Μητρίχη Θρέισσα, ἀράσσει τὴν θύρην τις· οὐκ ὄψηι
μή τις παρʼ ἠμέων ἐξ ἀγροικίης ἤκει;
Θρέισσα τίς τὴν θύρην; Γυλλίς ἐγὦδε. Θρέισσα τίς σύ; δειμαίνεις
ἆσσον προσελθεῖν; Γυλλίς ἢν ἰδού, πάρειμʼ ἆσσον.
Θρέισσα τίς δέ εἰς σύ; Γυλλίς Γυλλίς, ἠ Φιλαινίδος μήτηρ.
ἄγγειλον ἔνδον Μητρίχηι παρεῦσάν με.
Θρέισσα καλεῖ— Μητρίχη τίς ἐστιν; Θρέισσα Γυλλίς. Μητρίχη ἀμμίη Γυλλίς.
στρέψον τι, δούλη. τίς σε μοῖρʼ ἔπεισʼ ἐλθεῖν,
Γυλλίς, πρὸς ἠμέας; τί σὺ θεὸς πρὸς ἀνθρώπους;
ἤδη γάρ εἰσι πέντε κου, δοκέω, μῆνες
ἐξ οὖ σε, Γυλλίς, οὐδʼ ὄναρ, μὰ τὰς Μοίρας,
πρὸς τὴν θύρην ἐλθοῦσαν εἶδέ τις ταύτην.
Γυλλίς μακρὴν ἀποικέω, τέκνον, ἐν δὲ τῆις λαύρηις
ὀ πηλὸς ἄχρις ἰγνύων προσέστηκεν,
ἐγὼ δὲ δραίνω μυῖʼ ὄσον· τὸ γὰρ γῆρας
ἠμέας καθέλκει καὶ σκιὴ παρέστηκεν.
Μητρίχη … ε καὶ μὴ τοῦ χρόνου καταψεύδεο·
… γὰρ, Γυλλί, κἠτέρους ἄγχειν.
Γυλλίς σίλλαινε· ταῦτα τῆις νεωτέρηις ὖμιν
πρόσεστιν. Μητρίχη ἀλλʼ οὐ τοῦτο μή σε θερμήνηι.
Γυλλίς ἀλλʼ ὦ τέκνον, κόσον τινʼ ἤδη χηραίνεις
χρόνον μόνη τρύχουσα τὴν μίαν κοίτην;
ἐξ οὖ γὰρ εἰς Αἴγυπτον ἐστάλη Μάνδρις
δέκʼ εἰσὶ μῆνες, κοὐδὲ γράμμα σοι πέμπει,
ἀλλʼ ἐκλέλησται καὶ πέπωκεν ἐκ καινῆς.
κεῖ δʼ ἐστὶν οἶκος τῆς θεοῦ· τὰ γὰρ πάντα,
ὄσσʼ ἔστι κου καὶ γίνετʼ, ἔστʼ ἐν Αἰγύπτωι·
πλοῦτος, παλαίστρη, δύναμις, εὐδίη, δόξα,
θέαι, φιλόσοφοι, χρυσίον, νεηνίσκοι,
θεῶν ἀδελφῶν τέμενος, ὀ βασιλεὺς χρηστός,
Μουσῆιον, οἶνος, ἀγαθὰ πάντʼ ὄσʼ ἂν χρήιζηι,
γυναῖκες, ὀκόσους οὐ μὰ τὴν Ἄιδεω Κούρην
ἀστέρας ἐνεγκεῖν οὐρανὸς κεκαύχηται,
τὴν δʼ ὄψιν οἴαι πρὸς Πάριν κοτʼ ὤρμησαν
… κριθῆναι καλλονήν—λάθοιμʼ αὐτάς
… κοίην οὖν τάλαινα σὺ ψυχήν
ἔχουσα θάλπεις τὸν δίφρον; κατʼ οὖν λήσεις
… καί σευ τὸ ὤριον τέφρη κάψει.
… νον ἄλληι κἠμέρας μετάλλαξον
τὸν νοῦν δύʼ ἢ τρεῖς, κἰλαρὴ κατάστηθι
… ις ἄλλον· νηῦς μιῆς ἐπʼ ἀγκύρης
οὐκ ἀσφαλὴς ὀρμεῦσα· κεῖνος ἢν ἔλθηι
… ν … μηδὲ εἶς ἀναστήσηι
ἠμέας … τοδινα δὲ ἄγριος χειμών
… κοὐδὲ εἶς οἶδεν
… ν ἠμέων ἄστατος γὰρ ἀνθρώποις
… λη … ς. ἀλλὰ μήτις ἔστηκε
σύνεγγυς ἦμιν; Μητρίχη οὐδὲ εἶς. Γυλλίς ἄκουσον δή
ἄ σοι χρεΐζουσʼ ὦδʼ ἔβην ἀπαγγεῖλαι·
ὀ Ματαλίνης τῆς Παταικίου Γρύλλος,
ὀ πέντε νικέων ἆθλα, παῖς μὲν ἐν Πυθοῖ,
δὶς δʼ ἐν Κορίνθωι τοὺς ἴουλον ἀνθεῦντας,
ἄνδρας δὲ Πίσηι δὶς καθεῖλε πυκτεύσας,
πλουτέων τὸ καλόν, οὐδὲ κάρφος ἐκ τῆς γῆς
κινέων, ἄθικτος ἐς Κυθηρίην σφρηγίς,
ἰδών σε καθόδωι τῆς Μίσης ἐκύμηνε
τὰ σπλάγχνʼ ἔρωτι καρδίην ἀνοιστρηθείς,
καί μευ οὔτε νυκτὸς οὔτʼ ἐπʼ ἠμέρην λείπει
τὸ δῶμα, τέκνον, ἀλλά μευ κατακλαίει
καὶ ταταλίζει καὶ ποθέων ἀποθνήισκει.
ἀλλʼ, ὦ τέκνον μοι Μητρίχη, μίαν ταύτην
ἀμαρτίην δὸς τῆι θεῶι· κατάρτησον
σαυτήν, τὸ γῆρας μὴ λάθηι σε προσβλέψαν.
καὶ δοιὰ πρήξεις· ἠδε …
δοθήσεταί τι μέζον ἢ δοκεῖς· σκέψαι,
πείσθητί μευ· φιλέω σε, ναὶ μὰ τὰς Μοίρας.
Μητρίχη Γυλλί, τὰ λευκὰ τῶν τριχῶν ἀπαμβλύνει
τὸν νοῦν· μὰ τὴν γὰρ Μάνδριος κατάπλωσιν
καὶ τὴν φίλην Δήμητρα, ταῦτʼ ἐγὼ ἐξ ἄλλης
γυναικὸς οὐκ ἂν ἠδέως ἐπήκουσα,
χωλὴν δʼ ἀείδειν χώλʼ ἂν ἐξεπαίδευσα
καὶ τῆς θύρης τὸν οὐδὸν ἐχθρὸν ἠγεῖσθαι.
σὺ δʼ αὖτις ἔς με μηδὲ ἔνα, φίλη, τοῖον
φέρουσα χώρει μῦθον· ὂν δὲ γρήιηισι
πρέπει γυναιξὶ τῆις νέηις ἀπάγγελλε·
τὴν Πυθέω δὲ Μητρίχην ἔα θάλπειν
τὸν δίφρον· οὐ γὰρ ἐνγελᾶι τις εἰς Μάνδριν.
ἀλλʼ οὐχὶ τούτων, φασί, τῶν λόγων Γυλλίς
δεῖται· Θρέισσα, τὴν μελαινίδʼ ἔκτριψον
κἠκτημόρους τρεῖς ἐγχέασα τοῦ ἀκρήτου
καὶ ὔδωρ ἐπιστάξασα δὸς πιεῖν. Γυλλίς καλῶς.
Μητρίχη τῆ, Γυλλί, πῖθι. Γυλλίς δεῖξον οὐ … πα …
πείσουσά σʼ ἦλθον, ἀλλʼ ἔκητι τῶν ἰρῶν.
Μητρίχη ὦν οὔνεκέν μοι, Γυλλί, ὠνα
Γυλλίς οσσοῦ γένοιτο, μᾶ, τέκνον π …
ἠδύς γε· ναὶ Δήμητρα, Μητρίχη, τούτου
ἠδίονʼ οἶνον Γυλλὶς οὐ πέπωκέν κω.
σὺ δʼ εὐτύχει μοι, τέκνον, ἀσφαλίζευ δέ
σαυτήν· ἐμοὶ δὲ Μυρτάλη τε καὶ Σίμη
νέαι μένοιεν, ἔστʼ ἂν ἐνπνέηι Γυλλίς.
Βάτταρος ἄνδρες δικασταί, τῆς γενῆς μὲν οὐκ ἐστέ
ἠμέων κριταὶ δήκουθεν οὐδὲ τῆς δόξης,
οὐδʼ εἰ Θαλῆς μὲν οὖτος ἀξίην τὴν νηῦν
ἔχει ταλάντων πέντʼ, ἐγὼ δὲ μηδʼ ἄρτους,
… περέξει Βάτταρόν τι πημήνασ·
… κ … ι … ωλυκον γὰρ … κλαυσαι
… ιησομαστοσηιασ … νχωρη
… σμε … ι … ἐστὶ τῆς πόλιος κἠγώ,
… ζῶμεν οὐκ ὠς βουλόμεσθʼ ἀλλʼ ὠς ἠμέας
… ρος ἔλκει. προστάτην … ει Μέννην
ἐγὼ δʼ Ἀριστοφῶντα· πὺξ νενίκηκεν
Μέννης, Ἀριστοφῶν δὲ κ … νῦν ἄγχει·
… η ἐστʼ ἀληθέα ταῦτα, τοῦ ἠλίου δύντος
… θετωσ … ων ἄνδρες … ιχε χλαῖναν
… νωσε … ιω προστάτηι τεθώρηγμαι
… χ … ν «ἐξ Ἄκης ἐλήλουθα
πυροὺς ἄγων κἤστησα τὴν κακὴν λιμόν,»
… ε πόρνας ἐκ Τύρου· τί τῶι δήμωι
… δωρεὴν γὰρ οὔτʼ οὖτος πυρούς
… θιν οὔτʼ ἐγὼ πάλιν κείνην.
εἰ δʼ οὔνεκεν πλεῖ τὴν θάλασσαν ἢ χλαῖναν
ἔχει τριῶν μνέων Ἀττικῶν, ἐγὼ δʼ οἰκέω
ἐν γῆι τρίβωνα καὶ ἀσκέρας σαπρὰς ἔλκων,
βίηι τινʼ ἄξει τῶν ἐμῶν ἔμʼ οὐ πείσας,
καὶ ταῦτα νυκτός, οἴχετʼ ἦμιν ἠ ἀλεωρή
τῆς πόλιος, ἄνδρες, κἀπʼ ὄτεωι σεμνύνεσθε,
τὴν αὐτονομίην ὐμέων Θαλῆς λύσει.
ὂν χρῆν ἐαυτὸν ὄστις ἐστὶ κἀκ ποίου
πηλοῦ πεφύρητʼ εἰδότʼ ὠς ἐγὼ ζώειν
τῶν δημοτέων φρίσσοντα καὶ τὸν ἤκιστον.
νῦν δʼ οἰ μὲν ἐόντες τῆς πόλιος καλυπτῆρες
καὶ τῆι γενῆι φυσῶντες οὐκ ἴσον τούτωι
πρὸς τοὺς νόμους βλέπουσι κἠμὲ τὸν ξεῖνον
οὐδεὶς πολίτης ἠλόησεν οὐδʼ ἦλθεν
πρὸς τὰς θύρας μευ νυκτὸς οὐδʼ ἔχων δᾶιδας
τὴν οἰκίην ὐφῆψεν οὐδὲ τῶν πορνέων
βίηι λαβὼν οἴχωκεν· ἀλλʼ ὀ Φρὺξ οὖτος,
ὀ νῦν Θαλῆς ἐών, πρόσθε δʼ, ἄνδρες, Ἀρτίμμης,
ἄπαντα ταῦτʼ ἔπρηξε κοὐκ ἐπηιδέσθη
οὔτε νόμον οὔτε προστάτην οὔτʼ ἄρχοντα.
καίτοι λαβών μοι, γραμματεῦ, τῆς αἰκείης
τὸν νόμον ἄνειπε, καὶ σὺ τὴν ὀπὴν βῦσον
τῆς κλεψύδρης, βέλτιστε, μέχρις οὖ ʼνείπηι,
μὴ προστε κῦσος φῆι τι κὠ τάπης ἦμιν,
τὸ τοῦ λόγου δὴ τοῦτο, ληίης κύρσηι.
Γραμματεύς ἐπὴν δʼ ἐλεύθερός τις αἰκίσηι δούλην
ἢ ἔλκων ἐπίσπηι, τῆς δίκης τὸ τίμημα
διπλοῦν τελείτω. Βάτταρος ταῦτʼ ἔγραψε Χαιρώνδης,
ἄνδρες δικασταί, καὶ οὐχὶ Βάτταρος χρήιζων
Θαλῆν μετελθεῖν. ἢν θύρην δέ τις κόψηι,
μνῆν τινέτω, φησί· ἢν δὲ πὺξ ἀλοιήσηι,
ἄλλην πάλι μνῆν· ἢν δὲ τὰ οἰκίʼ ἐμπρήσηι
ἢ ὄρους ὐπερβῆι, χιλίας τὸ τίμημα
ἔνειμε, κἢν βλάψηι τι, διπλόον τίνειν.
ὤικει πόλιν γάρ, ὦ Θάλης, σὺ δʼ οὐκ οἶσθας
οὔτε πόλιν οὔτε πῶς πόλις διοικεῖται,
οἰκεῖς δὲ σήμερον μὲν ἐν Βρικινδήροις
ἐχθὲς δʼ ἐν Ἀβδήροισιν, αὔριον δʼ ἤν σοι
ναῦλον διδοῖ τις, ἐς Φασηλίδα πλώσηι.
ἐγὼ δʼ ὄκως ἂν μὴ μακρηγορέων ὐμέας,
ὦνδρες δικασταί, τῆι παροιμίηι τρύχω,
πέπονθα πρὸς Θάλητος ὄσσα κἠμ πίσσηι
μῦς· πὺξ ἐπλήγην, ἠ θύρη κατήρηκται
τῆς οἰκίης μευ, τῆς τελέω τρίτην μισθόν,
τὰ ὐπέρθυρʼ ὀπτά. δεῦρο, Μυρτάλη, καὶ σύ·
δεῖξον σεωυτὴν πᾶσι· μηδένʼ αἰσχύνευ·
νόμιζε τούτους οὒς ὀρῆις δικάζοντας
πατέρας ἀδελφοὺς ἐμβλέπειν. ὀρῆτʼ ἄνδρες,
τὰ τίλματʼ αὐτῆς καὶ κάτωθεν κἄνωθεν
ὠς λεῖα ταῦτʼ ἔτιλλεν ὠναγὴς οὖτος,
ὄτʼ εἶλκεν αὐτὴν κἀβιάζετʼ—ὦ γῆρας,
σοὶ θυέτω ἐπεὶ τὸ αἶμʼ ἂν ἐξεφύσησεν
ὤσπερ Φίλιππος ἐν Σάμωι κοτʼ ὀ βρεγκος.
γελᾶις; κίναιδός εἰμι καὶ οὐκ ἀπαρνεῦμαι,
καὶ Βάτταρός μοι τοὔνομʼ ἐστὶ κὠ πάππος
ἦν μοι Σισυμβρᾶς κὠ πατὴρ Σισυμβρίσκος,
κἠπορνοβόσκευν πάντες, ἀλλʼ ἔκητʼ ἀλκῆς
θαρσέων λε … α … οιμαν εἰ Θαλῆς εἴη.
ἐρᾶις σὺ μὲν ἴσως Μυρτάλης; οὐδὲν δεινόν·
ἐγὼ δὲ πυρέων· ταῦτα δοὺς ἐκεῖνʼ ἔξεις.
ἢ νὴ Δίʼ, εἴ σευ θάλπεταί τι τῶν ἔνδον,
ἔμβυσον εἰς τὴν χεῖρα Βατταρίωι τιμήν,
καὐτὸς τὰ σαυτοῦ θλῆ λαβὼν ὄκως χρήιζεις.
ἒν δʼ ἔστιν, ἄνδρες—ταῦτα μὲν γὰρ εἴρηται
πρὸς τοῦτον—ὐμεῖς δʼ ὠς ἀμαρτύρων εὔντων
γνώμηι δικαίηι τὴν κρίσιν διαιτᾶτε.
ἢν δʼ οἶον ἐς τὰ δοῦλα σώματα σπεύδηι
κἠς βάσανον αἰτῆι, προσδίδωμι κἀμαυτόν·
λαβών, Θαλῆ, στρέβλου με· μοῦνον ἠ τιμή
ἐν τῶι μέσωι ἔστω· ταῦτα τρυτάνηι Μίνως
οὐκ ἂν δικάζων βέλτιον διήιτησε.
τὸ λοιπόν, ἄνδρες, μὴ δοκεῖτε τὴν ψῆφον
τῶι πορνοβοσκῶι Βαττάρωι φέρειν, ἀλλά
ἄπασι τοῖς οἰκεῦσι τὴν πόλιν ξείνοις.
νῦν δείξετʼ ἠ Κῶς κὠ Μέροψ κόσον δραίνει,
κὠ Θεσσαλὸς τίνʼ εἶχε κἠρακλῆς δόξαν,
κὠσκληπιὸς κῶς ἦλθεν ἐνθάδʼ ἐκ Τρίκκης,
κἤτικτε Λητοῦν ὦδε τεῦ χάριν Φοίβη.
ταῦτα σκοπεῦντες πάντα τὴν δίκην ὀρθῆι
γνώμηι κυβερνᾶτʼ, ὠς ὀ Φρὺξ τὰ νῦν ὖμιν
πληγεὶς ἀμείνων ἔσσετʼ, εἴ τι μὴ ψεῦδος
ἐκ τῶν παλαιῶν ἠ παροιμίη βάζει.
Μητροτίμη οὔτω τί σοι δοίησαν αἰ φίλαι Μοῦσαι,
Λαμπρίσκε, τερπνὸν τῆς ζοῆς τʼ ἐπαυρέσθαι,
τοῦτον κατʼ ὤμου δεῖρον, ἄχρις ἠ ψυχή
αὐτοῦ ἐπὶ χειλέων μοῦνον ἠ κακὴ λειφθῆι.
ἔκ μευ ταλαίνης τὴν στέγην πεπόρθηκεν
χαλκίνδα παίζων· καὶ γὰρ οὐδʼ ἀπαρκεῦσιν
αἰ ἀστραγάλαι, Λαμπρίσκε, συμφορῆς δʼ ἤδη
ὀρμᾶι ἐπὶ μέζον. κοῦ μὲν ἠ θύρη κεῖται
τοῦ γραμματιστέω—καὶ τοιηκὰς ἠ πικρή
τὸν μισθὸν αἰτεῖ κἢν τὰ Ναννάκου κλαύσω—
οὐκ ἂν ταχέως λήξειε· τήν γε μὴν παίστρην,
ὄκουπερ οἰκίζουσιν οἴ τε προύνεικοι
κοἰ δρηπέται, σάφʼ οἶδε κἠτέρωι δεῖξαι.
κἠ μὲν τάλαινα δέλτος, ἢν ἐγὼ κάμνω
κηροῦσʼ ἐκάστου μηνός, ὀρφανὴ κεῖται
πρὸ τῆς χαμεύνης τοῦ ἐπὶ τοῖχον ἐρμῖνος,
ἢν μήκοτʼ αὐτὴν οἶον Ἀίδην βλέψας
γράψηι μὲν οὐδὲν καλόν, ἐκ δʼ ὄλην ξύσηι·
αἰ δορκαλῖδες δὲ λιπαρώτεραι πολλόν
ἐν τῆισι φύσηις τοῖς τε δικτύοις κεῖνται
τῆς ληκύθου ἠμέων τῆι ἐπὶ παντὶ χρώμεσθα.
ἐπίσταται δʼ οὐδʼ ἄλφα συλλαβὴν γνῶναι,
ἢν μή τις αὐτῶι ταὐτὰ πεντάκις βώσηι.
τριτἠμέρηι Μάρωνα γραμματίζοντος
τοῦ πατρὸς αὐτῶι, τὸν Μάρωνα ἐποίησεν
οὖτος Σίμωνα ὀ χρηστός· ὤστʼ ἔγωγʼ εἶπα
ἄνουν ἐμαυτήν, ἤτις οὐκ ὄνους βόσκειν
αὐτὸν διδάσκω, γραμμάτων δὲ παιδείην,
δοκεῦσʼ ἀρωγὸν τῆς ἀωρίης ἔξειν.
ἐπεὰν δὲ δὴ καὶ ρῆσιν οἶα παιδίσκον
ἢ ʼγώ μιν εἰπεῖν ἢ ὀ πατὴρ ἀνώγωμεν,
γέρων ἀνὴρ ὠσίν τε κὤμμασιν κάμνων,
ἐνταῦθʼ ὄκως νιν ἐκ τετρημένης ἠθεῖ
«Ἄπολλον ... Ἀγρεῦ ...», «τοῦτο» φημὶ «κἠ μάμμη,
τάλης, ἐρεῖ σοι—κἠστὶ γραμμάτων χήρη—
κὠ προστυχὼν Φρύξ.» ἢν δὲ δή τι καὶ μέζον
γρῦξαι θέλωμεν, ἢ τριταῖος οὐκ οἶδεν
τῆς οἰκίης τὸν οὐδόν, ἀλλὰ τὴν μάμμην,
γρηῢν γυναῖκα κὠρφανὴν βίου, κείρει,
ἢ τοῦ τέγευς ὔπερθε τὰ σκέλεα τείνας
κάθητʼ ὄκως τις καλλίης κάτω κύπτων.
τί μευ δοκεῖς τὰ σπλάγχνα τῆς κάκης πάσχειν
ἐπεὰν ἴδωμι; κοὐ τόσος λόγος τοῦδε·
ἀλλʼ ὀ κέραμος πᾶς ὤσπερ ἴτρια θλῆται,
κἠπὴν ὀ χειμὼν ἐγγὺς ἦι, τρίʼ ἤμαιθα
κλαίουσα ἐκάστου τοῦ πλατύσματος τίνω·
ἒν γὰρ στόμʼ ἐστὶ τῆς συνοικίης πάσης,
«τοῦ Μητροτίμης ἔργα Κοττάλου ταῦτα»,
κἀληθίνʼ ὤστε μηδʼ ὀδόντα κινῆσαι.
ὄρη δὲ κοίως τὴν ράκιν λελέπρηκε
πᾶσαν, κατʼ ὔλην, οἶα Δήλιος κυρτεύς
ἐν τῆι θαλάσσηι, τὠμβλὺ τῆς ζοῆς τρίβων.
τὰς ἐβδόμας δʼ ἄμεινον εἰκάδας τʼ οἶδε
τῶν ἀστροδιφέων, κοὐδʼ ὔπνος νιν αἰρεῖται
νοεῦντʼ ὄτʼ ἦμος παιγνίην ἀγινῆτε.
ἀλλʼ εἴ τί σοι, Λαμπρίσκε, καὶ βίου πρῆξιν
ἐσθλὴν τελοῖεν αἴδε κἀγαθῶν κύρσαις,
μἤλασσον αὐτῶι— Λαμπρίσκος Μητροτίμη, μὴ ἐπεύχεο·
ἔξει γὰρ οὐδὲν μεῖον. Εὐθίης κοῦ μοι,
κοῦ Κόκκαλος, κοῦ Φίλλος; οὐ ταχέως τοῦτον
ἀρεῖτʼ ἐπʼ ὤμου τῆι Ἀκέσεω σεληναίηι
δείξοντες; αἰνέω τἄργα, Κότταλʼ, ἂ πρήσσεις·
οὔ σοι ἔτʼ ἀπαρκεῖ τῆισι δορκάσιν παίζειν
ἀστράβδʼ ὄκωσπερ οἴδε, πρὸς δὲ τὴν παίστρην
ἐν τοῖσι προυνείκοισι χαλκίζεις φοιτέων;
ἐγώ σε θήσω κοσμιώτερον κούρης,
κινεῦντα μηδὲ κάρφος, εἰ τό γʼ ἤδιστον.
κοῦ μοι τὸ δριμὺ σκῦτος, ἠ βοὸς κέρκος,
ὦι τοὺς πεδήτας κἀποτάκτους λωβεῦμαι;
δότω τις εἰς τὴν χεῖρα πρὶν χολη βῆξαι.
Κότταλος μή μʼ ἰκετεύω, Λαμπρίσκε, πρός σε τῶν Μουσέων
καὶ τοῦ γενείου τῆς τε Κόττιδος ψυχῆς
μὴ τῶι με δριμεῖ, τῶι ʼτέρωι δὲ λώβησαι.
Λαμπρίσκος ἀλλʼ εἲς πονηρός, Κότταλε, ὤστε καὶ περνάς
οὐδείς σʼ ἐπαινέσειεν, οὐδʼ ὄκου χώρης
οἰ μῦς ὀμοίως τὸν σίδηρον τρώγουσιν.
Κότταλος κόσας, κόσας, Λαμπρίσκε, λίσσομαι, μέλλεις
ἔς μʼ ἐνφορῆσαι; Λαμπρίσκος μὴ ʼμέ, τήνδε δʼ εἰρώτα.
Κότταλος ταταῖ, κόσας μοι δώσετʼ; Μητρίχη εἴ τί σοι ζώιην,
φέρειν ὄσας ἂν ἠ κακὴ σθένηι βύρσα.
Κότταλος παῦσαι· ἰκαναί, Λαμπρίσκε. Λαμπρίσκος καὶ σὺ δὴ παῦσαι
κάκʼ ἔργα πρήσσων. Κότταλος οὐκέτʼ οὐκέτι πρήξω,
ὄμνυμί σοι, Λαμπρίσκε, τὰς φίλας Μούσας.
Λαμπρίσκος ὄσσην δὲ καὶ τὴν γλάσσαν, οὖτος, ἔσχηκας·
πρός σοι βαλέω τὸν μῦν τάχʼ ἢν πλέω γρύξηις.
Κότταλος ἰδού, σιωπῶ· μή με, λίσσομαι, κτείνηις.
Λαμπρίσκος μέθεσθε, Κόκκαλʼ, αὐτόν. Μητρίχη οὐ δεῖ σʼ ἐκλῆξαι,
Λαμπρίσκε· δεῖρον ἄχρις ἤλιος δύσηι.
Λαμπρίσκος ἀλλʼ …
Μητρίχη ἀλλʼ ἐστὶν ὔδρης ποικιλώτερος πολλῶι
καὶ δεῖ λαβεῖν νιν—κἀπὶ βυβλίωι δήκου,
τὸ μηδέν—ἄλλας εἴκοσίν γε, καὶ ἢν μέλληι
αὐτῆς ἄμεινον τῆς Κλεοῦς ἀναγνῶναι.
Κότταλος ἰσσαῖ. Λαμπρίσκος λάθοις τὴν γλάσσαν ἐς μέλι πλύνας.
Μητρίχη ἐρέω ἐπιμηθέως τῶι γέροντι, Λαμπρίσκε,
ἐλθοῦσʼ ἐς οἶκον ταῦτα, καὶ πέδας ἤξω
φέρουσʼ ὄκως νιν σύμποδʼ ὦδε πηδεῦντα
αἰ πότνιαι βλέπωσιν ἂς ἐμίσησεν.
Κυννώ χαίροις, ἄναξ Παίηον, ὂς μέδεις Τρίκκης
καὶ Κῶν γλυκεῖαν κἠπίδαυρον ὤικηκας,
σὺν καὶ Κορωνὶς ἤ σʼ ἔτικτε κὠπόλλων
χαίροιεν, ἦς τε χειρὶ δεξιῆι ψαύεις
᾿Υγίεια, κὦνπερ οἴδε τίμιοι βωμοί
Πανάκη τε κἠπιώ τε κἰησὼ χαίροι,
κοἰ Λεωμέδοντος οἰκίην τε καὶ τείχεα
πέρσαντες, ἰητῆρες ἀγρίων νούσων,
Ποδαλείριός τε καὶ Μαχάων χαιρόντων,
κὤσοι θεοὶ σὴν ἐστίην κατοικεῦσιν
καὶ θεαί, πάτερ Παίηον· ἴλεωι δεῦτε
τοῦ ἀλέκτορος τοῦδʼ, ὄντινʼ οἰκίης τοίχων
κήρυκα θύω, τἀπίδορπα δέξαισθε.
οὐ γάρ τι πολλὴν οὐδʼ ἔτοιμον ἀντλεῦμεν,
ἐπεὶ τάχʼ ἂν βοῦν ἢ νενημένην χοῖρον
πολλῆς φορίνης, κοὐκ ἀλέκτορʼ, ἴητρα
νούσων ἐποιεύμεσθα τὰς ἀπέψησας
ἐπʼ ἠπίας σὺ χεῖρας, ὦ ἄναξ, τείνας.
ἐκ δεξιῆς τὸν πίνακα, Κοκκάλη, στῆσον
τῆς ᾿Υγιείης. Φίλη ἆ, καλῶν, φίλη Κυννοῖ,
ἀγαλμάτων· τίς ἦρα τὴν λίθον ταύτην
τέκτων ἐποίει καὶ τίς ἐστιν ὀ στήσας;
Κυννώ οἰ Πρηξιτέλεω παῖδες· οὐκ ὀρῆις κεῖνα
ἐν τῆι βάσι τὰ γράμματʼ; Εὐθίης δʼ αὐτήν
ἔστησεν ὀ Πρήξωνος. Φίλη ἴλεως εἴη
καὶ τοῖσδʼ ὀ Παιὼν καὶ Εὐθίηι καλῶν ἔργων.
Κυννώ ὄρη, Φίλη, τὴν παῖδα τὴν ἄνω κείνην
βλέπουσαν ἐς τὸ μῆλον· οὐκ ἐρεῖς αὐτήν
ἢν μὴ λάβηι τὸ μῆλον ἐκ τάχα ψύξειν;
Φίλη κεῖνον δέ, Κυννοῖ, τὸν γέροντʼ— Κυννώ ἆ πρὸς Μοιρέων
τὴν χηναλώπεκα ὠς τὸ παιδίον πνίγει.
πρὸ τῶν ποδῶν γοῦν εἴ τι μὴ λίθος, τοὔργον,
ἐρεῖς, λαλήσει. μᾶ, χρόνωι κοτʼ ὤνθρωποι
κἠς τοὺς λίθους ἔξουσι τὴν ζοὴν θεῖναι.
Φίλη τὸν Βατάλης γὰρ τοῦτον οὐκ ὀρῆις, Κυννοῖ,
ὄκως βέβηκεν ἀνδριάντα τῆς Μύττεω;
εἰ μή τις αὐτὴν εἶδε Βατάλην, βλέψας
ἐς τοῦτο τὸ εἰκόνισμα μὴ ἐτύμης δείσθω.
Κυννώ ἔπευ, Φίλη, μοι καὶ καλόν τί σοι δείξω
πρῆγμʼ οἶον οὐκ ὤρηκας ἐξ ὄτευ ζώεις.
Κύδιλλʼ, ἰοῦσα τὸν νεωκόρον βῶσον.
οὐ σοὶ λέγω, αὔτη, τῆι ὦδε κὦδε χασκεύσηι;
μᾶ, μή τινʼ ὤρην ὦν λέγω πεποίηται,
ἔστηκε δʼ εἴς μʼ ὀρεῦσα καρκίνου μέζον.
ἰοῦσα, φημί, τὸν νεωκόρον βῶσον.
λαίμαστρον, οὔτʼ ὀργή σε κρηγύην οὔτε
βέβηλος αἰνεῖ, πανταχῆι δʼ ἴση κεῖσαι.
μαρτύρομαι, Κύδιλλα, τὸν θεὸν τοῦτον,
ὠς ἔκ με καίεις οὐ θέλουσαν οἰδῆσαι·
μαρτύρομαι, φημί· ἔσσετʼ ἠμέρη κείνη
ἐν ἦι τὸ βρέγμα τοῦτο τωυσυρες κνήσηι.
Φίλη μὴ πάντʼ ἐτοίμως καρδιηβολεῦ, Κυννοῖ·
δούλη ʼστι, δούλης δʼ ὦτα νωθρίη θλίβει.
Κυννώ ἀλλʼ ἠμέρη τε κἠπὶ μέζον ὠθεῖται·
αὔτη σύ, μεῖνον· ἠ θύρη γὰρ ὤϊκται
κἀνεῖτʼ ὀ παστός. Φίλη οὐκ ὀρῆις, φίλη Κυννοῖ;
οἶʼ ἔργα κεῖ ʼνῆν· ταῦτʼ ἐρεῖς Ἀθηναίην
γλύψαι τὰ καλά—χαιρέτω δὲ δέσποινα.
τὸν παῖδα δὴ τὸν γυμνὸν ἢν κνίσω τοῦτον
οὐκ ἔλκος ἔξει, Κύννα; πρὸς γάρ οἰ κεῖνται
αἰ σάρκες οἶα θερμὰ θερμὰ πηδῶσαι
ἐν τῆι σανίσκηι. τὠργύρευν δὲ πύραυστρον
οὐκ ἢν ἴδησι Μύλλος ἢ Παταικίσκος
ὀ Λαμπρίωνος, ἐκβαλεῦσι τὰς κούρας
δοκεῦντες ὄντως ἀργύρευν πεποιῆσθαι;
ὀ βοῦς δὲ κὠ ἄγων αὐτὸν ἤ τʼ ὀμαρτεῦσα
κὠ γρυπὸς οὖτος κὠ ἀνάσιλλος ἄνθρωπος
οὐχὶ ζοὴν βλέπουσι κἠμέρην πάντες;
εἰ μὴ ἐδόκευν τι μέζον ἢ γυνὴ πρήσσειν,
ἀνηλάλαξʼ ἄν, μή μʼ ὀ βοῦς τι πημήνηι·
οὔτω ἐπιλοξοῖ, Κυννί, τῆι ἐτέρηι κούρηι.
Κυννώ ἀληθιναί, Φίλη, γὰρ αἰ Ἐφεσίου χεῖρες
ἐς πάντʼ Ἀπελλέω γράμματʼ· οὐδʼ ἐρεῖς «κεῖνος
ὤνθρωπος ἒν μὲν εἶδεν, ἒν δʼ ἀπηρνήθη»,
ἀλλʼ ὦι ἐπὶ νοῦν γένοιτο καὶ θέων ψαύειν
ἠπείγετʼ. ὂς δʼ ἐκεῖνον ἢ ἔργα τὰ ἐκείνου
μὴ παμφαλήσας ἐκ δίκης ὀρώρηκεν,
ποδὸς κρέμαιτʼ ἐκεῖνος ἐν γναφέως οἴκωι.
Νεωκόρος κάλʼ ὖμιν, ὦ γυναῖκες, ἐντελέως τὰ ἰρά
καὶ ἐς λῶιον ἐμβλέποντα· μεζόνως οὔτις
ἠρέσατο τὸν Παιήονʼ ἤπερ οὖν ὐμεῖς.
ἰὴ ἰὴ Παίηον, εὐμενὴς εἴης
καλοῖς ἐπʼ ἰροῖς τῆισδε κεἴ τινες τῶνδε
ἔασʼ ὀπυιηταί τε καὶ γενῆς ἆσσον.
ἰὴ ἰὴ Παίηον, ὦδε ταῦτʼ εἴη.
Κυννώ εἴη γάρ, ὦ μέγιστε, κὐγίηι πολλῆι
ἔλθοιμεν αὖτις μέζονʼ ἴρʼ ἀγινεῦσαι
σὺν ἀνδράσιν καὶ παισί. Κοκκάλη, καλῶς
τεμεῦσα μέμνεο τὸ σκελύδριον δοῦναι
τῶι νεωκόρωι τοὔρνιθος· ἔς τε τὴν τρώγλην
τὸν πελανὸν ἔνθες τοῦ δράκοντος εὐφήμως,
καὶ ψαιστὰ δεῦσον· τἄλλα δʼ οἰκίης ἔδρηι
δαισόμεθα, καὶ ἐπὶ μὴ λάθηι φέρειν, αὔτη
τῆς ὐγιίης λωι πρόσδος· ἦ γὰρ ἰροῖσιν
με … ων αμαρτιησηυγιηστι τῆς μοίρης.
Βίτιννα λέγε μοι σύ, Γάστρων, ἤδʼ ὐπερκορὴς οὔτω
ὤστʼ οὐκέτʼ ἀρκεῖ τἀμά σοι σκέλεα κινεῖν
ἀλλʼ Ἀμφυταίηι τῆι Μένωνος ἔγκεισαι;
Γάστρων ἐγὼ Ἀμφυταίηι; τὴν λέγεις ὀρώρηκα
γυναῖκα; Βίτιννα προφάσις πᾶσαν ἠμέρην ἔλκεις.
Γάστρων Βίτιννα, δοῦλός εἰμι· χρῶ ὄτι βούληι μοι
καὶ μὴ τό μευ αἶμα νύκτα κἠμέρην πῖνε.
Βίτιννα ὄσην δὲ καὶ τὴν γλάσσαν, οὖτος, ἔσχηκας.
Κύδιλλα, κοῦ ʼστι Πυρρίης, κάλει μʼ αὐτόν.
Πυρρίης τί ἐστι; Βίτιννα τοῦτον δῆσον—ἀλλʼ ἔτʼ ἔστηκας; —
τὴν ἰμανήθρην τοῦ κάδου ταχέως λύσας.
ἢν μὴ καταικίσασα τῆι σʼ ὄληι χώρηι
παράδειγμα θῶ, μᾶ, μή με θῆις γυναῖκʼ εἶναι.
ἦρʼ οὐχὶ μᾶλλον Φρύξ; ἐγὼ αἰτίη τούτων,
ἐγὦιμι, Γάστρων, ἤ σε θεῖσα ἐν ἀνθρώποις.
ἀλλʼ εἰ τότʼ ἐξήμαρτον, οὐ τὰ νῦν εὖσαν
μώρην Βίτινναν, ὠς δοκεῖς, ἔτʼ εὐρήσεις.
φέρʼ, εἶς σύ, δῆσον, τὴν ἀπληγίδʼ ἐκδύσας.
Γάστρων μὴ μή, Βίτιννα, τῶν σε γουνάτων δεῦμαι.
Βίτιννα ἔκδυθι, φημί. δεῖ σʼ ὀτεύνεκʼ εἰς δοῦλος
καὶ τρεῖς ὐπέρ σευ μνᾶς ἔθηκα γινώσκειν.
ὠς μὴ καλῶς γένοιτο τἠμέρηι κείνηι
ἤτις σʼ ἐσήγαγʼ ὦδε. Πυρρίη, κλαύσηι·
ὀρῶ σε δήκου πάντα μᾶλλον ἢ δεῦντα·
σύσσφιγγε τοὺς ἀγκῶνας, ἔκπρισον δήσας.
Γάστρων Βίτιννα, ἄφες μοι τὴν ἀμαρτίην ταύτην.
ἄνθρωπός εἰμι, ἤμαρτον· ἀλλʼ ἐπὴν αὖτις
ἔληις τι δρῶντα τῶν σὺ μὴ θέληις, στίξον.
Βίτιννα πρὸς Ἀμφυταίην ταῦτα, μὴ ʼμὲ πληκτίζευ,
μετʼ ἦς ἀλινδῆι καὶ εμ … η ποδόψηστρον
Πυρρίης δέδεται καλῶς σοι. Βίτιννα μὴ λάθηι λυθεὶς σκέψαι.
ἄγʼ αὐτὸν εἰς τὸ ζήτρειον πρὸς Ἔρμωνα
καὶ χιλίας μὲν ἐς τὸ νῶτον ἐγκόψαι
αὐτῶι κέλευσον, χιλίας δὲ τῆι γαστρί.
Γάστρων ἀποκτενεῖς, Βίτιννα, μʼ οὐδʼ ἐλέγξασα
εἴτʼ ἔστʼ ἀληθέα πρῶτον εἴτε καὶ ψευδέα;
Βίτιννα ἂ δʼ αὐτὸς εἶπας ἄρτι τῆι ἰδίηι γλάσσηι,
«Βίτιννʼ, ἄφες μοι τὴν ἀμαρτίην ταύτην»;
Γάστρων τήν σευ χολὴν γὰρ ἤθελον κατασβῶσαι.
Βίτιννα ἔστηκας ἐμβλέπων σύ, κοὐκ ἄγεις αὐτόν
ὄκου λέγω σοι; θλῆ, Κύδιλλα, τὸ ρύγχος
τοῦ παντοέρκτεω τοῦδε. καὶ σύ μοι, Δρήκων,
ἤδη ʼφαμάρτει τῆι σοι ἂν οὖτος ἠγῆται.
δώσεις τι, δούλη, τῶι κατηρήτωι τούτωι
ράκος καλύψαι τὴν ἀνώνυμον κέρκον,
ὠς μὴ διʼ ἀγορῆς γυμνὸς ὢν θεωρῆται.
τὸ δεύτερόν σοι, Πυρρίη, πάλιν φωνέω,
ὄκως ἐρεῖς Ἔρμωνι χιλίας ὦδε
καὶ χιλίας ὦδʼ ἐμβαλεῖν· ἀκήκουκας;
ὠς ἤν τι τούτων ὦν λέγω παραστείξηις,
αὐτὸς σὺ καὶ τἀρχαῖα καὶ τόκους τείσεις.
βάδιζε καὶ μὴ παρὰ τὰ Μικκάλης αὐτόν
ἄγʼ, ἀλλὰ τὴν ἰθεῖαν. οὖ δʼ ἐπεμνήσθην—
κάλει, κάλει δραμεῦσα, πρὶν μακρήν, δούλη,
αὐτοὺς γενέσθαι. Κύδιλλα Πυρρίης, τάλας, κωφέ,
καλεῖ σε. μᾶ, δόξει τις οὐχὶ σύνδουλον
αὐτὸν σπαράσσειν ἀλλὰ σημάτων φῶρα.
ὀρῆις ὄκως νῦν τοῦτον ἐκ βίης ἔλκεις
ἐς τὰς ἀνάγκας, Πυρρίη; σέ, μᾶ, τούτοις
τοῖς δύο Κύδιλλʼ ἐπόψετʼ ἠμερέων πέντε
παρʼ Ἀντιδώρωι τὰς Ἀχαϊκὰς κείνας,
ἂς πρῶν ἔθηκας, τοῖς σφυροῖσι τρίβοντα.
Βίτιννα οὖτος σύ, τοῦτον αὖτις ὦδʼ ἔχων ἦκε
δεδεμένον οὔτως ὤσπερ ἐξάγεις αὐτόν,
Κόσιν τέ μοι κέλευσον ἐλθεῖν τὸν στίκτην
ἔχοντα ραφίδας καὶ μέλαν. μιῆι δεῖ σε
ὀδῶι γενέσθαι ποικίλον. κατηρτήσθω
οὔτω κατάμυος ὤσπερ ἠ Δάου τιμή.
Κυννώ μή, τατί, ἀλλὰ νῦν μὲν αὐτόν—οὔτω σοι
ζώιη Βατυλλὶς κἠπίδοις μιν ἐλθοῦσαν
ἐς ἀνδρὸς οἶκον καὶ τέκνʼ ἀγκάληις ἄραις—
ἄφες, παραιτεῦμαί σε· τὴν μίαν ταύτην
ἀμαρτίην ... Βίτιννα Κύδιλλα, μή με λύπει τι
ἢ φεύξομʼ ἐκ τῆς οἰκίης. ἀφέω τοῦτον
τὸν ἐπτάδουλον; καὶ τίς οὐκ ἀπαντῶσα
ἔς μευ δικαίως τὸ πρόσωπον ἐμπτύοι;
οὐ τὴν Τύραννον, ἀλλʼ ἐπείπερ οὐκ οἶδεν,
ἄνθρωπος ὤν, ἐωυτόν, αὐτίκʼ εἰδήσει
ἐν τῶι μετώπωι τὸ ἐπίγραμμα ἔχων τοῦτο.
Κυννώ ἀλλʼ ἔστιν εἰκὰς καὶ Γερήνιʼ ἐς πέμπτην.
Βίτιννα νῦν μέν σʼ ἀφήσω, καὶ ἔχε τὴν χάριν ταύτηι,
ἢν οὐδὲν ἦσσον ἢ Βατυλλίδα στέργω,
ἐν τῆισι χερσὶ τῆις ἐμῆισι θρέψασα.
ἐπεὰν δὲ τοῖς καμοῦσιν ἐγχυτλώσωμεν
ἄξεις τότʼ ἀμελιτῖτιν ἐορτὴν ἐξ ἐορτῆς.
Κοριττώ κάθησο, Μητροῖ. τῆι γυναικὶ θὲς δίφρον
ἀνασταθεῖσα· πάντα δεῖ με προστάσσειν
αὐτήν· σὺ δʼ οὐδὲν ἄν, τάλαινα, ποιήσαις
αὐτὴ ἀπὸ σαυτῆς· μᾶ, λίθος τις, οὐ δούλη
ἐν τῆι οἰκίηι κεῖσʼ· ἀλλὰ τἄλφιτʼ ἢν μετρέω
τὰ κρίμνʼ ἀμιθρεῖς, κἢν τοσοῦτʼ ἀποστάξηι
τὴν ἠμέρην ὄλην σε τονθορύζουσαν
καὶ πρημονῶσαν οὐ φέρουσιν οἰ τοῖχοι.
νῦν αὐτὸν ἐκμάσσεις τε καὶ ποεῖς λαμπρόν
ὄτʼ ἐστὶ χρείη, ληιστρί; θῦέ μοι ταύτηι
ἐπεί σʼ ἔγευσʼ ἂν τῶν ἐμῶν ἐγὼ χειρέων.
Μητρώ φίλη Κοριττοῖ, ταὔτʼ ἐμοὶ ζυγὸν τρίβεις·
κἠγὼ ἐπιβρύχουσα ἠμέρην τε καὶ νύκτα
κύων ὐλακτέω τῆις ἀνωνύμοις ταύτηις.
ἀλλʼ οὔνεκεν πρός σʼ ἦλθον—ἐκποδὼν ἦμιν
φθείρεσθε, νώβυστρα, ὦτα μοῦνον καὶ γλάσσαι
τὰ δʼ ἄλλʼ ἐορτή—λίσσομαί σε, μὴ ψεύσηι,
φίλη Κοριττοῖ, τίς κοτʼ ἦν ὄ σοι ράψας
τὸν κόκκινον βαυβῶνα; Κότταλος κοῦ δʼ ὀρώρηκας,
Μητροῖ, σὺ κεῖνον; Μητρίχη Νοσσὶς εἶχεν ἠρίννης
τριτημέρηι νιν· μᾶ, καλόν τι δώρημα.
Κότταλος Νοσσίς; κόθεν λαβοῦσα; Μητρίχη διαβαλεῖς ἤν σοι
εἴπω; Κότταλος μὰ τούτους τοὺς γλυκέας, φίλη Μητροῖ,
ἐκ τοῦ Κοριττοῦς στόματος οὐδεὶς μὴ ἀκούσηι
ὄσʼ ἂν σὺ λέξηις. Μητρίχη ἠ Βιτᾶδος Εὐβούλη
ἔδωκεν αὐτῆι καὶ εἶπε μηδένʼ αἰσθέσθαι.
Κότταλος γυναῖκες. αὔτη μʼ ἠ γυνή κοτʼ ἐκτρίψει.
ἐγὼ μὲν αὐτὴν λιπαρεῦσαν ἠιδέσθην
κἤδωκα, Μητροῖ, πρόσθεν ἢ αὐτὴ χρήσασθαι·
ἢ δʼ ὤσπερ εὔρημʼ ἀρπάσασα δωρεῖται
καὶ τῆισι μὴ δεῖ. χαιρέτω φίλη πολλά
ἐοῦσα τοίη, κἠτέρην τινʼ ἀντʼ ἠμέων
φίλην ἀθρείτω. τἀμὰ Νοσσίδι χρῆσαι
τῆι μὴ δοκέω—μέζον μὲν ἢ δίκη γρύζω,
λάθοιμι δʼ, Ἀδρήστεια—χιλίων εὔντων
ἔνα οὐκ ἂν ὄστις σαπρός ἐστι προσδώσω.
Μητρίχη μὴ δή, Κοριττοῖ, τὴν χολὴν ἐπὶ ρινός
ἔχʼ εὐθύς, ἤν τι ρῆμα μὴ σοφὸν πεύθηι.
γυναικός ἐστι κρηγύης φέρειν πάντα.
ἐγὼ δὲ τούτων αἰτίη λαλεῦσʼ εἰμι
πόλλʼ, ἀλλὰ τήν μευ γλάσσαν ἐκτεμεῖν δεῖται.
ἐκεῖνο δʼ οὖ σοι καὶ μάλιστʼ ἐπεμνήσθην,
τίς ἔστʼ ὀ ράψας αὐτόν; εἰ φιλεῖς μʼ, εἶπον.
τί μʼ ἐνβλέπεις γελῶσα; νῦν ὀρώρηκας
Μητροῦν τὸ πρῶτον; ἢ τί τἀβρά σοι ταῦτα;
ἐνεύχομαι, Κοριττί, μή μʼ ἐπιψεύσηι,
ἀλλʼ εἰπὲ τὸν ράψαντα. Κότταλος μᾶ, τί μοι ἐνεύχηι;
Κέρδων ἔραψε. Μητρίχη κοῖος, εἰπέ μοι, Κέρδων;
δύʼ εἰσὶ γὰρ Κέρδωνες· εἶς μὲν ὀ γλαυκός
ὀ Μυρταλίνης τῆς Κυλαιθίδος γείτων,
ἀλλʼ οὖτος οὐδʼ ἂν πλῆκτρον ἐς λύρην ράψαι·
ὀ δʼ ἔτερος ἐγγὺς τῆς συνοικίης οἰκέων
τῆς Ἐρμοδώρου τὴν πλατεῖαν ἐκβάντι,
ἦν μέν κοτʼ ἦν τις, ἀλλὰ νῦν γεγήρακε·
τούτωι Κυλαιθὶς ἠ μακαρῖτις ἐχρῆτο—
μνησθεῖεν αὐτῆς οἴτινες προσήκουσι.
Κότταλος οὐδέτερος αὐτῶν ἐστιν, ὠς λέγεις, Μητροῖ·
ἀλλʼ οὖτος οὐκ οἶδʼ ἢ ʼχ Χίου τις ἢ ʼρυθρέων
ἤκει, φαλακρός, μικκός· αὐτὸ ἐρεῖς εἶναι
Πρηξῖνον, οὐδʼ ἂν σῦκον εἰκάσαι σύκωι
ἔχοις ἂν οὔτω· πλὴν ἐπὴν λαλῆι, γνώσηι
Κέρδων ὀτεύνεκʼ ἐστὶ καὶ οὐχὶ Πρηξῖνος.
κατʼ οἰκίην δʼ ἐργάζετʼ ἐνπολέων λάθρη,
τοὺς γὰρ τελώνας πᾶσα νῦν θύρη φρίσσει.
ἀλλʼ ἔργα, κοῖʼ ἐστʼ ἔργα· τῆς Ἀθηναίης
αὐτῆς ὀρῆν τὰς χεῖρας, οὐχὶ Κέρδωνος,
δόξεις. ἐγὼ μὲν—δύο γὰρ ἦλθʼ ἔχων, Μητροῖ—
ἰδοῦσʼ ἄμʼ ἰδμῆι τὤμματʼ ἐξεκύμηνα·
τὰ βαλλίʼ οὔτως ἄνδρες οὐχὶ ποιεῦσι
—αὐταὶ γάρ εἰμεν—ὀρθά· κοὐ μόνον τοῦτο,
ἀλλʼ ἠ μαλακότης ὔπνος, οἰ δʼ ἰμαντίσκοι
ἔριʼ, οὐκ ἰμάντες. εὐνοέστερον σκυτέα
γυναικὶ διφῶσʼ ἄλλον οὐκ ἀνευρήσεις.
Μητρίχη κῶς οὖν ἀφῆκας τὸν ἔτερον; Κότταλος τί δʼ οὐ, Μητροῖ,
ἔπρηξα; κοίην δʼ οὐ προσήγαγον πειθοῦν
αὐτῶι; φιλεῦσα, τὸ φαλακρὸν καταψῶσα,
γλυκὺν πιεῖν ἐγχεῦσα, ταταλίζουσα,
τὸ σῶμα μοῦνον οὐχὶ δοῦσα χρήσασθαι.
Μητρίχη ἀλλʼ εἴ σε καὶ τοῦτʼ ἠξίωσʼ, ἔδει δοῦναι.
Κότταλος ἔδει γάρ· ἀλλʼ ἄκαιρον οὐ πρέποντʼ εἶναι·
ἤληθεν ἠ Βιτᾶδος ἐν μέσωι Εὐβούλη·
αὔτη γὰρ ἠμέων ἠμέρην τε καὶ νύκτα
τρίβουσα τὸν ὄνον σκωρίην πεποίηκεν,
ὄκως τὸν ωὐτῆς μὴ τετρωβόλου κόψηι.
Μητρίχη κῶς δʼ οὖτος εὖρε πρός σε τὴν ὀδὸν ταύτην,
φίλη Κοριττοῖ; μηδὲ τοῦτό με ψεύσηι.
Κότταλος ἔπεμψεν αὐτὸν Ἀρτεμεὶς ἠ Κανδᾶδος
τοῦ βυρσοδέψεω τὴν στέγην σημήνασα.
Μητρίχη αἰεὶ μὲν Ἀρτεμείς τι καινὸν εὐρίσκει,
πρόσω πιεῦσα τὴν προκυκλίην θα … ν.
ἀλλʼ οὖν γʼ ὄτʼ οὐχὶ τοὺς δύʼ εἶχες ἐγλῦσαι
ἔδει πυθέσθαι τὸν ἔτερον τίς ἠ ἐγδοῦσα.
Κότταλος ἐλιπάρεον, ὀ δʼ ὤμνυε οὐκ ἂν εἰπεῖν μοι·
ταύτηι γὰρ καὶ ἠγάπησεν Μητροῖ.
Μητρίχη λέγεις ὀδόν μοι· νῦν πρὸς Ἀρτεμεῖν εἶμι,
ὄκως ὀ Κέρδων ὄστις ἐστὶν εἰδήσω.
ὐγίαινέ μοι, Κοριττί. λαιμᾶι τις, κὤρη
ἠμῖν ἀφ … ἐστί. Κότταλος τὴν θύρην κλεῖσον,
αὔτη σύ, … οπῶλι, κἀξαμίθρησαι
αἰ ἀλεκτορῖδες εἰ σόαι εἰσί, τῶν τὲ αἰρέων
αὐτῆισ … ν· οὐ γὰρ ἀλλὰ πορθεῦσι
ὠρνιθοκλέπται, κἢν τρέφηι τις ἐν κόλπωι.
Μητρώ Κέρδων, ἄγω σοι τάσδε τὰς … τι
τῶν σῶν ἔχεις αὐτῆισιν ἄξιον δεῖξαι
χειρέων νοῆρες ἔργον. Κέρδων οὐ μάτην, Μητροῖ,
ἐγὼ φιλέω σε. τῆις γυναιξὶν οὐ θήσεις
τὴν μέζονʼ ἔξω σανίδα; Δριμύλωι φωνέω·
πάλιν καθεύδεις; κόπτε, Πίστε, τὸ ρύγχος
αὐτοῦ, μέχρις τὸν ὔπνον ἐκχέηι πάντα·
μᾶλλον δὲ τὴν ἄκανθαν ὠς ἐχ … καληι
ἐκ τοῦ τραχήλου δῆσον. εἶα δή, … ψ,
κίνει ταχέως τὰ γοῦνα· μέζον …
τρίβειν ψοφεῦντα νουθ … τῶνδε.
νῦν ἔκ μιν αὐτὴν λε … ρυνις
κ … ψ … σευ τη … ψήσω.
ἔζεσθε, Μητροῖ. Πίστε, … οιξας
πυργῖδα, μὴ τὴν ὦδε, … ν
τὰ χρήσιμʼ ἔργα τοῦ τρ … ος
ταχέως ἔνεγκʼ ἄνωθεν … Μητροῖ,
οἶʼ ἔργʼ ἐπόψεσθʼ. ἠσυχῆ … ον
τὴν σαμβαλούχην οἶγε … πρῶτον
Μητροῖ, τελέων ἄρηρε … εων ἴχνος.
θηεῖσθε κὐμεῖς, ὦ γυναῖκες· ἠ πτέρνη
ὀρῆτʼ ὄπως πέπηγε, χ … φην … οις
ἐξηρτίωται πᾶσα, κοὐ τὰ μὲν καλῶς
τὰ δʼ οὐχὶ καλῶς, ἀλλὰ παντʼ ἴσαι χεῖρες.
τὸ χρῶμα δʼ οὔτως ὖμιν ἠ Πα … δοίη
… ερ ἰχανᾶσθʼ ἐπαυρέσθαι
… λο τῶιδʼ ἴσον χρῶμα
κ … ωκουδε κηρὸς ἀνθήσει
χ … ς τρεῖς ἔδωκε Κανδᾶτ …
κ … τοῦτο κἤτερον χρῶμα
β … μι πάντʼ ὄσʼ ἐστὶ ἰρά
κω … τὴν ἀληθειην βάζειν
… οὐδʼ ὄσον ροπὴν ψεῦδος
… Κέρδωνι μὴ βίου ὄνησις
μ … ων γίνοιτο καὶ χάριν πρός με
… αρ ἀλλὰ μεζόνων ἤδη
… κερδέων ὀριγνῶνται
… τὰ ἔργα τῆς τέχνης ἠμέων
… πίσυγγος δὲ δειλαίην οἰζύν
… ναν … εων νύκτα κἠμέρην θάλπω
… ς ἠμέων ἄχρις ἐσπέρης κάπτει
… αι πρὸς ὄρθρον οὐ δοκέω τόσσον
τὰ Μικίωνος κηρίʼ εὐπ …
κοὔπω λέγω, τρισκαίδεκ … βόσκω,
ὀτεύνεκʼ, ὦ γυναῖκες, ἀργ … ς
οἴ, κἢν ὔηι Ζεύς, τοῦτο μοῦνον …
φέρʼ εἰ φέρεις τι, τἄλλα δʼ ἀ … ται
ὄκως νεοσσοὶ τὰς κοχώνας θάλποντες.
ἀλλʼ οὐ λόγων γάρ, φασίν, ἠ ἀγορὴ δεῖται
χαλκῶν δέ, τοῦτʼ ἢν μὴ ὖμιν ἀνδάνηι, Μητροῖ,
τὸ ζεῦγος, ἔτερον κἄτερον μάλʼ ἐξοίσει,
ἔστʼ ἂν νόωι πεισθῆτε μὴ λέγειν ψευδέα
Κέρδωνα. τάς μοι σαμβαλουχίδας πάσας
ἔνεγκε, Πίστε … αλισγ … ννηθεισας
ὐμέας ἀπελθεῖν, ὦ γυναῖκες, εἰς οἶκον.
θήσεσθε δʼ ὐμεῖς· γένεα ταῦτα παντοῖα·
Σικυώνιʼ, Ἀμβρακίδια, Νοσσίδες, λεῖαι,
ψιττάκια, κανναβίσκα, Βαυκίδες, βλαῦται,
Ἰωνίκʼ ἀμφίσφαιρα, νυκτιπήδηκες,
ἀκροσφύρια, καρκίνια, σάμβαλʼ Ἀργεῖα,
κοκκίδες, ἔφηβοι, διάβαθρα· ὦν ἐρᾶι θυμός
ὐμέων ἐκάστης εἴπατʼ, ὠς ἂν αἴσθοισθε
σκύτεα γυναῖκες καὶ κύνες τί βρώζουσιν.
Μητρίχη κόσου χρεΐζεις κεῖνʼ ὂ πρόσθεν ἤειρας
ἀπεμπολῆσαι ζεῦγος; ἀλλὰ μὴ βροντέων
οὖτος σὺ τρέψηις μέζον εἰς φυγὴν ἠμέας.
Κέρδων αὐτὴ σὺ καὶ τίμησον, εἰ θέλεις, αὐτό
καὶ στῆσον ἦς κότʼ ἐστιν ἄξιον τιμῆς.
ὀ τοῦτο ἐῶν γὰρ οὔ σε ρηιδίως ρινᾶι.
ζευγέων, γύναι, τὠληθὲς ἢν θέληις ἔργον,
ἐρεῖς τι—ναὶ μὰ τήνδε τὴν τεφρὴν κόρσην,
ἐπʼ ἦς ἀλώπηξ νοσσίην πεποίηται—
τάχʼ ἀλφιτηρὸν ἐργαλεῖα κινεῦσι.
Ἐρμῆ τε Κερδέων καὶ σὺ Κερδείη Πειθοῖ,
ὠς, ἤν τι μὴ νῦν ἦμιν ἐς βόλον κύρσηι,
οὐκ οἶδʼ ὄκως ἄμεινον ἠ χύτρη πρήξει.
Μητρίχη τί τονθορύζεις κοὐκ ἐλευθέρηι γλάσσηι
τὸν τῖμον ὄστις ἐστὶν ἐξεδίφησας;
Κέρδων γύναι, μιῆς μνῆς ἐστιν ἄξιον τοῦτο
τὸ ζεῦγος· ἢ ἄνω ʼστʼ ἢ κάτω βλέπειν· χαλκοῦ
ρίνημʼ ὂ δήκοτʼ ἐστὶ τῆς Ἀθηναίης
ὠνευμένης αὐτῆς ἂν οὐκ ἀποστάξαι.
Μητρίχη μάλʼ εἰκότως σευ τὸ στεγύλλιον, Κέρδων,
πέπληθε δαψιλέων τε καὶ καλῶν ἔργων.
φύλασσε κάρτα σʼ αὐτά· τῆι γὰρ εἰκοστῆι
τοῦ Ταυρεῶνος ἠκατῆ γάμον ποιεῖ
τῆς Ἀρτακηνῆς, κὐποδημάτων χρείη·
τάχʼ οὖν, τάλης, ἄιξουσι σὺν τύχηι πρός σε,
μᾶλλον δὲ πάντως. ἀλλὰ θύλακον ράψαι
τὰς μνέας ὄκως σοι μὴ αἰ γαλαῖ διοίσουσι.
Κέρδων ἤν τʼ ἠκατῆ ἔλθηι, μνῆς ἔλασσον οὐκ οἴσει,
ἤν τʼ ἠ Ἀρτακηνή. πρὸς τάδʼ, εἰ θέλεις, σκέπτευ.
Μητρίχη οὔ σοι δίδωσιν ἠ ἀγαθὴ τύχη, Κέρδων,
ψαῦσαι ποδίσκων ὦν Πόθοι τε κἤρωτες
ψαύουσιν; ἀλλʼ εἲς κνῦσα καὶ κακὴ λώβη
ὤστʼ ἐκ μὲν ἠμέων λιολεοσεω πρήξεις.
ταύτηι δὲ δώσεις κεῖνο τὸ ἔτερον ζεῦγος
κόσου; πάλιν πρήμηνον ἀξίην φωνήν
σεωυτοῦ. Κέρδων στατῆρας πέντε, ναὶ μὰ θεούς, φοιτᾶι
ἠ ψάλτριʼ Εὐετηρὶς ἠμέρην πᾶσαν
λαβεῖν ἀνώγουσʼ, ἀλλʼ ἐγώ μιν ἐχθαίρω,
κἢν τέσσαρας μοι Δαρικοὺς ὐπόσχηται,
ὀτεύνεκέν μευ τὴν γυναῖκα τωθάζει
κακοῖσι δέννοις· εἰ δ … ι χρείη
φερευλαβου … τῶν τριῶν … δοῦναι
καὶ ταῦτα καὶ ταῦτʼ ἦι ὖμιν ἐπτὰ Δαρεικῶν
ἔκητι Μητροῦς τῆσδε· μηδὲν ἀντείπηις.
δύναιτό μʼ ἐλάσαι σαν … τὸν πίσυγγον
ἐόντα λίθινον ἐς θεοὺς ἀναπτῆναι·
ἔχεις γὰρ οὐχὶ γλάσσαν, ἠδονῆς δʼ ἠθμόν.
ἆ, θεῶν ἐκεῖνος οὐ μακρὴν ἀπ …
ὀτέωι σὺ χείλεα νύκτα κἠμέρην οἴγεις.
φέρʼ ὦδε τὸν ποδίσκον· εἰς ἴχνος θῶ …
πάξ· μήτε προσθῆις μήτʼ ἀπʼ οὖν ἔληις μηδέν·
τὰ καλὰ πάντα τῆις καλῆισιν ἀρμόζει·
αὐτὴν ἐρεῖς τὸ πέλμα τὴν Ἀθηναίην
τεμεῖν. δὸς αὔτη καὶ σὺ τὸν πόδʼ· ἆ, ψωρή
ἄρηρεν ὀπλή· βοῦς ὀ λακτίσας ὐμέας.
εἴ τις πρὸς ἴχνος ἠκόνησε τὴν σμίλην,
οὐκ ἄν, μὰ τὴν Κέρδωνος ἐστίην, οὔτω
τοὔργον σαφέως ἔκειτʼ ἂν ὠς σαφέως κεῖται.
αὔτη σύ, δώσεις ἐπτὰ Δαρικοὺς τοῦδε,
ἠ μέζον ἴππου πρὸς θύρην κιχλίζουσα;
γυναῖκες, ἢν ἔχητε κἠτέρων χρείην
ἢ σαμβαλίσκων ἢ ἂ κατʼ οἰκίην ἔλκειν
εἴθισθε, τήν μοι δουλίδʼ ὦδε δεῖ πέμπειν.
σὺ δʼ ἦκε, Μητροῖ, πρός με τῆι ἐνάτηι πάντως
ὄκως λάβηις καρκίνια· τὴν γὰρ οὖν βαίτην
θάλπουσαν εὖ δεῖ ʼνδον φρονεῦντα καὶ ράπτειν.
ἄστηθι, δούλη Ψύλλα· μέχρι τέο κείσηι
ρέγχουσα; τὴν δὲ χοῖρον αὐονὴ δρύπτει·
ἢ προσμένεις σὺ μέχρις εὖ ἤλιος θάλψηι
τὸ]ν̣ κ̣ῦσον ἐσδύς; κῶς δʼ, ἄτρυτε, κοὐ κάμνεις
τὰ πλ]ευρὰ κνώσσουσʼ; αἰ δὲ νύκτες ἐννέωροι.
ἄστη]θ̣ι, φημί, καὶ ἄψον, εἰ θέλεις, λύχνον,
καὶ τ]ὴν ἄναυλον χοῖρον ἐς νομὴν πέμψ[ον.
τ]ό̣ν̣θ̣ρυζε καὶ κνῶ, μέχρις εὖ παραστά[ς σοι
τὸ] βρέγμα τῶι σκίπωνι μαλθακὸν θῶμα[ι.
δει]λὴ Μεγαλλί, κα̣[ὶ] σ̣ὺ Λάτμιον κνώσσεις;
οὐ] τὰ ἔριά σε τρύχ[ο]υ̣σιν· ἀλλὰ μὴν στέμμ[α
ἐπʼ ἰρὰ διζόμεσ[θ]α· βα̣ι̣ὸς οὐκ ἦμιν
ἐν τῆι οἰκίηι ἔτι μα[λ]λὸς εἰρίων. δειλή,
ἄστηθι. σύ τε μοι τ̣[οὖ]ν̣α̣ρ, εἰ θέλεις, Ἀννᾶ,
ἄκουσον· οὐ γὰρ νη̣[πία]ς̣ φρένας βόσκεις.
τράγον τινʼ ἔλκειν [διὰ] φάραγγος ὠιήθη̣[ν
μακρῆς, ὀ δʼ εὐπώ[γω]ν τε κεὔκερως [ .
ἐπεὶ δὲ δὴ [.]..[.......]. τῆς βήσσης
η[..]σφα[..........] γὰρ ἔσσωμαι
συ[...............].ες αἰπόλοι πλε[
τη[...............].ριωντεποιευ[
κἠγὼ οὐκ ἐσύλευν [....].(.)[
καὶ ἄλλης δρυὸς [...].ε.[
οἰ δʼ ἀμφικαρτα.[...]τεσ[
τὸν αἶγʼ ἐποίευν [....]π[
καὶ [π]λησίον με[....]..[
κ[.....].νμα.[....].ω[
σχ[.....] κροκωτ[....]φι[
ω[.....] λεπτῆς ἄντυγος ....[
σ[.....]ς δὲ νεβροῦ χλαν[ι]δίω[ι] κατέζω[στ]ο
κ[......].ν κύπα[σσι]ν ἀμ[φ]ὶ τοῖ[ς] ὤμοις
κο[......] ἀμφὶ κρ̣[ητὶ κ]ίσσι[ν]' ἔστεπτο
..... κο]θόρνου[....]η̣ κα[τ]αζώστρηι
........]ωμεντο[....].α.[.....] φ̣ρίκη[.
........]ωρηνιχ[...].θι[ ]
.......]ο λῶπο[ς ...]κον [πε]ποιῆσθαι
...... Ὀδ]υσσέως ω[....] Αἰόλ[ου] δῶρον
.........]φ.[.......]το.[...]α̣ λακτίζειν
........]εγ[......].εν[..] λῶιστον
ὤσπερ τελεῦμεν ἐγ χοροῖς Διωνύσου.
κοἰ μὲν μετώποις ἐ[ς] κόνιν κολυμβῶ[ντες
ἔκοπτον ἀρνευτῆρ̣[ε]ς̣ ἐκ βίης οὖδας,
οἰ δʼ ὔπτιʼ ἐρριπτεῦντο̣· π̣άντα δʼ ἦν, Ἀνν[ᾶ,
εἰς ἒν γέλως τε κἀνίη [......]ε̣ντα.
κἀγὼ δόκεον δὶς μ..[..]. ἐκ τ[ό]σης λείης
ἐπʼ οὖν ἀλέσθαι, κἠλάλαξαν ὤνθρωπ̣[οι
ὤς μʼ εἶδ[ον ..]ως τὴν δο[ρὴ]ν πιεζεῦσαν
καὶ φ[....................]τ[
οιδε[
γρυπ[
ρυπ[
τ[
τ[
[
[
[
[
τὰ δεινὰ πνεῦσαι λὰξ πατε[
ἔρρʼ ἐκ προσώπου μή σε καίπ̣⸤ερ ὢν πρέσβυς
οὔληι κατʼ ἰθ̣⸤ὺ⸥ τῆι βατηρίηι κό[ψω.
κἠγὼ με̣ταῦτις· ὦ παρεόν[τες
θανεῦμʼ ὐ̣π̣ὲρ γῆς, εἰ ὀ γέρων μ[
μαρτύρ[ο]μαι δὲ τὸν νεην[ίην
ὀ δʼ εἶπεν [ἄ]μφω τὸν δορέα .[
καὶ τοῦτʼ ἰ[δ]ὼν ἔληξα. τὸ ἔνδυ[τον
...]ναδ[..] ὦδε. τὦναρ ὦδʼ ἰ[
.......]ν αἶγα τῆς φ[άραγγος] ἐξεῖλκον
..... κ]α̣λοῦ δῶρον ἐκ̣ Δ̣[ιων]ύ̣σου
..... αἰ]πόλοι μιν ἐκ βίης [ἐδ]αιτρεῦντο
τ]ὰ̣ ἔνθεα τελεῦντες καὶ κρεῶ[ν] ἐδαίνυντο,
τὰ μέλεα πολλοὶ κάρτα, τοὺς ἐ̣μ̣οὺς μόχθους,
τιλεῦσιν ἐν Μούσηισιν. ωδεγω[ ]το.
τὸ μὴν ἄεθλον ὠς δόκευν ἔχ[ει]ν μοῦνος
πολλῶν τὸν ἄπνουν κώρυκον πατησάντων,
κἠ τῶι γέροντι ξύνʼ ἔπρηξα ὀρινθέντι,
..] κλέος, ναὶ Μοῦσαν, ἤ μʼ ἔπεα κ[
.]εγʼ ἐξ ἰάμβων, ἤ με δευτέρη γν[
.]... μετʼ Ἰππώνακτα τὸν παλαι[
τ]ὰ κύλλʼ ἀείδειν Ξουθίδηις †επιουσι†.
.]ζεσθε πᾶσαι. κοῦ τὸ παιδίον; δεξ[
.]αιπ̣[.]ος Εὐέτειραν κ̣αὶ Γλύκην .[
.]ιτ[....]αιδρη τὴν̣ ἐ̣τοῖμον ου[
........].ισμησε[..]ισματων[
.......].ινα̣τ[.....]νηνυτω[
........].η[......]αχηπεπο̣[
......]..[.......]φ̣ερεσκο.[
.ρ[..]οδ̣.[............]α δειλαίοις βλε[
φερω...[.........].ακαιτανυ[
α̣υτησυ.[..........].εται νο[
ουπρ̣ο̣σθα[.........]νι̣σ̣ηξ[
τίθεσθʼ α.[........ ἄ]εθλον ἐξοι[
γληχ[...............]κεῦσί σʼ ἤειρα
ἐπὴν τὸν ἐξηκοστὸν ἤλιον κάμψηις,
ὦ Γρύλλε, Γρύλλε, θνῆισκε καὶ τέφρη γίνευ·
ὠς τυφλὸς οὐπέκεινα τοῦ βίου καμπτήρ·
ἤδη γὰρ αὐγὴ τῆς ζοῆς ἀπήμβλυνται.
προσφὺς ὄκως τις χοιράδων ἀνηρίτης
ἢ χαλκέην μοι μυῖαν ἢ κύθρην παίζει
ἢ τῆισι μηλάνθηισιν ἄμματʼ ἐξάπτων
τοῦ κεσκίου μοι τὸν γέροντα λωβᾶται.
ὠς οἰκίην οὐκ ἔστιν εὐμαρέως εὐρεῖν
ἄνευ κακῶν ζώουσαν· ὂς δʼ ἔχει μεῖον,
τοῦτόν τι μέζον τοῦ ἐτέρου δόκει πρήσσειν.