ΑΔΩΝΙΑΖΟΥΣΑΙ
ἀναμασχαλιστῆρας
γυναί
κατεύχεσθαι
ΑΜΦΙΑΡΕΩΣ
ὄστρειʼ, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.
ΑΝΑΝΕΟΥΣΑ
ἔπειτʼ ἐπὶ τούτοις πᾶσιν ἧκʼ ὄρχεις φέρων
πολλούς. τὰ μὲν οὖν γύναια τἄλλʼ ἠκκίζετο,
ἡ δʼ ἀνδροφόνος Γνάθαινα γελάσασα
«καλοί γε», φησίν, «οἱ νεφροί, νὴ τὴν φίλην
Δήμητρα.» καὶ δύʼ ἁρπάσασα κατέπιεν,
ὥσθʼ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.
ἔλεγον ἐγώ σοι μὴ γαμεῖν, ζῆν δʼ ἡδέως.
τὸ Πλάτωνος ἀγαθὸν δʼ ἐστὶ τοῦτο, Φειδύλε,
μὴ λαμβάνειν γυναῖκα, μηδὲ τῇ τύχῃ
διὰ πλειόνων αὑτὸν προβάλλειν πραγμάτων.
ὅταν δʼ ἁμαρτάνῃς τι, χαῖρʼ ἡττώμενος·
μάλιστα γὰρ οὕτω σῴζεται τὸ συμφέρον.
ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί
ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ
ἀλλʼ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,
ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
ἐλευθέρους, μαστιγίας δʼ ἀπʼ ἀργυροῦ
πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου,
καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ·
πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
ἐργῶδες. Β. ἀμέλει τοῦτο μὲν καὶ νῦν ἔτι·
ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
ΑΥΛΟΙ
τοὺς δὲ πυριέφθας καὶ τὰ λάχανα ταῦτʼ ἔχων
ΒΑΣΑΝΙΖΟΜΕΝΗ
ἐπανακάμψαι
ΚΟΘΟΡΝΟΙ
ΛΑΚΙΑΔΑΙ
κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι,
τὸν δίφρον· ἄχρηστα παντελῶς τὰ σπαρτία·
ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.
ὀρθῶς γε τὴν ῥύμην ὡδοιπορήκαμεν.
ΜΑΣΤΡΟΠΟΣ
ἀπόστασις
ΟΛΥΝΘΙΑ
οὐ χαλεπόν ἐστι τῷ κακῶς διακειμένῳ
εἰπεῖν τινʼ ἐσθίοντα «μὴ κακῶς ἔχε»,
πύκτῃ τʼ ἐπιτιμᾶν οὐδὲν ἔργον μαχομένῳ,
αὐτὸν μάχεσθαι δʼ οὐκέτʼ ἐστὶ ῥᾴδιον.
ἕτερόν τι τὸ λέγειν ἐστὶ τοῦ πεπονθέναι.
ΣΥΝΕΚΠΛΕΟΥΣΑΙ
ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.
Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;
ὅταν ἐξίῃς,
παραγώγιον ὧν ἂν ἐκφέρῃ σʼ εἰσπράξομαι.
ΦΙΛΑΔΕΛΦΟΙ
ὅταν ἀτυχεῖν σοι συμπέσῃ τι, δέσποτα,
Εὐριπίδου μνήσθητι, καὶ ῥᾴων ἔσει.
«οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ.»
εἶναι δʼ ὑπόλαβε καὶ σὲ τῶν πολλῶν ἕνα.
ΦΙΛΑΘΗΝΑΙΟΣ
τοῖς συκαμίνοις δʼ ἀντὶ τοῦ φύκους ὅλον
τὸ πρόσωπον
ΦΙΛΑΡΓΥΡΟΣ
πλακοῦντες, ἐπιδορπίσματʼ, ᾠά, σήσαμα·
ὅλην λέγοντʼ ἄν μʼ ἐπιλείποι τὴν ἡμέραν.
ΦΙΛΑΡΧΟΣ
μακρὸν ποιῶ
ΦΙΛΕΥΡΙΠΙΔΗΣ
πόστην ὑφοδώσεις, παιδάριον, ῥύμην; Β. τρίτην.
ὁ γὰρ στενωπὸς οὗτος ἐν Ἀθήνησιν ἦν.
οὗτος οἴεται περισπάσειν
κερμάτιον αὐτοῦ.
περικατάληπτος γίνομαι.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆνʼ ἕνα,
ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβὼν
καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ,
διʼ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,
διʼ ὃν ἀσεβοῦνθʼ ὁ πέπλος διερράγη μέσος,
τὰς τῶν θεῶν τιμὰς ποιοῦντʼ ἀνθρωπίνας.
ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.
οὐκ ἔστιν «ἐμεθύσθην, πάτερ» λέγοντα
«ἥμαρτον», ὥστε πρὸς ἐμὲ συγγνώμης τυχεῖν.
ὁ γὰρ εἰς τὸν ἀσθενῆ βίᾳ τι, Πάμφιλε,
ποιῶν ὑβρίζειν, οὐχ ἁμαρτάνειν δοκεῖ.
τὰ ποτήριʼ ἂν ἴδῃς τὰ παρεσκευασμένα,
ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν οὐρανόν,
ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.
κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ.
αἰσχρὰν γυναῖκʼ ἔγημας, ἀλλὰ πλουσίαν·
κάθευδʼ ἀηδῶς ἡδέως μασώμενος.
ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο
λαβὼν ἄπεισιν ἀρνίου μαλακώτερος.
ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις.
ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος.
ἁλύσιον εἶχε τετταράκοντʼ ἄγον δραχμάς.
τυροὺς καὶ ταρίχους
ἐξαλλάξαι
κοράσιον
κοσκινομάντεις
λυχνοῦχον
μυρίνης
συνεπαινεῖν