φίλον ποιήσω. |
| 95 b [10] | Εἰ δὲ τὴν πρᾳότητα ταύτην τριβωνίῳ μέν φησί τις προσήκειν, ἁλουργίδι δὲ μή, ἀλλ’ ἐγώ σοι καταριθμήσω καὶ τοὺς ἐνδοξοτάτους τῶν βασιλέων παραπλησίους Σωκράτει γεγενημένους. Φιλίππῳ τῷ Ἀμύντου κατεῖπέ τις ὁτουδὴ τῶν ταξιαρχῶν ὡς ἀπεχθῶς διακειμένου καὶ ῥᾳδίως κακόν τι βουλεύσαντος, εἰ μὴ τάχιστα ἐκποδὼν γένοιτο. τί οὖν ὁ Φίλιππος; οὐκ εὐθὺς ᾖξεν ἐπὶ τὸν σίδηρον, ἀλλὰ καὶ παρ’ ἡμᾶς, φησί, τὸ αἴτιον τῆς ἀπεχθείας· ὁ γὰρ ἀνὴρ οὐχ ὁ φαυλότατος τῶν Μακεδόνων. |
| 95 c [10] | καὶ τά τε ἄλλα ἐπιμελεῖται εὐθὺς τοῦ ἀνθρώπου, καὶ προῖκα ἐπιδίδωσι δεομένῳ θυγατρὸς ὡραίας. καὶ μετὰ ταῦτα οὐδεὶς ἦν πιστότερος τῷ βασιλεῖ τῶν πάλαι κεκριμένων ἐπιτηδείων. Ὣς εὐεργεσίη κακοεργίης μέγ’ ἀμείνων. οὐ γὰρ ῥᾴδιον οὕτω τινὰ ἐν ἀνθρώποις ἀπάνθρωπον φῦναι ὥστε παρ’ οὗ τὰ ἔσχατα πείσεσθαι προσεδόκησε, τούτῳ χρηστῷ καὶ προσνείμαντί τι τιμῆς οὐκ εὐθὺς εὔνουν γενέσθαι, ἀλλ’ ὁ τὴν τιμωρίαν διαφυγὼν ὅσῳ δικαιότερον ὦφλε, τοσούτῳ μᾶλλον ὑπόχρεως γίνεται τῷ συγχωρήσαντι. |
| 95 d [5] | οὕτω δὲ Ἀλέξανδρος Μέμνονα τὸν Δαρείῳ συστρατηγήσαντα ἀποκτιννύειν τινῶν κελευόντων, ἐπειδὰν ὡς τάχιστα κύριος γένηται, Μηδαμῶς, ἔφη, ἀλλὰ ποιήσωμεν ἀντὶ φιλοδαρείου τὸν ἄνθρωπον φιλαλέξανδρον, καὶ οὕτω τὴν εἰς ἐκεῖνον σπουδὴν εἰς ἡμᾶς μεταθήσεται. ταὐτὸ δὲ τοῦτο καὶ ὁ Βοιώτιος στρατηγός, ἐπειδὴ Θηβαῖοι τῶν πόλεων ἐξελαύνειν ἐπεχείρουν τοὺς λακωνίζοντας, Ἀλλ’ οὐδείς, ἔφασκεν, ὦ Θηβαῖοι, τίκτεται φύσει φιλοθήβαιος, ἢ φιλολακεδαιμόνιος, ἀλλ’ ἕκαστος ἑαυτῷ ἁπανταχόθεν τὸ συμφέρον ἐπιζητῶν παρ’ ὧν ἂν τὰ χρηστότερα προσδοκήσῃ, τούτοις ἑαυτὸν προσνέμει. |
| 96 a [5] | ταύτην τοίνυν ἐμποιητέον τὴν ἐλπίδα τοῖς ὑπηκόοις, καὶ οὐ δεήσεσθε ὅπλων πρὸς τὸ ποιεῖν ἑαυτοῖς ἐπιτηδείους, ἀλλ’ ὄψεσθε τὰ ὑμέτερα ἑκόντας αἱρουμένους. Εἶεν. ἀλλ’ οἱ μὲν παρὰ τοῖς Ἕλλησιν εὐδόκιμοι τοῦτον τὸν τρόπον, οἱ δὲ Ῥωμαίων αὐτοκράτορες πῶς; ἅπαντες, ὧν τὰ μεγάλα ὀνόματα παραπλησίως σοὶ τοὺς ἠτυχηκότας μετεχειρίσαντο, Πομπήιος τοὺς Σερτωρίῳ συνεπαναστάντας, Καῖσαρ τοὺς Πομπηίῳ συμπολεμήσαντας, ὁ Σεβαστὸς τοὺς Ἀντωνίῳ συναποστάντας, Μάρκος τοὺς Κασσίῳ συναραμένους. |
| 96 b | τοὺς δὲ ἐφεξῆς καὶ ἐγγὺς ἡμῶν τούτους 〈οὐ〉 λέγω· καὶ οὗτοι πάντες τῆς ἀνθρωπίνης φύσεως στοχαζόμενοι, ὅτι μηδὲν πρὸς εὔνοιαν ἐπαγωγότερον εὐεργεσίας καὶ ὅτι βέλτιστον βασιλεῖ τὸ δι’ εὔνοιαν ἐπισπᾶσθαι, καὶ μὴ διὰ τὸν φόβον κρατεῖν· ἡ μὲν γὰρ ἑκόντων, ὁ δὲ ἀκόντων ποιεῖ κυρίους. |
| 96 c [5] | καὶ δυνάμει μὲν εὔνοιαν οὐκ ἔστιν εὑρεῖν καταλυθεῖσαν, εὐνοίᾳ δὲ δυνάμεις πολλάς. Ἰδιώτῃ μὲν τοίνυν οὐχ οὕτω ῥᾴδιον μετασκευάζειν εἰς οἰκειότητα τοὺς ἀπεχθῶς διακειμένους. ὅταν γὰρ ἐν ἴσῳ καθεστήκῃ τοῖς προσκεκρουκόσιν, οὔτε ἀφιεὶς τὴν ὀργὴν δῆλός ἐστι, τῷ μὴ κεκτῆσθαι ἀναμφισβήτητον τοῦ τιμωρεῖσθαι τὴν ἐξουσίαν, οὔτε ὑπάρχων εὐεργεσίας, τῷ πολλάκις ἀδυνατεῖν, κἂν προαιρῆται. βασιλεῖ δὲ ἐκφανοῦς ὑπαρχούσης καὶ τοῦ βλάπτειν καὶ τοῦ ποιεῖν εὖ τῆς ῥᾳστώνης, εἰς τὴν ἀμείνω χώραν μεταθετέον ἀεὶ καθάπερ ψῆφον ἐν πεττείᾳ κειμένην ἐν τῇ φαυλοτέρᾳ, καὶ ποιεῖν τοὺς τέως ἐχθροὺς πιστοὺς καὶ οἰκείους τῇ τῶν ἀγαθῶν χορηγίᾳ. |
| 96 d | Καὶ ταῦτα ἐγὼ μεταμόρφωσιν βασιλικωτέραν νενόμικα ἧς μετεμόρφου Ξέρξης τὴν ἤπειρον καὶ τὴν θάλασσαν, καὶ ἧς ἡ Κίρκη τοὺς ἀνθρώπους καὶ ἧς ἡ Μήδεια τὸ γῆρας καὶ ἧς Αὐτόλυκος τὰ φώρια. |
| 97 a [10] | οὐ γάρ ἐστι πρὸς τὴν φύσιν φιλονεικία, ἀλλὰ θεόσδοτος ἀκριβῶς ἡ δύναμις αὕτη καὶ Ἑρμοῦ δῶρον, ψυχὰς ἐξ ἀγρίων ἡμέρους κατασκευάζειν καὶ ἐξ ἀλλοτρίων ἐπιτηδείους. νῦν δὲ τοῦ χαλκὸν μὲν εἰς ἀργύριον μεταβαλεῖν καὶ τοῦ τὸ ἀργύριον εἰς χρυσίον ἀσμένως ἄν τινα ἐξεύροιμεν τέχνην, ᾧ δὲ ἔνεστιν ἀνθρώπους εἴτε ἀπὸ τύχης εἴτε ἀπὸ γνώμης ἀφηνιάσαντας αὖθις χειροήθεις ποιῆσαι, οὗτος εἰ τὸ νουθετεῖν ἐάσας τῷ ἐπὶ καιροῦ λελυπηκότι ἀδιάλλακτα ἀγανακτοίη καὶ τοῦ βασιλεῖ προσήκοντος ἐπίπροσθεν ἄγοιτο τὸ θυμῷ κεχαρισμένον, πῶς οὐκ ἂν ἀτοπώτερος εἴη τῶν ἡνιόχων, οἳ τοὺς αὐθάδεις τῶν ἵππων οὐκ ἀποσφάττουσι παραχρῆμα, ἀλλὰ πρᾳοτέρους ποιήσαντες χρῶνται βελτίοσι γεγενημένοις; Ἔχω δέ σοι καὶ ἕτερον εἰπεῖν βασιλέα τοσαύτης μὲν οὐκ ἄρξαντα γῆς ὅσης Φίλιππος καὶ Ἀλέξανδρος, τῷ Πυθίῳ δὲ ὅμως παρασχόντα ἀμφισβήτησιν, εἴτε θεὸν αὐτὸν προσρητέον εἴτε ἄνθρωπον, Λυκοῦργον τὸν Σπαρτιάτην. |
| 97 b | οὗτος τοίνυν οὐκ εἰς χρήματα ζημιωθεὶς οὐδὲ στρατιώτας ἀφαιρεθείς, ἀλλ’ αὐτὸν ἐκκοπεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, νέου τινὸς ξύλῳ πατάξαντος ἐν ἐκκλησίᾳ, παραλαβὼν τὸν ἐκκόψαντα οἴκοι, πῶς ἐτιμωρήσατο; πῶς ἠμύνατο; ἀντέκοψε μὲν καὶ αὐτὸς, ἀλλ’ οὐ τὸν ὀφθαλμὸν τοῦ ἐκκόψαντος, ἀλλὰ τῆς ψυχῆς τὴν θρασύτητα, ἀντὶ μοχθηροῦ πολίτου χρηστὸν ἀποφήνας. |
| 97 c [5] | διὰ τοῦτο ἄρα ὁ Πύθιος τῆς μὲν ψάμμου τὸν ἀριθμὸν οὐκ ἐδίσταζεν ὁπόση εἴη οὐδὲ τῆς θαλάσσης τοὺς χόας, τὸν δὲ βασιλέα τὸν οὕτω φρονοῦντα οὐκ εἶχεν ἀποφήνασθαι πότερον θεὸς ἢ ἄνθρωπος εἴη. σὺ δὲ οὐχ ἕνα ἐπράϋνας, ὥσπερ Λυκοῦργος, οὐδὲ ἕνα ἀντὶ ἐχθροῦ φίλον ἐποίησας, ὥσπερ Ἀλέξανδρος, οὐδὲ τὸν δεῖνα λοιδορησάμενον προσηγάγου, ὥσπερ ὁ ἔναγχος εὐδοκιμήσας, ἀλλ’ ἔξεστιν ἀριθμεῖν κατὰ φῦλα, στρατηγοὺς χωρίς, ταξιάρχας χωρίς, λοχαγοὺς πολλούς, ἴλας τοξευτῶν, ἴλας ἱππέων, τοὺς ἐκ τῆς μεγάλης βουλῆς, οἷς εὖ οἶδ’ ὅτι τοσούτοις οὖσι καὶ τηλικούτοις οὐκ εἰς μακρὰν τὸ ἐνδέον προσθήσεις. |
| 97 d | καὶ τότε ἐξέσται μοὶ μετὰ παρρησίας διστάσαι ‘Δίζω εἴ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον‘, οὐχ ὅτι καὶ νῦν τινες χαλεπόν τι καὶ πέρα τοῦ μέτρου πεπόνθασιν, ἀλλ’ ὅτι σὺ σαυτοῦ πεποίηκας καὶ τὰ εἴσω τοῦ μέτρου. |
| 98 a [5] | καὶ ζητήσουσιν οἱ ἄνθρωποι οὐ τί τοῖς ὑπ’ ἐκείνων πταίσμασιν ἀκόλουθον ἦν, ἀλλὰ τί τοῖς ὑπὸ σοῦ περὶ τοὺς λοιποὺς πεπραγμένοις, καὶ θαυμάσουσιν οὐχ ὅτι μὴ πάντες οἱ τὰ αὐτὰ πλημμελήσαντες τὴν αὐτὴν δεδώκασι δίκην, ἀλλ’ ὅτι μὴ πάντες οἱ τὰ ἴσα ἐξαμαρτόντες τῆς ἴσης τετυχήκασι φιλανθρωπίας. Ἐπεὶ τά γε πράγματα αὐτὰ καθ’ ἑαυτὰ ἐξετάζοντι ἐντιμότερον σὺ προσενήνεξαι τοῖς ἑαλωκόσιν ἢ ἕτεροι τοῖς ὑπὲρ σφῶν ἀριστεύσασιν. |
| 98 b [5] | οἶδας γάρ, ὡς ἔοικεν, ἀκριβῶς ὅτι δεῖ μὲν καὶ θυμοῦ μέγεθος ἐνυπάρχειν τῷ βασιλεῖ, ἀλλὰ μέγαν ὄντα τὸν θυμὸν εὐήκοον εἶναι προσήκει, ὥστε εὐμετάπειστον εἶναι τῷ λόγῳ. τὸ δὲ ἅπαξ παραλλάξαντος ἀνακαλεῖσθαι τὴν ἀκμὴν οὐ μεγάλης, ἀλλὰ καὶ πάνυ σμικρᾶς διανοίας, ὥσπερ μειρακίου τραῦμα ἀλύπως ἰαθὲν ἀναξαίνοντος καὶ διατρίβοντος ἐν τῷ βοᾶν, δέον τῷ φαρμάκῳ συγχωρήσαντα ἀπηλλάχθαι· φάρμακον δὲ ὀργῆς οἰδαινούσης τὸ μὲν αὐτίκα λόγος ἐστίν, ᾧ σὺ τηνικαῦτα ἐπράϋνας σφαδάζουσαν καὶ ζέουσαν ἔτι, τὸ μετὰ ταῦτα δὲ ὁ χρόνος ἰατρὸς ἤδη γίνεται καὶ τοῖς λίαν δυσμεταχειρίστοις. |
| 98 c | τὸ δὲ ὑπ’ ἀμφοῖν ἀμείλικτον ἔξω τῆς φύσεως ὑπολαμβάνεις καὶ τῆς θείας καὶ τῆς ἀνθρωπίνης. διό φησιν Ὅμηρος τοὺς μὲν ἄλλους θεοὺς τρεπτοὺς εἶναι καὶ παραρρητούς, τὸν δὲ Ἅιδην μόνον ἀμείλικτον καὶ ἀδάμαστον. |
| 98 d [5] | Τοιγαροῦν μόνος αὐτοκρατόρων καὶ οἷς ἐπιεικέστερον προσηνέχθης, τούτους χαλεπώτερον τετιμώρησαι εἰς αἰσχύνην καὶ μεταμέλειαν καταστήσας, καὶ τῇ παρ’ ἑαυτῶν λύπῃ κολάσας τοὺς πλημμελήσαντας, αἰσθομένους ἐξ ὧν οὐκ ἀντέπαθον κακῶς οἷα ἠδίκησαν. χαλεπωτέρα δὲ ἐλευθέρῳ λύπη τῆς διὰ τοῦ σώματος γινομένης ἡ διὰ τῆς αἰσχύνης ἐστί. |
| 99 a [5] | σημεῖον δέ· τὰς μὲν γὰρ ὑπομένουσι καὶ ἐγκαρτεροῦσι, δι’ αἰσχύνην δὲ προΐενται πολλάκις τὸν βίον. πῶς οἴει θρηνοῦσι τὴν ἀβουλίαν; πῶς οἴει στένουσι τὴν γοητείαν, οἷον ἀνθ’ οἵου προείλοντο παραβάλλοντες καὶ πειρώμενοι βελτίονος εἰς ὃν ἐξήμαρτον ἢ ᾧ φενακισθέντες προσέθεντο; οὐδὲ γὰρ ἐν μέσοις τοῖς κινδύνοις ἦν ἀνεκτός, ἀλλ’ εἴ ποτε σμικρὸν ὑπὸ τῆς τύχης ἀνερριπίσθη, τοῦ Ξέρξου παρῄει τὴν ὀφρῦν, τοῦ Καμβύσου τὴν παροινίαν, οὐδὲ ἀνδραπόδοις μετρίως χρώμενος τοῖς ὑπ’ αὐτοῦ γοητευθεῖσιν. |
| 99 b [5] | ὃ δὲ μάλιστά μοι δοκεῖ τῆς ἐκείνου φύσεως δεῖγμα γεγενῆσθαι, τοῦτο οὐ πρὶν εἰπεῖν παύσομαι. Φιλοσοφίαν τοίνυν, ὦ βασιλεῦ, ἅπαντες μὲν ᾐδέσθησαν ὥσπερ τι πάτριον ἱερὸν οἱ σὺν νόμῳ τὰς βασιλείας διαδεξάμενοι, πολλοὶ δὲ καὶ συμπαρέλαβον ἐπιστατοῦσαν καὶ τοῦ βίου σφῶν προεστήσαντο, οἷς ἐκτιννύει τὰ γινόμενα χαριστήρια, ἀνεξάλειπτον αὐτῶν τὴν ἀγαθὴν μνήμην τῷ παντὶ χρόνῳ συμπαραπέμπουσα. |
| 99 c [5] | καὶ γὰρ ὅστις ἔδοξεν οὐ πρὸ πολλοῦ περιορᾶν ἀδικουμένην, οὐκ αὐτός τι κακὸν ἐργασάμενος, ἀλλ’ ὅτι προήκατο μόνον καὶ περιεῖδεν, ὅμως οὐκ ἀνταναφέρει τῇ λοιπῇ δόξῃ πρὸς ταύτην μόνην τὴν δυσφημίαν. ταύτης τοίνυν ἔτι μικροῦ περισῳζομένου λειψάνου, οὐκ ἔχων οὔτε μέγα οὔτε μικρὸν ἐγκαλέσαι, ἀλλ’ ὅτι μόνον συνῄδει μὴ δυναμένην συνεπαινεῖν τῷ τολμήματι, οὐκ ἐφείσατο ὅσον ἐφ’ ἑαυτῷ οὐδὲ ὤκνησε ψῆφον ἐξενεγκεῖν, ἣν οἱ θεοὶ καλῶς ποιοῦντες ἔτρεψαν αὐτῷ παραχρῆμα εἰς τὴν κεφαλήν, ὁ τὸν πώγωνα καθειμένος καὶ τοῦ φιλοσοφωτάτου τῶν βασιλέων ἀντιποιούμενος, ἀλλ’ οὐχ ὑμεῖς οἱ τοῖς ὅπλοις ἐντεθραμμένοι, ἀλλ’ εἰσκαλεῖτε καὶ συμπαρίστασθε καὶ τῶν μεγίστων τιμῶν ἀξιοῦτε. |
| 99 d | Καὶ τοῦτον μὲν ἐῶ, ἀλλὰ τὸν καθηγητὴν ἐκείνου τοῦ αὐτοκράτορος διασπαράττειν πρώην τῶν στρατιωτῶν ὡρμημένων ἐξελόμενοι προὔπτου θανάτου, ἐπειδὴ τὸν θυμὸν ἔδει παραμυθήσασθαι τῶν δικαίως ἀγανακτεῖν πεπιστευκότων, χρήμασι μόνοις ἐζημιώσατε. |
| 100 a [5] | χρὴ γάρ, ὡς ἔοικεν, ἐξ ἀμφοῖν ὑμᾶς φιλοτιμεῖσθαι, καὶ δι’ ὧν εὖ ποιεῖτε φιλοσοφίαν καὶ δι’ ὧν τοῦ πάσχειν κακῶς ἐξαιρεῖσθε, καὶ πᾶσι γενέσθαι φανερὸν ὅτι μήτε ἐκείνη ἡ ψῆφος τῆς ὑμετέρας κρίσεως ἦν, ἀλλὰ τοῦ κοινοῦ θορύβου καὶ τῆς συστάσεως καὶ τῆς εἰωθυίας ἀπαντᾶν ἀγνωμοσύνης τοῖς ἐν παιδείᾳ διενεγκοῦσι. |
| 100 b [5] | καὶ τούτου τεκμήριον ἐναργές· τὸν γὰρ ἐγκληθέντα μὲν ὑπὲρ τῶν αὐτῶν πρᾳότερον δὲ χρησάμενον τῇ παρὰ τῶν πολλῶν δυσμενείᾳ οὔτε τιμῇ παραχρῆμα ἀφῆκας. Ἀλλ’ ἱκανῶς ἔχει τῷ νεμεσήσαντι δαιμονίῳ εἴ τί τοι καὶ πρότερον παρεώραται. ἀλλὰ τὰ νῦν γε ἄντικρυς τῆς Σωκράτους μεγαλοψυχίας οὐχ ἥρπασε τὸν καιρὸν βουλιμιῶν, οὐ συμπαρηνέχθη τῇ φορᾷ τοῦ ἀλάστορος, οὐ ῥῆμα ἀφῆκεν ἀδικουμένου, ἀλλὰ τὴν ὀργὴν τῶν ἐννόμως βασιλευόντων τῆς φιλανθρωπίας ἀνεκτοτέραν ὑπέλαβε τοῦ τοῖς νόμοις ἐπαναστάντος, ἀλλὰ μᾶλλον εἵλετο διακαρτερεῖν ἐν οἷς ἦν ἢ τὰ παρόντα μεμψάμενος ἀπηλλάχθαι. |
| 100 c [5] | τοιγαροῦν ἅπαντα ὁ μιαρὸς τἄλλα μετακινῶν, τὰς ἐκείνου συμφορὰς μόνας ἐφύλαξεν ἐπὶ σχήματος. καίτοι εἰ καὶ πάνυ δικαίως καταψηφισθέντα ἠπίστατο, ἀλλ’ ἑτέροις γε ἔδωκεν ἄδειαν πολλῷ δικαιότερον κατεγνωσμένοις. νῦν δέ, ὡς ἔοικεν, οὐκ ἤνεγκεν ὑπὸ τοῦ μάλιστα παρ’ ὑμῶν πάσχειν δοκοῦντος κακῶς παρορώμενος. |
| 100 d [5] | δίκαιος οὖν ἀπολαῦσαι τῆς σῆς πρᾳότητος ὁ τῆς ἐκείνου μὴ ἐθελήσας· καλόν τι διασώσασθαι τὰ ζώπυρα τῆς φιλοσοφίας· σημεῖον γὰρ βασιλέως εὐδαίμονος αὕτη ἡ τέχνη ἐπιδιδοῦσα, καὶ ἀνάγκη ἀρετὴν ἔντιμον εἶναι παρ’ οἷς φιλοσοφία σπουδῆς ἀξιοῦται, ἐν ᾗ δεῖ σε μνήμην ἀθάνατον καὶ ἀγήρω καταλιπεῖν. |
| 101 a [5] | οὐ γὰρ μόνον οἱ τὰς πόλεις εὖ ποιοῦντες ἀθανάτους καταλείπουσι τὰς μνήμας, ἀλλὰ καὶ οἱ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων τιμῶντες. ἀεὶ γάρ, ἕως ἂν ᾖ γένος ἀνθρώπων, οὐκ ἐπιλείψουσιν οἱ περὶ τοὺς θειοτέρους τῶν λόγων φιλοχωροῦντες. ὥστε ἀνάγκη διαδόσιμον γενέσθαι τὴν φήμην τῶν καλῶς αὐτῇ προσενεχθέντων εἰς ἅπαντα σχεδὸν τὸν αἰῶνα. |