eul_wid: uqy-an
Περὶ τοῦ Πλάτωνος ΠαρμενίδουOn Plato's Parmenides
Proclus the Successor On Plato's Parmenides PDF
| in Prm tit1 [10] | ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΤΩΝ ΕΙΣ ΤΟΝ ΠΛΑΤΩΝΟΣ ΠΑΡΜΕΝΙΔΗΝ ΕΠΤΑ ΒΙΒΛΙΩΝ ΤΟ ΠΡΩΤΟΝ. Εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ποδηγῆσαί μου τὸν νοῦν εἰς τὴν προκειμένην θεωρίαν, καὶ φῶς ἐν ἐμοὶ στιλπνὸν τῆς ἀληθείας ἀνάψαντας ἀναπλῶσαι τὴν ἐμὴν διάνοιαν ἐπ’ αὐτὴν τὴν τῶν ὄντων ἐπιστήμην, ἀνοῖξαί τε τὰς τῆς ψυχῆς τῆς ἐμῆς πύλας εἰς ὑποδοχὴν τῆς ἐνθέου τοῦ Πλάτωνος ὑφηγήσεως· καὶ ὁρμήσαντάς μου τὴν γνῶσιν εἰς τὸ φανότατον τοῦ ὄντος παῦσαί με τῆς πολλῆς δοξοσοφίας καὶ τῆς περὶ τὰ μὴ ὄντα πλάνης τῇ περὶ τὰ ὄντα νοερωτάτῃ διατριβῇ, παρ’ ὧν μόνων τὸ τῆς ψυχῆς ὄμμα τρέφεταί τε καὶ ἄρδεται, καθάπερ φησὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης· ἐνδοῦναί τέ μοι νοῦν μὲν τέλειον τοὺς νοητοὺς θεοὺς, δύναμιν δ’ ἀναγωγὸν τοὺς νοεροὺς, ἐνέργειαν δὲ ἄλυτον καὶ ἀφειμένην τῶν ὑλικῶν γνώσεων τοὺς ὑπὲρ τὸν οὐρανὸν τῶν ὅλων ἡγεμόνας, ζωὴν δὲ ἐπτερωμένην τοὺς τὸν κόσμον λαχόντας, ἔκφανσιν δὲ τῶν θείων ἀληθῆ τοὺς ἀγγελικοὺς χοροὺς, ἀποπλήρωσιν δὲ τῆς παρὰ θεῶν ἐπιπνοίας τοὺς ἀγαθοὺς δαίμονας, μεγαλόφρονα δὲ καὶ σεμνὴν καὶ ὑψηλὴν κατάστασιν τοὺς ἥρωας· πάντα δὴ ἁπλῶς τὰ θεῖα γένη παρασκευὴν ἐνθεῖναί μοι τελείαν εἰς τὴν μετουσίαν τῆς ἐποπτικωτάτης τοῦ Πλάτωνος καὶ μυστικωτάτης θεωρίας, ἣν ἐκφαίνει μὲν ἡμῖν αὐτὸς ἐν τῷ Παρμενίδῃ μετὰ τῆς προσηκούσης τοῖς πράγμασι βαθύτητος, ἀνήπλωσε δὲ ταῖς ἑαυτοῦ καθαρωτάταις ἐπιβολαῖς ὁ τῷ Πλάτωνι μὲν συμβακχεύσας ὡς ἀληθῶς καὶ ὁ μεστὸς καταστὰς τῆς θείας ἀληθείας, τῆς δὲ θεωρίας ἡμῖν γενόμενος ταύτης ἡγεμὼν καὶ τῶν θείων τούτων λόγων ὄντως ἱεροφάντης· ὃν ἐγὼ φαίην ἂν φιλοσοφίας τύπον εἰς ἀνθρώπους ἐλθεῖν ἐπ’ εὐεργεσίᾳ τῶν τῇδε ψυχῶν, ἀντὶ τῶν ἀγαλμάτων, ἀντὶ τῶν ἱερῶν, ἀντὶ τῆς ὅλης ἁγιστείας αὐτῆς, καὶ σωτηρίας ἀρχηγὸν τοῖς γε νῦν οὖσι ἀνθρώποις καὶ τοῖς εἰσαῦθις γενησομένοις. |
| in Prm 618 [25] | Ἀλλὰ τὰ μὲν τῶν κρειττόνων ἡμῶν ἵλεα ἔστω, καὶ ἡ παρ’ αὐτῶν χορηγία καὶ ἡμῖν ἕτοιμος εἴη προλάμπουσα τὸ ἐξ αὐτῶν ἀναγωγὸν φῶς. Σὺ δὲ, ὦ φιλοσοφίας ἐπάξιον ἔχων τὸν νοῦν, καὶ ἐμοὶ φίλων φίλτατε, Ἀσκληπιόδοτε, δέχου τὰ δῶρα τοῦ ἀνδρὸς ἐκείνου, τέλεα τελέως, ἐν γνησιωτάτοις κόλποις τῆς σαυτοῦ ψυχῆς. Πρὶν δὲ τῆς ἄλλης ἄρξασθαι θεωρίας βούλομαι τὴν δραματικὴν τοῦ διαλόγου διασκευὴν ἐκθέσθαι τοῖς καὶ τῶν τοιούτων διακοῦσαι σπουδάζουσι. Παναθήναια ἦν τὰ μεγάλα, κατὰ μείζω παρασκευὴν πληρούμενα τοῖς τότε Ἀθηναίοις ἢ τὰ μικρὰ, καὶ τοῦτ’ αὐτὰ προσονομάζοντες δι’ ἐλάττονος παρασκευῆς τὴν θεὸν ἐτίμων, μακροπορωτέραις τε καὶ βραχυπορωτέραις αὐτὴν περιόδοις γεραίροντες. |
| in Prm 619 [5] | Ταύτης δ’ οὖν, ὅπερ εἴπομεν, τῆς ἑορτῆς οὔσης, ἀφίκοντο Παρμενίδης καὶ Ζήνων Ἀθήναζε, διδάσκαλος μὲν ὁ Παρμενίδης ὢν, μαθητὴς δ’ ὁ Ζήνων, Ἐλεάται δ’ ἄμφω, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῦ Πυθαγορικοῦ διδασκαλείου μεταλαβόντε, καθάπερ που καὶ ὁ Καλλίμαχος ἱστόρησεν. Ἀφικομένω δ’ οὖν ἐξ Ἐλέας τῆς ἐν Ἰταλίᾳ τήν τε θεὸν τιμήσοντε καὶ τοὺς Ἀθήνῃσιν εὖ πεφυκότας εἰς τὴν τῶν θείων ἐπιστήμην ὠφελήσοντε κατελύετον ἔξω Κεραμεικοῦ, πάντας ἐφ’ ἑαυτοὺς προκαλουμένω καὶ ἐπιστρέφοντε. Παρεγένοντο δὴ οὖν πρὸς αὐτοὺς ἄλλοι τινὲς, καὶ ὁ Σωκράτης, νέος μὲν ὢν, φύσει δὲ τῶν ἄλλων διαφέρων. Καὶ σφίσι ποτὲ παραγενομένοις ὁ Ζήνων ἀναγινώσκει τι βιβλίον, ἐν ᾧ δεικνύναι ἐπειρᾶτο πόσα δὴ καὶ τίνα ἕπεται δυσχερῆ τοῖς πολλὰ τὰ ὄντα πρεσβεύουσιν. Τοῦ γὰρ Παρμενίδου, φασὶ, τὸ ὂν ἓν λέγοντος καὶ ταύτην ὡς ἑαυτοῦ μάλιστα δόξαν ἐκφέροντος, ὅσοι φορτικώτερον ἥπτοντο τῶν τοιούτων λόγων διέσυρον τὴν δόξαν, ἐρεσχελοῦντες ἄλλα τε πολλὰ, καὶ ὡς εἰ ἓν τὸ ὂν, οὐχὶ ἅμα Παρμενίδης ἐστὶ καὶ Ζήνων, ἀλλ’ εἰ μὲν Παρμενίδης, οὐχὶ Ζήνων, εἰ δὲ Ζήνων, οὐχὶ Παρμενίδης· καὶ ἐπ’ ἄλλων δή τινων τοιούτων τὸ δόγμα κατεῤῥύπαινον, οὐδὲν τῆς ἀληθείας εἰδότες. Ὁ δὴ τοῦ Παρμενίδου μαθητὴς Ζήνων αὐτόθεν μέν πως τῷ τοῦ διδασκάλου δόγματι συνηγορεῖν οὐ βουλόμενος, ὡς οὐδὲν τοῦ δόγματος δεομένου πίστεως ἄλλης, βοήθειαν δέ τινα πορίζειν κεκρυμμένην ἐπιχειρῶν, γράφει τι βιβλίον, ἐν ᾧ δαιμονίως ἐδείκνυεν οὐκ ἐλάττω ἑπόμενα δυσχερῆ τοῖς πολλὰ τὰ ὄντα τιθεμένοις ἢ ὅσα τοῖς ἓν τὸ ὂν εἰρηκόσιν ἔδοξεν ἀπαντᾷν· καὶ γὰρ ὅμοιον καὶ ἀνόμοιον ταὐτὸν ἐδείκνυ καὶ ἴσον καὶ ἄνισον ἐσόμενον, καὶ πᾶσαν ἁπλῶς ἀναίρεσιν τῆς τάξεως τῶν ὄντων καὶ πάντων ἐσομένην σύγχυσιν πλημμελῆ· καὶ οἶμαί γε, εἰ χρὴ προαποφήνασθαι τὸ δοκοῦν, ὅτι εἰκότως. |
| in Prm 620 [5] | Δεῖ μὲν γὰρ καὶ ἓν εἶναι τὸ ὂν καὶ πολλά· καὶ γὰρ πᾶσα μονὰς ἔχει τι σύστοιχον ἑαυτῇ πλῆθος, καὶ πᾶν πλῆθος ὑπὸ μονάδος τινὸς περιέχεται τῆς αὐτῷ προσηκούσης. Ἀλλ’ ἐπειδὴ πανταχοῦ τὴν τοῦ πλήθους αἰτίαν ἡ μονὰς εἰς ἑαυτὴν ἀνεδήσατο, καὶ οὐδ’ εἶναι τὸ πλῆθος δυνατὸν ἄνευ ἐκείνης, εἰς τὴν ἀπερίληπτον καὶ ἑνιαίαν τῆς μονάδος αἰτίαν ἀποβλέποντες οἱ ἄνδρες ἐκεῖνοι τὸ ὂν ἓν ἐπρέσβευον, πᾶν τὸ πλῆθος ἐν τῷ ἑνὶ θεωροῦντες καὶ τὸ πρὸ τῶν πολλῶν ἓν ὂν παραδιδόντες· τὸ γὰρ πρώτως ὂν ἕν ἐστι, καὶ ἐκ τούτου τὸ τῶν ὄντων πλῆθος. Ὁ μὲν οὖν Παρμενίδης οὐκ ἠξίου κατιέναι πρὸς τὸ πλῆθος, ὁρμίσας ἑαυτὸν ἐν τῇ τοῦ ἑνὸς ὄντος θεωρίᾳ καὶ ἀφεὶς πάντα ὅσα πρὸς τὰς μεριστὰς αὐτὸν ἐπέστρεφον νοήσεις· ὁ δὲ Ζήνων, ἅτε τούτου καταδεέστερος ὢν, τέλος μὲν καὶ αὐτὸς ἐποιεῖτο τῆς θεωρίας τὸ ἓν ὂν, χωρίζειν δὲ ἑαυτὸν τοῦ πλήθους ἔτι βουλόμενος καὶ συνάγειν τὸ ἓν ἐκεῖνο τὸ οἶον κέντρον τῶν ὄντων ἁπάντων, διήλεγχε τοὺς πολλὰ τὰ ὄντα τιθεμένους, καθαίρων αὐτῶν τὴν διάνοιαν ἀπὸ τῆς εἰς τὸ πλῆθος φορᾶς· καὶ γὰρ ὁ ἔλεγχος κάθαρσίς ἐστι καὶ ἀφαίρεσις ἀγνοίας καὶ ὁδὸς εἰς ἀλήθειαν. Ἀφελὼν οὖν τὸ ἓν ἀπὸ τοῦ πλήθους τῶν ὄντων, ἐπεδείκνυ πᾶσαν ἐν αὐτοῖς σύγχυσιν καὶ ἀταξίαν. Τὸ γὰρ ἀπὸ τοῦ ἑνὸς ἄμοιρον οὔτε ὅλον εἶναι δυνατὸν οὔτε πᾶν οὔτε εἰδοπεποιημένον· πάντα γοῦν ταῦτα κατὰ μετοχὴν ὑφέστηκε τοῦ ἑνός· εἴδους δὲ ἀνῃρημένου καὶ ὁλότητος, οἴχεται πᾶσα τάξις καὶ πᾶς ὁ κόσμος, καὶ οὐδὲν ἔτι ἔστιν πλὴν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον. Ταὐτὸν οὖν λανθάνει ποιῶν ὁ τὸ ἓν ἀφελὼν τῷ τὸν θεὸν χωρίσαντι τῶν πραγμάτων· οὕτω γοῦν ἕξει τὰ ὄντα, ὡς εἰκὸς ἔχειν, ὅταν αὐτῶν ἀπῇ θεὸς, καθάπερ πού φησιν ὁ Τίμαιος· ἀπὸ γοῦν θεοῦ τοῖς μὲν διῃρημένοις ἕνωσις, τοῖς δὲ ἀτάκτοις τάξις, τοῖς δὲ μέρεσιν ὁλότης ἐνδίδοται, καὶ τοῖς μὲν ὑλικοῖς μορφὴ, τοῖς δὲ ἀτελέσι τελειότης· ἑκάστῳ δὲ τούτων πάντως ἐπιφέρεται τὸ ἕν. |
| in Prm 621 [5] | Ὁ μὲν οὖν Ζήνων οὕτω διήλεγχε τοὺς πολλὰ τὰ ὄντα τιθεμένους, καὶ ἀνῆγεν ἐπὶ τὸ ἓν ὂν ἑαυτόν. Ἀνάγκη γοῦν, εἰ μὴ πολλὰ τὸ ὂν, ἤτοι μηδὲν ἔτι εἶναι μηδαμοῦ, ἢ ἓν εἶναι τὸ ὄν· ὥστε καὶ αὐτὸς τελευτῶν τὸν τοῦ πάτρος Παρμενίδου λόγον ἠσπάζετο, τὸ μὲν πλῆθος ἐν τῷ ἑνὶ κατ’ αἰτίαν ὁρῶν, τὸ δὲ ἓν ἐν μόνῳ τῷ πλήθει σώζειν οὐ δυνάμενος· τοῦτο μὲν γὰρ καὶ καθ’ αὑτὸ πρὸ τοῦ πλήθους ἐστὶν, ἐκεῖνο δὲ πάντως ἐκ τοῦ ἑνός ἐστιν ὅ ἐστι. Τούτων οὖν πέρι βιβλίον τι γράψας ἀνέγνω τοῖς πᾶσιν. Ὁ δέ γε Σωκράτης ἐπακούσας τοῦ βιβλίου τῆς ἀναγνώσεως καὶ τῶν ἀτόπων ὁπόσα παρακολουθεῖν ὁ Ζήνων ἔφατο τοῖς πολλὰ τὰ ὄντα τιθεμένοις, μετάγων ἀπὸ τῆς περὶ τοῦ ἑνὸς καὶ πλήθους τῶν ὄντων ζητήσεως ἐπὶ τὴν ἕνωσιν τῶν εἰδῶν καὶ τὴν διαίρεσιν τὴν θεωρίαν, οὐδὲν ἔφη εἶναι θαυμαστὸν εἰ δεικνύοι τις ταὐτὸν ὅμοιόν τε καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον· καὶ γὰρ δεξιὸν καὶ ἀριστερὸν ταὐτόν, καὶ πολλά ἐστι τὰ οὕτως ἔχοντα ἐπὶ τῶν αἰσθητῶν, ἅμα τῷ πλήθει καὶ τὰ ἑνίζοντα συνειληχότα εἴδη δι’ ὧν ἕκαστα ἓν ἅμα καὶ πολλά ἐστιν· ἀλλ’ ἠξίου δεικνύειν ὅπως ἐπὶ τῶν νοητῶν εἰδῶν ταὐτόν ἐστιν ἴσον καὶ ἄνισον καὶ ὅμοιον καὶ ἀνόμοιον· ἑώρα γὰρ ἐκείνου τὴν ἀμιγῆ καθαρότητα τῶν εἰδῶν, καὶ ᾤετο καὶ τὸ πλῆθος τῶν ὄντων σώζεσθαι διακεκριμένον. Ἐδόκει τοίνυν αὐτῷ χρῆναι μετάγειν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ τὴν σκέψιν, κἀκεῖ τήν τε σύγκρισιν ὁρᾷν καθ’ ἕκαστον καὶ τὴν διάκρισιν (ἐπὶ γὰρ τῶν αἰσθητῶν διὰ τὴν ὑποκειμένην φύσιν εἶναι ταῦτα κατάδηλα), ταῦτα ἐκεῖνα ζητῶν ἃ δὴ καὶ ἐν τῷ Φιλήβῳ προήκων ἤδη φιλοσοφεῖ τὴν ἡλικίαν, δεδημευμένον μὲν εἶναι λέγων ἐπὶ τῶν συνθέτων ὅπως ἓν καὶ πολλὰ ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν εἰδητικῶν μονάδων ἀξίαν εἶναι θαύματος τὴν τούτων ἐπίβλεψιν. |
| in Prm 622 [5] | Ταῦτα οὖν τοῦ Σωκράτους εἰπόντος, ὁ Παρμενίδης ἀντελάβετο τῶν λόγων, ἐπανερωτῶν αὐτὸν εἰ τῷ ὄντι πέπεισται νοητὰ ἄττα εἴδη εἶναι καὶ ὑφ’ οἵων πεπίστευται λόγων. Τοῦ δὲ Σωκράτους εἰπόντος καὶ σφόδρα τῆς ὑποθέσεως ἀντέχεσθαι ταύτης, ὁ Παρμενίδης ἀπορεῖ περὶ αὐτῶν, εἴτε πάντων ἔστιν εἴδη τῶν ὄντων, εἴτε μὴ, καὶ πῶς μετέχεται ὑπὸ τῶν αἰσθητῶν, καὶ ὅπως ἔχει πρὸς ἡμᾶς· καὶ οὕτω μὲν αἱ περὶ τῶν ἰδεῶν ἀπορίαι κεκίνηνται βαθέως ὑπὸ τοῦ Παρμενίδου. Τοῦ δὲ Σωκράτους ἰλιγγιάσαντος πρὸς αὐτὰς, ὁ Παρμενίδης συμβουλεύει τῷ Σωκράτει πρὸ τῆς ὅλης θεωρίας γυμνάσασθαι περὶ τὴν διαλεκτικὴν, εἴπερ ἐστὶν ἐραστὴς τῆς τῶν ὄντων ἀληθείας, διαλεκτικὴν ἐκείνην καλῶν, περὶ ἧς καὶ ἐν ἄλλοις ἡμᾶς ἀνεδίδαξεν αὐτὸς ὁ Σωκράτης, ὡς ἐν Πολιτείᾳ, ὡς ἐν Σοφιστῇ, ὡς ἐν Φιλήβῳ. Τοῦ δ’ ἐπανερομένου τίς ἡ τοιαύτη μέθοδος, καὶ ἑαυτὸν ἐπιδόντος τῇ τῶν ἀνδρῶν θεωρίᾳ, παραδίδωσιν ὁ Παρμενίδης τὴν μέθοδον ἣν πολλαχοῦ καὶ ὁ Σωκράτης ἐξύμνησεν. Καὶ γὰρ ἐν Φαίδωνι, διορίζων αὐτῆς τὸ ἔργον ἀπὸ τῆς ἀντιλογικῆς, φησὶν ὅτι δέοι μὲν ἀεί τινα θεμένους ὑπόθεσιν οὕτω ποιεῖσθαι τὴν ζήτησιν, ἕως ἂν ἀπὸ τῶν πολλῶν ὑποθέσεων ἐπί τι ἱκανὸν, αὐτὸ λέγων τὸ ἀνυπόθετον, ἀναδράμωμεν, ὑποθεμένους δέ τι, περὶ οὗ ὁ λόγος, διαίρειν τῇ ἀντιφάσει ταύτην τὴν ὑπόθεσιν, ὡς καὶ ὁ Παρμενίδης παρακελεύεται, εἶναι τὸ πρᾶγμα ἢ μὴ εἶναι λέγοντας, καὶ λαβόντας ὅτι ἔστιν, ζητεῖν τί ἕπεται αὐτῷ καὶ τί οὐχ ἕπεται καὶ τί ἕπεται ἅμα καὶ οὐχ ἕπεται τὰ μὲν γάρ ἐστιν ἑκάστου παντελῶς ἀλλότρια πράγματος, τὰ δὲ ἐξ ἀνάγκης αὐτῷ παρόντα, τὰ δὲ οἷον ἐνδεχόμενα καὶ ὑπάρχειν αὐτῷ καὶ μὴ ὑπάρχειν· ἔπειτα τῶν τριῶν τούτων ἕκαστον τετραπλασιάζειν. |
| in Prm 623 [5] | Σκοπητέον γὰρ, εἶναι μὲν αὐτοῦ τεθέντος, τί ἕπεται αὐτῷ πρὸς ἑαυτό τε καὶ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς ἄλληλα καὶ τοῖς ἄλλοις πρὸς αὐτό· καὶ πάλιν τί οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτὸ καὶ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς ἄλληλα καὶ τοῖς ἄλλοις πρὸς αὐτό· καὶ τρίτον, τί ἕπεταί τε καὶ οὐχ ἕπεται καὶ αὐτῷ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς αὐτό· καὶ οὕτω κατὰ δώδεκα τρόπους ποιεῖσθαι τὴν ζήτησιν, κατὰ τοσούτους δὲ ἄλλους, μὴ εἶναι [αὐτοῦ] τεθέντος· ὥστε ἐκ μιᾶς ὑποθέσεως δύο γίγνεσθαι τὴν πρώτην, ἔπειτα καθ’ ἑκατέραν τρεῖς ἄλλας ἀναφύεσθαι ὑποθήσεις, ἔπειτα καθ’ ἑκάστην τῶν τριῶν τέτταρας, ὥστε καθ’ ἑκατέραν δώδεκα γίγνεσθαι τὰς ὅλας ὑποθέσεις· εἰ δὲ καὶ ἑκάστην αὐτῶν κατακερματίζειν ἐθέλοις, παμπόλλας δή τινας ὑποθέσεις καὶ οὐδὲ εἰπεῖν ὅσας ἀναφαίνεσθαι· διὰ δὴ τούτων ὑποθέσεων ὁδεύειν χρῆναι κατὰ τοὺς εἰρημένους ἀριθμοὺς, δυάδας, τριάδας, τετράδας, δωδεκάδας, μέχρις ἂν εἰς αὐτὸ τὸ ἀνυπόθετον ἀναδράμωμεν, ὃ πρὸ πάσης ἐστὶν ὑποθέσεως. Τῆς δὴ μεθόδου ταύτης εἰρημένης, ὁ Σωκράτης θαυμάσας τὴν ἐπιστημονικὴν αὐτῆς ἀκρίβειαν καὶ τὴν νοερὰν τῶν ἀνδρῶν ἀγασθεὶς διδασκαλίαν, ἐξαίρετον οὖσαν τοῦ Ἐλεατικοῦ διδασκαλείου, καθάπερ ἄλλο τι τοῦ Πυθαγορείου λέγουσιν, ὡς τὴν διὰ τῶν μαθημάτων ἀγωγὴν, καὶ ἄλλο τοῦ Ἡρακλειτείου, τὴν διὰ τῶν ὀνομάτων ἐπὶ τὴν τῶν ὄντων γνῶσιν ὁδόν· θαυμάσας δ’ οὖν, ἠξίωσεν ἐπὶ παραδείγματός τινος αὐτῷ βεβαιωθῆναι τὴν μεθόδον, ὑπόθεσίν τινα τοῦ Ζήνωνος παραλαβόντος καὶ ἐπὶ ταύτης ἔργῳ τὰ ῥηθέντα δείξαντος· ὃ δὴ καὶ ἐν Σοφιστῇ γέγονε, τοῦ ἐκεῖ ξένου τὴν μέθοδον τὴν διαιρετικὴν ἐν τῇ τοῦ ἀσπαλιευτοῦ καὶ σοφιστοῦ ζητήσει φανερὰν ποιήσαντος. |
| in Prm 624 [5] | Ὁ δὲ Ζήνων μεῖζον μὲν ἢ καθ’ ἑαυτόν φησιν εἶναι τὸ ἔργον καὶ αὐτοῦ δεῖσθαι τοῦ Παρμενίδου· παρακαλεῖ δὲ τὸν ἡγεμόνα τῶν λόγων ἐπὶ τὴν τοιαύτην ὑφήγησιν. Κἄπειτα παραλαβὼν ὁ Παρμενίδης τὸν λόγον καὶ ζητήσας ἐπὶ ποίας ὑποθέσεως γυμνάσει τὴν μέθοδον· Βούλεσθε, ἔφη, τὸ ἓν ὑποθώμεθα τὸ ἐμὸν εἴτε ἔστιν εἴτε μὴ, τίνα τε αὐτῷ ἕπεται καὶ τίνα οὐχ ἕπεται, καὶ τίνα ἕπεταί τε καὶ οὐχ ἕπεται ἅμα, αὐτῷ τε πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς αὐτό; Τῶν δὲ συγχωρησάντων, οὕτως ἐκεῖνος κατὰ τοὺς δώδεκα τρόπους ἑκατέραν γυμνάζει τῶν ὑποθέσεων· πρὸς οὓς καὶ ἀπιδόντες τινὲς τέτταρας καὶ εἴκοσι περιγίγνεσθαι τὰς ὅλας ὑποθέσεις ᾠήθησαν· ἀλλὰ πρὸς μὲν τούτους, ὅταν περὶ τῶν ὑποθέσεων λέγωμεν, διαγωνιούμεθα, καὶ διακρινοῦμεν τούς τε τρόπους τοὺς διαλεκτικοὺς καὶ τὰς καλουμένας ὑποθέσεις· νυνὶ δὲ τοῖς προκειμένοις ἐπεξέλθωμεν. Γενομένης γὰρ, ὡς εἴρηται, τοιαύτης συνουσίας Παρμενίδου τε καὶ Ζήνωνος πρός τε Σωκράτη νέον ὄντα καὶ εὐφυᾶ καὶ ἄλλους τινὰς, Πυθόδωρος Ἰσολόχου, Ζήνωνος ὢν ἀκροατὴς, ὡς καὶ ἐν Ἀλκιβιάδῃ μεμαθήκαμεν, εἰς τῶν παρόντων τῇ συνουσίᾳ καὶ αὐτὸς γεγονὼς, εἰ καὶ πάντη σιωπῶν ἐν αὐτῇ παρῆν καὶ οὐδὲν τοῖς λόγοις συνεισφέρων, ὥσπερ ὁ Σωκράτης τὰ μὲν ἐρωτῶν διετέλεσεν, τὰ δὲ ἀποκρινόμενος· ἀκούσας δ’ οὖν τῶν εἰρημένων λόγων, ὥσπερ ὁ ἐν Συμποσίῳ τῶν ἐρωτικῶν λόγων διαμνημονεύσας Ἀριστόδημος, ἀπαγγέλλει τοῖς περὶ Ἀντιφῶντα τὴν συνουσίαν. |
| in Prm 625 [30] | Ἀθηναῖος δὲ οὗτος ὁ Ἀντιφῶν, τῶν ἐπ’ εὐγενείᾳ φρονούντων· καὶ διὰ τοῦτο καὶ περὶ ἱππικὴν σπουδάζων, ὡς τοῖς γενναίοις ἦν Ἀθηναίων πάτριον, Πλάτωνος ἀδελφὸς ὁμομήτριος, ὥς φησιν αὐτός. Παραλαβὼν δὲ ὁ Ἀντιφῶν τοὺς λόγους, διηγήσατο καὶ αὐτὸς ἄλλοις Κλαζομενίοις ἀνδράσι τὸ φιλοσοφεῖν ἔργον ποιουμένοις, ἐκ τῆς τοῦ Ἀναξαγόρου διδασκαλίας Ἀθήναζε ἀφικομένοις· καὶ ἔστιν αὕτη δηλαδὴ τρίτης τῆς συνουσίας ἔκθεσις. Ταύτῃ τοίνυν παρών τις Κέφαλος, Κλαζομένιος καὶ αὐτὸς ἀνὴρ, καὶ παραδεξάμενος παρὰ τοῦ Ἀντιφῶντος τοὺς λόγους ἀφηγηματικῶς, καὶ οὐδὲ πρὸς ὡρισμένα πρόσωπα λοιπὸν τοὺς λόγους διατιθεὶς, κατά γε τὴν ἔκθεσιν παραδίδωσι τὴν συνουσίαν· οὐδὲ γὰρ ἔτι λέγεται τίνες εἰσὶ πρὸς οὓς ὁ Κέφαλος οὗτος ποιεῖται τὴν ἀφήγησιν, ἀλλ’ ἀφηγεῖται μόνον οὓς ἤκουσε παρὰ Ἀντιφῶντος λόγους, ἀκούσαντος παρὰ Πυθοδώρου ἐκείνου, τοῦ τῶν Παρμενιδείων ἀκροασαμένου λόγων. Πρώτη τοίνυν ἐστὶν συνουσία, ἡ αὐτὰ περιέχουσα τὰ κύρια πρόσωπα καὶ τὴν πρώτην σκηνὴν τῶν λόγων· δευτέρα δὲ, ἡ παρὰ Πυθοδώρου διαμνημονεύοντος τῆς πρώτης συνουσίας καὶ οἷον ἱστοροῦντος τὰ κατ’ ἐκείνην πάντα· τρίτη δὲ ἡ παρὰ Ἀντιφῶντος, οὓς ὁ Πυθόδωρος διηγήσατο λόγους ἀπαγγέλλοντος τῷ τε Κεφάλῳ καὶ τοῖς ἐκ Κλαζομενῶν, ὡς εἴρηται, φιλοσόφοις· τετάρτη δὲ, ἡ παρὰ τοῦ Κεφάλου τῶν ὑπ’ Ἀντιφῶντος αὐτῷ λόγων παραδεδομένων ἀφήγησις, εἰς ἀόριστον τελευτήσασα θέατρον. Τούτων δὴ οὖν τῶν τεττάρων συνουσιῶν (ῥητέον γὰρ ἤδη περὶ τῆς περὶ τὰ πράγματα αὐτῶν ὁμοιότητος, λαβοῦσιν ἐν τῷ παρόντι τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τῶν ἰδεῶν ἐν τῷ διαλόγῳ ζητήσεως, πᾶσιν ὑπ’ ὄμμασι κειμένης, ὡς καὶ τὸν διάλογον ἐπιγράψαι τινὰς Περὶ ἰδεῶ ν), ῥητέον δ’ οὖν ὡς ἡ μὲν ἐσχάτη μιμεῖται τὴν εἰς τὰ αἰσθητὰ προελθοῦσαν εἰδοποιΐαν· καὶ γὰρ ὁ Κέφαλος πρὸς οὐδὲν ὡρισμένον πρόσωπον ποιεῖται τὴν ἀφήγησιν, διότι καὶ τὸ ὑποδεχόμενον τοὺς αἰσθητοὺς λόγους ἀόριστόν ἐστι καὶ ἄγνωστον καὶ ἀνείδεον· ἡ δὲ πρὸ αὐτῆς, τὴν ἐν ταῖς φυσικαῖς οὐσίαις τῶν εἰδῶν ὑπόστασιν· πρὸ γὰρ τῶν αἰσθητῶν αἱ φύσεις τε ὅλαι καὶ αἱ μερικαὶ τοὺς ἀπὸ τῶν νοητῶν παρεδέξαντο λόγους, καθ’ οὓς καὶ τὰ αἰσθητὰ ποδηγετοῦσι καὶ γεννῶσιν ἀϊδίως καὶ ζωοποιοῦσι καὶ συνέχουσι, αἷς ἀνάλογόν εἰσι οἱ φυσικοὶ φιλόσοφοι ἐκεῖνοι, οἱ τῆς Ἀναξαγόρου διάδοχοι φιλοσοφίας· ἡ δὲ ἔτι καὶ πρὸ ταύτης, τὴν εἰς τὰς ψυχὰς ἄνωθεν προελθοῦσαν ἀπὸ τῆς δημιουργίας ποικιλίαν τῶν εἰδῶν· εἰσὶ γὰρ οἱ λόγοι καὶ ἐν ταύταις ψυχικῶς, οἷς συνεπλήρωσεν αὐτῶν τὴν οὐσίαν ὁ δημιουργὸς, ὥσπερ ὁ Τίμαιος ἡμᾶς ἀνεδίδαξεν, οἷς εἰκότως ἀπεικάζοιντ’ ἂν οἱ εἰς τὸν Ἀντιφῶντα προελθόντες λόγοι· καὶ γὰρ αἱ ψυχαί εἰσιν ἀπεικαζόμεναι τοῖς ὑποπτέροις ζεύγεσι τῶν ἵππων καὶ ἡνιόχων· ἡ δέ γε πρωτίστη, τὴν ἐν αὐτοῖς τοῖς ὄντως οὖσι τῶν εἰδῶν διακόσμησιν· ἐκεῖ γὰρ καὶ ἡ πρωτίστη τετρακτὺς, καὶ πᾶς ὁ τῶν θείων εἰδῶν ἀριθμὸς τῶν τε νοητῶν καὶ τῶν νοερῶν· καὶ ἐξ ἐκείνων πεπλήρωνται μὲν αἱ ψυχαὶ τῶν λόγων τῶν αὐταῖς προσφόρων, πεπλήρωνται δὲ αἱ φύσεις τῶν δραστηρίων εἰδῶν, πεπλήρωνται δέ οἱ τῶν σωμάτων ὄγκοι τῆς αἰσθητῆς εἰδοποιΐας. |
| in Prm 626 [5] | Καὶ ὥσπερ οἱ αὐτοὶ λόγοι κατὰ τὰς τέτταρας διαδέδονται συνουσίας, ἀλλ’ οἰκείως καθ’ ἑκάστην, πρώτως μὲν κατὰ τὴν πρώτην, ἐκεῖ γὰρ οἱ πρῶτοι λόγοι· δευτέρως δὲ κατὰ τὴν δευτέραν, μετὰ μνήμης γὰρ καὶ φαντασίας ἡ τούτων πρόοδος· τρίτως δὲ κατὰ τὴν τρίτην, μνήμη γάρ ἐστιν ἐνταῦθα μνήμης· ἐσχάτως δὲ κατὰ τὴν τετάρτην, ἐσχάτη γάρ ἐστιν αὕτη μνήμη· τὸν αὐτὸν τρόπον καὶ τὰ εἴδη πανταχοῦ μὲν πάντα, ἀλλ’ οἰκείως καθ’ ἑκάστην τάξιν. |
| in Prm 627 [15] | Τὰ μὲν γὰρ πρώτως ὄντα καὶ ἔστιν αὐτὰ καθ’ αὑτὰ, φησὶν ὁ Σωκράτης, [καὶ] ἐν τοῖς νοητοῖς ἐστιν, καὶ οὐδὲν εἰκονικὸν ἐν ἐκείνοις, ὥσπερ οὐδὲ ἐπὶ τῆς πρώτης συνουσίας διὰ φαντασίας καὶ μνήμης οἱ λόγοι προῄεσαν· εἰκὼν γὰρ ἡ μνήμη τῶν μνημονευτῶν ἐστι· τὰ δὲ ἐν ψυχαῖς δευτέρως ἔχει τὸ εἶναι κατὰ τὴν τελειότητα, καὶ διὰ ταῦτα τῶν νοητῶν εἰκόνες· ὥσπερ οὖν καὶ ἡ δευτέρα συνουσία μετὰ μνήμης καὶ φαντασίας, τὰ δὲ ἐν ταῖς φύσεσιν ἔτι μᾶλλον εἰκόνες καὶ εἰκόνων εἰκόνες· διὰ γὰρ τῶν ψυχικῶν εἰδῶν ἡ γένεσις καὶ τὸ εἶναι τοῖς φυσικοῖς ὑπάρχει λόγοις· τὰ δὲ αἰσθητὰ πάντων ἔσχατα, καὶ μόνως ταῦτα εἰκόνες, εἰς τὸ ἄγνωστον καὶ ἀόριστον καταλήξαντα καὶ οὐδὲν ἔχοντα μεθ’ ἑαυτά· πάντων γάρ εἰσι τῶν λόγων ἀποπερατώσεις ἐν τούτοις. Καὶ ὅπερ ἐστὶ θαυμαστὸν ἐν τούτοις, ὁ μὲν τὴν δευτέραν συνουσίαν διατιθεὶς οὐ τοὺς λόγους ἀπαγγέλλει ψιλοὺς, ἀλλὰ καὶ τὰ πρόσωπα παράγει καὶ τὰ πράγματα εἰς μέσον· ὁ δὲ τὴν τρίτην τῶν τε ἐν τῇ πρώτῃ πάντων διαμνημονεύει καὶ τῶν ἐν τῇ δευτέρᾳ· ὁ δὲ τὴν τετάρτην τῶν τε ἐν τῇ πρώτῃ καὶ τῶν ἐν τῇ δευτέρᾳ καὶ τῶν ἐν τῇ τρίτῃ πάντων προσώπων τε καὶ πραγμάτων, ἵνα τὰ μὲν πρῶτα πανταχοῦ παρῇ καὶ μέχρι τῶν ἐσχάτων, τὰ δὲ δεύτερα κατ’ αἰτίαν μὲν ἐν τοῖς πρώτοις εἴη (ἐκεῖ γὰρ ὁ Πυθόδωρος τῆς συνουσίας τῆς δευτέρας διαθέτης), διήκῃ δὲ καὶ αὐτὰ διὰ τῶν λοιπῶν· τὰ δὲ τρίτα πάλιν ὁμοίως κατ’ αἰτίαν μὲν ἐν τοῖς δευτέροις ᾖ (ἐκεῖ γὰρ ἦν ὁ Ἀντιφῶν ὁ τῆς τρίτης συνουσίας κύριος), διατείνῃ δὲ ἄχρι τῶν τελευταίων τὰς τῶν πρώτων ἐνεργείας. Τοσαῦτα μὲν τὴν πρώτην ἡμῖν ἀπαρχομένοις τῆς τοῦ διαλόγου θεωρίας εἰρήσθω περὶ τούτων. Εἰ δὲ δεῖ καὶ περὶ τῶν προσώπων ἀποδοῦναι τὸν εἰκότα λόγον, ὁ μὲν Παρμενίδης αὐτὸς ἀνάλογον τετάχθαι μοι δοκεῖ τῷ ἀμεθέκτῳ καὶ θείῳ νῷ, τῷ πρὸς αὐτὸ τὸ ὄντως ὂν ἡνωμένῳ κατὰ τὴν ἑαυτοῦ νόησιν, ἢ καὶ αὐτῷ τῷ ὄντι, περὶ ὃ μάλιστα διατρίβων ἓν ἐλέγε τὸ ὄν· ὁ δέ γε Ζήνων τῷ μετεχομένῳ μὲν ὑπὸ τῆς θείας ψυχῆς νῷ, πεπληρωμένῳ δὲ τῶν νοερῶν εἰδῶν ὅσα παρεδέξατο κατ’ οὐσίαν ἐκ τοῦ ἀΰλου καὶ ἀμεθέκτου νοῦ· διὸ καὶ αὐτὸς ἀπὸ τοῦ πλήθους ἁρπάζειν ἑαυτὸν ἐπείγεται πρὸς τὸ ἓν ὂν, μιμούμενος τὸν πρὸ αὑτοῦ καὶ εἰς ὃν ἀναφέρει τὴν ἑαυτοῦ τελείωσιν· εἰ δὲ βούλει καὶ αὐτὴν ἐνεικονίζεσθαι, λέγε τὴν μετὰ τὸ ὂν ζωὴν τὸν ἄνδρα τοῦτον χαίροντα ταῖς τῶν ἐναντίων συναγωγαῖς καὶ ταῖς ἐφ’ ἑκάτερα ἐπιβολαῖς, ὥσπερ καὶ ἡ ζωὴ μετὰ τὸ ὂν πρώτη τῶν ἐναντίων παρέσχετο τὴν ἔκφανσιν, στάσεως ἅμα καὶ κινήσεως. |
| in Prm 628 [5] | Ὁ δὲ δὴ Σωκράτης ἐοίκοι ἂν τῷ μερικῷ νῷ ἢ καὶ ἁπλῶς τῷ νῷ, οἷς ἐκείνων ὁ μὲν κατὰ τὴν τοῦ ὄντος ἀναλογίαν, ὁ δὲ κατὰ τὴν τῆς ζωῆς τέτακται· διόπερ ᾠκείωται μὲν ἄγαν τοῖς ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα, καὶ μετ’ αὐτῶν συμπληροῖ τὴν πρώτην συνουσίαν, ἣν εἰκόνα φέρειν τῶν ὄντως ὄντων ἐλέγομεν, ὥσπερ δὴ καὶ ὁ νοῦς τῆς ἀμερίστου καὶ αὐτός ἐστιν οὐσίας πλήρωμα, τῇ δὲ τῶν ἰδεῶν ὑποθέσει διαφερόντως ἀποπιστεύων παραδέδοται· τί γὰρ ἄλλο προσήκει τῷ μερικῷ νῷ, ἢ τὰ εἴδη τὰ θεῖα καὶ ὁρᾷν καὶ τοῖς ἄλλοις ἐκφαίνειν; Ἀλλ’ οὗτοι μὲν οἱ τρεῖς τοιαύτην ἡμῖν φαίνονται διασώζοντες ἀναλογίαν, ὁ μὲν πρὸς τὸ ὂν, ὁ δὲ πρὸς τὴν ζωὴν, ὁ δὲ πρὸς τὸν νοῦν, ἢ ὁ μὲν πρὸς τὸν ὅλον καὶ ἀμέθεκτον νοῦν, ὁ δὲ πρὸς τὸν μεθεκτὸν, ὁ δὲ πρὸς τὸν μερικὸν ἅμα καὶ μεθεκτόν· καὶ μέχρι τούτων ἡ ἀμέριστος φύσις· πᾶς γὰρ νοῦς ἢ ὁλικός ἐστι καὶ ἀμέθεκτος, ἢ ὅλος μεθεκτὸς, ἢ μερικὸς καὶ μεθεκτὸς, μερικὸς γὰρ ἀμέθεκτος οὐκ ἔστι. Τῶν δὲ ἀφηγουμένων τὴν συνουσίαν τριῶν ἀνδρῶν, ὁ μὲν Πυθόδωρος ἀνάλογον μέν ἐστι θείᾳ ψυχῇ, πάρεστι δὲ τῇ πρώτῃ συνουσίᾳ καὶ πληροῦται μακαρίων λόγων, ὥσπερ ἡ θεία ψυχὴ τῶν νοερῶν εἰδῶν (καὶ γὰρ αὕτη, καθά φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης, ἐπὶ δαῖτά τε καὶ θοίνην ἄνεισιν, ἑπομένη τῷ μεγάλῳ Διῒ), ἀλλὰ σιωπῶν παρέστιν, ἐπειδὴ πᾶν τὸ εἶδος ἐκεῖνο τῆς συνουσίας προσήκει τῇ ἀμερίστῳ τῶν ὄντων φύσει· τάχα δ’ ἂν εἴη καὶ τῇ ἀγγελικῇ τάξει ἀνάλογον, πρώτως ἐκφαίνων τὴν τῶν θείων ἐκείνων πᾶσαν θεωρίαν. |
| in Prm 629 [35] | Ὁ δὲ Ἀντιφῶν εἰκάζεται μὲν ψυχῇ δαιμονίᾳ, τῆς φύσεως ἐφαπτομένῃ καὶ τὴν φύσιν ἀναγειρούσῃ· διὸ καὶ αὐτὸς ἱππικός τις εἶναι βούλεται, καθάπερ δὴ καὶ ἡ τοιαύτη ψυχὴ τὸ ἄλογον ἐθέλει ποδηγετεῖν καὶ ἄγειν κατὰ τὴν οἰκείαν βούλησιν· πληροῦται δὲ τῶν λόγων ἐκ τοῦ Πυθοδώρου κατὰ τὴν δευτέραν συνουσίαν καὶ πληροῖ τοὺς ἐκ Κλαζομενῶν ἥκοντας ἄνδρας, ἐπεὶ καὶ ἡ τοιαύτη ψυχὴ, μέσην ἔχουσα τάξιν, πληροῦται μὲν ἀπὸ τῶν κρειττόνων, πληροῖ δὲ τὴν φύσιν τῶν ἑαυτῆς εἰδῶν. Ὁ δὲ δὴ Κέφαλος καὶ οἱ ἐκ Κλαζομενῶν φιλόσοφοι ταῖς μερικαῖς ψυχαῖς καὶ τῇ φύσει συμπολιτευομέναις, ἰέναι τὴν ὁμοίαν ἔχοντες ἐν τούτοις χώραν, ἅτε δὴ καὶ αὐτοὶ φυσικοί τινες ὄντες. Τὸ γοῦν Ἰωνικὸν πᾶν διδασκαλεῖον τοιοῦτόν ἐστιν, οὐχ οἷον τὸ Ἰταλικόν. Τοῦτο μέν γε θαμὰ περὶ τὴν τῶν νοητῶν οὐσίαν ἀνῆγεν ἑαυτό .... καὶ ἐνή .... ᾗ τὰ ἄλλα πάντα κατ’ αἰτίαν ἑώρα· τὸ δὲ Ἰωνικὸν περί τε τὴν φύσιν καὶ τὰς φυσικὰς ποιήσεις καὶ πείσεις ἀνεστρέφετο, καὶ ἐν τούτοις ἐτίθετο τὴν ὅλην φιλοσοφίαν· μέσον δὲ ἀμφοῖν ὂν τὸ Ἀττικὸν ἐπανορθοῖ μὲν τὴν Ἰωνικὴν φιλοσοφίαν, ἐκφαίνει δὲ τὴν Ἰταλικὴν θεωρίαν. Οὕτως ὁ Σωκράτης ἐν Φαίδωνι μὲν αἰτιᾶται τὸν Ἀναξαγόραν, ὡς μηδαμοῦ τῷ νῷ χρώμενον, ἀέρας δὲ καὶ διαθέσεις καὶ τοιαῦτα ἄττα τῆς τῶν πραγμάτων φύσεως αἰτιώμενον· ἐν δὲ τῷ Σοφιστῇ τὸν Ἐλεάτην παρακαλεῖ σοφὸν μεταδοῦναι καὶ αὐτῷ τῆς ἐκεῖθεν φιλοσοφίας. |
| in Prm 630 [5] | Ἀλλ’ ἐν μὲν τούτοις διῃρημένως, ὅπερ ἔφαμεν, ἐργάζεται· ἐνταῦθα δὲ ἄγει εἰς τὰς Ἀθήνας τοὺς ἐξ Ἰταλίας ἡ ὑπόθεσις, ἵνα μεταδῶσι τοῖς τῇδε τῶν πατρίων δογμάτων αὐτῶν· ἄγει δὲ τοὺς ἐξ Ἰωνίας, ἵνα μεταλάβωσι τῶν Ἰωνικῶν ὑφηγήσεων· αἱ μὲν γὰρ Κλαζομεναὶ τῆς Ἰωνίας εἰσὶν, ἡ δὲ Ἐλέα τῆς Ἰταλίας· καὶ ὥσπερ αὐτὰ φυσικὰ πάντα μετέχει τῶν νοητῶν διὰ μέσων τῶν ψυχικῶν εἰδῶν, οὕτω δὴ καὶ ἥδε ἡ σκηνὴ τοῖς Ἰωνικοῖς φιλοσόφοις μεταδίδωσι τῆς Ἰταλίας· ἄγει γὰρ αὐτοὺς Ἀθήναζε, καὶ διὰ τῶν Ἀττικῶν τὴν μετουσίαν αὐτοῖς τῶν ἐποπτικῶν λόγων παρέχεται. Ἀλλὰ περὶ μὲν τῆς διασκευῆς τῶν πραγμάτων καὶ τῶν τεττάρων συνουσιῶν καὶ τῆς τῶν προσώπων τάξεως καὶ ἀναλογίας πρὸς τὰ ἐν τῷ παντὶ, τοῖς ἀπὸ τοῦ περὶ τῶν ἰδεῶν λόγου βουλομένοις θεωρεῖν καὶ δυναμένοις τὰ ὄντα κατὰ τὴν αὐτῶν ἕκαστα τάξιν, ἱκανὰ τὰ εἰρημένα. Τούτων δὲ ἡμῖν προδιατεταγμένων, ἀναγκαία λοιπόν ἐστιν ἡ τοῦ σκοποῦ ζήτησις καὶ ἡ θεωρία, πῶς ἅπαντα ταῦτα πρὸς τὸν ἕνα συνήρτηται τοῦ διαλόγου σκοπὸν, ὃν ἂν φήνῃ ὁ λόγος· ὅσα γὰρ προείπομεν, εἰς τὰ προοίμια τοῦ διαλόγου βλέποντες εἴπομεν, καὶ τοὺς περὶ τῶν ἰδεῶν λόγους, ἀφ’ ὧν καὶ ἐπιγράφειν αὐτόν τινες, ὡς εἴρηται, τῶν ἔμπροσθεν ἠξίωσαν. Δεῖ γὰρ, ὥσπερ ἐκ τῶν φαινομένων ἐπὶ τὸ νοητὸν ἡ ἄνοδος, οὕτω καὶ ἡμᾶς ἀπὸ τῶν ὑποκειμένων τῷ διαλόγῳ περιστατικῶν ἐπὶ τὴν μίαν ἀναδραμεῖν τῶν λόγων πρόθεσιν καὶ τὸ ἓν τέλος τῆς ὅλης πραγματείας ταύτης, τούτῳ δὲ καὶ τὰ ἄλλα συντάττειν εἰς δύναμιν τὰ πρόσωπα, τοὺς καιροὺς, τοὺς τόπους, πάντα ὅσα πρότερον αὐτὰ καθ’ αὑτὰ τεθεωρήκαμεν. Εἰσὶ δέ τινες καὶ γεγόνασι τῶν ἔμπροσθεν, οἳ τὸν τοῦ διαλόγου τοῦδε σκοπὸν εἰς λογικὴν ἀνέπεμψαν γυμνασίαν, τὴν μὲν ἐπιγραφὴν, καίτοι παμπάλαιον οὖσαν, τὴν Περὶ τῶν ἰδεῶν ἀτιμάσαντες, ὡς εἰς μικρὸν μέρος τοῦ διαλόγου βλέψασαν, καὶ εἰς ἀπορητικὸν, καὶ οὐχ ἡγητικόν. |
| in Prm 631 [10] | Εἰσὶ δ’ οὖν τινες οἳ λογικὸν εἶναι τὸν σκοπὸν εἰρήκασι τοῦδε τοῦ διαλόγου (καθάπερ ἐν Θεαιτήτῳ πρὸς Πρωταγόραν ἀντέγραψε πάντων λέγοντα χρημάτων μέτρον τὸν ἄνθρωπον, δεικνὺς οὐ μᾶλλον ὄντα τοῦτον μέτρον πάντων χρημάτων ἢ ὗν καὶ κυνοκέφαλον), καὶ χαίρειν ἀφέντες τὴν τῶν πραγμάτων θεωρίαν, ἰδόντες ἐφ’ ἑκάτερα κρουομένους τοὺς λόγους, τοτὲ μὲν τῷ εἶναι τὸ ἓν, τοτὲ δὲ τῷ μὴ εἶναι τῶν ἑπομένων. Καὶ τούτων, λέγω δὴ τῶν λογικὸν ἀποφηναμένων εἶναι τὸν σκοπὸν, οἱ μὲν ἀντιγράφειν αὐτὸν ὑπέλαβον τῷ Ζήνωνι, δεικνύναι πειρώμενον ἐπὶ χαλεπωτέρας ὑποθέσεως, τῆς τῶν νοητῶν, ποικίλας εὑρέσεις ἀσκεῖν· ὃν παρεῖναι, καὶ ταῦτα περὶ τὰ αἰσθητὰ διατρίβοντα, καὶ ἐν τούτοις ἀποφαίνοντα τὴν τῶν ἀντικειμένων συνδρομήν. Καὶ γὰρ εἰωθέναι φασὶν οὗτοι τὸν Πλάτωνα ποιεῖσθαι τὰς ἀντιῤῥήσεις τὰς πρὸς τοὺς ἄλλους τριχῶς· καὶ τὰς μὲν κατὰ μίμησιν ὧν ἐκεῖνοι γεγράφασιν, ἐπὶ τὸ τελειότερον μέντοι προάγοντα τὴν μίμησιν καὶ τὰ ἐλλείποντα προστιθέντα τοῖς ἐκείνων λόγοις, ὥσπερ ἀμέλει καὶ πρὸς Θουκυδίδην ἀγωνιζόμενος τὸν Μενέξενον ἀπειργάσατο, καὶ τὸν ἐκεῖ ῥηθέντα λόγον ἐπὶ τοῖς δημοσία θαπτομένοις εἰς ταὐτὸν μὲν ἐκείνῳ καθεὶς, τῇ δὲ τάξει τῶν κεφαλαίων καὶ τῇ εὑρέσει τῶν ἐπιχειρήσεων καὶ τῇ σαφηνείᾳ τῆς ἑρμηνείας πολλῷ δή τινι τὸν λόγον τοῦ παρ’ ἐκείνου γραφέντος εὐδοκιμώτερον ἀπειργασμένος· τὰς δὲ κατ’ ἐναντίωσιν πρὸς οὓς ἀγωνίζεται, καθάπερ ἐνταῦθα πρὸς τὸν Ζήνωνα· πολλαχῶς γὰρ ἐκείνου καταλαβεῖν ἐγχειρήσαντος τοὺς πολλὰ τὰ ὄντα τιθεμένους, ὡς καὶ μέχρι τετταράκοντα λόγων τὰ ἀντικείμενα συγκρουόντων προελθεῖν αὐτῷ τὸν ἔλεγχον αὐτὸν, πρὸς τὸ ἓν ποιήσασθαι τὴν παντοδαπὴν ταύτην τῶν ἐπιχειρημάτων ἐπίδειξιν, ἁμιλλώμενον πρὸς τὸν κατὰ τοῦ πλήθους τῶν ὄντων γυμνασάμενον, δεικνύντα τὸν ὅμοιον τρόπον ἐκείνῳ τὰ ἀντικείμενα περὶ ταὐτόν· καὶ ὡς ἐκεῖνος ἤλεγχε τὰ πολλὰ δεικνὺς αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοια καὶ ταὐτὰ καὶ ἕτερα καὶ ἴσα ὄντα καὶ ἄνισα, κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὸν ἀποφαίνειν τὸ ἓν ὅμοιον καὶ ἀνόμοιον, καὶ οὐχ ὅμοιον καὶ οὐκ ἀνόμοιον, ταὐτὸν, οὐ ταὐτὸν, ἕτερον, οὐχ ἕτερον, καὶ ἐπὶ πάντων ὡσαύτως, καὶ τιθέντα καὶ ἀναιροῦντα τὰ μαχόμενα, καὶ οὐχ ὡς ἐκεῖνος τιθέντα μόνον· δι’ ὧν τὸν πλοῦτον τῶν ἐπιχειρήσεων πολλῷ ποικιλώτερον δεῖξαι τοῦ παρ’ ἐκείνῳ τοὺς ἄλλους οὕτως ἐκπλήξαντος, ὥστε καὶ τὸν σιλλογράφον ἀμφοτερόγλωσσον αὐτὸν προσειπεῖν, καὶ τὴν δύναμιν ἀγασθέντα τοῦ ἀνδρὸς, μέγα σθένος φάναι καὶ οὐκ ἀλαπαδνὸν Ζήνωνος (τίνα γὰρ ἂν ἀφῆκε φωνὴν περὶ τοῦ πολλαπλασιάσαντος τὰς μεθόδους τῶν εὑρέσεων, ἐκεῖνον ἀμφοτερόγλωσσον προσειπών;)· τὰς δὲ ἐκ τρίτων, ὁμοῦ μὲν κατὰ μίμησιν, ὁμοῦ δὲ κατ’ ἐναντίωσιν προΐστασθαι τῶν ἀντιγράφων (τοῦτο γὰρ ὑπόλοιπον), ὥσπερ, φασὶν, ἐν τοῖς πρὸς Λυσίαν λόγοις τὸν σοφιστὴν εἰς ταὐτὸν ἐπιχειρῶν, ἀντὶ μὲν τῶν χύδην παρ’ ἐκείνῳ βεβλημένων ἐνθυμημάτων τάξιν εἰσήγαγεν ἀναγκαίαν ἑνὶ ζώῳ τὸν λόγον ἀφομοιοῦσαν, ἀντὶ δὲ τῶν ἀμεθόδων ἀρχῶν ἐπιστημονικὴν ἐπέδειξεν ὁδὸν ἀπὸ τῶν ὁρισμῶν ἀρχομένην καὶ τὴν τοῦ ποιοῦ ζήτησιν εἰς τὸ τί ἐστιν ἀνάγουσαν, ἀντὶ δὲ τοῦ καλλωπίζεσθαι πλήθει ῥημάτων καὶ ὀνομάτων τὰ αὐτὰ λεγόντων ποικιλίαν νοημάτων προσέθηκε καὶ παντοίαν ἐξαλλαγήν· ἃ δὴ πάντα δείκνυσιν ὅπως ἦν προσῆκον μεταχειρίζεσθαι τὸν ὑπὲρ τοῦ μὴ ἐρῶντος λόγον τὸν σοφιστήν· εἰς δὲ τὸ ἀντικείμενον πρόβλημα μεταβὰς καὶ τὸν ὑπὲρ τοῦ ἐρῶντος ἀγῶνα πρὸς αὐτὸν ἀγωνιζόμενος οὐδεμίαν ὑπερβολὴν παρῆκε τῶν ἐλέγχων, ὁριζόμενος, διαιρῶν, ἀποδεικνὺς, παντοδαπαῖς χρώμενος πρὸς τὴν ἀντίῤῥησιν ὁδοῖς, ὅπου καὶ τὸν τῆς ἑρμηνείας τύπον ἐξῆρε παρὰ τὸ εἰωθὸς, ἵνα καὶ τῷ χαρακτῆρι τοῦ λόγου καταβάλῃ τὸν χαρακτῆρα τῶν ἐκείνου λόγων, τῷ ἁδρῷ τὸ ἰσχνὸν, καὶ τὴν ἐξαλλαγὴν εἰς ἔνθεον κατακωχὴν ἀναπέμψας, ἀπεκρύψατο τὴν αἰτίαν τὸν πολὺν ἀκροατήν. |
| in Prm 633 [5] | Οὗτοι μὲν οὖν, ὅπερ ἔφην, τοιαῦτα κατατείνουσιν. Εἰσὶ δὲ οἳ τὴν μὲν ἀντιγραφὴν ταύτην ἀπᾴδειν φασὶ καὶ τῶν πραγμάτων καὶ τῶν προσώπων· τῶν μὲν πραγμάτων, διότι καὶ ὁ Ζήνων εἰς τὸν αὐτὸν τῷ Παρμενίδῃ βλέπων σκοπὸν διήλεγχε τοὺς τὰ μὲν πλήθη τῶν ὄντων εἶναι τιθεμένους, ἀνεννοήτους δὲ ὄντας ἐκείνου τοῦ ἑνὸς, ἀφ’ οὗ καὶ τὰ πολλὰ ὄντα καὶ ἔστιν ὄντα καὶ τὴν ἐπωνυμίαν ἔχει ταὐτὴν, ὅμοιον ὡς εἴ τις, τοὺς πολλοὺς ἀνθρώπους αὐτὸ τοῦτο λέγων ἀνθρώπους εἶναι, τὸ ἓν εἶδος τοῦ ἀνθρώπου μὴ καθεωράκει, δι’ ὃ καὶ τούτοις ἀνθρώποις εἶναί τε καὶ λέγεσθαι πάρεστιν· εἰ γὰρ τοῦτο κατανοήσαιεν, τοὺς ἀνθρώπους καθὸ ἄνθρωποι φήσαιεν ἂν οὐ πολλοὺς εἶναι, ἀλλ’ ἑνοειδεῖς ὄντας· τῶν δὲ προσώπων, διότι πολὺ μὲν τὸ ἀπεμφαῖνον, ἐραστὴν καὶ ἐρώμενον εἰπόντα τὸν Παρμενίδην καὶ τὸν Ζήνωνα, καὶ τὸν μὲν καθηγεμόνα, τὸν δὲ ὑπ’ ἐκείνου τελεωθέντα, ποιεῖν τὸν ἐραστὴν καὶ τὸν καθηγεμόνα, πρὸς τὸν ἐρώμενον καὶ τὸν ὑπ’ αὐτοῦ τελεωθέντα, τοσοῦτον πέλαγος διανέοντα λόγων· πολὺ δὲ καὶ τὸ πλημμελὲς, ὡς ἄν τις ἀληθῶς εἴποι, τὸν μὲν βοήθειαν φάναι τῷ Παρμενίδου λόγῳ τὸ γραφὲν αὑτῷ βιβλίον ἐξειργάσθαι, τὸν δὲ πρὸς τὴν βοήθειαν ἀντιγράφειν, ἣν ἐκεῖνος αὐτῷ πορίζων τὰς πολλὰς κατέτεινεν ἐπιχειρήσεις. |
| in Prm 634 [25] | Ταύτην δ’ οὖν τὴν ἀντιγραφὴν ἀτιμάσαντες λογικῆς οἱ μὲν εἶναί φασι γυμνασίας τὴν πρόθεσιν. Τριῶν γὰρ ὄντων, ὡς κατὰ μεγάλα διελθεῖν, τῶν ἐν τῷ διαλόγῳ κεφαλαίων, οὕτω γὰρ ἐκεῖνοι διαιροῦσιν, ὧν ἓν μέν ἐστι τὰς περὶ τῶν ἰδεῶν ἀπορίας προτεῖνον, ἓν δὲ τὴν τῆς μεθόδου σύντομον παράδοσιν ποιούμενον, δι’ ἧς ἀξιοῖ γυμνάζεσθαι τοὺς τῆς ἀληθείας φιλοθεάμονας, ἓν δὲ τὴν μέθοδον αὐτὴν ὡς ἐπὶ παραδείγματος τοῦ κατὰ Παρμενίδην ἑνὸς γνώριμον ἀπεργαζόμενον, πάντα πρὸς ἓν βλέπειν ταῦτα, τὴν τῆς γυμνασίας τῆς ἐν τοῖς λόγοις ἄσκησιν. Καὶ γὰρ τὸ πρῶτον .... Ἀναγκαίαν αὐτὴν ἐπιδεικνύναι .... τοῖς ἄνευ ταύτης ἐπὶ τὴν τῶν ὄντων τρεπομένοις σκέψιν καὶ τὰς ἀληθεῖς ὑποθέσεις ἀνατρεπομένας ἐπιδεικνύον, εἴπερ καὶ ὁ Σωκράτης διὰ τὴν ἀμελετησίαν τῆς μεθόδου ταύτης παραστῆναι τῇ τῶν εἰδῶν ὑποθέσει μηδὲ δύνηται, καὶ ταῦτα, ὡς φησὶν ὁ Παρμενίδης, αὐτὸς μὲν θείαν ὁρμὴν ὁρμῶν, τῆς δὲ ὑποθέσεως ἀληθεστάτης οὔσης. Καὶ τρίτον οὐδὲν ἄλλο [ἢ] παράδειγμά ἐστιν, ὡς καὶ τοῦτο σαφῶς εἴρηται, τὸν τῆς μεθόδου τρόπον ὁποῖός ἐστι παραδηλοῦν, ἵνα καὶ ἐπὶ πάντων ὡσαύτως τῶν πραγμάτων γυμναζώμεθα δι’ αὐτῆς, ὅμοιόν τι ποιοῦν τῷ ἐν τῷ Σοφιστῇ παραδείγματι τῆς διαιρετικῆς· ὡς γὰρ ἐκείνην ἐπὶ τοῦ ἀσπαλιευτοῦ γνώριμον ἐποίησεν, οὕτω δὴ καὶ ταύτην ἐπὶ τοῦ Παρμενιδείου ἑνός· καὶ ἐκ δὴ τούτων συλλογίζονται τὸν τοῦ διαλόγου διὰ πάντων εἶναι τῶν κεφαλαίων σκοπὸν περὶ τῆς γυμνασίας ταύτης· τοσοῦτον μέντοι διαφέρειν τῆς τοπικῆς τῆς παρὰ τῷ Ἀριστοτέλει μεθόδου ταύτην φασὶν, ὅτι ἐκείνη μὲν εἴδη προβλημάτων διεστήσατο τέτταρα καὶ πρὸς ἕκαστον τούτων εὐπορίαν ἐξεῦρεν ἐπιχειρήσεων, εἰ καὶ ὁ Θεόφραστος τὴν τετράδα συνελὼν ἐν δύο μόνοις προβλήμασι περιγράφει τὴν μέθοδον, οἷον τὸ μὲν πρὸς ὅρον εἶναι τίθεται, τὸ δὲ πρὸς τὸ συμβεβηκὸς, τὰ μὲν γενικὰ προβλήματα τοῖς πρὸς ὅρον νείμας, τὰ δὲ πρὸς ἴδιον τοῖς κατὰ συμβεβηκὸς συναριθμῶν· αὕτη δὲ καθ’ ἕκαστον τῶν προβλημάτων ὑποθέσεων μεμηχάνηται ποικίλην εὕρεσιν, δι’ ὧν ἐξεταζομένων καταφανὲς γίγνεται τἀληθὲς, τῶν μὲν δυνατῶν τοῖς δυνατοῖς ἐν ταῖς ἀναγκαίαις ἀκολουθίαις ἑπομένων, τῶν δὲ ἀδυνάτων τοῖς ἀδυνάτοις· ὥστ’ οὔτε φιλοσόφων ἐκτὸς ἡ τοιαύτη μέθοδος, καθάπερ ἡ τοπικὴ μόνοις προσήκουσα τοῖς τὸ ἔνδοξον θηρῶσιν, εἰς τὴν τῆς ἀληθείας αὐτῆς συντελοῦσα θήραν, οὔτε ἄλλο τι θεωρεῖν ἀποῤῥητότερον ἡμᾶς ἀφίησιν ἑαυτῆς, εἴπερ τὰ μὲν ἐπιδεικνύται τῶν ἐν τῷ διαλόγῳ σκεμμάτων αὐτὴν ἀναγκαίαν, τὰ δὲ εἰς σαφήνειαν συμπράττει τῶν καθολικῶν αὐτῇ κανόνων, τὰ δὲ αὐτὴν ὑπαυγάσαι μέσον τούτων ἡμῖν προτίθησι τὴν μέθοδον. |
| in Prm 635 [5] | Οὗτοι μὲν δὴ ταῦτα ἀντιφαῖεν ἂν, λογικὸν τιθέμενοι καὶ αὐτοὶ τὸν σκοπὸν, ἐκείνους δὲ ἀτιμάσαντες τοὺς εἰς πρόσωπον βλέποντας, ὡς ἀπιθάνοις ἐπιβεβληκότας. Τῶν δὲ πραγματειώδη τὴν πρόθεσιν εἰπόντων καὶ τὴν μέθοδον τῶν πραγμάτων ἕνεκα γυμνάζεσθαι λεγόντων, ἀλλ’ οὐ τὰ ἀποῤῥητότερα τῶν δογμάτων εἰς τὴν τῆς μεθόδου κατάληψιν περιαγόντων, οἱ μὲν περὶ τοῦ ὄντος ἔφαντο τὴν ζήτησιν εἶναι· καὶ πῶς ἓν οἱ ἄνδρες ἐκεῖνοι τὸ ὂν ἔλεγον εἶναι, προκεῖσθαι τῷ Πλάτωνι δι’ αὐτῶν ἐκείνων καταδήσασθαι τῶν ἀνδρῶν καὶ τῆς μεθόδου τῆς εἰωθυίας ἐκείνοις, τοῦ μὲν Ζήνωνος τὰ πολλὰ διελέγχοντος κρατερῶς, τοῦ δὲ Παρμενίδου τὸ ἓν ὂν ἐκφαίνοντος· δεῖν γὰρ τοὺς καθαρτικοὺς λόγους προηγεῖσθαι τῶν τελειωτικῶν. |
| in Prm 636 [35] | Καὶ δὴ καὶ φασὶν αὐτὸν εἶναι τὸν Πλάτωνα τὸν περὶ τοῦ Παρμενίδου βοῶντα καὶ μαρτυρόμενον περὶ τούτων τῶν ἐνταῦθα λόγων, ὡς ἄρα βάθος ἔχουσι παντάπασι γενναῖον. Φησὶ γοῦν ἐν τῷ Θεαιτήτῳ Σωκράτης Παρμενίδῃ συγγενέσθαι νέος ὢν μάλα πρεσβύτῃ, καὶ ἀκοῦσαι φιλοσοφοῦντος ἐκείνου περὶ τοῦ ὄντος, οὐχὶ μεθόδους γυμναστικὰς, ἀλλὰ βάθος ἐχούσας ἐπιβολάς· φοβεῖσθαι οὖν μὴ οὔτε τὰ λεγόμενα ξυνῶσι, τί τε διανοούμενος εἶπεν ἐκεῖνα παντάπασιν ἀπολειφθῶσι, δι’ ὧν παρέστησεν ἐναργῶς πραγματειώδη τὸν τῶν προκειμένων λόγων σκοπόν· καὶ τὴν μέθοδον εἰς ἐκεῖνον ἄγειν, καὶ προειλῆφθαι τῆς θεωρίας ὡς ἀναγκαίαν, καὶ τὰς περὶ τῶν ἰδεῶν ἀπορίας ὡς προσανακινούσας εἰς τὴν τοῦ ἑνὸς ὄντος ἡμᾶς κατανόησιν· καὶ γὰρ τὸ πλῆθος τῶν ἰδεῶν ἐν τῷ ἑνὶ ὄντι τὴν ὑπόστασιν ἔχειν, ὡς ἐν μονάδι τὸν οἰκεῖον ἀριθμόν· ὥστε εἰ κατὰ ἀνάλυσιν ἐθέλοι τις τῶν τμημάτων τὴν τάξιν εὑρεῖν, τὸ μὲν σκοπιμώτατον ἂν εἴποι τοῦ διαλόγου τέλος, περὶ τοῦ ὄντος τοῦ κατὰ τὴν Παρμενίδειον δόξαν ἐκφῆναι τὴν ἀλήθειαν. Ἐπειδὴ δὲ καὶ τοῦτο κατὰ τὴν παρ’ αὐτοῖς κρατοῦσαν μέθοδον ἔδει καταδήσασθαι τὸν περὶ τῆς γυμναστικῆς μεθόδου λόγον, ἀναγκαίως προληφθῆναι τίς ἐστι καὶ διὰ ποίων ὁδεύει κανόνων. Ἐπειδὴ δὲ τὴν μέθοδον οὐκ ἄλλως ἦν εἰσόδου τυχεῖν ἢ διὰ τοῦ παραστῆσαι τὴν χρείαν αὐτῆς, ταύτην δὲ οὐκ ἄλλως ἦν δεῖξαι δυνατὸν ἢ τοὺς ἄνευ αὐτῆς ὁρμῶντας ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν ἀπορίαις περιβάλλοντα περὶ ὧν δοξάζουσιν ἀφύκτοις, διὰ δὴ τοῦτο καὶ τὸν περὶ τῶν ἰδεῶν προληφθῆναι λόγον καὶ τὰς ἀπορίας, δι’ ὧν χρείᾳ τῆς μεθόδου περὶ αὐτῆς εἰσάγειν ἔμελλον λόγον, ἧς ἐδεόμεθα, τῆς τοῦ ὄντος ἕνεκα τοῦ κατὰ τὸν Παρμενίδην θεωρίας. |
| in Prm 637 [35] | Καὶ γὰρ οὐδέν ἐστιν εὑρεῖν τὸν Πλάτωνά που τῶν μεθόδων ἐνστησάμενον προηγουμένην πραγματείαν, ἀλλὰ χρώμενον αὐταῖς ἄλλως ἀλλαχοῦ κατὰ τὴν ἑκάστου χρείαν, πανταχοῦ δὲ τῶν πραγμάτων αὐτὰς ὧν προτίθεται ζητεῖν ἕνεκα παραλαμβάνοντα, καθάπερ ἐν Σοφιστῇ τὴν διαιρετικὴν, οὐχ ἵνα διαιρετικὴν διδάξῃ τὸν ἀκροατὴν, εἰ καὶ τοῦτο συμβαίνει πάρεργον, ἀλλ’ ἵνα καταδήσηται τὸν πολυκέφαλον σοφιστήν· καὶ τοῦτο πράττει τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, ἧς ἴδιον τὰ ἀναγκαῖα τῶν τελῶν χάριν, ἀλλ’ οὐ τὰ τέλη τῶν ἀναγκαίων ἕνεκα παραλαμβάνειν. Πᾶσα δὲ μέθοδος ἀναγκαία τοῖς γυμνάσασθαι βουλομένοις περὶ τὴν τῶν πραγμάτων ἐπιστήμην, καὶ οὐ δι’ ἑαυτὴν ἀξία σπουδῆς· εἰ δὲ καὶ ἐπιβλέψοι τις εἰς τὴν πᾶσαν τῶν ὑποθέσεων διασκευὴν, κυροῖ ἂν ἐναργῶς ὡς οὐκ ἄρα τὴν τοῦ ὄντος θεωρίαν τῆς γυμνασίας ἕνεκα παρείληφε τῆς προεκτεθείσης. Ἐκείνη μὲν γὰρ ἠξίου, καὶ τεθέντος εἶναι τοῦ ζητουμένου καὶ τεθέντος μὴ εἶναι, σκοπεῖν τά τε ἑπόμενα καὶ τὰ οὐχ ἑπόμενα, καὶ αὐτῷ πρὸς αὑτὸ τῷ ὑποτεθέντι εἶναι ἢ μὴ εἶναι, καὶ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις ὡσαύτως, πρός τε ἑαυτὰ καὶ πρὸς τὸ ὑποτεθέν· ἡ δὲ τῶν ὑποθέσεων διέξοδος οὐ παντάπασιν ἕπεται τοῖς τῆς μεθόδου τρόποις, ἀλλὰ τοὺς μὲν παραλείπει, τοὺς δὲ ἐξαλλάττει. Καίτοι γε εἰ παραδείγματος ἕνεκα τὸν περὶ τοῦ ἑνὸς ὄντος εἰσῆγε λόγον, πῶς οὐ γελοῖον ἦν μὴ ἕπεσθαι τῇ μεθόδῳ, μηδὲ κατὰ τοὺς εἰρημένους κανόνας αὐτῆς μεταχειρίζεσθαι τὸ παράδειγμα λέγον τὸ μὴ ἑπόμενον τῇ πάσῃ τάξει τῶν τῆς μεθόδου κανόνων; Ἀλλ’ ὅπως μὲν οὐ παντάπασιν ἕπεται τῇ μεθόδῳ διὰ τῶν καλουμένων ὑποθέσεων προϊὼν, ἀλλὰ τὰ μὲν ἀφαιρεῖ, τὰ δὲ προστίθησι, τὰ δὲ ἐξαλλάττει, γνωσόμεθα δι’ αὐτῶν μέσων ὁδεύοντες. |
| in Prm 638 [5] | Νῦν δὲ τοσοῦτον ὑπομεμνήσθω διὰ τῶν εἰρημένων, ὅτι μὴ δεῖ τὴν γυμνασίαν προτίθεσθαι λέγειν αὐτοῖς ὡς σκοπὸν, ἀλλὰ πραγματειώδη πρόθεσίν τινα τοῦ διαλόγου ζητεῖν, ἣν οἱ μὲν, ὥσπερ εἴπομεν, περὶ τοῦ ὄντος εἶναι διατείνονται, μαρτυρόμενοι τὸν Παρμενίδην, ὅτι περὶ τοῦ κατ’ αὐτὸν ἑνὸς ποιήσεται τὸν λόγον ἐν ἀρχῇ βοῶντα· τοῦτο δὲ εἶναι τὸ ὂν, καὶ δεδημεῦσθαι ταύτην εἶναι Παρμενίδου τὴν δόξαν, καὶ τὸν ἐν Σοφιστῇ τοῦτο ξένον δηλοῦν, ἐλέγχοντα τὸν Παρμενίδην ὡς μήπω λέγοντα τὸ ὡς ἀληθῶς ἓν, ὅταν λέγῃ τὸ ὄν· οἱ δὲ τούτοις ὁμολογοῦντες τῷ πραγματειώδη τίθεσθαι τὸν σκοπὸν ἀξιοῦσι μὴ μόνον περὶ τοῦ ἑνὸς ὄντος αὐτὸν πραγματεύεσθαι, καθάπερ οὗτοί φασιν, ἀλλὰ περὶ ἁπάντων τῶν ἀπὸ τοῦ ἑνὸς ὑποστάντων· καὶ γὰρ τὰς ὑποθέσεις ἄρξασθαι μὲν ὄντως ἀπὸ τοῦ κατὰ Παρμενίδην ἑνὸς, ὅπερ ἦν τὸ ἓν ὄν· ἐντεῦθεν δὲ ὁρμηθείσας, τοτὲ μὲν χωρὶς τοῦ ἔστι τῇ ἐννοίᾳ τοῦ ἑνὸς ἀπερειδομένας ἐκφῆναι τὸ ὡς ἀληθῶς ἓν παντὸς πλήθους καθαρεῦον, καὶ διὰ τοῦτο καὶ τοῦ ὄντος ἐξῃρημένον καὶ τὴν τοῦ ἔστι κατηγορίαν ἀναινόμενον· τοτὲ δὲ ἀμφοῖν ὁμοίως ἐπιβαλλούσας, τῷ τε ἑνὶ καὶ τῷ ὄντι, πάντα τὸν νοητὸν εἰς φῶς ἀνάγειν διάκοσμον, ἐν ᾧ καὶ τὸ εἶναι ὡς ἀληθῶς ἐστι, καὶ τὸ ἓν αὐτοτελῶς μετέχον τοῦ εἶναι· τοτὲ δὲ τῷ ὄντι χρωμένας, καὶ τὸ ἓν τὸ οὐσιῶδες αὐτῷ μόνῳ συναπτούσας, πρῶτον μέν τινα δεῖξαι φύσιν, ὅτι ἐστὶ διὰ τὸ ἓν, τρίτην δὲ ἀπὸ τοῦ ὡς ἀληθῶς ἑνός· εἶτα μεταβάσας ἐπὶ τὴν τοῦ ἑνὸς ἐξέτασιν δεῖξαι ταῦτα τῷ μὲν μετέχειν τοῦ ἑνὸς πάντα συνάγοντα ἑαυτοῖς, τῷ δὲ μὴ μετέχειν πάντων στερούμενα· τούτων δὲ πάντων οὐ δυναμένων ἐφαρμόσαι τῷ ἑνὶ ὄντι, συνάγουσιν εἰκότως ὡς ἄρα οὐ περὶ ἐκείνου μόνον ὁ λόγος, ἀλλὰ περὶ τῶν πάντων ἀπὸ τῆς πρώτης αἰτίας μέχρι τῶν ἐσχάτων, ἐν οἷς ἡ στέρησις τῶν πάντων, ἃ δὴ καὶ ὡμοιῶσθαι πρὸς ἐκείνην ἀνομοίως· τὸ γὰρ ἐστερημένον πάντων διὰ τὸ μὴ μετέχειν τοῦ ἑνὸς ὅμοιόν πώς ἐστι τῷ ἐξῃρημένῳ πάντων διὰ τὸ μὴ μετέχειν τοῦ ὄντος. |
| in Prm 639 [5] | Ἢ πῶς ἂν ἐφαρμόσειε τῷ ἑνὶ ὄντι τὰ οὕτως ἀντικείμενα ἀλλήλοις; Εἰ γὰρ καὶ ἡ ὑπόθεσις ἀληθὴς καὶ μάλιστα κατὰ τὸν Παρμενίδην αὐτὸν, λέγω δὲ τὸ εἶναι τὸ ἓν ὂν, καὶ τὰ ἑπόμενα ἐξ ἀνάγκης ἑπόμενα δείκνυσι τῇ ἀληθεῖ ὑποθέσει, κατ’ αὐτὸν πάντα ἂν εἴη ἀληθῆ ὅσα δείκνυται τεθέντος εἶναι τοῦ ἑνὸς ὄντος, ὥστε καὶ ὅσα ἀποφάσκει καὶ ὅσα καταφάσκει τοῦ αὐτοῦ κατηγορηθήσεται τοῦ ἑνὸς ὄντος ἀληθῶς, ὃ δὴ πάντων ἐστὶν ἀδυνατώτατον· εἰ δὲ καὶ ὅσα τεθέντος μὴ εἶναι τοῦ ἑνὸς ὄντος, εἰ καί πη ἀληθῆ, καὶ ἐκεῖνα δήπου τῷ ἑνὶ ὄντι προσήκοντα ἂν εἴη. Καὶ τί δεῖ λέγειν ὅπου καὶ ὅσα καταφάσκει μόνα τοῦ ἑνὸς, δείκνυσιν ὁ λόγος μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, τῷ ἑνὶ ὄντι λέγω; πῶς γὰρ πλῆθος ἄπειρον ἔσται τὸ ἓν ὂν, αὐτοῦ τοῦ ἑνὸς ἀναινομένου κατ’ αὐτὸν, λέγω τὸν Παρμενίδην, τὴν κατὰ τὸ πλῆθος ἀπειρίαν; πῶς δὲ καὶ ἄπειρος ἀριθμὸς, ὅνπερ οὕτως ἐκεῖνος ἑνίζειν ἐθέλει διὰ πάντων, ὥστε πᾶν πλῆθος τῶν ὄντων δοκεῖν ἐμποδὼν αὐτὸν ποιεῖν; πῶς δὲ χρόνου μετέχον τὸ αἰώνιον; τοιοῦτον γὰρ τὸ κατὰ Παρμενίδην ἓν ὂν, ταὐτὸν ἐν ταὐτῷ μίμνον, ὡς αὐτός φησιν. Εἰ δὴ ταῦτα ἀληθῆ φαμὲν, οὐ δεῖ δήπου λέγειν περὶ τοῦ ὄντος ἁπλῶς εἶναι τοῦ κατὰ Παρμενίδην τὸν σκοπὸν, ᾧ μὴ ἐφαρμόζει μηδὲ ὅσα καταφάσκεται πάντα, μὴ ὅτι γε ὅσα ἀποφάσκεται, καὶ ᾧ ἄμφω καὶ καταφάσκεται καὶ ἀποφάσκεται, ἀλλὰ περὶ τῶν ὄντων ἁπάντων, ἐν οἷς τὰ μὲν τῶν καταφάσεών ἐστι δεκτικὰ καὶ ἄλλα ἄλλων, τὰ δὲ τῶν συναμφοτέρων, ὥστε εἰκότως καὶ τὸν Παρμενίδην εἰπεῖν ὅτι ἄρξεται ἀπὸ τοῦ κατ’ αὐτὸν ἑνὸς, καὶ σὺν ἀκριβείᾳ φάναι ἀπὸ τούτου ἄρξεσθαι· καὶ γὰρ ἄρξασθαι μὲν ἀπὸ τούτου, διὰ δὲ τῶν ἑπομένων τούτῳ πᾶσαν ἐκφῆναι τὴν τῶν ὄντων φύσιν, ὡς εἴ τις ἔλεγε, τὴν αὐτὴν μέθοδον ἐθέλων παραλαβεῖν ἐπὶ ψυχῆς, ἄρχεσθαι ἀπὸ τῆς μιᾶς ψυχῆς, ταύτην δ’ ὑποθέμενος ἐδείκνυ καὶ τὰ πλήθη τῶν ψυχῶν καὶ πάντα τὰ μετέχοντα. |
| in Prm 640 [10] | Τοῦτον γὰρ ἀρξάμενον ἀπὸ τῆς μιᾶς ψυχῆς οὐ περὶ ἐκείνης εἴποιμεν ἂν διαλέγεσθαι μόνης, ἀλλὰ καὶ περὶ ἐκείνης ὡς ὑποτεθείσης, καὶ περὶ πάντων τῶν ἑπομένων τῷ ἐκείνην ὑποθεμένῳ. Καὶ γὰρ ὅλως ὅταν ὑπόθεσίς τις παραλαμβάνηταί τινων, ἀρχῆς ἔχει λόγον ἡ ὑπόθεσις· γίγνεται δὲ ἡ ζήτησις οὐ περὶ αὐτῆς, ἀλλὰ περὶ τῶν ἑπομένων τῇ ὑποθέσει, μενούσης καὶ κινηθείσης τῆς ὑποθέσεως. Οἱ μὲν οὖν παλαιοὶ περὶ τῆς τοῦ Παρμενίδου προθέσεως τοῦτον διέστησαν τὸν τρόπον· ὅσα δὲ συνεισήγαγε ταῖς τούτων ἐπιστάσεσιν ὁ ἡμέτερος καθηγεμὼν, ἤδη λεκτέον. Εἶναι μὲν δὴ καὶ αὐτὸς τὸν σκοπὸν πραγματειώδη τοῦ διαλόγου τοῖς οὕτως ἑλομένοις τῶν πρεσβυτέρων ὡμολόγει, τήν τε ἀντιγραφὴν ὡς ἀπίθανον χαίρειν ἀφείς· τὸ γὰρ δεῖσθαι μὲν τὸν Ζήνωνα τοῦ Παρμενίδου τοῖς παροῦσι γυμνάσαι τὴν μέθοδον, ἐκεῖνον δὲ ἐν τῷ γυμνάζειν ἀμύνεσθαι τὴν Ζήνωνος πραγματείαν, πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις παντελῶς ἀπίθανον, καὶ πρὸς τῇ ἀντιγραφῇ ταύτῃ τῇ ληρώδει τὸν περὶ τῆς γυμνασίας τῆς ἐκκειμένης σκοπόν· εἰ γὰρ ἔδει τινὸς παραδείγματος αὐτῷ πρὸς τὴν τῆς μεθόδου σαφήνειαν, ἄλλο τι τῶν προχείρων ἂν παρέλαβεν ἐξαρκοῦν εἰς παραδείγματος ἰδέαν, ἀλλ’ οὐχὶ τὸ σεμνότατον τῶν ἑαυτοῦ δογμάτων πάρεργον ἂν ἐποιήσατο τῆς κατὰ τὴν γυμνασίαν διδασκαλίας, καίτοι νέοις προσήκειν ταύτην ἡγούμενος· ἐκεῖνο δὲ πρεσβυτικῆς εἶναι διανοίας καθορᾷν, καὶ οὐδὲ ἀνθρωπίνης, ὡς ἐν τοῖς ποιήμασί φησιν, ἀλλὰ νύμφης Ὑψιπύλης τινός. Τοιοῦτον δ’ οὖν οἰόμενος εἶναι τὸν σκοπὸν, οὔτε περὶ τοῦ ὄντος οὔτε περὶ τῶν ὄντων αὐτῶν εἶναι μόνων διετείνετο· συγχωρῶν δὲ εἶναι περὶ τῶν πάντων, ἠξίου προστιθέναι καθ’ ὅσον ἑνὸς πάντα ἐστὶν ἔκγονα καὶ εἰς ἓν ἀνήρτηται πάντων αἴτιον, καὶ, ἵνα τὸ δοκοῦν εἴπωμεν, καθ’ ὅσον πάντα τεθέωται· τῷ γὰρ ἑνὸς μετέχειν ἕκαστα κατὰ τὴν ἑαυτῶν τάξιν εἴποις ἂν τεθεῶσθαι, κἂν τὰ ἔσχατα λέγῃς τῶν ὄντων. |
| in Prm 641 [5] | Εἰ γὰρ θεὸς καὶ ἓν ταὐτὸν, διότι μήτε θεοῦ τι κρεῖττόν ἐστι μήτε ἑνὸς, τὸ ἡνῶσθαι τῷ τεθεῶσθαι ταὐτόν· καὶ γὰρ εἰ ἥλιος καὶ θεὸς ἦν ταὐτὸν, ἦν ἂν τὸ πεφωτίσθαι τῷ τεθεῶσθαι ταὐτόν· δίδωσι γὰρ τὸ μὲν ἓν τὴν ἕνωσιν, ὁ δὲ ἥλιος τὴν φώτισιν. Ὥσπερ οὖν ὁ Τίμαιος οὐχ ἁπλῶς φυσιολογεῖ κατὰ τοὺς πολλοὺς φυσιολόγους, ἀλλὰ καθ’ ὅσον πάντα ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ κεκόσμηται διδάσκει, τοῦτον καὶ τὸν Παρμενίδην τὸν τρόπον, κἂν περὶ τῶν ὄντων πραγματεύηται, καθ’ ὅσον ταῦτα ἐκ τοῦ ἑνός ἐστιν αὐτὸν πραγματεύεσθαι φήσομεν· τοῦτο δὲ τὸ ἓν ἄλλως μὲν εἶναι ἐν τοῖς θεοῖς, ἄλλως δὲ ἐν τοῖς μετὰ θεούς· ὅπου μὲν αὐτοτελὲς, οὐχ οἷον ἐν ὑποκειμένῳ ὄν. Πᾶς γὰρ θεὸς κατὰ τὸ ἓν θεὸς, εἰ καὶ ἐκεῖνος μὲν μόνως ἓν ἀπλεόναστος ὢν, ἕκαστος δὲ τῶν ἄλλων ἐπλεόνασεν, ὁ μὲν ἄλλοις, ὁ δὲ ἄλλοις τοῖς ἐξημμένοις· ἐλάττους μὲν οἱ ἐγγυτέρω τοῦ ἀπλεοναστοῦ, πλείους δὲ οἱ ποῤῥώτερον, ὥσπερ καὶ ἔχει φύσιν συγγενεστέραν αὐτῷ [τὰ ἐγγυτέρω], καὶ ἧττον συγγενῆ γε τὰ ποῤῥώτερον, καὶ τὴν πρόθεσιν καὶ τὸν πλεονασμὸν γίγνεσθαι δι’ ὕφεσιν. |
| in Prm 642 [5] | Ὅπου μὲν οὖν ὄντως εἶναι τὸ ἓν, ὅπου δὲ ὡς ἕξιν· καὶ γὰρ πᾶν εἶδος καὶ πᾶσαν ψυχὴν καὶ πᾶν σῶμα μετέχειν ἑνός τινος, ἀλλ’ οὐκ ἔτι τοῦτο θεὸν εἶναι τὸ ἓν, εἰ καὶ εἰκὼν, εἰ θέμις εἰπεῖν, ἔστι καὶ τοῦτο θεοῦ, καὶ σπέρμα θεῖον, ὡς τὸ εἶδος εἰκὼν τοῦ ὄντος, ὡς ἡ γνῶσις εἰκὼν τοῦ νοῦ, καὶ ἡ ἐν τοῖς ἐσχάτοις ὡς καὶ ἡ αὐτοκινησία ψυχῆς. Ὡς οὖν πᾶν τὸ αὐτοκίνητον ἢ ψυχή ἐστιν ἢ ἐψύχωται, καὶ ὡς πᾶν τὸ γνωστικὸν ἢ νοῦς ἐστιν ἢ νενόωται, καὶ ὡς πᾶν εἶδος ἢ οὐσία ἐστὶν ἢ οὐσίωται, οὕτω πᾶν ἓν ἢ θεός ἐστιν ἢ τεθέωται. Τὸν μὲν οὖν Τίμαιον εἰς τὸν δημιουργὸν ἀναφέρειν πάντα, τὸν δὲ Παρμενίδην εἰς τὸ ἓν, καὶ εἶναι ἀνάλογον ὡς ὁ δημιουργὸς πρὸς τὰ ἐγκόσμια, τὸ ἓν πρὸς πάντα .... ἁπλῶς δὲ οὐχ ἑνός· τίς γὰρ θεὸς καὶ οὗτος· ὁ γὰρ κατὰ τὸ ἓν θεὸς οὐ τὶς θεὸς, ἀλλ’ ἁπλῶς θεός· τὶς δὲ θεὸς ὁ δημιουργὸς, διότι θεοῦ τίς ἐστιν ἰδιότης ἡ δημιουργικὴ, καὶ ἄλλων οὐσῶν ἰδιοτήτων θείων μὲν, οὐ μέντοι δημιουργικῶν. |
| in Prm 643 [25] | Ταύτην δὲ τῶν διαλόγων πρὸς ἀλλήλους ἐχόντων ἀναλογίαν ἐν ταῖς προθέσεσι, καὶ τοὺς χρόνους τῶν ὑποκειμένων αὐτοῖς πραγμάτων ὁμολογεῖν· τὸν μὲν γὰρ ἐν τοῖς μικροῖς ὑποκεῖσθαι Παναθηναίοις, τὸν δὲ ἐν τοῖς μεγάλοις, ὡς προείπομεν, ἐν οἷς καὶ ὁ πέπλος ἂν εἴη ὁ τῆς θεοῦ τὴν κατὰ τῶν γιγάντων νίκην ἔχων· καὶ τοῦτο δήπου τοῖς περὶ τῆς διὰ πάντων διηκούσης ἑνότητος θεάμασι πρεπωδέστατον τὸ τῶν γιγάντων· ἐν γὰρ τοῖς μεριστῶς διοικουμένοις καὶ ὑλικῶς αὕτη νοῦν καὶ ἕνωσιν προστιθεῖσα κρατεῖν ἐκείνων λέγεται, τὰ νοερώτερα τῶν ἀλογωτέρων καὶ τὰ ἀϋλότερα τῶν ἐνυλοτέρων καὶ τὰ ἡνωμένα τῶν πεπληθυσμένων ἐπικρατέστερα ποιοῦσα. Τοῦτο μὲν οὖν σύνθημα τῆς Ἀθηναϊκῆς ἦν δυνάμεως τῆς ἐξῃρημένης τῶν ἐγκοσμίων, καθ’ ἣν καὶ τῷ πατρὶ σύνεστι καὶ μετ’ ἐκείνου κρατεῖ τῶν γιγάντων· τὰ δὲ δὴ μικρὰ καλούμενα Παναθήναια τὴν ἐγκόσμιον αὐτῆς τιμᾷ διαφερόντως τάξιν καὶ τὴν συντεταγμένην πρὸς τὴν Σεληνιακὴν περίοδον. |
| in Prm 644 [25] | Διὸ δὴ καὶ πρέπειν ἔδοξε τῷ τὴν κοσμικὴν πᾶσαν γένεσιν ἡμῖν ἐκφαίνοντι διαλόγῳ, τὸν μὲν οὖν χρόνον ταύτῃ συμβαίνειν πρὸς τὸν τοῦ Παρμενίδου σκοπὸν, εἶναι δὲ καὶ τὴν συνουσίαν τετάρτην οὖσαν ἀπὸ τῆς πρώτης ταύτην ἣν ὁ Κέφαλος ποιεῖται, πρὸς οὓς δὴ καὶ ποιεῖται συνᾴδουσαν τῇ ἀπὸ τοῦ ἑνὸς προόδῳ τῶν πάντων μέχρι τῶν ἐσχάτων. Πάντα γὰρ τὰ ἐκεῖθεν προελθόντα ἢ ἑνάδες εἰσὶν, ἃ δὴ καὶ αὐτόθεν ἀπὸ τοῦ ἑνὸς ὑφεστᾶσιν, ἢ οὐσίαι ἀπὸ τῶν ἑνάδων προϊοῦσαι τούτων ἀπὸ τοῦ ἑνὸς, ἢ μεσότητες τῶν οὐσιῶν καὶ τῶν γενέσεων, ἃς δὴ καὶ οὐσίαι παράγουσι καὶ πρὸ τῶν οὐσιῶν ἑνάδες καὶ τὸ ἓν, ἢ γενέσεις αἱ ἐκ τῶν πάντων ἐκείνων πρόοδοι. Εἰ τοίνυν εἰς τετάρτην ὕφεσιν προῆλθε πάντα τὰ ὁπωσοῦν τελειότερα καὶ ὁμοιούμενα πρὸς τὸ πάντων τέλος, πῶς οὐχὶ καὶ ἡ συνουσία τετάρτη οὖσα, ἡ περὶ τῆς ἀπὸ τοῦ ἑνὸς τῶν πάντων ὑποβάσεως, συμφώνως τέτακται πρὸς τὴν ὑποκειμένην τῷ διαλόγῳ θεωρίαν, εἰ δὲ καὶ ταῖς γενέσεσίν ἐστιν εἰς ὑποδοχὴν καθ’ ἑαυτὴν ἀνείδεος, καὶ ταύτῃ εἰκόνα φέροιεν ἂν οἱ τοὺς λόγους ὑποδεχόμενοι τοὺς ἐν τῇ τετάρτῃ συνουσίᾳ, καὶ οὗτοι δήπουθεν ἀκατονόμαστοι ὄντες διὰ τὴν πρὸς τὸ ἀόριστον ἀναλογίαν; Τὸ γὰρ ὄνομα σύνθημα τοῦ εἴδους ἐστί. |
| in Prm 645 [30] | Καὶ δεῖ συναιρεῖν ἐκ πάντων τούτων ὅτι πᾶσα ὕπαρξις ἢ οὐσία ἐστὶν ἢ γένεσις, ἢ οὔτε οὐσία οὔτε γένεσις, καὶ αὕτη ἢ πρὸ τῶν οὐσιῶν καὶ γενέσεων, ἢ μετ’ οὐσίας καὶ γενέσεις· πᾶν γὰρ ὑλικὸν οὐδέτερόν ἐστι τούτων, ἀνομοίως, φασὶν, ὁμοιούμενον τοῖς πρὸ γενέσεως οὖσι καὶ οὐσίας. Ἔτι δεῖ οὖν τὸν χαρακτῆρα τοῦ διαλόγου πρεπωδέστατον εἶναι τοῖς ὑποκειμένοις πράγμασι καὶ τῇ μεθόδῳ τῶν λόγων. Τὰ μὲν γάρ ἐστι θεῖα καὶ ἐν τῇ ἁπλότητι τοῦ ἑνὸς ἱδρυμένα, τὴν ἀκαλλώπιστον εὐμορφίαν, ὡς φησί τις τῶν τὰ ὅσια σοφῶν, διαφερόντως ἀγαπῶντα καὶ προτείνοντα τοῖς εἰς αὐτὰ βλέπειν δυναμένοις· ἡ δὲ δι’ αὐτῶν τῶν ἀκριβεστάτων πρόεισι τοῦ λόγου δυνάμεων, πᾶσαν ἀφεῖσα χάριν ἐπισκευαστικὴν ἔξω τῶν πραγμάτων φέρουσαν, κόσμου τε παντὸς ἀμελοῦσα καὶ πρὸς μόνην τεταμένη τὴν διηκριβωμένην θήραν τῶν ζητουμένων, γεωμετρικαῖς ἀνάγκαις καταδουμένη τῶν προκειμένων ἕκαστον. Ἀμφοτέροις δὴ οὖν καὶ τὸ τῆς ἑρμηνείας εἶδος εὖ τε καὶ καλῶς συνήρμοσται· ταῖς τε γὰρ διαλεκτικαῖς μεθόδοις προσήκει τὸ ἰσχνὸν, καὶ τοῖς περὶ θείων πραγμάτων λόγοις τὸ ἀπέριττον καὶ αὐτοφυὲς καὶ ἀκαλλώπιστον. Εἴ τι οὖν ἐστι τῆς Σωκρατικῆς χάριτος ἐξαίρετον, ἢ εἴ τι μέσον εἶδος λόγων ἐμπρέπον φαίνεται τοῖς μέσοις εἴδεσι τῆς ζωῆς, ἢ εἴ που τι τοῖς ἐνθεάζουσιν ὑψηλόν ἐστι καὶ ἁδρὸν πλάσματος εἶδος, συνεξορμῶν τῇ φαντασίᾳ τῶν κατόχων, τοῦτο πᾶν ἀλλότριόν ἐστιν εἰκότως τῆς παρούσης ἰδέας καὶ οὐδαμῶς ἀπαιτητέον ἐν τῷδε τῷ διαλόγῳ τῆς παρούσης ἰδέας τοιοῦτον οὐδέν. |
| in Prm 646 [10] | Καὶ ἔγωγε θαυμάζω μὲν τοὺς τῆς κριτικῆς φρονήσεως τῶν ἔμπροσθεν ἁψαμένους, ὅπως ἐγκεκωμιάκασι τὴν ἑρμηνευτικὴν τοῦ διαλόγου τούτου πᾶσαν ἰδέαν ἐν τῷ ἰσχνῷ τὸ ἑαυτῶν ὂν θαυμαστῶς διαφυλάττουσαν, καὶ τῷ ἀπερίττῳ τὸ ἀνελλιπὲς ἱκανῶς συγκερασαμένην, καὶ τῷ ἀκριβεῖ τὸ σύντονον συνυφάνασαν συμμέτρως· θαυμάζω δὲ ἔτι πλέον τοὺς ἐν τοῖς περὶ τοῦ θεολογικοῦ χαρακτῆρος τύποις ἀποφηναμένους πολλὰ μὲν εἶναι ἐν τῷ Σοφιστῇ τοῦτον ἑρμηνευθέντα τὸν τρόπον, τὸν δὲ Παρμενίδην ὅλον εἰς ταύτην ἀνάγεσθαι τὴν ἰδέαν, πλὴν τό γε τοσοῦτον ἄξιον προστιθέναι τούτοις ὅτι τὴν τῶν ὀνομάτων ἐκλογὴν πρέπουσαν εἶναί φαμεν θεολογίᾳ ταύτῃ οὐχ ὡς μόνων τῶν τοιούτων αὐτῇ προσηκόντων, καὶ τὴν ἰδέαν ταύτην ἁρμόττουσαν οὐχ ὡς μόνην τοῖς ἀπαγγέλλειν τὰ θεῖα προθεμένοις οἰκείαν, ἀλλ’ ὡς τοῖς διαλεκτικῶς περὶ τῶν θείων διδάσκειν ἐφιεμένοις μάλιστα καὶ ὀνομάτων καθηκόντων τοιούτων καὶ πλασμάτων τοιῷδε λόγῳ ἐμπρεπόντων. Τὰ γὰρ θεῖα κατ’ ἄλλον καὶ ἄλλον τρόπον ἑρμηνεύειν δυνατόν· τοῖς μὲν φοιβολήπτοις ποιηταῖς, διὰ τῶν μυθικῶν ὀνομάτων καὶ ἑρμηνείας ἁδροτέρας· τοῖς δὲ τῆς τραγικῆς σκευῆς τῆς ἐν τοῖς μυθικοῖς ἀπεχομένης, ἄλλως δὲ ἐν θείῳ στόματι φθεγγομένης, δι’ ὀνομάτων ἱεροπρεπῶν καὶ εἰς τὸ ὕψος ἀνηγμένης ἰδέας· τοῖς δὲ δι’ εἰκόνων αὐτὰ προθεμένοις ἐξαγγέλλειν, δι’ ὀνομάτων μαθηματικῶν, ἤπου τῶν ἐναριθμητικῶν λεγομένων ἢ τῶν γεωμετρικῶν. Τούτων δὴ οὖν πάντων ἐξήλλακται παντελῶς ἡ διὰ τῶν διαλεκτικῶν ὀνομάτων αὐτῶν ἐφερμήνευσις προσήκουσα μάλιστα τοῖς ἐκ τοῦ Ἐλεατικοῦ διδασκαλείου, καθάπερ ἐκείνων ἡ μὲν ἐξαίρετός ἐστι τῶν Πυθαγορείων, ὡς ὁ Φιλόλαος δηλοῖ, τοῖς ἀριθμοῖς τὰς τῶν θεῶν ὑπάρξεις καὶ προόδους ἀφηγησάμενος· ἡ δὲ τῶν ἱερατικῶν, ὀνόματα τῶν θεῶν κατὰ τὴν ἑαυτῶν μυστικὴν ἑρμηνείαν ἐκδεδωκότων, οἷα τὰ τοῖς Ἀσσυρίοις ὑμνημένα, Ζῶναι καὶ Ἄζωνοι, καὶ Πηγαὶ καὶ Ἀμείλικτοι καὶ Συνοχεῖς, δι’ ὧν ἐκεῖνοι τὰς τάξεις ἑρμηνεύουσι τῶν θεῶν· ἡ δὲ τῶν Ὀρφικῶν τῆς Ἑλληνικῆς οὖσα θεολογίας ἰδία, Κρόνον καὶ Δία καὶ Οὐρανὸν καὶ Νύκτα καὶ Κύκλωπας καὶ Ἑκατόγχειρας ἐπιφημίζουσα ταῖς ἀκροτάταις τῶν πάντων ἀρχαῖς. |
| in Prm 647 [20] | Ἡ τοίνυν διαλεκτικὴ τῶν θείων ἐξήγησις ἀντὶ πάντων, ὡς εἴρηται, τῶν τοιούτων ὀνόμασι χρῆται διαλεκτικοῖς, ἓν καὶ ὂν, καὶ ὅλον καὶ μέρ η, καὶ ταὐτὸν καὶ ἕτερο ν, καὶ ὅμοιον καὶ ἀνόμοιο ν· περὶ ἃ δὴ καὶ διαφερόντως ἡ διαλεκτικὴ διατρίβει, παραλαμβάνουσα πρὸς τὴν τῶν θείων ἑρμηνείαν· διὸ καὶ χαρακτὴρ προσήκει τοῖς τοιούτοις ὀνόμασιν ἀπὸ τῆς συνηθείας εἰλημμένος οὗτος ὃν ὁ Παρμενίδης μετῆλθε νῦν, οὐχ ὁ μεγαλόφωνος, ἀλλ’ ὁ ἰσχνὸς, οὐδὲ ὁ κατεσκευασμένος περιττῶς, ἀλλ’ ὁ αὐτοφυής. Τοσαῦτα καὶ περὶ τῆς ἰδέας εἴχομεν λέγειν τῆς ἑρμηνευτικῆς τοῦ διαλόγου. |
| in Prm 648 [15] | Πολλῶν δὲ ἀκούων τοῦ λόγου τοῦ Πλάτωνος ἐξηγητῶν τὴν μέθοδον, ἣν ἐνταῦθα παραδίδωσιν ὁ Παρμενίδης, τῆς ὑμνημένης παρ’ αὐτῷ διαλεκτικῆς ἐπιχειρούντων διϊστάνειν, ἄξιον ἡγοῦμαι καὶ περὶ τούτου τὰ δοκοῦντα προειπεῖν. Εἰσὶ γὰρ δή τινες οἳ λέγουσι ταύτην τρισὶ τούτοις ἐκείνης ἀποδείκνυσθαι διαφέρουσαν, οἷς αὐτὸς ὁ Παρμενίδης φησίν· ἑνὶ μὲν τῷ τὴν διαλεκτικὴν μηδαμῶς προσήκειν παραδίδοσθαι νέοις, ὡς ὁ Σωκράτης ἐν τῇ Πολιτείᾳ φησὶ, μὴ λάθωσιν εἰς παρανομίαν ἐλάσαντες, τῇ δυνάμει τῶν λόγων χρώμενοι πρὸς τὴν τῶν εὐδιαστρόφων ἐννοιῶν ἐν ἡμῖν ἀνατροπήν· ἐπὶ ταύτην δὲ τὴν μέθοδον ἐγείροντα τὸν Παρμενίδην νέον ὄντα τὸν Σωκράτη δι’ αὐτὸ τοῦτο μάλιστα προτρέπειν, τὸ νέον εἶναι· προσήκειν γὰρ νέοις τὴν περὶ αὐτὴν σπουδὴν, οὓς ἐξείργει τῆς διαλεκτικῆς αὐτὸς νομοθετῶν· ἑτέρῳ δὲ τῷ ταύτην μὲν τὴν μέθοδον ὑπὸ τοῦ Παρμενίδου καλεῖσθαι γυμνασίαν, ὡς ἐφ’ ἑκάτερα ταῖς ἐπιχειρήσεσι χρωμένην, οἵαν τὴν Ἀριστοτέλους εἶναι διαλεκτικὴν, ἧς καὶ ἐκεῖνος τὴν χρείαν παραδιδοὺς συντελεῖν αὐτήν φησι πρὸς γυμνασίαν· τὴν δὲ Πλάτωνος τὸ ἀκρότατον παρ’ αὐτῷ λέγεσθαι καὶ καθαρώτατον νοῦ καὶ φρονήσεως, ἐν τοῖς νοητοῖς εἴδεσι τὴν πραγματείαν ἑαυτῆς ἱδρύσασαν καὶ διὰ τούτων χωροῦσαν ἐπ’ αὐτὸ τὸ ἡγούμενον τοῦ νοητοῦ παντὸς, οὐ πρὸς δόξαν βλέπουσαν ἀνθρώπων, ἀλλ’ ἐπιστήμῃ περὶ πάντων ἀνελέγκτῳ χρωμένην· τρίτῳ δὲ ἐπὶ τούτοις ἄλλῳ, τῷ τὴν μὲν ἐνταῦθα λόγου μετέχουσαν μέθοδον ὑπ’ αὐτοῦ τοῦ Παρμενίδου καλεῖσθαι διαῤῥήδην ἀδολεσχίαν, ἐκείνην δὲ ὑπὸ τοῦ Σωκράτους θριγκὸν τῶν μαθημάτων· καὶ δὴ καὶ ὑπὸ τοῦ Ἐλεάτου ξένου μόνοις λέγεσθαι προσήκειν τοῖς γνησίως φιλοσοφοῦσιν, οὓς οὐ δήπου τολμήσομεν ἐν τοῖς ἀδολέσχοις τάττειν τοὺς πρὸς τὸ ὂν ἁμιλλωμένους. |
| in Prm 649 [5] | Ταῦτα. μὲν οὖν ἐκεῖνοι φαῖεν ἂν, οἷς δοκεῖ διϊστάνειν τῆς διαλεκτικῆς τὴν μέθοδον ταύτην, ἣν καὶ Σωκράτης, εἰ καὶ νέος ὢν ἐξεμελέτησε κατὰ τὴν τοῦ Παρμενίδου παρακέλευσιν, οὐδαμοῦ φαίνεται παραλαμβάνων εἰς τὴν ἑαυτοῦ φιλοσοφίαν, καίτοι γε ἀεὶ τῇ διαλεκτικῇ πανταχοῦ χρώμενος, καὶ παντὸς μᾶλλον διώκειν λέγων, καὶ μετ’ ἴχνιον ὥστε θεοῖο βαίνειν τοῦ δυναμένου τὸ ἓν πολλὰ ποιεῖν καὶ τὰ πολλὰ συνάγειν εἰς ἕν· ταῦτα γὰρ ἔργα τῆς διαλεκτικῆς τῷ ὄντι εἶναί φησιν αὐτὸς ἐν Φαίδρῳ, καὶ οὐχὶ ὑποκειμένου εἶναι τὸ ζητούμενον ζητεῖν τὰ ἑπόμενα τούτῳ, καὶ μὴ εἶναι ὡσαύτως, οὐδὲ ὑποθέσεων ὑποθέσεις ἀνευρίσκειν, καὶ ἀκολουθήσεις ἑπομένων, οὐχ ἑπομένων, ὡς ἡ ἐνταῦθα μέθοδος ὑφηγεῖται. Καὶ τί δεῖ τὸν Σωκράτη λέγειν καὶ ἅ φησιν ὁ Σωκράτης τῷ διαλεκτικῷ προσήκειν; ὡς ἄλλα παντελῶς ἐστι τῶν τῆς μεθόδου ταύτης ἔργων, ἣν Παρμενίδης ἐν τῷδε τῷ διαλόγῳ παραδίδωσιν. Ἀλλὰ καὶ ὁ Ἐλεάτης σοφὸς, καὶ τῶν περὶ τὸν Παρμενίδην καὶ Ζήνωνα ἑταίρων καὶ αὐτὸς ὢν, ὅμως τὰ ἔργα τῆς διαλεκτικῆς ἐν τῷ Σοφιστῇ διδάσκων, σκόπει τίνα φησίν· Οὐκοῦν ὅ γε τοῦτο δυνατὸς δρᾷν (λέγει δὲ τὸ μήτε ταὐτὸν εἶδος ἡγήσασθαι ἕτερον ὂν μήτε τὸ ἕτερον ταὐτὸν) μίαν ἰδέαν διὰ πολλῶν, ἑνὸς ἑκάστου κειμένου χωρὶς, πάντη διατεταμένην ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μιᾶς ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ δι’ ἄλλων πολλῶν ἐν ἑνὶ ξυνημμένην, καὶ πολλὰς χωρὶς πάντη διωρισμένας. |
| in Prm 650 [5] | Μήπου διὰ τοῦτο εἶπε προσήκειν τὸν διαλεκτικὸν δι’ ὑποθέσεων τοιούτων ὁδεύειν, οἵας ἡ Παρμενίδου διέξεισι μέθοδος, καὶ διὰ ζητήσεων τῶν τε πρὸς ἑαυτὸ καὶ τῶν πρὸς τὰ ἄλλα ἑπομένων ἢ μὴ ἑπομένων καὶ τῶν ἀντιστρόφων τούτοις ἐπὶ τῶν ἄλλων ἐξετάσεων. Καίτοι γε ταῦτα τὰ τέτταρα συνᾴδει τοῖς δύο τοῖς ἐν Φαίδρῳ ῥηθεῖσιν· ἐκεῖ μὲν γὰρ θάτερον ἦν τὸ ἓν πολλὰ ποιεῖν· τοῦτο δὲ τῆς διαιρετικῆς ἴδιον, τὰ γένη διαιρεῖν εἰς τὰ ὑπ’ αὐτὸ εἴδη, ὧν τὸ μὲν γένος ἐστὶ μία ἰδέα διὰ πολλῶν τεταμένη κειμένων χωρὶς, ἑνὶ ἑκάστῳ ὑπάρχουσα· οὐ γάρ ἐστιν ἄθροισμα τῶν εἰδῶν τὸ γένος, ὡς τὸ ὅλον τῶν μερῶν, ἀλλ’ ἑκάστῳ τῶν εἰδῶν πάρεστιν αὐτὸ πρὸ τῶν εἰδῶν ὂν, μετεχόμενον δὲ ὑφ’ ἑκάστου χωρὶς κειμένου τῶν τε ἄλλων εἰδῶν καὶ αὐτοῦ τοῦ γένους· τὰ δὲ εἴδη, πολλαὶ ἰδέαι· ἕτεραι δὲ ἀλλήλων, ὑπὸ μιᾶς δὲ ἔξωθεν περιεχόμεναι ἰδέας, ἣν εἶναι τὸ γένος, ἔξωθεν μὲν ὂν, ὡς ἐξῃρημένον τῶν εἰδῶν, περιέχον δὲ τὰ αἴτια τῶν εἰδῶν· τὰ γὰρ ὡς ἀληθῶς γένη καὶ πρεσβύτερα καὶ οὐσιωδέστερα τῶν ὑπ’ αὐτὰ τεταγμένων εἰδῶν εἶναι δοκεῖ πᾶσι τοῖς τὰς ἰδέας θεμένοις, καὶ ἄλλα μὲν εἶναι τὰ προϋπάρχοντα τῶν εἰδῶν, ἄλλα δὲ τὰ ἐν αὐτοῖς ὄντα κατὰ μέθεξιν. Ταῦτα μὲν οὖν τὰ δύο διαισθάνεσθαι τῆς διαιρετικῆς ἐστι τοῦ διαλεκτικοῦ δυνάμεως· τὰ δὲ λοιπὰ δύο, τῆς διοριστικῆς. Αὕτη γὰρ μίαν τε ἰδέαν ὁρᾷ διὰ πολλῶν ὅλων ἐν ἑνὶ ξυνημμένην, συνάγουσαν εἰς ἓν ὡρισμένον τὰς πολλὰς ἰδέας, ὅλην ἑκάστην, καὶ συμπλέκουσαν ἀλλήλαις αὐτὰς, καὶ ἐκ πασῶν ὅλων ληφθεισῶν ἀποτελοῦσαν μίαν ἰδέαν, ἐν ἑνὶ συνάψασαν τὰς πολλὰς, καὶ ἔτι τὰς πολλὰς, ἃς συνήγαγεν, ἐπισκοπεῖται χωρὶς κειμένας καὶ τοῦ ἐξ αὐτῶν ὅλου γιγνομένου καὶ ἀλλήλων. |
| in Prm 651 [10] | Καὶ εἰκότως· πῶς γὰρ ἂν ἓν ἐκ πολλῶν ποιήσειε, μὴ προεπισκεψαμένη τὰ πολλὰ κείμενα ἀλλήλων χωρίς; Τῶν δ’ οὖν ἔργων τῆς διαλεκτικῆς τοιούτων ὄντων, οὐδενὸς πεποίηται μνήμην ὁ Παρμενίδης, τὴν μέθοδον τὴν διὰ τῶν ὑποθέσεων ἡμῖν ὑπογράφων· καὶ τοῦ Σωκράτους τούτοις μὲν ἐπιτρέχοντος πανταχοῦ σχεδὸν, ἐκείνης δὲ οὐδὲ μεμνημένου, πῶς ἄν τις παραδέξαιτο τὰς αὐτὰς εἶναι ταύτας ἀλλήλαις; Ὅτι μὲν οὖν οὐ διΐστησιν αὐτὰς τὸ πρώτιστον τῶν ῥηθέντων (ἦν δὲ ἐκεῖνο, τὸ τὴν μὲν νέοις προτείνειν τὸν Παρμενίδην, τῆς δὲ τὸν Σωκράτη τοὺς νέους ἐξείργειν), οὐδέ ἐστι ταὐτὸν νομοθετικῶς προστάττειν καὶ ἰδίᾳ τι παραινεῖν. Τὸ μὲν γὰρ εἰς πολλὰς καὶ ἀνωμάλους ἀποβλέπει φύσεις, κἀκείνων στοχαζόμενον ἀναγκάζεται τὰ κοινῇ καθήκοντα προτιθέναι τῶν ἰδίων· οὐ γὰρ ἑνὸς, ἀλλὰ πολλῶν ὁ νομοθέτης ἡγεῖται· σκοπεῖ δὴ οὖν οὐχ ὅσα ταῖς ἀρίσταις προσήκει τῶν φύσεων, ἀλλ’ ὅσα πρώταις καὶ μέσαις καὶ τελευταίαις· διὸ καὶ τὰς ἀπὸ τύχης ὑφορώμενος διευλαβεῖται ταῦτα προστάττειν ὑφ’ ὧν ἂν βλαβεῖέν τινες τῶν ὑπ’ αὐτοῦ παιδευομένων· κἂν γὰρ ὅτι μάλιστα τὰς ἀρίστας ἐκλέξηται φύσεις, ἀλλ’ οἶδε καὶ ἐν ταύταις πολλὴν ἀνωμαλίαν, ὡς εἰκὸς ἐν ἀνθρωπίναις φύσεσιν, ἐνοῦσαν. Ὁ δὲ ἰδίως συμβουλεύων περὶ ὅτου ἂν τύχῃ τῶν ἐπιτηδευμάτων, εἰς τὴν τοῦ συμβουλευομένου φύσιν ἀποσκοπῶν διαφέρουσαν, ἄλλως τε κἂν ᾖ τοιοῦτος αὐτὸς οἷος ἱκανὸς κατανοεῖν δύνασθαι τὴν ἐπιτηδειότητα τοῦ δεχομένου τὴν συμβουλὴν, οὕτω δήπου συμβουλεύει ἐκλέγεσθαί τι ἢ ἀποικονομεῖσθαι τῶν ἐπιτηδευμάτων. Διὸ δὴ Σωκράτει μὲν ἐκεῖνος ἦν ὁ τρόπος προσήκων τῶν περὶ διαλεκτικῆς νομοθετημάτων· Παρμενίδῃ δὲ εἰς μόνην τὴν ἔνθεον ὁρμὴν ἐπὶ φιλοσοφίαν ἀπιδόντι, καθάπερ καὶ αὐτός φησι, τοῦ Σωκράτους, οὗτος ἥρμοττε τῆς παρακελεύσεως ὁ τρόπος, ὡς μηδὲν πεισομένου τοῦ μέλλοντος περὶ τὴν τοιαύτην μέθοδον ἐκ νεότητος γυμνάζειν ἑαυτὸν, εἰ φύσιν ἔχοι Σωκράτει παραπλησίαν· ἐπεὶ καὶ αὐτὸς, εἰ πάντας ἀκροτάτους ᾔδει τὰς φύσεις ὄντας οἷς νομοθετεῖ, καὶ νέοις ἂν παραδιδόναι τὴν διαλεκτικὴν οὐκ ὤκνησεν, εἰδὼς οὐδὲν βλαβησομένους ἀπ’ αὐτῆς οὐδέ τι πεισομένους τοιοῦτον, οἷον ὑποπτεύων πείσεσθαί τινας ἐξείργει τοὺς νέους, ἀδήλου τῆς τῶν νέων οὔσης ὁρμῆς τῆς τοιαύτης γυμνασίας. |
| in Prm 652 [40] | Καθόλου δὲ ἅπασαν νομοθεσίαν τοῦ ὡς ἐπὶ τὸ πλεῖστον στοχαζομένην ὁρῶμεν, ἀλλ’ οὐ τῶν σπανιώτατα συμπιπτόντων, καὶ πρὸς τὸν κοινὸν τῆς φύσεως ὅρον βλέπουσαν, ἀλλ’ οὐκ εἰς τὸν ἴδιον, ἔν τε ταῖς τῶν θεῶν τιμαῖς καὶ ἐν ταῖς τῶν μαθημάτων καὶ ἐπιτηδευμάτων αἱρέσεσι καὶ ἐν ταῖς τῶν καθηκόντων ἐκλογαῖς, οἷς οὐκ ἀναγκαῖον ἕπεσθαι πάντας τοὺς ἔξω τῆς νομοθεσίας ἐκείνης ὄντας καὶ φύσιν ἀλλοιοτέραν λαχόντας καὶ τῆς κοινῆς ὑπεραίροντας φύσεως· ὥστε ἀμφότεροι περὶ τῆς αὐτῆς διαταττόμενοι καὶ μιᾶς ἐπιτηδεύσεως, οὐδὲν κωλύονται διαφέροντα λέγοντες περὶ τῶν ἐπιτηδευόντων αὐτὴν ἀμφότεροι λέγειν ὀρθῶς, ὁ μὲν ὡς τῆς κοινῆς, ὁ δὲ ὡς τῆς ἰδίας, στοχαζόμενοι φύσεως. Ὅτι δὲ οὐδὲ γυμνασίαν τὴν μέθοδον ταύτην ὁ Παρμενίδης ἀποκαλῶν ἀλλοτρίοις ὀνόμασιν ἢ οἷς Σωκράτης κέχρηται, παντὶ καταφανὲς τῷ παρηκολουθηκότι τοῖς τοῦ Σωκράτους περὶ τῆς διαλεκτικῆς νόμοις· γυμνάζεσθαι γὰρ κἀκεῖνός φησι χρῆναι δι’ αὐτῆς τοὺς διὰ τῶν μαθημάτων ἠγμένους, οὑτωσὶ καὶ τῷ ῥήματι λέγων, καὶ γυμναζομένοις τοσόνδε χρόνον ἐξαρκεῖν. Ἢ οὖν κἀκείνην εἰς ταὐτὸν ἀκτέον πρὸς τὴν δι’ ἐνδόξων γυμνάζουσαν, ἢ οὐδὲ ταύτην, διὰ τὸ τῆς γυμνασίας ὄνομα, καταβιβαστέον εἰς ἐκείνην, καὶ ταῦτα τοῦ Παρμενίδου βοῶντος ὅτι διὰ ταύτης τῆς γυμνασίας μόλις ἄν τις κατίδοι τὸ ἀληθές· ὃ δὴ διὰ τῶν τοπικῶν λεγομένων ἐπιχειρημάτων ἐστὶ τέλος. |
| in Prm 653 [10] | Τί δήποτε οὖν ἀμφότεροι τὴν πρώτην μελέτην τῆς μεθόδου ταύτης γυμνασίαν καλοῦσιν, ἐγὼ φράσω. Τρεῖς εἰσὶν, ὡς τὸ ὅλον εἰπεῖν, ἐνέργειαι τῆς ὡς ἀληθῶς ἐπιστημονικῆς μεθόδου ταύτης· μία μὲν προσήκουσα νέοις, καὶ χρήσιμος εἰς τὸ διεγεῖραι τὸν ἐν αὐτοῖς νοῦν ὥσπερ καθεύδοντα καὶ ἐρεθίσαι πρὸς τὴν ἑαυτοῦ ζήτησιν· γυμνασία γάρ τις ὄντως οὖσα τοῦ τῆς ψυχῆς ὄμματος πρὸς τὴν τῶν πραγμάτων θεωρίαν, καὶ τὴν προσβολὴν ὧν ἔχει κατ’ οὐσίαν λόγων διὰ τῶν ἀντικειμένων ἄγουσα θέσεων, καὶ σκοποῦσα μὴ μόνον τὴν οἷον εὐθεῖαν ἀτραπὸν ἐπ’ αὐτὸ τὸ ἀληθὲς φέρουσαν, ἀλλὰ καὶ τὰς παρὰ ταύτην ἐκτροπὰς, καὶ βασανίζουσα κἀκείνας εἴ τι πιθανὸν λέγουσι, καὶ κρούουσα τὰς παντοίας αὐτῆς ἐπιβολάς· ἑτέρα δὲ ἀναπαύουσα ἤδη τὸν νοῦν οἰκειοτάτῃ θεωρίᾳ τῶν ὄντων καὶ αὐτὴν ὁρῶσα καθ’ αὑτὴν τὴν ἀλήθειαν ἐν ἁγνῷ βάθρῳ βεβῶσαν, ἥν φησιν ὁ Σωκράτης ἅπαν τὸ νοητὸν ἀνελίττειν, δι’ εἰδῶν ἀεὶ πορευομένην ἕως ἂν εἰς αὐτὸ καταντήσῃ τὸ πρῶτον, τὰ μὲν ἀναλύουσαν, τὰ δὲ ὁριζομένην, τὰ δὲ ἀποδεικνῦσαν, τὰ δὲ διαιροῦσαν, ἄνωθέν τε καὶ κάτωθεν εἰς τὸ ἄναντες χωροῦσαν, ἕως ἂν πᾶσαν πάντη διερευνωμένη τὴν τῶν νοητῶν φύσιν εἰς τὸ ἐπέκεινα πάντων ἀναδράμῃ τῶν ὄντων, οὗ τὴν ψυχὴν ὁρμίσασα τελέως οὐκ ἔτι ποθήσεται κρεῖττον ἐφετὸν ἐπὶ τέλος ἥκουσα· καὶ ταύτης ἂν εἴποις ἔργα εἶναι τά τε ἐν Φαίδρῳ ῥηθέντα καὶ τὰ ἐν Σοφιστῇ, τὰ μὲν διχῇ διῃρημένα, τὰ δὲ τετραχῇ τῆς διαλεκτικῆς ἔργα, διὸ καὶ τῷ καθαρῶς ἀποδίδοται φιλοσοφοῦντι, μηκέτι δεομένῳ γυμνασίας, ἀλλ’ ἐν νοήσεσι καθαραῖς τρέφοντι τὸν νοῦν τῆς ψυχῆς· τρίτη δὲ ἄλλη τις παραστατικὴ κατ’ ἀλήθειαν οὖσα καθαρτικὴ τῆς διπλῆς ἀμαθίας, ὅταν ᾖ πρὸς ἀνθρώπους αὐτῇ λόγος οἰήσεως γέμοντας· εἴρηται δὲ ἐν Σοφιστῇ καὶ περὶ ταύτης· ὡς γὰρ ἄρα τὸν ἔλεγχον καθάρσεως ὄντα τρόπον ἀναγκάζεται προσάγειν ὁ φιλόσοφος τοῖς ὑπὸ δοξοσοφίας κατεχομένοις, καθὸ καὶ ὁ σοφιστὴς ἐλεγκτικὸς ὢν ἐδόκει τὸν φιλόσοφον ὑποδύεσθαι, καθάπερ καὶ κύνα λύκος, φησὶν ἐν ἐκείνοις. |
| in Prm 654 [10] | Ὁ γὰρ ὡς ἀληθῶς ἐλέγχων, ἀλλ’ οὐ φαινομένως, καὶ καθαίρων ὄντως φιλόσοφός ἐστι· καὶ πῶς γὰρ ἂν ἄλλους καθαίρειν δύναιτό τις, ἀκάθαρτον αὐτὸς ἔχων ψυχήν; Τριττῆς οὖν οὔσης τῆς τοῦ διαλεκτικοῦ εἴδους ἐνεργείας, ἢ ἐφ’ ἑκάτερα γιγνομένης, ἢ μόνον τὸ ἀληθὲς ἐκφαινούσης, ἢ μόνον τὸ ψεῦδος ἐλεγχούσης, μόνην τὴν πρώτην γυμνασίαν ἀμφοτέρως καλοῦσι, καθ’ ἣν καὶ ὁ Σωκράτης γυμνάζει τοὺς νέους, ὥσπερ θεὸς, τὸν μὲν ἐφ’ ἑκάτερα σκοπῶν, εἴτε τὸ δοκοῦν ἑκάστῳ ἐστὶν ἀληθὲς εἴτε καὶ μὴ, καὶ εἰ ἔστιν ἐπιστήμη αἴσθησις εἴτε καὶ μὴ, τά τε ἄπορα σκοπῶν ἐν μέρει τῶν ἀληθῶν δογμάτων, καὶ παρακρούων αὖθις καὶ σαθρὸν φθεγγόμενα δεικνύων, λύσιν δὲ ἄλλην τούτων, τὸν νέον (ζητῶν τί φίλον ἐστὶ, καὶ τοτὲ μὲν ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ ἀποφαίνων φίλον, τοτὲ δὲ ὅτι τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τοτὲ μὲν ὅτι τὸ φιλοῦν, τοτὲ δὲ ὅτι τὸ φιλούμενον) διὰ πάντων τὰς ὑποικουρούσας τοῖς δόγμασιν ἀπορίας προβάλλων. Νέοις γοῦν ἡ τοιάδε προσήκει γυμνασία φιλομαθέσι καὶ ἀνδρικοῖς, ἵνα μὴ ἀποκάμνωσι πρὸς τὰς ζητήσεις μηδὲ ἀποσκευάζωνται διὰ τὸ μηδὲ τὴν ἀρχὴν, ὡς ὅταν γε πρὸς σοφιστὰς ἀγωνίζηται, πάντας ὑποδυομένους ἐπιστήμονας, πάντας τεχνίτας, οἱ ἐλεγκτικοὶ τρόποι τῆς διαλεκτικῆς αὐτῷ πρόχειροι, δεικνύντες αὐτοὺς ἑαυτοῖς τἀναντία φθεγγομένους, ἕως ἂν παρακρουόμενοι πανταχόθεν εἰς ἔννοιαν καταστῶσι τῆς ἑαυτῶν δοξοσοφίας, καθαρτικοί τινες ὄντες ἀπὸ τῆς περιττῆς οἰήσεως· καὶ πλήρεις τέ εἰσι τῆς τοιαύτης τοῦ Σωκράτους διαλεκτικῆς Γοργίας καὶ Πρωταγόρας, καὶ εἴ πού τινες ἄλλοι διάλογοι τὰς τῶν σοφιστῶν ἀμύνονται προβολὰς, οἷοι δὴ καὶ οἱ ἐν Πολιτείᾳ πρὸς τὸν γενναῖον αὐτῷ συνέστησαν Θρασύμαχον ἀγῶνες. |
| in Prm 655 [30] | Εἰ δὲ δὴ καθ’ ἑαυτὸν ἐνεργοίη πρὸς ἄνδρας ἔχων οὔτε πληγῶν δεομένους οὔτε γυμνασίων, αὐτὴν μεταχειρίζεται τὴν πρωτίστην ἐνέργειαν καὶ αὐτὸ τὸ ἀληθὲς εἰλικρινῶς ἐκφαίνουσαν τῆς διαλεκτικῆς, ὥσπερ ὁ μὲν Σωκράτης θέμενος ὑποθέσεών τινας ἐν Φαίδωνι, καὶ ταύταις τὰ ἑπόμενα ζητῶν, δείκνυσι τὴν ψυχὴν ἄδεκτον οὖσαν τοῦ ἐναντίου ὧν ἐπιφέρει τούτοις οἷς ἂν παρῇ, καὶ ἀποδείξας αὖθις ἀξιοῖ καὶ αὐτὰς τὰς πρώτας ὑποθέσεις ἐπισκοπεῖν εἰ ἀληθεῖς, καὶ κανόνας ὑπογράφει ζητήσεων συνᾴδοντας τῇ ἐνταῦθα μεθόδῳ, καθ’ ἑκάστην ὑπόθεσιν τὰ ἀκόλουθα μόνα θηρᾷν πρὸς ἐκείνην, περὶ αὐτῆς δὲ μὴ ποιεῖσθαι λόγον τῆς ὑποθέσεως, ἕως ἂν τοῖς ἀπ’ αὐτῆς ἱκανῶς ἐπεξέλθῃ τις, τότε δὲ περὶ αὐτῆς διδόναι λόγον τῆς ὑποθέσεως, καὶ οὕτω δὴ ποιεῖσθαι κατὰ τρόπον τὴν ζήτησιν ἄλλην ὑπόθεσιν λαβόντας τῶν ἄνωθεν τὴν βελτίστην, ἕως ἂν διὰ τῶν βαθμῶν τούτων ἀνιὼν ἐπί τι ἱκανὸν ἔλθῃς, αὐτὸ δήπου λέγων τὸ ἀνυπόθετον καὶ ὅ ἐστιν οὐ καθ’ ὑπόθεσιν ἀρχὴ τῶν δεικνυμένων, ἀλλὰ κατὰ ἀλήθειαν. |
| in Prm 656 [5] | Ὁ δὲ Ἐλεάτης σοφὸς, ἐξ ἑνός τε πολλὰ ποιῶν ταῖς διαιρετικαῖς μεθόδοις καὶ ἐκ πολλῶν ἓν ταῖς ὁριστικαῖς, αὐτὴν καὶ οὗτος μεταχειρίζεται τὴν ἀκροτάτην τῆς συμπάσης διαλεκτικῆς ἐνέργειαν, ὡς ἂν εἰ καὶ καθ’ ἑαυτὸν ἢ διῃρεῖτο τὰ ὄντα ἢ ὡρίζετο, καὶ πρὸς ἄλλους ὡσαύτως ἐνεργῶν· οὔτε γὰρ ἀγυμνάστοις προσεφέρετο νέοις, ἤδη διὰ τῶν Σωκρατικῶν λόγων γεγυμνασμένοις καὶ διὰ τῶν μαθημάτων ἠγμένοις καὶ προειργασμένοις εἰς τὴν τῶν ὄντων θεωρίαν, οὔτε σοφισταῖς τισιν ὑπὸ τῆς διπλῆς ἀμαθίας συμπεποδισμένοις καὶ τῶν ἐπιστημονικῶν λόγων ἀδέκτοις οὖσι διὰ τὴν οἴησιν. Δι’ ἣν μὲν οὖν αἰτίαν γυμνασίαν ἐκάλεσε τὴν διὰ τῆς διαλεκτικῆς ἀγωγὴν, εἴπομεν. Ὅτι δὲ καὶ τῆς ἀδολεσχίας τὸ ὄνομα φέρειν ἐπὶ τὴν διαλεκτικὴν εἰώθεσαν οἱ πολλοὶ καὶ τούτους ἀδολέσχους ὀνομάζειν, τί ἂν εἴποιμεν, αὐτὸν μὲν τὸν Σωκράτη πτωχὸν ἀδολέσχην καλούντων τῶν κωμῳδοποιῶν, καὶ τοὺς ἄλλους δὲ ἁπαξάπαντας καὶ τοὺς ὑποδυομένους εἶναι διαλεκτικοὺς ὡσαύτως ὀνομαζόντων; Μισῶ δὲ καὶ Σωκράτην τὸν πτωχὸν ἀδολέσχην. Ἢ Πρόδικος, ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις. Διὸ καὶ Παρμενίδης οὐχ ἁπλῶς εἶπεν ἀδολεσχίαν εἶναι τὴν τοιαύτην μέθοδον, ἀλλὰ μετὰ προσθήκης, τὴν καλουμένην ὑπὸ τῶν πολλῶν ἀδολεσχίαν. Καὶ μέντοι καὶ αὐτὸς ὁ Σωκράτης ἐν Φαίδωνι μὲν ἀπὸ τῆς κωμῳδίας ἥκειν αὐτῷ τὸ ὄνομα τοῦτο τὴν ἀδολεσχίαν ἐν τῷ παρελθόντι βίῳ φησί· Νῦν γοῦν, οὐδ’ εἰ κωμῳδοποιός τις εἴη, φάναι ἂν αὐτὸν ἀδολεσχεῖν καὶ μὴ περὶ προσηκόντων ποιεῖσθαι τοὺς λόγους, μέλλοντα μὲν ἀποδημεῖν εἰς ᾍδου, περὶ δὲ τῆς ἀποδημίας διαλεγόμενον τῆς ἐκεῖσε. |
| in Prm 657 [5] | Ἐν Θεαιτήτῳ δὲ πολλάκις ἀνακυκλήσας τὸν Πρωταγόρειον λόγον, καὶ δόξας ἀποδεδειχέναι τὸ προκείμενον, ἔπειτα διαπορεῖν αὖθις πρὸς τὰ δεδογμένα παρασκευαζόμενος, δεινὸν πρᾶγμα, φησὶν, ἀδολέσχης ἀνήρ· καὶ πυθομένου τοῦ Θεαιτήτου τὴν αἰτίαν τοῦ προοιμίου τούτου, μέλλω γὰρ, φησὶν, ἀπορεῖν πρὸς ἐμαυτὸν, τοῦτο δήπου τῆς διαλεκτικῆς τὸ διαπορητικὸν καὶ τὰ αὐτὰ στρέφον ἄνω καὶ κάτω καὶ μὴ ἀπαλλαττόμενον ἀδολεσχικὸν καλῶν. Καὶ γὰρ ἀδολέσχους τούτους καθάπαξ εἰώθεσαν ἐπισκώπτοντες ὀνομάζειν τοὺς δυσαπαλλάκτως ἔχοντας τῶν αὐτῶν λόγων. Ἔστι μὲν οὖν, ὅπερ ἔφην, ὀνοματοθέτης ὁ πολὺς τοῦ ὀνόματος τοῦδε κατὰ τῆς διαλεκτικῆς. Διὸ καὶ ὁ Παρμενίδης οὕτως ἔφατο καλεῖσθαι τὴν ὑπ’ αὐτοῦ παραδοθησομένην μέθοδον ὑπὸ τῶν πολλῶν. Εἰ δὲ δεῖ καὶ ταῖς ἐν τῷ Σοφιστῇ τῶν τεχνῶν διαιρέσεσιν ἡμᾶς προσέχειν, εὕροιμεν ἂν καὶ τὸν Ἐλεάτην ξένον ὑπὸ τὸ ἀδολεσχικὸν τάττοντα τὴν διαλεκτικὴν ἐν ἐκείνοις· λέγει γοῦν τῶν ἐπιστημῶν πασῶν τὴν μὲν εἶναι ποιητικὴν, τὴν δὲ κτητικὴν, ταύτης δὲ τὸ μὲν ἀγωνιστικὸν, τὸ δὲ ἄλλο τι· καὶ τῆς ἀγωνιστικῆς τὸ μὲν ἁμιλλητικὸν, τὸ δὲ μαχητικόν· καὶ τῆς μαχητικῆς τὸ μὲν βιαστικὸν διὰ σωμάτων ποιούμενον τὴν μάχην, τὸ δὲ διὰ λόγων ἀμφισβητικὸν, ὑφ’ ὃ δηλαδὴ θήσομεν τὸ διαλεκτικόν· οὔτε γὰρ ποιητικόν ἐστιν, ἀλλὰ κτητικὸν, ὡς καὶ τὸ μαθηματικὸν, οὔτε ὑπ’ ἄλλο τι τοῦ κτητικοῦ ἢ τὸ ἀγωνιστικόν. Τοῦ δὲ ἀμφισβητικοῦ διαιρουμένου εἴς τε τὸ μήκεσι λόγων χρώμενον καὶ εἰς τὸ ἰδίᾳ δι’ ἐρωτήσεων καὶ ἀποκρίσεων προϊὸν, δῆλον ὡς ὑπὸ τοῦτο ἂν εἴη τὸ διαλεκτικόν· τοῦ δὲ ἀντιλογικοῦ καλουμένου καὶ διαιρουμένου εἴς τε τὸ περὶ τὰ καθέκαστα συμβόλαια διατρίβον καὶ εἰς τὸ περὶ τὰ καθόλου λόγον ἐναντίον ἐπιδεχόμενα καὶ ζήτησιν, περὶ αὐτῶν φησι δικαίων καὶ καλῶν καὶ τῶν ἐναντίων, ὑπὸ τοῦτο δήπου τελέσει καὶ τὸ διαλεκτικόν. |
| in Prm 658 [10] | Ὀνομάζει δὲ αὐτὸ ἐριστικὸν, οὔπω τὴν διαβεβλημένην ἔριν οὐδὲ ἀντιλογίαν παραλαβὼν, ἀλλὰ τὴν ἀντίθεσιν μόνην τῶν λόγων καὶ τὴν ἐνστατικὴν ἐνέργειαν οὑτωσὶ καλῶν· ἔστι γὰρ καὶ ἀντιλέγειν ὀρθῶς, καὶ ἐρίζειν εὖ καὶ κακῶς, εἴπερ καὶ τὴν ἔριν διττὴν εἶναί φασιν. Οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος , λέγει τις. Τοῦ δ’ οὖν ἐριστικοῦ τὸ μὲν εἶναι χρηματιστικὸν, ὃ δὴ τὸν γενναῖον ἡμῖν ἐκεῖνον εἰσάγει σοφιστήν· τὸ δὲ χρηματοφθορικὸν, ὃ δὴ τῶν οἰκείων ἀμελές ἐστι διὰ τὴν περὶ τοὺς λόγους ἄπληστον διατριβὴν, ὑφ’ ὃ δηλονότι τάξομεν τὸν διαλεκτικόν· οὐ γὰρ δὴ ὑπὸ θάτερον, εἴπερ ἐκεῖνο τὸ σοφιστικὸν ἦν. Τούτῳ μὴν τῷ χρηματοφθορικῷ τὸ ὄνομα τιθεὶς, οὐκ ἄλλο φησὶν ἢ ἀδολεσχικὸν αὐτὸ χρῆναι ὀνομάζειν. Εἰ δὴ καὶ τῇ διαλεκτικῇ ταύτην αὐτὸς ἀποδίδωσι τὴν τοῦ ὀνόματος φήμην, τίς μηχανὴ τὴν ἐν Παρμενίδῃ μέθοδον διϊστάνειν τῆς διαλεκτικῆς, ὡς ἀδολεσχίαν κεκλημένην, καὶ ἐκείνης οὐ δυναμένης ταύτης τῆς προσηγορίας τυγχάνειν; Ἀλλὰ περὶ μὲν τούτου πλείω τῶν ἀναγκαίων εἴπομεν. Ἐπανιτέον δὲ εἰς τὰ προκείμενα, καὶ τοσοῦτον προσθετέον ὅτι τῶν παλαιῶν περὶ τῶν Πλατωνικῶν προοιμίων διαφόρους δόξας ἐχόντων, καὶ τῶν μὲν εἰς τὴν τούτων ἐξέτασιν οὐδ’ ὅλως καθιέντων (ἥκειν γὰρ χρῆναι ταῦτα προακηκοότας τοὺς τῶν δογμάτων ἐραστὰς γνησίους), τῶν δὲ οὐδὲ τούτων ὡς ἔτυχεν ἀκροωμένων, ἀλλὰ τὴν χρείαν αὐτῶν εἰς καθηκόντων ὑπογραφὰς ἀναπεμπόντων καὶ τὴν πρὸς τὰ ζητούμενα ἐν τοῖς διαλόγοις οἰκονομίαν διδασκόντων, τῶν δὲ καὶ ταῦτα πρὸς τὴν τῶν πραγμάτων φύσιν ἀξιούντων τοὺς ἐξηγητὰς ἀνάγειν, ἑπόμενοι καὶ ἡμεῖς τούτοις προηγουμένην ποιησόμεθα τὴν πρὸς τὰ πράγματα τοῦ προοιμίου τὰ προκείμενα φέρουσαν ἀνάπτυξιν. |
| in Prm 659 [5] | Οὐ μὴν οὐδὲ τῆς τῶν καθηκόντων ἀμελήσομεν ἐπιστάσεως. Δεῖ γὰρ ἐπὶ τῶν Πλάτωνος διαλόγων εἰς τὰ πράγματα βλέπειν διαφερόντως τὰ ὑποκείμενα τῷ διαλόγῳ, καὶ σκοπεῖν ὅπως καὶ τὰ προοίμια ταῦτα ἐνεικονίζεται, καὶ ἓν ἀποφαίνειν ζῶον ἐκ πάντων τῶν μερῶν ἑαυτῷ συμφωνοῦν, ἕκαστον ἀπειργασμένον, ὡς αὐτὸς ἐν Φαίδρῳ φησὶ, καὶ τούτοις συναρμόττειν, καὶ ὅσα τοῦ τύπου τούτου τῶν καθηκόντων ἐστί· τὸ δὲ παντελῶς ἀλλότρια τὰ προοίμια τῶν ἑπομένων εἶναι, καθάπερ τὰ τῶν Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Θεοφράστου διαλόγων, πᾶσαν ἀνιᾷ κρίσεως μετέχουσαν ἀκοήν. ΠΑΡΜΕΝΙΔΗΣ Η ΠΕΡΙ ΙΔΕΩΝ . Ἐπειδὴ Ἀθήναζε οἴκοθεν ἐκ Κλαζομενῶν ἀφικόμεθ α , κα τ ’ ἀγορὰν ἐνετύχομεν Ἀδειμάντῳ τε καὶ Γλαύκων ι. (P. 126 A, ed. Stephani.) Οἱ μὲν περὶ τὴν Ἰταλίαν, ὡς πολλάκις εἴπομεν, φιλόσοφοι περὶ τὴν τῶν ὄντων εἰδῶν θεωρίαν διέτριβον, ὀλίγα τῆς τῶν δοξαστῶν ἐφαπτόμενοι φιλοσοφίας· οἱ δὲ περὶ τὴν Ἰωνίαν τῆς μὲν περὶ τὰ νοητὰ θεωρίας ἧττον ἐφρόντιζον, ἄνω δὲ καὶ κάτω τὴν φύσιν ἐπεσκόπουν καὶ τὰ ἔργα τῆς φύσεως· Σωκράτης δὲ καὶ Πλάτων, ἀμφοτέρων μετασχόντες, τελειοῦσι μὲν τὴν καταδεεστέραν φιλοσοφίαν, ἐκφαίνουσι δὲ τὴν ὑψηλοτέραν, καὶ τοῦτο καὶ ὁ Σωκράτης ἐν Φαίδωνι δῆλός ἐστι λέγων ὅτι πρότερον μὲν φυσιολογίας ἦν ἐραστὴς, ὕστερον δὲ ἐπὶ τὰ εἴδη καὶ τὰς θείας τῶν ὄντων αἰτίας ἀναδεδράμηκεν. |
| in Prm 660 [5] | Ὅπερ οὖν ἐπὶ τῆς ἑαυτῶν οὗτοι φιλοσοφίας ἐπεδείξαντο, τὰ ἐξ ἀμφοτέρων ἀγαθὰ συλλαβόντες εἰς μίαν τὴν τελεωτάτην ἀλήθειαν, τοῦτό μοι δοκεῖ καὶ διὰ τῆς προκειμένης περιστάσεως ὁ Πλάτων ἐνδεικνύσαι· καὶ ὃ θαυμαστόν ἐστιν ἐν τούτοις καὶ τῶν πραγμάτων περὶ ὧν ὁ λόγος ἱκανῶς ἐκφαντικὸν, οἱ μὲν ἐξ Ἰωνίας ἀπαντῶσιν εἰς Ἀθήνας ἵνα μετάσχωσι τῶν τελεωτέρων δογμάτων, οἱ δὲ ἐκ τῶν Ἀθηνῶν οὐκέτι κατὰ τὸν αὐτὸν λόγον εἰς Ἰταλίαν ἀφικόμενοι μετέσχον τῆς ἐκείνων φιλοσοφίας· ἀλλ’ ἔμπαλιν ἐκεῖνοι ταῖς Ἀθήναις παραγενόμενοι μετέδοσαν τῶν οἰκείων δογμάτων· ὡς καὶ ἐπ’ αὐτῶν ἔχει τῶν ὄντων τοῖς δυναμένοις καθορᾷν, τὰ μὲν πρῶτα πανταχῆ πάρεστιν ἀκωλύτως μέχρι τῶν ἐσχάτων διὰ τῶν μέσων, τὰ δὲ ἔσχατα τελειοῦται διὰ τῶν μέσων, τὰ δὲ μέσα δέχεται μὲν τὴν τῶν πρώτων εἰς αὐτὰ δόσιν, κινεῖ δὲ τὰ ἔσχατα καὶ ἐπιστρέφει πρὸς ἑαυτὰ, καὶ γίγνεται τῶν ἄκρων οἷον κέντρα καὶ δυνάμεις, πληρούμενα μὲν ἐκ τῶν τελειοτέρων, πληροῦσαι δὲ τὰ ὑφειμένα. Ἡ μὲν οὖν Ἰωνία τῆς φύσεως ἔστω σύμβολον· ἡ δὲ Ἰταλία, τῆς νοερᾶς οὐσίας· αἱ δὲ Ἀθῆναι, τῆς μέσης, δι’ ἧς ἄνοδός ἐστι ταῖς ἀπὸ τῆς φύσεως εἰς νοῦν ἐγειρομέναις ψυχαῖς. Τοῦτο γοῦν καὶ ὁ Κέφαλος εὐθὺς ἐν προοιμίοις φησὶν, ἐκ Κλαζομενῶν οἴκοθεν Ἀθήναζε τῆς τῶν Παρμενιδείων λόγων ἀκροάσεως ἕνεκα ἀφικέσθαι, καὶ ἀφικόμενος ἐντυχεῖν κατ’ ἀγορὰν Ἀδειμάντῳ καὶ Γλαύκωνι, καὶ διὰ τούτων Ἀντιφῶντι συγγενόμενος ἀκροάσασθαι τῶν λόγων, οὓς ἐκεῖνος ἀπήγγελλεν ὡς παρὰ Πυθοδώρου πεπυσμένος, ἅπερ ἐκεῖνος ἠκηκόει Παρμενίδου. Δι’ οὗ δείκνυται ὁποῖον δεῖ εἶναι τὸν ἀναχθησόμενον, ὅτι πρῶτον μὲν ἀνεγείρεσθαι τοῦ σώματος καὶ φεύγειν τὴν πρὸς αὐτὸ κοινωνίαν (οἶκος γὰρ τὸ σῶμα τῆς ψυχῆς)· ἔπειτα συνάπτειν ἑαυτὸν πρὸς τὸν τῆς Ἀθηνᾶς κλῆρον ἐν τοῖς ὅλοις· οὗ κλήρου μετασχοῦσαν τὴν ψυχὴν οὐδὲν θαυμαστὸν αὐτῶν γενέσθαι τῶν πρώτων ὄντων θεωρὸν, καὶ διὰ τούτων ἐποπτεῦσαι καὶ αὐτὰς τὰς τῶν ὄντων ἑνάδας. |
| in Prm 661 [35] | Εἰ δὲ μὴ ταύτῃ μόνον ἐθέλοις λέγειν, ἀλλ’ ἔτι καθολικώτερόν πως, οἱ τὴν φύσιν ποδηγοῦντες θεοὶ, καὶ τὰς παντοίας δυνάμεις τῶν ἐνύλων εἰδῶν καὶ ὅλων τῶν ἀτόμων καὶ αἰσθητῶν λόγων συνέχοντες, ἐξήρτηνται τῆς πρωτίστης αἰτίας, καὶ καταλαμπόμενοι μὲν ὑπὸ τῆς Ἀθηνᾶς, καὶ πρὸς τὸν νοερὸν τόπον ἐπιστρεφόμενοι, καὶ ἀναρπάζοντες ἑαυτοὺς ἀπὸ τοῦ κοσμικοῦ συστήματος (οἶκος γὰρ καὶ τοῦτο λέγεται τῶν ἐν αὐτῷ θεῶν), ἀναγόμενοι δὲ εἰς τὸ πλῆθος τὸ ἡνωμένον τῶν ὄντων, καὶ ἐκεῖ διὰ τῆς θείας δυνάμεως ἐπὶ τὴν μονάδα χωροῦσι τοῦ παντὸς πληθοῦς. Τούτων γὰρ εἰκόνα φέρει τὰ εἰρημένα τοῖς μὴ παντάπασι τῶν τοιούτων ἀνηκόοις. Τῶν μὲν γὰρ φυσικῶν ἕκαστον εἰδῶν ἐστὶ τοῦ πλήθους χεῖρον· τὸ δὲ ὑπὲρ τοῦτο πλῆθός ἐστι μὲν, ὥσπερ λέγεται, πλῆθος, μετέχει δὲ τοῦ συντεταγμένου ἑνὸς τοῦ ἐν τοῖς πολλοῖς· πρὸ δὲ τούτου ἐστὶ τὸ ἐξῃρημένον ἓν τὸ πρὸ πολλῶν, ἐφ’ ὃ διὰ τῆς μέσης δυάδος ἡ ἄνοδος· πρώτη γὰρ ἡ δυὰς ἀπὸ τοῦ ἑνὸς προῆλθεν, ὥς που ὁ Φίληβος ἡμᾶς ἀνεδίδαξεν. Οὐκοῦν ἡ μὲν ἀπόστασις τῶν Κλαζομενῶν τὴν ἀπὸ τῶν φυσικῶν λόγων ἐξῃρημένην ἐνέργειαν ἐκφαίνει τῶν θεῶν· ἡ δὲ κατ’ ἀγορὰν πρός τε Γλαύκωνα καὶ τὸν Ἀδείμαντον ἔντευξις, τὴν ἐν τῷ ἡνωμένῳ πλήθει τῆς δυάδος ἐπικράτειαν· ἡ δὲ διὰ τούτων πρὸς τὸν Ἀντιφῶντα συνουσία, τὴν πρὸς τὸ ἓν αὐτῶν ἀναγωγὴν, παρ’ οὗ καὶ ἡ τελειότης ἐφήκει τούτοις καὶ ἡ τῶν θείων ἀγαθῶν ἀποπλήρωσις. |
| in Prm 662 [35] | Ἐν ἑκάστῃ γὰρ τάξει θεῶν ἐστι καὶ ἡ μονὰς καὶ ἡ δυάδος βασιλεία καὶ ὁ ταύτῃ προσήκων ἀριθμός· καὶ πᾶν τοῦτο τὸ διῃρημένον συνάπτεται πρὸς τὴν μονάδα διὰ τοῦ ἡνωμένου πλήθους καὶ τῆς ἐν αὐτῷ μητρὸς καὶ οἷον ῥίζης δυάδος. Ἀλλὰ ταῦτα μὲν, ὅπερ εἶπον, εἰκόνα φέρει τῶν θεῶν αὐτῶν, καὶ τοῖς ἐφέπεσθαι τῇ ἀναλογίᾳ βουλομένοις πολλὴν ἂν παράσχοι εὐπορίαν. Ὅρα γὰρ ὅτι πλείους μὲν οἱ Κλαζομένιοι, δύο δὲ ὅ τε Ἀδείμαντος καὶ Γλαύκων, καὶ διὰ τούτων ἐκείνοις ἡ πρὸς τὸν Ἀντιφῶντα ἕνα ὄντα κοινωνία γίγνεται. Καὶ δῆλον ὡς πανταχοῦ τὸ πεπληθυσμένον διὰ τῆς δυάδος ἀπολαύει τῆς μονάδος, καὶ ὅτι φυσικοί τινες ὄντες ἐκεῖνοι διὰ τῶν κατὰ φύσιν προσηκόντων ἀλλήλοις ὁδεύουσιν ἐπὶ τὴν μετουσίαν τῶν τελειοτέρων, καὶ ὅτι τὰ μὲν δεύτερα ἐξέχεται ἀεὶ τῶν πρὸ αὑτῶν, πάντα δὲ ἐφ’ ἕνα τὸν Παρμενίδειον ἀνατείνεται νοῦν. Οἱ μὲν γὰρ Κλαζομένιοι τοῦ Ἀδειμάντου καὶ Γλαύκωνος δέονται, οὗτοι δὲ ἄγουσι πρὸς τὸν Ἀντιφῶντα τοὺς Κλαζομενίους, ὁ δὲ Ἀντιφῶν πληροῖ τῶν Πυθοδώρου λόγων αὐτοὺς, ὁ δὲ Πυθόδωρος τῶν Παρμενίδου καὶ Ζήνωνος καὶ Σωκράτους συνουσιῶν ἐστιν ἄγγελος· οἱ δὲ αὖ πρὸς τὸν Παρμενίδην ἥνωνται καὶ κατ’ ἐκεῖνον ἐθέλουσιν ἵστασθαι, Σωκράτης μὲν εἰς τὸ πλῆθος τῶν εἰδῶν ἀποβλέπων, Ζήνων δὲ ἑνίζων τὸ πλῆθος καὶ πρὸς αὐτὸ τὸ ἓν ἐπειγόμενος· καὶ οὗτοι μὲν τοιάνδε τάξιν ἐχέτωσαν. Δύναιο δ’ ἂν μὴ μόνον, ὡς ἔμπροσθεν εἴρηται, ταῦτα θεωρεῖν, ἀλλὰ καὶ ὅτι, Παρμενίδου καὶ Ζήνωνος καὶ Σωκράτους εἰκόνα σωζόντων τῆς θείας ὅλης διακοσμήσεως, οἱ ἑξῆς τοῖς δευτέροις ὁμοιοῦνται γένεσιν. |
| in Prm 663 [20] | Εἰ δὲ ταῦτα συννοήσαις, ὁ μὲν Πυθόδωρος ταττέσθω σοι κατὰ τὸ ἀκρότατον τῶν δαιμόνων, τὸ ἐξαγγέλλον καὶ διαπορθμεῦον τοῖς δευτέροις τὰ ἐκ τῶν πρώτων· τούτῳ γὰρ προσῆκεν ἀμφότερα, τὸ μὲν ὡς πληρουμένῳ, τὸ δὲ ὡς πληροῦντι καὶ ἔμμετρον ποιοῦντι τοῖς ἄλλοις δι’ ἑαυτοῦ τὴν ἀκρόασιν τῶν πρώτων λόγων· ὁ δὲ Ἀντιφῶν, κατὰ τὸ δαιμόνιον ἐκεῖνο τὸ καὶ ὀρέξει χρώμενον καὶ ὁρμαῖς καὶ ὅλως τὴν δευτέραν ζωὴν προσλαβόν· ἱππικὸς γὰρ ἀνὴρ ὑπόκειται· οὗτος οὖν πληροῦται μὲν ἀπὸ τῶν πρώτων δαιμόνων, πληροῖ δὲ τὰ μετ’ αὐτὸν τῆς παρὰ τῶν ὑψηλοτέρων ἀναγωγοῦ συνουσίας. Οἱ δὲ Κλαζομένιοι λοιπὸν, ψυχαῖς ἀνάλογον γενεσιουργοῖς, αἳ δέονται μὲν καὶ τῆς ἀπὸ τῶν προσεχῶν δαιμόνων βοηθείας, ἐφίενται δὲ πᾶσαι τοῦ ἄνω καὶ τῆς τῶν θείων λόγων μετουσίας· διὸ καὶ ἀφιᾶσι μὲν τὸν οἶκον (τουτέστι τὸ σῶμα), μεθίστανται δὲ ἐπὶ τὰς Ἀθήνας· ἐπιστρέφουσι γὰρ εἰς αὐτὰς, προνοίας Ἀθηνᾶς τυγχάνουσαι, καὶ ἐπὶ φρόνησιν ἀπὸ τῆς ἀγνοίας πορεύονται· τοῦτο γὰρ αἱ Ἀθῆναι. Ἐπιστραφεῖσαι δὲ, πρῶτον μὲν συνάπτονται τοῖς ὑπὲρ αὐτὰς δαίμοσιν, οἷς καὶ ἡ ἀγορὰ καὶ ἡ δυὰς προσήκει (τὸ μὲν ὅτι φύλακες θνητῶν ἀνθρώπων, τὸ δὲ ὅτι ἀπὸ τῆς μονάδος εἰσὶ) καὶ ἡ διὰ τῆς δυάδος ἐπὶ τὴν μονάδα περιαγωγή· δεύτερον δὲ διὰ τούτων ἐπί τε ἀγγέλους τινὰς καὶ θεοὺς ἀνατείνονται· διὰ γὰρ τῶν δαιμόνων πᾶσά ἐστιν ὁμιλία καὶ ἡ διάλεκτος τῶν ἀνθρώπων πρὸς θεοὺς, ὥς φησιν ἡ Διοτίμα, καὶ ἐγρηγορότων καὶ καθευδόντων. Ἔχεις οὖν πάλιν κατ’ ἄλλην ἔφοδον τὰς ἀναλογίας τῶν πραγμάτων ἐπὶ τὰ πρόσωπα μεταφέρειν, καὶ δεῖ, πρὸ τῆς τῶν πραγμάτων αὐτῶν μυστικῆς θεωρίας, ἐν τούτοις ὡς ἐν εἰκόσι γυμνάζειν τὴν ἑαυτῶν διάνοιαν· ἐπεὶ καὶ τὸ ἀφικομένους Ἀθήναζε τοὺς ἄνδρας ἀμέσως κα τ ’ ἀγορὰν ἐντυχεῖν Ἀδειμάντῳ τε καὶ Γλαύκωνι τοῖς τοῦ Ἀντιφῶντος ἀδελφοῖς ἔμφασιν ἔχει θεολογικῆς ἄλλης ἐπιβολῆς, ὅτι ταῖς ἀναγομέναις ψυχαῖς ὑπάρχει πολλὴ καὶ ἡ ἀπὸ τῆς ἀγαθῆς τύχης βοήθεια, συντάττουσα αὐτὰς οἷς τε δεῖ καὶ ὅπου δεῖ καὶ ὡς δεῖ πρὸς τὴν τῆς αὐτῶν σωτηρίας ἀντίληψιν· καὶ ὡς οὐκ ἐν τοῖς ἐκτὸς μόνον δεόμεθα τῶν ἀπὸ τῆς ἀγαθῆς τύχης δώρων, ἀλλὰ καὶ ἐν ταῖς αὐτῆς τῆς ψυχῆς ἀναγωγοῖς ἐνεργείαις, ὥς που φησὶ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης, ἐπ’ εὐτυχίᾳ τῇ μεγίστῃ παρὰ θεῶν δίδοσθαι τῷ ἐρωτικῷ τὴν μανίαν τὴν περὶ τὰ παιδικά· καὶ κατάγων δὲ ἀπὸ τοῦ νοητοῦ τὰς ψυχὰς, ἄλλας κατ’ ἄλλας συντυχίας φέρεσθαί φησιν εἰς τὰ σώματα· καὶ πρὸ τῶν σωμάτων ἄρα συναισθάνονται τῶν ἐκ τῆς τύχης δόσεων, καὶ κυβερνῶνται ὑπ’ αὐτῆς καὶ ἄγονται πρὸς τὸ οἰκεῖον. |
| in Prm 664 [10] | Εἰκότως ἄρα καὶ ἐν τούτοις ἀναγόμεναι αἱ ψυχαὶ καὶ διὰ τῆς τύχης συνάπτονται πρὸς τὰς τελεσιουργοὺς ἑαυτῶν αἰτίας· καὶ οὐ διοισόμεθα ἡμεῖς, εἴτε τὸ [ περιτυχεῖν τ ῷ ] ἐντυχεῖν ταὐτὸν λαμβάνουσιν, εἴτε τὸ μὲν περιτυχεῖν οὐ κατὰ προαίρεσιν γίγνεσθαι λέγοι τις, τὸ δὲ ἐντυχεῖν κατ’ οἰκείαν ὁρμήν· ἑκάτερον γὰρ δεῖται τῆς συναγωγοῦ τῶν διεσπαρμένων αἰτίας, ἐπεὶ καὶ ἡ μερικὴ βούλησις οὐδὲν ἄνευ τῶν ὅλων περαίνειν βούλεται. Κατὰ τύχην οὖν τὸ ἐντυχεῖν καὶ τὸ συναφθῆναι ταῖς ἑαυτῶν τελειοτέραις φύσεσι τὰς ἀναγομένας ψυχάς· καὶ οὐ τῆς τύχης δέονται μόνον, ἀλλὰ καὶ τῆς εἱμαρμένης, πρὶν ἱκανῶς τελειωθῶσι. Καὶ ὅρα πάλιν ὅπως καὶ ἐνταῦθα φυλάττεται τῶν προσώπων ἡ τάξις· ἐντυγχάνουσι γὰρ Ἀδειμάντῳ καὶ Γλαύκωνι· τῶν δὲ ἀνδρῶν τούτων ὅτι τελεώτερος ὁ Γλαύκων, δηλοῖ καὶ ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης, ἀεὶ τὴν τοῦ Γλαύκωνος φύσιν τεθαυμακέναι λέγων· ὥστε, εἰ καταδεέστερος ὁ Ἀδείμαντος, εἰκότως Ἀδειμάντῳ τε καὶ Γλαύκωνί φησιν αὐτοὺς ἐντυχεῖ ν· τὸ γὰρ ἀτελὲς τῶν ἀτελεστέρων πρῶτον ἐφάπτεται, καὶ διὰ τούτων καὶ αὐτῶν τυγχάνει τῶν τελειοτέρων. |
| in Prm 665 [40] | Ταῦτα περὶ τῆς τῶν πραγμάτων τούτων ἀναλογίας εἰρήσθω. Τὸν δέ γε χαρακτῆρα τοῦ διαλόγου δηλοῖ καὶ ἡ πρώτη λέξις, ἀπερίεργος οὖσα καὶ ἀκριβὴς καὶ καθαρά· καὶ γὰρ ἔπρεπε ταῖς νοεραῖς ἐπιβολαῖς ὁ σύντομος καὶ αὐτοφυὴς καὶ καθαρὸς λόγος. Καὶ οὐχ ὁ Πλάτων τοῦτο ἐπιτετήδευκε μόνος, ἀλλὰ καὶ αὐτὸς ὁ Παρμενίδης ἐν τῇ ποιήσει· καίτοι δι’ αὐτὸ δήπου τὸ ποιητικὸν εἶδος χρῆσθαι μεταφοραῖς ὀνομάτων καὶ σχήμασι καὶ τροπαῖς ὀφείλων, ὅμως τὸ ἀκαλλώπιστον καὶ ἰσχνὸν καὶ καθαρὸν εἶδος τῆς ἀπαγγελίας ἠσπάσατο· δηλοῖ δὲ τοῦτο ἐν τοῖς τοιούτοις· ἐὸν γὰρ ἐόντι πελάζει. καὶ πάλιν· ἐπεὶ νῦν ἐστιν ὁμοῦ [πᾶν]. καὶ πάλιν· οὔτε τι μεῖζον, Οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι [τῇ ἢ τῇ]. Καὶ πᾶν ὅ τι ἄλλο τοιοῦτον· ὥστε μᾶλλον πεζὸν εἶναι δοκεῖν, ἦ ποιητικὸν λόγον. Ὅρα δὴ οὖν καὶ ἐν τῷ προοιμίῳ τούτῳ τοῦ Πλάτωνος, πρῶτον μὲν ὅτι τὴν γοργότητα τῶν ἰδεῶν ἐξελέξατο, καὶ γὰρ τοῦτο τοῖς πράγμασιν οἰκεῖον· ἔπειτα τῷ τῆς ἐπιδρομῆς σχήματι, πάνυ καὶ συνδέοντι τὸν λόγον καὶ ταχέως ἀπαρτίζοντι τὴν διάνοιαν, συντομίας τε ἐπεμελήθη καὶ δι’ αὐτῶν τῶν ἀναγκαιοτάτων ὥδευσεν ὀνομάτων, πάντα τὰ ἄλλα περικόψας τῆς διηγήσεως ὅσα ἄν τις ὡραϊζόμενος σοφιστικῶς προσέθηκε. Καί μου λαβόμενος τῆς χειρὸς ὁ Ἀδείμαντο ς , χαῖρ ε , ἔφ η , ὦ Κέφαλ ε · καὶ εἴ του δέῃ τῶν τῇδ ε , ὧν ἡμεῖς δυνατο ὶ , φράζ ε . |
| in Prm 666 [5] | (P. 126 A.) Ὁρᾷς ὅπως οἱ ἐκ Κλαζομενῶν ἥκοντες ἄνδρες προσεχῶς ἀντέχονται τοῦ Ἀδειμάντου καὶ οὗτός ἐστι τὴν χεῖρα ὀρέγων αὐτοῖς· καίτοι καὶ ὁ Γλαύκων πάρεστιν, ἀλλὰ σιωπῶν, ὁ δὲ καὶ ἀσπάζεται καὶ ξεναγεῖ τοὺς ἄνδρας. Τίνων οὖν ταῦτα σύμβολα; Λεγέσθω μὲν γὰρ καὶ ὅτι καθηκόντων ἐστὶν ὑπογραφὴ πολλῶν ἐν τούτοις, οἷον ὅπως δεῖ περὶ τοὺς ξένους ἕτοιμον εἰς βοήθειαν εἶναι τὸν ξένιον τιμῶντας δαίμονα καὶ θεὸν, καὶ ὅτι δεῖ τὸν ἀστὸν προκατάρχειν τῆς φιλοφροσύνης ἢ τὸν ξένον καὶ πανταχοῦ τὸν δυνατώτερον πρότερον ἐπιτρέχειν εἰς τὴν θεραπείαν τῶν γνωρίμων, καὶ ὅτι δεῖ τὰς ὑποσχέσεις ἀσφαλεῖς ποιεῖσθαι καὶ κατὰ δύναμιν, ὃ δὴ καὶ ἐνταῦθα δοκεῖ ποιεῖν ὁ Ἀδείμαντος, τοσαῦτα τοῖς Κλαζομενίοις παρέξειν ὅσα δυνατός ἐστιν ἐπαγγελλόμενος. Καὶ ὅλως πολλὰ ἄν τις εἴποι τοιαῦτα προσκαθεζόμενος τῇ λέξει· τὰ δὲ εἰς τὴν τῶν πραγμάτων ἡμᾶς ἀνάγοντα τῶν ὅλων θεωρίαν, ἃ καὶ προσήκει τῷδε τῷ διαλόγῳ, ῥητέον, ὅτι τέτακται μὲν καὶ ὁ Ἀντιφῶν καὶ ὁ Γλαύκων καὶ ὁ Ἀδείμαντος κατὰ τὴν δαιμονίαν τάξιν εἰς τρία διῃρημένην· αἱ δὲ ἀναγόμεναι ψυχαὶ δέονται μὲν καὶ τῶν προσεχῶν αὑταῖς δαιμόνων εἰς τὴν ἄνοδον, συνάπτονται δὲ διὰ τούτων πρὸς τὴν ὑπερτάτην αὐτῶν τάξιν καὶ διὰ ταύτης ἀνατείνονται πρὸς θειοτέρας αἰτίας, αἳ καὶ τελέως μὲν ἐξιστάμεναι τοῦ σώματος καὶ οἷον τοπικῶς κινοῦνται καὶ συλλέγουσιν ἑαυτὰς ἀπὸ τοῦ σώματος καὶ ἀθροίζουσι τὰς ἑαυτῶν δυνάμεις, συνταχθεῖσαι δέ τισι δαιμονίαις τάξεσι ζωτικῶς ἤδη ποιοῦνται τὴν ἐπὶ τὰς ὑψηλοτέρας τάξεις μετάβασιν. Εἰκότως ἄρα ὁ Ἀδείμαντος, ἅτε προσεχέστερος ὢν αὐταῖς, χεῖρά τε ὀρέγει καὶ μεταδίδωσιν αὐτοῖς φιλοφροσύνης, μιμούμενος ἐκείνην τὴν τάξιν ἣ δύναμιν χορηγεῖ ταῖς ἀνιέναι βουλομέναις ψυχαῖς καὶ συνάπτει πρὸς ἑαυτὴν τὰς ἀναγωγοὺς ἐκείνων δυνάμεις (αἱ γὰρ χεῖρες σύμβολα δυνάμεώς εἰσι)· χεῖρά τε οὖν ὀρέγει καὶ μεταδίδωσιν αὐτοῖς φιλοφροσύνης καὶ τοῦ χαίρει ν, ἐπεὶ καὶ ταῖς ψυχαῖς ταῖς ἑαυτὰς σώζειν βουλομέναις ἥ τε εὐφροσύνη καὶ ὁ μετὰ ῥαστώνης βίος ἀπὸ τῶν κρειττόνων, ἀλλ’ οὐκ ἀπὸ τῶν χειρόνων δίδοται. |
| in Prm 667 [40] | Πῶς γὰρ ἄν τις ἄλλῳ μεταδοίη ῥαστώνης, αὐτὸς ἐν δυσκολίαις ὤν; πῶς δ’ ἄν τις χαρᾶς ἄλλῳ μεταδοίη καὶ εὐφροσύνης, αὐτὸς ἐν δυσθυμίαις ὤν; Μόνως οὖν ἡ εὐφροσύνη καὶ τὸ χαίρειν, πρῶτον μὲν ἀπὸ τῶν θεῶν, ἔπειτα ἀπὸ τῶν θείων γενῶν, ἔπειτα ἀπὸ τῶν σπουδαίων ἀνδρῶν· παρὰ γὰρ τοῖς θεοῖς πρώτοις τὸ ῥεῖα ζῇν, ἔπειτα δευτέρως ἐν θείοις γένεσι, καὶ κατὰ τὴν τούτου μετουσίαν ἐν ταῖς ἔμφροσι ψυχαῖς, παρ’ αἷς τὸ ἵλεων ἀεὶ καὶ τὸ εὐφρόσυνον προβέβληται καὶ εὐάρεστος τοῖς γιγνομένοις βίος. Ἥκει τοίνυν ταῖς ἀναγομέναις ψυχαῖς ἀπὸ τῶν προσεχῶν αὐταῖς δαιμόνων πρῶτον μὲν δύναμις ἀναγωγὸς, ἔπειτα ῥαστώνη καὶ τὸ εὐφρόσυνον, καὶ τρίτον πρότασις τῶν ἀγαθῶν ὧν δύνανται κομίζεσθαι παρ’ αὐτῶν· ἀνεγείρουσι γὰρ αὐτὰς εἰς τὴν ἑαυτῶν μετουσίαν, καὶ χορηγοῦσιν ἀφθόνως ὅσα πεφύκασιν ἀγαθὰ, καὶ τελειότερα ὑπερτέρων αὐτὰς δέχεσθαι παρασκευάζουσι. Τὸ γοῦν ἕτοιμον τῆς ὑποσχέσεως καὶ τὸ ἀγαθουργὸν καὶ τὸ προκλητικὸν τῶν ἀτελῶν εἰς τὴν τελείωσιν (πᾶσα γὰρ χρεία πάντως ἀτελὲς ποιεῖ τὸ ἔχον αὐτὴν), ἅπαντα ταῦτα μιμεῖται τὴν ἀπὸ τῶν ἀγαθῶν δαιμόνων καθήκουσαν εἰς τὰς ψυχὰς εὐεργεσίαν. Ἀλλὰ μὴν δ ὴ , εἶπον ἐγ ὼ , πάρειμί γε ἐ π ’ αὐτὸ τοῦτο δεησόμενος ὑμῶ ν . — Λέγοις ἂ ν , ἔφ η , τὴν δέησι ν . (P. 126 A.) Τοιαύτας εἶναι δεῖ καὶ τὰς ἀναχθησομένας ψυχὰς ἑτοίμους πρὸς τὴν μετουσίαν τῶν θείων ἐν ταῖς ἐνεργείαις, ἀπολιμπανούσας μὲν τὰ πάτρια αὑταῖς ἔθη καὶ σύμφυλα, τῶν δὲ τελειοτέρων ἀγαθῶν λιπαρῶς ἀντεχομένας καὶ μὴ πάρεργον ποιουμένας τὴν περὶ τὸ θεῖον διατριβὴν, ἀλλ’ ἔργον τὸ πρώτιστον καὶ κυριώτατον. |
| in Prm 668 [5] | Οὕτω γὰρ ἂν τῆς ἀπὸ τῶν κρειττόνων τύχοιεν βοηθείας, ἑαυτὰς ὑποστρώσασαι πρὸς τὴν ἀπ’ αὐτῶν ἄφθονον χορηγίαν τῶν ἀγαθῶν· πανταχοῦ γὰρ τὸ ἀτελὲς τῷ τελείῳ συνάπτεται διὰ τῆς ἐπιτηδειότητος, ὥσπερ τὸ τέλειον τῷ ἀτελεῖ διὰ τῆς τελεσιουργοῦ δυνάμεως· δύο γὰρ αὗται μεσότητές εἰσι τῶν ἀτελῶν καὶ τῶν τελείων τῶν τε μετεχόντων καὶ τῶν μετεχομένων, ἐπιτηδειότης μὲν ἐν τοῖς ἀτελέσι, δύναμις δὲ χορηγὸς τῆς τελειότητος ἐν τοῖς κρείττοσι, δι’ ἧς καὶ τὰ ἀτελῆ τελειοῦται, καὶ τὰ μετέχοντα γίγνεται τοιαῦτα δευτέρως οἷα τὰ μετεχόμενα πρώτως. Τὴν τοίνυν ἐπιτηδειότητα τῶν μεθέξειν ὀφειλόντων καὶ ὁ Κέφαλος ἐνδείκνυται νῦν ὅσην ὑπάρχειν δεῖ, καὶ ὅτι λιπαρῶς αὐτοὺς ἀντέχεσθαι προσήκει τῶν τελειοτέρων, μᾶλλον δὲ καὶ ἔτι κυριώτερον ἐπ’ αὐτῶν θεώμεθα τῶν ψυχῶν· πῶς γὰρ ἂν ἄλλως τῶν κρειττόνων μετάσχοιεν ἢ δι’ ἐπιτηδειότητος; Ἀλλὰ καὶ τὸ πάρειμι ταύταις οἰκεῖον· δεῖ γὰρ αὐτὰς αὐτοκινήτους οὔσας ἀνεγεῖραί πως ἑαυτὰς πρῶτον ἀπὸ τοῦ σώματος, ἔπειθ’ οὑτωσὶ καὶ τῶν ὑπὲρ αὑτὰς δεῖσθαι βοηθῶν· οὕτω γὰρ αὐταῖς διακειμέναις ἕτοιμός ἐστιν ἡ τῶν κρειττόνων δόσις, ἣν καὶ ὁ Ἀδείμαντος ἀπεικονιζόμενος, λέγοις ἂ ν, ἔφη, τὴν δέησι ν, πάντα ποιήσειν ὅσα δυνατός ἐστιν ἐπαγγελλόμενος. Καὶ ἐγὼ εἶπο ν · Τῷ ἀδελφῷ ὑμῶν τῷ ὁμομητρίῳ τί ἦν ὄνομ α ; οὐ γὰρ μέμνημα ι . Παῖς δέ που ἦν ὅτε τὸ πρότερον ἐπεδήμησα δεῦρο ἐκ Κλαζομενῶ ν · πολὺς δὲ ἤδη χρόνος ἐξ ἐκείνο υ . (P. 126 B.) Τὰ μὲν τῆς ἱστορίας, εἴ τῳ μέλει καὶ ταύτης, ὧδε ἔχει. Περικτιόνη παῖδας Ἀρίστωνι ποιησαμένη Πλάτωνα καὶ Ἀδείμαντον καὶ Γλαύκωνα, τοῦ ἀνδρὸς αὐτῆς τὸν βίον ἀπολιπόντος, ἑτέρῳ συνῴκησεν ἀνδρί· τῷ δὲ ἦν ὄνομα Πυριλάμπης, οὗ καὶ ὁ ἐν Γοργίᾳ διεμνημόνευσε Σωκράτης πρὸς τὸν Καλλικλέα λέγων, ὡς αὐτὸς μὲν ἔρωτι τοῦ τε Κλεινιείου καὶ τοῦ φιλοσοφεῖν, ἐκεῖνος δὲ τοῦ τε Ἀθηναίων δήμου καὶ τοῦ Πυριλάμπους παιδός· ἦν γὰρ καὶ ἐκείνῳ τοῦτο τὸ ὄνομα, ἐκ προτέρας τῷ Πυριλάμπει γενομένῳ γυναικός· συνῴκησέ τε οὖν Περικτιόνη τῷ Πυριλάμπει, καὶ ἐποίησε παῖδα τὸν Ἀντιφῶντα τοῦτον ὃν ἐνταῦθα Γλαύκωνος καὶ Ἀδειμάντου κέκληκεν ὁμομήτριον ἀδελφό ν. |
| in Prm 669 [40] | Ὁρᾷς δὲ ἐκ τούτων οὕτως ἱστορουμένων ὅτι μετὰ τὸν Σωκράτους ὡς εἰκὸς θάνατον ἡ πρὸς τὸν Κέφαλον γέγονε συνουσία τοῦ Ἀντιφῶντος· Πλάτωνα μὲν γὰρ τέταρτον καὶ εἰκοστὸν ἔτος ἄγοντα καταλέλοιπεν ὁ Σωκράτης· ἡ δὲ Περικτιόνη μετὰ τοὺς τρεῖς παῖδας ἐγήματο καὶ τὸν Ἀντιφῶντα ἐγέννησεν· ὁ δὲ ἐν ἡλικίᾳ νῦν ἐστιν, ὥστε καὶ πρὸς ἱππικῇ τὰ πολλὰ διατρίβειν. Ἀλλὰ περὶ τούτων ἀπόχρη ταῦτα. Ἐγὼ δὲ θαυμάζω μὲν καὶ τὸ τῆς ἑρμηνείας εἶδος ὅπως κατακεκόσμηται τοῖς σχήμασι τῆς καθαρότητος, καὶ ὅπως ἐξαλλαγέντος τοῦ εἴδους θαυμάσιον οἷον ἀνεφάνη κάλλος· οὐ γὰρ εἶπε τὴν δέησιν εὐθὺς ὁ Κέφαλος ἣν ἀπῄτησεν ὁ Ἀδείμαντος, οἷον ὅτι δεόμεθα Ἀντιφῶντος, ἵν’ ἡμῖν διηγήσηται τοὺς λόγους οὓς Πυθοδώρου ἀκήκοεν ἀλλὰ ἀντὶ τῆς δεήσεως ἐρώτησιν πεποίηται περὶ αὐτοῦ τοῦ Ἀντιφῶντος. Τοῦτο δὲ ὅσον πεποίηκε κάλλος, ἴσασιν οἱ τῶν τοιούτων ἐπαΐειν δυνάμενοι. Θαυμάζω δὲ ἔτι μᾶλλον τὴν τοῦ Πλάτωνος ἐπιστήμην οὕτω διὰ πάντων τὴν πρὸς τὰ πράγματα φυλάττουσαν ὁμοιότητα· δεῖ γὰρ τὰς ὑπό τινος τελειωθησομένας ψυχὰς κἀκείνῳ προσιούσας διὰ τῆς γνώσεως αὐτῷ καὶ τῆς ἐπιβολῆς συνάπτεσθαι πρῶτον· ἡγεῖται γὰρ ἡ γνῶσις, ἔπειτα ἡ πέλασις, ἔπειτα ἡ ἕνωσις· οὐ γὰρ ἄν τις ἑνωθείη πρὸς τοῦτο ᾧ μηδὲ πελάσαι δυνατός ἐστιν, ἀλλ’ οὐδ’ ἂν ἐκείνῳ τις πελάσειεν ὃ μηδὲ ἔγνωκεν. Ἃ δὴ οὖν ἀπομιμούμενος καὶ ὁ Κέφαλος ἐπερωτᾷ τὸν Ἀδείμαντον τί τὸ ὄνομά ἐστι τοῦ ἀδελφοῦ αὐτῶν, τὸν Ἀντιφῶντα βουλόμενος μαθεῖν· οὐ γὰρ μεμνῆσθαι, διότι παῖς ἦν ἐκεῖνος ὅτε ταῖς Ἀθήναις αὐτὸς πρότερον ἐπεδήμησεν, ὥστε ἧττον αὐτῷ διὰ τοῦτο γνώριμος· εἰώθαμεν γὰρ τὰ ὀνόματα διαμνημονεύειν τῶν ἐμφανῶν ἢ κατὰ τύχην ἢ κατὰ ψυχῆς ἕξιν ἢ κατ’ ἄλλο τι τοιοῦτον. |
| in Prm 670 [40] | Ἵν’ οὖν ἐπὶ τὰ πράγματα πάλιν ἀναδράμωμεν, δεῖ τὰς ἀναγομένας ψυχὰς διὰ γνώσεως συνάπτεσθαι πρῶτον τοῖς ἐφετοῖς καὶ δι’ ἐπιβολῆς, ἧς ἐστιν ἡ τοῦ ὀνόματος μάθησις εἰκὼν (καὶ γὰρ τὰ ὀνόματα τοῦ γνωστικοῦ τῆς ψυχῆς ἐστιν ἔκγονα)· συμβαίνει δὲ αὐτὰς ἔτι ἀτελεῖς οὔσας ποτὲ μὲν μὴ καταδράττεσθαι τοῦ γνωστοῦ, ἀλλ’ ἀτελὲς αὐτὸ καὶ οὐχ ὅλον ὁρᾷν, ποτὲ δὲ ὅλον, ὅτε καὶ τελέως αὐτὸ περιπτύσσονται καὶ δι’ αὐτοῦ καί τ’ ἄλλα γινώσκουσι τῶν κρειττόνων. Τὸ μὲν οὖν ὄνομα, ὃ ἀπαιτεῖ μαθεῖν ὁ Κλαζομένιος, σύμβολόν ἐστι τῆς οὐσίας· τὸ δὲ μεμνῆσθαι, τῆς τῶν ψυχῶν λήθης ἣν ἀπὸ τῆς γενέσεως ἔχουσι. Τὸ δὲ, παῖς γὰρ ἦν ὅτε πρότερον ἐπεδήμησ α, τῆς ἀτελοῦς ἐπιβολῆς, δι’ ἣν οὐχ ὅλον οὐδὲ τέλεον ὁρᾶται τὸ γνωστὸν ταῖς ψυχαῖς. Τὸ δὲ, πολὺς γὰρ ἤδη χρόνο ς, δήλωμά ἐστιν ἐν τῷ χρόνῳ τῆς ἐκ πολλοῦ πρὸς τὴν γνῶσιν παρασκευῆς. Εἰ δὲ καὶ ὁμομήτριοι διὰ τοῦτο κέκληνται τρεῖς οἱ νῦν, ὅτι δαιμονίαις τάξεσιν ἀναλογοῦσι· πάντες δὲ οἱ δαίμονες ἐκ μιᾶς μητρός εἰσι καὶ μίαν ἔχουσι δαιμονιοῦχον αἰτίαν. Ἴσως ἂν καὶ ταύτῃ τῆς τῶν πραγμάτων ἀληθείας ὁ λόγος ἐφάπτοιτο. Τῷ μὲν γὰρ πατρ ὶ , δοκ ῶ , Πυριλάμπης ὄνομ α . — Πάνυ γ ε , ἔφ η · αὐτῷ δέ γε Ἀντιφῶ ν . Ἀλλὰ τί μάλιστα πυνθάνε ι; (P. 126 B.) Τὸ μὲν ἀκριβῶς οἶδεν ὁ Κέφαλος, τὸ δὲ ἀγνοεῖ μὲν, αἰτεῖ δὲ τούτων μαθεῖν· τοιοῦτος δὲ καὶ ὁ τῶν αὐτοκινήτων οὐσιῶν τῆς ἐνεργείας τρόπος· τὰ μὲν γὰρ παρ’ ἑαυτῶν ὁρῶσι, τὰ δὲ παρὰ τῶν τελειοτέρων ὑποδέχονται, ἃ δὲ πρόχειρα περὶ τὴν δόσιν ἐστὶν, ὅταν καὶ ταῦτα περὶ τὴν ὑποδοχὴν ἑαυτὰ παρασκευάσῃ· διὰ γὰρ τοῦτο καὶ ὁ Ἀδείμαντος, ἰδὼν αὐτὸν ἀκριβῆ περὶ τὴν γνῶσιν ἣν εἶχε, προσέθηκεν εὐθὺς καὶ ἣν οὐκ εἶχε, ταύτην δὲ προσθεὶς ἐπανήρετο τὴν τῆς ἐρωτήσεως αἰτίαν· δεῖ γὰρ καὶ δέχεσθαι τὰ παρὰ τῶν κρειττόνων καὶ ἐφίεσθαι μετὰ τὴν ὑποδοχὴν μειζόνως αὐτῶν ἢ πρότερον. |
| in Prm 671 [5] | Καὶ μὴ θαυμάσῃς εἰ τὸ κρεῖττόν τις εἰδὼς καὶ τὸ αἴτιον ἀγνοεῖ τὸ καταδεέστερον· πολλάκις γὰρ αἱ ψυχαὶ δι’ εὐφυΐαν ἢ διὰ τὴν ἐνέργειαν τῶν πρώτων εἰκόνων ἐννοίας ἔχουσαι τῆς τῶν καταδεεστέρων παρῄρηνται γνώσεως. Οἵ δ’ , εἶπον ἐγ ὼ , πολῖταί τέ μοί εἰσ ι , μάλα φιλόσοφο ι , ἀκηκόασί τε ὅτι οὗτος ὁ Ἀντιφῶν Πυθοδώρῳ τινὶ Ζήνωνος ἑταίρῳ πολλὰ ἐντετύχηκ ε , καὶ τοὺς λόγου ς , οὕς ποτε Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης διελέχθησα ν , πολλάκις ἀκούσας τοῦ Πυθοδώρου ἀπομνημονεύει (P. 126 B.) Τῶν Κλαζομενίων ἀνδρῶν πῇ μὲν κρείττων ἁπάντων ἂν εἶναι δόξειεν ὁ Κέφαλος, πῇ δὲ καταδεέστερος· καθόσον μὲν γὰρ οἱ φιλόσοφοι τῶν λόγων ἥκουσιν ἀκροασόμενοι, προηγουμένως ταύτῃ καταδεέστερός ἐστι· τούτων γὰρ ἕνεκα καὶ αὐτὸς ἐλήλυθε· δοκεῖ δὲ ἐν τῇ τάξει τῶν ὄντων κρεῖττον εἶναι τὸ οὗ ἕνεκα τῶν ἕνεκά του γιγνομένων· καθόσον δὲ οὗτος μὲν ὀνόματος ἔτυχεν, ἐκεῖνοι δὲ ἀνωνύμως φέρονται, ταύτῃ δὴ οὗτος, ὡς ἔοικε, τὴν ἀκροτάτην ἔχει τάξιν ἐν αὐτοῖς (εἴωθε γοῦν ὁ Πλάτων τοὺς ἀτελεστέρους ἀνωνύμους παραδιδόναι, ὡς ἐν Τιμαίῳ τὸν τέταρτον, ὡς τὸν τοῦ Κριτοβούλου πατέρα, ὡς τὸν ἀπορήσαντα φαύλως ἐν Φαίδωνι)· καὶ οὐ ταύτῃ μόνον σεμνότερος, ἀλλὰ καὶ καθόσον ὁ συνάπτων αὐτοὺς τοῖς περὶ Ἀδείμαντον ὁ Κέφαλός ἐστι. Καὶ ἴσως αὐτὸς μὲν ἂν εἴη τὸ κυριώτερον τῶν ἀναγομένων ψυχῶν, καὶ ὁ ἐν αὐταῖς, εἰ βούλει λέγειν, ἡνίοχος· οἱ δὲ λεγόμενοι μάλα φιλόσοφοι κατὰ τὰς δευτέρας αὑτῶν δυνάμεις, αἳ διὰ τοῦ ἡνιόχου τυγχάνουσι τῆς τῶν πρώτων μετοχῆς· διὸ καὶ πολῖται μὲν τοῦ Κεφάλου λέγονται, μάλα δὲ φιλόσοφοι· καὶ γὰρ ἐκ τῆς αὐτῆς ἑστίας καὶ τῆς αὐτῆς πατρίδος πᾶσαι τῆς ψυχῆς αἱ δυνάμεις· πᾶσα γὰρ ἐκ τοῦ νοητοῦ προελήλυθε. |
| in Prm 672 [10] | Καὶ ἔτι τὸ ζητητικὸν καὶ ἐρευνητικὸν τῶν ὄντων ταῖς τοιαύταις ὑπάρχει δυνάμεσιν· ἐπεὶ ὅ γε ἡνίοχος ἡνῶσθαι μᾶλλον ἐθέλει τοῖς κρείττοσιν ἢ ζητητικῶς αὐτοῖς προβάλλειν καὶ διῃρημένως. Ἔχονται τοίνυν αἱ μὲν πολλαὶ δυνάμεις τῆς ἑαυτῶν ἀκρότητος, πᾶσα δὲ ψυχὴ τῶν προσεχῶς ἀναγόντων αὐτὴν δαιμόνων, οὗτοι δὲ τῶν πρώτων καὶ θείων ὄντως αἰτιῶν. Καὶ ὅρα πάλιν ὅπως τοῖς προσώποις αὐτὸς τὴν πρέπουσαν τάξιν ἀποδέδωκε· τὸν μὲν γὰρ Ἀντιφῶντα ὑποτάττει τῷ Πυθοδώρῳ, τοῦτον δὲ τῷ Ζήνωνι· καὶ πάλιν τῆς πρὸ τούτων τριάδος, τὸν μὲν Σωκράτη τίθησιν ὡς ἐγγυτέρω τῶν περὶ τὸν Κέφαλον, δεύτερον δὲ τὸν Ζήνωνα, τρίτον δὲ τὸν Παρμενίδην· ὅπως δὲ ταῦτα ἐπὶ τὰ πράγματα ἀνενεκτέον, οὐκ ἄδηλον ἐκ τῶν εἰρημένων. Οὐ δεῖ δὲ θαυμάζειν εἰ τοὺς ἐκ Κλαζομενῶν φιλοσόφους, καὶ ταῦτα φυσικοὺς ὄντας, μάλα φιλοσόφους προσείρηκεν· εἴωθε γὰρ τοὺς θεωρητικοὺς τῶν θείων οὕτω καλεῖν, ὡς ἐν Σοφιστῇ τὸν Ἐλεάτην ξένον· καὶ γὰρ ἐκεῖνον οὕτω προσείρηκεν ἑταῖρον τῶν ἀμφὶ τὸν Παρμενίδην καὶ Ζήνωνα, μάλα δὲ ἄνδρα φιλόσοφον· καὶ τούτους οὖν, ὡς μὴ ἐμμένοντας τοῖς φυσικοῖς λόγοις, ἀλλὰ ἀνατρέχοντας εἰς τὴν τῶν ὄντων θεωρίαν δόξῃ μετ’ αἰσθήσεως ληπτῶν, καὶ ὡς δι’ ἐπιτηδειότητος ἀκροτάτης τῶν τελειοτέρων ἀντεχομένους μάλα φιλοσόφους προσηγόρευκε· μάλα γὰρ φιλόσοφος λέγεται καὶ ὁ καθ’ ἕξιν καὶ ὁ κατ’ ἐπιτηδειότητα τοιοῦτος. Ἀλλὰ τοῦτο μὲν τοιοῦτον· ὅρα δὲ ὅπως πάλιν εἰς τὰ παραδείγματα ἀποβλέπων καὶ τὸν Πυθόδωρον πολλάκις ἐντετυχηκέναι τῷ Ζήνωνί φησι, καὶ τὸν Ἀντιφῶντα τοῦ Πυθοδώρου πολλάκις ἀκηκοέναι· καὶ γὰρ οἱ θεῖοι λόγοι καθ’ ἕνωσιν μέν εἰσιν ἐν τοῖς θεοῖς, πληθύνονται δὲ ἐν τοῖς δαίμοσι, καὶ ὅσῳ προΐασιν ἀπὸ τῶν θεῶν, τοσούτῳ μᾶλλον αὐτοῖς ἡ ἔκτασις ὑπάρχει καὶ ἡ εἰς πλῆθος ἀπόβασις· ὅθεν καὶ τὸ οὗτος μὲν ἐπὶ τοῦ Ἀντιφῶντος προσέθηκε, τὸ τινὶ δὲ ἐπὶ τοῦ Πυθοδώρου· μερικωτέρων γάρ εἰσι τάξεων εἰκόνες, καὶ οὐ τοιοῦτοι οἷον ὁ Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης αὐτὸς, οὓς ἁπάσης τοιαύτης προσθήκης χωρὶς ἀνηγόρευσεν. |
| in Prm 673 [35] | Ἀληθ ῆ , ἔφ η , λέγει ς . — Τούτων τοίνυ ν , εἶπον ἐγ ὼ , δεόμεθα ἀκοῦσα ι . — Ἀλ λ ’ οὐ χαλεπὸ ν , ἔφ η · μειράκιον γὰρ ὢν αὐτοὺς εὖ μάλα διεμελέτησε ν , ἐπεὶ νῦν γε κατὰ τὸν πάππον τε καὶ ὁμώνυμον πρὸς ἱππικῇ τὰ πολλὰ διατρίβε ι . Ἀλ λ ’ εἰ δε ῖ , ἴωμεν πα ρ ’ αὐτό ν · ἄρτι γὰρ ἐνθένδε οἴκαδε οἴχετα ι · οἰκεῖ δὲ ἐγγὺς ἐν Μελίτ ῃ. (P. 126 C.) Τὰ μὲν ὁ Ἀδείμαντος ἀγνοοῦντας ἀναδιδάσκει τοὺς Κλαζομενίους, τὰ δὲ τὴν προϋπάρχουσαν ἐν αὐτοῖς γνῶσιν βεβαιοτέραν ποιεῖ ταῖς ἑαυτοῦ συγκαταθέσεσι· καὶ γὰρ ὅτε τὸν πατέρα τοῦ Ἀντιφῶντος ὁ Κέφαλος ὠνόμασε, πάνυ γε ἔφη ὁ Ἀδείμαντος· καὶ νῦν, ἀληθ ῆ , ἔφ η , λέγει ς, εἰπόντος ἐκείνου τὸν Ἀντιφῶντα διὰ Πυθοδώρου τῆς Σωκράτους καὶ Ζήνωνος καὶ Παρμενίδου συνουσίας ἀκηκοέναι. Ταῦτα μὲν οὖν αὐτῷ προεγνωσμένα βεβαιοῖ· τίς δὲ οὗτος ὁ Πυριλάμπους υἱὸς καὶ τίνα ἔχει νῦν ζωὴν καὶ ποῦ ποτε οἰκῶν ἐστιν, οὐκ εἰδότα τὴν ἀρχὴν αὐτὸν ἀναδιδάσκει, καὶ τέλος ἡγεμὼν αὐτῷ γίγνεται τῆς ἐπὶ τὸν ἀδελφὸν πορείας, καὶ δείκνυσι τὴν καταγωγὴν, καὶ συνάπτει τοὺς ἄνδρας ἐκείνῳ καὶ καταβάλλεται τῆς συνουσίας ἀρχήν. |
| in Prm 674 [35] | Ὅρα δὴ οὖν τὰ αὐτὰ ταῦτα καὶ ἐπὶ τῆς τῶν ὅλων φύσεως· αἱ ψυχαὶ τὰ ἑαυταῖς σύμφυλα καὶ σύντροφα καταλείπουσαι σπουδάσματα μεθίστανται πρὸς τὴν ἀμείνω καὶ νοερωτέραν ζωὴν, ἀπὸ φύσεως ἐπὶ νοῦν καὶ ἀπὸ αἰσθήσεως ἐπὶ νόησιν ἐγείρουσι τὴν ἑαυτῶν διάνοιαν. Αὗται δὴ οὖν προσεχῶν ἀπολαύουσι τῶν δαιμόνων, ὡς εἴρηται καὶ πρότερον, οἳ τὸν ἐν γενέσει βίον αὐτῶν κατευθύνουσι· καὶ τὰ μὲν νοοῦσι παρ’ ἑαυτῶν, τὰ δὲ παρ’ ἐκείνων πληρούμεναι θεωροῦσι· καὶ ὅσα μὲν παρ’ ἑαυτῶν ὁρῶσι, βεβαιότερον ὁρῶσι τῆς παρ’ ἐκείνων ἀπολαύουσαι συμπνοίας· οἰκειώσασαι δὲ αὑτὰς τοῖς τοιούτοις δαίμοσι, καὶ οἷον δαίμονες γινόμεναι διὰ τῆς ὁμοιότητος, ὁρῶσι διὰ τούτων τὰς ὑψηλοτέρας τάξεις τῶν δαιμόνων καὶ θειοτέρας, δι’ ὧν αὐταῖς ἡ πρὸς τοὺς θεοὺς λοιπόν ἐστιν ἄνοδος. Ἄλλοι γάρ εἰσιν οἱ τὸν ἐν γενέσει βίον κοσμοῦντες τῶν ψυχῶν, καὶ ἄλλοι οἱ συνάπτοντες αὐτὰς πρὸς τοὺς θεοὺς καὶ πληροῦντες τῶν ἐκεῖθεν ἀγαθῶν, οὓς καὶ θείους δαίμονας καλεῖν εἰώθαμεν· τούτοις οὖν προσήκει καὶ τὸ τῆς ἱππικῆς ἔργον, καθόσον ἐπιμελοῦνται τῶν δευτέρων καὶ συνέχουσι τὴν φύσιν καὶ προτρέχουσι τῶν θεῶν ἢ δορυφοροῦσιν ἢ ἕπονται· καὶ γὰρ ἡνίοχοί τινές εἰσι καὶ ἐν τούτοις ἵπποι, καθὰ δὴ καὶ ἐν θεοῖς, ὃ καὶ ὁ Πλάτων εἰδὼς μιμεῖσθαι ἔφη τὸν Ἀντιφῶντα τὸν ἑαυτοῦ πάππον καὶ ὁμώνυμο ν· προσεχῶς γὰρ ὑπὲρ τούτους οἱ ἄγγελοι, πατέρες οἷον οὗτοι τῶν δαιμόνων, προπάτορες δὲ οἱ θεοὶ καὶ ὁμώνυμοι τούτοις, ὅτι δὴ καὶ οὗτοι θεοὶ προσαγορεύονται πολλάκις ὡς ἐν δαίμοσιν, ἀλλ’ ὁμωνύμως τούτοις κατὰ τὴν ἐκείνων μετουσίαν. Ὡς γὰρ ὁ Ἀντιφῶν κατὰ μνήμην τοῦ ἑαυτοῦ πάππου ταύτην ἔλαχε τὴν ἐπωνυμίαν, οὕτω δὴ καὶ ἐκεῖνοι κατ’ εἰκόνα τῶν θεῶν ἑστῶτες ἀποκαλοῦνται πολλάκις θεοὶ τοῖς δυναμένοις διακρίνειν τὰς τῶν κρειττόνων ἰδιότητας. |
| in Prm 675 [40] | Εἰσὶ δ’ οὖν ἵπποι καὶ ἐν θεοῖς, καὶ ἱππικὴ πρώτως ἐν ἐκείνοις· ἀλλ’ ἐκεῖ μὴν ἄγαν ἥνωνται πρὸς τὸν ἡνίοχον οἱ ἵπποι, παρὰ δὲ τούτοις διακέκρινται καὶ πλείων ἡ ἑτερότης, ὥστε ἄλλον μὲν εἶναι καὶ φαίνεσθαι τὸν χρώμενον, ἄλλους δὲ τοὺς ἵππους. Ἀλλὰ μὴν καὶ ὁ τῆς Μελίτης τόπος οἰκεῖος τῇ τάξει τῶν δαιμόνων, διότι τὴν ἐπωνυμίαν ἔσχεν ἡ Μελίτη, καθά φασιν, ἐκ Μελίτης τῆς τῷ Ποσειδῶνι φίλης· Μελίτην δὲ Ποσειδάωνος ἑταίρην φησί τις ποιητής. Οἰκεῖοι δὲ πρὸς τὴν τάξιν τοῦ θεοῦ διὰ τὴν μεσότητα τὴν ἑαυτῶν οἱ δαίμονες· τὸ γὰρ μέσον καὶ οὗτος ἔχει τῶν πατέρων, ὥσπερ οἱ δαίμονες τῶν ὑπὲρ ἡμᾶς γενῶν. Καὶ μὴν καὶ τὸ ἐγγὺς οἰκεῖ οὐκ ἀλλότριόν ἐστι προειρημένων· δαίμονες γὰρ ἐγγὺς δαιμόνων, καὶ πάντες τὴν αὐτὴν τάξιν συμπληροῦσι καὶ σώζουσι μίαν ἰδιότητα τὴν δαιμονίαν μετὰ τῆς αὐτῆς πρεπούσης ἐξαλλαγῆς. Τοσαῦτα καὶ ἐκ τούτων ληπτέον· ἀνάλογον ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ ὅλα καὶ ἀπὸ τῶν φαινομένων ἐπὶ τὰ ἀφανῆ μεταβαίνουσιν· ἐπεὶ καὶ τὸ μειράκιον ὄντα τὸν Ἀντιφῶντα μεμαθηκέναι τοὺς λόγους οἰκείως ἔχει πρὸς ἐκείνους, οἳ προελθόντες εὐθὺς ἐπεστράφησαν εἰς τὰς αὑτῶν αἰτίας καὶ συνήφθησαν ἐκείναις· ψυχῶν γὰρ ἴδιόν ἐστι μερικῶν τὸ ἀορίστως προϊέναι καὶ εἰς τὸ ἀφεγγὲς καὶ σκοτεινὸν χωρεῖν ἀπεστραμμένας τὸ θεῖον. Καὶ γὰρ ὅλως οὐ δεῖ παρέργως τῶν τοιούτων ἀκροᾶσθαι, μάλιστα τῷ Πλάτωνι πειθομένους, ὃς οὐδὲν ἄλλο φησὶν οὕτως ὠφέλιμον εἶναι ταῖς ψυχαῖς, ὡς τὸ ἕλκον ἀπὸ τῶν φαινομένων ἐπὶ τὸ ὂν καὶ τὸ εὔλυτον καὶ εὐφάνταστον ἀπὸ τούτων τῆς τῶν ἀσωμάτων φύσεως· τοιοῦτος γὰρ ὁ ἐρωτικὸς, τοιοῦτος ὁ φιλόσοφος, τοιοῦτος πᾶς ὁ ἀναγόμενος· ὥστε εἰ μὴ καὶ ταῦθ’ οὕτως σύγκειται πρὸς αὐτοῦ τοῦ Πλάτωνος, ἀλλ’ ἡμῖν γε τὸ πρᾶγμα λυσιτελές· γύμνασμα γάρ ἐστι τῆς εὐφυοῦς ψυχῆς καὶ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα μεταβαίνειν δυναμένης καὶ τὰς ἀναλογίας τὰς πανταχοῦ διατεινούσας κατανοεῖν φιλούσης. |
| in Prm 676 [40] | Παραιτήσομαι δὲ τοὺς τοῦ Πλάτωνος ἐξηγητὰς μὴ κατατείνειν ἐνταῦθα λόγους μακροὺς δεικνύντας ἐκ τούτων ὅτι καὶ Πλάτων δοκιμάζει τὴν ἀρχὴν τῆς ἀγωγῆς ἀπὸ τῶν λογικῶν ποιεῖσθαι, καὶ μειρακίοις τούτων μεταδιδόναι πρώτως νέοις πρεπόντων δι’ ὀξύτητα παρακολουθεῖν αὐτῶν τῇ λεπτουργίᾳ δυναμένοις, ἄνευ ὕλης ὑποκειμένης διδασκομένων· οὐ γὰρ μόνον οἱ λόγοι τὴν λογικὴν εἶχον μέθοδον, οὓς τὸν Ἀντιφῶντα μειράκιον ὄντα μελετῆσαί φησιν, ἀλλὰ καὶ τὰς περὶ τῶν ἰδεῶν βαθυτάτας ἀπορίας, ἵνα τ’ ἄλλα παρῶ τὰ ἐν ταῖς ὑποθέσεσιν ἐξεταζόμενα περὶ τῶν ἀκροτάτων ἀρχῶν ὄντα θεάματα, πρὸς τῷ καὶ τὸν ἐν Πολιτείᾳ Σωκράτη παρακελεύεσθαι νέοις οὖσι μὴ παραδιδόναι τοὺς διαλεκτικοὺς λόγους, μή πως λάθωσιν εἰς παρανομίαν ὑπ’ αὐτῶν προαχθέντες, ὃ δὴ φιλοῦσιν οἱ νέοι πάσχειν ἄρτι γευσάμενοι τῶν λογικῶν θεωρημάτων· σπάνιοι γὰρ οἱ μὴ ἁλισκόμενοι τῇ τοιᾷδε παραφορᾷ καὶ ὅσοι τοιαύτην ἔλαχον φύσιν οἵαν ὁ Σωκράτης, καὶ ὡρμημένοι θείαν οὕτως ἐπὶ φιλοσοφίαν ὁρμὴν, ἣν ὁ Παρμενίδης ἰδὼν ἐπὶ τὴν ὅλην αὐτὸν κινεῖ διαλεκτικήν. Οὐκ ἔδει τοίνυν κοινὸν τὸν κανόνα ποιεῖν πάντων τῶν νέων τῆς ἀγωγῆς, οὐ τῶν αὐτῶν καθηκόντων τῇ τε σπανιωτάτῃ φύσει καὶ τῇ κοινῇ πάντων τῶν νέων, οἷς ἱκανὰ συνετός ἐστι φροντιστὴς, ὡς εἴρηταί μοι πρότερον. Ἀλλ’ ἐπὶ τὰ ἑπόμενα μέτιμεν. Ταῦτα εἰπόντες ἐβαδίζομε ν , καὶ κατελάβομεν τὸν Ἀντιφῶντα οἴκοι χαλινόν τινα χαλκεῖ ἐκδιδόντα σκευάσα ι · ἐπειδὴ δ ’ ἐκείνου ἀπηλλάγ η , οἵ τε ἀδελφοὶ ἔλεγον αὐτῷ ὧν ἕνεκα παρείημε ν , ἀνεγνώρισέ τέ με ἐκ τῆς προτέρας ἐπιδημίας καὶ ἠσπάζετ ο. (P. 127 A.) Τὸ σύντομον τοῦ λόγου καὶ σαφὲς καὶ καθαρὸν ἔξεστι καὶ διὰ τούτων ὁρᾷν· οὐ γὰρ ἐκαλλώπισε τὸν λόγον εἰπὼν, ταῦτα εἰπόντες καὶ ἀκούσαντε ς, ὡς εἴωθεν, ἡδύνων τὴν συγγραφὴν ἤ τι ἄλλο προσθεὶς, ἀλλ’ ἀμέσως, ταῦτα εἰπόντε ς· αὐτοὶ γὰρ ἦσαν οἵ τε εἰπόντες καὶ ἀκούσαντες. |
| in Prm 677 [10] | Καὶ τὸ σχῆμα δὲ οἰκειότατόν ἐστι πρὸς τὸν σαφῆ καὶ καθαρὸν τύπον· αἱ γὰρ συμπληρώσεις διορίζουσαι τὰ προειρημένα τῶν ἐπιφερομένων σαφῆ ποιοῦσι τὸν λόγον. Ἔχει τοίνυν προσφόρως πρὸς μὲν τὴν καθαρότητα τὸ σχῆμα, πρὸς δὲ τὸν ἀφηγηματικὸν τοῦ διαλόγου τύπον ἡ καθαρότης, ἵνα καὶ ἐνταῦθα πάλιν ἐπακολουθῇ τὰ μέρη τοῖς ὅλοις καὶ τῷ ἑνὶ τὸ πλῆθος. Καὶ τοῦτο μὲν ἀπὸ τῆς λεκτικῆς δυνάμεως ἂν θεωρήσειας· ἀπὸ δὲ τῆς ἠθικῆς λάβοις ἂν ὅτι τοῖς λόγοις πανταχοῦ συμφώνους εἶναι προσήκει τὰς πράξεις τῶν σπουδαίων ἀνδρῶν, καὶ μὴ λέγειν μὲν τὰ σεμνὰ καὶ τὰ τῆς ἀρετῆς, ἀναβάλλεσθαι δὲ τὰ ἔργα τὰ τοῖς λόγοις οἰκεῖα· διὸ καὶ οὗτος, ταῦτα εἰπόντε ς , φησὶ ν , ἐβαδίζομε ν· καὶ ὅτι δέοι προηγεῖσθαι τῶν μὲν πράξεων τὰς κρίσεις, τούτων δὲ τὸ ἀγαθόν· οὕτω γὰρ ὁ μὲν Ἀδείμαντός φησιν, ἀλ λ ’ εἰ δε ῖ , ἴωμε ν, ὁ δὲ Κέφαλος, ταῦτα εἰπόντες ἐβαδίζομε ν· καὶ ὅτι διὰ φιλίας καὶ κοινωνίας τῶν σπουδαίων ἠθῶν ἡ τελειότης προσγίγνεται ταῖς ψυχαῖς, περὶ ἣν οἱ Πυθαγόρειοι διαφερόντως ἐσπούδαζον, τέλος ποιούμενοι τῆς ἑαυτῶν ζωῆς τὴν καθαρωτάτην φιλίαν· καὶ ὅτι δεῖ τὰς ἀναγκαίας τῶν ἐνεργειῶν συστέλλειν, ἐπιτρέχειν δὲ ταῖς ἀρεταῖς. Τοῦτο γοῦν ποιεῖ καὶ ὁ Ἀντιφῶν τὸν χαλινὸν ἐκδιδοὺς εὐθὺς καὶ τοῖς παροῦσιν ἑαυτὸν ἐπιδιδοὺς, διὸ καὶ ὁ Κέφαλος οὕτως εἶπεν, ἐπειδὴ δὲ ἀπηλλάγ η, ἐμφήνας τὴν τῆς τοιαύτης συνουσίας ἀσμενεστάτην ἐπιφοίτησιν ἐπὶ τὴν ἀστειοτέραν καὶ αὐτῷ πρέπουσαν κοινωνίαν. Καὶ μὴν καὶ ἐκ τούτων λάβοις ἂν ὅτι τῆς αὐτουργούσης τέχνης ἡ χρωμένη τῷ ἐκείνης ἀποτελέσματι κρείττων· ἐφέστηκε γὰρ ὁ Ἀντιφῶν τῷ χαλκεῖ τῷ σκευάζοντι τὸν χαλινὸν ὁ χρησόμενος, καὶ ἐπιτάττει τούτῳ τὸ ἑαυτῷ πρόσφορον· καὶ ὅτι πανταχοῦ τὰ ἄκρα συνδεῖται διά τινος μέσου συνδέσμου πρὸς ἀμφότερα οἰκείως ἔχοντος· οὕτω γὰρ δὴ καὶ οἱ περὶ τὸν Ἀδείμαντον ἡγοῦνται τῆς ἐντεύξεως καὶ τῆς συνουσίας τοῖς Κλαζομενίοις πρὸς τὸν Ἀντιφῶντα, τούτου μὲν ὄντες ἀδελφοὶ, γνώριμοι δὲ καὶ συνήθεις ἐκείνοις· καὶ ὅτι μᾶλλον μὲν ἀλλήλων ἀφέστηκε τὰ ἄκρα ἢ τὸ μέσον ἀμφοῖν, οὐ μὴν οὐδὲ ταῦτα συναπτά· τοῦτο γοῦν ἐνδείκνυται καὶ ὁ ἀναγνωρισμὸς καὶ ὅλως ἡ κοινωνία πρὸς τὸν Ἀντιφῶντα τῶν Κλαζομενίων. |
| in Prm 678 [40] | Ἔτι τοίνυν φυσικῶς ἐπισκεψώμεθα τὸν τῶν καθηκόντων τρόπον τὰ προκείμενα, καὶ θεωρήσωμεν ὅπως οἱ μὲν ἄνδρες ὡς φυσικοὶ καὶ ταῖς φύσεσιν ἀναλογοῦντες μετέχουσι τῆς δυάδος τῆς ψυχικῆς, εἴτε δόξαν αὐτὴν, εἴθ’ ὅπως οὖν ἐθέλοις καλεῖν, διὰ δὲ ταύτης συνάπτονται πρὸς τοὺς τὴν φύσιν κινοῦντας, εἴτε δαίμονας, εἴτε θεοὺς, παρ’ οἷς καὶ ἡ χαλκεία καὶ σφύρα καὶ ἄκμων. Πῶς γὰρ ἡ τρίτη γίγνεται τῶν εἰδῶν ἔκφανσις, ἢ τῶν ψυχικῶν λόγων οἷον χεομένων εἰς τὰς φύσεις, τάσδε τελειοῦσι πάντως οἱ τῆς φύσεως προστάται καὶ αἱ χρώμεναι ταῖς φύσεσιν; Εἰ δὲ δεῖ τούτων ἀποστάντας ἅψασθαι τῶν βαθυτέρων ἐννοιῶν, πάλιν ἡμῖν ἐπὶ τὰς προειρημένας ἀναλογίας ἰτέον. Οὐκοῦν συνάπτονται μὲν αἱ ἀνιοῦσαι ψυχαὶ τοῖς δαίμοσι τοῖς τὸν τῇδε βίον αὐτῶν κεκληρωμένοις, καὶ διὰ τοῦτο οἱ Κλαζομένιοι κατ’ ἀγορὰν ἐνέτυχον τοῖς περὶ Ἀδείμαντον, ἀνατρέχουσι δὲ διὰ τούτων ἐπὶ τοὺς θείους δαίμονας καὶ συνάπτονται αὐτοῖς πρὸς τὸ νοητὸν, καὶ οὐ θεωροῦσιν αὐτοὺς ὅπως μετροῦσι τὰς δευτέρας αὐτῶν ζωὰς, ὅσαι σωματικαὶ, ὅσαι αὐτῶν εἰσι προβεβλημέναι. Τὸν γὰρ χαλινὸν μέτρον οἰητέον εἶναι τὸ καθῆκον ἐπὶ τὰς ἐξηρτημένας δυνάμεις ἀπὸ τῶν κρειττόνων· εἰσὶ γὰρ ἐν αὐταῖς αἱ μὲν κοσμητικαὶ τῶν ὑφειμένων δυνάμεις, αἳ τά τε σχήματα αὐτῶν καὶ τὰς δοξαστικὰς δυνάμεις τάττουσιν, αἷς ἀνάλογον ὁ χαλκεὺς ὁ τὸν χαλινὸν ἐργαζόμενος· αἱ δὲ χρώμεναι καὶ τῇ δόξῃ καὶ τοῖς ἄλλοις πᾶσι μεμετρημένοις, ὥσπερ ὁ Ἀντιφῶν, καθ’ ἃς καὶ μάλιστα ἀφορίζεται τὸ εἶναι αὐτῶν, εἴτε ἡνιοχικὰς οὕτως, εἴτε ἄλλως ὅπως ἂν ἐθέλῃς ἐπονομάζειν. |
| in Prm 679 [35] | Αὐτοῖς γὰρ καὶ ὁ ἡνίοχος καὶ οἱ ἵπποι καὶ ὁ χαλινοποιὸς, καὶ ὁμοῦ πάντα καὶ οἷον ἔνδον, ὃ καὶ τὸ οἴκοι προστεθὲν ἐνδείκνυται, τὸ ἐκείνους εἰς αὐτοὺς ὁρῶντας τὰ ἑαυτῶν κοσμεῖν· οὕτω τοίνυν τὴν ἑαυτῶν διακοσμήσαντες τάξιν, μετέχονται καὶ ὑπὸ τῶν δευτέρων, τῶν τε οἷον ἀδελφῶν αὐτοῖς ὄντων δαιμόνων καὶ ἔτι τῶν μερικῶν ψυχῶν τῶν ἐπ’ αὐτοὺς ἀνατεινομένων, καὶ μετέχονται ὑπὸ τούτων ἀτελῶς, ὥσπερ τὴν πρώτην, ἔπειτα τελείως. Δηλοῖ δὲ τὴν ἀτελῆ μέθεξιν, ὡς προείπομεν, ἡ πρώτη ἐπιδημί α· τὴν δὲ τελείαν ἡ ἀνανέωσις ἐκείνης καὶ ὁ ἀναγνωρισμὸς, καὶ ὁ ἀσπασμὸς τελευταῖος, ἕνωσιν καὶ συναφὴν ἀδιαίρετον ἐνδεικνύμενος καὶ κοινωνίαν τῆς θείας εὐφροσύνης. Καὶ γὰρ αἱ φυσικαὶ πᾶσαι συστάσεις καὶ αἱ ψυχικαὶ ζωαὶ κατὰ μικρὸν καὶ κατά τινα εὔτακτον ἄνοδον ἀποκληροῦνται τῶν κρειττόνων ἀγαθῶν· καὶ πρῶτον μὲν ἀτελῶς καὶ ἀσθενῶς καὶ ἡδονικῶς μετέχουσι τῶν ὑπὲρ αὑτὰς, ἔπειτα τελείως καὶ ἐῤῥωμένως ἀντιλαμβάνονται τῆς μεθέξεως· οὕτω τοι καὶ ἐν τῇ δημιουργίᾳ πρῶτον μὲν οἷον ὑπογραφή τις τῶν εἰδῶν ἑωρᾶτο περὶ τὴν ὕλην, ἔπειτα ὄγκος καὶ δύναμις μορφωτικὴ τῆς ὕλης, ἔπειτα σχηματισμοὶ τῶν ὄγκων καὶ μερισταὶ ἐπιγραφαὶ, καὶ ἐπὶ πᾶσι παντελὴς διακόσμησις καὶ χορηγία ζωῆς καὶ μετουσία νοῦ καὶ θεότητος ἔλλαμψις. Οὕτως οὖν καὶ αἱ ψυχαὶ πρὸ τῶν μεγάλων καὶ τὰ σμικρὰ μυοῦνται καὶ πρὸ τῶν τελείων τὰ ἀτελῆ, καὶ ἐπὶ πᾶσιν αὐτοῖς συνάπτονται τοῖς ὄντως τελείοις, καὶ ἐν αὐτοῖς ἱδρυμέναι μετέχουσιν ἀδιαιρέτως καὶ κατὰ ἕνωσιν ἀδιάζευκτον· ἡ δὲ ἕνωσις αὐταῖς καὶ ἡ συναφὴ διὰ τῶν μέσων καὶ οἷον ὁμογνίων εἰδῶν τοῖς πρὸς ἃ ποιοῦνται τὴν συναφήν. Καὶ δεομένων ἡμῶν διελθεῖν τοὺς λόγου ς , τὸ μὲν πρῶτον ὤκνε ι , πολὺ γὰρ ἔφη ἔργον εἶνα ι · ἔπειτα μέν τοι διηγεῖτ ο. |
| in Prm 680 [5] | (P. 127 A.) Ἡ μὲν δέησις τῶν Κλαζομενίων ἐμφανίζει τὴν λιπαρὰν τῶν ψυχῶν ἀντοχὴν τῶν οἰκείων ἡγεμόνων· οὐ γὰρ ἄλλως αὐταῖς παραγίγνεται τὸ θεοῖς συναφθῆναι καὶ ἡ μετὰ θεῶν συμπεριπόλησις ἢ διὰ τούτων τῶν δαιμόνων· ἐξέχονται γὰρ οὗτοι τῶν ἐγκοσμίων θεῶν, ὥς φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης, αὗται δὲ τῶν δαιμόνων, ἡγεῖται δὲ τῆς δεήσεως πρῶτον μὲν ἡ γνῶσις αὐτῶν (πῶς γὰρ ἂν δέοιντο τούτων, οὓς μὴ εἰδεῖεν οἵτινές εἰσι, καὶ οἵων αὑταῖς ἀγαθῶν ἡγεμόνες;), ἔπειτα ἔργα τῆς μετουσίας αὐτῶν· δεῖ γὰρ καὶ ὀρέγεσθαι τούτων ὧν δεόμεθα· μὴ ὀρεγόμενοι γὰρ οὐδ’ ἂν ἐν τῇ τάξει τῶν δεομένων εἴημεν. Ὁ δὲ τοῦ Ἀντιφῶντος ὄκνος εἰκόνα φέρει τῆς τῶν θείων αἰτιῶν ἀποκρύφου καὶ ἀῤῥήτου δυνάμεως· δύσληπτον γάρ ἐστι τὸ θεῖον ὅπου ποτ’ ἂν ᾖ καὶ δυσεπίγνωστον καὶ μόλις ἐκφαινόμενον ταῖς ψυχαῖς, καὶ ὅταν λιπαρῶς ἀντιλάβωνται τῆς μετουσίας αὐτοῦ καὶ τῆς πρὸς αὐτὸ κοινωνίας· συνεθισμοῦ γὰρ δέονται πρὸς τὴν θείαν αὐγὴν, ᾗ καὶ οἱ θεῖοι δαίμονες ἐπιδείκνυνται ταῖς εἰς αὐτοὺς ἀνατεινομέναις ψυχαῖς, δι’ αὐτῶν ἅπαν τὸ θεῖον καθορᾷν ἐπειγομέναις, βεβαίως δὲ καὶ μονίμως ἀντιλαμβανομέναις αὐτῶν ἀναπλοῦσι καὶ ἐκφαίνουσι τὴν θείαν ἀλήθειαν· καὶ τοῦτό ἐστιν ἡ διήγησι ς, ἀνάπλωσις τῶν κεκρυμμένων καὶ ἔκφανσις, καὶ ἡ τελειότης ἀγωγὸς ἀπὸ τῶν θείων δαιμόνων ἐνδεδομένη ταῖς ψυχαῖς. Ταῦτα μὲν οὖν ἐν τοῖς ὅλοις σκοπῶν εὑρήσεις, καὶ οὐκ ἂν ἄλλως ἔχοι· θαυμάζειν δὲ οὐ χρὴ τοὺς νῦν ἀκούοντας Ἀντιφῶντος λέγοντος ὡς πολὺ τὸ ἔργον καὶ χαλεπὸν, ἐν δὲ τοῖς πρόσθεν ἀκηκοότας ὡς οὐδὲν ἄρα χαλεπὸν τοῦ Ἀδειμάντου λέγοντος· ὁ μὲν γὰρ πρὸς τὴν Ἀντιφῶντος ἀποβλέπει δύναμιν καὶ τὴν μνήμην τῶν λόγων, ὁ δὲ πρὸς αὐτοὺς τοὺς ἀκροατὰς, μήποτε οὐκ ἀρκοῦσι πρὸς τὴν τῆς θεωρίας ταύτης ὑποδοχήν· ἄνδρες γάρ εἰσιν ἐξ Ἰωνίας ἥκοντες καὶ πρὸς τοὺς ἐποπτικωτέρους λόγους ἀήθεις. |
| in Prm 681 [35] | Δοκεῖ δέ μοι καὶ ἄλλως ὁ Ἀντιφῶν μιμούμενος τοὺς Ἐλεάτας σοφοὺς ἐξαίρειν τὴν ὑπόθεσιν καὶ πάμπολυ τὸ ἔργον ἀποκαλεῖν· καὶ γὰρ ὁ Ζήνων τοῦτο ποιήσει, προϊόντος τοῦ διαλόγου, καὶ αὐτὸς ὁ μέγας Παρμενίδης. Ἀλλὰ καὶ ὁ ἐν Σοφιστῇ καὶ Πολιτικῷ ξένος, ἑταῖρος τούτων ὑπάρχων, τὴν πρώτην δύσληπτον καὶ παγχάλεπον εἶναι τὴν ἀπόκρισιν λέγει πρὸς τὴν τοῦ Σωκράτους ἐρώτησιν· καὶ οὐχ οἱ μὲν Ἐλεάται τοῦτον τὸν τρόπον, ὁ δὲ Πλάτων ἄλλως παρακελεύεται ποιεῖν, ἀλλὰ καὶ αὐτὸς παραγγέλλει τοῖς τι τοιοῦτον αἰτοῦσιν ἐνδείκνυσθαι τὴν χαλεπότητα τοῦ πράγματος· τοῦτο γὰρ ἀκριβὲς γίγνεται δοκίμιον τῆς τῶν προσιόντων ἐπιτηδειότητός τε καὶ ἀνεπιτηδειότητος. Ὁ μέντοι τῆς θεωρίας γνήσιος ἐραστὴς οὐκ ἀναδύεται τὸν πόνον, ἀλλ’ ὅσῳ χαλεπωτέρα ἡ ἀντίληψις, τοσούτῳ προθυμότερον πρόσεισιν οὐκ ἀποδειλιῶν πρὸς τοὺς ἄθλους· ὁ δ’ ἀτελὴς καὶ ἀγεννὴς, ἀκούσας τὸ ἔργον ὡς χαλεπὸν, οἴχεται φυγὰς τοῦ πράγματος ὃ μὴ προσῆκον αὐτῷ προσείη. Ἐνταῦθα δ’ οὖν ὄντως ὅ τε δειλὸς ἀνὴρ ὅ τ’ ἄλκιμος ἐξεφάνθη, καὶ τοῦτο γίγνεται κριτήριον τῶν εὖ πεφυκότων καὶ μή. Ἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρο ν , ὅτι ἀφίκοιντό ποτε εἰς Παναθήναια τὰ μεγάλα Ζήνων τε καὶ Παρμενίδη ς. (P. 127 A.) Εἰσί τινες οἵ φασι τὸν Ἀντιφῶντα τούτους ἀπαγγέλλειν τοὺς λόγους, οὐχ ὡς εἴδησιν αὐτῶν ἔχοντα ἢ ἐπιστήμην, ἀλλ’ ἄκρᾳ μόνῃ τῇ γλώττῃ καὶ κατὰ μνήμην αὐτοῖς προσφερόμενον, οἷον εἴ τις αὐτὸν τουτονὶ τὸν διάλογον ἐκμαθὼν ἀποστοματίζειν δυνατὸς εἴη, τὴν ἐν αὐτῷ κεκρυμμένην διάνοιαν ἀγνοῶν. |
| in Prm 682 [35] | Ἡγοῦμαι δὲ ἔγωγε μήτ’ ἂν τὴν τάξιν τῶν πραγμάτων μήτ’ ἂν τὸ καθῆκον τοῖς ἀνδράσιν οὕτω διασώσασθαι, μετὰ τῆς πρεπούσης διαθέσεως, τὸν ἀγνοοῦντα τὴν τῶν λόγων βαθύτητα καὶ τοὺς σκοποὺς τῶν τε ἐρωτήσεων καὶ τῶν ἀποκρίσεων· παγχάλεπον γὰρ λόγῳ μιμεῖσθαι τοὺς λόγους τῶν ἐπιστημόνων, ὡς καὶ ὁ Τίμαιος ἡμᾶς ἐδίδαξε· καὶ γὰρ ἔδει τοῖς μιμησομένοις τῆς ὁμοίας ἐκείνοις ἀρετῆς, ἵνα καλῶν ἐπάξιοι γένωνται τῶν λόγων μιμηταί. Τοῦτο μὲν οὖν οὐ δέομαι κατασκευάζειν, τοῦ Πλάτωνος τοιοῦτον κανόνα παρασχομένου τοῖς τὰ τοιαῦτα βασανίζουσιν· ἀλλ’ ἕξει πρώτως μὲν τὴν τῶν λεγομένων ἐπιστήμην ὁ Παρμενίδης, δευτέρως δὲ ὁ Ζήνων, κατὰ δὲ τρίτην τάξιν ὁ Σωκράτης (οὗτος γὰρ αὐτοῖς καὶ συνδιαπλέκει τοὺς λόγους), τετάρτην δὲ ὁ Πυθόδωρος (οὗτος γὰρ καὶ αὐτῶν ἐκείνων, Ζήνωνος ὢν μαθητὴς, ἀκήκοε), πέμπτην δὲ ὁ Ἀντιφῶν, ὁ παρὰ τοῦ Πυθοδώρου τὸν λόγον παραδεξάμενος, ὃς προσεχῶς ἀπὸ τῶν ἀνδρῶν ὑπεδέξατο τοὺς εἰρησομένους λόγους καὶ οὕτως ἡμᾶς ἀνήγαγεν ἐπ’ ἐκείνους, ὥστε αὐτῶν ἐκείνων ἀκροάσασθαι δοκεῖν καὶ αὐτῇ περιβεβηκέναι τῇ πρώτῃ σκηνῇ καὶ μετεσχηκέναι τῆς πρώτης συνουσίας· τοῦτο δὴ ἡ τοῦ Πλάτωνος ἐργάζεται διασκευὴ καὶ ἡ τῆς ὑποθέσεως οἰκονομία, μόνον οὐχ ὑπ’ ὀφθαλμοῖς ἡμῖν ἐπιδεικνυμένη τὰ πράγματα, τοὺς καιροὺς, τὰ πρόσωπα, τοὺς τόπους, τὰς ἐνεργείας, τὰς διαθέσεις, τοὺς λόγους. Δοκεῖ δέ μοι καὶ ἡ τῶν προσώπων πάντων ἐφ’ ἕνα τὸν Παρμενίδην ἀναγωγὴ πολλὴν ἐνδείκνυσθαι τῶν πραγμάτων ἀλήθειαν· πάντα γὰρ τὰ πλήθη τῶν ὄντων καὶ πᾶσαι τάξεις ἑνίζονται περὶ τὴν θείαν αἰτίαν, καὶ τοῦτο ἐνδείκνυται τοῖς συνετωτέροις ἐφεξῆς οὑτωσὶ λέγων, Ἀντιφῶ ν , Πυθόδωρο ς , Ζήνω ν , Παρμενίδη ς. |
| in Prm 683 [35] | Καὶ ἡ τῶν Παναθηναίων δὲ αὖ μνήμη συντελεῖ πρὸς τὴν ὅλην τοῦ διαλόγου πρόθεσιν· ὡς ἡ ἱστορία λέγει, τὰ Παναθήναια συνοικισθέντων ἐπετελέσθη τῶν Ἀθηναίων. Πάλιν οὖν ἑνίζεται κἀνταῦθα τὸ πλῆθος καὶ συντάττεται περὶ τὴν πολιοῦχον θεόν· τοῦτο δὲ ἦν τοῦ διαλόγου τὸ τέλος, ἐξάψαι τὰ πάντα τοῦ ἑνὸς καὶ δεῖξαι σαφῶς ὅπως ἕκαστα προελήλυθεν ἐκεῖθεν. Ἔχει δὲ οὐκ ὀλίγην καὶ τὴν εἰς τοὺς ἄνδρας εὐφημίαν ὁ λόγος τῷ εἰπεῖν αὐτοὺς οὐκ εἰς Ἀθήνας ἐλθεῖν, ἀλλ’ εἰς τὰ Παναθήναια. Τῆς οὖν θεοῦ ἕνεκα καὶ τῆς ἑορτῆς ἐπεδήμουν, ἀλλ’ οὐκ ἐπιδείξεως οὐδὲ τοῦ δημοσίᾳ φιλοσοφεῖν· ὃ δὴ καὶ παρὰ τοῖς Πυθαγορείοις κατέγνωστο· σοφιστικῆς γὰρ τὸ τοιοῦτον καὶ ἀνδρῶν χρηματιστῶν ἦν τὸ ἔργον. Τὸν μὲν οὖν Παρμενίδην εὖ μάλα ἤδη πρεσβύτην εἶναι σφόδρα πολιὸ ν , καλὸν δὲ καὶ ἀγαθὸν τὴν ὄψι ν , περὶ ἔτη μάλιστα πέντε καὶ ἑξήκοντ α. (P. 127 B.) Ταῦτα λεγέσθω μὲν καὶ περὶ τοῦ φαινομένου καὶ ὅτι πρεσβύτης ἀνὴρ οὗτος καὶ ὡς εὖ μάλα· τὸν γὰρ πρεσβύτην ἄχρις ἑβδομήκοντα ἐτῶν ἀφορίζονται· μάλα οὖν πρεσβύτης οὗτος, γέρων δὲ ὁ καὶ τὴν δεκάδα ταύτην παρελθὼν, καὶ ὅτι τὸ πρόσωπον κατὰ τὴν ζωὴν χαρίεις. Κάτεισι γάρ τις ἀπὸ τῆς ψυχῆς ἐν τοῖς σπουδαίοις καὶ μέχρι τοῦ σώματος εὐπρέπεια καὶ σεμνότης. Ἀλλὰ πολλῷ τελειότερόν ἐστιν ἐπ’ αὐτῆς θεωρεῖν ταῦτα τῆς ψυχῆς, οἷον ὅτι πρεσβυτικῶς μὲν εἶχε κατὰ τὸ νοῦ καὶ ἐπιστήμης εἶναι διακορής· πολιὰ γὰρ μαθήματα τὰ νοερὰ καὶ τὰ τῆς ὅλης ἀντεχόμενα φύσεως καλεῖν εἴωθεν, ὡς ἐν Τιμαίῳ δεδήλωκε νέους ἀποκαλέσας, παρ’ οἷς οὐδέν ἐστι μάθημα πολιόν. Καὶ ἄλλως τὸ πολιὸν οἰκεῖον ψυχαῖς αἳ κατὰ τὸ ἀκρότατον αὑτῶν μετέχουσι τοῦ νοεροῦ φωτός· τὸ γὰρ μέλαν τῆς χείρονός ἐστι συστοιχίας, ὥσπερ τὸ λευκὸν τῆς κρείττονος. |
| in Prm 684 [35] | Καλὴ δὲ καὶ ἀγαθὴ τὴν ὄψι ν, ὡς τὸ ὄμμα αὐτῆς ἐπὶ τὸ νοητὸν ἀνατείνουσα κάλλος καὶ τὴν ἀγαθότητα τὴν πάντων ὑποστατικὴν καὶ ἧς μετέχοντα πάντα ἀγαθά ἐστιν. Ἔτι δὲ τελεώτερόν ἐστιν ἐπ’ αὐτῶν ταῦτα θεωρεῖν τῶν θεῶν κατὰ τὸ ἀνάλογον μετιόντας. Ποῦ γὰρ τὸ πρεσβυτικὸν καὶ πολιὸν οὕτως, ὡς ἐν ἐκείνοις, καὶ παρὰ τῶν θεολόγων ἐξυμνημένον ἐπὶ τῶν πατρικῶν θεῶν; ποῦ δὲ τὸ καλὸν οὕτω καὶ ἀγαθὸν, ὡς ἐν ἐκείνοις, παρ’ οἷς τὸ αὐτὸ κάλλος καὶ τὸ πρώτως ἀγαθόν; ἐπεὶ καὶ τὸ ἡνωμένως εἰρῆσθαι καλὸν κἀγαθὸν οἰκειότατόν ἐστιν ἐκείνοις, ἐν οἷς ταὐτόν ἐστιν ἓν καὶ ἀγαθόν. Ζήνωνα δὲ ἐγγὺς ἐτῶν τετταράκοντα τότε εἶνα ι , εὐμήκη δὲ καὶ χαρίεντα ἰδεῖ ν , καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ Παρμενίδου γεγονένα ι . (P. 127 B.) Τοιοῦτος ὁ Ζήνων ἴσως μὲν καὶ τῷ σώματι χαρίεις καὶ εὐμήκη ς, πολλῷ δὲ πλέον κατὰ τοὺς λόγους· ὅσα γὰρ ὁ Παρμενίδης ἀγκύλως καὶ συνεσπειραμένως ἀπεφθέγγετο, ταῦτα ἀνελίττων οὗτος καὶ εἰς παμμήκεις λόγους ἐκτείνων παρεδίδου· διὸ καὶ ὁ σιλλογράφος ἀμφοτερόγλωσσον αὐτὸν προσεῖπεν, ὡς ἐλεγκτικὸν ἅμα καὶ ὑφηγηματικόν. Εἰ δὲ καὶ παιδικὰ τοῦ Παρμενίδου γέγονε, δῆλον ὅτι πρὸς ἕνα καὶ τὸν αὐτὸν θεὸν ἀμφοτέροις ἡ ἄνοδος ἦν· τοῦτο γάρ ἐστιν ἴδιον τῆς ὄντως ἐρωτικῆς τέχνης, ὥστε πάλιν καὶ τοῦτο τὸ ἐρωτικὸν μνήμης ἔτυχε, διότι πρὸς τὸν σκοπὸν οἰκείως ἔχει τὸ πλῆθος ἑνίζεσθαι περὶ τὴν τοῦ θείου μετουσίαν. Εἰ δὲ ἔτι τελειότερον ἐθέλοις λέγειν ὅτι, καὶ ἐν αὐτοῖς τοῖς θεοῖς, τὰ δεύτερα ἐν τοῖς πρώτοις ἐστὶ καὶ πάντα ἁπλῶς συνήνωνται πρὸς τὸ ἓν ἀφ’ οὗ καὶ ἡ πρόοδος καὶ ἡ ἔκτασις τοῖς οὖσιν, οὐκ ἄν πως, οἶμαι, πόῤῥω γένοιο τῆς περὶ αὐτῶν ἀληθείας. |
| in Prm 685 [5] | Ἀλλὰ τί τὸ ἐφεξῆς; Καταλύειν δὲ αὐτοὺς ἔφη παρὰ τῷ Πυθοδώρῳ ἐκτὸς τείχους ἐν Κεραμεικ ῷ . (P. 127 B.) Τὸ μὲν παρὰ τῷ Πυθοδώρῳ καταλύειν αὐτοὺς σύμβολον ἔστω τοῖς περὶ τὰ παραδείγματα βλέπουσι τοῦ διὰ τῶν ἀγγέλων καὶ ἐν τῇ τάξει τῶν ἀγγέλων πρώτως ἐκφαίνεσθαι τοὺς θεούς· ὁ γὰρ οἶκος σύμβολόν ἐστι τῆς ἑκάστου τάξεως· τὸ δὲ ἔξω τείχους τὸ ἐξῃρημένον ἐμφαίνει καὶ ἀπερίληπτον τῶν θεῶν. Ὥσπερ οὖν ἐν τῇ Πυθοδώρου οἰκίᾳ πάντες συνειλεγμένοι φαίνονται, οἱ μὲν ἐκ τῆς πόλεως, οἱ δὲ ἔξωθεν, οὕτω δὴ καὶ ἐν τοῖς ἀγγέλοις οἵ τε τὸν κόσμον κυβερνῶντες καὶ οἱ νοητοὶ θεοὶ ἐκφαίνονται καὶ διὰ τῆς τούτων οὐσίας ἡμῖν γνωρίζονται. Ταῦτα περὶ τῶν πραγμάτων. Τῆς δὲ λέξεως, τὸ μὲν παρὰ Πυθοδώρῳ πάνυ Ἀττικὸν (αὐτὸς γὰρ ὁ Πυθόδωρός ἐστιν ὁ περὶ αὑτοῦ λέγων), ἄλλος δ’ ἂν εἶπεν ὅτι παρ’ ἐμοὶ κατέλυον· ἴσως δὲ καὶ ὁ Ἀντιφῶν τὰ μὲν ὡς Πυθόδωρος λέγει, τὰ δὲ ὡς αὐτὸς, καὶ τὸ παρὰ Πυθοδώρῳ προσέθηκεν, ὡς ἂν αὐτὸς τοῦτο προστιθείς. Τὸ δὲ ἐκτὸς τείχους ἐν Κεραμεικῷ δῆλον ὅτι πάντως ἀπὸ τῆς ἱστορίας· διττὸς γὰρ ἦν ὁ Κεραμεικὸς, ὁ μὲν ἔξω τείχους, ὁ δὲ ἐντός· οἱ δὲ ἥκοντες ἄνδρες εἰς Ἀθήνας ἐκτρέπονται τὸ πλῆθος, διὸ καὶ καταλύουσιν ἔξω τείχους· οὐ δεῖ δὲ θαυμάζειν· οὐ γὰρ πολλοῖς συνεσόμενοι πάρεισιν, ἀλλὰ τῆς ἑορτῆς μεθέξοντες· εἰκότως οὖν διὰ τὸν πολὺν ὄχλον ἔξω τῆς πόλεως ᾤκουν, καὶ τῶν Πυθαγορείων ἐξειργόντων τῶν λεωφόρων ὁδῶν καὶ τὸ ἀμιγὲς πρὸς τοὺς πολλοὺς τίμιον καὶ σεμνὸν οἰομένων. Εἰ δὲ καὶ σύμβολον εἴη τὸ τοὺς μὲν ἐξ Ἐλέας ἔξω τείχους εἶναι κἀκεῖ φοιτᾷν τοὺς μεθέξοντας αὐτῶν, τοὺς δὲ ἐκ Κλαζομενῶν εἴσω τῆς πόλεως ἐν Μελίτῃ συγγενέσθαι τῷ μεταδιδόντι τῆς ἐκείνων αὐτοῖς θεωρίας, τοῦ τῶν μέσων ἐξῃρῆσθαι τὰ πρῶτα, τὰ δὲ μετὰ ταῦτα περιέχεσθαι ἐν αὐτοῖς, ἔχοι ἂν καὶ ταῦτα τὴν πρὸς τὰ πράγματα οὐκ ὀλίγην ὁμοιότητα συνηρτημένα τοῖς προειρημένοις ἅπασιν. |
| in Prm 686 [35] | Οἷ δὴ καὶ ἀφικέσθαι τόν τε Σωκράτη καὶ ἄλλους τινὰς με τ ’ αὐτοῦ πολλοὺς ἐπιθυμοῦντας ἀκοῦσαι τῶν τοῦ Ζήνωνος γραμμάτω ν · τότε γὰρ αὐτὰ πρῶτον ὑ π ’ ἐκείνων κομισθῆνα ι · Σωκράτη δὲ εἶναι σφόδρα νέο ν. (P. 127 C.) Ἐνταῦθα θεατέον ὅπως ὁ Σωκράτης δι’ εὐφυΐαν ἄκραν σπουδῇ μεταδιώκει τοὺς θείους τούτους ἄνδρας, καὶ ὅπως οὐ κατὰ τὰς αὐτὰς αἰτίας ἀπαντᾷ πρός τε τοὺς σοφιστὰς καὶ τοὺς σοφούς· πρὸς μὲν γὰρ ἐκείνους, ὡς ἐλέγξων αὐτῶν τὴν ἀμαθίαν καὶ τὸν τύφον, πρὸς δὲ τούτους, ὡς προσκαλεσόμενος αὐτῶν τὴν ἐπιστήμην καὶ τὸν νοῦν· οὕτως ἀπαντᾷ πρὸς Τίμαιον κεκοσμημένος, οὕτως ἐνταῦθα τῶν φιλοσοφίας ἐραστῶν ἡγεμὼν καὶ οἷον ἀγελάρχης γιγνόμενος. Ἥκουσι μὲν γὰρ ἐπιθυμοῦντες πάντες, ἀλλὰ μετ’ αὐτοῦ καὶ δι’ αὐτοῦ τυγχάνουσι τῆς ἐπιθυμίας· εἰκόνες δὲ καὶ ταῦτα τῶν θείων ὥσπερ τὰ πρότερα· νέος Σωκράτης νέων ἡγεμὼν, μονονουχὶ τὰ ἐν Φαίδρῳ τοῦ Πλάτωνος βοῶντος· Ὁ μὲν δὴ μέγας ἡγεμὼν Ζεὺς πρῶτος πορεύεται, τῷ δὲ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων. Ὁ γὰρ νοῦς πανταχοῦ τὴν ἐπιστρεπτικὴν τάξιν λαχὼν ἀνάγει καὶ ἑαυτῷ συνεπιστρέφει πᾶν τὸ ἐξημμένον αὑτοῦ πλῆθος· ἐπεὶ καὶ τὸ νέον εἶναι τὸν Σωκράτη σύμβολόν ἐστι τῆς ἐν θεοῖς ὑμνουμένης νεότητος· καὶ γὰρ αὐτὸν τὸν Δία καὶ τὸν Διόνυσον παῖδας καὶ νέους ἡ θεολογία καλεῖ· καίπερ ὄντε νέ ω , φησὶν ὁ Ὀρφεύς· καὶ ὅλως τὸ νοερὸν παρὰ τὸ νοητὸν καὶ παρὰ τὸ πατρικὸν παραβάλλοντες οὕτω καλοῦσιν. |
| in Prm 687 [35] | Ἡ δὲ ἐπιθυμία τῶν τοῦ Ζήνωνος γραμμάτων δηλοῖ συμβολικῶς καὶ ὅπως ἐν ἐκείνοις τὰ τρίτα τῶν ἐν τοῖς μέσοις προβεβλημένων δυνάμεων μετέχει πρῶτον, ἔπειτα ταῖς ἀκρότησιν αὐτῶν συνάπτεται καὶ κοινωνεῖ τῶν αὐτῶν νοητῶν· τὰ γὰρ γράμματα πολλοστὴν ἔχει τάξιν ἀπὸ τῆς ἐπιστήμης· διὸ καὶ ὁ Σωκράτης ἐν τάξει ποιεῖται τὴν ἄνοδον· πρῶτον μὲν γὰρ ἀκούει τῶν γραμμάτων, ἔπειτα κοινωνεῖ τῶν λόγων, καὶ τρίτον κατὰ μίαν αὐτοῖς ἐπιστήμην συμφύεται. Καὶ γὰρ ἀπὸ μὲν τῆς ἐπιστήμης πρόεισιν ὁ λόγος, τῶν δὲ λόγων εἰκόνες τὰ γράμματα, τὸ δὲ τότε πρῶτον τὰ γράμματα κομισθῆναι δηλοῖ τὸ ἱεροπρεπὲς αὐτῶν καὶ θεοπρεπές· ἐν γὰρ τῇ ἑορτῇ τῶν Παναθηναίων ἐκδιδόμενα κόσμος γίγνεται ἀντὶ τοῦ πέπλου τῶν Παναθηναίων τῇ θεωρίᾳ. Καὶ γάρ πως τὸν αὐτὸν ἔχει τῷ πέπλῳ σκοπόν· ὡς γὰρ ὁ πέπλος περιεῖχε τὴν τῆς Ἀθηνᾶς νίκην, ἐν ᾗ κατακρατεῖ πάντων τῶν διῃρημένων καὶ περικοσμίων αἰτιῶν καὶ ἐξάπτει πάντα τοῦ πατρὸς, οὕτω δὴ καὶ ὁ λόγος πᾶν τὸ πλῆθος τῶν ὄντων ἐξαρτᾷν βούλεται τοῦ ἑνὸς ὄντος, καὶ δείκνυσιν ὅπως τοῦ ἑνὸς ἐρημωθὲν ἀταξίας πληρώσει τὸ πᾶν καὶ ὄντως Γιγαντικῆς συγχύσεως. Καὶ μὴν ὁ Σωκράτης ὑπόκειται νέος μὲν, ἵνα πρὸς τὴν ἀνάμνησιν εὐκίνητος ᾖ τῶν θείων, εὐφυὴς δὲ, ἵνα πρὸς τὰς ἀπορίας ὀξύς· λέγει γὰρ αὐτὸν θαῦμα μὲν παρασχεῖν ἑαυτῷ περὶ τὰς πρὸς τοὺς Ζήνωνος λόγους ἀπορίας, εὐκόλως δὲ καὶ ἀπλάστως μετασχεῖν τῆς τῶν ἀνδρῶν ἐπιστήμης. Εἰ δὲ καὶ ὁ Ζήνων ὁ τὸν λόγον ἀναγιγνώσκων, πῶς οὐ δηλοῖ καὶ διὰ τούτων τοῦ μὲν ἀνδρὸς τὸ εὐποιητικὸν, τῶν δὲ ἐν θεοῖς μεσοτήτων τὰς δυνάμεις δι’ ὧν ἐκφαίνουσιν ἑαυτὰς τοῖς προσεχῶς ἑαυτῶν ἐξηρτημένοις; αὗται γὰρ ἑαυτὰς ἐκφαίνουσιν ἐκείνοις κατά τε τὰ ἔσχατα ἑαυτῶν καὶ τὰ μέσα καὶ τὰ πρῶτα· ταῦτα δέ ἐστι συμβολικῶς τὰ γράμματα, οἱ λόγοι, αἱ νοήσεις. |
| in Prm 688 [10] | Ἐνταῦθα δὴ τοῦ λόγου γενόμενοι ζητοῦσιν εἰ ἀναγνωστέον τοῖς φιλοσόφοις ἐπί τινων τὰ ἑαυτῶν συγγράμματα, καθάπερ ὁ Ζήνων, καὶ ἀξιοῦσιν, εἰ καὶ ποιοῖεν τοῦτό ποτε, τοιαῦτα ἀναγινώσκειν οἷα σύμμετρα τοῖς ἀκούουσίν ἐστιν, ἵνα μὴ πάθωσιν ὅπερ τὸν Πλάτωνά φασιν ἀκρόασιν ἐπαγγείλαντα περὶ τοῦ ἀγαθοῦ· συλλεγῆναι γὰρ πολὺν καὶ παντοῖον ὄχλον· ὡς δὲ ἀνεγίνωσκεν αὐτὸς, οἱ δὲ οὐ συνίεσαν τῶν λεγομένων, ἀπολιπόντες αὐτὸν κατ’ ὀλίγους σχεδὸν ἅπαντες ἐξεληλύθασιν. Ἀλλὰ Πλάτωνι μὲν τοῦτο συμβέβηκεν εἰδότι καὶ προειπόντι τοῖς ἑταίροις μηδένα τῶν εἰσιόντων διακωλύειν, ἔσεσθαι γὰρ ἐπὶ μόνων τῶν γνωρίμων τὴν ἀνάγνωσιν· Ζήνων δὲ τούς τε ἄλλους εἶχε προσήκοντας ἀκροατὰς τῶν λόγων καὶ διαφερόντως τὸν Σωκράτη· δηλοῖ δὲ αὐτὸς κινήσας τὰς πρὸς αὐτὸν ζητήσεις μόνος ἐκ πάντων μετὰ τὴν ἀνάγνωσιν. Ἀναγιγνώσκειν οὖν αὐτοῖς τὸν Ζήνωνα αὐτὸ ν , τὸν δὲ Παρμενίδην τυχεῖν ἔξω ὄντ α · καὶ εἶναι πάνυ βραχὺ ἔτι λοιπὸν τῶν λόγων ἀναγιγνωσκομένω ν , ἡνίκα αὐτός τε ἐπεισελθεῖν ἔφη ὁ Πυθόδωρος ἔξωθε ν , καὶ τὸν Παρμενίδην με τ ’ αὐτοῦ καὶ Ἀριστοτέλη τὸν τῶν τριάκοντα γενόμενον καὶ σμικρὰ ἄττα ἔτι ἐπακοῦσαι τῶν γραμμάτω ν · οὐ μὴν αὐτός γ ε , ἀλλὰ καὶ πρότερον ἀκηκοέναι τοῦ Ζήνωνο ς. (P. 127 C.) Θαυμαστὴν καὶ διὰ τούτων ἔνδειξιν ἡμῖν παρέσχετο τῶν θείων πραγμάτων ὁ Πλάτων· καὶ εἴ τις μὴ καθεύδοι πρὸς τὰς ἀναλογίας, κατίδοι ἂν ὡς ἐν εἰκόσι τούτοις θεωρίαν ὑψηλήν· πρῶτον μὲν γὰρ τὸ τὸν Παρμενίδην μὴ παρεῖναι τοῖς λόγοις αὐτοῖς ἐξ ἀρχῆς, ἀλλὰ τελεουμένοις ἤδη καὶ συμπληρουμένοις, σύμβολόν ἐστι τοῦ τὰς θειοτέρας αἰτίας ἐπὶ τῇ τελείᾳ μεθέξει τῶν προσεχῶν ἐκφαίνεσθαι τοῖς καταδεεστέροις, ἀλλὰ μὴ πρότερον· πῶς γὰρ ἂν τὰ τῶν μέσων ἀδυνατοῦντα μετέχειν ἐπὶ τὴν τῶν ὄντων ἀναδράμοι κοινωνίαν; Τελειουμένων οὖν τῶν Ζήνωνος λόγων, ἐκφαίνεται Παρμενίδης ὁ μέγας· σύνεισι δὲ αὐτῷ καὶ Πυθόδωρος καὶ Ἀριστοτέλης, ὧν ὁ μὲν Πυθόδωρος Ζηνώνειός ἐστιν, ὁ δὲ Ἀριστοτέλης συντάττεταί πως τῷ Παρμενίδῃ· καὶ γὰρ συνδιατίθησιν αὐτῷ τὰς ὑποθέσεις οὐδὲν ἄλλο ποιῶν ἢ ἀποκρινόμενος. |
| in Prm 689 [5] | Ὁ γάρ τοι Παρμενίδης τοῦτον ὡς νεώτατον ἐκλέξεται τῶν παρόντων εἰς τὴν συνουσίαν τὴν περὶ τῶν θείων, ἵν’, ὡς αὐτὸς ἐρεῖ, μὴ πράγματα παρέχῃ μηδὲ παραποδίζῃ τὸν λόγον, ἀλλ’ ὑπέχῃ μόνον ἑαυτὸν εἰς τὴν ἀπόκρισιν τὴν διαλεκτικήν. Τίνος οὖν ἔνδειξιν ἔχει τὸ τοιοῦτον, καὶ διὰ ποίαν αἰτίαν ὁ Ἀριστοτέλης τῷ Παρμενίδῃ συντέτακται καὶ ὑπ’ ἐκείνου ὠφελεῖται, Πυθόδωρος δὲ τῷ Ζήνωνι πρὸ Σωκράτους (πρότερος γὰρ διακήκοε τῶν λόγων), Σωκράτης δὲ ἀμφοῖν τοῖν σοφοῖν, προκαλούμενος μὲν τὸν Παρμενίδειον νοῦν, ἐπαπορῶν δὲ πρὸς τοὺς Ζήνωνος λόγους; Ὁ μὲν Παρμενίδης ἀνάλογόν ἐστιν, ὡς πολλάκις εἴπομεν, τῷ πανταχοῦ πρώτῳ παρὰ τοῖς θείοις, εἴτε ἓν ὂν εἴτε νοητὸν εἴτε ὁπωσοῦν αὐτὸ προσονομάζεις· ἔστι γὰρ τοῦτο καὶ ἐν πᾶσι τοῖς θείοις διακόσμοις καὶ ἐν ἑκάστῳ τῶν θεῶν· διὸ καὶ πάντας πληροῖ τῶν ἑαυτοῦ θείων νοημάτων, μιμούμενος τὴν τάξιν ἐκείνην τὴν πάντα διακοσμήσασαν τά τε πρῶτα καὶ τὰ ἔσχατα. Καὶ γὰρ τὸν Ζήνωνα αὐτὸς ἀπετέλεσεν ὡς ἀπ’ ἐκείνης τῆς ἀκρότητος ἢ μεσότητος ἣ πανταχοῦ, καὶ τὸν Σωκράτη διά τε ἑαυτοῦ καὶ Ζήνωνος, ὥσπερ καὶ ἐκεῖ τῶν τρίτων ἡ πρόοδός ἐστι διά τε τῶν πρώτων καὶ τῶν μέσων· καὶ τὸν Πυθόδωρον, ἀλλ’ οὐκέτι τοῦτον ἁπλῶς ἀφ’ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ διὰ τοῦ Ζήνωνος καὶ τοῦ Σωκράτους συνετέλεσεν αὑτῷ πρὸς ἐπιστήμην, καὶ τὸν Ἀριστοτέλη τελευταῖον, τοῦτον μὲν οὖν καὶ ἀφ’ ἑαυτοῦ μόνον· φθάνει γὰρ ἄχρι τῆς ἐσχάτης ἕξεως ἡ ἀπὸ τούτου δόσις, ἐφ’ ἣν οὐ πρόεισιν ἡ τοῦ Ζήνωνος ἐνέργεια καὶ δύναμις, ὥσπερ δὴ καὶ ἡ τοῦ ὄντος ἀπογέννησις ἐπὶ πλέον διατείνειν πέφυκεν ἤπερ ἡ τῆς ζωῆς. |
| in Prm 690 [5] | Ὁ δέ γε Ζήνων πεπλήρωται μὲν αὐτὸς τοῦ Παρμενίδου, πληροῖ δὲ ἄλλως μὲν τὸν Πυθόδωρον ὡς μαθητὴν, ἄλλως δὲ τὸν Σωκράτη ὡς συνεξεταστὴν, καὶ τὸν μὲν πρὸ Σωκράτους, τὸν δὲ εἰσαῦθις, ὅ τε ἐκεῖνος οὐ Ζήνωνος μόνον, ἀλλὰ καὶ Σωκράτους δύναται μετέχειν· καὶ γὰρ ἐν τοῖς θείοις τὸ μέσον ἐνεργεῖ πρὸ τοῦ μετ’ αὐτὸ, καὶ χωρεῖ διὰ πάντων ἐπιτηδειότητα ψιλὴν παρέχον καὶ τοῖς ἐσχάτοις τῶν αὑτοῦ μετεχόντων, ἣν αὖθις τελειοῖ μετὰ τὴν τῶν ἐξηρτημένων αὑτοῦ προσεχῶς, ὥστε ἡ μὲν προτέρα μέθεξις ἔμφασιν ἀτελῆ τῶν πρώτων ἐνδείκνυται, ἣν δίδωσιν ἐνεργοῦντα πρὸ τῶν δευτέρων· ἡ δὲ δευτέρα μέθεξις, τελείωσιν τῆς ἐμφάσεως διὰ τῶν προσεχῶν παραγιγνομένην. Ὁ δέ γε Σωκράτης τρίτος συμπληροῖ τὴν διὰ πάντων ἀριθμῶν πεφοιτηκυῖαν τριάδα, καὶ ἔστι κατὰ τὸν ἐκεῖ νοῦν, ἢ ὁπωσοῦν ἄλλως ἐθέλοις ὀνομάζειν, διὸ καὶ τοῦ Ζήνωνος ἀπολαύει πρῶτον καὶ συνάπτεται διὰ τούτου πρὸς τὸν Παρμενίδην αὐτόν· ὥσπερ καὶ ὁ ἐν θεοῖς νοῦς ὁ ἐν ἑκάστῳ προσεχῶς μὲν πεπλήρωται θείας τινὸς ζωῆς, διὰ δὲ ταύτης καὶ πρὸς τὸ νοητὸν αὐτὸ συνενίζεται καὶ τὴν οἰκείαν ὕπαρξιν. Ὁ δὲ Πυθόδωρος ἅτε κατὰ τὸ ἐκφαντορικὸν τῶν κρειττόνων γένος τεταγμένος, τοῦ τε Ζήνωνός ἐστι μαθητὴς καὶ μετέχει τῶν Σωκράτους γονιμωτάτων ἀποριῶν· ἀπὸ γὰρ τῶν μέσων δυνάμεων καὶ τρίτων ὑφιστᾶσιν οἱ θεοὶ τοὺς ἀγγέλους, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων· ἐκεῖναι γάρ εἰσι γεννηταὶ θεῶν. Ὁ δὲ Ἀριστοτέλης ἀνάλογον μὲν τέτακται ψυχαῖς, αἳ δι’ ἐνθουσιασμὸν πολλάκις αὐτοῖς συνάπτονται τοῖς θειοτάτοις, ἔπειτα ἀποπίπτουσι τῆς τοιαύτης μακαριότητος· οὐδὲν γὰρ θαυμαστὸν τὴν νῦν ἐνθεαστικῶς διακειμένην αὖθις ἑλέσθαι βίον ἄθεον καὶ σκοτεινόν. |
| in Prm 691 [15] | Πληροῦται δὲ ἀπὸ Παρμενίδου μόνον, ἐπειδὴ καὶ ἐν θεοῖς τῶν πρωτίστων ἐστὶ τὸ καὶ ταύταις δι’ ὑπερβολὴν δυνάμεως διδόναι τινὰ τοῦ θείου φωτὸς μετουσίαν. Οὕτω καὶ οἱ θεολόγοι τὴν νοερὰν ζωὴν Κρονίαν προσειρήκασιν, ἀλλ’ οὐ Δίϊον, καίτοι διὰ τοῦ μεγάλου Διὸς ἡ ἄνοδος. Ἀλλ’ ὥσπερ ὁ Ζεὺς τοῦ ἑαυτοῦ πατρὸς πληρούμενος καὶ εἰς ἐκεῖνον ὡς ἑαυτοῦ νοητὸν ἀναγόμενος ἀνάγει καὶ τὰ μετ’ αὐτὸν, οὕτω δὴ καὶ αἱ ψυχαὶ κἂν μετὰ Διὸς ποιῶνται τὴν ἄνοδον, ἀλλ’ ὁ βίος αὐτῶν ἐκεῖνος καὶ τοὺς μέσους καὶ τοὺς τρίτους διακόσμους ἐπληρώσατο καὶ τελευταῖον καὶ ψυχὰς τὰς περὶ αὐτὸν ἐνθουσιώσας. Καὶ μὴ θαυμάσῃς εἰ τὰ θεῖα τοιαύτην ἔχει πρὸς ἄλληλα τάξιν· ἀλλὰ καὶ αὐτοὺς τοὺς φιλοσόφους, εἰ βούλει, θεώρησον ὅπως καὶ τούτων ὁ τελειότερος καὶ δυνατώτερός ἐστι καὶ πλειόνων εὐποιητικός. Κέβης μὲν γὰρ ἢ Σιμμίας ἑαυτὸν εὐεργετεῖ μόνον ἢ καὶ ἄλλον τὸν αὑτῷ παραπλήσιον, Σωκράτης δὲ καὶ ἑαυτὸν καὶ τούτους καὶ Θρασύμαχον· καίτοι ποτ’ ἂν ὁ Κέβης ἠδυνήθη τὴν ἀπόνοιαν τοῦ σοφιστοῦ τούτου καὶ τὴν ἀναισχυντίαν ἰάσασθαι, ἀλλ’ ὅ γε Σωκράτης καὶ τοῦτον ἐμμελῶς ἐθεράπευσε καὶ ἔπεισεν ὡς ἡ δικαιοσύνη τῆς ἀδικίας κρείττων. Οὕτω τοίνυν καὶ ὁ Παρμενίδης, ἅτε δυνατώτατος ὢν, καὶ τὸν ἐλαχίστην ἔχοντα τὴν ἐπιτηδειότητα τῶν συλλεγέντων ὠφέλησε· δηλοῖ δὲ τὴν ἀμυδρότητα τῆς ἐπιτηδειότητος τό τε νεώτατον αὐτὸν λέγεσθαι τῶν παρόντων, ὅ ἐστιν ἀτελοῦς ἕξεως σύμβολον, καὶ τὸ προσκεῖσθαι τοῖς περὶ αὐτοῦ λόγοις ὅτι δὴ τῶν τριάκοντα γέγονεν ὕστερον εἷς, ὅθεν καὶ ἡμεῖς εἰκότως πρὸς τὰς ψυχὰς αὐτοῦ παραλαμβάνομεν ἀναλογίαν, αἳ καὶ ἐνθουσιῶσί ποτε καὶ ζῶσιν ὁμοῦ τοῖς ἀγγέλοις, ὥσπερ δὴ καὶ οὗτος ἅμα τῷ Πυθοδώρῳ πεποίηται τὴν εἴσοδον, ἀποπίπτουσι δὲ τῆς δυνάμεως ταύτης· ὁ μὲν γὰρ Πυθόδωρος ἐμμένει τοῖς οἰκείοις ἤθεσιν ὥστε καὶ ἄλλοις μεταδιδόναι τῆς συνουσίας, ὥσπερ δὴ καὶ τὸ τῶν ἀγγέλων γένος ὅλον ἀγαθοειδὲς ἀεὶ διαμένει πληροῦν καὶ τὰ δεύτερα τῆς τῶν θείων μετουσίας· ὁ δὲ Ἀριστοτέλης ἀντὶ φιλοσόφου γίγνεται τύραννος. |
| in Prm 692 [30] | Αἱ γὰρ κατὰ σχέσιν, καὶ μὴ κατ’ οὐσίαν, ἔχουσαι τὴν τοιαύτην ζωὴν ἀφίστανταί ποτε τῆς τάξεως ταύτης, εἰς τὸν τῆς γενέσεως φερόμεναι τόπον· ἡ γὰρ τυραννὶς σύμβολον παρείληπται τῆς ἐν γενέσει ζωῆς· αὕτη γὰρ ὑπὸ τὸν τῆς Ἀνάγκης γίγνεται θρόνον ὑπὸ τῆς ἐμπαθοῦς ἀγομένη καὶ ἀστάτου καὶ πλημμελοῦς ὀρέξεως, ἐπεὶ καὶ αὐτὸ τὸ τοὺς τριάκοντα τυράννους κρατῆσαι τῶν Ἀθηνῶν ἔμφασιν ἔχει τῆς Γιγαντείου καὶ γηγενοῦς ζωῆς κρατούσης τῶν Ἀθηναϊκῶν καὶ Ὀλυμπίων ἀγαθῶν· ὁ γὰρ ὄντως Γιγαντικὸς πόλεμος ἐν ταῖς ψυχαῖς ἐστι· καὶ ὅταν μὲν ἡγῆται λόγος ἐν αὐταῖς καὶ νοῦς, τὰ Ὀλύμπια καὶ τὰ τῆς Ἀθηνᾶς κρατεῖ, καὶ ἡ σύμπασα ζωὴ βασιλική τίς ἐστι καὶ φιλόσοφος· ὅταν δὲ τὰ πλήθη ἢ ὅλως τὰ χείρω καὶ γηγενῆ δυναστεύῃ καὶ ἐν αὐτοῖς πολιτεία, τότε τυραννίς ἐστιν. |
| in Prm 693 [25] | Εἰ τοίνυν τοῦτον ἕνα τῶν τριάκοντα τυράννων εἶναί φησι, ταὐτὸν ἂν φαίνοιτο λέγειν τῷ ὄντι ὡς ἂν ἔλεγεν ὡς ψυχαῖς ἐστιν ἀνάλογον αἳ νῦν μὲν ἐνθουσιῶσι, νῦν δὲ καὶ αὐταὶ γίγνονται τῶν γηγενῶν, καὶ τὴν ἑαυτῶν ζωὴν ὑποτάττουσι τοῖς πικροτάτοις τυράννοις, τοῖς πάθεσιν, αὐταὶ ἑαυτῶν γιγνόμεναι τύραννοι· καὶ ἴσως δηλοίη ἂν καὶ διὰ τούτων ὁ φιλόσοφος ὅτι τὴν αὐτὴν ψυχὴν διαφόρους ἀνελίττειν βίους οὐκ ἀδύνατον, καὶ τὴν ἄλλοτε φιλοσοφοῦσαν ἄλλοτε γίγνεσθαι τυραννικὴν καὶ αὖ ἀπὸ τυραννικῆς εἰς φιλοσοφίας μεθίστασθαι βίον· ὅλως γὰρ αὐτὸ τὸ τυραννικὸν ψυχῶν ἐστι μεγέθους ἀντιποιουμένων καὶ ὕψους καὶ δυνάμεώς τινος· οὕτω καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τὰς ἐξ οὐρανοῦ κατιούσας ὡς ἐπὶ τὸ πολὺ τυραννικόν φησιν αἱρεῖσθαι βίον· ἄνω γὰρ οὖσαι συμπεριεπόλουν τὸ πᾶν, οὗ δὴ καὶ ἐν ταῖς αἱρέσεσιν φαντασίαν ἴσχουσαι τὰς δυνάμεις καὶ τὰς τυραννίδας ἀσμένως διώκουσιν. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· ἤδη δὲ καὶ τὰ ἑξῆς θεωρήσομεν. Τὸν οὖν Σωκράτη ἀκούσαντα πάλιν τε κελεῦσαι τὴν πρώτην ὑπόθεσιν τοῦ πρώτου λόγου ἀναγνῶνα ι , καὶ ἀναγνωσθείση ς · Πῶ ς , φάνα ι , ὦ Ζήνω ν , τοῦτο λέγει ς; (P. |
| in Prm 694 [25] | 127 D.) Ὁρᾷς ὅση τῆς ἀναγωγῆς ἡ τάξις. Πρῶτον μὲν τὴν ἐν τοῖς γράμμασι θεωρεῖ τοῦ Ζήνωνος διάνοιαν ὁ Σωκράτης, ἔπειτα πειρᾶται τῆς ἐν τοῖς λόγοις αὐτοῦ δυνάμεως, καὶ τρίτον ἐπ’ αὐτὴν ἀνατρέχει τὴν τῆς ψυχῆς ἐπιστήμην. Μετὰ τὰ γράμματα οὖν ἀνακινεῖ πρὸς τοὺς λόγους αὐτὸν, ἀνακινεῖ δὲ ἑαυτὸν ἐπιδείξας ἱκανῶς τῶν γραμμάτων ἀντιλαβόμενον· πρὶν γὰρ τῶν δευτέρων μετάσχωμεν τελέως, γελοῖον προστρέχειν τοῖς ὑψηλοτέροις. Ἐπιδείκνυσι δὲ πᾶν τὸ γράμμα συνεσπειραμένως θεωρήσας· τοῦτο δὲ ποιήσας οὐδὲν ὀξύῤῥοπον καὶ προπετὲς ὡς νέος πέπονθεν, οὐδὲ εὐθὺς συνῆψε τὰς ἀπορίας, ἀλλὰ πρὸ τούτου τὸν πατέρα τῶν λόγων ἐπερωτᾷ τίς ἡ πρώτη τοῦ πρώτου λόγου ὑπόθεσις, ἵνα ἀκριβέστερόν τε γνῷ ὃ βούλεται καὶ μὴ δόξῃ προπετείας ὑπέχειν ἔγκλημα πρὸς τὸν λόγον εὐθὺς ἱστάμενος· ἵνα πρὸ τῶν ἀποριῶν ἡ εὐπορία καὶ πρὸ τῶν δοκούντων ἐλέγχων ἡ κοινωνία προλαμβανομένη τὴν ὅλην συνουσίαν ἐμμελῆ καταστήσηται. Πολλῶν δὲ εἰρημένων ὑπὸ τοῦ Ζήνωνος λόγων, καὶ τετταράκοντα τῶν πάντων, ἕνα τῶν πρώτων ὁ Σωκράτης ἀπολαβὼν ἀπορεῖ πρὸς αὐτὸν ὡς ἀγωνιστικώτερον καὶ φυσικώτερον ἠρωτημένον· ὁ δὲ ἦν τοιοῦτος· εἰ πολλὰ τὰ ὄντα, τὸ αὐτὸ ὂν ὅμοιόν ἐστι καὶ ἀνόμοιον, ἀλλὰ μὴν ἀδύνατον τὸ αὐτὸ ὅμοιον εἶναι καὶ ἀνόμοιον, οὐκ ἄρα πολλὰ τὰ ὄντα. |
| in Prm 695 [40] | Καὶ οὗτος μὲν ὅλος ὁ πρῶτος λόγος ἐκ τῶν δύο συνημμένων καὶ τῆς προσλήψεως καὶ τοῦ συμπεράσματος· ὁ δὲ Σωκράτης ἀξιοῖ τοῦ πρώτου λόγου τὴν πρώτην ὑπόθεσιν ἀκοῦσαι, δηλαδὴ ταύτην, εἰ πολλὰ τὰ ὄντα, τὸ αὐτὸ ὂν ὅμοιόν ἐστι καὶ ἀνόμοιον. Τρεῖς γάρ εἰσιν αἱ ὑποθέσεις, ὧν αὕτη μὲν μία· δευτέρα δὲ, εἰ μὴ τὸ αὐτό ἐστιν ὅμοιον καὶ ἀνόμοιον, οὐ πολλὰ τὰ ὄντα· καὶ τρίτη μετὰ ταύτην ἡ πρόσληψις, ἀλλὰ μὴν οὐκ ἔστι ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον· καλοῦνται γὰρ ὑποθέσεις τά τε δύο συνημμένα καὶ ἡ πρόσληψις, ἐξ ὧν ὑποκειμένων συνάγεται τὸ προκείμενον. Ζητεῖ δ’ οὖν ὁ Σωκράτης ἀκοῦσαι πάλιν τὴν πρώτην ὑπόθεσιν τῶν τριῶν, καὶ ὅ τε Ζήνων, ἅτε φιλόσοφος ὢν, ἀναγινώσκει αὐτὴν πάντως που διὰ πολλῶν εἰρημένην, καὶ δίδωσιν αὐτῷ τῶν ἑπομένων λόγων ἀφορμήν· οἱ μὲν γὰρ σοφισταὶ κἂν ἐπιδείξωσί τι σύγγραμμα, πρὸς τοὺς βασανίζειν ἐπιχειροῦντας ἀπεχθάνονται, καὶ τὴν πρώτην τοῦ συρφετοῦ ἀπαντήσαντος οὐ βούλονται λόγον ὑπέχειν τῶν λόγων· τῶν δὲ γνησίων φιλοσόφων οὐ τοιοῦτος ὁ τρόπος, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοὺς αὐτοὺς ἐπαναλαμβάνουσι λόγους ἀσμένως, καὶ ἄλλοις ὑπέχοντες τὰς ἀκοὰς ἀπορεῖν πρὸς αὐτοὺς βουλομένοις τε καὶ δυναμένοις. Ἀναγνωσθείσης οὖν τῆς πρώτης ὑποθέσεως ὁ Σωκράτης συναιρεῖ τὸν ὅλον λόγον, καὶ ἐπιδείκνυσι τῷ Ζήνωνι τὸ συνοπτικὸν τῆς ἑαυτοῦ διανοίας καὶ τὸ ὀξὺ καὶ τὸ σαφηνιστικὸν μέντοι τῶν ἀγκύλως εἰρημένων καὶ ὅλως τὸ πρὸς ἀναγωγὴν ἐπιτήδειον· τοῦτο γάρ ἐστι τὸ συναιρεῖν τὰς πολλὰς νοήσεις, τὸ καταδράττεσθαι τῆς ἀληθείας, τὸ ἀναπλοῦν τὴν ἀποκεκρυμμένην τῶν θειοτέρων διάνοιαν. Εἰ πολλά ἐστι τὰ ὄντ α , ὡς ἄρα δεῖ αὐτὰ ὅμοιά τε εἶναι καὶ ἀνόμοι α , τοῦτο δὲ δὴ ἀδύνατο ν · οὔτε γὰρ τὰ ἀνόμοια ὅμοι α , οὔτε τὰ ὅμοια ἀνόμοια οἷόν τε εἶνα ι · οὐχ οὕτω λέγει ς ; — Οὕτ ω , φάναι τὸν Ζήνων α . |
| in Prm 696 [5] | — Οὐκοῦν εἰ ἀδύνατον τά τε ἀνόμοια ὅμοια εἶναι καὶ τὰ ὅμοια ἀνόμοι α , ἀδύνατον δὴ καὶ πολλὰ εἶνα ι · εἰ γὰρ πολλὰ εἴ η , πάσχοι ἂν τὰ ἀδύνατ α. (P. 127 D.) Πάνυ καὶ συνῃρημένως καὶ σαφῶς ἐξέθετο τὸν ὅλον λόγον τὸν πρὸς τὴν ὑπόθεσιν, τὴν πρώτην ὑπόθεσιν ἀκριβῶς κατανοήσας καὶ θεασάμενος τί τὸ τέλος ἐστὶ τοῦ παντὸς λόγου. Καὶ εἰ βούλει θεωρεῖν ἕκαστα, τὴν μὲν πρώτην ὑπόθεσιν ἔχεις εὐθὺς ἐν ἀρχῇ, τὴν δὲ δευτέραν μετὰ τὴν συγκατάθεσιν τὴν Ζήνωνος, τὴν δὲ πρόσληψιν ἐν τῷ τοῦτο δὲ ἀδύνατο ν, τὴν δὲ ἐπιφορὰν ἐν τῷ ἀδύνατον δὴ καὶ πολλὰ εἶνα ι· καὶ παρὰ μὲν τῷ Ζήνωνι τούτων ἕκαστον εἴρηται διὰ πολλῶν, αὐτὸς δὲ κατὰ τοὺς δεινοὺς τῶν διαλεκτικῶν ἀνάλυσιν ποιεῖται τοῦ συλλογισμοῦ, λαβὼν τὰς κυρίως προτάσεις καὶ εἰς σχῆμα ἐναρμόσας τὸν λόγον. Εἰ δέ τις τοσούτων εἰς ἐξέτασιν προκειμένων εἰς τὴν Στωϊκὴν τερθρείαν ἀπάγοι τὸν λόγον, ζητῶν εἰ δυνατῷ ἀδύνατον ἀκολουθεῖ, τὸ, εἰ τέθνηκε Δίων, εἰς μέσον φέρων· εἰ οὖν τις καὶ τῶν τοιούτων ἀπόρων ἐθέλοι ποιεῖσθαι μνήμην ἱκανῶς ὑπὸ τῶν Περιπατητικῶν ἐξητασμένων, ῥᾴδιον ἀπαντᾷν· νυνὶ δὲ τοσοῦτον λαβόντες ὅτι δείκνυται διά τε τούτων καὶ τῶν ἄλλων τοῦ Ζήνωνος λόγων. ὡς ἄρα ἀδύνατον εἶναι τὰ πολλὰ ἐρημωθέντα τοῦ ἑνὸς, ἀπὸ τούτων ὁρμηθέντες σύντομον εὕρωμεν ἐπὶ τὴν πρώτην ἀρχὴν ὁδόν. Ἀνάγκη τοίνυν ἢ πολλὰς εἶναι τὰς ἀρχὰς μὴ μετεχούσας ἑνός τινος οὐδαμῶς, ἢ μίαν μόνην ἀπλήθυντον, ἢ πολλὰς ἑνὸς μετεχούσας, ἢ μίαν ἐν ἑαυτῇ πλῆθος ἔχουσαν· ἀλλ’ εἰ μὲν πολλαὶ εἶεν ἑνὸς ἔρημοι, συμβαίνει πάντα ὅσα ἐπιφέρουσιν ἄτοπα οἱ Ζήνωνος λόγοι τοῖς πολλὰ τὰ ὄντα λέγουσιν ἄνευ τοῦ ἑνός· εἰ δὲ πολλαὶ μὲν εἶεν, μετέχουσαι δέ τινος ἑνὸς, ἐκεῖνο δήπου τὸ ἓν μετεχόμενον ἀπ’ ἄλλου τινὸς ἧκεν εἰς αὐτὰς πρὸ αὐτοῦ οὕτως πᾶν γὰρ τό τι ἓν ἀπὸ τοῦ ἁπλῶς ἐστιν ἑνός· εἰ δὲ μία μὲν ἡ ἀρχὴ πλῆθος ἔχουσα καθ’ ἑαυτὴν, ὅλον τι ἔσται καὶ ἐκ μερῶν τῶν ἐν αὐτῇ πολλῶν ἢ ἐκ στοιχείων· τοῦτο δὲ οὐχ ὡς ἀληθῶς ἓν, ἀλλὰ πεπονθὸς τὸ ἓν, ὡς ἐν Σοφιστῇ μεμαθήκαμεν· τοῦτο δὲ οὔπω ἁπλοῦν οὐδὲ αὔταρκες, ἃ δεῖ τὴν ἀρχὴν ἔχειν· ἀνάγκη ἄρα μίαν ἀπλήθυντον εἶναι τὴν πάντων ἀρχήν. |
| in Prm 697 [35] | Ἀλλὰ ταῦτα μὲν ἀπὸ πάντων τῶν Ζήνωνος λόγων συλλογιζόμεθα, τὴν δὲ ἀκριβεστέραν τοῦ πρώτου λόγου παραδώσομεν ἐξήγησιν, ὅταν καὶ ὁ Σωκράτης ἀνακινῇ τὰς πρὸς αὐτὸν ἀπορίας· νῦν δὲ τοσοῦτον λεγέσθω μόνον ὅτι πάλιν μιμεῖται τὸ ἑαυτοῦ παράδειγμα ὁ Σωκράτης, ἀναπλῶν ἑαυτὸν καὶ τὴν ἑαυτοῦ νόησιν τῷ Ζήνωνι καὶ προκαλούμενος αὐτοῦ τὴν ἐπιστήμην· καὶ γὰρ ἐκεῖ τὰ καταδεέστερα τὴν ὅλην ἑαυτῶν ἐνέργειαν ἐξάπτει τῶν μέσων, καὶ διὰ τῆς ἀναπλώσεως οἰκείων δυνάμεων πληροῦται τελειοτέρων ἄνωθεν ἀγαθῶν. Ἆρα τοῦτό ἐστιν ὃ βούλονταί σου οἱ λόγο ι , οὐκ ἄλλο τι ἢ διαμάχεσθαι παρὰ πάντα τὰ λεγόμεν α , ὡς οὐ πολλά ἐστ ι ; καὶ τούτου αὐτοῦ οἴει σοι τεκμήριον εἶναι ἕκαστον τῶν λόγω ν , ὥστε καὶ ἡγεῖ τοσαῦτα τεκμήρια παρέχεσθα ι , ὅσουσπερ λόγους γέγραφας ὡς οὐκ ἔστι πολλ ά ; Οὕτω λέγει ς , ἢ ἐγὼ οὐκ ὀρθῶς καταμανθάν ω ; — Οὔ κ , ἀλλ ὰ , φάναι τὸν Ζήνων α , καλῶς συνῆκας ὅλον τὸ γράμμα ὃ βούλετα ι. (P. 127 E.) Συνεχῶς ὁ Σωκράτης ἐπανερωτᾷ τὸν πατέρα τῶν λόγων εἰ δικαίαν καὶ κατὰ νοῦν αὐτῷ πεποίηται τὴν ἐξήγησιν, ἅμα καὶ κανόνα παραδοὺς τοῖς πρὸς τοὺς πρεσβυτέρους ἀπορεῖν τι βουλομένοις, ὡς οὐ χρὴ τοῦτο ποιεῖν πρὶν τὴν διάνοιαν αὐτῶν τὴν ἀληθεστάτην ἐκμάθωμεν, μή που καὶ λάθωμεν σοφιστικῶς τοὺς λόγους ψιλοὺς τοῖς λόγοις κρούοντες, τοῦ δὲ νοῦ τῶν παλαιῶν ἡμαρτηκότες. |
| in Prm 698 [5] | Τηρεῖ δὲ καὶ τοῦ προσώπου καὶ τῶν λόγων τὸ προσῆκον μέτρον· καὶ γὰρ τοὺς λόγους οἰκείως ἐπαινεῖ καὶ τὸν πατέρα αὐτῶν ὡς ἀγωνιστὴν ἀγαθόν· τοῦτο γὰρ δηλοῖ τὸ διαμάχεσθαι καὶ σφόδρα οἰκείως ἔχον πρὸς τὴν Ζήνωνος ὑπόθεσιν. Παρμενίδης μὲν γὰρ ἱδρύσας ἑαυτὸν ἐν τῷ ἑνὶ καὶ τὴν μονάδα τῶν ὄντων ἁπάντων θεώμενος οὐδὲ ἐπέστρεφεν εἰς τὸ πλῆθος καὶ τὸν σκεδασμὸν αὐτῶν, ὁ δέ γε Ζήνων ἀνέφευγεν ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἕν· ὁ μὲν γὰρ κεκαθαρμένῳ καὶ ἀνηγμένῳ καὶ ἀποθεμένῳ τὸ ἐν αὐτῷ πλῆθος, ὁ δὲ ἀναγομένῳ καὶ ἀποτιθεμένῳ ἐῴκει· τούτῳ δὲ ὑπάρχει τὸ μὴ πάντη κεχωρίσθαι τοῦ πλήθους, ὅθεν αὐτῷ καὶ τὸ διαμάχεσθαι οἰκεῖον· οὔπω γὰρ ἤρεμον ἔχει τὴν ζωὴν τὸ τῶν ἐμποδίων ἔτι χωριζόμενον, οὐδὲ τελέαν τὴν ἐν τῷ ἑνὶ μονὴν τὸ τῷ πλήθει μαχόμενον· αὕτη γὰρ ἡ πρὸς τὸ πλῆθος μάχη πλῆθος ποιεῖ τὸ μαχόμενον, ἅτε τοῦ πλήθους ταῖς ἐννοίαις ἐφαπτόμενον· ἔοικε δὲ καὶ τοῦτο δηλοῦν τὸ διαμάχεσθαι τῷ Σωκράτει, τὸ διὰ πλειόνων λόγων εἰς ταὐτὸ συμπέρασμα καταντᾷν ἀποφατικὸν, ὡς οὐκ ἄρα ἔστι τὰ πολλὰ τοῦ ἑνὸς χωρίς· τὴν γὰρ διὰ τῶν ἀποφάσεων ἀτραπὸν μάχῃ προσείκασεν. Οὕτως ἄρα καὶ ἐν Πολιτείᾳ παρακελεύεται περὶ τοῦ ἀγαθοῦ ποιεῖσθαι τὸν λόγον, ὥσπερ ἐν μάχῃ, φησὶν, οὐδὲν ἄλλο ἀξιῶν ἢ διὰ τῶν ἀποφατικῶν αὐτὸ συμπερασμάτων αἱρεῖν· καὶ δεῖ μηδὲ ἐνταῦθα τὸ διαμάχεσθαι παρέργως ἀκούειν, ἀλλὰ κἀκεῖνο διὰ τούτων γνώριμον ποιεῖν ὡς τῆς μάχης τὰς ἀποφάσεις αὐτῷ δηλούσης καὶ ἐκεῖ, καθάπερ ἐν τούτοις. Καὶ μὴν καὶ τὸ τῶν λόγων ἕκαστον αὐτὸ τέλος ἔχειν καὶ δεικτικὸν εἶναι τοῦ συμπεράσματος, ἴδιόν ἐστι τῆς ἐπιστημονικῆς δυνάμεως· πολλάκις μὲν γὰρ ἐκ πολλῶν λόγων ἓν συμπέρασμα συνάγομεν, καὶ τότε οὐκ αὐτοτελὴς ἕκαστος, οἷον ὅ φησιν ὁ Σωκράτης ἐν Φαίδωνι· συνθέντας γάρ φησι τοῦτόν τε καὶ τὸν ζητούμενον, τὸν γοῦν ἀπὸ τῶν ἐναντίων καὶ [τὸν ἀπὸ] τῶν ἀναμνήσεων, δεικνύναι καὶ μετὰ τὸ σῶμα τὴν ψυχὴν διαμένουσαν, καὶ πρὸ τοῦ σώματος ἐξ ἀνάγκης οὖσαν, τὰ δεικνύμενα μερισαμένους· τὸ γὰρ διὰ τῆς συνθέσεως αὐτοῖν δεικνύμενον ἑκάτερος χωρὶς κατασκευάζειν οὐχ ἱκανὸς ἦν. |
| in Prm 699 [5] | Ἔστι δὲ ὅτε καὶ ἕκαστος λόγος τέλειός ἐστιν, οἷον ἐν Πολιτείᾳ καὶ Φαίδρῳ καὶ Φαίδωνι τῆς ἀθανασίας τῶν ψυχῶν λόγος ἀποδεικτικός· ἕκαστος γὰρ τέλειος, καὶ οὐ τελοῦσιν εἰς ἀλλήλους. Βούλεται τοίνυν καὶ τοὺς τοῦ Ζήνωνος τετταράκοντα λόγους εἶναι τοιούτους, ἕκαστον αὐτάρκως τοῦ προκειμένου συμπεραντικὸν, καὶ τοῖς τεκμηρίοις ἰσαρίθμους εἶναι τοὺς λόγους. Καὶ εἴ με δεῖ τὸ δοκοῦν εἰπεῖν, πάνυ μοι δοκεῖ καὶ ταῦτα τὴν πρὸς τὰ θεῖα σώζειν ἀναλογίαν· καὶ γὰρ ἐκεῖ μένει μὲν τὸ ὂν ἡνωμένον τῷ ἑνὶ, πρόεισι δὲ ὁ ζωτικὸς νοῦς καὶ ἡ νοερὰ τῆς ψυχῆς δύναμις εἰς τὸ πλῆθος, καὶ πάλιν ἀνακαλεῖται τὸ πλῆθος εἰς τὴν ἕνωσιν, καὶ ἔστιν ἐν τῷ μέσῳ διακόσμῳ πλῆθος μὲν ἢ ἐν τῷ πρώτῳ μᾶλλον· πάντα γὰρ ἐκεῖ μοναδικῶς· πάντες γὰρ οἱ λόγοι καὶ πᾶσαι αἱ δυνάμεις αὐτοτελεῖς εἰσι, καὶ ἕκαστος λόγος οἰκείου πλήθους ἡγεῖται ὃ καὶ συνάπτει καὶ ἑνοῖ πρὸς τὸ ἓν καὶ ἀναπέμπει πρὸς τὴν ὑποστατικὴν τῶν ὅλων τὴν μονάδα· τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ μεθεκτοῦ μὲν, ὁλικοῦ δὲ, νοῦ δυνατόν που λέγειν, ὅτι συναγωγός ἐστι τοῦ μερικοῦ νοῦ παντὸς πρὸς τὸν ὅλον καὶ ἀμέθεκτον, πολυειδέστερος ὢν αὐτοῦ, διαφέρων δὲ τοῦ μερικοῦ τῷ ὁλικώτερος ὑπάρχειν. Τούτοις δὲ ἦσαν ἀνάλογον οἱ ἄνδρες, ὁ μὲν τῷ ἑνὶ ὄντι, ὁ δὲ τῷ ζωτικῷ διακόσμῳ, ὁ δὲ τῷ νοερῷ· καὶ τῶν νόων ὁ μὲν πρὸς τὸν ὅλον καὶ ἀμέθεκτον, ὁ δὲ πρὸς τὸν ὅλον καὶ μεθεκτὸν, ὁ δὲ πρὸς τὸν μερικόν. Μανθάν ω , εἰπεῖν τὸν Σωκράτ η , ὦ Παρμενίδ η , ὅτι Ζήνων ὅδε οὐ μόνον τῇ ἄλλῃ σου φιλίᾳ βούλεται ᾠκειῶσθα ι , ἀλλὰ καὶ τῷ συγγράμματ ι · ταὐτὸν γὰρ γέγραφε τρόπον τινὰ ὅπερ σ ὺ , μεταβαλὼν δὲ ἡμᾶς πειρᾶται ἐξαπατᾷν ὡς ἕτερόν τι λέγω ν. |
| in Prm 700 [35] | (P. 127 E.) Πάλιν τὴν τάξιν τῆς ἀνόδου καταθεατέον, πῶς ὁ Σωκράτης εἰς δύναμιν καὶ ἑαυτὸν οἰκειώσας τῷ Ζήνωνι μετάγει πρὸς τὸν Παρμενίδην τὸν λόγον καὶ διὰ μέσου τοῦ Ζήνωνος αὐτῷ συνάπτεται, πρόφασιν αὐτὸν τὸν Ζήνωνα ποιούμενος τῆς συναφῆς. Ταῦτα γὰρ δὴ μετενήνεκται σαφῶς ἀπὸ τῶν θεολόγων· ἢ οὐχὶ παρ’ ἐκείνοις συνάπτεται τὰ τρίτα τοῖς πρώτοις, ἀλλὰ διὰ τῶν μέσων καὶ δι’ αὐτὰ τὰ μέσα; παρὰ τούτων γὰρ ἔχει τὴν νοητικὴν τῶν πρώτων δύναμιν. Καὶ οὐ τοῦτο μόνον, ὅτι διὰ τοῦ ἀτελεστέρου καὶ προσεχοῦς αὐτῷ συνάπτεται πρὸς τὸ τελειότερον, ἀλλὰ καὶ ὅτι πρὸ πάντων τὴν ἕνωσιν αὐτῶν ἐθέλει θεωρεῖν· οὕτω γὰρ καὶ ὁ νοῦς ὡς ἓν θεᾶται τήν τε ζωὴν καὶ τὸ ὂν, καὶ συνάψας ἑαυτὸν τῇ ζωῇ κἀκείνης τὴν πρὸς τὸ ὂν ἕνωσιν ὁρῶν καὶ ἑαυτὸν οὕτω συνάπτει πρὸς τὸ ὄν· οὕτω δὲ καὶ πᾶς μερικὸς νοῦς τὴν μίαν ἕνωσιν θεώμενος τοῦ μεθεκτοῦ νοῦ πρὸς τὸν ἀμέθεκτον ἐπιστρέφει διὰ θατέρου πρὸς τὸν ἕτερον, δῆλον δὲ διὰ ποτέρου πρὸς πότερον. Πῶς οὖν αὐτῶν ὁρᾷ τὴν ἕνωσιν; πρῶτον μὲν ἐκ τῆς ζωῆς τῆς ἄλλης· παιδικὰ γὰρ ἦν ὁ Ζήνων, ὡς προείρηται, τοῦ Παρμενίδου· ἔπειτα καὶ διὰ τῶν λόγων· δεῖ γὰρ ἀπὸ τῆς ζωῆς ἄρχεσθαι τὴν ὁμοιότητα καὶ τελευτᾷν εἰς τοὺς λόγους· καὶ εἰκότως ἀπ’ ἀμφοτέρων τὴν κοινωνίαν αὐτῶν κατεδήσατο. Καὶ γὰρ τῶν ψυχῶν αἱ δυνάμεις διτταὶ, ζωτικαὶ μὲν ἄλλαι, γνωστικαὶ δὲ ἄλλαι· καὶ δυνατὸν, ὁμοδοξίας οὔσης, ὁμοζωΐαν μὴ παρεῖναι, καὶ ὁμοζωΐας οὔσης, μὴ ὑπάρχειν ὁμοδοξίαν· παρὰ δὲ ἐπιστήμοσι κατ’ ἀμφότερα πάντως ἡ ὁμοιότης. |
| in Prm 701 [10] | Τὴν μὲν οὖν ἐρωτικὴν κοινωνίαν ἡ ζωὴ μία οὖσα παρέχεται, τὴν δὲ τῶν δογμάτων κοινὴν αἵρεσιν τῶν γνωστικῶν ἐπιβολῶν συμφωνία· διόπερ εἰκότως ὁ Σωκράτης ἀπ’ ἀμφοτέρων τοὺς ἄνδρας ἐγκεκωμίακεν. Ἡ οὖν ταυτότης αὕτη τῶν λόγων καὶ ἡ τῆς ζωῆς ἕνωσις μάλιστα προσήκει τοῖς θεοῖς, ὧν εἰσιν οἱ ἄνδρες εἰκόνες, καὶ ταύτην τὴν ἕνωσιν κεκρυμμένην οὖσαν ἐκεῖ καὶ λεληθυῖαν νοῦς μόνος καθορᾷ· διὸ καὶ ὁ Σωκράτης ἐξαπατᾷν μὲν τοὺς πολλοὺς τὸν Ζήνωνά φησιν ὡς οὐ τὰ αὐτὰ λέγοντ α, κατιδεῖν δὲ αὐτὸς τὴν ταυτότητα τῶν λόγων· καὶ ἴσως πρέποι ἂν καὶ τοῦτο τοῖς νεωτέροις, καὶ εἰ συνηγορεῖν βούλοιντο τοῖς πρεσβυτέροις, τρόπον ἕτερον μετιέναι τὴν ὑπόθεσιν. Ὡς γὰρ ἐν τοῖς Νόμοις φησὶν αὐτὸς δεῖν τοὺς ποιητὰς ἀεὶ μὲν τὰ μέτρα τῆς ἀρετῆς τὰ τῶν ψυχῶν ἐνεργητικὰ σώζειν ἐν τοῖς ποιήμασιν, ἐναλλάττειν δὲ τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς· Τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείους’ ἄνθρωποι, Ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται, φησὶν ἡ ποίησις· οὕτω δεῖ δὴ καὶ τούτους ἐπ’ ἄλλης διασκευῆς καὶ κατ’ ἄλλης ποιεῖσθαι τοὺς λόγους οἰκονομίας, ἵνα καὶ τὴν τῶν φιλονεικοτέρων ἐκκλίνωσι δυσεριστίαν καὶ μὴ παρεκβαίνωσι τὴν τῶν δογμάτων ἀλήθειαν. Καὶ διὰ ταῦτα ἄρα ὁ Ζήνων, Παρμενίδου τὸ ὂν ἓν λέγοντος, αὐτὸς ἀπεδείκνυ ὅτι οὐ πολλὰ, καὶ ἄλλας μὲν αἰτίας λέγων, πρωτίστην δὲ τὴν ἐκ τῶν ἑπομένων ἀντικειμένων ὄντων ἀλλήλοις, ὅτι ταὐτὸν ἔσται ὅμοιον καὶ ἀνόμοιον. Καὶ ὁ μὲν Παρμενίδης ἐπὶ τῆς νοερᾶς ἔμενε διαλεκτικῆς ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει ταῖς νοεραῖς ἐπιβολαῖς χρώμενος· ὁ δὲ Ζήνων λογικώτερον προσῄει τῇ τοῦ ἑνὸς ὄντος θήρᾳ κατά τινα δευτέραν διαλεκτικὴν, ἧς ἔργον τὸ γνῶναι ποῖαι μὲν τῶν ὑποθέσεων αὑτὰς ἀναιροῦσιν, ὡς ἡ λέγουσα, οὐδεὶς λόγος ἀληθὴς καὶ πᾶσα ὑπόληψις ψευδής· ποῖαι δὲ ὑπ’ ἄλλων ἀναιροῦνται, καὶ ὅτι ἢ ἐκ τῶν ἑπομένων ἢ τῷ μὴ συμφωνεῖν τοῖς προϋποκειμένοις, ὥσπερ ὁ γεωμέτρης ἀναιρεῖ τόνδε τὸν λόγον καὶ ὡς οὐ συμβαίνοντα ταῖς ἀρχαῖς καὶ τῶν ἐκ τοῦ ἑπομένου ἀναιρουμένων· ποῖαι μὲν τῷ τὰ ἀντικείμενα ἀκολουθεῖν, οἷον ὅτι ταὐτόν ἐστιν ὅμοιον καὶ ἀνόμοιον· ποῖαι δὲ τῷ ἑτέρῳ μόνον, ὅτι ταὐτὸν ἵππος καὶ ἄνθρωπος. |
| in Prm 702 [5] | Κατὰ γὰρ τὴν τοιαύτην διαλεκτικὴν συνθέσει λόγων χρωμένην καὶ ἀκολουθίαις καὶ μάχαις ὁ Ζήνων ἐποιεῖτο τοὺς λόγους· ὁ δὲ Παρμενίδης αὐτῷ μόνῳ τῷ νῷ χρώμενος αὐτὴν τὴν ἕνωσιν ἐθεᾶτο τοῦ ὄντος, τῇ νοερᾷ διαλεκτικῇ χρώμενος ἐν ἁπλαῖς ἐπιβολαῖς τὸ κῦρος ἐχούσῃ· διὸ καὶ ὁ μὲν εἰς πλῆθος κατῄει λόγων, ὁ δὲ τῆς νοερᾶς ἐπιβολῆς ἀεὶ τῆς αὐτῆς μονοειδῶς ἀντείχετο τῶν ὄντων. Εἰκότως ἄρα καὶ ὁ Σωκράτης εἴρηκε τρόπον τινὰ τὰ αὐτὰ λέγειν αὐτοὺς καὶ λεληθέναι τοῦτο ποιοῦντας. Καὶ γὰρ ἐπὶ τῶν θεῶν ἡ ἑνότης ἄῤῥητός ἐστι καὶ τοῖς δευτέροις δύσληπτος, καὶ ἐπὶ τῶν σπουδαίων ἡ κοινωνία τῆς νοήσεως λανθάνει τοὺς μὴ συνήθεις αὐτοῖς· ἔχει μὴν καὶ τὸ τῆς φιλίας οἰκειότητα πολλὴν πρός τε τὴν Πυθαγόρειον ζωὴν (τέλος γὰρ ἐποιοῦντο κἀκεῖνοι τῆς ἑαυτῶν ζωῆς τὴν φιλίαν καὶ πάντα εἰς ταύτην συνέτεινον) καὶ πρὸς τὴν ὅλην τοῦ διαλόγου πρόθεσιν· ἡ γὰρ ἕνωσις καὶ ἡ κοινωνία πᾶσι τοῖς οὖσιν ἐκ τοῦ ἑνὸς ἐφήκει, τῶν δευτέρων ἀεὶ συνηνωμένων τοῖς πρὸ αὑτῶν, καὶ τῶν ὄντων περὶ τὰς ἑνάδας αὑτῶν συνταττομένων, τούτων δὲ περὶ τὸ ἕν. Σὺ μὲν γὰρ ἐν τοῖς ποιήμασιν ἓν ἔφης εἶναι τὸ πᾶ ν , καὶ τούτων τεκμήρια παρέχει καλῶς τε καὶ ε ὖ · ὅδε δὲ αὖ οὐ πολλά φησιν εἶνα ι , τεκμήρια δὲ καὶ αὐτὸς πάμπολλα καὶ παμμεγέθη παρέχετα ι . Τὸ οὖν τὸν μὲν ἓν φάνα ι , τὸν δὲ μὴ πολλ ὰ , καὶ οὕτως ἑκάτερον λέγει ν , ὥστε μηδὲν τῶν αὐτῶν εἰρηκέναι δοκεῖν σχεδόν τι λέγοντας ταὐτ ὰ , ὑπὲρ ἡμᾶς τοὺς ἄλλους φαίνεται ὑμῖν τὰ εἰρημένα εἰρῆσθα ι. |
| in Prm 703 [10] | (P. 128 A.) Ἁπλῶς μὲν τὸ ὂν καὶ ἓν καὶ πολλὰ λέγειν ἐστὶν ἀσφαλέστερον. Πᾶν γὰρ τὸ μετὰ τὸ ἓν εὐθὺς ἔχει πλήθους ἔμφασιν· ἀλλ’ ὅπου μὲν κρύφιόν ἐστι καὶ ἑνοειδὲς, ὅπου δὲ ἐκφαῖνον ἑαυτοῦ πλῆθος, ὅπου δὲ ἤδη προεληλυθὸς, καὶ ἡ πρόοδος ἄλλως πάλιν καὶ ἄλλως, καὶ οὐχ ὁ αὐτὸς πᾶσι τρόπος τῆς διακρίσεως. Ἐπειδὴ δὲ πανταχοῦ πρὸ τοῦ πλήθους ἐστὶν ἡ μονὰς, δεῖ δὴ καὶ πάντα τὰ ὄντα τῆς οἰκείας αὑτῶν ἐξάπτειν μονάδος. Καὶ γὰρ ἐπὶ τῶν σωμάτων τὸ ὅλον προηγεῖται τῶν μερῶν, ὃ καὶ περιεκτικόν ἐστι πάντων τῶν ἐν τῷ κόσμῳ διῃρημένων, αὐτὸ συνεχὲς ὂν καὶ ὅλον· καὶ ἐπὶ τῶν φύσεων ἡ μία καὶ ὅλη φύσις πρὸ τῶν πολλῶν ὑφέστηκε· διὰ τοῦτο γάρ τοι καὶ αἱ μερικαὶ φύσεις, ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας, πολλάκις ὅμως ἐκ τῆς ὅλης εἰς ἕνωσιν περιάγονται καὶ συμπάθειαν· καὶ ἐπὶ τῶν ψυχῶν ἡ μονὰς τῶν ψυχῶν ἐν πρεσβυτέρᾳ τάξει τέτακται τῶν πολλῶν, καὶ πᾶσαι περὶ αὐτὴν οἷον κέντρον συννεύουσιν, αἱ μὲν θεῖαι πρώτως, αἱ δὲ τούτων ὀπαδοὶ δευτέρως, αἱ δὲ τούτων συνοπαδοὶ κατὰ τρίτην τινὰ τάξιν, ὡς ἐν τῷ Φαίδρῳ Σωκράτης παραδέδωκε· καὶ ἐπὶ τῶν νόων ὁμοίως ὁ εἷς καὶ ὅλος καὶ ἀμέθεκτος νοῦς, πρώτως ἐκφανεὶς ἀπὸ τῶν ἡνωμένως ὄντων, ἀπογεννᾷ μεθ’ ἑαυτὸν ἅπαν τὸ νοερὸν πλῆθος καὶ πᾶσαν τὴν ἀμέριστον οὐσίαν. Δεῖ δὴ οὖν καὶ πρὸ τῶν ὄντων ἁπάντων εἶναι τὴν μονάδα τοῦ ὄντος, δι’ ἣν τὰ πάντα ᾗ ὄντα συντέτακται πρὸς ἄλληλα, καὶ νόες καὶ ψυχαὶ καὶ φύσεις καὶ σώματα καὶ πᾶν τὸ ὁπωσοῦν εἶναι λεγόμενον. Ἐχέτω μὲν γὰρ καὶ τὴν ἐξῃρημένην αἰτίαν τῆς ἑνώσεως τὸ ἓν, ἀλλὰ καθὸ ἓν ἕκαστον ὑπὸ ταύτης ἑνοποιεῖται· ζητοῦμεν δὲ ἡμεῖς, καθόσον ὄντα ἐστὶ, ποίαν ἔλαχεν αὑτῶν συνεκτικὴν καὶ ἑνοποιὸν μονάδα· πᾶς γὰρ ἀριθμὸς εἰς οἰκείαν αὑτῷ καὶ σύστοιχον ἀνήρτηται μονάδα, ἀφ’ ἧς καὶ τὴν ὑπόστασιν ἔχει καὶ τὴν προσηγορίαν, οὔτε συνωνύμως, οὔτε εἰκῆ καὶ ὡς ἔτυχεν, ἀλλὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν, ὥστε καὶ τὰ ὄντα καὶ ἐκ μιᾶς ἐστι μονάδος ἣ πρώτως καὶ λέγεται ὂν, δι’ ἣν καὶ ταῦτα κατὰ τὴν ἑαυτῶν τάξιν καὶ ἔστι καὶ ἐπονομάζεται ὄντα· καὶ ἀπὸ ταύτης πάντα τὰ ὄντα συμπαθῆ ἐστιν ἀλλήλοις καὶ τὰ αὐτά πως καθόσον ἐξ ἑνὸς ὄντος ἐστί. |
| in Prm 704 [10] | Καὶ πρὸς ταύτην τὴν ἕνωσιν πάντων τῶν ὄντων ὁ Παρμενίδης ἀποβλέπων ἓν τὸ πᾶν ἠξίου καλεῖν, κυριώτατα μὲν καὶ πρώτως πᾶν ὃ καὶ ἥνωται πρὸς τὸ ἓν, καὶ ἁπλῶς δὲ τὸ πᾶν· πάντα γὰρ, καθόσον μετέχει τοῦ ἑνὸς ὄντος, τὰ αὐτά πώς ἐστιν ἀλλήλοις καὶ ἕν· ὁ δέ γε Ζήνων ἑώρα μὲν εἰς τὴν αὐτὴν ἑστίαν καὶ πηγὴν τῶν ὄντων, καὶ πρὸς ἐκείνην ὁρῶν ἐποιεῖτο τοὺς παμμήκεις ἐκείνους λόγους· οὐ μὴν αὐτόθεν ἐτίθετο τὸ ἓν ὂν, οὐδὲ τοῦτο προηγουμένως ἀπεδείκνυ διὰ τῶν γραμμάτων, ἀλλ’ οἷον προτέλεια γράφων τῆς τοῦ καθηγεμόνος ἀκροάσεως ἀνῄρει μόνα τὰ πολλά· καίτοι αὐτὰ μὴ πολλὰ πάντως τιθεὶς ἄγει τὸν λόγον ἐπὶ τὸ ἕν. Πάλιν οὖν σχεδὸν τὰ αὐτὰ λέγουσ ι, καὶ τὸ σχεδὸν δὲ εἰκότως· ὁ μὲν γὰρ ἐν ποιήμασι ν, ὁ δὲ ἐν πεζοῖς λόγοις, καὶ ὁ μὲν κατὰ τὴν τοῦ προκειμένου θέσιν, ὁ δὲ κατὰ τὴν τοῦ ἀντικειμένου ἀναίρεσιν, καὶ ὁ μὲν κατὰ τὴν πρώτην διαλεκτικὴν τὴν ταῖς ἁπλαῖς ἐπιβολαῖς τὰ ὄντα διαλέγουσαν, ὁ δὲ κατά τινα δευτέραν τὴν διὰ συνθέσεως καὶ λόγων ὁδεύουσαν. Καὶ ὁ μὲν ὡς νοῦς· νοῦ γάρ ἐστι τὸ ὂν θεωρεῖν, ἐπειδὴ καὶ τὸ πρώτως ὂν τοῦ πρωτίστου νοῦ νοητόν ἐστιν· ὁ δὲ ὡς ἐπιστήμη· ταύτης γὰρ ἔργον ἅμα καὶ τὰ ἀντικείμενα θεωρεῖν, καὶ τὸ μὲν ἀληθὲς ἐγκρίνειν, τὸ δὲ ψευδὲς ἀποδοκιμάζειν. Καὶ ὁ μὲν τεκμήρια παρεχόμενος καλῶς τε καὶ ε ὖ· τὸν γὰρ ἀνηγμένον πρὸς αὐτὸ τὸ ὄντως ὂν ἀνάγκη καὶ τῆς ἐκεῖθεν καλλονῆς καὶ τῆς ἀγαθότητος εἶναι πλήρη τὴν ψυχὴν, καὶ τοῦτό ἐστι τὸ καλῶς καὶ τὸ εὖ· τὰ γὰρ τούτου τεκμήρια νοερὰ μὲν ἦν κατὰ τὴν αὑτῶν ἰδιότητα, ὁλόκληρα δὲ καὶ ἁπλᾶ καὶ ἀτρεμῆ φησιν ἐκεῖνος· ὁ δὲ πάμπολλα καὶ παμμεγέθ η· πρόεισι γὰρ εἰς τὰς ἀνελίξεις τῶν λόγων καὶ τὰς συνθέσεις καὶ τὰς διαιρέσεις, ἀναπλῶν καὶ ἀναπτύσσων τὴν ἑνοειδῆ καὶ συνῃρημένην τοῦ καθηγεμόνος ἐπιβολήν. |
| in Prm 705 [10] | Εἰκότως ἄρα καὶ μικρῷ πρότερον τοὺς φαινομένους τῶν ἀνδρῶν τούτων χαρακτῆρας λέγοντες, τὸν μὲν Παρμενίδην καλὸν καὶ ἀγαθὸν τὴν ὄψιν ἐλέγομεν, τὸν δὲ Ζήνωνα εὐμήκη καὶ τετταράκοντα ἐτῶ ν, ἐπεὶ καὶ ταῦτα σύμβολα τῶν λόγων ἐστί· τὸ μὲν γὰρ ἐκεῖ καλὸν καὶ ἀγαθὸν μετέλαβεν εἰς τὸ καλῶς τε καὶ ε ὖ, τὸ δὲ ἐκεῖ εὐμήκη εἰς τὸ παμμεγέθ η, μονονοὺκ ἐκεῖνο τοῦ Πλάτωνος βοῶντος ὅτι πάντα παρὰ τοῖς θεοῖς σύμφωνα καὶ ἐναρμόνια, τὸ εἶδος τῆς ζωῆς, οἱ λόγοι, τὰ φαινόμενα σχήματα· μιμεῖται γὰρ ἕκαστος αὐτῶν τὸ πᾶν, ἐν δὲ τῷ παντὶ τὰ φαινόμενα τῶν ἀφανῶν εἰσιν εἰκόνες, καὶ οὐδέν ἐστιν ἐν τούτοις ὃ μὴ τῶν νοητῶν εἰκόνα φέρει καὶ σύμβολον. Εἰκότως δὲ καὶ ἡ ἕνωσις τῶν θείων τούτων ἀνδρῶν λανθάνει τοὺς πολλούς· πρῶτον μὲν γὰρ καὶ οἱ λόγοι αὐτῶν πολὺ τὸ κεκρυμμένον ἐπετήδευον καὶ ἄβατον τοῖς πολλοῖς, μιμούμενοι τὸν Πύθιον διὰ τῶν λοξῶν χρησμῶν τοῖς προσιοῦσι διαλεγόμενον· ἔπειτα καὶ ὁ τρόπος τῆς διδασκαλίας αὐτῶν διάφορος ὢν παραπέτασμα τῆς ἔνδον ὁμοφωνίας καὶ ἑνώσεως ἦν, καὶ τοῦτο αὖ πάλιν εἰκών ἐστι τῶν θείων πραγμάτων· εἰ γὰρ ἀπίδοι τις πρὸς τὸ μεριστὸν τῶν ἐνύλων εἰδῶν καὶ πρὸς τὴν διαίρεσιν αὐτῶν καὶ τοὺς ὄγκους καὶ τὴν πρὸς ἄλληλα μάχην, οἰηθείη ἂν καὶ τὰ θεῖα εἴδη τὰ ἀφανῆ τοιαύτην ἔχειν διάστασιν καὶ τοσοῦτον μερισμόν. Ὑψηλοτέρας οὖν ἐστι καὶ νοερωτέρας ψυχῆς κατιδεῖν, ὅπως ἡ ἀμέριστος οὐσία τὴν μεριστὴν ὑφίστησι καὶ πῶς ἐκ τῶν ἀδιαστάτων τὰ διαστήματα πάντα προελήλυθε· τὰ δὲ τῶν πολλῶν ὄμματα καρτερεῖν ἀφορῶντα πρὸς τὴν θείαν ἕνωσιν οὐ πέφυκεν· ἐπεὶ καὶ εἴ τις πρὸς τοὺς τῶν θεῶν ἀποβλέποι κλήρους ὑφ’ ὧν ἐν τῷ κόσμῳ μετέχονται, θεώμενος ὡδὶ μὲν ἥλιον, ὡδὶ δὲ σελήνην, ὡδὶ δὲ τὴν γῆν, οἰήσεταί που πάντως, εἰ μὴ πάνυ τις εἴη τὰ θεῖα δεινὸς, καὶ αὐτοὺς οὕτω διεστάναι τοὺς θεούς· ἀλλ’ οὐκ ἔστι· τῶν γὰρ διαστατῶν ἀδιαστάτως καὶ τῶν πεπληθυσμένων ἑνοειδῶς οἱ θεοὶ προεστήκασιν. |
| in Prm 706 [5] | Ὡς οὖν ἐπὶ τῶν θεῶν ἡ ἕνωσις αὐτῶν ἀφανής ἐστι καὶ ἄληπτος, οὕτω καὶ ἐπὶ τῶν θείων τούτων ἀνδρῶν τὴν τῶν νοημάτων ταυτότητα καὶ ἕνωσιν ὑπὲρ τοὺς ἄλλους εἶναί φησιν ὁ Σωκράτης. Ἀλλὰ τί τούτοις ἐπήνεγκεν ὁ Ζήνων, ἐπάκουσον. Να ὶ , φάναι τὸν Ζήνων α , ὦ Σώκρατε ς . Σὺ δ ’ οὖν τὴν ἀλήθειαν τοῦ γράμματος οὐ πανταχοῦ ᾔσθησα ι. (P. 128 B.) Οὔτε τὸ πλῆθος ἀσύντακτόν ἐστιν οὐδαμοῦ τοῦ ἑνὸς καὶ ἀφ’ ἑαυτοῦ διεσπαρμένον, οὔτε τὸ ἓν ἄγονον καὶ ἔρημον τοῦ προσήκοντος αὑτῷ πλήθους, ἀλλὰ καὶ τοῦτο δευτέρων ἡγεῖται μονάδων, καὶ τὸ πλῆθος ἔχει τὴν αὑτῷ πρέπουσαν ἕνωσιν· πάντα γὰρ τὰ πλήθη τά τε νοητὰ καὶ τὰ νοερὰ καὶ ὅσα ἐν τῷ κόσμῳ ἢ ὑπὲρ τὸν κόσμον μονάδων οἰκείων ἐξήρτηται καὶ συντέτακται ἀλλήλοις· αἱ δὲ μονάδες ἐκ μιᾶς μονάδος πάλιν, ἵνα καὶ τὸ τῶν μονάδων πλῆθος μὴ ἀφ’ ἑαυτοῦ διῃρημένον ᾖ καὶ πλῆθος μόνον τῆς ἑνώσεως ἔρημον· οὐ γὰρ ἦν θέμις τὰς τῶν ἄλλων ἑνοποιοὺς αἰτίας αὐτὰς ἀπεσπάσθαι ἀλλήλων· οὐδὲ γὰρ τὰς ζωοποιοὺς ἀζώους, οὐδὲ τὰς νοοποιοὺς ἀνοήτους εἶναι, οὐδὲ τὰς καλλοποιοὺς ἀκαλλεῖς, ἀλλ’ ἢ ζωὴν ἔχειν καὶ νοῦν καὶ κάλλος ἢ τούτων τι θειότερον καὶ κρεῖττον· ὥστε καὶ τὰς ἑνοποιοὺς τῶν ἄλλων μονάδας ἀναγκαῖον ἢ καὶ αὐτὰς ἕνωσιν ἔχειν πρὸς ἀλλήλας ἢ καὶ τῆς ἑνώσεώς τι κρεῖττον· ἀλλ’ οὐδέν ἐστι ταύτης θειότερον πλὴν αὐτοῦ τοῦ ἑνός· ἀλλ’ εἴτε τὸ ἓν πρὸ αὐτῶν, ἡνῶσθαι καὶ αὐτὰς ἀναγκαῖον· τὰ γὰρ τοῦ ἑνὸς μετέχοντα ἥνωται· εἴτε ἥνωνται, πόθεν ἡ ἕνωσις; οὐ γὰρ ἄλλοθεν ἢ ἐξ ἑνός. |
| in Prm 707 [5] | Δεῖ τοίνυν ἐκ τοῦ ἑνὸς εἶναι τὰς πολλὰς ἑνάδας, ἐκ δὲ τούτων τὰ πλήθη, τά τε πρῶτα καὶ τὰ ἐφεξῆς καὶ ἀεὶ τὰ ποῤῥώτερα τοῦ ἑνὸς πληθύνεσθαι μᾶλλον τῶν πρὸ αὑτῶν, πᾶν δὲ ὅμως πλῆθος ἔχειν ἑνάδα διττὴν, τὴν μὲν συντεταγμένην, τὴν δὲ ἐξῃρημένην. Ἴδε γὰρ αὐτὸ πρῶτον ἐπὶ τῶν εἰδῶν, οἷον ὅπως ὁ ἄνθρωπος διττὸς, ὁ μὲν ἐξῃρημένος, ὁ δὲ μετεχόμενος· καὶ ὅπως τὸ καλὸν διττὸν, τὸ μὲν πρὸ τῶν πολλῶν, τὸ δὲ ἐν τοῖς πολλοῖς· καὶ ὅπως τὸ ἴσον, τὸ δίκαιον· ἥλιος τοίνυν καὶ σελήνη καὶ τῶν ἄλλων ἕκαστον φυσικῶν εἰδῶν, τὸ μὲν ἐν ἄλλῳ, τὸ δὲ καθ’ αὑτό· τά τε γὰρ ἐν ἄλλοις ὄντα καὶ τὰ κοινὰ καὶ μετεχόμενα δεῖ πρὸ αὑτῶν ἔχειν τὸ ἑαυτοῦ ὂν, καὶ ὅλως τὸ ἀμέθεκτον· καὶ αὖ τὸ ἐξῃρημένον εἶδος καὶ καθ’ αὑτὸ ὂν, ἅτε πολλῶν ὂν αἴτιον, ἑνοῦν καὶ συνδεῖν τὸ πλῆθος· ἔστι δὲ αὖ τῶν πολλῶν δεσμὸς τὸ ἐν αὐτοῖς κοινὸν, καὶ διὰ τοῦτο ἄλλος μὲν ὁ αὐτοάνθρωπος, ἄλλος δὲ ὁ ἐν τοῖς καθέκαστα, καὶ ἐκεῖνος μὲν αἰώνιος, οὗτος δὲ πὴ μὲν θνητὸς, πὴ δ’ οὒ, καὶ ἐκεῖνος μὲν νοητὸς, οὗτος δὲ αἰσθητός. Οὐκοῦν ὡς ἕκαστον τῶν εἰδῶν διττὸν, οὕτω καὶ ἕκαστον τῶν ὅλων διττόν· τὰ γὰρ εἴδη μέρη τινός ἐστιν ὁλότητος, καὶ ἄλλο τὸ ἀμέθεκτον ὅλον, ἄλλο τὸ μεθεκτὸν, ἄλλη ἡ ἀμέθεκτος ψυχὴ, ἄλλη ἡ μεθεκτὴ, ἡ μὲν συνδέουσα τὸ πλῆθος τῶν ψυχῶν, ἡ δὲ ἀπογεννῶσα τὸ πλῆθος· καὶ ἄλλος μὲν ὁ ἀμέθεκτος νοῦς, ἄλλος δὲ ὁ μεθεκτὸς, ὁ μὲν παράγων τὸ νοερὸν πλῆθος, ὁ δὲ συνέχων· καὶ ὂν τοίνυν ἄλλο τὸ ἀμέθεκτον, ἀφ’ οὗ τὰ ὄντα πάντα καὶ ὁ τῶν ὄντων ἀριθμὸς, ἄλλο τὸ μεθεκτὸν καὶ ἓν, τὸ μὲν ἁρπάσαν ἑαυτὸ πρὸ τῶν ὄντων, τὸ δὲ ὑπὸ τῶν ὄντων μετεχόμενον. Δεῖ τοίνυν ἐπὶ πάσης τάξεως τῶν πραγμάτων νοεῖν ἑνάδα μὲν ἐξῃρημένην ἄλλην, ἑνάδα μετὰ τοῦ πλήθους ἄλλην, ἔπειτα οὕτω τὸ πλῆθος καθ’ αὑτὸ μηδὲ μετέχον τῆς οἰκείας ἑνάδος, οὐχ ὅτι ἐστί τι τοιοῦτον ἐν τοῖς οὖσιν, ἀλλ’ ὅτι καὶ τοῦτο πρὸς τὸ παρὸν εἰς νοῦν βαλέσθαι διὰ τὴν τοῦ Ζήνωνος δόξαν ἀναγκαῖον. |
| in Prm 708 [5] | Ὁ μὲν γὰρ Παρμενίδης αὐτὸ τὸ ὂν ἑώρα, καθάπερ καὶ πρότερον εἴρηται, τὸ πάντων ἐξῃρημένον καὶ τὸ ἀκρότατον τῶν ὄντων, ἐν ᾧ καὶ πρώτως ἐξεφάνη τὸ ὂν, οὐχ ὡς ἀγνοῶν τὸ πλῆθος τῶν νοητῶν· αὐτὸς γάρ ἐστιν ὁ φάς· Ἐὸν γὰρ ἐόντι πελάζει· καὶ πάλιν· Ξυνὸν δέ μοί ἐστιν Ὅπποθεν ἄρξωμαι, τόθι γὰρ πάλιν ἵξομαι αὖθις· καὶ ἐν ἄλλοις· Μεσσόθεν ἰσοπαλές. Διὰ γὰρ τούτων ἁπάντων δείκνυσιν ὅτι καὶ πολλὰ εἶναι τίθεται νοητὰ, καὶ τάξιν ἐν τούτοις πρώτων καὶ μέσων καὶ τελευταίων καὶ ἕνωσιν ἄφραστον αὐτῶν, οὐχ ὡς ἀγνοῶν οὖν τὸ τῶν ὄντων πλῆθος, ἀλλ’ ὡς θεώμενος ὅτι πᾶν τοῦτο τὸ πλῆθος ἐκ τοῦ ἑνὸς ὄντος προῆλθεν· ἐκεῖ γὰρ ἦν ἡ πηγὴ τοῦ ὄντος καὶ ἡ ἑστία καὶ τὸ κρυφίως ὂν, ἀφ’ οὗ τὰ ὄντα καὶ περὶ ὃ τὴν ἕνωσιν ἔλαχε. Καὶ γὰρ ὥσπερ αὐτὸς ὁ θειότατος Πλάτων οἶδε μὲν πολλὰ ζῶα νοητὰ, πάντων δὲ ἕνωσιν καὶ περιοχὴν ἄληπτον πᾶσι περὶ τὸ αὐτόζωον ὑποτίθεται, καὶ μοναδικὸν ἐκεῖνο καὶ μονογενὲς ὂν, καὶ οὔτε, διότι μονογενὲς ἐκεῖνο, τὸ πλῆθος ἀναιρεῖται τῶν νοητῶν ζώων, οὔτε αὖ διότι τὸ πλῆθός ἐστι, τὸ πρὸ τοῦ πλήθους οὐχ ὑφέστηκεν· οὕτω δὴ καὶ ὁ Παρμενίδης ἔκ τε τοῦ ἑνὸς ὄντος οἶδε τὸ πλῆθος τὸ νοητὸν προϊὸν καὶ πρὸ τῶν πολλῶν ὄντων τὸ ὂν ἓν ἱδρυμένον, περὶ ὃ τὸ τῶν νοητῶν πλῆθος τὴν ἕνωσιν ἔχει. Πολλοῦ ἄρα δεῖ τὸ πανταχοῦ πλῆθος ἀνατρέπειν διὰ τὴν τοῦ ἑνὸς ὄντος θέσιν, ὅς γε καὶ ἐν αὐτοῖς ἐκείνοις δῆλός ἐστι πολλὰ τὰ ὄντα τιθέμενος· ἀλλὰ καὶ τοῖς πολλοῖς τὸ εἶναι ὁπωσοῦν ἐκ τοῦ ἑνὸς ὄντος διδοὺς εἰκότως ἀρκεῖται τῇ αἰτίᾳ ταύτῃ καὶ οὕτως ἓν ἀποκαλεῖ τὸ ὄν. |
| in Prm 709 [35] | Ὅτι δὲ εἶναι δεῖ τὸ ἓν ὂν πρὸ τοῦ πλήθους, λάβοις ἂν διὰ μιᾶς μὲν ἐφόδου λογικῆς τοιαύτης· ἢ ὁμωνύμως λέγεται τὸ ὂν κατὰ τῶν ὄντων πάντων, ἢ συνωνύμως, ἢ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀλλ’ ὁμωνύμως ἀδύνατον, εἴπερ τὸ μὲν μᾶλλον ὄν φαμεν, τὸ δὲ ἧττον· τὸ γὰρ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν ἐν τοῖς ὁμωνύμοις· εἴτε δὲ συνωνύμως ἐστὶν ἓν ὂν κατὰ πάντων λεγόμενον, εἴτε ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν, ἀνάγκη ἄρα εἶναί τι ὂν πρὸ τῶν πολλῶν ὄντων· ἑτέρας δὲ φυσικωτέρας τοιαύτης ἐφόδου, οἵαν καὶ ὁ Ἐλεάτης ὑφηγήσατο ξένος ἐν Σοφιστῇ, πρὸς τοὺς πολλὰ τὰ ὄντα λέγοντας ἀγωνιζόμενος· ἀνάγκη γὰρ εἰ πολλὰ εἴη τὰ ὄντα, καθὸ μὲν πολλὰ, διάφορα αὐτὰ ἀλλήλων εἶναι, καθὸ δὲ ὄντα, ταὐτὰ, ὅπερ ἢ ἀπ’ ἄλλου τινὸς ἀναγκαῖον ὑπάρξαι πᾶσιν ἢ ἀφ’ ἑνός τινος αὐτῶν τοῖς ἄλλοις· ἀλλ’ εἴτε ἀφ’ ἑνὸς τοῖς ἄλλοις, ἐκεῖνο ἂν εἴη πρώτως ὂν, τὰ δὲ ἄλλα δι’ ἐκεῖνο τοῦ ὄντος μετέσχεν· εἴτε ἀπ’ ἄλλου πάλιν, ἐκεῖνο πρὸ πάντων ὂν δέδωκε πᾶσι τὴν τοῦ εἶναι μετουσίαν· τρίτης δὲ ἄλλης θεολογικωτέρας ἀρχῆς τοιᾶσδε· πᾶν τὸ μετεχόμενον ἐν ἄλλοις ὂν τοῖς μετέχουσιν ἐκ τοῦ ἀμεθέκτου πάντως ἔχει τὴν εἰς τὸ εἶναι πάροδον· τοῦτο μὲν γὰρ συμπληθύνεται τοῖς ὑποκειμένοις ἑκάστου γεγονὸς καὶ τὴν ἰδίαν οὐσίαν ταῖς τῶν μετεχόντων ὑποστάσεσι κοινωνησάμενον· ἱδρύεσθαι τὰ ἄμικτα καὶ τὰ ἐφ’ ἑαυτῶν ὄντα καὶ τὰ ἁπλῶς πρὸ τῶν τινῶν καὶ ἐν ἑτέροις ὄντων. Εἰ δὲ ταῦτα ἀληθῆ, πρὸ τῶν πολλῶν ὄντων ἀνάγκη τὸ ἓν ὂν προϋπάρχειν, ἀφ’ οὗ καὶ τὸ ἐν τοῖς πολλοῖς ὂν τὴν ὑπόστασιν ἔχει, μετεχόμενον ὑπ’ αὐτῶν. |
| in Prm 710 [35] | Ὥσπερ δὲ ὄντος τοῦ μετέχοντος καὶ τοῦ μετεχομένου, πάντως ἀμφοῖν προϋπάρχει τὸ ἀμέθεκτον, οὕτως ἀνάγκη τοῦ ἀμεθέκτου καὶ τῶν μετεχόντων μέσον εἶναι τὸ μετεχόμενον· ἢ πῶς ἂν εἴη τὰ μετέχοντα τοῦτο ὅπερ λέγεται, μηδενὸς ὄντος μετεχομένου καὶ ἐν αὐτοῖς ὄντος; Οὔτ’ ἄρα μόνον ἐστὶ τὸ μετεχόμενον ὑπὸ τῶν πολλῶν ὄντων, ἀλλὰ πρὸ τούτου τὸ ἀμέθεκτον· οὔτε μόνον τὸ ἀμέθεκτον, ἀλλὰ μετὰ τοῦτο τὸ μετεχόμενον καὶ ἐν τοῖς πολλοῖς οὖσι κατατεταγμένον. Ὁ μὲν οὖν Παρμενίδης, ὡς ἔφην πολλάκις ἤδη, τὴν μονάδα ταύτην τοῦ ὄντος ὁρῶν τὴν ἐξῃρημένην τοῦ τῶν ὄντων πλήθους οὕτως ἓν ἀπεκάλει τὸ ὂν, διαιρῶν ἀπ’ αὐτοῦ τὸ τῶν προελθόντων πλῆθος· οἱ δέ γε πολλοὶ τὸν ἐναντίον ἐκείνῳ τρόπον εἰς τὰ πολλὰ καὶ διεσπαρμένα μόνον ὁρῶντες ἐκωμῴδουν τὸν ἐκείνου λόγον, ξύλα, καὶ λίθους, καὶ ζῶα ἅττα καὶ φυτὰ παραφέροντες, καὶ αὐτὰ τὰ ἐναντιώτατα ἀλλήλοις, θερμὸν, ψυχρὸν, μέλαν, λευκὸν, ξηρὸν, ὑγρόν· ταῦτα γὰρ ὅπως ἕν ἐστιν οὐχ ἑώρων, ἀλλ’ εἰς τὴν διάκρισιν αὐτῶν καὶ τὸ πλῆθος μόνον ἔρημον τοῦ ἑνὸς ὁρῶντες, διέσυρον πρεσβεύοντα τὴν ἕνωσιν αὐτῶν· πολλοὶ γὰρ ἕκαστος ὄντες τῷ πλήθει χαίρουσιν· ὁ δὲ εἷς ὢν πρὸς τὴν ἑνάδα τῶν ὄντων ᾠκείωτο. Ζήνων δὲ πρὸς τὴν Παρμενίδειον θέσιν οὐδὲ ἀντιβλέπειν εἶχε· τὴν δὲ τῶν πολλῶν δόξαν διήλεγχε τὰ πολλὰ καὶ διεσπαρμένα θεωροῦσαν, καὶ ταύτην ἐλέγχων ἀνῆγεν αὐτοὺς ἐπὶ τὸ ἐν τοῖς πολλοῖς ἓν, δεικνύμενος ὡς, εἰ μὲν χωρίζοιεν τὰ πολλὰ τοῦ ἑνὸς, πολλὰ καὶ ἄτοπα συμβήσεται τῷ λόγῳ· εἰ δὲ τὰ πολλὰ ταῦτα λέγοιεν ἃ μετέχει τοῦ ἑνὸς ὄντος τοῦ ἐν αὐτοῖς, τὸν Παρμενίδειον θαυμάσονται λόγον ὃς τὸ ἐξῃρημένον ἓν ὂν εἰσηγεῖται, διότι τοῦτο τὸ μεθεκτὸν ἐκ τοῦ ἀμεθέκτου καὶ τὸ συντεταγμένον ἐκ τοῦ ἐξῃρημένου λαγχάνει τὴν ὑπόστασιν· τοῦτο γὰρ ἦν αὐτὸ τὸ καὶ τοὺς πολλοὺς ἀφιστάνον τοῦ Παρμενίδου, τὸ τὴν μεσότητα ταύτην μὴ συνορᾷν, λέγω δὴ τὸ ἓν τὸ ἐν τοῖς πολλοῖς οὖσιν. |
| in Prm 711 [10] | Αὕτη γοῦν ἡ μεσότης ἐνοφθεῖσα τοῖς οὖσι πείθειν ἡμᾶς ἐστιν ἱκανὴ ὡς ὁ Παρμενίδειος λόγος ἀληθής· τὰ γὰρ μετεχόμενα δεύτερα τῶν ἀμεθέκτων, ὡς εἴπομεν, ἔστι, καὶ τὰ ὄντα ἐν ἄλλοις ἀπὸ τῶν ἐν αὑτοῖς ὑφεστηκότων· καὶ οὕτως ἡμᾶς καὶ ὁ Σωκράτης ἀνάγειν εἴωθεν ἐπὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν, ἀπὸ τῶν ἐν τοῖς πολλοῖς ὄντων ἐπὶ τὰς πρὸ τῶν πολλῶν οὔσας αὐτῶν τῶν πολλῶν καὶ τῶν ἐν αὐτοῖς οὐσῶν κοινοτήτων πρωτουργοὺς αἰτίας. Οὐκοῦν οἱ μὲν πολλοὶ τὴν Παρμενίδειον ἀποδιδράσκοντες δόξαν ἐπὶ τὴν ἀπειρίαν ὑπάγονται καὶ τὸν σκεδασμὸν τῶν ὄντων· ὁ δὲ Ζήνων ἐλέγχων τὴν τοιαύτην ἀλόγιστον οὖσαν φορὰν ἀναπέμπει μὲν τοὺς πολλοὺς ἐπὶ τὸ ἐν τοῖς πολλοῖς ἓν οὗ προσεχῶς μετέχει τὰ πολλὰ, ἐκφαίνει δὲ τὸν Παρμενίδειον νοῦν· ἀπὸ γὰρ τῶν ἐν τοῖς πολλοῖς ἑνάδων ἡ ἄνοδος ἡμῖν ἐπὶ τὰς ἐξῃρημένας ἐστὶν, ὥστε καὶ αὐτὸς ὁ Σωκράτης, καθόσον μὲν οἴεται τὸν Ζήνωνα τῷ Παρμενίδῃ τὸν αὐτὸν ἔχειν ἔν τε τῇ ζωῇ καὶ ἐν τοῖς γράμμασι σκοπὸν, ὀρθῶς ὑπείληφε, καθόσον δὲ οἴεται τὸν Ζήνωνα τῷ οὐ πολλὰ τὸ αὐτὸ λέγειν ὃ καὶ ὁ Παρμενίδης ἓν, οὐκ ὀρθῶς· τὸ γὰρ οὐ πολλὰ τοῦ Ζήνωνος ἐπὶ τὸ ἓν ἐκεῖνο τὸ ἐν τοῖς πολλοῖς ἓν ἡμᾶς ἀνῆγεν, οὐκ ἐπὶ τὸ πρὸ τῶν πολλῶν, ὥστε ὁ μὲν ἐδείκνυ τὸ συντεταγμένον ἓν, ὁ δὲ τὸ ἐξῃρημένον· οὐκ ἄρα ταὐτὸν τῷ αὐτοενὶ τὸ οὐ πολλ ὰ, ἀλλὰ τῷ ἐν τοῖς πολλοῖς ἑνί· τοῦτο γὰρ ἀφελὼν ἔδειξεν ὅτι τὸ πολλὰ ἄτοπον· εἰπὼν οὖν οὐ πολλὰ τοῦτο προστίθησιν, ὃ καὶ ἀφελὼν ἤλεγχε τὴν τῶν πολλῶν ὑπόθεσιν. Καὶ ὁ μὲν Ζήνων οὕτω θαυμαστῶς ἔφη τὸν Σωκράτη τὴν ἀλήθειαν τοῦ γράμματος μὴ πανταχοῦ ᾐσθῆσθαι. Ὅσοι δὲ τὸν λόγον τοῦ Σωκράτους ἀπεσκοράκισαν, τὴν δυάδα παραφέροντες ὡς καὶ οὐ πολλὰ καὶ οὐχ ἓν οὖσαν, ὄντως παραφέρονται· πανταχοῦ γὰρ ἡ δυὰς ἀρχὴ καὶ μήτηρ ἐστὶ τοῦ πλήθους, ἐν θεοῖς, ἐν νοῖς, ἐν ψυχαῖς, ἐν φύσεσιν· ἡ δὲ αἰτία τοῦ πλήθους ἐστί πως καὶ αὐτὴ κατ’ αἰτίαν τὸ πλῆθος, ὥσπερ καὶ τὸ ἓν τὸ αἴτιον τῆς ἑνώσεως κατ’ αἰτίαν ἐστὶν ἕν· ὅλως δὲ ἡ δυάς ἐστι μὲν ὅπερ λέγεται δυὰς, ἔρημος δὲ τοῦ ἑνὸς οὐκ ἔστι· πᾶν γὰρ τὸ μετὰ τὸ ἓν μετέχον ἐστὶ τοῦ ἑνὸς, ὥστε ἡ δυὰς αὐτὴ καὶ ἕν πώς ἐστι, καὶ ἑνὰς ἄρα ἡ δυάς ἐστι καὶ πλῆθος· ἀλλ’ ἑνὰς μὲν, ὡς μετέχουσα τοῦ ἑνὸς, πλῆθος δὲ, ὡς αἰτία τοῦ πλήθους· ἐκεῖνοι μὲν οὖν οὔτε πλῆθος αὐτὴν οὔτε ἓν εἰρήκασιν· ἡμεῖς δὲ καὶ ἓν καὶ πλῆθος, καὶ τό τε πλῆθος αὐτῆς ἑνοειδὲς καὶ τὸ ἓν δυοποιόν. |
| in Prm 712 [5] | Καίτοι ὥσπερ γε αἱ Λάκαιναι σκύλακες εὖ μεταθεῖς τε καὶ ἰχνεύεις τὰ λεχθέντ α. (P. 128 C.) Φιλόσοφον τοῦτο τὸ θηρίον καὶ ἐν Πολιτείᾳ Σωκράτης ὀνομάζειν ἠξίωσε, τὸν κύνα λέγων. Πρόσκειται δὲ ἐνταῦθα καὶ τὸ λάκαιναι τὸ θηρατικὸν αὐτῷ παρεχόμενον, ὃ δὴ σύμβολόν ἐστι τῆς τοῦ ὄντος θήρας· τοιοῦτον δὲ καὶ τὸ ἰχνεύει ν, τὸ ἀπὸ τῶν γραμμάτων ἰχνεύειν, οἷον ἰχνῶν ὄντων τῶν γραμμάτων τῆς τοῦ λέγοντος ἐννοίας, αὐτὴν μεταδιώκειν καὶ θηρᾷν τὴν τοῦ λέγοντος ἀληθεστάτην νόησιν· καὶ τὸ μεταθεῖς τε οἰκεῖόν ἐστι πρὸς τὴν ὀξύτητα τοῦ νοοῦντος καὶ πρὸς τὴν τῆς μεθόδου εὕρεσιν. Ἐκ δὲ ἁπάντων τούτων εὔδηλός ἐστιν ὁ Ζήνων ἀγάμενος μὲν τὴν ἀγχίνοιαν καὶ τὴν εὐφυΐαν τοῦ Σωκράτους καὶ κινῶν αὐτὴν, ὅσον δὲ αὖ παρασφάλλεται τοῦ ἀληθοῦς, ἀπευθύνων. Καὶ ὁρᾷς καὶ ταῦτα πῶς οἰκείως ἔχει πρὸς τὰ παραδείγματα αὐτῶν· ὁ μὲν γὰρ Παρμενίδης μένει κατὰ τὸ ἓν τὸ ἐξῃρημένον, ὁ δὲ Ζήνων πρόεισιν ἐπὶ τὸ ἓν τὰ πολλὰ, ὁ δὲ Σωκράτης ἐπιστρέφει καὶ αὐτὰ τὰ πολλὰ ἐπὶ τὸ Παρμενίδειον ἓν, διότι μονῇ μὲν οἰκεῖον τὸ ἐν ἑκάστῃ τριάδι πρῶτον, προόδῳ δὲ τὸ δεύτερον, ἐπιστροφῇ δὲ τὸ τρίτον· ἡ δὲ ἐπιστροφὴ κύκλον τινὰ συνελίσσει τοῦ τέλους πρὸς τὴν ἀρχήν· διὸ καὶ ὁ Σωκράτης ἅμα τῷ οὐ πολλὰ πρὸς τὸ ἓν Παρμενίδειον ἀναδεδράμηκεν· ὁ δὲ Ζήνων τὴν ἑαυτοῦ μεσότητα τηρῶν, σέβει μὲν τὴν Παρμενίδειον θέσιν, τελειοῖ δὲ τὴν Σωκράτους δόξαν· δηλοῖ οὖν ταῦτα διὰ τῶν ἑπομένων οὑτωσὶ λέγων. |
| in Prm 713 [5] | Ἀλλὰ πρῶτον μέν σε τοῦτο λανθάνε ι , ὅτι οὐ παντάπασιν οὕτω σεμνύνεται τὸ γράμμ α , ὥστε ἅπερ σὺ λέγεις διανοηθὲν γραφῆνα ι , τοὺς ἀνθρώπους δὲ ἐπικρυπτόμενον ὥς τι μέγα διαπραττόμενο ν · ἀλλὰ σὺ μὲν εἶπές τι τῶν συμβεβηκότω ν. (P. 128 C.) Τὸ σεμνὸν καὶ τὸ μέγα καὶ τὸ ἀπόκρυφον ὄντως ἀπονέμει τῷ λόγῳ τοῦ Παρμενίδου πρὸς αὐτὸ τὸ πρᾶγμα περὶ οὗ ὁ λόγος ἀποσκοπούμενος· τὸ γὰρ ἓν ὂν τὸ ἐξῃρημένον σεμνόν ἐστιν ὄντως ὡς τῷ ἑνὶ κατεχόμενον, μέγα δὲ ὡς δύναμιν ἀκατάληπτον ἔχον, ἀπόκρυφον δὲ ὡς ἀνέκφραστον καὶ ἀνέκφαντον ἐν τῷ ἀκροτάτῳ μεμενηκός· ταῦτα οὖν ἃ τὸ πρᾶγμα πρώτως ἔλαχε καὶ ὁ περὶ αὐτοῦ λόγος ἔχει δευτέρως, ὑψηλὸς μὲν ὢν καὶ διὰ τοῦτο μέγας, ἐκβεβηκὼς δὲ τὸ δημῶδες καὶ διὰ τοῦτο σεμνὸς, αἰνιγματώδης δὲ καὶ διὰ τοῦτο κρύφιος. Ἀλλ’ ὁ μὲν τοῦ Παρμενίδου λόγος τοιοῦτος· ὁ δὲ Ζήνων, ὡς αὐτός φησιν ὁ τοῦ λόγου πατὴρ, οὐχ οὕτω σεμνός ἐστι παντάπασιν ὥσπερ ἐκεῖνος· δευτέρως γὰρ ἔχει καὶ οὗτος τὸ σεμνὸν, ὥσπερ καὶ ἡ ἑνὰς, περὶ ἧς ποιεῖται τὴν διδασκαλίαν, δευτέρα τῆς ἐξῃρημένης ἐστίν. Οὐδὲ αὖ οὕτω τι μέγα καὶ αὐτὸς διαπράττετα ι, φησὶν, ὡς ὁ Παρμενίδης· ἐκεῖνος γὰρ πρὸς αὐτὸ τὸ αἰτιώτατον ἀνατείνεται, καὶ, εἰ βούλει λέγειν, τὸ πατρικώτατον αἴτιον· ἀλλ’ οὐ δ ’ οὕτω γέγραπτα ι, φησὶν, ὡς πάντη τοὺς πολλοὺς ἐπικρυπτόμενο ς· μετάγειν γὰρ αὐτοὺς ἐθέλει τοὺς πολλοὺς ἀπὸ τοῦ μεμερισμένου πλήθους ἐπὶ τὰς συντεταγμένας τοῖς πλήθεσιν ἑνάδας. Ἐκ δὴ πάντων τούτων ἔκδηλον ὡς τὸ γράμμα τοῦ Ζήνωνος οὐχ οὕτω θεῖόν ἐστιν ὡς τὸ Παρμενίδειον, οὐδ’ οὕτως ἀπόῤῥητον καὶ σεμνὸν ὡς ἀπὸ τῶν πολλῶν ἐπὶ τὸ ἓν ὂν τὸ ἐξῃρημένον ἀνάγειν τὸν ἀκροατὴν, ἀλλ’ ἐκφαίνει μέν πως καὶ τοῦτο τὸ ἓν ὂν, προσεχῶς δὲ διαπράττεται τὴν ἐπὶ τὸ συντεταγμένον τοῖς πολλοῖς ἓν ὂν ἀπὸ τοῦ πλήθους μετάστασιν. |
| in Prm 714 [35] | Ἐπεὶ δὲ ἐκφαίνει που κἀκεῖνο τὸ Παρμενίδειον ἓν ὂν, εἰκότως προσέθηκεν· ἀλλὰ σὺ μὲν εἶπές τι τῶν συμβεβηκότω ν· οὐ γὰρ καθ’ αὑτὸ περὶ ἐκείνου ποιοῦμαι τὸν λόγον, φησὶ, συμβαίνει δὲ τοῖς περὶ τὴν ἐμὴν ὑπόθεσιν διατρίβουσιν ἀναφαίνεσθαι κἀκείνην τὴν ἄβατον τοῖς πολλοῖς ὕπαρξιν. Διὰ ταῦτα ἄρα καὶ Σωκράτης εἰώθει, καθάπερ καὶ μικρῷ πρότερον εἴπομεν, περὶ τοὺς ὁρισμοὺς διατρίβειν τῶν πραγμάτων, ἐπιζητῶν τί δίκαιον, τί καλὸν, τί ὅσιον· οἱ γὰρ ὁρισμοὶ τῶν ἐν τοῖς καθέκαστα κοινωνοί εἰσι καὶ τῶν ἑνάδων τῶν μετεχομένων· περὶ ταύτας οὖν διατρίψαντες μέτιμεν ῥᾳδίως καὶ ἐπ’ αὐτὰς τὰς ἐξῃρημένας τῶν κοινῶν αἰτίας, ὥστε συμβαίνει τὴν μετάβασιν ἀπὸ τούτων ῥᾳδίαν γίγνεσθαι τοῖς ταῦτα πραγματευομένοις. Παντὶ γὰρ ἂν ὑποπέσοι ζητεῖν πόθεν αἱ κοινότητες αὗται, πόθεν αἱ τῶν καθόλου φύσεις (τὸ γὰρ ἐν τῷδε ὂν οὐχὶ καὶ ἐν ἄλλῳ ἐστὶ), τί οὖν ἐποίησεν ἐν ἑκάστῳ ταὐτὸν, καὶ τίνος ἑνὸς ἡ μέθεξις, ὥστε ἀναφαίνεσθαι προϊοῦσιν ἐφ’ ἑαυτῶν οὔσας μονάδας. Καὶ ταῦτα μὲν περὶ τούτων. Εἰ δὲ δῆλός ἐστιν ἐν τοῖς ἐκκειμένοις διακρίνων ὁ Ζήνων τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκὸς, ποῦ χώραν ἔχει λοιπὸν τὸ, Ἀλλὰ τοῦτο Παρμενίδης οὔπω ἑώρα, ὃ δή τις φορτικῶς εἰς αὐτὸν ἀπέῤῥιψεν; Ἔστι δὲ τό γε ἀληθὲς βοήθειά τις ταῦτα τῷ Παρμενίδου λόγῳ πρὸς τοὺς ἐπιχειροῦντας αὐτὸν κωμῳδεῖ ν , ὡς εἰ ἕν ἐστ ι , πολλὰ καὶ γελοῖα συμβαίνει πάσχειν τῷ λόγῳ καὶ ἐναντία ἑαυτ ῷ. (P. 128 C.) Ταῦτά ἐστι ῥήματα φιλοσόφου ψυχῆς, ταῦτα διανοίας ἀποφθέγματα σέβειν τὰ πρὸ αὑτῆς εἰθισμένης. |
| in Prm 715 [5] | Ποίαν γὰρ ἐν τούτοις παρῆκεν εὐγνωμοσύνην, ἢ ποῖον ὀφειλόμενον τῷ Παρμενίδῃ μέτρον εὐφημίας οὐκ ἀπεπλήρωσε; Πρῶτον μὲν γὰρ τὴν ἐκείνου ποίησιν λόγον ἐκάλεσε, τὴν δὲ ἑαυτοῦ διδασκαλίαν γράμματ α· ἔστι δὲ ὁ μὲν λόγος ἑνικὸν, τὰ δὲ γράμματα ἐν πλήθει, καὶ ὁ μὲν παραδείγματα, τὰ δὲ εἰκόνες. ᾟ οὖν τὸ ἓν τοῦ πλήθους καὶ τὸ παράδειγμα τῆς εἰκόνος κρεῖττον, ταύτῃ δείκνυται κρείττων διὰ τούτων καὶ ἡ Παρμενίδειος ποίησις τῆς τοῦ Ζήνωνος διδασκαλίας. Ἔπειτα τοὺς ἐπιτιθεμένους τῷ διδασκάλῳ οὐκ ἐλέγχειν, ἀλλὰ κωμῳδεῖν ἔφη τὸν λόγο ν, ὃ δὴ κακῶν ἐστιν ἔσχατον· καὶ τελευτῶντα κωμῳδοποιὸν γενέσθαι φησὶν ὁ Σωκράτης ἐν Πολιτείᾳ· καὶ γὰρ ὅλως οἱ κωμῳδοποιοὶ τοῖς σεμνοτέροις καὶ κλεινοτέροις ἐπετίθεντο τῶν καθ’ αὑτοὺς, στρατηγοῖς, φιλοσόφοις, ῥήτορσι. Δείκνυται οὖν πάλιν ἐκ τούτου τὸ σεμνὸν καὶ ὑπερέχον τῶν Παρμενίδου λόγων· ἀλλὰ καὶ ἐν Φιλήβῳ πᾶν τὸ γελοῖον αἰσχρὸν εἶναί φησι καὶ ἀσθενές· καὶ ἡ αἰσχρότης οὖν ἡ κωμικὴ καὶ ἡ ἀσθένεια προσήκει τοῖς εἰς τὸ πλῆθος ὁρῶσι καὶ πάντη τοῦ ἑνὸς ἀφισταμένοις καὶ ἁπλῶς ὑπὸ τοῦ μερισμοῦ καὶ τῆς διαστάσεως τῶν ὄντων κατασυρομένοις· καὶ οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῷ τὸ κωμῳδεῖ ν, ἀλλὰ προσέθηκε καὶ τὸ ἐπιχειροῦντας πολλαπλασιάζων αὐτῶν τὴν ἀσθένειαν, οἰκείως καὶ τοῦτο τοῖς ὑπὸ τοῦ πλήθους κατειλημμένοις τὰς διανοίας· ὥστε εἰ τὸ κωμῳδεῖν αὐτὸ ψυχῆς ἐστιν ἀσθενούσης, τὸ ἐπιχειρεῖν κωμῳδεῖν καὶ ἀποπίπτειν καὶ τούτου πολλαπλασίασίς ἐστιν ἀδυναμίας, καὶ κατὰ τὴν προαίρεσιν ὁμοῦ καὶ κατὰ τὴν γνῶσιν τῆς ἁμαρτίας γιγνομένης. Ἀλλ’ οὗτος μὲν ἀπεσέμνυνε τὸν ἑαυτοῦ καθηγεμόνα, τὸν δὲ ἑαυτοῦ λόγον βοήθειαν μετὰ προσθήκης τινὰ προσείρηκε, καὶ τῷ Παρμενίδου λόγῳ βοήθεια ν, ἀλλ’ οὐκ αὐτῷ Παρμενίδῃ (τί γὰρ ἐκεινὸς ἐδεῖτο τῆς δευτέρας ὑποθέσεως; ἀλλ’ εἰς τὴν τοῦ λόγου σαφήνειαν ὁδός ἐστι τὰ τοῦ Ζήνωνος γράμματα)· παραπλήσιον εἰπὼν τῷ λέγοντι βοηθεῖν τοῖς βωμοῖς τῶν θεῶν, ἀλλ’ οὐκ αὐτοῖς τοῖς θεοῖς. |
| in Prm 716 [5] | Ἔπειτα οὐδὲ τοῦτο ἀδιορίστως προσήνεγκεν, ὡς εἴπομεν, ἀλλὰ τό τινα προσθεὶς, ἐδήλωσεν ὅτι τελείαν μὲν ἔχει παρ’ ἑαυτοῦ τὴν βοήθειαν ὁ λόγος ἐκ τῆς ἐπιστήμης τὸ ἀνέλεγκτον ἔχων, γίγνεται δέ τις αὐτῷ καὶ ἀπὸ τῶν τοῦ Ζήνωνος γραμμάτων βοήθεια, καθόσον ἐκ τούτων ποδηγούμεθα πρὸς τὴν ἐκείνου διάγνωσιν· ὡς ἂν εἰ λέγοις τὰ μικρὰ μυστήρια βοήθειαν εἶναί τινα τῶν μειζόνων, οὐχ ὡς τῶν μειζόνων ἀτελῶν ὄντων, ἀλλ’ ὡς διὰ τῶν μικρῶν κἀκείνων τελειότερον ἐκφαινομένων. Καὶ ἔοικεν οὐ τοῦ Παρμενιδείου λόγου τὸ Ζήνωνος σύγγραμμα βοήθειά τις οὖσα τυγχάνειν, ἀλλ’ ἡ μὲν τῶν προσιόντων τῷ λόγῳ καὶ αὐτῶν τῶν πολλῶν οὓς ἐλέγχειν ἐπιχειρεῖ· τρόπος γάρ ἐστιν ἰάσεως ὁ ἔλεγχος καὶ ὁδὸς εἰς τὸ ἀληθὲς εἰσφέρουσα· τούτων οὖν βοήθεια τὰ γράμματα Ζήνωνος ἀποκαθαίροντα τὴν ἀλόγιστον αὐτῶν ἐπὶ τὸ διεσκεδασμένον πλῆθος φοράν. Ταῦτα μὲν περὶ ἀμφοτέρων εἴρηται τῶν λόγων· ἃ δὲ ἐπαποροῦσιν οἱ κωμῳδοῦντες τὸν Παρμενίδου λόγον ἄτοπα, πρόδηλα τοῖς ἀκηκοόσι τῶν ἐκ τοῦ Περιπάτου, κύων καὶ ἄνθρωπος ταὐτὸν, καὶ οὐρανὸς, καὶ γῆ, καὶ πάντα ἁπλῶς ἓν, λευκὸν, μέλαν, θερμὸν, ψυχρὸν, βαρὺ, κοῦφον, θνητὸν, ἀθάνατον, ἄλογον, λογικὸν, ἅμα δὲ καὶ ἓν καὶ οὐχ ἓν καὶ ἀποφαίνουσι ταὐτόν· εἴτε γὰρ οὕτως ἓν ὡς συνεχὲς, τὸ αὐτὸ καὶ πολλά ἐστι· διαιρετὸν γάρ· εἴτε ὡς τὰ πολυώνυμα, πάλιν πολλά· τὰ γὰρ ὀνόματα ὄντα τινά ἐστι· καὶ ὅλως ὅσα ἐκείνοις ἠρώτηται φορτικῶς, ἀποφαίνονται τὰ ἐναντία αὑτῷ πάσχοντα τὸν λόγο ν· καὶ ἀνέθεντο ταῦτα ἀνατρέποντα καὶ εἰς ἀντιφάσεις φαινομένας περιάγοντα τὸν ἐρωτώμενον· ἃ δὴ κωμικὰ μέν ἐστιν, ὡς καὶ αὐτὸς εἴρηκεν, οὐ μέν τοι τῆς καθαρωτάτης τοῦ Παρμενίδου νοήσεως ἐπάξια. |
| in Prm 717 [40] | Ἀντιλέγει δὴ οὖν τοῦτο τὸ γράμμα πρὸς τοὺς τὰ πολλὰ λέγοντα ς , καὶ ἀνταποδίδωσι ταῦτα καὶ πλεί ω , τοῦτο βουλόμενον δηλοῦ ν , ὥστε γελοιότερα πάσχοι ἂν αὐτῶν ἡ ὑπόθεσις ἡ εἰ πολλά ἐστι ν , ἢ ἡ τοῦ ἓν εἶνα ι , εἴ τις ἱκανῶς ἐπεξίο ι. (P. 128 D.) Τοιοῦτόν ἐστιν ἐν μὲν τοῖς θεοῖς τὸ φρουρητικὸν γένος, ἐν δὲ νοῖς τὸ ἄχραντον εἶδος, ἐν δὲ ψυχαῖς τὸ ἀμυντικὸν, προβεβλημένον τι τοῦ λόγου μόριον, οἷον καὶ νῦν ὁ Ζήνων ἐπιδείκνυται τῆς διαλεκτικῆς δυνάμεως· κοινὸν γὰρ κατὰ πάντων τῶν εἰρημένων ἡ δυνάμις, ἀπὸ θεῶν ἀρχομένη, προϊοῦσα δὲ ἄχρι τῶν ἐσχάτων. Ὥσπερ οὖν αἱ τῶν θεῶν δυνάμεις προβεβλημέναι τῶν πρώτων ἐκφαίνουσι τοῖς μετὰ ταύτας τὴν ἐκείνων μοναδικὴν καὶ ἑνοειδῆ καὶ ἄῤῥητον ὕπαρξιν, οὕτω δὴ καὶ ὁ Ζήνων ἀνάγει μὲν τὸ πλῆθος διὰ τῶν ἐλέγχων εἰς τὸ ἐν τοῖς πολλοῖς ἓν, ὁδὸν δὲ ἀπὸ τούτου παρέχεται πρὸς τὴν ἐπ’ αὐτὸ τὸ ἐξῃρημένον μετάστασιν. Καὶ ὁ μὲν τούτου σκοπὸς τοιοῦτος· ὅτι δὲ γελοιότερα πάσχουσιν εἰκότως οἱ τὸ πλῆθος καθ’ ἑαυτὸ λαμβάνοντες, δῆλον· ὑποφέρονται γὰρ εἰς τὸ ἀόριστον καὶ ἄτακτον, καὶ ἀναγκάζονται προσομολογεῖν ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον, καὶ οὔτε ὅμοιον οὔτε ἀνόμοιον, ὃ δὴ πάντων ἐστὶ γελοιότατον, καὶ τἀναντία συντρέχειν ἀλλήλοις καὶ τὰς ἀντιγραφάς. Εἰ ταῦτ’ οὖν, ἐζητεῖτο οἷον ἐπικουρία τῷ Παρμενίδου λόγῳ, καὶ οἷον δύναμις ἐκείνου καὶ μεσότης αὐτοῦ τε καὶ τοῦ πλήθους ἀναλογοῦσα ταῖς ἐν τοῖς θεοῖς τοιαύταις τάξεσι. Διὰ τοιαύτην δὴ φιλονεικίαν ὑπὸ νέου ὄντος ἐμοῦ ἐγράφ ῃ , καί τις αὐτὸ ἔκλεψε γραφὲ ν , ὥστε οὐδὲ βουλεύσασθαι ἐξεγένετ ο , εἴτε ἐξοιστέον αὐτὸ εἰς τὸ φῶς εἴτε μ ή. |
| in Prm 718 [15] | (P. 128 D.) Τὸ μὲν ὅσον ἠθικὸν ἐν τούτοις κατανοῆσαι ῥᾴδιον· τῶν γὰρ ὄντως ἐπιστημονικῶν καὶ βαθέων γραμμάτων μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ λογισμοῦ καὶ κρίσεως ποιητέον τὴν μετάδοσιν, ἵνα μὴ δημώδεσιν ἀκοαῖς καὶ ἐπισεσυρμένοις ἤθεσι λάθωμεν παραδόντες τῶν θεοπρεπῶν ψυχῶν τὰ ἀπόῤῥητα διανοήματα· καὶ γὰρ οὔτε πάντα ὅσα νοῦς ἔχει δυνατὸν ὑποδέξασθαι τὴν ἀνθρωπίνην διάνοιαν, ἀλλ’ ἔστι μὲν, ἃ νῷ μέν ἐστι γνώριμα, ἡμῖν δὲ ἄληπτα· οὔτε ὅσα κατὰ διάνοιαν ἔχομεν, διὰ λόγου προβάλλειν δοκιμάζομεν· πολλὰ γὰρ ἐν ἀποῤῥήτοις κρύπτομεν, ἐν τοῖς τῆς ψυχῆς ἕρκεσιν αὐτὰ φρουρεῖν ἐθέλοντες· οὔτε ὅσα διὰ λόγου προφερόμεθα, γράμμασι παραδίδομεν, ἀλλὰ γὰρ κατὰ μνήμην ἀγράφως σώζεσθαι βουλόμεθα, καὶ ἐν ταῖς τῶν φίλων ἀποκεῖσθαι φαντασίαις ἢ δόξαις, ἀλλ’ οὐκ ἐν τοῖς ἀψύχοις· οὔτε ὅσα γράφομεν, ταῦτα εἰς πάντας ἀκρίτως ἐκφέρομεν, ἀλλ’ εἰς τοὺς ἀξίους τῆς τούτων μετουσίας, οἷον τῶν οἰκείων θησαυρῶν μετὰ κρίσεως τὴν πρὸς τοὺς ἄλλους ποεῖσθαι κοινωνίαν σπουδάζοντες. Εἰ δὲ καὶ ταῦτα ἐθέλοις ἀνάγειν ἐπὶ τὰ θεῖα καὶ θεωρεῖν τί ἀνάλογον ἐν ἐκείνοις, οἷον τὴν κλοπὴν τοῦ Ζήνωνος γράμματος καὶ τὴν διὰ κλοπῆς ἣν ὁ Πλάτων ἐν τῷ Πρωταγόρᾳ παραδέδωκε, καὶ ὅπως ἐν θεοῖς γίγνεται μετάδοσις πρὸ λογισμοῦ καὶ βουλῆς ἐπὶ τὰς κατωτέρω τάξεις τῶν ἄνωθεν, ἀθανασίας μὲν εἰς τὸ θνητὸν, λόγου δὲ εἰς τὴν ἀλογίαν (κλοπὴ γάρ ἐστιν ἡ λανθάνουσα τοῦ ἀλλοτρίου μετάληψις), τὴν οὖν ἀφανῆ καὶ λεληθυῖαν τῶν ὑποδεεστέρων μετάληψιν τῶν θειοτάτων θείαν καὶ ἐκεῖνοι προσειρήκασι κλοπὴν εἰς φῶς ἄγουσαν τὰ κεκρυμμένα παρὰ τοῖς θείοις. Ταύτῃ μὲν οὖν καὶ ταῦτα ἀφερμηνευτέον· τὴν δὲ νεότητα καὶ τὴν φιλονεικίαν τίνα ποτὲ ῥητέον, εἴ τις ἀναπέμπει καὶ ταῦτα ἐπὶ τὰ παραδείγματα τῶν ἀνδρῶν; ἢ νεότητα μὲν, τὴν δευτέραν ἕξιν καὶ τὴν ἀπὸ τοῦ ὁλικοῦ νοῦ καὶ ἐξῃρημένου καὶ πρώτως ὄντος ἐπὶ τὸν δεύτερον ὄντα νοῦν καὶ μεθεκτὸν κατάβασιν· ταύτης γοῦν ἡ νεότης σύμβολον· καὶ γὰρ ὅλως ἀεὶ τὰ δεύτερα νεωτέρων ἀξίαν ἔχει πρὸς τὰ πρὸ αὑτῶν· ἐπεὶ γὰρ χρόνος ὁ βασιλεὺς τῶν βασιλέων ἐκεῖ τὸ κατ’ αἰτίαν πρεσβύτερον τῷ κατὰ χρόνον πρεσβυτέρῳ γίγνεται ταὐτὸν, καὶ τὸ κατὰ τὴν τάξιν δεύτερον τῷ κατὰ χρόνον δευτέρῳ· φιλονεικίαν δὲ, οὐ τὴν ἐριστικὴν, οὐδὲ τὴν ἐπισεσυρμένην καὶ μοχθηρὰν, ἀλλὰ τὴν δυνάμει χρωμένην ἀκαταμαχήτῳ καὶ δι’ ἀκμῆς καὶ εὐτονίας τῶν θείων νοημάτων προϊσταμένην, καὶ τὴν πάντα καταστέλλουσαν τὰ κάτωθεν ἀναφυόμενα καὶ γηγενῆ δοξάσματα, καὶ τῶν ὀλυμπίων καὶ θείων ἀγαθῶν ἀντεχομένην. |
| in Prm 719 [15] | Καὶ μὴν καὶ ἡ κατὰ καιρὸν μετάδοσις μίμημα φέρει τῆς ἐν τῷ κόσμῳ κατά τινος τῶν θείων εὐκαιρίας ἐκφάνσεως, οἷον εὐγονίας, ἰατρικῆς, θείας μαντείας, τελεστικῆς, ἢ, εἰ βούλει πρὸ τούτων, τῆς ἐν αὐτοῖς τοῖς θεοῖς ἀπὸ τῶν κρυφίων εἰς τὰ φαινότατα μεταδόσεως τῶν ἀγαθῶν κατὰ τὴν ἀπὸ τοῦ χρόνου πᾶσιν ἐφήκουσαν ἀγαθοποιὸν αἰτίαν. Ταύτῃ οὖν σε λανθάνε ι , ὦ Σώκρατε ς , ὅτι οὐχ ὑπὸ νέου φιλονεικίας οἴει αὐτὸ γεγράφθα ι , ἀλ λ ’ ὑπὸ πρεσβυτέρου φιλοτιμία ς · ἐπε ὶ , ὅπερ γε εἶπο ν , οὐ κακῶς ἀπείκασα ς. (P. 128 E.) Ἀντέθηκε τῷ μὲν πρεσβυτικῷ τὸ νέο ν· τῷ δὲ φιλονείκῳ τὸ φιλότιμο ν· Πῶς δὴ καὶ κατὰ τίνα τρόπον, εἰ μὲν τὸν αὐτὸν ἐτιθέμην τῷ Παρμενίδῃ σκοπὸν, ὡς σὺ φῂς, εἰπεῖν περὶ τοῦ ἑνὸς ὄντος, ἀφ’ οὗ τὰ ὄντα πάντα, προήκων ἤδη καθ’ ἡλικίαν ἐγὼ ὁ Ζήνων, ἐγέγραπτο ἄν μοι τὸ βιβλίον ὑπὸ πρεσβυτέρου φιλοτιμία ς; τί γὰρ ἔδει, τοῦ καθηγεμόνος οὕτω θεωρητικώτατον περὶ αὐτοῦ διελθόντος λόγον, ἐμὲ πρὸς αὐτὸ ποιεῖσθαι τὴν γραφήν; φιλότιμον γὰρ ἀτεχνῶς τὸ τοιοῦτο· τοῦτο δὲ τὸ πάθος πανταχοῦ μὲν αἰσχρὸν, ἐν δὲ πρεσβύτῃ φαινόμενον αἴσχιστον· ἐπειδὴ δὲ περὶ ἄλλου οὐδὲ ἐγὼ γέγραφα νέος ὢν καὶ ἀμυνόμενος τοὺς κωμῳδεῖν ἐπιχειροῦντας τὸν τοῦ πατρὸς λόγον, ὑπὸ νέου φιλονεικίας φαίης ἂν γεγράφθαι μοι τὸ βιβλίον· καὶ γὰρ νέος ὢν οὕτω γέγραφα ἀμυντικῶς τοῦ πλήθους, ἀλλ’ οὐ πρεσβύτης ὢν ὡς σὺ οἴει, ὦ Σώκρατες, φαίη ἂν ὁ Ζήνων, καὶ οὐδὲ πρὸς τὸν διδάσκαλον ἀντιφιλοτιμούμενος· φιλοτιμίας γὰρ τὸ μηδὲν προσθήσοντας ὅμως περὶ τῶν αὐτῶν τοῖς πρεσβυτέροις λέγειν τε καὶ γράφειν· δῆλος γὰρ ὁ τοῦτο ποιῶν ἀλλοτρίῳ κόσμῳ κοσμεῖσθαι βουλόμενος καὶ τὸν παρὰ τῶν ἐπιστημόνων ἔπαινον θηρώμενος. |
| in Prm 720 [40] | Ὁ μὲν ὅλος νοῦς τῶν ἐκκειμένων γραμμάτων τοιοῦτος· ἐνδείκνυται δὲ καὶ διὰ τούτων ὁ Πλάτων ὅτι αἱ τῶν πρώτων ἐξημμέναι δυνάμεις πολλὰ μὲν γιγνώσκουσιν ἃ τοῖς μετὰ θεοὺς ἄληπτά ἐστι, πολλὰ δὲ καὶ διὰ μέσων ἄλλων ὁρῶσιν, ὥσπερ ὑπὸ παραπετάσμασί τισιν ἄλλοις ἐν αὐτοῖς κρυπτομένων τῶν ἑνικωτάτων αἰτιῶν. Καὶ μὴν καὶ τὸ τῆς ἀπεικασίας πρὸς μὲν τὸ προκείμενον ὀρθῶς ἔχει, καθόσον ὁ τοῦ Ζήνωνος λόγος ἀφομοιοῦσθαι πρὸς τὸν Παρμενίδειον ἐθέλει λόγον, αὐτὸ μὲν ἐκεῖνος εἶναι μὴ δυνάμενος, ἀπεικασμένος δὲ ἐκείνῳ καθάπερ, οἶμαι, καὶ τὸ ἐν τοῖς πολλοῖς ἓν εἰκών ἐστι τοῦ πρὸ τῶν πολλῶν. Οὐ κακῶς μὲν οὖν ἀπείκασεν ὁ Σωκράτης τὸν Ζήνωνος λόγον τῷ Παρμενιδείῳ, ἔστι γάρ τις ἐν αὐτοῖς ὁμοιότης· καὶ οὐκ εἶπεν ὀρθῶς, ἀλλ’ οὐ κακῶς, ὅτι μὴ καὶ τὴν ἀνομοιότητα αὐτῶν καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν ἐθεώρησε. Πρὸς δὲ τὰ παραδείγματα αὐτῶν οἰκείως εἴληπται, διότι καὶ ἐν ἐκείνοις ὁμοιοῦται μὲν τὰ μέσα τοῖς πρώτοις, ἔστι δέ πως καὶ τὰ ἀνόμοια αὐτοῖς, καθόσον ἀπ’ αὐτῶν προελήλυθε. Τὰ δὲ τρίτα θεωρεῖ μὲν αὐτῶν τὴν ὁμοιότητα καὶ τὴν ἕνωσιν· γίγνεται γὰρ αὐτοῖς ὥσπερ ἓν νοητὸν τὰ πρὸ αὑτῶν· αὐτῷ δὲ τῷ νοεῖν αὐτὰ καὶ θεωρεῖν, ὡς ἓν ἐκφαίνεται αὐτοῖς κατὰ τὴν ἐκείνων ἀγαθοειδῆ βούλησιν καὶ ἡ διάκρισις τῶν θείων αἰτιῶν καὶ ἡ τῶν τάξεων ἑτερότης. |
| in Prm 721 [20] | Ἀλ λ ’ ἀποδέχομα ι , φάναι τὸν Σωκράτ η , καὶ ἡγοῦμαι ὡς λέγεις ἔχει ν. (P. 128 E.) Ἀποδέχεται μὲν ὁ Σωκράτης ὅσα περὶ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος τῶν λόγων εἴρηκεν ὁ Ζήνων· συνῄσθετο γὰρ ὅπως τὸ οὐ πολλὰ τοῦ Ζήνωνος οὐ πάντως ἐπὶ τὸ Παρμενίδειον ἓν ἄγει τὸν λόγον τὸ ἐξῃρημένον, ἀλλ’ ἐπὶ τὸ δεύτερον ἓν καὶ ὑπὸ τῶν πολλῶν μετεχόμενον, ὃ καὶ εἰκών ἐστιν ἐκείνου τοῦ ἑνός. Πανταχοῦ γὰρ ἀπὸ τοῦ ἀμεθέκτου τὸ μεθεκτὸν ὑφέστηκε, καὶ τὸ μεμιγμένον ἀπὸ τοῦ ἀμιγοῦς, καὶ τὸ ἐν τοῖς πολλοῖς θεωρούμενον ἀπὸ τοῦ πρὸ τῶν πολλῶν ἱδρυμένου, καὶ ἁπλῶς τὸ ἐν ἄλλῳ ὂν ἀπὸ τοῦ ἐν ἑαυτῷ διαιωνίως ὄντος. Ἡγεῖται δὲ ταῦθ’ οὕτως ἔχειν ἅ φησιν ὁ Ζήνων, ὅσα περί τε τοῦ χρόνου προείρηται τῆς τοῦ βιβλίου συγγραφῆς περί τε τοῦ τρόπου καὶ περὶ τῆς ἐκδόσεως, ὅτι τε νέος ὢν ἔγραψεν αὐτὸ καὶ οὐ πρεσβύτης, καὶ ὅτι φιλονείκως, ἀλλ’ οὐ φιλοτίμως, καὶ ὅτι διά τινος κλοπῆς προῆλθεν εἰς φῶς καὶ ἐκδέδοται τοῖς ἐν Ἰταλίᾳ, δηλαδὴ νῦν πρῶτον εἰς τὴν Ἑλλάδα κεκόμισται. |
| in Prm 722 [20] | Ταῦτα δὲ ὅπως ἀνενεκτέον ἐπὶ τὰ παραδείγματα ἐν θεοῖς, εἴρηται πρῶτον ἱκανῶς· μέλλει δὲ ἄρα ὁ Σωκράτης λοιπὸν ἐπὶ τὰς πρὸς αὐτὸν ἀπορίας μεταβαίνειν. Δεῖ δὴ οὖν ἐν τοῖς ῥηθησομένοις ἑξῆς λόγοις ὑπὸ τοῦ Σωκράτους ἡμᾶς μετ’ ἐπιστάσεως χωρεῖν διὰ τῶν ἀποριῶν· τοῦ γὰρ Σωκράτους ἐλέγχειν τὸν Ζήνωνα δοκοῦντος, μάλιστα μὲν θεατέον ὅπη καὶ ὁ Σωκράτης ὀρθῶς ἐπαπορεῖ· ὑπόκειται γὰρ εὐφυὴς καὶ ὀξὺς ταῖς θηρατικαῖς κυσὶν ἀπεικασμένος, καὶ ὁ Ζήνων ἐστὶν ἀνέλεγκτος· ᾗ δὲ ἀναγκαῖον εἴη σφάλλεσθαι τὸν ἕτερον παρὰ τόν .... Σωκράτης μὲν γὰρ ὑπόκειται νέος ἔτι καὶ ὑπὸ τῶν ἀνδρῶν τούτων τελειούμενος, Ζήνων δὲ τετταρακοντούτης ἤδη καὶ τελειῶν τὸν Σωκράτη καὶ ἀνατείνων ἐπὶ τὸν Παρμενίδειον νοῦν, ὥστε, εἰ χρὴ τὸν ἕτερον παρορᾷν, ἐκ τῆς νεότητος καὶ ἐκ τῆς ἀτελοῦς ἕξεως ἄμεινον τὰ παροράματα ποιεῖν, ἀλλ’ οὐκ ἐκ τῆς πρεσβυτικωτέρας καὶ τελειοτέρας. Ἄρχεται δ’ οὖν ὁ Σωκράτης τῶν ἀποριῶν ἐντεῦθεν. ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. |
| in Prm 721 (25) [10] | Τόδε δέ μοι εἰπ έ · οὐ νομίζεις εἶναι αὐτὸ κα θ ’ αὑτὸ εἶδός τι ὁμοιότητο ς , καὶ τῷ τοιούτῳ αὖ ἄλλο ἐναντίο ν , ὅ ἐστιν ἀνόμοιο ν; (P. 128 E.) Πρῶτον εἰπεῖν πάλιν ἡμᾶς χρὴ τίς ὁ τοῦ Ζήνωνος ἦν λόγος καὶ ὅπως πρόεισι καὶ τίνα ἔχει τὴν ἀλήθειαν, εἶτα πῶς ὁ Σωκράτης καὶ πόθεν ὁρμώμενος τὰς πρὸς αὐτὸν ἀπορίας κεκίνηκε. Πάλιν δὴ οὖν ἀναληπτέον ὅτι τοῦ Παρμενίδου πρὸς αὐτὸ τὸ ἓν ὂν τὸ ἐξῃρημένον ἀνέλκοντος τὰ ὄντα πάντα καὶ ἀνασπῶντος τὴν ἑαυτοῦ διάνοιαν ἀπὸ τοῦ πεπληθυσμένου καὶ μεμερισμένου πρὸς τὴν μονάδα τοῦ παντὸς τῶν ὄντων πλήθους, οἱ πλεῖστοι τὴν ἐναντίαν ἐκείνῳ τρεπόμενοι καὶ τὸ ἑαυτῶν πλῆθος προστησάμενοι τοῦ νοῦ καὶ τῆς ἑνώσεως καὶ ἐπισπώμενοι τῷ τῆς κάκης ἵππῳ τὸ μὲν ἓν ὂν οὐδ’ εἶναι τὴν ἀρχὴν ἐνόμιζον, ἁπλῶς δὲ ὑφεστάναι τὰ πολλὰ καὶ διεσπαρμένα, χωρὶς ἐκείνου τὴν εἰς τὸ εἶναι λαχόντα πάροδον· καὶ ὅτι τοῦθ’ οὕτω νομίζοντες διέσυρον τὸν Παρμενίδου λόγον, πρόδηλον· οἰόμενοι γὰρ ἐκεῖνον ἓν μόνον ὑποτίθεσθαι τὸ ὂν, πλήθους ἀνῃρημένου, τοὐναντίον αὐτοὶ τὸ πλῆθος ὑπετίθεντο τοῦ ἑνὸς ἐστερημένον, καίτοι τὸ μὲν πλῆθος μὴ μετέχειν τοῦ ἑνὸς ἀδύνατον· πᾶν γὰρ πλῆθος ἐξ ἑνός ἐστιν, ἄλλο δὲ ἄλλου πλήθους ἐστὶν ἕν· πάντα δ’ οὖν πλήθη καὶ πάντες οἱ τῶν σωμάτων ὄγκοι τῇ μετουσίᾳ τοῦ ἑνὸς κεκράτηνται. |
| in Prm 723 [10] | Εἰ τοίνυν τὸ μὲν πλῆθος δεῖται τοῦ ἑνὸς, τὸ δὲ ἓν ἀπροσδεὲς τοῦ πλήθους, ἄμεινον ἓν λέγειν τὸ ὂν ἢ πολλὰ μόνον αὐτὰ καθ’ αὑτὰ χωρὶς τῆς τοῦ ἑνὸς μετουσίας. Καὶ ὁ μὲν οὖν Παρμενίδης ἓν ἀποφαινόμενος τὸ ὂν καὶ τὸ πλῆθος αὐτῶν ὑφίστατο, καὶ οὐ τῶν αἰσθητῶν μόνον· ταῦτα μὲν γὰρ ἐν τοῖς κατὰ δόξαν παραδέδωκε, τὰ αἰσθητὰ οὕτω προσαγορεύων, ὡς ἄλλος τις Πυθαγόρειος ὁ Τίμαιος· ἀλλὰ καὶ τὸ τῶν νοητῶν· ἐκεῖ γὰρ ὁ θεῖος ἀριθμὸς πάντων ἡνωμένων ἀλλήλοις. Ὃ καὶ Ἐμπεδοκλῆς ὕστερον ἑωρακὼς, ἅτε Πυθαγόρειος καὶ αὐτὸς ὢν, Σφαῖρον ἀπεκάλει πᾶν τὸ νοητὸν ὡς ἡνωμένον ἑαυτῷ, καὶ εἰς ἑαυτὸν συννεύειν τὸν καλλοποιὸν καὶ ἑνοποιὸν διὰ τοῦ κάλλους θεόν· πάντα γὰρ ἐρῶντα ἀλλήλων καὶ ἐφιέμενα ἀλλήλων ἥνωται πρὸς ἄλληλα αἰωνίως, καὶ ἔστιν αὐτῶν ὁ ἔρως νοητὸς, καὶ ἡ συνουσία καὶ ἡ σύγκρασις ἄφραστος. Οἱ δέ γε πολλοὶ, φυγάδες ἀπὸ τῆς ἑνώσεως ὄντες καὶ τῆς τῶν ὄντων μονάδος, ἐπὶ δὲ τὸ πλῆθος κατασυρόμενοι διὰ τὴν ἐν αὑτοῖς ζωὴν μεριστὴν οὖσαν καὶ διῃρημένην, εἰς δόξας πολυειδεῖς, εἰς φαντασίας ἀορίστους, εἰς αἰσθήσεις ἐμπαθεῖς, εἰς ὀρέξεις ἐνύλους, αὐτὰ τὰ πολλὰ κεχωρισμένα τῆς ἑαυτῶν ἑνότητος ἐλάμβανον, καὶ οὐχ ἑώρων ὅπη τὰ πολλὰ ταῦτα κρατεῖται διὰ τῶν ἐν αὐτοῖς κατατεταγμένων μονάδων, καὶ ὅπως τὰ ἀόριστα δουλεύει τοῖς ὡρισμένοις μέτροις, καὶ ὅπη τὰ διεσπαρμένα καὶ συμπαθῆ καὶ συνημμένα διὰ τὴν τῶν κοινῶν μετουσίαν ὑφέστηκε· ταῦτα δὲ οὐχ ὁρῶντες ἅμα τῆς τε ἀληθείας ἡμάρτανον, καὶ τὸν Παρμενίδειον λόγον ἐκωμῴδουν καὶ διέσυρον φορτικῶς. |
| in Prm 724 [30] | Ταῦτ’ οὖν πάσχουσιν αὐτοῖς ὁ Ζήνων ἐπιστὰς σωφρονιστὴς μὲν γίγνεται τοῦ πλήθους, ἡγεμὼν δὲ ἐπὶ τὸν νοῦν ἀπὸ τῆς ἀνοίας, ἐπίκουρος δὲ τῆς τοῦ διδασκάλου παραδόσεως, καὶ πείθει τὴν πρώτην ἀπὸ τῶν πολλῶν τούτων ἐπὶ τὰς ἐν τοῖς πολλοῖς ἑνάδας ἀναδραμεῖν καὶ θεωρῆσαι πῶς καὶ τοῦτο τὸ πλῆθος, καίτοι γε εἰς τὴν ἀπειρίαν ἀπενεχθὲν, ὅμως ὑπὸ τῆς μονάδος κρατεῖται τῶν ὄντων καὶ συνέχεται ὑπό τινος ἑνάδος ἐν αὐτῷ γενομένης· πείθει δὲ ὑπόθεσιν λαβὼν ἐκείνοις ἀρέσκουσαν, τὴν τὰ πολλὰ τοῦ ἑνὸς ἄμοιρα τιθεμένην· οὕτω γὰρ ὁ ἐκείνων λόγος εὐεξέλεγκτος, ἐπεὶ, εἴγε τὰ πολλὰ τίθοιντο μετὰ τοῦ ἑνὸς, οὔπω διὰ ταῦτα ἐλέγχοιντο ἄν. Ταῦτ’ οὖν πολλὰ παραλαβὼν τὰ ἐστερημένα τοῦ ἑνὸς, ποιεῖται τοὺς ἐλέγχους κατὰ δόξαν τὴν ἐκείνων ἀπαντῶν. Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Παρμενίδης ἐν ταῖς ὑποθέσεσι, μὴ ἄλλως τὸ αὐτὸ δεῖξαι δυνηθεὶς ὅμοιον καὶ ἀνόμοιον ἢ τὰ πολλὰ κεχωρισμένα τοῦ ἑνὸς λαβών· ἀλλὰ τοῦτο μὲν ἐν ἐκείνοις ἔσται φανερόν. |
| in Prm 725 [15] | Κείσθω δ’ οὖν, ὅπερ εἴρηται, ταῦτα πολλὰ τοῦ ἑνὸς τοῦ ἐπ’ αὐτοῖς καὶ ἐν αὐτοῖς ἀπηρημωμένα· καὶ πάλιν μὴ τὰ αἰσθητὰ μόνον, μηδὲ τὰ νοητὰ μόνον, ἀλλὰ πάντα ἁπλῶς ὅσα πολλὰ λέγεται, τὰ ἐν πᾶσιν ὄντα τοιαῦτα νοητοῖς καὶ αἰσθητοῖς διακόσμοις. Οὐ γὰρ δεῖ μερικῶς ἀκούειν, ὃ πεπόνθασί τινες, οἱ μὲν ἐπὶ τῶν νοητῶν, οἱ δὲ ἐπὶ τῶν αἰσθητῶν ἠρωτῆσθαι τοὺς λόγους τῷ Ζήνωνι λέγοντες· οὐδ’ ἐπ’ ὀλίγον συστέλλειν τὰ κοινῇ πᾶσι τοῖς ὁπωσοῦν πεπληθυσμένοις ἐφαρμόζειν δυνάμενα. Τελειοτέρας γοῦν ἐστι καὶ κυριωτέρας ἐπιστήμης τὸ τοιοῦτον, τὸ εἰς πάντα τὰ ὁμοειδῆ τὴν αὐτὴν ἐκτείνειν μέθοδον καὶ πανταχοῦ θεωρεῖν τὸ ἀνάλογον. Εἴτε οὖν νοητόν ἐστι πλῆθος, εἴτε αἰσθητὸν, εἴτε νοερὸν, εἴτε διανοητὸν, τοῦτο πᾶν εἰλήφθω πρὸς τὸ παρόν. Δεῖ δὴ οὖν εὑρεῖν ὅπως πανταχοῦ τὰ πολλὰ καὶ ἕν ἐστι, καὶ ἔρημα τοῦ ἐπ’ αὐτοῖς ἑνὸς οὐκ ἔστιν· εἰ γὰρ εἴη, ταὐτὸν ἔσται ὅμοιον καὶ ἀνόμοιον. Πῶς δὴ καὶ τίνα τρόπον τὰ πολλὰ ταῦτα, εἰ ἔρημά ἐστι τοῦ ἑνὸς, καθὸ οὐ μετέχει τοῦ ἑνὸς, [ὅμοια καὶ] ἀνόμοιά ἐστι; τὰ γὰρ ἑνὸς καὶ ταὐτοῦ μὴ μετέχοντα ἀνόμοιά ἐστιν ἀλλήλοις, καὶ πάλιν κατ’ αὐτὸ τοῦτο κοινωνεῖ ἀλλήλοις, καθὸ οὐ μετέχει τοῦ ἑνός· τὰ δὲ κοινόν τι ἔχοντα καὶ ταὐτὸν ὅμοιά ἐστιν, ὥστε τὰ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοιά ἐστιν. Εἰ ἄρα πολλά ἐστιν ἑνὸς ἀμέτοχα, καθ’ ἓν δὴ τοῦτο, τὴν ἀμεθεξίαν λέγω τοῦ ἑνὸς, καὶ ὅμοια ἔσται καὶ ἀνόμοια, ὡς μὲν κοινὸν αὐτὸ ἔχοντα ὅμοια, ὡς δὲ μὴ ἔχοντα ἀνόμοια· διότι μὲν γὰρ αὐτὸ τοῦτο πέπονθε τὸ ἑνὸς μὴ μετέχειν, ἀνόμοιά ἐστι· διότι δὲ κοινὸν αὐτοῖς τὸ μηδὲν ἔχειν κοινὸν, ὅμοιά ἐστιν, ὥστε τὰ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοιά ἐστιν· ὅλως γὰρ αὐτὸ τὸ μηδὲν ἔχειν κοινὸν, αὐτὸ κοινόν ἐστιν αὐτοῖς, ὥστε αὐτὸς ἑαυτὸν ὁ λόγος ἀνῄρηκε. Καὶ τί δεῖ λέγειν; ἃ γὰρ δέδεικται ὅμοια καὶ ἀνόμοια, δείκνυται κατὰ τὸ αὐτὸ πάλιν οὔτε ὅμοια οὔτε ἀνόμοια· εἰ γὰρ μὴ μετέχει τοῦ ἑνὸς, ὅλως ὅμοια οὐκ ἔστιν· τὰ γὰρ ὅμοια ἑνός τινος μετέχοντα ὅμοιά ἐστι· καὶ γὰρ ἡ ὁμοιότης ἑνότης ἐστί· καὶ πάλιν, εἰ μὴ μετέχοι τοῦ ἑνὸς, κοινὸν αὐτοῖς τοῦτό ἐστιν· ὧν δέ ἐστί τι κοινὸν, ταῦτα κατ’ αὐτὸ τοῦτο ἀνόμοια οὐκ ἔστιν, ὥστε οὔτε ὅμοιά ἐστιν οὔτε ἀνόμοια τὰ πολλά· τὸ αὐτὸ ἄρα, κατὰ τὸ μὴ μετέχειν τοῦ ἑνὸς, καὶ ὅμοια καὶ ἀνόμοια, καὶ οὔτε ὅμοια οὔτε ἀνόμοια ἡμῖν παρέξεται τὰ πολλά· πλῆθος ἄρα τοῦ ἑνὸς ἔρημον ἀδύνατον εἶναι, διότι δὴ τοσαῦτα συμβέβηκεν ἄτοπα τοῖς οὕτω τιθεμένοις· δεινὸν μὲν γὰρ τὸ τὴν ἀντίφασιν συντρέχειν· δεινότερον δὲ καὶ τὸ τὰ ἐναντία· πάντων δὲ δεινότατον τὸ καὶ τὰ ἐναντία καὶ τὰς ἀντιφάσεις ἕπεσθαι τῷ λόγῳ. |
| in Prm 726 [40] | Ὅτε μὲν οὖν τὸ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐδείκνυμεν, τὰ ἐναντία συνήγομεν· ὅτε δὲ τὸ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον καὶ οὐδέτερον, τὰς ἀντιφάσεις· ἀντιφάσεις γὰρ τὸ ὅμοιον πρὸς τὸ οὐχ ὅμοιον, καὶ τὸ ἀνόμοιον πρὸς τὸ οὐκ ἀνόμοιον· καὶ εἰ βούλει καὶ κατὰ τὴν ὕστερον παραδοθησομένην μέθοδον διαλεκτικὴν, τῷ εἶναι πολλὰ τοῦ ἑνὸς ἀμέτοχα ἕπεται τὸ ὅμοιον, καὶ πάλιν οὐχ ἕπεται, ὅταν αὐτὸ οὐχ ὅμοιον λέγωμεν· ἕπεται δ’ αὖ πάλιν καὶ οὐχ ἕπεται, ὅταν αὐτὸ καὶ ὅμοιον ἅμα καὶ οὐχ ὅμοιον δεικνύωμεν, καὶ πάλιν ἀνόμοιόν τε καὶ οὐκ ἀνόμοιον. Ἀλλὰ τὴν μὲν τοιαύτην μέθοδον ἐν τοῖς ὕστερον γυμνάσομεν· νῦν δὲ τὴν ἀγωγὴν τοῦ Ζήνωνος λόγου καταμαθόντες, τοσοῦτον ἀναμνήσομεν ἡμᾶς αὐτοὺς ὃ καὶ πρότερον, ὅτι διὰ ταύτης τῆς ἐπιβολῆς δυνησόμεθα δεικνύναι καὶ ὅτι πολλὰς εἶναι τὰς ἀρχὰς ἀμήχανον. Αὗται γὰρ αἱ πολλαὶ ἀρχαὶ, πότερον μετέχουσιν ἑνός τινος ἢ οὐδενός; εἰ μὲν γὰρ μετέχουσιν, ἔσται τὸ μετεχόμενον πρὸ αὐτῶν, καὶ οὐκέτι αἱ ἀρχαὶ πολλαὶ, ἀλλὰ μία· εἰ δὲ μὴ μετέχουσι, κατ’ αὐτὸ δὴ τοῦτο, καθὸ τοῦ ἑνὸς οὐ μετέχουσιν, ἔσονται καὶ ὅμοιαι ἀλλήλαις, ὡς κοινόν τι πεπονθυῖαι πάθος, καὶ ἀνόμοιαι, καθόσον ἑνός τινος κοινοῦ οὐ μετειλήχασι· τοῦτο δὲ ἀδύνατον, τὸ τὰ αὐτὰ κατὰ τὸ αὐτὸ καὶ ὅμοια καὶ ἀνόμοια ὑπάρχειν· ὡσαύτως δὲ ἐπάξομεν καὶ ὡς οὔτε ὅμοια οὔτε ἀνόμοια τὰ αὐτά. |
| in Prm 727 [35] | Εἰ δ’ ἦσαν ἑνὸς μετέχουσαί τινος, οὐκοῦν [ἀδύνατον] συνάγειν ὅτι καὶ ἀνόμοιαί εἰσι κατὰ τὸ τοῦ ἑνὸς μετέχειν, ἀλλ’ ὅτι ὅμοιαι μόνον· καὶ οὕτως ἀναιρήσομεν τὸ πλείους μιᾶς εἶναι τὰς πρώτας ἀρχάς. Τοῦτο μὲν οὖν κατὰ τοὺς γεωμέτρας οἷον πόρισμα ἐκ τοῦ λόγου λάβωμεν, ὡς καὶ πρότερόν που εἴπομεν. Οὕτω δὲ, ὡς εἴρηται, τοῦ Ζήνωνος καὶ διὰ τοιαύτης ἀγωγῆς ἀποφαίνοντος ὅτι τὰ πολλὰ χωρίζειν τοῦ ἑνὸς ἀδύνατον, καὶ τὸ πλῆθος ἀπὸ τοῦ πλήθους ἐπὶ τὰς μονάδας τῶν πολλῶν ἀνατείνοντος, δι’ ὧν τὰς ἐξῃρημένας ἔμελλεν ἑνάδας τῶν ὅλων, ὡς καὶ τοῦτο διὰ τῶν ἔμπροσθεν ἀπεδείξαμεν, οἷαί εἰσι κατόψεσθαι· αἱ γὰρ κατατεταγμέναι μονάδες εἰκόνες εἰσὶ τῶν ἀκατατάκτων. Ὁ Σωκράτης τὸν περὶ τῶν ἰδεῶν ἀνακινήσας λόγον, καὶ αὐτὰς καθ’ αὑτὰς ὑποθέμενος τὰς κοινότητας, καὶ πλῆθος ἐν αὐταῖς ἄλλο θεωρήσας, ἀξιοῖ τὸν Ζήνωνα ταύτην τὴν ἀγωγὴν καὶ ἐπὶ τὰ εἴδη μετενεγκεῖν, καὶ ποιῆσαι καταφανὲς ὅπως ἐπὶ τῶν εἰδῶν τὸ ὅμοιον καὶ ἀνόμοιόν ἐστι καὶ τὸ ἀνόμοιον ὅμοιον· ταῦτα δὲ αὐτοῦ ζητοῦντος, τινὲς ὑπέλαβον ὡς ἄρα ὁ μὲν Ζήνων παραλογιστικῶς συνέθηκε τὸν λόγον, ὁ δέ γε Σωκράτης διελέγχει τὸν παραλογισμόν· τὸν γὰρ Ζήνωνα συλλογίζεσθαί φησιν ὅτι, εἰ πολλὰ τὰ ὄντα, καθὸ μὲν πολλὰ λέγεται, διαφέρει δήπουθεν ἀλλήλων, καὶ κατὰ τοσοῦτον ἀνόμοιά ἐστι, καθὸ δὲ ὄντα, ὅμοια· τὸ γὰρ ὂν κοινόν ἐστιν αὐτοῖς, οἷς δέ ἐστί τι κοινὸν, ταῦτα ὅμοια προσήκει λέγειν· κατ’ ἄλλο γοῦν καὶ ἄλλο συνάγειν τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον· διὸ καὶ τὸν Σωκράτη καλῶς ἐνίστασθαι φάμενον, ὡς οὐδὲν ἂν εἴη θαυμαστὸν κατ’ ἄλλο καὶ ἄλλο δεικνύναι τὶ καὶ ὅμοιον καὶ ἀνόμοιον, ἀλλ’ [εἰ] αὐτὰ τὰ εἴδη λαβὼν ἐπέδειξεν αὐτὸ τὸ ὅμοιον καὶ ἀνόμοιον ἢ τὸ ἀνόμοιον ὅμοιον. |
| in Prm 728 [5] | Οἱ δὲ τοῦτο μὲν ἐφύλαξαν ὡς ἀπαραλόγιστός ἐστιν ὁ τοῦ Ζήνωνος λόγος καὶ ἐπιστημονικὸς, τὸν δὲ Σωκράτη μερικώτερον ἀντιλαμβάνεσθαι τοῦ λόγου φασίν· ἐκείνου γὰρ ἁπλῶς καὶ ἐπὶ τῶν νοητῶν καὶ ἐπὶ τῶν αἰσθητῶν ποιουμένου τὸν ἔλεγχον, ὡς ἄρα ἐν ἀμφοτέροις πλῆθος ἔρημον ἑνὸς οὐκ ἔστιν, οὔτε νοητὸν οὔτε αἰσθητὸν, αὐτὸν ἀσπάζεσθαι μὲν τὸν λόγον ἐπὶ τῶν αἰσθητῶν, ἀξιοῦν δὲ καὶ ἐπὶ τῶν νοητῶν αὐτῶν δειχθῆναι τὸ αὐτὸ καὶ ὅμοιον καὶ ἀνόμοιον· εἴρηται γὰρ ὅτι πᾶν πλῆθος μὴ μετέχον τοῦ ἑνὸς ἀνάγκη πεπονθέναι τὸ εἰρημένον τοῦτο τὸ πάθος. Ἤδη δέ τις καὶ ἀμφοτέρους ἔφατο κατορθοῦν, τόν τε γὰρ Ζήνωνα συλλελογίσθαι καλῶς, καὶ τὸν Σωκράτη, συναισθόμενον τῆς προαιρέσεως καὶ ὅπως ὁ Ζήνων ἀπὸ τῶν πολλῶν καὶ ἀορίστων ἐπὶ τὰς μονάδας τὰς κατατεταγμένας περιῆγεν αὐτοὺς τοὺς πολλοὺς, ἐκεῖνο μὲν ἀποδέξασθαι καὶ εἰπεῖν, ἀποδέχομαί τε καὶ ἡγοῦμαι οὕτως ἔχειν ὡς λέγει ς, αὐτὸν δὲ εὐφυῶς καὶ ὀξέως λοιπὸν ἄλλο τι ζητεῖν· ἀπὸ γὰρ τῶν πολλῶν καὶ κατατεταγμένων εἰδῶν ἐπ’ ἄλλας μονάδας ἀναδραμόντα τὰς καθ’ αὑτὰς οὔσας καὶ ἐξῃρημένας, ἀπορεῖν πῶς καὶ ἐν ταύταις ἡ ἕνωσις τῶν εἰδῶν ὀφθήσεται καὶ πόθεν καὶ ἐκ ποίας αἰτίας· ἐφ’ ᾧ λοιπὸν κινηθῆναι τὸν Παρμενίδην αὐτὸ τὸ ἓν ἀναφαίνοντα τὸ καὶ ἐν τοῖς εἴδεσι τῆς ἑνώσεως αἴτιον καὶ πᾶσιν ἁπλῶς τοῖς ὁπωσοῦν τὴν εἰς τὸ εἶναι πάροδον λαχοῦσι· καὶ τίνος γὰρ ἐπιλαμβάνεσθαι τὸν Σωκράτη τῶν τοῦ Ζήνωνος; οὔτε γὰρ τοῦ συνημμένου· οὐ γὰρ λέγει ὡς οὐκ ἀνάγκη, εἰ πολλὰ τὰ νοητὰ, ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον, οὔτε ὅτι ψεῦδος τὸ μὴ εἶναι ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον· ἔδει γὰρ θατέρῳ τούτων μάχεσθαι τὸν Ζήνωνι μαχόμενον, ἢ τῷ συνημμένῳ μαχόμενον ἢ τῇ προσλήψει· τὸν δὲ Σωκράτη λέγειν ὅτι τὰ μὲν τῇδε πάντα τῶν ἐναντίων εἰδῶν, αὐτὰ δὲ τὰ εἴδη ζητεῖ πῶς ἀλλήλοις συγκρίνεται, πῆ καὶ διακρίνεται· ταῦτα δὲ οὐ Ζήνωνι μάχεται καὶ τοῖς Ζήνωνος ἐλέγχοις τοῦ μὴ εἶναι πολλὰ καθ’ αὑτὰ χωρὶς ἑνὸς, ἀλλὰ τοῦ Ζήνωνος μὲν ἀποδεχομένου τοὺς λόγους [ἐστὶν], ἐπ’ ἄλλην δὲ ζήτησιν ὁρμῶντος τῶν Ζήνωνι δεδειγμένων. |
| in Prm 729 [10] | Ἔστωσαν γὰρ ἄνθρωποι πάντες ἑνός τινος εἴδους μετέχοντες τοῦ ἐν αὑτοῖς ἀνθρώπου, καὶ ἵπποι τοῦ ἐν αὑτοῖς, καὶ τὰ ὅμοια πάντα κοινὸν ἐχέτω τὸ τῆς ὁμοιότητος εἶδος, καὶ τὰ ἀνόμοια τὸ τῆς ἀνομοιότητος, καὶ τοῦτο ἔστω καλῶς εὑρημένον ὅτι δεῖ τὰ πολλὰ κοινωνεῖν ἀλλήλοις διὰ τῶν κατατεταγμένων ἐν αὑτοῖς μονάδων· ἀλλ’ ἀναδράμωμεν ἀπὸ τούτων ἐπὶ τὰς ἐξῃρημένας καὶ τῶν κοινῶν τούτων αἰτίας ὑποστάσεις, καὶ πάλιν ταύτας θεωρήσωμεν εἰ μετέχουσιν ἀλλήλων ἢ οὒ, καὶ πότερον μὲν ἥνωνται τῷ μετέχειν ἀλλήλων ἢ τῷ εἶναι πρὸ τούτων ἄλλην ἑνοποιὸν αἰτίαν. Ταύτῃ τοίνυν καὶ ἡμεῖς ἑπόμενοι τῇ ὑποθέσει καὶ τοῖς Σωκράτους ῥήμασιν ἐπέλθωμεν, μηδετέρους ἁμαρτάνειν λέγοντες, ἀμφοτέρους δὲ κατορθοῦν, τὸν μὲν ἀποδεικτικῶς, τὸν δὲ ἀπορητικῶς, καὶ μετάγεσθαι τὸν λόγον ἀπὸ τῶν κατατεταγμένων μονάδων ἐπὶ τὰς ἐξῃρημένας, βουλομένου τοῦ Σωκράτους ἐπὶ τούτων θεάσασθαι τὴν ἀποδεικτικὴν τοῦ Ζήνωνος δύναμιν. Ὁ μὲν οὖν σκοπὸς τῶν λόγων ἐστὶ τοιοῦτος· πρὶν δὲ τῶν ἀποριῶν ἅψασθαι τῶν περὶ τῆς εἰδητικῆς οὐσίας, ἐπανερωτᾷ τὸν Ζήνωνα πότερον εἶναι τίθεται τὰ εἴδη, καὶ ἔστι καὶ αὐτὸς τῶν ταύτην ἀσπαζομένων τὴν αἰτίαν ὥσπερ αὐτὸς ἢ οὒ, καὶ ὅλως τίνα ἔχει δόξαν περὶ αὐτῶν. Ἦν μὲν γὰρ καὶ παρὰ τοῖς Πυθαγορείοις ἡ περὶ τῶν εἰδῶν θεωρία, καὶ δηλοῖ καὶ αὐτὸς ἐν Σοφιστῇ τῶν εἰδῶν φίλους προσαγορεύων τοὺς ἐν Ἰταλίᾳ σοφούς· ἀλλ’ ὅ γε μάλιστα πρεσβεύσας καὶ διαῤῥήδην ὑποθέμενος τὰ εἴδη Σωκράτης ἐστὶν, ἀπὸ τῆς περὶ ὁρισμοὺς ζητήσεως τὰ ὁριστὰ τίνα ποτέ ἐστιν ἀνευρὼν καὶ ἐπὶ τὰς εἰδητικὰς αἰτίας ἀπὸ τούτων ὡς εἰκόνων μεταβάς· ἐρωτᾷ δὴ οὖν πρῶτον εἰ καὶ ὁ Ζήνων τίθεται καὶ αὐτὸς εἶναι τὰ εἴδη καὶ πρεσβεύει ταύτην τὴν οὐσίαν τὴν ἑαυτῆς οὖσαν καὶ ἐν αὑτῇ ἱδρυμένην καὶ οὐδεμιᾶς ἄλλης ἕδρας δεομένην, ἣν καὶ ἐχαρακτήρισε τῷ αὐτὸ κα θ ’ αὑτ ὸ, κυρίως αὐτῇ τοῦτο προσήκειν ὑπολαβών. |
| in Prm 730 [5] | Δεικνύει γὰρ τὸ ἀμιγὲς καὶ τὸ ἁπλοῦν καὶ τὸ καθαρὸν τῶν εἰδῶν· διὰ μὲν γὰρ τοῦ αὐτὸ τὴν ἁπλότητα σημαίνει τῶν πραγμάτων ἐκείνων, διὰ δὲ τοῦ κα θ ’ αὑτὸ τὴν ἄμικτον αὐτῶν πρὸς τὰ δεύτερα καθαρότητα. Καὶ διὰ μὲν τοῦ κα θ ’ αὑτὸ χωρίζει τῶν ἐπὶ τοῖς πολλοῖς κατηγορουμένων τὰ εἴδη· τί γὰρ τούτων κα θ ’ αὑτό ἐστιν, ἐν σχέσει πρὸς τὰ ὑποκείμενα τὴν ὑπόστασιν ἔχον, καὶ ἐκ πολλῶν ἴσων αἰσθήσεων καὶ δοξαστὸν ὑπάρχον, καὶ συμφυρόμενον ταῖς φανταστικαῖς ἐπινοίαις; Διὰ δὲ τοῦ αὐτὸ χωρίζει τὸ ἐν τοῖς καθ’ ἕκαστα κοινὸν, ὃ καὶ ὁριστόν ἐστι· τοῦτο γὰρ ἐν ἄλλῳ ἐστὶ καὶ μεθ’ ὕλης ὑφέστηκεν, ὅθεν καὶ ἀλλοιώσεως ἀναπίμπλαται καὶ ἔστι πως θνητὸν διὰ τὴν πρὸς τὸ ἔνυλον κοινωνίαν· καίτοι καὶ τούτοις πολλάκις ἐπάγει τὴν τοῦ αὐτοῦ πρόσρησιν, ἀντιδιαιρῶν ἑκάστην τούτων πρὸς τὸ πλῆθος τῶν ὑπ’ αὐτὸ ἀτόμων. Ἀλλ’ ὅταν διορίζειν αὐτὸ βούληται μὴ τῶν ἀτόμων, ἀλλὰ τῶν πρώτων εἰδῶν, ἐκείνοις τὸ αὐτὸ ἀποδίδωσι, καὶ μήποτε κἀνταῦθα τὸ μὲν αὐτὸ τοῖς χωριστοῖς εἴδεσιν ἀνῆκεν, οὐχ ὡς ἴδιον, ἀλλ’ ὡς καὶ τῶν μετεχομένων εἰδῶν σημαντικόν. Τὸ δὲ κα θ ’ αὑτὸ προστεθὲν ἐδήλωσε τὴν ἐκείνων πρὸς τὰ μετεχόμενα διαφοράν. Πολλοῦ ἄρα δεῖ τοῖς ὁριστικοῖς καὶ τοῖς κατηγορουμένοις εἰς ταὐτὸν λέγεσθαι τὰ εἴδη τὰ καθ’ αὑτὰ ὄντα καὶ ἐν ἁγνῷ βάθρῳ βεβηκότα καὶ ἄϋλα καὶ διαιώνια τοῖς ὑστερογενέσι καὶ ἐνύλοις καὶ ποικιλίας καὶ σχέσεως ἀναπεπλησμένοις· ἐκεῖνα γὰρ ἀμιγῆ καὶ ἄχραντα καὶ ἁπλᾶ ἐστιν ἐν τῷ δημιουργῷ διαιωνίως ἱδρυμένα, τὸ μὲν ἄχραντον ἔχοντα καὶ καθαρὸν ἀπὸ τῆς ἀμειλίκτου θεότητος σὺν τῷ δημιουργῷ προελθούσης· τὸ δὲ ἁπλοῦν ἀπὸ τῆς δημιουργοῦ νοερᾶς οὐσίας ἑνιαίας οὔσης καὶ ἀμερίστου, καὶ, ὡς ἂν εἴποιεν οἱ βάρβαροι, πηγαίας. |
| in Prm 731 [5] | Λέγοις δ’ ἂν ὅτι καὶ τὸ μὲν αὐτὸ χωρίζει τὸ εἶδος ἀπὸ τῶν ἐννοημάτων (οὐδὲν γὰρ τούτων αὐτ ό· συναναφέρει γὰρ κἀκεῖνα ὧν ἐστιν, ἄλλων ὄντα καὶ ἀπ’ ἄλλων)· τὸ δὲ κα θ ’ αὑτ ὸ, τοῦ ἐν τοῖς καθ’ ἕκαστα ἐν ἄλλῳ ὄντος, ὥστε ἄμφω ἀμφοτέρων τὸ ὡς ἀληθῶς εἶδος διΐστησι· περὶ ὃ καὶ ὁ Ἀριστοτέλης διατρίβων ποτὲ μέν φησι, τὸ ζῶον ἢ οὐδέν ἐστιν ἢ ὑστερογενὲς, ποτὲ δὲ, ἢ οὐδέν ἐστιν ἢ ἐν τοῖς καθ’ ἕκαστα, ὧν ἐξῃρῆσθαι δεῖ τὸ εἶδος δι’ ἄμφω τὰ εἰρημένα. Οὔτε ἄρα τοὺς τὰς ἰδέας κεφαλαιώματα λέγοντας τοῦ ἐντρέχοντος κοινοῦ τοῖς πολλοῖς ἡμεῖς ἀποδεξόμεθα· προϋπάρχουσι γὰρ τῶν ἐν τοῖς αἰσθητοῖς κοινῶν, καὶ ταῦτα ἀπ’ ἐκείνων ἔχει τοῦτο δὴ τὸ κοινόν· οὔτε τοὺς ἐπινοίας ἡμετέρας αὐτὰς τιθεμένους, καὶ διὰ τοῦτο ζητοῦντας πῶς οὐχὶ καὶ τῶν ἀτόμων καὶ τῶν παρὰ φύσιν εἰσὶν ἰδέαι· καὶ γὰρ τούτων ἐπίνοιαι τῶν πραγμάτων εἰσὶ δεύτεραι πάντως ἀφ’ ὧν ἀνακινοῦνται, καὶ ἐν ἡμῖν εἰσιν, ἀλλ’ οὐκ ἐν τῷ κοσμήσαντι τὸ πᾶν, ἐν ᾧ φαμεν εἶναι τὰς ἰδέας· οὔτε τοὺς τοῖς σπερματικοῖς αὐτὰς λόγοις συνάπτοντας· οἱ μὲν γὰρ ἐν τοῖς σπέρμασιν ἀτελεῖς εἰσιν, οἱ δὲ ἐν τῇ γεννώσῃ φύσει τὰ σπέρματα γνώσεως ἄμοιροι καὶ κατωτέρω φαντασίας· αἱ δὲ ἰδέαι κατ’ ἐνέργειαν ἵστανται τὴν αὐτὴν ἀεὶ καὶ εἰσὶ νοεραὶ κατ’ οὐσίαν. Ἀλλ’ εἴπερ ἐθέλοιμεν τὴν ἰδιότητα αὐτῶν ἀφορίσασθαι διὰ τῶν γνωριμωτάτων, ἀπὸ μὲν τῶν φυσικῶν λόγων λάβωμεν τὸ αὐτῷ τῷ εἶναι ποιητικὸν ὧν δὴ καὶ ποιοῦσιν· ἀπὸ δὲ τῶν τεχνικῶν, γνωστικὸν ὧν ποιοῦσιν, εἰ καὶ μὴ αὐτῷ τῷ εἶναι ποιοῦσι· καὶ ταῦτα ἑνώσαντες φῶμεν αἰτίας εἶναι τὰς ἰδέας δημιουργικὰς ἅμα καὶ νοερὰς πάντων τῶν κατὰ φύσιν ἀποτελουμένων, ἀκινήτους πρὸ τῶν κινουμένων, ἁπλᾶς πρὸ τῶν συνθέτων, χωριστὰς πρὸ τῶν ἀχωρίστων τῆς ὕλης ὑφεστηκυίας. |
| in Prm 732 [5] | Διὸ καὶ ὁ μὲν Παρμενίδης οὐ παύσεται περὶ αὐτῶν διαλεγόμενος, πρὶν ἐπὶ τέλει τῶν λόγων καὶ θεοὺς αὐτὰς εἶναι φῇ, διὰ τούτου σημαίνων πάντα ὅσα προειρήκαμεν ἡμεῖς· νῦν δὲ ὁ Σωκράτης διά τε τοῦ αὐτὸ καὶ τοῦ καθ’ αὑτὸ τὴν κοινὴν αὐτῶν ἰδιότητα συντόμως παρέστησεν, ὁσαχῶς ἐξηγησάμεθα τούτων ἑκάτερον, τοσαυταχῶς ἡμῖν αὐτὴν παριστάς. Τοσαῦτα μὲν κοινῇ περὶ πάντων εἰδῶν ἀπὸ τῆς τοῦ Σωκράτους ἐρωτήσεως ἡμῖν εἰρήσθω. Προσκείσθω δὲ καὶ ὡς τὸ νομίζεις οἰκείως εἴληπται τοῖς εἴδεσι· τοὺς γὰρ περὶ τῶν εἰδῶν λόγους καὶ τὰ δόγματα τὰ περὶ τῶν ἀκινήτων οἷον νόμους εἶναι προσήκει τινὰς, ἀλλ’ οὐ δόξας καὶ οἰήσεις ψιλάς· οὐδὲ γὰρ ἐκεῖνα δοξαστά ἐστιν, ἀλλ’ ὑπὲρ πᾶσαν τὴν τοιαύτην ἵδρυται γνῶσιν· δεῖ δὴ νοήσει μὲν τὰ νοητὰ, δόξῃ δὲ τὰ δοξαστὰ διαγιγνώσκειν. Ἑξῆς δὲ τούτοις περί τε ὁμοιότητος καὶ ἀνομοιότητος προσήκει διελθεῖν, πρῶτον μὲν εἰ ἔστιν εἴδη καὶ τούτων, ἔπειτα τὴν δύναμιν. Ἀπ’ αὐτῶν δὴ τῶν τοῦ Πλάτωνος ῥημάτων, ὧν ὁ Τίμαιος λέγει, ποιησόμεθα τὴν ἐπιβολὴν περὶ τῆς ὑποστάσεως αὐτῶν· ὁ γάρ τοι Τίμαιος, αἰτίαν τῆς γενέσεως τοῦ κόσμου προελόμενος εἰπεῖν καὶ ταύτην εἰς τὴν ἀγαθότητα τὴν δημιουργικὴν ἀναπέμπων· Ἀγαθὸς ἦν, φησὶν, ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς γίγνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παραπλήσια αὑτῷ. Εἰ τοίνυν, ὥς φησιν ὁ Τίμαιος, ἑαυτῷ πάντα καὶ βούλεται καὶ δύναται παραπλήσια ποιεῖν, ἔχει δήπου τὴν τούτου ποιητικὴν δύναμιν ἐν ἑαυτῷ· ὃ γὰρ βούλεται, τοῦτο καὶ δύναται πάντως· ὃ δέ γε δύναται, τὴν τούτου προείληφε δύναμιν· δυνάμει γάρ τοι δύναται πᾶν τὸ δυνάμενον· ἔστιν ἄρα ἐν τῷ δημιουργῷ τις δύναμις καὶ αἰτία τῶν δεδημιουργημένων ἀφομοιωτικὴ πρὸς αὐτόν. |
| in Prm 733 [15] | Εἰ τοῦτό ἐστιν, ἡ τῆς ὁμοιότητος ἐν αὐτῷ ἰδέα, καθ’ ἣν ἀφομοιοῖ πρός τε ἄλληλα καὶ πρὸς αὑτὸν τὰ δημιουργούμενα· ἀλλ’ εἰ ταῦτα, δεῖ δήπου καὶ τὴν τῆς ἀνομοιότητος αὐτῶν τῶν δημιουργουμένων πρὸς αὐτὸν ὁμοῦ παρέχειν αἰτίαν· οὐδὲ γὰρ ἐνδέχεταί ποτε γένεσιν εἰκόνος ὑποστῆναι μὴ καὶ τῆς ἀνομοιότητος συνεπινοουμένης, ἧς χωρὶς, δύο, φησὶν, ἂν εἶεν Κρατύλοι, καὶ ὁ Κρατύλος καὶ ἡ εἰκὼν Κρατύλου Δεῖ δὴ οὖν ἀνομοιοῦσθαι τὰ παραγόμενα καὶ πρὸς αὐτὸν, αἰσθητὰ γιγνόμενα ἀντὶ νοητῶν, καὶ πρὸς ἄλληλα μέντοι πάντως ἔχειν ἀνομοιότητα μετὰ τῆς ὁμοιότητος. Καὶ τοῦτο πάλιν κατὰ τὴν τοῦ πατρὸς βούλησιν· ἐκ γὰρ ἡρμοσμένων εἶναι δεῖ τὸν κόσμον· πᾶσα γὰρ ἁρμονία τῶν ἀνομοίων ἐστὶ καὶ διαφερομένων συνάρτησις καὶ λόγος εἷς καὶ κοινὸς καὶ οἷον ὁμοιότης ἐν ἀνομοίοις· ἀνάγκη δὴ οὖν καὶ ἀνομοιότητος ἔχειν τὸν δημιουργὸν εἶδος· αὐτὸς γὰρ ὁ καὶ τὰ ὑπ’ ἄλληλα γεννήσας, ἃ δὴ πρὸς ἄλληλά ἐστιν ἀνόμοια, καὶ τὸν ὅλον κόσμον ἁρμόσας διὰ τῆς ὁμοιότητος. Ἔστι δὴ οὖν ἐν τῷ δημιουργῷ καὶ ὅμοιον καὶ ἀνόμοιον πρώτως, καὶ ἵνα σαφέστερον εἴπω, πηγαίως· ἐπεὶ διαφανέστερά ἐστι ταῦτα ἐν τοῖς ἀφομοιωτικοῖς θεοῖς καὶ μάλιστα τοῖς ἐκεῖ πατράσιν, ὡς ἔσται δῆλον, ὅταν περὶ τῆς δευτέρας ὑποθέσεως λέγωμεν· ἀλλ’ ἐπεὶ καὶ τούτων ὁ δημιουργὸς ἔχει τὴν μίαν πηγὴν, ἔστιν ἐν αὐτῷ δήπου καὶ τὸ τῆς ὁμοιότητος εἶδος ἐν τῇ μιᾷ τῶν ἰδεῶν μονάδι προϋπάρχον· μονὰς γοῦν ἐστιν ὁ δημιουργὸς μονάδων πολλῶν περιληπτικὴ θείων, καὶ αἱ πολλαὶ μονάδες μεταδιδοῦσιν ἀλλήλαις τῶν οἰκείων ἰδιοτήτων· ἡ μὲν τῆς καθαρότητος, ἡ δὲ τῆς ἀφομοιωτικῆς οὐσίας, ἡ δὲ ἄλλου τινὸς, καθὸ τὴν οἰκείαν ὕπαρξιν ἔλαχεν· οὐ γὰρ δεῖ νομίζεσθαι ὅτι τὰ μὲν εἴδη προϋφέστηκεν ὡς αἴτια τῶν κατὰ ταῦτα γιγνομένων, οὐκ ἔστι δὲ καὶ τοῦ ὅμοια γίγνεσθαι πρὸς αὐτὰ καὶ ἀνόμοια διαφέρουσά τις ἰδέα· συμβαίνει δὲ τοῖς γιγνομένοις ταῦτα, τῶν εἰδῶν τὰς οὐσίας συνιστάντων· οὔτε γὰρ τὸ κατὰ συμβεβηκὸς ἐπὶ τῶν αὐτῷ τῷ εἶναι ποιούντων καὶ γιγνομένων ἔχει χώραν, οὔτε τὸ πολλοῖς ὑπάρχον χωρὶς ὑπάρχει μιᾶς τῆς διὰ πάντων διηκούσης αἰτίας, παρ’ ἣν ἕκαστον τῶν εἰδῶν ποιεῖ καθ’ αὑτὸ τὸ γιγνόμενον ὅμοιον καὶ ἀνόμοιον· ἀνάγκη ἄρα πᾶσιν ὑπάρχειν τὴν τοῦ ποιεῖν ἅμα ὅμοια καὶ ἀνόμοια τὰ γιγνόμενα δύναμιν. |
| in Prm 734 [20] | Εἰ δὲ ταὐτὸ πᾶσι κοινὸν, οὐδὲν τῶν πάντων ταὐτὸν εἴη τὸ ὅμοιον καὶ ἀνόμοιον, ἀλλ’ ἔστι διωρισμένα τούτων αἴτια πάντων κοινὰ πᾶσιν, ὧν ταῦτα μετέχοντα πρὸς τὴν οἰκείαν ὕπαρξιν ἕκαστον τὴν τούτων ἔχει δύναμιν. Ἔστι δὴ οὖν καὶ ὁμοιότης δημιουργικὴ καὶ ἀνομοιότης, ἡ μὲν ἀνάλογον πρὸς τὴν τοῦ πέρατος αἰτίαν, ἡ δὲ τῷ ἀπείρῳ σύστοιχος· καὶ ἡ μὲν συναγωγὸς, διὸ καὶ τὸ ὅμοιον ᾧ φασιν ὅμοιον· ἡ δὲ διακριτικὴ, προόδῳ δὲ χαίρει καὶ ποικιλίᾳ καὶ κινήσει, καὶ τελευταῖον ἄχρι τῆς ἐναντιώσεως ἔλαχεν ὑπόβασιν· οὐσία δὲ ἀμφοτέρων ἄϋλος καὶ ἄχραντος καὶ ἁπλῆ καὶ μονοειδὴς καὶ αἰώνιος, καὶ δυνάμεις ἀνάλογον τῇ οὐσίᾳ, τῆς μὲν, ὡς εἴρηται, συναγωγοὶ καὶ ἑνοποιοὶ καὶ περατωτικαὶ καὶ μονοειδεῖς, τῆς δὲ διαιρετικαὶ καὶ ἀλλοιωτικαὶ καὶ ἀπειροποιοὶ καὶ δυοειδεῖς· τάξις δὲ αὐτῶν οὔτε ἐν τοῖς γενικωτάτοις ἐστὶν οὔτε ἐν τοῖς εἰδικωτάτοις τῶν εἰδῶν. Λέγω δὲ γενικώτατα μὲν, ὅσα ὑπὸ πάντων μετέχεται τῶν ὄντων, ὥστε μηδὲν εἶναι τὸ παράπαν ὃ μὴ κατὰ τὴν ἐκείνων μετουσίαν ὑφέστηκεν, οἷον αὐτὴ ἡ οὐσία, ταυτότης, ἡ ἑτερότης· ταῦτα γὰρ ἐπὶ πάντα διήκει τὰ ὄντα· τί γὰρ ἄμοιρον οὐσίας; τί δὲ ἑτερότητος; τί δὲ ταυτότητος; οὐχὶ πάντα καὶ ὕπαρξιν ἔχει τινὰ, καὶ διακέκριται κατ’ αὐτὸ τὸ εἶναι τῶν ἄλλων, καὶ κοινωνεῖ τοῖς ἄλλοις; εἰ δὲ τοῦτο, πάντων ἐστὶ κοινὴ τῶν ὄντων αἰτία ἡ τριὰς αὕτη, μᾶλλον δὲ ἥ γε μονὰς, ὡς ἔσται προϊοῦσι δῆλον· εἰδικώτατα δὲ, ὅσα ὑπὸ τῶν ἀτόμων εἰδῶν μετέχεσθαι πέφυκεν, οἷον ἄνθρωπος, κύων, ἕκαστον τῶν τοιούτων· αἱ γὰρ τούτων ποιήσεις προσεχῶς ἀπογεννῶσι τὰς ἐν τοῖς ἀτόμοις μονάδας, τὸν ἐν τοῖς καθ’ ἕκαστα ἄνθρωπον καὶ κύνα τὸν ἐν τοῖς πολλοῖς καὶ ἵππον καὶ τῶν ἄλλων ἕκαστον παραπλησίως· μέσα δὲ, ὅσα τούτων μὲν ἐπὶ πλέον ἐκτείνεται, μὴ εἰς πάντα δὲ τὰ ὄντα ἐνεργεῖ· τὸ γὰρ δίκαιον, εἰ βούλει, ψυχαῖς μὲν ὑπάρχει· σώμασι δὲ πῶς καὶ αὐτοῖς τοῖς ἀψύχοις; τίς γὰρ ἐν τῷ λίθῳ δικαιοσύνη καὶ ἐν τῷ ξύλῳ; τὴν μὲν γὰρ δίκην ἐνεργεῖν καὶ εἰς ταῦτα θετέον αὐτὴν, θεὸν οὖσαν καὶ ἔχουσαν καὶ τούτων τὴν αἰτίαν· διὸ καὶ ταῦτα κοσμεῖν αὐτὴν ῥητέον· τὸ δὲ δίκαιον (ὃ μόνον δίκαιόν ἐστιν, οὐχὶ δὲ καὶ πάντα τ’ ἄλλα τὰ εἴδη) τοῖς δεκτικοῖς αὑτοῦ μόνον ἐλλάμπει, καὶ οὐ πᾶσιν ἁπλῶς τοῖς οὖσι. |
| in Prm 735 [20] | Τούτων τοίνυν τῶν μέσων εἰδῶν τῆς τε τῶν γενικωτάτων ἐκείνων καὶ τῆς τῶν ἀτομωτάτων τάξεως ἐν ἐκείνοις ὑποστάντων, καὶ τὴν ὁμοιότητα θετέον καὶ τὴν ἀνομοιότητα, περὶ ὧν ὁ παρὼν ἡμῖν ἐστι λόγος· οὔτε γὰρ ἐφ’ ἑνὸς εἴδους πάρεστι ταῦτα μόνον, οἷον ἀνθρώπου λέγω ἢ ἵππου, ἀλλὰ διὰ πάντων χωρεῖ ταῦτα τῶν πεποιημένων· οὔτε ἐπὶ πάντων θεωρεῖται τῶν ὁπωσοῦν ὄντων· εἰ γὰρ λάβοις αὐτὸ καθ’ αὑτὸ τὸ ἄποιον ἐκεῖνο τῶν σωμάτων ὑποκείμενον, ὃ μεταξὺ τῆς ὕλης ἐστὶ καὶ τῶν εἰδῶν τῶν πολλῶν πρώτως, εὑρήσεις αὐτὸ καὶ οὐσίαν ἔχον καὶ εἶδος καὶ ἑτερότητα καὶ ταυτότητα. Πῶς γὰρ ἂν εἴη χωρὶς οὐσίας; πῶς δὲ τρεῖς διαστάσεις ἔχοι χωρὶς διαιρέσεως; πῶς δὲ συνέχοι ταυτότητος χωρίς; Ἀλλ’ ὁμοιότης ἐκεῖ καὶ ἀνομοιότης οὐκ ἔστιν· ἄποιον γάρ ἐστιν, ταῦτα δὲ ἐν τοῖς ἤδη πεποιημένοις, ἐπεὶ καὶ κίνησιν ἔχει καὶ στάσιν, ὡς μὲν γιγνόμενον ἀεὶ, κίνησιν, ὡς δὲ μὴ ἐξιστάμενον τῆς οἰκείας ὑποδοχῆς, στάσιν· ποιοτήτων δὲ καὶ δυνάμεων διαφερουσῶν ἄμοιρόν ἐστιν· οὐ γὰρ ἡμεῖς γε τὴν ὁμοιότητα καὶ τὴν ταυτότητα εἰς ταὐτὸν ἄξομεν (καὶ γὰρ ὁ Πλάτων διέκρινεν αὐτὰς, καὶ ἀλλαχοῦ μὲν ἀπέθετο τὸ ὅμοιον καὶ ἀνόμοιον, ἀλλαχοῦ δὲ ταυτότητα καὶ ἑτερότητα, καθάπερ ἐν ταῖς ὑποθέσεσιν ἔσται φανερὸν), καὶ ἡ μὲν οὐσιῶν ἐστιν, ἡ δὲ δυνάμεων ἑνοποιός· ὥσπερ τῶν ἐνεργειῶν ἡ ἰσοταχὴς καὶ ἀνισόταχός ἐστι καὶ βραδυτὴς ἐν τῷ ἀληθινῷ ἀριθμῷ, [καθάπερ] μεμαθήκαμεν ἐν Πολιτείᾳ, [οὕτω] καὶ εἶεν ἂν ἐνέργειαι νοεραὶ ἰσοταχεῖς μὲν, ὧν διαφερόντως ἑνικώτερον μᾶλλον ἢ πληθυόμενον τὸ εἶδος τῆς νοήσεως, ἀνισοταχεῖς δὲ, ὧν μᾶλλον πληθυόμενον ἢ ἑνικώτερον. |
| in Prm 736 [35] | Ἀλλὰ ταῦτα μὲν, ἅπερ ἔφην, τῶν ἐνεργειῶν διαφορότητες, ἐκεῖνα δὲ τῶν οὐσιῶν καὶ δυνάμεων· ταὐτὰ μὲν οὖν ἐστιν ὅσα τὴν οὐσίαν ἔχει κοινὴν, ὅμοια δὲ ὅσα ταῖς δυνάμεσιν ἀλλήλοις κεκοινώνηκεν. Εἰ δὲ μὴ ἔστιν ἡ ὁμοιότης ἡ αὐτὴ πρὸς τὴν ταυτότητα, δῆλον ὅτι καὶ ἡ ἀνομοιότης διακέκριται τῆς ἑτερότητος· καὶ εἰσὶν αὗται δύο δυνάμεις, ἥ τε ὁμοιότης καὶ ἡ ἀνομοιότης, προπομπεύουσαι τῶν δύο τοῦ ὄντος γενῶν, τῆς ταυτότητος λέγω καὶ τῆς ἑτερότητος, καὶ συμπροϊοῦσαι μὲν αὐτοῖς ἐφ’ ὅσον δύνανται, λήγουσαι δέ ποτε καὶ ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ ὁπωσοῦν ὂν μετ’ ἐκείνων ἀδυνατοῦσαι. Ἀλλ’ ἄρα εἰ μὴ ταὐτόν ἐστιν ἡ ὁμοιότης πρὸς τὴν ταυτότητα, κρείττων ἐστὶν αὐτῆς· καὶ γὰρ τὴν μὲν ὁμοιότητα καὶ ἐν θεοῖς ὑποτιθέμεθα, δι’ ὁμοιότητος αὐτοῖς προσιέναι μυριάκις γράφοντες καὶ λέγοντες, τὴν δὲ ταυτότητα τοῖς οὖσιν ἀπονέμομεν καθόσον ὄντα ἐστὶν, ὥστε, κἂν τοῖς θεοῖς ὑπάρχῃ, κατὰ τὰς οὐσίας αὐτῶν ὑπάρχειν καὶ οὐ κατὰ τὰς τῶν οὐσιῶν ἑνάδας. |
| in Prm 737 [40] | Ἢ τὴν ὁμοιότητα ἐν ἐκείνοις ἄλλην λαμβάνομεν, καὶ οὐ τοιαύτην οἵα πρόκειται νῦν, ἀλλ’ ἁπλῶς τὴν ἕνωσιν τῶν θεῶν καὶ τὴν ἐν ἀλλήλοις κοινωνίαν οἰκείοις ὀνόμασι δηλοῦν οὐκ ἔχοντες διὰ τὴν ἄῤῥητον αὐτῶν καὶ ἄληπτον ὕπαρξιν, ὁμοιότητα λαβόντες ἀπὸ τῶν δευτέρων αὐτὴν προειρήκαμεν, ἀλλ’ οὐ ταυτότητα, καὶ τοῦτο εἰκότως· τὸ μὲν γὰρ τῆς ταυτότητος ὄνομα οὐσιῶδες ἦν, τὸ δὲ τῆς ὁμοιότητος οὐκ ἦν τῶν οὐσιῶν, ὅθεν δὴ τοῖς ὑπερουσίοις αὐτὸ προσήκειν ὑπελάβομεν, ὡς οὐ συνεισφέρον ἡμῖν ἀφ’ ἑαυτοῦ τὴν τῆς οὐσίας ἔννοιαν. Ὅλως δὲ, εἰ κρείττων ἡ ὁμοιότης τῆς ταυτότητος, ἔδει πάντα μὲν τὰ τῆς ταυτότητος μετέχοντα καὶ ὁμοιότητος μετέχειν, τὰ δὲ τῆς ὁμοιότητος μηκέτι πάντα καὶ τῆς ταυτότητος· αἱ γὰρ τῶν ὑψηλοτέρων καὶ γενικωτέρων δυνάμεις ἐπὶ πλέον ἐκτείνονται τῶν καταδεεστέρων, καὶ τοῦτο καὶ ἐπὶ τῶν ἐνταῦθα γενῶν προδήλως ὁρῶμεν· τὰ γὰρ γενικώτερα πλειόνων κατηγορεῖται, μιμούμενα τὴν τάξιν τῶν πρωτουργῶν καὶ δραστηρίων καὶ δημιουργικῶν γενῶν· ἀλλὰ μὴν ταυτότητος μὲν πάντα τὰ ἐν τῷ κόσμῳ μετείληφεν, ὁμοιότητος δὲ οὐ πάντα· ποῦ γὰρ ἐν τοῖς ἀποίοις ἐστὶν ὁμοιότης; Οὐκ ἄρα κρείττων τῆς ταυτότητος ἡ ὁμοιότης, ἀλλὰ τοὐναντίον ἡ ταυτότης αἰτιωτέρα καὶ δυνατωτέρα τῆς ὁμοιότητός ἐστιν, ὥσπερ δὴ καὶ ἡ ἑτερότης κατὰ τὸν αὐτὸν λόγον τῆς ἀνομοιότητος· τοῦτο μὲν δὴ οὐκ ἂν ἄλλως ἔχοι. Περὶ δὲ αὐτῶν τούτων σκεπτέον πάλιν πότερον ἡ ὁμοιότης τῆς ἀνομοιότητος κρείττων ἐστὶν, ὥσπερ εἵλοντό τινες, ἢ τοὐναντίον ἐκείνη τῆς ὁμοιότητος· καὶ γὰρ ἂν δόξειεν ἡ μὲν ὁμοιότης ἐν ταῖς κατὰ κύκλον ἐπιστροφαῖς θεωρεῖσθαι τῶν πραγμάτων, ἡ δὲ ἀνομοιότης ἐν ταῖς προόδοις· ὥσπερ οὖν ἡ πρόοδος κρείττων τῆς ἐπιστροφῆς, οὕτω δὴ καὶ τῆς ὁμοιότητος ἡ ἀνομοιότης· ὥστε εἰ ταῦτα, καὶ ἡ ἑτερότης κρείττων τῆς ταυτότητος. |
| in Prm 738 [40] | Ἀλλ’ εἰ μὲν ἡ ἀρχὴ πλῆθος ἦν, ἔδει δήπου τῇ ἑτερότητι τὰ πρεσβεῖα νέμειν· τὸ γὰρ πλῆθος οἰκεῖον ταύτῃ καὶ ἡ διάκρισις· εἰ δὲ ἕν ἐστι τὸ τῶν ὅλων αἴτιον, δῆλον ὅτι τὰ ἑνικώτερα συγγενέστερα πρὸς τὴν ἀρχήν ἐστι, τὰ δὲ τῇ ἀρχῇ συγγενέστερα κρείττω καὶ τιμιώτερα· τὰ ἄρα ἑνικώτερα κρείττω καὶ τιμιώτερα τῶν μὴ τοιούτων ἐστίν. Εἰ τοίνυν ἡ μὲν ταυτότης ἑνοποιός ἐστιν, ἡ δὲ ἑτερότης ἀλλοποιὸς καὶ πλήθους αἰτία πᾶσιν οἷς ἂν παραγένηται, πρόδηλον ὡς ἡ ταυτότης κρείττων τῆς ἑτερότητος· εἰ δὲ τοῦτο, καὶ ὁμοιότης ἀνομοιότητος κρείττων· ἀνάλογον γὰρ, ὡς ταυτότης πρὸς ἑτερότητα, οὕτως ὁμοιότης πρὸς ἀνομοιότητα· καὶ ἔστιν ἡ ὁμοιότης ἑνότης τις ἑνοποιὸς καὶ οἷον ταυτότης, ἡ δὲ ἀνομοιότης διάκρισις καὶ οἷον ἑτερότης. Ἔτι τοίνυν ἀπὸ τῶν μετὰ τὸ ἓν ἀρχῶν τὸ αὐτὸ καταδησόμεθα συντόμως· οὐκοῦν ὁ ἐν Φιλήβῳ Σωκράτης πέρας καὶ ἄπειρόν φησι μετὰ τὸ ἕν· καὶ τὸ μὲν πέρας ὁρίζειν πάντα καὶ μετρεῖν καὶ συνέχειν, τὸ δὲ ἄπειρον πληθύνειν καὶ εἰς τὸ μᾶλλον καὶ ἧττον περιάγειν, καὶ εἶναι τοῦ ἀπείρου θειότερον τὸ πέρας· οὕτω γὰρ καὶ τὸν νοῦν κρατεῖν ἔφατο τῆς ἡδονῆς, τοῦ μὲν κατὰ τὸ πέρας ἀφοριζομένου, τῆς δὲ κατὰ τὸ ἄπειρον φερομένης. Εἰ τοίνυν ἡ μὲν ὁμοιότης κατὰ τὴν τοῦ πέρατός ἐστι συστοιχίαν, ἡ δὲ ἀνομοιότης κατὰ τὴν τῆς ἀπειρίας (δηλοῖ δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον τῆς ἀπειρίας ὂν), δῆλον ὡς ἀνάγκη καὶ τὴν ὁμοιότητα κρείττω τῆς ἀνομοιότητος ὑπάρχειν, ᾗπερ δὴ καὶ τὸν νοῦν τῆς ἡδονῆς ὁ Σωκράτης προὔθηκεν. Ἔτι τοίνυν τὸ τρίτον λέγομεν, ὅτι καὶ ἡ πρόοδος αὕτη γίγνεται δι’ ὁμοιότητος μᾶλλον ἢ ἀνομοιότητος· οὐ γὰρ ἂν τὸ προϊὸν ἐπεστράφη πρὸς τὸ γεννῆσαν, ἀνόμοιον ὂν αὐτῷ καὶ ἁπλῶς ἕτερον, ἀλλ’ ἔστιν ὅπη συνημμένον αὐτῷ καὶ ἡδρασμένον πεποίηται τὴν πρόοδον. Διὸ καὶ ὁ Τίμαιος τὴν ὁμοιότητα τὴν πρὸς τὸν δημιουργὸν ᾐτιάσατο τῆς ὅλης κοσμοποιΐας· ἐπεὶ γὰρ οὐκ ἦν δυνατὸν οὐδὲ θεμιτὸν τῷ παράγοντι ταὐτὸν εἶναι τὸ παραγόμενον, κατὰ τὴν ὁμοιότητα γέγονεν ἡ πρόοδος, ἥτις ἐξήρτηται προσεχῶς τῆς ταυτότητος. |
| in Prm 739 [5] | Τί δεῖ πολλὰ λέγειν, καὶ τοῦ Πλάτωνος ψῆφον εἶναι ταύτην δημιουργικὴν ἀποφηναμένου, μυρίῳ κάλλιον εἶναι τὸ ὅμοιον τοῦ ἀνομοίου, καθάπερ καὶ τὸ αὔταρκες τοῦ ἐνδεοῦς; εἰ δὲ κατὰ τὴν νοερὰν τοῦ δημιουργοῦ κρίσιν κρατεῖ τοῦ ἀνομοίου τὸ ὅμοιον, ὡς κάλλιον ὂν, δῆλον δήπουθεν ὅτι καὶ ἐν αὐτοῖς τοῖς εἴδεσι τὸ μέν ἐστι κρεῖττον, τὸ δὲ καταδεέστερον, οἷς ὁ δημιουργὸς περιείληφεν. Ὅτι μὲν οὖν κρείττων τῆς ἀνομοιότητος ἡ ὁμοιότης, διὰ τούτων δῆλον· ἑξῆς δὲ ἡμῖν θεωρητέον πῶς ἐναντίαν ἐν τούτοις τὴν ἀνομοιότητα τῆς ὁμοιότητος εἴρηκεν ὁ Πλάτων· δόξειε γὰρ ἂν ἀδύνατον εἶναι νοητὰ ὄντα πρὸς ἄλληλα ἐναντίως ἔχειν. Μήποτε οὖν οὐ ταῦτα δεῖ λέγειν ἐναντία μόνα ὅσα περὶ τὴν ὕλην γίγνεται μαχόμενα ἀλλήλοις καὶ φθείροντα ἄλληλα· ταῦτα γὰρ ἔσχατά ἐστι τῶν ἐναντίων καὶ ἀσθενῆ· δεῖ δὴ οὐκ ἀπὸ τῶν ἀτελῶν ἄρχεσθαι τὴν φύσιν αὐτῶν· καὶ γὰρ ὅλως ἄλλη μέν ἐστιν ἡ τῶν πραγμάτων καθαρότης, ἄλλη δὲ ἡ σφοδρότης, καὶ τὸ μὲν πληκτικὸν ἴδιον τῆς σφοδρότητος, τὸ δὲ τέλειον καὶ τὸ δυνατὸν τῆς καθαρότητος. Δεῖ τοίνυν καὶ τὰ ἐναντία μετὰ σφοδρότητος ἀλλήλοις ὁμιλοῦντα περὶ τὴν ὕλην εἶναί που, καὶ ἀλλαχοῦ μετὰ καθαρότητος ἀλλήλοις συγγιγνόμενα· τότε γὰρ οὐκ ἀπολέσει ἄλληλα οὐδὲ φθαρήσεται ὑπ’ ἀλλήλων, ἀλλ’ ἑκάτερον ὑπὸ τῆς ἰδίας μενεῖ καθαρότητος· ἄλλα οὖν τὰ ἔνυλα ἐναντία, καὶ ἄλλα τὰ ἄϋλα, τὰ μὲν φθαρτικὰ ἀλλήλων καὶ πληκτικὰ, τὰ δὲ ἀναφῆ καὶ καθαρὰ καὶ συμπνέοντα ἀλλήλοις. Καὶ, εἰ βούλει, τετραπλῆ νόησον τὴν τῶν ἐναντίων πρόοδον, ἄλλην μὲν ἐναντίωσιν ἐν νῷ θέμενος, ἄλλην δὲ ἐν ψυχαῖς, ἄλλην δὲ ἐν τῷ οὐρανῷ, τελευταίαν δὲ περὶ τὴν ὕλην. Τὰ μὲν γὰρ περὶ τὴν ὕλην ἐναντία φθείρει ἄλληλα καὶ ἐξίσταται ἀλλήλοις τῆς κοινῆς ὑποδοχῆς, καὶ τὸ ἑτέρῳ κεκρατημένον τοῦ λοιποῦ μετέχειν ἀδύνατον· οὔτε γάρ ποτε λελευκωμένον μελαίνεται μὴ τῆς λευκότητος ἀνῃρημένης, οὔτε τὸ θερμὸν μὴ τῆς θερμότητος παυσαμένης ψυχραίνεται. |
| in Prm 740 [5] | Τὰ δὲ κατὰ οὐρανὸν ὁμοῦ συνυφέστηκεν· ἐναντία γὰρ κίνησις ἡ ταὐτοῦ καὶ ἡ θατέρου, κινεῖται δὲ τὸ αὐτὸ κατ’ ἀμφοτέρας, καὶ οὐχὶ τὴν ἑτέραν κινούμενον ἀφίσταται τῆς λοιπῆς, ὅθεν καὶ λάβοις ἂν ὡς ἄϋλός ἐστιν ἡ τοῦ αἰθέρος οὐσία· περὶ γὰρ τὴν ὕλην ἐξίσταται θατέρῳ τῷ ἐπεισιόντι τὸ προϋπάρχον· συνυφέστηκε μὲν οὖν καὶ ὅσα κατ’ οὐρανόν ἐστιν ἐναντία, λέγω δὲ οἷον αἱ ἀντιπεριφοραὶ, τὰ κέντρα, καὶ εἴ τινες ἄλλαι τῶν ἐκεῖ δυνάμεων ἐναντιώσεις, ἀλλ’ ἐν διαστατῷ πράγματι τὴν ὑπόστασιν ἔλαχε. Τὰ δὲ ἐν ταῖς ψυχαῖς ἀδιάστατα λοιπὸν, ὅ τε ταὐτοῦ καὶ ὁ θατέρου κύκλος, καὶ ἡ τῶν ἵππων δυὰς, ἀλλ’ ἔστι διῃρημένα καὶ πεπληθυσμένα, καὶ ἐν διεξόδοις καὶ ἀνελίξεσι ποιούμενα τὰς ἐνεργείας. Τὰ δὲ ἐν τῷ νῷ κατ’ ἄκραν ὑπερβολὴν ἡνωμένα καὶ ἀμερῶς καὶ ἀΰλως ἐστὶ, καὶ ἑνοειδῶς ὑφεστηκότα, καὶ δημιουργικὰ μετ’ ἀλλήλων ὑπάρχοντα· καὶ γὰρ ἡ ταυτότης μετὰ τῆς ἑτερότητος ποιεῖ, καὶ ἡ ἑτερότης μετὰ τῆς ταυτότητος. Καὶ τὰ μὴν περὶ τὴν ὕλην ἐναντία φεύγει ἄλληλα, τὰ δὲ οὐράνια σύνεστι μὲν ἀλλήλοις, ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ ὑποκείμενόν ἐστι τὸ ἀμφοτέρων ἅμα δεκτικόν· τὰ δὲ ἐν ψυχαῖς καθ’ αὑτὸ σύνεστιν ἀλλήλοις, αὗται γὰρ αἱ οὐσίαι συνάπτονται ἀλλήλαις· τὰ δὲ ἐν τῷ νῷ καὶ μετέχει ἀλλήλων· ἀπὸ τῆς μετοχῆς οὖν καὶ τῆς συναφῆς καὶ τῆς ἐν τῷ αὐτῷ παρουσίας ἐπὶ τὴν ἀλλήλων φυγὴν ἐτελεύτησεν ἡ τῶν ἐναντίων πρόοδος. Ἀλλ’ ὅτι μὲν τὰ ἐναντία καὶ ἐν τοῖς νοητοῖς θετέον καὶ ὅπως, δῆλον διὰ τούτων, καὶ ὅτι καθ’ ἑκάστην τάξιν τῶν ὄντων ἄλλως ἡ ἐναντίωσις. Προσκείσθω δὲ καὶ ὅτι μίμημα φέρει τῶν δύο μετὰ τὸ ἓν ἀρχῶν ἡ ἐναντίωσις, καὶ ὥσπερ ἐκεῖναι ἥνωνται ἀλλήλαις, οὕτω καὶ τὰ ἐν τοῖς εἴδεσιν ἐναντία διὰ τῆς ἐκείνων μετοχῆς μιμεῖται τὴν ἐκείνων ἐξῃρημένην ἕνωσιν· διὸ καὶ πανταχοῦ τὰ ἐναντία μιᾶς ἐξήρτηται κορυφῆς, ὡς ἐκεῖ ἡ δυὰς ἐκ τοῦ ἑνὸς καὶ περὶ τὸ ἓν ὑφέστηκε, καὶ τὸ μὲν κρεῖττον τῶν ἐναντίων μιμεῖται τὸ πέρας, τὸ δὲ καταδεέστερον μιμεῖται τὸ ἄπειρον· ὅθεν δὴ καὶ οἱ φυσικοὶ λέγουσι τὸ χεῖρον τῶν ἐναντίων στέρησιν εἶναι τοῦ πέρατος. |
| in Prm 741 [40] | Ὅτι δὲ καὶ ἡ ὁμοιότης τῇ ἀνομοιότητι ἐναντίον, ὑπομνηστέον μὲν ἐκ τοῦ πρότερον μὲν μηδαμοῦ τὸ ὅμοιον καθὸ ὅμοιον ἀνομοιότητος μετέχειν, μηδὲ τὸ ἀνόμοιον ὁμοιότητος. Ἀλλὰ τοῦτο φαίης ἂν ἐπ’ ἄλλων ἃ μὴ ἔστιν ἐναντία, οἷον οὔτε ὁ ἄνθρωπος τῆς ἵππου μετείληφεν ἰδέας, οὔτε ὁ ἵππος τοῦ ἀνθρώπου· προσκείσεται οὖν τῷ εἰρημένῳ καὶ ὅτι τὸ ἀμφοῖν δεκτικὸν, εἰ μὴ ὅμοιον, ἀνόμοιον, καὶ, εἰ μὴ ἀνόμοιον, ὅμοιον, ὃ δὴ συμβαίνειν ἐπὶ τῶν ἑτεροειδῶν μόνον ἀδύνατον· οὐ γὰρ τὸ μὴ ἄνθρωπος ἵππος, οὐδὲ τὸ μὴ ἵππος ἄνθρωπος. Ἀλλὰ δὴ φαίης ἂν ὅτι τὸ εἰρημένον ὑπάρχει καὶ ταῖς στερήσεσι· πᾶν γὰρ τὸ δεκτικὸν στερήσεως καὶ ἕξεως, εἰ μὴ τὴν ἕξιν ἔχοι, ἐστέρηται· καὶ εἰ μὴ ἐστέρηται, τὴν ἕξιν ἔχει· προσκείσθω οὖν καὶ ἀλλότριόν τι, ὅτι μεταβάλλειν εἰς ἄλληλα πέφυκεν. Ἀλλὰ τοῦτο φαίης ἂν τῇ ἐνταῦθα ὁμοιότητι καὶ ἀνομοιότητι ὑπάρχειν· λεγέσθω τοίνυν ὅτι καὶ ἡ ἐκεῖ ὁμοιότης καὶ ἀνομοιότης, καθόσον ἐναντίων εἰσὶν ὑποστατικαὶ, καὶ αὗται ἐναντίαι εἰσίν· εἰ γὰρ τῶν ἐναντίων τὸ μὲν ὑπὸ τῆσδε γίγνοιτο, τὸ δὲ ὑπὸ τῆσδε, καὶ μηδέτερον ὑπὸ τῆς λοιπῆς, δῆλον ὅτι καὶ περὶ τῆς αἰτίας αὐτῶν ἐστιν ἄλλον μέν τινα τρόπον, ἔστι δὲ ὅμως ἡ ἀντίθεσις. Καθ’ ὅσον οὖν τὸ ἑνοποιὸν τῷ διαιρετικῷ καὶ τὸ συναγωγὸν τῷ διακριτικῷ ἀντίκειται, κατὰ τοσοῦτον καὶ ἡ ἐναντιότης ἠναντίωται πρὸς τὴν ἀνομοιότητα. Εἰ γὰρ ἀεὶ αἱ ἐνέργειαι αὐτῶν καὶ κατ’ οὐσίαν ἐναντίαι καὶ ἐν τῇ οὐσίᾳ, δῆλον ὅτι ἔχουσί τινα ἐναντίωσιν· αὐτῷ γὰρ τῷ εἶναι ἐνεργοῦσι καὶ τὰς ἐνεργείας συνδρόμους ταῖς οὐσίαις εἰλήχασιν· ὅπως δὲ ἐκεῖ τὰ ἐναντία, προείρηται. |
| in Prm 742 [10] | Δέδεικται οὖν τί ἐστιν ὅμοιον, ἐν ᾧ καὶ ἀνόμοιον, τίς τε ἡ οὐσία αὐτῶν καὶ τίνες αἱ δυνάμεις, τίς τε ἡ τάξις καὶ πῶς ἐν μέσοις τέτακται τοῖς εἴδεσιν, ὅτι τε καταδεεστέρα ταυτότητος καὶ ἑτερότητος, καὶ οὔτε κρείττονα οὔτε ταὐτὰ (τὰ ὅμοια γὰρ ἀνόμοια πρὸς τὰ ταὐτὰ καὶ τὰ ἕτερα), πῶς τε ἔχει πρὸς ἄλληλα, καὶ ὅτι θειότερον ἡ ὁμοιότης, καὶ ὅτι καὶ πῶς ἐν τοῖς νοητοῖς ἡ ἐναντίωσις, καὶ πόσαι τάξεις τῶν ἐναντίων, καὶ διὰ ποίας αἰτίας, καὶ τέλος πῶς λέγεται ἐναντία ὅμοιον καὶ ἀνόμοιον. Τούτων οὖν σεσαφηνισμένων ἐπὶ τὰ ἑξῆς μεταβατέον. Τούτοιν δὲ δυοῖν ὄντοιν καὶ ἐμὲ καὶ σὲ καὶ τὰ ἄλλ α , ἃ δὴ πολλὰ καλοῦμε ν , μεταλαμβάνει ν ; καὶ τὰ μὲν τῆς ὁμοιότητος μεταλαμβάνοντα ὅμοια γίγνεσθαι ταύτῃ τε καὶ κατὰ τοσοῦτο ν , ὅσον ἂν μεταλαμβάν ῃ , τὰ δὲ τῆς ἀνομοιότητος ἀνόμοι α , τὰ δὲ ἀμφοτέρων ἀμφότερ α; (P. 129 A.) Πρόθεσις μὲν ἦν τῷ Σωκράτει, καθάπερ ὑπόκειται, μεταγαγεῖν ἀπὸ τῶν κατατεταγμένων μονάδων τὴν ζήτησιν ἐπ’ αὐτὰς τὰς ἐξῃρημένας καὶ ἀμερεῖς αἰτίας τούτων τῶν ἐν ἄλλοις ὄντων εἰδῶν, καὶ θεωρῆσαι μετὰ τοῦ Ζήνωνος πῶς αἱ ἀμερεῖς αὗται οὐσίαι συνήνωνται ἀλλήλαις, καὶ πότερον ἀλλήλων μετέχουσιν, ἢ ἄλλον τινὰ τρόπον ὑπάρχει καὶ ταύταις ἡ ἕνωσις. Τοιαύτης δὲ τῆς προθέσεως οὔσης, πρῶτον ἠρώτησεν εἰ καὶ αὐτός ἐστι τῶν εἰδῶν φίλος, καὶ ὥσπερ ἑαυτῷ ἀποκρινάμενος ὅτι σοφοὺς ὄντας οὐ θέμις πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἀπιστεῖν, ἐπί τε τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ποιησάμενος τὸν λόγον, διότι καὶ ὁ Ζήνων ἐν τῷ πρώτῳ συμπεράσματι ταῦτα συνῆγεν εἰς ταὐτὸν ἃ καὶ ἐναντία προείρηκεν, ὁ Σωκράτης ἐκείνῳ συμφθεγγόμενος, καὶ ὅτι μέσα πώς ἐστι ταῦτα ἐν τοῖς εἴδεσιν, ὡς ἐν τρίτῳ ὑπομέμνησται, καὶ ὅτι τοῖς ἀναγομένοις οἰκεῖος ὁ περὶ ὁμοιότητος λόγος, καὶ δι’ ἄλλας πολλὰς αἰτίας καὶ τὸ τούτων τελειότερον ὅτι καὶ τὰ εἴδη πάντα δεῖται τῶν δύο τούτων, καθόσον ἐστὶν εἰκόνων αἴτια, πάντων τῶν πρὸς αὐτὰ γιγνομένων, νῦν περὶ τῆς μετοχῆς διαλέγεται τῶν εἰδῶν, ὑποθέμενος μεθεκτὰ μὲν εἶναι ἐκεῖνα, μετέχοντα δὲ τὰ τῇδε, καὶ διὰ τῆς μεθέξεως ταύτης ὁμοιοῦσθαι τὰ τῇδε ἐκείνοις· ὅθεν καὶ λάβοις ἂν ἣν εἴπομεν κυριωτάτην αἰτίαν, δι’ ἣν περὶ τούτων πρῶτον διαλέγεται τῶν εἰδῶν. |
| in Prm 743 [35] | Εἰ γὰρ ὅλως ἐκεῖνα παραδείγματα, ταῦτα δὲ εἰκόνες, ὅμοια δήπου καὶ ἀνόμοια τὰ τῇδε τοῖς ἐκεῖ· τοιαύτη γὰρ ἡ εἰκὼν, μετὰ τῆς πρὸς τὸ παράδειγμα ὁμοιότητος καὶ τὴν ἀνομοιότητα παρεμφαίνουσα· ἥ τε γὰρ ὁμοιότης μόνον παράδειγμα ποιεῖ καὶ τοῦτο ἀντὶ εἰκόνος, ἥ τε ἀνομοιότης πάλιν ἀφαιρουμένη τὴν ὁμοίωσιν ἀφανίζει τὴν ὁμοιότητα τῆς εἰκόνος· δεῖ οὖν, ἵνα γένηται εἰκὼν ἄλλη ἄλλου, καὶ ὁμοίωσιν εἶναι καὶ ἀνομοίωσιν. Δεῖ ἄρα προϋποκεῖσθαι ταῦτα τοῖς περὶ τῶν εἰδῶν διαλεξομένοις· εἰ γὰρ μὴ ταῦτα ᾖ, σχολῇ ἄν τι εἴη τῶν ἄλλων εἰδῶν· χρὴ γὰρ εἰκόνα γενέσθαι πρῶτον, ἔπειτα οὕτως εἰκόνα τινός. Ἀλλ’ ἐπειδὴ περὶ τῆς μετοχῆς τῶν εἰδῶν ὁ λόγος ἐν τῷ παρόντι, διαπορητέον ἆρα τὰ αἰσθητὰ μόνα μετέχει τῶν εἰδῶν ὡς παραδειγμάτων, ἢ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ πρὸς τούτοις, ἢ καὶ ταῦτα, ἢ ἔτι τὰ νοητὰ, ὅσα δεύτερα τῶν πρὸ αὐτῶν· καθ’ οὓς μὲν γὰρ εἷς ἐστι νοῦς, οὐκ ἂν οὗτοι φαῖεν εἶναι παραδείγματα αὐτὰ νοητὰ νοητῶν· καθ’ οὓς δὲ πλῆθος νόων, οὗτοι πάντως ἂν ἀπιστήσειαν εἰ τὰ ἐν τοῖς ὑπερτέροις τῶν ἐν τοῖς καταδεεστέροις δεῖ παραδείγματα φάναι, λέγω δὲ οἷον τὰ ἐν τῷ ἀμεθέκτῳ νῷ τῶν ἐν τῷ μετεχομένῳ δευτέρων τῶν ὄντων εἰδῶν ἀπ’ ἐκείνων, ἢ τὰ ἐν τῷ ὁλικῷ τῶν ἐν τοῖς μερικοῖς. |
| in Prm 744 [5] | Ταῦτα δ’ οὖν ἐπιστάσεως ἄξια· καὶ γὰρ ἔχει ζήτησιν δικαίαν, ποῖα δεῖ τῶν ὄντων παραδείγματα καλεῖν καὶ ποίας εἰκόνας. Ἀλλ’ εἰ, ὥσπερ ἐλέγομεν, εἰκὼν καὶ παράδειγμα ταύτην ἔχει πρὸς ἄλληλα τὴν τάξιν, ὡς τὴν εἰκόνα παρεμφαίνειν ἐξίσης ἐν ἑαυτῇ τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τὴν πρὸς τὸ παράδειγμα, ἵνα καὶ γνωρίζηται ὡς εἰκών· ἡ γὰρ ἄκρα ὁμοιότης οὐκέτι τὴν εἰκόνα θεωρεῖ ὡς εἰκόνα, φησὶν, ἀλλ’ αὐτὸ παρασκευάζει τὸ παράδειγμα συνάγειν εἰς ταὐτὸν καὶ τὴν εἰκόνα. Εἰ τοίνυν μὴν ταῦτα ὀρθῶς εἴρηται, δεῖ δήπου νοητὰ νοητῶν εἰκόνας μηδαμῶς ποιεῖν· ἀμέριστος γάρ ἐστιν ἡ νοητὴ πᾶσα οὐσία, καθά φησιν ὁ Τίμαιος· ἀμερίστου δὲ οὔσης αὐτῆς, οὐκ ἔστι τὸ μὲν παράδειγμα, τὸ δὲ εἰκόνα λέγειν· πλείστη γὰρ ἡ τούτων διάστασις· οὐδὲ γὰρ ἐν ἑαυτῇ ἐστιν ἡ εἰκὼν, καθόσον ἐστὶν, ὥς φησιν, εἰκὼν, ἀλλ’ ὥσπερ ἄλλου ἐστὶν, οὕτως ἄρα καὶ ἐν ἄλλῳ ἐστίν· ἀλλ’ αἴτιον μὲν καὶ αἰτιατὸν χρὴ καὶ ἐπ’ ἐκείνων λέγειν καὶ μονάδας καὶ ἀριθμοὺς, παράδειγμα δὲ καὶ εἰκόνα μηδαμῶς· καὶ γὰρ τὸ ἓν αἴτιον τῶν νοητῶν, ἀλλ’ οὐ παράδειγμα, οὐδὲ θέμις λέγειν οὕτως ἐπ’ ἐκείνων. Αὕτη οὖν εἰς ἑαυτὴν προϊοῦσα ἡ νοητὴ οὐσία οὕτω πρόεισιν ὡς τὸ νοητὸν ἐκ τοῦ ἑνός· ὅλως τε κατὰ τὸν Τίμαιον πᾶσαν εἰκόνα δεῖ γενέσεώς πη μετέχειν, ἵνα διὰ ταύτης εἰς τὸ εἶναι παριὸν ἀπεικάζηται πρὸς τὴν ὄντως οὖσαν οὐσίαν. Ἐὰν γὰρ καὶ αὐτὴ τῶν αἰωνίων ᾖ καὶ τῶν ὄντως ὄντων, ἔσται οὐκέτι εἰκών· τὸ γὰρ ὄντως ὂν, ὡς καὶ αὐτὸς εἴρηκεν ἐν Σοφιστῇ, ἡ δὲ εἰκὼν, καθόσον ἐστὶν εἰκὼν, οὐκ ἀληθῶς ἐστιν οὐδὲ ὄντως, ἀλλὰ μᾶλλον οὐκ ὄντως. Τί οὖν τὰ αἰσθητὰ ταῦτα καὶ φαινόμενα μόνα εἰκόνας ἐροῦμεν; ἀλλ’ αὐτὸς ὁ Πλάτων εἰκόνα τὸν χρόνον αἰῶνος εἴρηκεν· ἔστι δὲ ὡς χρόνος πρὸς αἰῶνα, οὕτω ψυχὴ πρὸς νοῦν· μέτρον γὰρ ὁ χρόνος μὲν ψυχικὸν, αἰὼν δὲ νοερόν· ὥστε καὶ ἡ ψυχὴ τὸν εἰκόνος ἕξει λόγον πρὸς τὸν νοῦν, καὶ ὅλως γένεσις οὐκ ἐν τοῖς αἰσθητοῖς μόνον, ἀλλὰ καὶ ἐν ταῖς ψυχαῖς· ἅμα γὰρ ἡ ψυχὴ ἀρίστη τῶν γεννητῶν ἐστι καὶ τῶν ἀεὶ μὴ ὄντων, ὥς φησιν ὁ Τίμαιος, μεριστή τε ἅμα καὶ ἀμέριστος· ὁ δὲ νοῦς, ἀμέριστος μόνον. |
| in Prm 745 [5] | Οὐκοῦν οὐδὲ γένεσις παραδέδοται νοῦ καθάπερ ψυχῆς· ὁ μὲν ἄρα νοῦς οὐκ ἔστιν εἰκὼν τοῦ πατρὸς, ἀλλ’ ἐκείνου δευτέρα πρόοδος διὰ ταυτότητος γενομένη· ἡ δὲ ψυχὴ πρώτως εἰκὼν, ἐπειδὴ καὶ πρώτη τῶν γεννητῶν· τὰ δὲ σώματα, μετὰ ψυχὴν ὡς εἰκόνες· καὶ ἡ μὲν ἀμέριστος φύσις παραδειγματικὴ μόνον, ἡ δὲ ἀμέριστος ἅμα μεριστὴ παραδειγματική τε ἅμα καὶ εἰκονικὴ, ἵνα καὶ ταύτῃ διασώζῃ τὴν μεσότητα τὴν αὑτῇ προσήκουσαν. Ὅλως δὲ πᾶσα πρόοδος ἢ καθ’ ἕνωσιν γίγνεται, ἢ καθ’ ὁμοιότητα, ἢ κατὰ ταυτότητα· καθ’ ἕνωσιν μὲν, ὡς ἐπ’ αὐτῶν τῶν ὑπερουσίων ἑνάδων· οὐ γάρ ἐστιν ἐν ἐκείναις ταυτότης ἡ κατ’ εἶδος ὁμοιότης, ἀλλ’ ἕνωσις μόνον· κατὰ δὲ ταυτότητα, ὡς ἐπὶ τῶν ἀμερίστων οὐσιῶν, ὅπου τὸ προϊὸν τῷ μένοντι ταὐτόν πώς ἐστι· πᾶσαι γὰρ ὑπὸ τοῦ αἰῶνος φρουρούμεναι καὶ συνεχόμεναι ταὐτόν πως ἀποφαίνουσι τῷ ὅλῳ τὸ μέρος· κατὰ δὲ ὁμοιότητα, ὡς ἐπὶ τῶν μέσων καὶ τῶν ἐσχάτων οὐσιῶν· ταῦτα γὰρ κἂν ᾖ μέσα, ἀλλὰ πρῶτα τὴν διὰ τῆς ὁμοιότητος ἠγάπησε πρόοδον, εἴτε ταυτότης εἴη καὶ ἑτερότης, εἴτε ἀνομοιότης τινῶν αἰτία καὶ ὁμοιότης· διὰ δή τινων ἄλλων ἕτερα ποιεῖ καὶ ταὐτὰ καὶ ἀνόμοια καὶ ὅμοια ἀλλήλοις, οἷον λευκότητος ὅμοια καὶ μελανίας ὅμοια, διὰ δὲ ἀμφοῖν, ἀνόμοια· πάντα γὰρ τὰ πρός τι παραφυάσιν ἔοικε καὶ ἄλλοις εἴδεσι συμφύεται· καὶ τὰ αἴτια οὖν αὐτῶν μετ’ ἄλλων ποιεῖ πάντως εἰδῶν, ὥστ’ οὐ δεῖ ζητεῖν αὐτὰ καθ’ αὑτὰ τούτων τινὰ ποιοῦντα χωρὶς τῶν ἄλλων εἰδῶν· δεῖ δὲ μεμνῆσθαι κἀκείνων, ὅτι πᾶσαι τῶν ὁπωσοῦν εἶναι λεγομένων αἱ μονάδες τὰ μὲν παράγουσιν ὡς ἀπὸ ὁλικῶν ἑαυτῶν καθ’ ὑπόβασιν μερικώτερα, τῆς ἰδιότητος τῆς αὐτῆς μενούσης, μερικωτέρας δὲ τούτων γιγνομένης, τὰ δὲ κατ’ οὐσίας ἐξαλλαγὴν, ὡς ἀπὸ παραδειγμάτων εἰκόνων γίγνεσθαι προόδους· πᾶσαι γὰρ εἰκόνες ἐξηλλαγμέναι κατ’ οὐσίαν βούλονται εἶναι τῶν οἰκείων παραδειγμάτων, καὶ μηκέτι τὸν αὐτὸν λόγον ἔχειν, ἀλλὰ τὸν ὅμοιον τοῖς ἀφ’ ὧν προῆλθον. |
| in Prm 746 [5] | Οὕτω δὴ οὖν ὁ μὲν ὅλος νοῦς ὑφίστησι τοὺς μερικοὺς νοῦς καθ’ ὑπόβασιν, τὰς δὲ ψυχὰς κατὰ πρόοδον, τοὺς μὲν ἐξ ὅλου ἑαυτοῦ μερικοὺς, τὰς δὲ ἐκ παραδείγματος ἑαυτοῦ εἰκόνας· ἡ δὲ ὅλη ψυχὴ τὰς μὲν μερικωτέρας ψυχὰς καθ’ ὑπόβασιν, πάντως μερικῶς οὔσας ὅσα ἐκείνη ὁλικῶς, τὰς δὲ φύσεις τὰς περὶ τὰ σώματα μεριστὰς κατὰ πρόοδον ὡς εἰκόνας ἑαυτῆς, οὐκέτι τὸν αὐτὸν ψυχικὸν λόγον ἐχούσας, ἀλλὰ τὸ ὅμοιον πρὸς τὴν ψυχὴν διαζωτικὸν ἰδίωμα μόνον. Δῆλον ἄρα ἐκ τούτων ὅτι τὰς εἰκόνας ἀπὸ τῶν μέσων οὐσιῶν ἀρχομένας ὑποθετέον προϊέναι μέχρι τῶν ἐσχάτων, ὥστε τὰ μὲν νοερὰ μετεχόμενα λέγειν ἡμᾶς, τὰ δὲ πρώτως μετέχοντα ψυχὰς, τὰ δὲ δευτέρως ἅπασαν τὴν μεριστὴν οὐσίαν. Καὶ εἰ ταῦτα κρατοίη, τὸ μὲν καὶ ἐμὲ καὶ σὲ μετέχειν ὁμοιότητος καὶ ἀνομοιότητος τὰς ψυχὰς ἐροῦμεν· αὐτὸς γὰρ ἕκαστος ἡ ψυχὴ κατὰ τὸ ἓν, Ἀλκιβιάδης, Σωκράτης· τὰ δὲ ἄλλ α, τὰ αἰσθητὰ παραδείγματα· τούτοις γὰρ μάλιστα ταῦτα τὰ ὀνόματα προσήκει, καθάπερ ἔσται μετὰ ταῦτα καὶ διὰ τῶν αὐτοῦ ῥημάτων ἡμῖν ἐναργές. Τὰ μὲν οὖν νοερὰ εἴδη αὐτὰ κα θ ’ αὑτὰ προσωνόμαζε· τὰ δὲ αἰσθητὰ, ἄλλα καλεῖ καὶ πολλ ὰ, προσηκούσης ἐκείνοις μὲν τῆς ἁπλότητος καὶ τῆς ἀμίκτου πρὸς ὕλην ὑποστάσεως, τούτοις δὲ τῆς ἑτερότητος καὶ τοῦ πληθυσμοῦ. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τοῦ τίνα τὰ μετέχοντα τῶν εἰδῶν παραδείγματα· ἑξῆς δὲ τούτοις περὶ αὐτῆς διαλέγεται τῆς μετοχῆς, καὶ ὅτι τῶν εἰδῶν ἀμερίστων ὄντων καὶ ἡνωμένων ἀλλήλοις, καὶ μέτρων ὄντων, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον οὐ δεχομένων· τὰ γὰρ ἐν αἰῶνι καθαρῶς ἱδρυμένα πόῤῥω τῆς τοιαύτης ἐστὶν ἀοριστίας· ἐκείνων δ’ οὖν τοιούτων ὑπαρχόντων, τὰ τῇδε μετέσχεν ἐκείνων μεριστῶς καὶ διῃρημένως καὶ κατὰ τὸ μᾶλλον ἤδη καὶ ἧττον. |
| in Prm 747 [5] | Τὸ γὰρ ταύτῃ τε καὶ κατὰ τοσοῦτον ὅσον ἂν μεταλαμβάνῃ τούτων ἁπάντων ἐστὶ δηλωτικόν· τὸ μὲν γὰρ ταύτῃ τὸ μεριστὸν δηλοῖ τῆς μεθέξεως· οὐ γὰρ κατὰ πᾶν ἕκαστον τούτων, ἀλλά πη καὶ ὅμοιά ἐστι καὶ ἀνόμοια· τὸ δὲ καὶ κατὰ τοσοῦτον λέγει ποῤῥώτερον, ἐγγύτερον, καὶ τὸ μᾶλλον καὶ ἧττον· αὐτὸ μὲν γὰρ τὸ ὅμοιο ν, ἂν θεωρῇς τὸ νοερὸν εἶδος, ὅλον ὁμόχρουν ἐστὶ πρὸς ἑαυτὸ, καὶ τὸ οἷον μέρος αὐτοῦ ὅμοιόν ἐστιν, ὅπου καὶ ἐνταῦθα τὸ μέρος τοῦ πυρὸς πῦρ· καὶ τὸ ἀνόμοιον ὁμοίως, ὅτι πέρ ἐστι καθ’ ὅλον ἑαυτὸ, τοιοῦτόν ἐστι, καὶ οὐ τῇ μὲν ἀνόμοιον, τῇ δὲ ὅμοιον· εἶδος γάρ ἐστιν ἁπλοῦν, ὅλον δι’ ὅλου τὴν αὐτὴν ἑαυτοῦ φύσιν ἔχον. Τὸ δὲ ἐνταῦθα ὅμοιον οὐ πάντη ὅμοιόν ἐστιν, οὐδ’ αὖ τὸ ἀνόμοιον· πάλιν τὸ μετέχον ὁμοιότητος οὐ πᾶν ὁμοίως μετείληφεν, ἀλλὰ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, καὶ τὸ μετέχον ἀνομοιότητος οὐ πᾶν ὁμοίως ἐστὶν ἀνόμοιον· ἀλλὰ κατὰ τοσοῦτον ἕκαστον τούτων λέγεται ὅμοιον καὶ ἀνόμοιον, καθ’ ὅσον ἂν μεταλαγχάνῃ τῆς αὐτοῦ ὁμοιότητος καὶ τῆς αὐτοῦ ἀνομοιότητος, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ τὸ παράδοξον ὅτι τὰ μὲν ὅμοια, διὰ τὴν τοῦ μᾶλλον καὶ ἧττον παρεμπλοκὴν, εὐθύς ἐστι καὶ ἀνόμοια, τὰ δὲ ἀνόμοια δι’ αὐτὸ τὸ τῆς ἀνομοιότητος εἶδος κοινὸν ὑπάρχον αὑτοῖς ὅμοιά ἐστι· τοσαύτη σύμπνοια τῶν εἰδῶν ἐστι· καὶ γὰρ ταυτότης καὶ ἑτερότης ὁμοίως ἔχουσι καὶ ἰσότης καὶ ἀνισότης, διότι πάντα ἥνωνται ἀλλήλοις τὰ πρώτιστα εἴδη, καὶ μετ’ ἀλλήλων δημιουργεῖ καὶ ὅσα δοκεῖ τὴν πρὸς ἄλληλα ἀντίθεσιν ἔχειν. Εἰ δὲ καὶ πάντα ἐναντίων ὄντων ἀμφοτέρων μεταλαμβάνε ι , καὶ ἔστι τῷ μετέχειν ἀμφοῖν ὅμοιά τε καὶ ἀνόμοια αὐτὰ αὑτοῖ ς , τί θαυμαστό ν ; Εἰ μὲν γὰρ αὐτὰ τὰ ὅμοιά τις ἀπέφαινεν ἀνόμοια γιγνόμενα ἢ τὰ ἀνόμοια ὅμοι α , τέρας ἂ ν , οἶμα ι , ἦ ν · εἰ δὲ τὰ τούτων μετέχοντα ἀμφοτέρων ἀμφότερα ἀποφαίνει πεπονθότ α , οὐδὲν ἐμοί γ ε , ὦ Ζήνω ν , ἄτοπον δοκεῖ εἶνα ι. |
| in Prm 748 [5] | (P. 129 A.) Μετέχει μὲν τὰ τῇδε καὶ ὁμοιότητος καὶ ἀνομοιότητος, καὶ ταύτῃ λέγεται ὅμοια καὶ ἀνόμοια τῷ μετέχειν ἐκείνων. Ἔστι δὲ ἐκεῖ μὲν ἑκάτερον εἶδος ἁπλοῦν, καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης, καὶ ἡ μὲν πρὸς τοῦ πέρατος, ἡ δὲ πρὸς τῆς ἀπειρίας. Ἐνταῦθα δὲ ἡ μὲν ὁμοιότης μοναδικῶς ἐστιν, ἡ δὲ ἀνομοιότης δυαδικῶς, καὶ ἡ μὲν ἐκεῖθεν, ἡ δὲ ἀπὸ τῆς ὑλικῆς ἀοριστίας· ἀνόμοιον γὰρ ἄλλο ἐστὶν ἄλλῳ καὶ ἑαυτῷ διχῶς, ἢ κατὰ φύσιν, ἢ παρὰ φύσιν, οἷον εἰ Θεαίτητος Σωκράτει ἀνόμοιος κατὰ φύσιν, οὕτω γὰρ ἐκ τῆς φύσεως ἐδεδημιούργητο ταύτην εἰδητικὴν κάλει τὴν ἀνομοιότητα καὶ εἰκόνα τῆς ἀνομοιότητος ἐκείνης εἶναι τίθεσο, φύσεως γάρ ἐστιν ἔργον· ἐὰν δὲ ἴδῃς τόδε τι διὰ τὴν ἐπὶ τὸ παρὰ φύσιν τροπὴν ἑαυτῷ ἀνόμοιον ἢ ἄλλῳ τῳ γιγνόμενον, ἀπὸ τοῦ τῆς ἀνομοιότητος πόντου καὶ τῆς ὑλικῆς ἀοριστίας ἐπιγίγνεσθαι φάθι τὴν ἀνομοιότητα ταύτην. Καὶ ἔδει ταῦτα συνορᾷν τοὺς τὴν ὁμοιότητα λέγοντας εἰδητικὴν, τὴν δὲ ἀνομοιότητα ὑλικὴν, καὶ μὴ ποιεῖν τὸν θεὸν συμμιγῆ πρὸς τὴν ὕλην, καὶ διὰ τὴν μίξιν ταύτην ὁμοιοῦν μὲν δι’ ἑαυτὸν, ἀνομοιοῦν δὲ διὰ τὴν ὕλην τὰ δημιουργήματα, ἀλλ’ ἄμφω δρᾷν δι’ ἑαυτὸν ἔχοντα καθ’ ἑαυτὸν τὰς ἰδέας ἀμφοῖν· ἐν δὲ τῇ παρὰ φύσιν διαθέσει τὰ γιγνόμενα ἀνομοιοῦσθαι μόνως διὰ τὴν ὕλην· οὐδὲν γὰρ τῶν παρὰ φύσιν καὶ ὅλως τῶν κακῶν ἐκεῖθεν ἔχει καὶ πρὸς ἐκεῖνα τὴν γένεσιν· οὐδὲ γάρ ἐστι τὸ ὁμοιούμενον τοῖς νοητοῖς αὐτὸ παρὰ φύσιν ἔχειν, οὐδὲ θέμις τὸ εἰς τὴν αἰσχρότητα τῆς ὕλης ὑποφερόμενον εἰς τὴν πρὸς τὰ εἴδη τὰ νοερὰ χωρεῖν ἐξομοίωσιν, ὥστε τὴν ἀνομοιότητα τὴν μὲν ἐκ τοῦ παρὰ φύσιν γηγενῆ καὶ οὐκ ὀλυμπίαν προσαγορεύειν ἄξιον, τὴν δὲ ἐκ τοῦ κατὰ φύσιν ἔν τε ὅλοις καὶ μέρεσιν ἔν τε εἴδεσι καὶ ἐν τοῖς ἀτόμοις ὁρωμένην ἐκεῖθεν ἐφήκειν ἅπασιν οἷς ἂν παρῇ. |
| in Prm 749 [15] | Τὴν δὲ ὁμοιότητα μίαν οἰητέον· πᾶν γὰρ ἐκ τοῦ κατὰ φύσιν ἔχει τὸ ὅμοιον καὶ πρὸς ἑαυτὸ καὶ πρὸς ἄλλο, ἐκ δὲ τοῦ παρὰ φύσιν οὐδενὶ τὸ ὅμοιον συμβῆναι δυνατόν· οὔτ’ οὖν πρὸς ἑαυτὸ, οὔτε πρὸς ἄλλο, διότι τὸ παρὰ φύσιν ἀόριστόν ἐστι, καὶ ἐκβαίνει τοῦ ἑνὸς καὶ τῆς αὐτῷ προσηκούσης ἑνότητος. Ἔπρεπε δὲ ἄρα καὶ τοῦτο τοῖσδε τοῖς γένεσιν, ὁμοιότητι μὲν τὸ μονοειδὲς καὶ τὸ ἀεὶ ταὐτὸν, ἀνομοιότητι δὲ τὸ διπλοῦν τοῦτο καὶ ἑτεροειδὲς, ἐπειδὴ καὶ ἡ μὲν ὁμοιότης, ὡς προείρηται, τῷ πέρατι σύστοιχος, ἡ δὲ ἀνομοιότης τῇ ἀπειρίᾳ· καὶ γὰρ καὶ ὁ Σωκράτης εἰς ταῦτα βλέπων ἀεὶ κατὰ τὰς δύο συστοιχίας ποιεῖται τὴν πρόοδον. Ταῦτα μὲν οὖν τῆς ἀναλογίας ἕνεκεν λελέχθω· πάλιν δὲ ἐπὶ τὴν τοῦ Σωκράτους ἀναδράμωμεν διάνοιαν, καὶ λέγωμεν ὅτι πρόκειται μὲν αὐτῷ μεταγαγεῖν τὴν συνουσίαν ἀπὸ τῶν πολλῶν καὶ κατατεταγμένων μονάδων, ἐφ’ ἃς καὶ ὁ Ζήνων ἐπειρᾶτο τοὺς πολλοὺς ἀναγαγεῖν, ἐπί τινας μέσας μονάδας τῆς τε Παρμενιδείου θεωρίας καὶ τῆς τοῦ Ζήνωνος ἐπιδείξεως· καὶ προκαλεῖται τὴν νοερὰν τοῦ Ζήνωνος δύναμιν, καθ’ ἣν καὶ τελέως ἥνωται πρὸς τὸν Παρμενίδην, τὸ αὐτὸ νοητὸν ἔχων ἐκείνῳ καὶ πρὸς τὸ αὐτὸ τέλος ὁρῶν. Τοιαύτης δὲ αὐτῷ τῆς προθέσεως οὔσης, ἐπὶ μὲν τῶν αἰσθητῶν οὐδὲν εἶναί φησι θαυμαστὸν ὅπως δοκεῖ μίγνυσθαι τὰ εἴδη, τὸ γὰρ αὐτὸ ὑποκείμενον κατ’ ἄλλο καὶ ἄλλο μετέχειν τῶν ἐναντίων δυνατόν· ἐπὶ δὲ τῶν νοητῶν πολλὴν αὑτῷ γίγνεσθαι τὴν ἀπορίαν ὅπως ἥνωται ἐκεῖνα ἀσυγχύτως καὶ ὅπως αὖ διακέκριται πάλιν ἀδιαιρέτως· ὃ δὴ καὶ ἄλλοις εἶναι τοῖς μετ’ αὐτὸν ἄπορον ἔδοξεν, ὥστε καὶ ἐφεπόμενοί τινες ταῖς ἑαυτῶν ἀπορίαις, οἱ μὲν ἀπεφήναντο πάντα εἶναι πάντα, καὶ τὴν ὁμοιότητα αὐτὴν ἀνομοιότητα καὶ τὴν στάσιν κίνησιν, καὶ ἕκαστον παρ’ οὐδὲν ἔλαττον εἶναι τοῦ ὅλου, καὶ τῶν μερῶν ὁμόχρουν εἶναι πρὸς τὸ ὅλον τὴν ὕπαρξιν· καὶ δὴ καὶ οἴονται ποιεῖν πρᾶγμα ὑπὸ Σωκράτους ἀγασθέν· αὐτὸς γοῦν πρὸς τῷ τέλει τῆς ῥήσεως ἐρεῖ προελθὼν, ὡς ἄρα εἴ τις αὐτῷ δείξειε πάντα συγκεραννύμενα ἀλλήλοις, ἀγασθείη ἂν θαυμαστῶς τὴν τοιαύτην ἀπόδειξιν, ὡς δὴ τῆς τοιαύτης ἀποδείξεως ἐραστὴς ὑπάρχων· αὐτοὶ δὲ καὶ τὸ ἐν ἀρχῇ τῆς λέξεως τὸ τέρας ἂν εἴη κατὰ τὸ ὑπερφυὲς καὶ ὑπεραῖρον τὴν φυσικὴν διαίρεσιν ἐξηγήσαντο, καὶ οὕτως αὐτὸν αὐτῷ τῷ Σωκράτει συμφωνεῖν ἐροῦσι τὸ αὐτὸ καὶ τέρα ς, καὶ ἀγαστὸν ὀνομάζοντα. |
| in Prm 750 [5] | Οἱ δὲ πρὸς τὴν ἄμικτον καθαρότητα τῶν εἰδῶν ἀποβλέψαντες ἕκαστα διωρίσθαι λέγουσιν ἀπ’ ἀλλήλων, καὶ μήτε τὸ ὅμοιον ἀνομοιότητος ἀνάπλεων εἶναι καὶ διαιρετὸν πρὸς τὸ ἀνόμοιον, μήτε τὸ ἀνόμοιον ὁμοιότητος, ἀλλ’ ἕκαστον εἰλικρινὲς εἶναι καὶ ἁπλοῦν καὶ μονοειδές· ὅθεν καὶ τὸν Σωκράτη κατ’ ἀρχὰς μὲν τῆς ῥήσεως εἰπεῖν, ὡς εἴ τις ἐπιδείξει τὰ εἴδη ταῦτα μετέχοντα ἀλλήλων καὶ τὸ ἐκεῖ ὅμοιον καὶ ἀνόμοιον, τέρας ἂν εἴ η· δεῖ γὰρ ἕκαστον ἐπὶ τῆς οἰκείας ἰδιότητος ἀσύγχυτον πρός τ’ ἄλλα τηρεῖν· ἐπὶ τέλει δὲ εἰπεῖν ὅτι ἀγασθείη ἂ ν, εἴ τις αὐτῷ ταῦτα συγκρινόμενα δείξειεν, οὐχ ὡς ἐπαινέτην τοῦ δεικνύναι ταῦτα σπουδάζοντος, ἀλλ’ ὡς κατήγορον τῆς ματαιοπονίας τοῦ ἀνδρός· θαυμάζομεν γὰρ, φησὶ, καὶ τοὺς ἀδυνάτως ἐπιχειροῦντας, ὅτι μὴ συναισθάνονται τῆς ἑαυτῶν ἀδυναμίας ἢ τῆς τῶν πραγμάτων φύσεως ἀλήπτων ὄντων αὑτοῖς. Οἱ δέ τινες, ἐν μέσῳ τούτων στάντες, οὔτε ἐγκρίνειν ἔφασαν τὸν Σωκράτη τὴν μίξιν τῶν εἰδῶν ἐν τούτοις, οὔτε ἀπογινώσκειν, ἀλλὰ μόνον ἀπορεῖν καὶ ἐρωτᾷν, προκαλούμενον εἰς τὸ λῦσαι τὰς ἀπορίας τὸν Ζήνωνα· καὶ οὕτω τὸ τέρας ἂν εἴη καὶ τὸ θαυμάζω καὶ τὸ ἀγασθείην ἂν ἀποροῦντος εἶναι ῥήματα, καὶ οὔτε ἐγκρίνοντος, οὔτε ἀποδοκιμάζοντος τὴν μίξιν, οὔτε καταφάσκοντος ἁπλῶς, οὔτε ἀπογινώσκοντος· πολλάκις γὰρ πρὸς τοὺς διδασκάλους χρώμεθα τοῖς τοιούτοις ὀνόμασιν, ἵνα προκαλεσώμεθα τὴν ἀξίαν αὐτῶν. |
| in Prm 751 [40] | Ἀλλὰ οἱ μὲν κλεινοὶ καὶ μακάριοι ἐκεῖνοι τοιαῦτα περὶ τούτων εἰρήκασι· δοκοῦσι δέ μοι πάντες τε λέγειν ὀρθῶς, καίτοι θειότερον ὁ Πλάτων, ὁ καὶ τάξας ταῦτα τοῦτον τὸν τρόπον καὶ τὸ προσῆκον ἀπονείμας νέῳ μὲν, εὐφυεῖ δὲ καὶ λεπτῷ ἐν θεωρίᾳ νοητῇ τῷ Σωκράτει, καὶ κατὰ μέτρα τὴν ἐπὶ τὸ ἀληθέστατον αὐτοῦ πρόοδον παρασχόμενος, ὅπως καὶ δι’ οἵων ἐγένετο λογισμῶν. Ἵνα δὲ τὸ λεγόμενον τελειότερον συλλάβωμεν, φέρε, εἰ δοκεῖ, διασκεψώμεθα περὶ τούτων οὑτωσὶ πρῶτον· ἆρα τὴν ὁμοιότητα αὐτὴν ἀνομοιότητα χρὴ φάναι, καὶ τὴν ἀνομοιότητα ὡσαύτως ὁμοιότητα, καὶ τὴν μὲν ταυτότητα ἑτερότητα, τὴν δὲ ἑτερότητα ταυτότητα, καὶ τὸ μὲν πλῆθος ἓν, τὸ δὲ ἓν αὐτὸ πλῆθος, καὶ τοῦτο λέγοντες ὀρθῶς ἐροῦμεν, ὡς ἕκαστόν ἐστι καὶ τὰ λοιπὰ πάντα, καὶ οὐδὲν ὅτι μὴ πάντα, καὶ οὕτω τὸ μέρος ὅτι παρ’ οὐδὲν ἔλαττον τοῦ ὅλου ποιήσομεν; Ἀλλὰ πότερον ἕκαστον τὰ πάντα ῥητέον μόνον, ἢ καὶ τῶν ἐν τούτῳ πάντων ἕκαστον ὁμοίως τὰ πάντα, καὶ αὖ τῶν ἑκάστων τούτων ἕκαστον τὰ πάντα, καὶ οὕτως ἐπ’ ἄπειρον προχωρητέον; Εἰ μὲν γὰρ τῶν ἐξ ἀρχῆς μόνον ἕκαστον τὰ πάντα, οὐκέτι δὲ καὶ τῶν ἐν τούτῳ πάντων ἕκαστον ὁμοίως τὰ πάντα ἔσται, τίς ὁ λόγος, καὶ πῶς ἑαυτοῖς ἀκολουθήσομεν, τὰ εἴδη τὰ μὲν ἀλλήλων μετέχειν λέγοντες, τὰ δὲ ἀμιγῆ πρὸς ἄλληλα, καὶ οὐκέτι τὰ τῶν μερῶν μέρη τὰ αὐτὰ τοῖς ὅλοις ποιοῦντες; Εἰ δὲ ἕκαστον ἀεὶ μεθέξει τῶν ἄλλων, ἄπειρα ἔσται τὰ εἴδη καὶ ἕκαστον ἀπειραχῶς· οὐ γὰρ τὰ πάντα μόνον ἕξει τὴν ἀπειρίαν ταύτην, ἀλλὰ καὶ ἕκαστον· καίτοι πῶς ἄπειρα δυνατὸν εἶναι τὰ τοῦ ἑνὸς ἐγγύς; Τὰ γὰρ ἑνικώτερα τῷ ποσῷ συνεσταλμένα τῇ δυνάμει τὸ ἄπειρον ἔχει. |
| in Prm 752 [5] | Πῶς δὲ ἑνὸς αἰσθητοῦ τινος εἴδους ἄπειρα παραδείγματα ἔσονται παρὰ τὸ εἶναι ἄνθρωποι ἄπειροι ἐν νῷ; τοὐναντίον γὰρ τῶν ἀπείρων ἓν χρὴ τὸ εἶδος εἶναι· διὰ γὰρ τοῦτο καὶ ἐπὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν ἀνατρέχομεν, ἵνα τῶν πολλῶν καὶ διῃρημένων ἔχωμεν ἐν νῷ τὰς μονάδας, ἐπεὶ καὶ δεῖ προηγεῖσθαι κατ’ οὐσίαν τὴν μονάδα τοῦ πλήθους, οὐ τὸ πλῆθος τοῦ ἑνὸς εἴδους. Ὅλως δὲ καὶ εἰ ἓν εἶδος ὑποτιθὲν ἐν νῷ τὰ αὐτὰ ποιήσει, τί δεόμεθα τῆς ἀπειρίας; βέλτιον γὰρ ἐκ πεπερασμένων ποιεῖν ἢ ἐξ ἀπείρων· καὶ γὰρ τῇ ἀρχῇ τὸ πεπερασμένον ἐστὶ συγγενέστερον καὶ πρὸς τὴν ἐπιστήμην οἰκειότερον· αἱ γὰρ ἐπιστῆμαι τῶν πεπερασμένων εἰσὶ, καὶ οὐ τοῖς ἀπείροις τὰ πεπερασμένα γινώσκουσιν, ἀλλ’ ἀεὶ τοὐναντίον τοῖς πεπερασμένοις τὰ ἄπειρα. Πολλοῦ ἄρα δεῖ τοῖς ἀπείροις εἴδεσιν ὁ νοῦς τὰ πεπερασμένα γινώσκειν ἢ ποιεῖν, ὃς τοσοῦτόν ἐστι τῆς ἐπιστήμης ἑνικώτερος ὥστε πᾶσαν αὐτῆς τὴν ποικιλίαν περιέχειν καὶ πᾶσαν τὴν ἀνέλιξιν ἀμερίστως προειληφέναι. Δεύτερον τοίνυν, ὅταν ὁμοιότητα τὴν ἐκεῖ καὶ ἀνομοιότητα λέγωμεν (γιγνέσθω γὰρ ἐπὶ τούτων ἡ σκέψις), ἆρα πρᾶγμα μὲν ἕν ἐστι, δύο δὲ αὐτὸ καλοῦμεν ὀνόμασιν, ὡς ἐπὶ τῶν πολυωνύμων λέγειν εἰώθαμεν, ἢ καὶ ἴδιόν τι δηλοῦμεν δι’ ἑκατέρου τῶν ὀνομάτων, καὶ τοῦτο πότερον κατ’ ἐπίνοιαν ἡμετέραν ψιλὴν, ἢ κατ’ αὐτὴν τὴν τῶν πραγμάτων οὐσίαν; Εἰ μὲν γὰρ ὀνόματα δύο καθ’ ἑνὸς λέγεται πράγματος, οὔτε ἐναντία ταῦτα ἀλλήλοις ἐστί· τὰ γὰρ ἐναντία τὰ πράγματά ἐστιν, ἀλλ’ οὐ τὰ ὀνόματα τὰ ψιλά. Οὔτε ἄλλα μὲν ἀπὸ τῆς ἀνομοιότητος ἔσται, ἄλλα δὲ ἀπὸ τῆς ὁμοιότητος, ἀλλ’ ἓν καὶ ταὐτὸν ἐξ ἀμφοῖν· ἓν γὰρ ὑπόκειται τὸ πρᾶγμα, τὸ δὲ γιγνόμενον ἐκ τοῦ πράγματος ἔχει τὴν γένεσιν καὶ πρὸς τὸ πρᾶγμα ὁμοιοῦται, ἀλλ’ οὐ πρὸς τὰ ὀνόματα· οὔτε ὅλως πολλὰ τὰ εἴδη, ἀλλ’ ἕν τι ἔσται πολλοῖς ὡς ἔοικεν ὀνόμασι καλούμενον· οὐδὲ πέντε τὰ γένη τοῦ ὄντος, εἴπερ ἕν ἐστι πάντα ταῦτα κατὰ τὴν οὐσίαν, καὶ ἡ ταυτότης ἀπαραλλάκτως ἑτερότης, καὶ ἡ ἑτερότης ταυτότης, καὶ ἕκαστον τὰ πάντα· ὥστε εἰ πάντα ἐν πᾶσιν, οὕτω καὶ πάντα ἐστὶ πάντα καὶ οὐδέν ἐστιν ἐν οὐδενί· ἓν γὰρ ἔσται μόνον, τὰ δὲ ἄλλα ὀνόματα μόνον. |
| in Prm 753 [35] | Εἰ δὲ, ὅταν λέγωμεν ὅτι ἡ ὁμοιότης εἶδός τι, καὶ αὖ ὅταν ἐπιφέρωμεν ὅτι καὶ ἡ ἀνομοιότης εἶδός τι ὁμοίως, ἕτερα σημαίνομεν διὰ τῶνδε τῶν ὀνομάτων (ἢ πόθεν τὸ μὲν κρεῖττον, τὸ δὲ καταδεέστερόν φαμεν, μὴ καὶ τὴν διάκρισιν αὐτῶν θεωροῦντες;), πότερον ἐπινοίᾳ μόνον ἕτερα τὰ σημαινόμενα φήσομεν, ἢ κατ’ αὐτὴν τὴν τῶν πραγμάτων φύσιν; Εἰ μὲν γὰρ ἐπινοίᾳ μόνον, ἀρθείσης τῆς ἐπινοίας ἡμῶν οἰχήσεται ἡ ἑτερότης τῶν εἰδῶν, ὡς πάλιν ψυχῆς μὴ νοούσης ἓν εἶδος ἔσται νοητὸν καὶ οὐ πολλά· τὰ γὰρ ἐπινοίαις ἡμετέραις ἔχοντα τὴν διάκρισιν συναναιρεῖται μετὰ τῶν ἐπινοιῶν εἰκότως· καὶ γὰρ τὸ ἐξ ἐπινοίας ἡμετέρας γιγνόμενον πᾶν καὶ ἐν ταύτῃ μόνῃ ἱδρυμένον τῆς ἐπινοίας ἀνῃρημένης οἴχεται καὶ αὐτὸ φροῦδον, ὅτι μηδὲν ὅλως, τῆς πρώτης αἰτίας αὐτοῦ καὶ τοῦ παράγοντος αὐτὸ μὴ ὄντος, δύναται μένειν. Εἰ δὲ δὴ καὶ κατ’ αὐτὴν διαφέρει τὴν τῶν πραγμάτων οὐσίαν, διακέκριται ἄρα ἀλλήλων ὁμοιότης καὶ ἀνομοιότης καὶ ταυτότης καὶ ἑτερότης καὶ ἕκαστα τῶν εἰδῶν, καὶ οὔτε ἡ ὁμοιότης ὅπερ ἡ ἀνομοιότης, οὔτε ἡ ταυτότης ὅπερ ἑτερότης, οὔτε ἕκαστον ὅπερ τὰ πάντα. Τοῦτο μὲν οὖν διὰ τούτων ἔστω φανερὸν, καὶ κείσθω δεδειγμένον ὡς οὐκ ἔστιν ἕκαστον τῶν εἰδῶν τὰ πάντα, καὶ τὸ μέρος, ὥς φασιν, οὐκ ἔστι τῷ ὅλῳ ταὐτὸν, ἀλλὰ τό τε μέρος ὅλον καὶ οὐχ ὅλον, τό τε ὅλον κρεῖττον τῇ οὐσίᾳ τῶν μερῶν. Ἀλλ’ ἄρα πάντα τὰ εἴδη ἄμικτα φήσομεν καὶ ἀμέτοχα ἀλλήλων; ἀλλὰ καὶ τοῦτο ἄτοπον· ὁρῶμεν γὰρ ὅτι καὶ τὰ τῶν αἰσθητῶν μέρη συμπαθῆ ἐστιν ἀλλήλοις καὶ συνεχῆ πρὸς ἑνὸς εἴδους ὑπόστασιν καὶ συμπλήρωσιν παρειλημμένα. |
| in Prm 754 [5] | Δεῖ δὴ οὖν πολλῷ πρότερον ἐν ἐκείνοις τὰ εἴδη μέρη ὄντα τοῦ ἑνὸς νοῦ χωρεῖν δι’ ἀλλήλων καὶ εἶναι ἐν ἀλλήλοις· τὰ μὲν γὰρ αἰσθητὰ τὰ τόπου δεόμενα τὴν συνέχειαν ἀντὶ τῆς ἑνώσεως ἠγάπησε, τὰ δὲ νοητὰ τὴν ἕνωσιν ἔχει τὴν αὑτοῖς πρέπουσαν καὶ τὴν ἀσύγχυτον δι’ ἀλλήλων δίιξιν· ἐν ἀμερεῖ γάρ ἐστι, τὰ δὲ ἐν ἀμερεῖ ὄντα ἀδιακρίτως ἀλλήλοις σύνεστιν· οὐ γὰρ τὰ μὲν αὐτῶν ὡδὶ, τὰ δὲ ἐν ἄλλῳ ἔσται, μεριστοῦ τοῦ ἐν ᾧ ἐστιν οὐδαμῶς ὄντος. Ἀλλὰ μὲν καὶ ἐπὶ τῶν σπερμάτων τὸ τοιοῦτον· ἐν ἑνὶ γὰρ οἱ λόγοι πάντες, καὶ ὅ τι ἂν τοῦ σπέρματος λάβοις, πάντας εὑρήσεις ἐν αὐτῷ τοὺς λόγους· τὸ μὲν οὖν σπέρμα, δυνάμει τοὺς λόγους ἔχον, δυνάμει καὶ ἐν ἑκάστῳ πάντας ἔχει τοὺς λόγους. Δεῖ δὲ εἶναι πρὸ τούτου τὸ κατ’ ἐνέργειαν ἐν ἑκάστῳ πάντα ἔχον· οὐδαμοῦ γὰρ ἀπὸ τῶν ἀτελῶν ἡ φύσις ἄρχεται· οὐδὲ γὰρ ἂν τὰ ἀτελῆ προῆλθεν ἐπὶ τὸ τέλος, μὴ τῶν τελείων προϋπαρχόντων, ὧν καὶ ταῦτα φέρει τινὰ ὁμοίωσιν ἀμυδρὰν, ἀτελῆ τὴν εἰκασίαν παραδεξάμενα. Τί οὖν ἄλλο ἢ νοῦς ἐστιν ἐν ᾧ πάντα μετέχει πάντων; καὶ πᾶν ὅπερ ἂν λάβοις, καὶ τῶν ἄλλων εὑρήσεις κεκοινωνηκός· καὶ γὰρ εἰ ἀμέριστον οὐσίαν ἐκείνην λέγομεν, πῶς μερίσομεν αὐτὴν οὕτως ὡς ἄμικτον εἶναι καὶ ἀκοινώνητον πρὸς ἑαυτήν; Τὰ γὰρ ἄμικτα πρὸς ἄλληλα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν ἀσυμπαθῆ πάντως ἐστὶν ἀλλήλοις, καὶ οὔτε ἐρᾷν ἀλλήλων οὔτε εἰς ἑνὸς ἐκπλήρωσιν τελεῖν πέφυκεν, ἀλλὰ τοὐναντίον μεμερίσθαι καὶ διεσπάσθαι ἀλλήλων. Εἰ γὰρ ἐν τῷ ἀμιγεῖ πρὸς τὰ ἄλλα τὴν ἑαυτοῦ φύσιν σώζει ἕκαστον, φεύξεται τὴν πρὸς ἐκεῖνα κοινωνίαν ἵνα σώζηται. Ποῦ δὴ οὖν ὃ ἀμέριστον ἕξει χώραν διὰ τῶν θείων εἰδῶν; ποῦ δὲ ἡ φιλία διὰ τῶν νοητῶν καὶ ὁ ἔρως ἐκεῖνος, ὃν ὑμνεῖν εἰώθαμεν; ποῦ δὲ ἡ ἕνωσις ἡ ἐκ τοῦ ἑνὸς ἐφήκουσα, καὶ ὅσα ἄλλα τὴν φύσιν ἐκείνην ὑμνοῦντες λέγομεν; Οὐκ ἄρα ἄμικτα πάντη τὰ εἴδη θετέον καὶ ἀκοινώνητα ἀλλήλοις, ἀλλὰ μὴν οὐδὲ ἕκαστον τὰ πάντα ῥητέον, ὡς δέδεικται. |
| in Prm 755 [40] | Πῶς οὖν καὶ τίνα τρόπον περὶ αὐτοῦ διαλεκτέον; Ἕκαστον μὲν εἶναι ὅπερ ἐστὶ, σῶζον τὴν ἰδιότητα τὴν ἑαυτοῦ καθαρὰν, μετέχειν δὲ καὶ τῶν ἄλλων ἀσυγχύτως, οὐχ ὡς ἐκείνων γιγνόμενον, ἀλλ’ ὡς τῆς ἰδιότητος τῆς ἐκείνου μεταλαμβάνον καὶ μεταδιδὸν ἐκείνῳ τῆς οἰκείας, οἷον ὁ λέγων τὴν ταυτότητα μετέχειν πη καὶ τῆς ἑτερότητος μὴ οὖσαν ἑτερότητα· πλῆθος γάρ ἐστι καὶ ἐν ταύτῃ, καὶ οὐ μόνον ἐστὶν ἀνομοιότητος ἕτερον, ἀλλὰ καὶ ἑαυτῆς· καὶ τὴν ἑτερότητα ὁμοίως ταυτότητος μετέχειν, καθόσον καὶ κοινωνεῖ πρὸς τὰ ἄλλα καὶ ἑαυτῇ ταὐτόν ἐστιν ἄλλῃ· μήτε τὴν ταυτότητα ἑτερότητα εἶναι, μήτε τὴν ἑτερότητα ταυτότητα· τοῦτο γὰρ ἐνήλεγκται διὰ τῶν προειρημένων λόγων· καὶ αὖ πάλιν ὁμοιότητος τὴν ἀνομοιότητα μετέχειν· καθόσον γὰρ ἑνός τινος ἰδιώματος μετέχει πάντα τὰ εἴδη, ὡμοίωται ἀλλήλοις· καὶ τὴν ὁμοιότητα ἀνομοιότητος· ὅλως γὰρ, εἰ μεταδίδωσι τοῖς ἄλλοις ἡ ὁμοιότης ἑαυτῆς, ἀνωμοίωται αὐτοῖς· οὕτω γὰρ ἂν ἡ μὲν μετεδίδω, τὰ δὲ μετελάμβανε· καὶ εἰ μεταδίδωσιν ἡ ἀνομοιότης τοῖς ἄλλοις ἑαυτῆς, ὁμοιοῦται αὐτοῖς, μᾶλλον δὲ αὕτη τε καὶ ἐκείνη ὅμοια γίγνεται· ἀλλὰ μήτε τὴν ὁμοιότητα ἀνομοιότητα εἶναι, μήτε τὴν ἀνομοιότητα ὁμοιότητα αὐτὴν, μηδὲ καθὸ ὁμοιότης, ἀνόμοιον εἶναι, μηδὲ καθὸ ἀνομοιότης, ὅμοιον. Τὸ γὰρ καθὸ διττόν ἐστιν· ἢ γὰρ οὕτω τὸ καθὸ λέγομεν, ὡς ὅ τι περ ἂν λάβοις τοῦ ἑτέρου ἑνὸς, ὥσπερ εἰ λέγοι τις, καθὸ ἀὴρ, κατὰ τοῦτο καὶ φῶς, καὶ καθὸ φῶς, κατὰ τοῦτο καὶ ἀήρ. Ἔστω δὲ πεφωτισμένος ἀὴρ, καὶ οὔτε ὁ ἀὴρ φῶς, οὔτε τὸ φῶς ἀὴρ, ἀλλὰ καὶ ἐν τῷ φωτὶ ὁ ἀὴρ, καὶ ἐν τῷ ἀέρι τὸ φῶς, διότι, παρακειμένων ἀλλήλοις τῶν μορίων τοῦ τε ἀέρος καὶ τοῦ φωτὸς, οὐδέν ἐστι λαβεῖν θατέρου τούτων καθὸ μὴ θεωρεῖται καὶ τὸ λοιπόν. |
| in Prm 756 [40] | Ἢ καθ’ ἕτερον τρόπον, οὕτω τὸ καθὸ λέγομεν ὡς τὸ ᾗ αὐτὸ λέγειν εἰώθαμεν, οἷον ᾗ ἄνθρωπος ἐπιστήμης δεκτικόν· οὐκ ἔστι γὰρ ἀληθὲς τὸ ὅτι ἐν τῷ ἀέρι ᾗ ἀὴρ τὸ φῶς, κατὰ τοῦτο τὸ σημαινόμενον οὐ πάντως τοῦ ἀέρος συνεισάγοντος τὸ φῶς, ὡς τὸν ἄνθρωπον τὸ ἐπιστήμης φαμὲν δεκτικὸν συνεισάγειν· ἄλλη γὰρ ἀέρος οὐσία, καὶ ἄλλη φωτός. Οὕτω τοίνυν καὶ ἡ ὁμοιότης, καθὸ μὲν ὁμοιότης, μετέχει καὶ ἀνομοιότητος· οὐδὲν γὰρ αὐτῆς ἐστιν ὃ μὴ μετέχει· κἀκείνης ἡ ἀνομοιότης· ἄλλο γὰρ αὐτῆς τὸ εἶναι, καὶ ἄλλο ἐκείνης· καὶ ἡ ἀνομοιότης τοίνυν, καθὸ ἀνομοιότης, μετέχει τῆς ὁμοιότητος. Οὐ γὰρ τὸ μὲν αὐτῆς μέρος μετέσχεν ἐκείνης, τὸ δὲ ἀμέτοχον ἔμεινεν· οὔτε γὰρ κωλύει τις τὴν ἐκείνης δίιξιν, οὔτε τὸ αὐτῆς ἀμέριστον τοιοῦτόν ἐστιν, οἷον τῇ μὲν μετέχειν, τῇ δὲ μένειν ἄμικτον πρὸς αὐτήν. Ὅλη ἄρα δι’ ὅλης χωρεῖ καὶ ἡ ὁμοιότης διὰ τῆς ἀνομοιότητος, καὶ ἡ ἀνομοιότης διὰ τῆς ὁμοιότητος· οὐ μέντοι ᾗ ἑκατέρα ἐστὶ, ταύτῃ μετέχει τῆς λοιπῆς, ἀλλὰ φυλάττουσα τὴν ἑαυτῆς οὐσίαν καθαρὰν μετέχει καὶ ἐκείνης. Καὶ οὔτε ἡ ὁμοιότης ἀνομοιότης ἐστὶν, οὔτε καθ’ αὑτὸ ᾗ ὁμοιότης· οὔτε πρώτως μὲν ὁμοιότης, κατ’ ἐπακολούθησιν δὲ ἀνομοιότης, οὔθ’ ὅλως ἀνομοιότης, ἀλλὰ μετέχει τῆς ἀνομοιότητος καθ’ ὅλην ἑαυτήν· καὶ ἔστιν ἀνόμοιον, ἀλλ’ οὐκ ἀνομοιότης, τῇ δὲ μετουσίᾳ ἀνόμοιον. Οὕτω γὰρ καὶ ὁ Πλάτων ἐν Σοφιστῇ δείξας τὴν κοινωνίαν ταυτότητος καὶ ἑτερότητος οὐ προσείρηκε τὴν ταυτότητα καὶ ἑτερότητα, ἀλλ’ ἕτερον καὶ διὰ τοῦτο μὴ ὄν· τῇ γὰρ μετουσίᾳ γέγονεν ἕτερον, ἀλλ’ ἕτερον τῇ οὐσίᾳ μένουσα ταυτότης· ὁμοίως δὲ καὶ ἡ ἑτερότης τῇ μὲν οὐσίᾳ ἑτερότης, τῇ δὲ μετουσίᾳ ταὐτόν. Καὶ ὅλως ἕκαστα τῇ μὲν οὐσίᾳ ἔστιν ἅ ἐστι, τῇ δὲ μετουσίᾳ καὶ τῶν ἄλλων ἀπολέλαυκεν· οὕτω καὶ τοῦ καλοῦ πάντα μετασχόντα καλὰ τὰ εἴδη, καὶ τοῦ δικαίου δίκαια, οὐ μὴν αὐτὸ καλὸν ἕκαστον καὶ αὐτὸ δίκαιον. |
| in Prm 757 [10] | Καὶ ἥνωται ἄρα ἀλλήλοις τὰ εἴδη, καὶ διακέκριται ἀπ’ ἀλλήλων· ἴδιον γοῦν ἐστι τοῦτο τῶν ἀσωμάτων εἰδῶν, τὸ καὶ χωρεῖν δι’ ἀλλήλων ἀσυγχύτως καὶ διακεκρίσθαι ἀπ’ ἀλλήλων ἀδιακρίτως, καὶ μᾶλλον μὲν ἡνῶσθαι τῶν συνεφθαρμένων διὰ τὴν ἀμέριστον αὑτῶν φύσιν, μᾶλλον δὲ διακεκρίσθαι τῶν ἐνταῦθα διεστώτων διὰ τὴν ἄμικτον αὑτῶν καθαρότητα. Τούτων δὴ οὖν οὕτω προδιατεταγμένων, ἐπανελθόντες εἰς τὴν τῶν προκειμένων θεωρίαν, εἴπωμεν· ὁ Σωκράτης πρὸς μέν τι τῶν εἰρημένων ἀποβλέπων ἀπογιγνώσκει τὴν μίξιν ἐπὶ τῶν εἰδῶν, καὶ τέρας ἀποκαλεῖ τὸν ταύτῃ τρεπόμενον λόγο ν· αὐτὸ γὰρ τὸ ὅμοιον εἶναι ἀνόμοιον τέρας αὐτόθεν ἐκάλεσε· πρὸς δέ τι πάλιν ἀπιδὼν καθυπονοεῖ μὲν, θαυμάσειν δέ φησιν εἴ πη τοῦτο δειχθείη· τὸ δὲ τρίτον, ἐπιβάλλων τῷ ἀληθεστάτῳ λόγῳ ἀγαστὸν ἀποκαλεῖ τὸν τοῦτο δεῖξαι δυνάμενον. Ἀπορῶν οὖν εἰ μετ’ ἀλλήλων τὰ εἴδη, καὶ πρὸς τὴν τούτου διάλυσιν βοηθὸν τὸν Ζήνωνα καλῶν, καὶ ὑπολαβὼν μὴ ἄρα οὕτω μέμικται τὰ εἴδη ὡς αὐτὸ τὸ ὅμοιον εἶναι ἀνόμοιον, τέρας ἀπεκάλεσε τὸ τοιοῦτον δόγμα καὶ ἀπέγνω τὴν τοιαύτην μίξιν· πάλιν δὲ ὑπονοήσας μὴ ἄρα διὰ τὴν ἕνωσιν τῶν νοητῶν μετέχει πως ἀλλήλων ἐκεῖνα, τοῦτο δὴ θαυμάσειν ἔφη, τοῦ δεικνύντος φωνῇ χρησάμενος, ὑπονοοῦντος ἤδη τἀληθές· τέλος δὲ ἐπιβάλλων ὅτι δύναται καὶ ἡνῶσθαι καὶ διακεκρίσθαι, τὸν τοῦτο ἀποδεικνύντα ἀγαστὸν ἐπωνόμασε. Καὶ ὁρᾷς ὅση τῆς ἀνόδου τάξις· ἀπέγνω γὰρ πρῶτον, δεύτερον εἰς ὑπόνοιαν κατέστη τοῦ ἀληθοῦς, ἔπειτα τελευταῖον εἰς αὐτὸ τὸ διὰ τῶν ἀποδείξεων βεβαιωθὲν κατήντησε. Καὶ οὔτε ἡ ἀπόγνωσις τῆς μίξεως ἐπταισμένη· κατὰ γὰρ ἐκεῖνον τὸν τρόπον ἄμικτα τὰ εἴδη· οὔτε ἡ ὑπόνοια ψευδής· πῶς μὲν γὰρ μετέχειν ἀλλήλων δύναται; πῶς δὲ ἀκοινώνητά ἐστιν ἀλλήλοις; καὶ ἡ τελευταία ψῆφος ἀληθεστάτη· καὶ γὰρ ἥνωται καὶ διακέκριται, καθάπερ δέδεικται διὰ τῶν προειρημένων· καὶ πάντα σύμφωνα ἀλλήλοις τὰ τοῦ Σωκράτους κρίματα, τὸ τέρας ἂν εἴ η , τὸ θαυμάσει ν , τὸ ἀγασθείην ἂ ν, ἥ τε ἀπόγνωσις καὶ ἡ ὑπόνοια καὶ ἡ ἐλπίς. |
| in Prm 758 [35] | Ἥ τε μίμησις παρὰ τῷ Πλάτωνι τῆς εὐφυοῦς ψυχῆς ὅση, δῆλον καὶ ἀπὸ τούτων· ἴδιον μὲν γὰρ τῶν ἀναγομένων τὸ μετὰ τὴν ἀπόγνωσιν ὑπονοεῖν τἀληθὲς, ἔπειτ’ αὐτοῦ πέρι δράττεσθαι καὶ ἀεὶ προσωτέρω χωρεῖν· τῇ δὲ εὐφυεῖ ψυχῇ καὶ τοῦτο πρόσεστι τὸ μήτε τὴν ἀπόγνωσιν εἶναι διάκενον, μήτε τὴν ὑπόνοιαν πλασματώδη, διὰ τὸ πρὸς ἐκείνους ἀφορᾷν τοὺς τρόπους καὶ καθ’ οὓς τὸ πρᾶγμα οὐκ ἔστιν, ἢ πῆ μέν ἐστι, πῆ δὲ οὐκ ἔστι. Τὰ μὲν οὖν ἄλλα εἰσαῦθις ἐπισκεψόμεθα· νῦν δὲ περὶ τῶν ἐκκειμένων εἴπωμεν ῥημάτων. Τὸ τοίνυν αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐν τοῖς αἰσθητοῖς εἶναι συγχωρεῖ, περὶ ἓν ὑποκείμενον ἀμφοτέρων θεωρουμένων, καὶ κατ’ ἄλλο μὲν τῆς ὁμοιότητος, κατ’ ἄλλο δὲ τῆς ἀνομοιότητος· ἀπορεῖ δὲ εἰ καὶ ἐπὶ τῶν εἰδῶν αὐτῶν τὸ ὅμοιον ἀνόμοιον, καὶ τὸ ἀνόμοιον ὅμοιόν ἐστι· καὶ ἀπορήσας, τέρας αὐτὸ προσηγόρευσεν· οὐ γάρ ἐστιν οὗτος ὁ τρόπος τῆς μίξεως τῶν εἰδῶν, ὃς ποιεῖ ἕκαστον ὅπερ ἕκαστον, διὰ τοὺς προειρημένους λόγους. Καὶ μή μοι θαυμάσῃς, εἰ περὶ αὐτοῦ τοῦ εἴδους ποιούμενος λόγον πάλιν αὐτὸ προσηνέγκατο πληθυντικῶς εἰπών· εἰ μὲν αὐτά τις ἀπέφαινεν ὅμοι α· καὶ γὰρ τὸ ὅμοιον ἓν πολλά ἐστιν, ὥστε αὐτὸ καὶ ὅμοιόν ἐστι καὶ ὅμοια. Ὡς γάρ φασιν οἱ ἀριθμητικοὶ τὰ μέρη τοῦ ἀρτιάκις ἀρτίου καὶ αὐτὰ ἄρτια, οὕτω καὶ ἡμῖν ῥητέον· καὶ τὸ πλῆθος τοῦ ὁμοίου ὅμοια, καὶ τοῦ ἀνομοίου ἀνόμοια· καὶ γὰρ ὁ ὅλος νοῦς ἐκ νόων· οὐ γὰρ ἐξ ἀνοήτων ὁ νοῦς, οὐδὲ ἐξ ἀνομοίων τὸ ὅμοιον. |
| in Prm 759 [35] | Εἰ καὶ πλῆθος ἡ ὁμοιότης καὶ μὴ αὐτὸ ἓν, οὐχ ὁμοιότης μόνον ἐστὶν, ἀλλὰ καὶ ὁμοιότητες· καὶ γὰρ ἔχει πολλὰς, μᾶλλον δὲ ἁπάσας δυνάμεις ὁμοιωτικὰς, ἢ τῶν εἰκόνων πρὸς τὰ παραδείγματα, ἢ τῶν εἰκόνων πρὸς ἀλλήλας, ἢ τῶν μερῶν πρὸς τὰ ὅλα, ἢ τῶν μερῶν πρὸς ἄλληλα· καθ’ ἑκάστην δὲ τῶν δυνάμεων ὁμοιότης τις οὖσα καὶ ὅμοια ποιεῖ τὸ αὐτοόμοιον. Εἰ μὴ ἄρα καὶ οὐ τοῦτο ζητεῖ ὁ Σωκράτης, εἰ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἀλλήλων μετείληχεν· ἀλλ’ εἰ καὶ τὰ νοητὰ πάντα εἴδη ἀλλήλοις ὅμοια, ἔστι πάντα καὶ ἀνόμοια τῷ μετέχειν ὁμοιότητος καὶ ἀνομοιότητος, ὥσπερ καὶ τὰ τῇδε τῷ μετέχειν τῆς ἐν αὐτοῖς ὁμοιότητος καὶ ἀνομοιότητός ἐστιν ὅμοια καὶ ἀνόμοια δι’ ἀλλήλα. Εἰ δὲ βούλει καὶ ἑτέρως, τὴν αἰτίαν ὅρα τοῦ πληθυντικῶς εἰπεῖν τὰ ὅμοια καὶ ἀνόμοι α · τοῦτο γὰρ τὸ ὅμοιον αὐτὸ τὸ εἶδός ἐστι μὲν καὶ ἐν τῷ δημιουργῷ τοῦ παντὸς, ἔστι δὲ καὶ ἐν τοῖς ἄλλοις νοῖς τοῖς τε ὑπερκοσμίοις καὶ τοῖς ἐγκοσμίοις. Ζητείτω τοίνυν ὁ λόγος περὶ πάντων τῶν αὐτοομοίων, εἰ ταὐτά ἐστι τοῖς ἀνομοίοις, καὶ οὐδὲν οὕτω θαυμαστὸν ὅμοια λέγειν αὐτὸν, ἀλλὰ μὴ ὅμοιον· οὐ γάρ ἐστι μοναχῶς, ἀλλ’ ὅσαι νοεραὶ τάξεις ἀπὸ τοῦ δημιουργοῦ προεληλύθασι, τοσαυταχῶς ἡμῖν θεωρηθήσεται καὶ τοῦτο τὸ εἶδος ἐν ἑκάστῳ νῷ θεωρούμενον οἰκείως, ὑπερκοσμίως μὲν ἐν τοῖς ὑπερκοσμίοις, ἐγκοσμίως δὲ ἐν τοῖς ὑπὸ τοῦ κόσμου μετερχομένοις. Ἀλλ’ ἄρα πάντη ψευδὴς ὁ λόγος οὗτος, καὶ οὐδαμοῦ ταὐτὸν ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης ἐστίν; Ἢ καὶ τοῦτο ἀληθές πώς ἐστι. Δεῖ γὰρ δὴ πρὸ τῆς δυάδος αὐτῆς εἶναί τινα μονάδα πάντως τὴν τούτων συναγωγόν· πᾶσα γὰρ δυὰς ἀπό τινος μονάδος πρόεισιν, ἣ τὴν ταύτης δύναμιν ἑνιαίως προείληφεν· εἰ δὲ τοῦτο, δεῖ τούτων εἶναί τινα μίαν μονάδα, ἢ καὶ ὁμοιότητός ἐστιν αἰτία καὶ ἀνομοιότητος ἑνοειδῶς. |
| in Prm 760 [35] | Εἰ τοίνυν λέγεις ἐν ταύτῃ κρυφίως εἶναι τὰς τούτων αἰτίας καὶ ἀδιακρίτως πάντη καὶ ἑνιαίως, ὥστε ἐκεῖ καὶ τὴν ὁμοιότητα ἀνομοιότητα εἶναι, διακρίσεως οὐκ οὔσης, ἀλλὰ μιᾶς ἑνότητος, καὶ τὴν ἀνομοιότητα ὁμοιότητα, τάχ’ οὐκ ἂν πόῤῥω βάλλοις τἀληθοῦς· πάντα γὰρ διακεκριμένα ἀπὸ τῶν ἡνωμένων ἐστὶ, καὶ ἔστι πρῶτον ἓν πάντα καὶ ἀνεκφάντως καὶ ἀῤῥήτως ἐν ταῖς αὑτῶν αἰτίαις, ἔπειτα διῃρημένως καὶ διακεκριμένως ἀπ’ ἀλλήλων, ἵνα καὶ τάξις ᾖ κατὰ τὴν πρόοδον μετὰ τὸ μόνον ἓν εἶναι τὸ κρυφίως ἓν, ἐν ᾧ πᾶν ἐστι πᾶν, καὶ μετὰ τοῦτο τὸ διακεκριμένως ἓν, ἐν ᾧ μετέχει τὰ πάντα ἀλλήλων· ἕκαστον δὲ τὰ λοιπὰ οὐκ ἔχει, ἀλλ’ ἔχει μετὰ τῆς κοινωνίας καὶ τὴν ἀμιξίαν. Οὐδέ γε εἰ ἓν ἅπαντα ἀποφαίνει τις τῷ μετέχειν τοῦ ἑνὸς καὶ ταὐτὰ ταῦτα πολλὰ τῷ πλήθους αὖ μετέχει ν · ἀλ λ ’ εἰ ὅ ἐστιν ἓ ν , αὐτὸ τοῦτο πολλὰ ἀποδείξει καὶ αὖ τὰ πολλὰ δὴ ἓ ν , τοῦτο ἤδη θαυμάσομα ι. (P. 129 B.) Μετὰ τοὺς περὶ ὁμοιότητος καὶ ἀνομοιότητος λόγους ἐπὶ τὸ ἓν καὶ τὸ πλῆθος μεταβέβηκε πάλιν, καὶ ταῦτα ἀπὸ τῶν Ζήνωνος λόγων λαβών. Ἐκεῖνος δὴ γὰρ καθάπερ τὸ αὐτὸ δεικνὺς ὅμοιον καὶ ἀνόμοιον διήλεγχε τοὺς τὰ πολλὰ χωρίζοντας τοῦ ἑνὸς, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἑνὸς καὶ ἀπὸ τοῦ πλήθους ἐπιχειρῶν διηγωνίζετο πρὸς αὐτοὺς, ἀποφαίνων ὅτι τὸ αὐτὸ καὶ πλῆθος ἔσται καὶ ἓν τὰ πολλὰ χωρὶς τοῦ ἑνός· τὰ γὰρ οὕτως ἔχοντα πλήθη κατ’ αὐτὸ τὸ μὴ μετέχειν ἑνάδος καὶ πολλά ἐστι· τὸ γὰρ μὴ κρατούμενον ὑπὸ τοῦ ἑνὸς πολλά ἐστι· καὶ ἐπεὶ κοινὸν ἔχει τὸ μὴ ἓν, πάλιν ἐστὶν ἓν κατὰ τοῦτο· τὸ γὰρ κοινοῦ τινος μετειληχὸς ἕν ἐστι κατ’ αὐτὸ τοῦτο τὸ κοινὸν, ὥστε εἰ κοινὸν αὐτοῖς τὸ οὐχ ἓν, ἔσται ἓν τὰ πολλὰ κατὰ τὸ οὐχ ἕν· καὶ πάλιν τὸ οὐχ ἓν ὡσαύτως ἐν τῷ ἓν πᾶσιν [οὐκ] εἶναι ταὐτόν. |
| in Prm 761 [10] | Ὁ μὲν δὴ Ζήνων οὑτωσί πως καὶ ἀπὸ τούτων μετῄει τὸν λόγον· ὁ δέ γε Σωκράτης πρὸς μὲν τοὺς πολλοὺς ἱκανῶς αὐτὸν διαγωνίσασθαι συγχωρεῖ μηδὲ τὰς ἐν τοῖς αἰσθητοῖς μονάδας ἀπολείποντα, ἀξιοῖ δὲ ἐπ’ ἄλλας μονάδας μετελθόντα αὐτὸν τὰς νοερὰς τὸ ἐκεῖ ἓν καὶ τὸ ἐκεῖ πλῆθος ἰδεῖν, καὶ ἐπιδεῖξαι ὅπως καὶ ἐκεῖ ἥνωται ταῦτα ἀλλήλοις, καὶ εἰ κατὰ μέθεξιν, καὶ τίς ἡ μέθεξις· οὗ δὴ καὶ εὕροις ἂν ἤδη τὸν Σωκράτη σαφῶς εἰς ὑπόνοιαν καθιστάμενον τῆς κοινωνίας τῶν εἰδῶν. Τὸ γὰρ τοῦτο θαυμάσομαι διανοίας ἐστὶν ὑπονοούσης μὲν τἀληθὲς, οὔπω δὲ τἀσφαλὲς ἐχούσης, ὡς ἔτι γε προελθὼν καὶ πρὸς τὸ πρᾶγμα ἀτενίσας ἀφήσει φωνὴν ἐπιβεβληκότος ἤδη τῷ δόγματι καὶ τὸν τρόπον τῆς μίξεως ἑωρακότος. Ὁ μὲν δὴ τρόπος τῶν λόγων τοιοῦτος· ἐνταῦθα δὲ ἡμῖν γενομένοις ἐπισκεπτέον τί τὸ ἓν τοῦτο καὶ τὸ πλῆθος, καὶ ὅπως ἔχει πρός τε ἄλληλα, καὶ πρὸς τὰ εἰρημένα γένη· καὶ ῥητέον ὅτι καὶ ἡμῶν τῶν ἀτόμων ἕκαστος ἕν ἐστι καὶ πλῆθος, ἢ τῇ μὲν οὐσία ἓν, ταῖς δὲ δυνάμεσι πλῆθος, ἢ τῷ μὲν ὑποκειμένῳ ἓν, τοῖς δὲ συμβεβηκόσι πλῆθος, ἢ τῷ μὲν ὅλῳ ἓν, τοῖς δὲ μέρεσι πλῆθος, ἢ κατὰ μὲν τὸ εἶδος ἓν, κατὰ δὲ τὴν ὕλην πλῆθος. Πολλαχῶς γὰρ ἐπινοεῖν τήν τε ἕνωσιν ἡμῖν καὶ τὸ πλῆθος δυνατὸν, πολλαχοῦ τῆς ἑνώσεως κατὰ τὸ κρεῖττον ὁρωμένης τοῦ πλήθους· τὸ γὰρ ὅλον τῶν μερῶν, καὶ τὸ εἶδος τῆς ὕλης, καὶ τὸ ὑποκείμενον τῶν συμβεβηκότων, καὶ ἡ οὐσία τῶν δυνάμεων κρείττων. Ἔστιν οὖν ἕκαστος ἡμῶν καὶ ἓν καὶ πλῆθος· ἀλλὰ δῆλον ὅτι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸ πᾶν ὑπάρχει τοῦτο τοῖς ἀτόμοις ἐν αὐτῷ καὶ μερικοῖς· πολλῷ γὰρ πρότερον ὁ κόσμος οὗτος ὁ πάμμεγας εἷς ἐστι καὶ πολύς· πολὺς μὲν, οὐ κατὰ τὸ σωματικὸν μόνον (καὶ κατὰ τοῦτο μὲν γὰρ τοσαύτην ἔχον ἐξαλλαγὴν, ὅσην τὸ ἀΐδιον πρὸς τὸ φθαρτὸν, καὶ τὸ ἄϋλον πρὸς τὸ ἔνυλον, καὶ τὸ αὐτόζων πρὸς τὸ ἄζωον ἀπὸ τῆς οἰκείας συστάσεως), ἀλλὰ καὶ κατὰ τὰς ἐν αὑτῷ ζωὰς τὰς ἀσωμάτους· θεοὶ γὰρ ἐν αὐτῷ, δαίμονες, ἄνθρωποι, ζῶα, φυτὰ, καὶ ὁ τῆς ζωῆς διάκοσμος πρὸς τοῦ φαινομένου ποικίλος· εἷς δὲ αὖ πάλιν ὁ κόσμος διὰ τὴν ἁρμονίαν τὴν σωματικὴν, διὰ τὴν συμπάθειαν τὴν φυσικὴν, διὰ τὴν ἀπὸ τῆς ψυχῆς τῆς ὅλης χορηγίαν τῆς μιᾶς ζωῆς, διὰ τὸν ἕνα νοερὸν σύνδεσμον· ἀπὸ γὰρ πάντων τούτων μία σύμπνοια τοῦ παντός ἐστι καὶ μία ζωὴ καὶ μία διακόσμησις ἄλυτος ἀπὸ νοῦ γενομένη. |
| in Prm 762 [40] | Πόθεν δὴ οὖν ὁ κόσμος οὗτος τοιοῦτος, εἷς, λέγω, καὶ πολύς; ἆρ’ οὐκ ἀπὸ τοῦ δημιουργήσαντος αὐτὸν καὶ ἁρμόσαντος θεοῦ; Πόθεν δὲ ἐκεῖνος ἥρμοσεν, ἢ πόθεν καὶ τὴν ἕνωσιν αὐτῷ καὶ τὸ πλῆθος δέδωκεν; ἆρ’ οὐκ ἀπὸ τῆς οἰκείας οὐσίας; Ἢ καὶ ἀνάγκη τοῦτο φάναι, καὶ ἔστιν οὕτως ἔχον· αὐτῷ γὰρ τῷ εἶναι δημιουργεῖ· τὸ δὲ αὐτῷ τῷ εἶναι ποιοῦν τοῦτο ποιεῖ καὶ τοῦτο τῷ ποιουμένῳ δίδωσιν ὃ ἔχει καὶ ὅ ἐστιν ἐν αὐτῷ, μᾶλλον δὲ ὅ ἐστιν αὐτὸ πρώτως. Εἰ οὖν ὁ δημιουργικὸς νοῦς ἕνα καὶ πολὺν ὑπέστησε τὸν κόσμον, εἴη ἂν ἐν αὐτῷ τὸ πλῆθος καὶ τὸ ἕν· καὶ ὥσπερ ὁ κόσμος οὐχὶ τῇ μὲν εἷς ἐστι, τῇ δὲ πολὺς, ἀλλ’ ὅλος δι’ ὅλου καὶ εἷς ἅμα καὶ πολὺς (ὅ τι γὰρ ἂν λάβοις, καὶ ἑνός ἐστι καὶ πλήθους μετέχον), οὕτω δὴ καὶ ὁ δημιουργικὸς νοῦς καθ’ ὅλον ἑαυτὸν καὶ εἷς ἐστι καὶ πολύς· καὶ γὰρ τὸ πλῆθος αὐτοῦ πᾶν ἑνοειδές ἐστι, καὶ τὸ ἓν πεπληθυσμένον, καὶ οὐδέν ἐστιν αὐτοῦ λαβεῖν ὃ μὴ καὶ ἕν ἐστι καὶ πλῆθος. Ἕκαστον γοῦν τῶν εἰδῶν καὶ ἥνωται καὶ πολλά ἐστι· καὶ ἄλλως οὐ πολλὰ μόνον ἦν δυνατὸν εἶναι τὸν νοῦν ἐκεῖνον· οὐ γὰρ ἦν ἂν εἷς οὐδὲ ἀμέριστος, οὐδὲ ὅλως ἐστὶ πλῆθος μὴ ἓν, οὔτε ἓν μόνον· οὐ γὰρ ἂν ἦν δημιουργὸς, οὐδ’ ὅλως νοῦς, ἀλλ’ ἐπέκεινα τῆς τάξεως ταύτης. |
| in Prm 763 [35] | Ἀλλ’ ὅτι μέν ἐστιν ἐκεῖ καὶ τὸ ἓν καὶ τὸ πλῆθος, δῆλον διὰ τούτων· τίνα δέ ἐστιν ἑξῆς ἡμῖν σκεπτέον. Τὸ μὲν οὖν ἓν οὔτε τὸ πρώτως ἓν ληπτέον· ἔστι γὰρ πάντων ἐξῃρημένον· οὐ γάρ ἐστι γένος ἐκεῖνο τὸ ἓν ἢ εἶδος· τό τε γὰρ γένος τινός ἐστι γένος, ἐκεῖνο δὲ οὐδενός· καὶ τὸ εἶδος οὐσία πάντως καὶ πλῆθος καὶ τοῦ γένους δεύτερον, ἐκεῖνο δὲ ὑπὲρ οὐσίαν, ὑπὲρ πᾶν πλῆθος, οὐδενὸς ὅλως δεύτερον· οὔτε αὖ τὴν θεότητα τοῦ νοῦ, καθ’ ἣν καὶ ἔστι πατὴρ καὶ δημιουργὸς τῶν ὅλων· οὐδὲ γὰρ ταύτην μετέχειν πλήθους δυνατόν· γεννητικὸς γοῦν ἐστι παντὸς τοῦ ἐν αὑτῷ πλήθους, θέμις δὲ οὐκ ἔστι μεθεκτὸν γίγνεσθαι τῷ γεννῶντι τὸ γεννηθέν. Ἀλλ’ οὐδὲ τοῦτο ληπτέον τὸ ἓν, ὅ ἐστιν οἷον ὁλότης τῶν εἰδῶν· πάλιν γὰρ ἐπὶ βραχὺ τὴν δύναμιν αὐτοῦ συστέλλομεν οὕτω λέγοντες· ἔστι μὲν γὰρ καὶ τοῦτο ἓν καὶ πλῆθος τὸ ὅλον πλήρωμα τῶν εἰδῶν, ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ἐπὶ πᾶσαν τοῦ δημιουργοῦ τὴν φύσιν ἐκτεινόμενον. Ἐκεῖνο τοίνυν ῥητέον τὸ ἓν, ὅ ἐστιν ὁλότης παντὸς τοῦ δημιουργικοῦ νοῦ· εἰς ὃ καὶ ὁ θεολόγος ἀποβλέπων, Ἓν ἐγένετ ο, φησίν· ἔχει γὰρ πάντα καὶ αὐτὸς νοερῶς, καὶ ἔστιν εἷς νοῦς πολλῶν νόων περιληπτικὸς καὶ κόσμος νοερῶς αὐτοτελῶν νόων μονάς· οὐ γὰρ μόνον ἡ τῶν ἰδεῶν ὁλότης ἐν αὐτῷ, ἀλλὰ καὶ ἄλλαι πολλαὶ, καθάπερ οἱ θεολόγοι παραδεδώκασι. Τὴν οὖν ὁλότητα τὴν μίαν τὴν διὰ πασῶν διήκουσαν ἑνάδα προσρητέον, ἵνα καὶ τὸ οὐσιῶδες αὐτῆς φυλάξωμεν (τὸ γὰρ ὅλον οὐσία ἐστί)· τὸ δὲ αὖ πλῆθος, τάς τε μερικωτέρας τάξεις αἳ περιέχονται μὲν ὑπὸ τῆς ὁλότητος· οὐδὲν [γὰρ] ὃ αὐτῶν ἀμέτοχον ἐπιδείκνυται τοῦ ὅλου· πᾶν γὰρ ὅτιπερ ἂν αὐτῶν λάβοις μετέχει τοῦ ὅλου καὶ τῆς νοερᾶς ἰδιότητος, εἰ βούλει λέγειν· ταῦτα πάντων ἐστὶ γενικώτατα τῶν ὁπωσοῦν ὄντων, ᾗ καὶ αὐτὸς ὁ δημιουργικὸς νοῦς αἴτιος ἁπάντων τῶν εἰδῶν. |
| in Prm 764 [35] | Εἰ δὲ ἐν Σοφιστῇ τὰ πάντα γένη τοῦ ὄντος μέγιστα προσείρηκεν, οὐ θαυμαστόν· τῶν γὰρ ἐν τῷ δημιουργῷ πολλῶν γενῶν καὶ εἰδῶν ἐπεζήτει τὰ μέγιστα· τὸ δὲ ἓν τοῦτο καὶ τὸ πλῆθος οὐκ ἐν τῷ νῷ ἐστιν, ἀλλ’ αὐτὸς ὁ νοῦς· ἓν γὰρ ἡ ὁλότης αὐτοῦ, καὶ τὸ εἶδος καθὸ προνοεῖται τῶν οἰκείων ἀδιάκριτόν ἐστι, πλῆθος δὲ τὰ ἰδιώματα πολλὰ καὶ αἱ μερικαὶ ὁλότητες· διὸ καὶ ἕκαστον τῶν δημιουργικῶν εἰδῶν ἓν καὶ πλῆθός ἐστιν ὥσπερ ὁ πᾶς δημιουργικὸς νοῦς. Καὶ ἔστι διὰ τοῦτο τὸ μὲν ἓν τοῦτο εἶδος ἑνοποιὸν τοῦ τε ὅλου καὶ τῶν ἐν αὐτῷ παντοίων εἰδῶν, τό τε πλῆθος ἓν πρὸ πάντων, καθὸ καὶ ὁ ὅλος πεπλήθυται νοῦς· καὶ ἕκαστον τῶν νοερῶν εἰδῶν πολλὰ καθ’ αὑτό ἐστιν, ὥστ’ εἶναι ταῦτα γενικώτατα τῶν γενῶν, ἀφ’ ὧν ἑκάστοις ὑπάρχει καὶ ἑνὶ εἶναι καὶ πολλοῖς, ἀνάλογον ὑποστάσεσι πρὸς τὸ πέρας τὸ πρῶτον καὶ τὴν πρωτίστην ἀπειρίαν· καὶ γὰρ τὸ ἑνοποιὸν τοῦ πλήθους πέρας ἐστὶν, ἀλλ’ οὐκ ἀνάπαλιν. Τί γὰρ εἰ ἄπειρον ποιεῖ κατὰ μέγεθος ἢ κατὰ δύναμιν; εἴ τι ἄρα πληθοποιὸν, καθὸ τοιοῦτον, ἀπειροποιόν ἐστιν, οὐ πᾶν δὲ ἀπειροποιὸν πληθοποιόν. Εἰ δὲ ἐν Σοφιστῇ τούτων οὐκ ἐμνημόνευσεν, ὡς ἔφαμεν, ἐν τοῖς μεγίστοις γένεσι, τί θαυμαστόν; Μή ποτε γὰρ, ἐπειδὴ πλῆθος καὶ ἓν οὐ μόνον οὐσιῶδές ἐστιν, ἀλλὰ καὶ ὑπὲρ οὐσίαν, ταὐτὸν δὲ καὶ ἕτερον ἐν οὐσίαις, εἰκότως γένη τοῦ ὄντος προχειριζόμενος ταῦτα μὲν μνήμης ἐν ἐκείνοις ἠξίωσε, τὴν δὲ ἑνοποιὸν τῶν πεπληθυσμένων καὶ τὴν πληθοποιὸν τῶν ἡνωμένων σεσιώπηκε, διότι δὴ καὶ τὸ ὂν μέγιστον ἐκεῖ καὶ ἀρχηγικὸν ἐτίθετο τῶν γενῶν· τούτῳ γὰρ οἰκεῖον τὸ ταὐτὸν καὶ ἕτερον· οὐ μέντοι τὸ ἓν ἁπλῶς καὶ τὸ πλῆθος, ὧν ἦν καὶ πρὸ τοῦ ὄντος ὑπόστασις. |
| in Prm 765 [40] | Πάντα γοῦν καὶ ὅσα διηπόρησεν ἐν ἐκείνοις, καὶ ὅσα ἐξηπόρησεν ὡς περὶ τὸ ὂν διατρίβων, μνήμης ἕκαστα τῆς προσηκούσης τῷ ὄντι πλείονος ἢ ἐλάσσονος ἔτυχεν. Εἰ δὲ ὅπη ταῦτα, ἓν λέγω καὶ πλῆθος, ταὐτοῦ καὶ ἑτέρου διέστηκε σκοποίης, εὑρήσεις τὰ μὲν ὄντα τῶν καθ’ αὑτὸ, τὰ δὲ τῶν πρός τι πάντως ὄντα· οὔτε γὰρ τὸ ἓν πρὸς ἄλλο τι λέγεται τῶν ὄντων οὔτε τὰ πολλὰ, ταὐτὸν δὲ καὶ ἕτερον κἂν ἐν ἑαυτῷ λέγηται κἂν ἄλλῳ, ὡς πρός τι λέγεται, καὶ οὐχ ὡς καθ’ ἑαυτὸ πάντως· διὸ καὶ πρότερα τῇ φύσει τὸ ἓν καὶ τὸ πλῆθος ταὐτοῦ καὶ ἑτέρου τὸν τρόπον τοῦτον, ὃν τὰ καθ’ αὑτὸ τῶν πρός τι προηγεῖται κατὰ φύσιν. Ἔοικε δὲ τὸ ἐν τούτοις ἓν καὶ τὸ πλῆθος, ἔν τε τῷ δημιουργικῷ νῷ καὶ ἐν ἑκάστῳ τῶν εἰδῶν θεωρούμενον, ὡς ἀπ’ αἰτιῶν πάλιν ἠρτῆσθαι πρωτουργῶν τοῦ πέρατος καὶ τῆς ἀπειρίας· ἑνοποιὸν γὰρ τὸ πέρας, ἡ δὲ ἀπειρία τὸ ἐν ἑκάστῳ πλῆθος ὑφίστησιν. Ὅτι δὲ οὐ χρὴ τὸ ὑπερούσιον ἓν λαμβάνειν, ἀλλὰ τὸ οὐσιῶδες καὶ τὸ οἷον ὅλον καὶ τὸ παντελὲς τοῦ νοῦ, δηλοῖ καὶ ὁ Πλάτων εἰπὼν, ἀλ λ ’ εἰ ὅ ἐστιν ἓ ν , αὐτὸ τοῦτο πολλὰ ἀποδείξε ι. Τοῦτο γὰρ ζητεῖ τὸ ἓν ἀποδειχθῆναι καὶ πλήθους μετέχον ᾧ τὸ ἔστι προσάγομεν, ἀλλ’ οὐ τὸ κρεῖττον τοῦ ἔστι. Καὶ περὶ τῶν ἄλλων ἁπάντων ὡσαύτω ς · εἰ μὲν αὐτὰ τὰ γένη τε καὶ εἴδη ἐν αὐτοῖς ἀποφαίνει τἀναντία ταῦτα πάθη πάσχοντ α , ἄξιον θαυμάζει ν · εἰ δ ’ ἐμὲ ἕν τις ἀποδείξει ὄντα καὶ πολλ ὰ , τί θαυμαστό ν ; λέγω ν , ὅταν μὲν βούληται πολλὰ ἀποφαίνει ν , ὡς ἕτερα μὲν τὰ ἐπὶ δεξιά μού ἐστι ν , ἕτερα δὲ τὰ ἐ π ’ ἀριστερ ὰ , καὶ ἕτερα μὲν τὰ πρόσθε ν , ἕτερα δὲ τὰ ὄπισθε ν , καὶ ἄνω καὶ κάτω ὡσαύτω ς · πλήθους γὰ ρ , οἶμα ι , μετέχ ω · ὅταν δὲ ἓ ν , ἐρεῖ ὡς ἑπτὰ ἡμῶν ὄντων εἷς ἐγώ εἰμι ἄνθρωπος μετέχων καὶ τοῦ ἑνὸ ς , ὥστε ἀληθῆ ἀποφαίνει ἀμφότερ α . |
| in Prm 766 [40] | Ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὰ ἀποφαίνει ν , λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτ α , φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύνα ι , οὐ τὸ ἓν πολλ ὰ , οὐδὲ τὰ πολλὰ ἓ ν , οὐδέ τι θαυμαστὸν λέγει ν , ἀλ λ ’ ἅπερ ἂν πάντες ὁμολογοῖμε ν. (P. 129 C.) Κοινὸς ἐν τούτοις παραδίδοται κανὼν περὶ τῆς κοινωνίας τῶν εἰδῶν, ἀνατείνων ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν καὶ τῆς ἐν τούτοις συμπλοκῆς τῶν ἀντικειμένων γενῶν τε καὶ εἰδῶν ἐπ’ αὐτὰς τὰς ὑπερφυεῖς καὶ νοερὰς οὐσίας, οὐδὲν μὲν θαυμαστὸν ὁ τούτοις θεωρεῖσθαι τοῖς μεριστοῖς καὶ ἀδιαστάτοις πράγμασιν ἀποφαινόμενος, εἰ ταὐτὸν ἓν εἶναι δοκεῖ καὶ πολλὰ, προσάγων δὲ ἡμᾶς ἐπὶ τὴν ἡνωμένην καὶ ἀμέριστον ὑπόστασιν καὶ τὴν τῶν αἰωνίων καὶ καθαρῶν εἰδῶν κατανόησιν, ἅ ἐστιν αὐτὰ καθ’ αὑτὰ καὶ οὐδὲ ἕδρας δεῖται καὶ ὑποδοχῆς, ὁποίας δεόμεθα. Τὰ αἰσθητὰ καὶ ἓν ὁρᾶται καὶ πολλά· ἓν μὲν τῇ οὐσίᾳ, τῇ ὁλότητι, τῷ ὑποκειμένῳ, τῷ εἴδει· πολλὰ δὲ τοῖς συμβεβηκόσι, τοῖς μέρεσι, ταῖς δυνάμεσι, τῇ ὕλῃ καὶ πᾶσιν ἁπλῶς ἐξ ὧν τὸ μεριστὸν καὶ πεπληθυσμένον τῶν αἰσθητῶν ἀπελέγχειν εἰώθαμεν· ἢ οὐ ταῦτά ἐστιν ἃ καὶ ταῖς σχέσεσι ποικίλλεται, καὶ τοῖς τόποις διΐσταται, καὶ ὅλως φαινόμενον ἔχει τὸ ἓν τόδε πλῆθος ἐπικρατοῦν τῆς ὅλης αὐτῶν ὑποστάσεως· μεριστὴ γὰρ αὐτῶν ἐστι καὶ ἔνυλος ἡ φύσις. Ἀλλ’ ἐν μὲν τοῖς αἰσθητοῖς οὐ θαυμαστὸ ν, ὥς φησι καὶ ὁ Σωκράτης, εἰ τὸ αὐτὸ καὶ ἕν ἐστι καὶ πλῆθος, ἄλλως μὲν ἓν, ἄλλως δὲ πλῆθος, ἐπ’ αὐτῶν δὲ τῶν νοητῶν θαυμαστὸν, εἰ τὸ αὐτὸ ἓν μετέχει πλήθους, καὶ εἰ τὸ πλῆθος ἑνὸς, ἃ καὶ ὁ Σωκράτης ὑπονοεῖ μὲν, θαυμάζει δὲ εἰ ἀποδεικτά ἐστι. Καὶ εἴρηται παρ’ ἡμῶν, ὅπως καὶ αὕτη ἡ ὑπόνοια τοῦ Σωκράτους ἀληθής· οὐ γὰρ πάντα τρόπον ἡ κοινωνία γίγνεται τῶν εἰδῶν, ἀλλὰ κατὰ τὸν προσήκοντα αὐτοῖς· τίς δὲ οὗτός ἐστιν, εἴρηται πρότερον. |
| in Prm 767 [35] | Ἀλλ’ ἐπὶ τὴν λέξιν ἐπανιτέον, καὶ θεατέον ἕκαστον τῶν ἐκκειμένων ῥημάτων. Τῷ μὲν τοίνυν εἰπεῖν καὶ περὶ πάντω ν, τὴν παντελῆ διακόσμησιν ἐδήλωσε τῶν θείων εἰδῶν καὶ τὴν ἕνωσιν αὐτῶν καὶ τὴν σύμπνοιαν· τῷ δὲ προσθεῖναι καὶ περὶ τῶν ἄλλω ν, τὴν διάκρισιν καὶ τὸ ἀσύγχυτον αὐτῶν πλῆθος ἐνεδείξατο. Διὰ δὲ τῶν γενῶν αὖ καὶ τῶν εἰδῶν τάς τε ἁπλουστέρας καὶ ὁλικωτέρας αἰτίας καὶ τὰς μερικωτέρας ἐκεῖ καὶ οἷον συνθετωτέρας ὑποστάσεις ἡμᾶς ἐδίδαξε· τὰ γὰρ εἴδη τὰ περιληπτικώτερα καὶ ἑνοειδέστερα καὶ αἰτιώτερα γένη προσείρηκεν· ἀλλὰ δὴ τίνα, καὶ οὐχ οἷα τὰ ὑστερογενῆ καὶ τὰ ἐν τοῖς καθ’ ἕκαστα, φησί· ταῦτα γὰρ ἰνδάλματα τούτων ἐστὶ, καὶ ἡ διαιρετικὴ πρώτως τὸ νοερὸν πλῆθος θεᾶται τῶν εἰδῶν καὶ τῶν γενῶν, καὶ τὴν ἐν ἐκείνοις τῶν προόδων τάξιν, καὶ τὰς σειρὰς τὰς νοεράς. Διὰ δὲ τοῦ ἐν αὐτοῖς ἔδειξεν ὁποίαν ζητεῖ κοινωνίαν ἐπὶ τῶν εἰδῶν μὴ ἐπίκτητον, μηδὲ ἔξωθέν ποθεν ὑπάρχουσαν αὐτοῖς, ἀλλ’ ἀπὸ τῆς οὐσίας τῆς αὐτῶν καὶ τῆς φύσεως. Καὶ μὴν διὰ τῶν ἀντιθέσεων ὧν παρέλαβε τὸ πλῆθος τῶν αἰσθητῶν ἀπελέγχων, ἱκανῶς, οἶμαι, καὶ τὸ μεριστὸν αὐτῶν ἐνέφηνεν· αἱ γὰρ σχέσεις ἄπειροί εἰσι, καὶ διὰ τὸ μάλιστα ἀνούσιον εἰς τὸ ἀμέριστον ὑποφερόμεναι καὶ ἄπειρον. Τί δὲ οἱ ἀριθμοὶ ὅ τε τῆς ἑξάδος καὶ ὁ τῆς ἑπτάδος; ἆρα μάτην παρελήφθησαν; Ἢ πρὸς μὲν τὴν τοῦ πλήθους ἔνδειξιν ἡ ἑξὰς προσήκουσα ἦν διὰ τὸ ἄρτιον καὶ ὅλως τὸ τέλειον· οὐ γὰρ ἀτελὲς εἶναι δεῖ τὸ πλῆθος τὸ μέλλον μεθέξειν τοῦ ἑνός· πρὸς δὲ τὴν τοῦ ἑνὸς ἡ ἑπτάς· μοναδικὴ γάρ ἐστι καὶ μόνης μονάδος γεγονὸς, καὶ ὅλως τὸ περιττὸν πρὸς τοῦ ἑνός ἐστι. Καὶ εἰ βούλει καὶ ἐπ’ αὐτοὺς ἀνιέναι τοὺς θεοὺς τοὺς ἀνάλογον τοῖσδε τοῖς ἀριθμοῖς, ὄψει καὶ ἐκεῖ τὸ αἴτιον τῆς τε κοινωνίας καὶ τῆς διακρίσεως τῶν εἰδῶν. |
| in Prm 768 [35] | Ἡ μὲν γὰρ ἑξὰς Ἀφροδίτης ἐστὶν ἱερὰ, φασὶ Πυθαγορείων παῖδες· ἡ δὲ ἑπτὰς, τῆς δεσποίνης ἡμῶν Ἀθηνᾶς· ἔστι δὲ ἡ μὲν ἀναγωγὸς ἀπὸ τοῦ πλήθους εἰς ἓν, ἡ δὲ τὴν ἐν τῷ πλήθει κοινωνίαν παρεχομένη τοῖς τε νοητοῖς καὶ πᾶσι τοῖς οὖσιν. Εἰ τοίνυν λέγεις τὴν ἑπτάδα τὴν Ἀθηναϊκὴν ἑνοποιὸν, τὴν δὲ ἑξάδα τὴν Ἀφροδισιακὴν μετὰ τῆς κοινωνίας φυλάττειν τὸ πλῆθος, οἰκείως εὑρήσεις ἑκατέραν, τὴν μὲν εἰς τὴν τοῦ πλήθους, τὴν δὲ εἰς τὴν τῆς ἑνώσεως ἀπόδειξιν παρειλημμένην. Πάλιν τοίνυν τὸ λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα ἀποφαίνειν ἓν καὶ πολλὰ θαυμαστῶς ὅπως ἐνδείκνυται, πῶς τὸ ἓν ἐνταῦθα καὶ τὸ πλῆθος, καὶ ὅτι διῃρημένα ἀπ’ ἀλλήλων καὶ δεόμενα συνδέσμου τινός. Πῶς γὰρ τὸ εἶδος ἓν ὂν συνάπτεται τῇ ὕλῃ, δῆλον ὡς διὰ τῆς φύσεως· αὕτη γάρ ἐστι συναγωγὸς ἀμφοῖν, ἐκεῖ δὲ ἄνευ συνδέσμου προσθέσεως τὸ ἓν πολλὰ καὶ τὰ πολλὰ ἕ ν· αὐτὸς μὲν γὰρ ὁ ὅλος νοῦς ἓν πολλά ἐστι, αἱ δέ γε ἐν αὐτῷ μερικώτεραι τάξεις πολλαὶ ἑνοειδεῖς πάλιν οὐκ εἰσὶν ἕτεραι παρ’ αὐτὸν ἁπλῶς· συμπληροῦσι γὰρ αὐτοῦ τὴν μίαν ὁλότητα. Ἐὰν δέ τις ὧν νῦν δὴ ἐγὼ ἔλεγο ν , πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ κα θ ’ αὑτὰ τὰ εἴδ η , οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος καὶ τὸ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοιαῦτ α , εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαί τε καὶ διακρίνεσθαι ἀποφαίν ῃ , ἀγαίμην ἂν ἔγωγε θαυμαστῶ ς , ἔφ η , ὦ Ζήνω ν . (P. 129 D.) Ἐπ’ αὐτὴν τὴν τελεωτάτην ὁ Σωκράτης ἀναδεδράμηκεν ὑπόθεσιν περὶ τῆς κοινωνίας τῶν εἰδῶν καὶ συγκρίνεσθαι πάντα εἰπών· ταῦτα γὰρ ὑπάρχειν ἅμα, ἄμφω δὲ τοῖς θείοις ἐκείνοις πράγμασιν ἕνωσίν τε ἀσύγχυτον καὶ διάκρισιν ἀδιαίρετον, ἵνα καὶ ἐν ἀλλήλοις ᾖ καὶ σώζῃ τὴν καθαρότητα τὴν ἑαυτῶν. |
| in Prm 769 [5] | Τοῦτον οὖν ἄγαται τὸν τοῦτο δεῖξαι δυνάμενον, ὅπως καὶ ἥνωται καὶ διακέκριται τὰ εἴδη τὰ νοητὰ, καὶ ὅπως οὔτε τὴν ἄμικτον ἀπόλλυσι καθαρότητα διὰ τὴν ἕνωσιν, οὔτε τὴν κοινωνίαν τὴν θείαν διὰ τὴν διάκρισιν, ἀλλὰ καὶ διακέκριται ἅμα καὶ συγκέκριται δεσμῷ Ἔρωτος ἀγητοῦ κατὰ τὸ Λόγιον· ὃς ἐκ νόου ἔκθορε πρῶτος Ἑσσάμενος πυρὶ πῦρ συνδέσμιον, ὄφρα κεράσῃ Πηγαίους κρατῆρας, ἑοῦ πυρὸς ἄνθος ἐπισχών. Ταύτην οὖν ζητεῖ τὴν σύγκρασιν ὁ Σωκράτης μετὰ τῆς διακρίσεως ἰδεῖν ἐπὶ τῶν ἀμερῶν καὶ νοητῶν ὑποστάσεων, καὶ ἐπὶ ταύτην προκαλεῖται τοὺς ἄνδρας, καὶ ταύτην ἄγαται τὴν θεωρίαν τὴν ἑνίζουσαν ἅμα καὶ διακρίνουσαν τὰς νοερὰς δυνάμεις τῶν αἰσθητῶν, ὁμοιότητα ἐκείνην καὶ ἀνομοιότητ α , πλῆθος τὸ ἐκεῖ καὶ τὸ ἓ ν , στάσιν τὴν θείαν καὶ κίνησι ν· προσέθηκε γὰρ δὴ ταῦτα ταῖς εἰρημέναις συζυγίαις· ἐπεὶ κἂν ὁ Ζήνων, οὐ μόνον ἐξ ἐκείνων, ἀλλὰ καὶ ἐκ τῆς τούτων ἀκολουθίας ἀπήλεγχε τὴν ἀτοπίαν τῶν τὰ πολλὰ τοῦ ἑνὸς χωριζόντων· οὐ γὰρ μόνον ἐκ τοῦ ὁμοίου καὶ ἀνομοίου ἐπεποίητο τὴν ἐπιχείρησιν, οὐδὲ αὖ μόνον ἐκ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἀλλ’ ἤδη καὶ ἀπὸ στάσεως καὶ κινήσεως. Τὸ γὰρ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ἱστάμενον καὶ κινούμενον ἀπέφηνεν, εἰ τὰ πολλὰ μὴ μετέχοι τοῦ ἑνός· πᾶν τὸ ἱστάμενον ἔν τινί ἐστιν ἑνὶ, καὶ πᾶν τὸ κινούμενον ἐξίσταται τοῦ ἑνὸς, ὥστε τὰ πολλὰ εἰ μὴ μετέχοι τινὸς ἑνὸς ἄστατά ἐστι· καὶ πάλιν εἰ αὐτὸ τοῦτο ἔχοι κοινὸν τὸ μὴ μετέχειν τινὸς, ἔν τινι ἔσται· ταύτῃ οὖν πάλιν ἀκίνητα· τὰ αὐτὰ ἄρα καὶ κινούμενα ἔσται καὶ ἑστῶτα· οὐκ ἄρα πολλά ἐστιν ἔρημα πάντη τοῦ ἑνός. Ἀλλ’ ὁ μὲν Ζήνωνος λόγος καὶ ἐνταῦθα τοιοῦτος· ὁ δέ γε Σωκράτης, ὡς τούτων ἱκανῶς δεδειγμένων δεῖν πανταχοῦ μετέχειν ἑνώσεως, χαίρειν ἐάσαντα τὸ δεικνύναι τὰ τῇδε πολλὰ μὴ διῃρημένα μόνον, ἀλλὰ καὶ ἡνωμένα ἀλλήλοις, ἀξιοῖ δεικνύειν αὐτὸν μὴ ὅπως τὸ αὐτὸ κινεῖται καὶ ἕστηκεν ἐν τοῖς αἰσθητοῖς, ἀλλὰ μεταβαίνειν ἐπὶ τὰς νοερὰς μονάδας, καὶ ἀποφαίνειν ὅπως ἥνωνται καὶ ἐκεῖναι καὶ ὅπως μετέχουσιν ἀλλήλων. |
| in Prm 770 [35] | Ὅτι μὲν γὰρ τὰ ἐνταῦθα πλήθη μετέχει τινῶν μονάδων καὶ διὰ τούτων τὸ μεριστὸν αὐτῶν καὶ διεσπαρμένον εἰς ἕνα περιάγεται σύνδεσμον, ἱκανῶς δέδεικται· πρὶν δὲ ἐπ’ αὐτὴν ἐπανέλθωμεν τὴν ἀκροτάτην ἕνωσιν τὴν Παρμενίδειον, τὰς πολλὰς θεωρήσωμεν καὶ ἀφανεῖς καὶ ἀκατατάκτους μονάδας πῶς ἐν ἀλλήλαις εἰσὶ, πῶς κοινωνία τε αὐτῶν ἐστιν ὁμοφυὴς καὶ καθαρότης ἀσύγχυτος, πῶς ἡ ὁμοιότης συγκέκραται πρὸς τὴν ἀνομοιότητα, πῶς τὸ ἓν καὶ τὸ πλῆθος χωρεῖ δι’ ἀλλήλων, πῶς ἡ στάσις καὶ ἡ κίνησις μετειλήφασιν ἀλλήλων· ὁ γὰρ τὴν τοιαύτην μίξιν καὶ διαπλοκὴν τῶν εἰδῶν τεθεαμένος, οὗτός ἐστιν ἀγαστὸς ὄντως τῷ Σωκράτει, καὶ οὐχ ὡς ἔτυχεν ἀγαστός· τὸ γὰρ θαυμαστῶς βεβαιοτέραν ποιεῖ τὴν εὐφημίαν, καὶ οὐδὲν ἄλλο ἐμφαίνει ἢ τὸ ὄντως καὶ ὡς ἀληθῶς καὶ ἐπαξίως τοῦ θαύματος. Πάντα ἄρα τὰ πάθη τοῦ Σωκράτους εὔστοχα, ἡ ἀπόγνωσις, ἡ ὑπόνοια, ἡ ἐλπὶς, ἡ μὲν εἰς τὴν πρὸς ἄλληλα σύγχυσιν ἀποβλέψαντος αὐτοῦ καὶ τὴν σύμφυρσιν τῶν θείων εἰδῶν, ἡ δὲ εἰς τὴν κοινωνίαν ἁπλῶς, ἡ δὲ εἰς τὴν ἕνωσιν ἅμα καὶ διάκρισιν, ἣν καὶ τελευταίαν ἐπέθηκεν, οἷον ἐκ πυρείων ἀνάψας ἑαυτῷ φῶς διὰ τῆς πρὸς τὸ πρᾶγμα ἐνατενίσεως καὶ τῆς πρὸς αὐτὰ τὰ εἴδη συνεχοῦς ἀνατάσεως. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τοῦ τρόπου τῶν λόγων τούτων καὶ τῆς ὅλης προθέσεως· πάλιν δὲ ἡμῖν αὐτὰ τὰ πράγματα σκεπτέον, τίς ἡ στάσις ἐκεῖ καὶ τίς ἡ κίνησις, καὶ τίνα τάξιν ἔχουσι, καὶ εἰ μετέχουσιν ἀλλήλων. |
| in Prm 771 [5] | Οὐκοῦν ὅτι μὲν ἀνάγκη τὸν δημιουργικὸν νοῦν ἐν νοήσεσιν ὑφεστηκότα καθαραῖς καὶ ἀΰλοις, καὶ πάντων ἀθρόως ὄντα δημιουργικὸν καὶ ὑπερκόσμιον, ἀμετάβλητον εἶναι τῇ τε οὐσίᾳ καὶ ταῖς ἐνεργείαις, οἶμαι παντὶ δῆλον εἶναι· πᾶν γὰρ τὸ ἀμέριστον εἶδος αἰώνιόν ἐστι, πᾶν δὲ τὸ αἰώνιον ἐν στάσει τὴν ἑαυτοῦ φύσιν ἔχει· τὸ γὰρ μεταβάλλον ἢ κατ’ οὐσίαν ἢ κατ’ ἐνέργειαν καὶ ἄλλοτε ἄλλως ἢ γιγνόμενον ἢ ἐνεργοῦν μεριστόν ἐστιν ἢ πρώτως ἢ ἐσχάτως, πᾶς δὲ νοῦς ἀμέριστος καὶ ἁπλοῦς καὶ ἀγέννητος. Εἰ τοίνυν πᾶς νοῦς ἀμέριστος, πᾶν δὲ τὸ ἀμέριστον αἰώνιον, πᾶν δὲ τὸ αἰώνιον ἀτρέπτως ἕστηκε, δῆλον δήπουθεν ὅτι πᾶς νοῦς ἕστηκε, καὶ πολλῷ μᾶλλον ὁ δημιουργικὸς νοῦς· ὅσῳ γὰρ δυνατώτερός ἐστι τῶν μετ’ αὐτὸν, τοσούτῳ μᾶλλον φρουρεῖ τὴν ἑαυτοῦ τάξιν ἀμετάστατον. Εἰ δὲ καὶ ἑδράζει τὸν ὅλον κόσμον κατά τε τὴν ὁλότητα αὑτοῦ καὶ τὸ ὅλον εἶδος καὶ τοὺς πόλους τοὺς ἐν αὐτῷ καὶ τὰ κέντρα καὶ τοὺς ἄξονας, καὶ δίδωσιν ἑκάστῳ τούτων μόνιμον δύναμιν, πόθεν ἂν εἴη ταύτην διδοὺς ἢ ἀπὸ τῆς οἰκείας οὐσίας; αὐτῷ γὰρ τῷ εἶναι δίδωσιν· ἔστι γὰρ ἐν αὐτῷ στάσις αἰτία τῶν ἑστώτων ἁπάντων, ἀλλὰ μὴν καὶ κίνησις· εἰ γὰρ ἔστι δημιουργὸς καὶ εἰ νοεῖ ἑαυτὸν, δῆλον ὡς ἐνεργεῖ· καὶ γὰρ ἡ ἐνέργεια λέγεται κίνησις τελεία, τοιαύτη δέ ἐστιν ἡ δημιουργικὴ ποίησίς τε καὶ νόησις. Εἰ δὲ καὶ, ὥς φησιν ἐκεῖνος, οἷον ζωὴ τῶν σωμάτων ἐστὶν ἡ κίνησις, δεῖ πολλῷ πρότερον τὴν ζωοποιὸν αἰτίαν ἐν ἐκείνῳ κίνησιν καλεῖν· αὐτὸ γὰρ τὸ ζῇν κίνησίν ἐστιν ἔχειν· εἰ δὲ καὶ δίδωσι τῇ τε γενέσει καὶ τῷ οὐρανῷ τὴν κίνησιν, δίδωσι δὲ ἀπὸ τῆς ἑαυτοῦ οὐσίας, πῶς οὐ πολλῷ πρότερόν ἐστιν ἐν αὐτῷ κίνησις; πᾶν γὰρ τὸ τῷ εἶναι ποιοῦν ἀπὸ τοῦ ἐν ἑαυτῷ ὄντος τοῖς ἄλλοις μεταδίδωσι· καὶ γὰρ τὸ πῦρ οὐχὶ ψυχρότητος, ἀλλὰ θερμότητος μεταδίδωσι τοῖς ἄλλοις· αὐτῷ γὰρ τῷ εἶναι ποιεῖ καὶ οὐ προελόμενον, ψυχρότητα δὲ οὐκ εἶχε· καὶ ὁ ἥλιος φῶς δίδωσι, καὶ ἡ ψυχὴ ζωήν· ὥστε, εἰ καὶ ὁ δημιουργὸς δίδωσι κίνησιν τοῖς μετ’ αὐτὸν, ἔχει τὴν αἰτίαν τῆς κινήσεως ὁμοῦ τῇ στάσει συνυφεστηκυῖαν. |
| in Prm 772 [10] | Ἀλλ’ ὅτι μὲν ἔστιν ἐκεῖ καὶ στάσις καὶ κίνησις, δῆλον διὰ τούτων, καὶ ὡς ἡ μέν ἐστι τὸ αἰώνιον τῆς δημιουργικῆς νοήσεως καὶ τὸ τῆς προνοίας ἐνεργὸν, ἡ δὲ τὸ ἀεὶ ὡσαύτως τῆς ἐνεργείας τοῦ δημιουργοῦ, φρουροῦσα τὴν δραστήριον αὐτοῦ δύναμιν· διὰ τί γὰρ ἄγρυπνός ἐστι καὶ ἀκμαία καὶ δραστήριος ἡ πρόνοια τοῦ δημιουργοῦ τῶν ὅλων, ἢ διὰ τὴν κίνησιν; διὰ τί δὲ μόνιμος καὶ ἀνεξάλλακτος καὶ ἀκλινὴς, ἢ διὰ τὴν στάσιν; Δύο ἄρα ταῦτα γένη θετέον ἐν αὐτῷ, στάσιν καὶ κίνησιν· ταῦτα δὲ τὰ δύο γένη πότερον μετέχειν ἀλλήλων φατέον, ἢ οὔ; δοκεῖ γὰρ οὖν ὁ ἐν τῷ Σοφιστῇ Ἐλεάτης ξένος ἀποφῆσαι τὴν μίξιν ἐπὶ τούτων· οὔτε γὰρ πάντα ἄμικτα ἀλλήλοις εἶναι προσῆκε, οὔτε πάντα μεμιγμένα, ἀλλὰ ταὐτὸν μὲν καὶ θάτερον κοινωνεῖν ἀλλήλοις, στάσιν δὲ οὐκέτι καὶ κίνησιν. Μήποτε οὖν ἐν τούτοις ὁ Σωκράτης, ἄγασθαι λέγων τὸν δυνάμενον δεῖξαι ταῦτα δυνάμενα συγκρίνεσθαι, καὶ δίδωσι χώραν τοῖς ἐν Σοφιστῇ λόγοις διορίζουσι τίνα μὲν διακέκριται ἀπ’ ἀλλήλων, τίνα δὲ κοινωνεῖ· καὶ αὐτὸς μὲν ὡς ἀπορῶν, ἐφίεταί τι περὶ τούτων μαθεῖν, ὁ δὲ ἐκεῖ σοφὸς τὴν ἐπιστημονικὴν πεποίηται περὶ αὐτῶν ὑφήγησιν, τὰ μὲν ἀποκεκριμένα τῶν γενῶν ἀπ’ ἀλλήλων, τὰ δὲ συγκεκριμένα ἀλλήλοις ἀποδείξας· τὸ γὰρ δύνασθαι ταὐτὰ πάσχειν οὐκ ἄγει μετουσίαν ἀλλήλων ἠναγκασμένην· τὸ γὰρ ἐνδέχεσθαι τῷ δύνασθαι ταὐτόν. Μήποτε δὲ καὶ τὰ μέτρα τῆς διακρίσεως καὶ συγκρίσεως οὐ τὰ αὐτὰ πάντων ἐστίν. Ἔστι γὰρ περὶ τὰ γένη τοῦ ὄντος ἕνωσίς τε καὶ διαίρεσις, καὶ οὐδέν ἐστιν ὃ μὴ κοινωνεῖ καὶ τῶν λοιπῶν· ὡς δὲ ἐν τοῖς γένεσι τούτοις τὰ μὲν μᾶλλον ἥνωται, τὰ δὲ μᾶλλον διακέκριται, καὶ τὰ μὲν πλείω ποιεῖται τὴν ἀλλήλων μέθεξιν, τὰ δὲ πλείω σώζει τὴν καθαρότητα, καὶ διὰ τοῦτο ἐν ἐκείνοις στάσιν καὶ κίνησιν ὡς πρὸς τὰ ἄλλα παραβάλλοντες μὴ μετέχειν ἀλλήλων ἐλέγομεν, οὐχ ὡς ἀκοινώνητα παντελῶς ὄντα καὶ ἄμικτα. |
| in Prm 773 [10] | Πῶς γὰρ ἐν ἑνὶ ὄντα καὶ σύστοιχα ἀλλήλοις οὐχὶ καὶ φίλα ἀλλήλοις ἔσται καὶ μεθέξει πως ἀλλήλων, δραστηρίου μὲν ἐνεργείας ἡ στάσις ἀπὸ τῆς κινήσεως, μονίμου δὲ δυνάμεως ἡ κίνησις ἀπὸ τῆς στάσεως; Πότερον γὰρ ἀνενέργητον καὶ ἄζωον τὴν στάσιν ποιήσομεν, ἢ καὶ ταύτῃ ζωῆς καὶ ἐνεργείας μεταδώσομεν; Ἀλλ’ εἰ μὲν ἀνενέργητός ἐστι καὶ ἄζωος, οὔτε γεννητική τινος ἔσται, οὔτε εἶδος νοερόν· πᾶν γὰρ τὸ ἐν νῷ μετέχει καὶ ζωῆς· οὔτε γὰρ ἐξ ἀνοήτων τὸν νοῦν, οὔτε ἐκ μὴ ζώντων τὴν ζωὴν ὑφεστάναι θεμιτόν. Εἰ δὲ ἕξει καὶ ζωὴν καὶ ἐνέργειαν ἡ στάσις, ἕξει καὶ κίνησιν. Ὁμοίως δὴ καὶ τὴν κίνησιν ἆρα οὐχὶ μονίμως ἐνεργεῖν φήσομεν καὶ ἀκινήτως; ἢ πῶς ἂν ἄλλως ἐνεργοίη τι τῶν νοερῶν εἰδῶν; ἀκινήτους γὰρ αἰτίας ἐκείνας διὰ τοῦτο κεκλήκαμεν. Εἰ δὲ ἀκίνητον ἔχειν δύναμιν, πὴ μετέχειν δὲ καὶ τῆς στάσεως, ὥστε ἀλλήλων καὶ ταῦτα μετειλήφασιν. Φαμὲν ὅμως αὐτὰ πολλάκις ἄμικτα, διότι πλείων ἐν αὐτοῖς ἡ ἑτερότης καὶ ἡ διάκρισις ἢ ἐν ταὐτότητι καὶ ἑτερότητι· ταῦτα γὰρ ἥνωται μᾶλλον ἢ διῄρηται, στάσις δὲ καὶ κίνησις διῄρηται μᾶλλον ἢ συγκέκραται. Μήποτε δὲ καὶ ἕκαστον ἡνωμένον εἶναι βούλεται καὶ διῃρημένον τῶν εἰδῶν, ὥσπερ καὶ περὶ τῶν τῇδε προείρηκεν ὅτι ἕκαστος ἡμῶν ἕν τε καὶ πολλά ἐστι, καὶ οὕτως ἔφατο ἀγασθῆναι ἂν τὸν δεικνύντα διακρινόμενον καὶ τῶν νοητῶν εἰδῶν ἕκαστον καὶ συγκρινόμενον· καὶ τοῦτο ἂν δηλοίη καὶ τὸ ἐν ἑαυτοῖς αὐτῷ προσκείμενον· οὐ γὰρ ἀλλήλοις εἶπεν, ἵνα τὴν πρὸς ἄλληλα μίξιν αὐτῶν ἐζητήσαμεν ἂν, ἀλλὰ ἐν ἑαυτοῖς πῶς ἕκαστον θεωρήσωμεν διακεκριμένον ἅμα καὶ συγκεκριμένον, ὡς καὶ τὴν στάσιν ἓν εἶναι καὶ πολλὰ καὶ τὴν κίνησιν, ὥσπερ καὶ ἐμὲ καὶ σὲ καὶ ἕκαστον τῶν αἰσθητῶν τό τε ἓν πληθυόμενον τὸ ἐκεῖ καὶ τὸ πλῆθος ἑνιζόμενον. |
| in Prm 774 [10] | Εἰ γὰρ καὶ ταῦτα κρατοίη, πολλοῦ δεῖ διαφέρεσθαι πρὸς τὴν ἐν τῷ Σοφιστῇ τῆς στάσεως καὶ τῆς κινήσεως ἀμιξίαν· μᾶλλον δὲ συνᾴδειν τοῖς ἐν Φιλήβῳ γεγραμμένοις, ἐν οἷς ἔλεγεν ὅτι τὸ αὐτὸ ἓν εἶναι καὶ πολλὰ δεδημευμένον ἐστὶν ἐπὶ τῶν αἰσθητῶν, ἄξιον δὲ ζητήσεως ἐπὶ τῶν νοητῶν μονάδων ὅπως ἐκείνων ἑκάστη ἕν ἐστι καὶ πολλά· τούτῳ γὰρ ταὐτὸν τὸ διακεκριμένον ἕκαστον εἶναι τῶν νοητῶν εἰδῶν καὶ συγκρινόμενον, ὡς ἐν τούτοις φησί. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῶν εἰδῶν ἁπλῶς τῆς τε πρὸς ἄλληλα καὶ τῆς ἑκάστου καθ’ αὑτὸ κατὰ τὴν ἕνωσιν καὶ τὴν διαίρεσιν κοινωνίας· ὅπως δὲ χρὴ τὴν ἀμιξίαν αὐτῶν καὶ τὴν μίξιν ἐκλαμβάνειν, ἴσως καὶ εὐκαιρότερον ἐν ταῖς τοῦ Σοφιστοῦ διελθεῖν ἐξηγήσεσιν, ὅπου προηγουμένως ὁ Πλάτων διαλέγεται περὶ τοῦ μετέχειν ἀλλήλων ἢ μὴ μετέχειν τὰ γένη τοῦ ὄντος. Πότερον δὲ ὁμοιότης καὶ ἀνομοιότης οὐ μόνον ἀλλήλοις μίγνυται, ἀλλὰ καὶ τοῖς ἄλλοις, στάσει λέγω καὶ κινήσει, καὶ ὅλως πότερον τὰ γένη τοῦ ὄντος οὐκ ἀλλήλοις μόνον, ἀλλὰ καὶ τοῖς εἴδεσι τοῦ ὄντος, ἢ τὰ μὲν ἀλλήλοις μόνον, τὰ δὲ οὒ, μετὰ ταῦτα σκεπτέον. Φαίνεται οὖν ἄτοπον εἶναι τὰ αἴτια μετέχειν τῶν αἰτιατῶν· ἡ δὲ τῶν γενῶν πεμπτὰς αἰτία πᾶσίν ἐστι τοῖς εἴδεσι τῆς ὑποστάσεως. Μήποτε οὖν πολλαχῶς τὴν μίξιν γίγνεσθαι ῥητέον· ἄλλως γὰρ μίγνυσθαι τὰ σύστοιχα ἀλλήλοις, ἄλλως τὰ κρείττονα τοῖς ὑφειμένοις, ἄλλως τὰ καταδεέστερα τοῖς αὑτῶν ἀμείνοσι· τὰ μὲν γὰρ καὶ φοιτᾷ δι’ ἀλλήλων καὶ μεταδίδωσιν ἀλλήλοις τῶν οἰκείων δυνάμεων· τὰ δὲ χωρεῖ μὲν διὰ τῶν ὑφειμένων, μεταδίδωσί τε αὐτοῖς ἀφ’ ἑαυτῶν τῆς οἰκείας ἰδιότητος, καὶ ἔστιν ἐν αὐτοῖς κατὰ μέθεξιν· τὰ δὲ ἐνιδρύει μὲν αὑτὰ τοῖς κρείττοσιν, ὁμέστια δὲ αὐτοῖς γίγνεται καὶ τῶν αὐτῶν ἀπολαύει νοητῶν, ὡς ἂν ἐν αὐτοῖς ὄντα κατ’ αἰτίαν. |
| in Prm 775 [35] | Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, τά τε εἴδη μίγνυται ἀλλήλοις καὶ τὰ γένη κατὰ τὸ πρῶτον εἶδος τῆς μίξεως· ἐν γὰρ τοῖς συστοίχοις ἡ τοιαύτη κοινωνία· καὶ τὰ γένη τοῖς εἴδεσι κατὰ τὸ δεύτερον, μεταδίδωσι γὰρ αὐτοῖς ἑαυτῶν· καὶ τὰ εἴδη τοῖς γένεσι κατὰ τὸ τρίτον, ἐνιδρύεται γὰρ αὐτοῖς καὶ ἑνίζεται καὶ ἐν αὐτοῖς γίγνεται, μᾶλλον δέ ἐστι πολλῷ πρότερον ἐν αὐτοῖς κατ’ αἰτίαν, διὰ τὴν ἐν ἀμερεῖ πάντων ὑπόστασιν. Καὶ οὐχ ἡμεῖς ταῦτα ἀναπλάττομεν. ἀλλὰ καὶ οἱ θεολόγοι ταῦτα αἰνίττονται διὰ τῶν ἱερῶν γάμων· ἁπλῶς μὲν γὰρ τὴν ὁμοφυῆ σύζευξιν καὶ τὴν κοινωνίαν τῶν θείων αἰτιῶν μυστικῶς γάμον προσαγορεύουσι· ταύτην δὲ τὴν κοινωνίαν ποτὲ μὲν ἐν τοῖς συστοίχοις ὁρῶσι, καὶ καλοῦσι γάμον Ἥρας καὶ Διὸς, Οὐρανοῦ καὶ Γῆς, Κρόνου καὶ Ῥέας· ποτὲ δὲ τῶν καταδεεστέρων πρὸς τὰ κρείττω, καὶ καλοῦσι γάμον Διὸς καὶ Δήμητρος· ποτὲ δὲ καὶ ἔμπαλιν τῶν κρειττόνων πρὸς τὰ ὑφειμένα, καὶ λέγουσι Διὸς καὶ Κόρης γάμον, ἐπειδὴ τῶν θεῶν ἄλλαι μέν εἰσιν αἱ πρὸς τὰ σύστοιχα κοινωνίαι, ἄλλαι δὲ αἱ πρὸς τὰ πρὸ αὑτῶν, ἄλλαι δὲ αἱ πρὸς τὰ μετὰ ταῦτα, καὶ δεῖ τὴν ἑκάστης ἰδιότητα κατανοεῖν καὶ μετάγειν ἀπὸ τῶν θεῶν ἐπὶ τὰ εἴδη τὴν τοιαύτην διαπλοκήν. Ἀλλ’ ἐπειδὴ περὶ τῆς τῶν πραγμάτων τάξεως εἴρηται, φέρε καὶ τὴν λέξιν θεωρήσωμεν αὐτήν. |
| in Prm 776 [10] | Οὐκοῦν πρῶτον μὲν τῷ διαιρεῖσθαι τὰ μετέχοντα καὶ τὰ μετεχόμενα καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ, καὶ ἐξαίρειν τὰ κρείττω τῶν καταδεεστέρων, μιμεῖται τὴν ἄχραντον τοῦ νοῦ δύναμιν, τὴν ἀποκόπτουσαν πᾶν τὸ ἔνυλον καὶ σύνθετον καὶ ἀλλότριον ἀπὸ τῶν νοερῶν καὶ θείων οὐσιῶν· τῷ δὲ χωρὶς αὐτὰ κα θ ’ αὑτὰ τιθέναι τὰ νοερὰ εἴδη τὴν ἀμείλικτον δύναμιν ἀπεικονίζεται, τὴν ἐπὶ τῆς αὐτῶν καθαρότητος ἀτρέπτως ἐκεῖνα φυλάττουσαν. Διὰ μὲν τῆς κατὰ δυάδας αὐτῶν περιλήψεως, ἐνδείκνυται πᾶν τὸ γεννητικὸν αὐτῶν καὶ ἀπειροποιόν· διὰ δὲ τῆς τριαδικῆς ἐκθέσεως τῶν ἐν ἐκείνοις ἀντιθέσεων, πᾶν τὸ τελεσιουργὸν αὐτῶν καὶ παντέλειον καὶ αὔταρκες. Καὶ μὴν καὶ ἡ τάξις τῆς ἀπαριθμήσεως μιμεῖται τὴν συνέχειαν καὶ τὴν ἕνωσιν αὐτῶν· μετὰ γὰρ ὁμοιότητα καὶ ἀνομοιότητ α , τὸ πλῆθος ἐπιφέρει καὶ τὸ ἓ ν , εἶτα μετὰ ταῦτ α , στάσιν καὶ κίνησι ν. Συνῆπται οὖν οἰκείως τῇ μὲν ὁμοιότητι καὶ ἀνομοιότητι τὸ πλῆθος, τῷ δὲ ἑνὶ ἡ στάσις· εἰ τοίνυν τὸ μὲν ἓν καὶ τὸ πλῆθος, ὡς εἴρηται, περὶ τὴν ὁλότητα θεωρεῖται τοῦ νοῦ, ἡ δὲ στάσις καὶ κίνησις περὶ τὰ πρῶτα γένη, ἡ δὲ ὁμοιότης καὶ ἀνομοιότης περὶ τὰ δεύτερα· καὶ μήποτε τὰ μὲν κατὰ τὸ μένον ὁρᾶται μάλιστα τοῦ νοῦ, καὶ γὰρ ἐκεῖνο πολλὰ καὶ ἕν· τὰ δὲ κατὰ τὸ προϊὸν, καὶ γὰρ τὸ προϊὸν αὐτοῦ ἑστὼς κινεῖται· τὰ δὲ κατὰ τὸ ἐπιστρέφον, πᾶν γὰρ τὸ τοιοῦτον ὅμοιον ἐκείνῳ καὶ ἀνόμοιον ἐκείνῳ πρὸς ὃ ἐπέστραπται· ὥστ’ εἰκότως ἠρκέσθη ταῖς τρισὶ ταύταις ἀντιθέσεσι. Γένη δ’ οὖν καὶ ταῦτα καὶ ἄλλων εἰδῶν καθολικώτερα· ἤρξατο δὲ ἀπ’ αὐτῶν ἑπόμενος τοῖς τοῦ Ζήνωνος λόγοις· ὅτι γὰρ ἐκείνοις ἑπόμενος τούτων ἐμνημόνευσε, δηλώσει καὶ ὁ Παρμενίδης ἑξῆς λέγων πρὸς αὐτόν· καί τί σοι δοκεῖ εἶναι εἶδος ὁμοιότητο ς , καὶ ἓν δὴ καὶ πολλ ὰ , ὅσα δὴ Ζήνωνος ἤκουε ς; Ἡ δὲ σύγκρασις τῶν εἰδῶν ἐμφαίνει τὴν κοινωνίαν αὐτῶν τὴν ἀδιάζευκτον καὶ τὴν ἕνωσιν τὴν ἄϋλον, ἴσως δὲ καὶ τὴν πηγαίαν αὐτῶν καὶ πρωτουργὸν ἐνδείκνυται φύσιν· πηγαίους γὰρ κρατῆρας καὶ ἄλλοι τινὲς λέγειν εἰώθασι, καὶ ὁ Τίμαιος δὲ κρατῆρα καλεῖ τὴν αἰτίαν ἐν ᾗ μίγνυται τὰ γένη τοῦ ὄντος. |
| in Prm 777 [10] | Οἰκείως οὖν τούτοις καὶ ἐνταῦθα τὴν μίξιν σύγκρασιν προσηγόρευσεν· οἶδε γὰρ πολλὰς συγκράσεις ὁ φιλόσοφος, ὡς ἐν Τιμαίῳ μὲν, τὴν Δίϊον, ἐν δὲ Φιλήβῳ, τήν τε Διονυσιακὴν καὶ τὴν Ἡφαιστικήν. Τελευταῖον τοίνυν τὸ, ὦ Ζήνων, διὰ τῆς ἀνακλήσεως πρόσρησιν ἐμφαίνει τῆς ἐπιστήμης αὐτοῦ καὶ τῶν ἐν αὐτῷ λόγων καὶ ἀντοχὴν τῆς ὅλης ἐν αὐτῷ θεωρίας, μονονουχὶ προσάγοντος ἑαυτὸν καὶ ἑνίζοντος πρὸς αὐτὸν τοῦ Σωκράτους, καὶ εἰς ἕνα τὸν Παρμενίδειον νοῦν ἐπιστρέφοντος ἑαυτὸν διὰ τῆς πρὸς τὸν Ζήνωνα κοινωνίας· ὅθεν δὴ καὶ ἐν τοῖς ἑξῆς λόγοις Παρμενίδης ἀποκρίνεται πρὸς αὐτὸν, καὶ τῆς ὀξύτητος καὶ τῆς ἀσφαλείας καὶ τῆς περὶ τὰ θεῖα μανίας, καθόσον ἐνεδέχετο, τὸν οὕτω νέον πεῖραν αὐτοῖς παρασχόμενον, καὶ ὅτι μάλιστα πάντων ἐστὶ τῶν παρόντων ἐπιτήδειος πρὸς ὑποδοχὴν τῆς περὶ τῶν θείων μυστικῆς θεωρίας. Ταῦτα δὲ ἀνδρείως μὲν πάνυ ἡγοῦμαι πεπραγματεῦσθα ι · πολὺ μέν τ ’ ἂν ὧδε μᾶλλο ν , ὡς λέγ ω , ἀγασθείη ν , εἴ τις ἔχοι τὴν αὐτὴν ταύτην ἀπορίαν ἐν αὐτοῖς τοῖς εἴδεσι παντοδαπῶς πλεκομένη ν , ὥσπερ ἐν τοῖς ὁρωμένοις διήλθετ ε , οὕτω καὶ ἐν τοῖς λογισμῷ λαμβανομένοις ἐπιδεῖξα ι. (P. 129 E.) Πᾶν τὸ βούλημα τοῦ Σωκράτους καὶ πᾶς ὁ σκοπὸς τῶν εἰρημένων λόγων ἐν τούτοις περιείληπται τοῖς ῥήμασιν· ἐν γὰρ τούτοις ἐπαινεῖ μὲν τὸν Ζήνωνος λόγον ὡς ἀνδρείως πεπραγματευμένον, οὐ μόνον ὅτι τὴν τῶν πολλῶν ἄνοιαν ἀπαρακαλύπτως διήλεγξε, καὶ ὅτι τοῦτον ἔχει λόγον πρὸς τὸν Παρμενίδην ὃν τὸ ἐπικουρικὸν πρὸς τὸ φυλακικὸν, ἀλλὰ καὶ ὅτι ὑπὸ φιλονεικίας αὑτῷ γεγράφθαι τὸν λόγον εἴρηκε· μετέλαβε γὰρ τὸ φιλονείκως εἰς τὸ ἀνδρείω ς, ἀπὸ τοῦ πάθους εἰς τὴν ἀρετὴν ποιησάμενος τὴν μετάληψιν. |
| in Prm 778 [10] | Ἢ πῶς ἄλλως ἥρμοζε νέῳ πρὸς τὸν ἑαυτοῦ διαλέγεσθαι κρείττονα; Ἐπαινεῖ μὲν οὖν, ὅπερ εἶπον, τὴν Ζήνωνος πραγματείαν μετὰ δή τινος λαμπρᾶς ἐπιστάσεως· μετάγει δὲ τὴν θεωρίαν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀφανῆ. Δεδείχθω γὰρ ὅτι ἐν τούτοις τοῖς ὁρωμένοις εἰσί τινες μονάδες. Εἰ γὰρ καὶ ὁ Ζήνων περὶ παντὸς πλήθους ἔλεγεν ὡς οὐκ ἔστιν ἔρημον ἑνὸς, εἴτε νοητόν τις ὑποθῇ τὸ πλῆθος, εἴτε διανοητὸν, εἴτε καὶ αἰσθητόν· οὐ γὰρ προσετίθη ποιότητα τοῖς πολλοῖς, ἀλλὰ πολλὰ μᾶλλον ὑποθέμενος ἐδείκνυ τῶν ἀτόπων ἕκαστον· ἀλλ’ οἵ γε πολλοὶ, πρὸς οὓς ὁ λόγος, περὶ τῶν ὁρωμένων μόνον ἑκάστων ἐδόκουν γίγνεσθαι τὸν λόγον. Δεδείχθω οὖν τοῖς πολλοῖς ὅτι ἐν τοῖς ὁρωμένοις εἰσί τινες μονάδες καὶ σύνδεσμοι τοῦ πλήθους· οὕτω δή μοι δείξατε, φησὶν ὁ Σωκράτης, καὶ ἐν τοῖς νοητοῖς τὴν κοινωνίαν τῶν εἰδῶν· ἵνα, ὥσπερ τὰ ὁρώμενα καὶ πολλὰ καὶ ἓν ἐδείξατε τοῖς πολλοῖς, τὸν αὐτὸν τρόπον ἐπιδείξητε κἀκεῖ συγκρινόμενα ἀλλήλοις καὶ διακρινόμενα πάντα ἀπ’ ἀλλήλων· καὶ εἴποι ἂν ὁ Σωκράτης πεπεῖσθαι μὲν ὅτι κἀκεῖνα τὰ πολλὰ πάντως ἥνωται ἀλλήλοις ὡς ἀόριστα ταῦτα, πῶς δὲ ἥνωται, ζητεῖ· διὰ γὰρ τὴν ἁπλότητα αὐτῶν ἀπορεῖ, εἰ ἅμα καὶ ἥνωται καὶ διῄρηται, τῶν ὁρατῶν ὡς συνθέτων εὐκόλως γιγνωσκομένων ὅτι ἄμφω πέπονθεν. Οὐχὶ εἰ ἥνωται οὖν καὶ διακέκριται, εἴποι ἂν, ἀλλὰ πῶς ταῦτα ἐν ἐκείνοις εὐπαράδεκτα ἔσται, καθάπερ ἐν τοῖς ὁρατοῖς; πολλὰ γὰρ εἰδότες ὅτι δυνατὰ, ζητοῦμεν τὸ πῶς· οἷον, ὅτι προνοοῦσιν οἱ θεοὶ καὶ τῶν ἐνδεχομένων εἰδότες ὅλως, ζητοῦμεν πῶς προνοοῦσιν· οὕτως οὖν εἰδότες εἶναι καὶ ἕνωσιν καὶ διάκρισιν ἐν τοῖς εἴδεσι, ζητοῦμεν πῶς ἐστίν· οὕτω γὰρ ἡμῖν ζητοῦσιν ὑπάρξει τὸ ἑνοποιὸν αἴτιον ἀνευρεῖν τῶν νοητῶν· δεῖ γὰρ τῆς μίξεως εἶναι μίαν αἰτίαν, ὥσπερ τῆς κοινωνίας τῶν αἰσθητῶν τὰ νοητὰ αἴτιά ἐστιν· αἱ γὰρ ἐν τούτοις κοινωνίαι μονάδες ἀπ’ ἐκείνων ἥκουσι. |
| in Prm 779 [5] | Καὶ οὗτος μὲν ὁ σύμπας τῶν λέξεων νοῦς· περὶ δὲ τῆς παντοδαποῦς διαπλοκῆς εἴρηται πρότερον καὶ ὅτι τὰ σύστοιχα ἀλλήλοις μίγνυται, καὶ τὰ καταδεέστερα τοῖς ὑψηλοτέροις κοινωνεῖ, καὶ τὰ κρείττω μεταδίδωσιν ἑαυτῶν τοῖς ὑφειμένοις, καὶ ἕκαστον διακρίνεται ἀφ’ ἑαυτοῦ καὶ συγκρίνεται πρὸς ἑαυτό· καὶ ταῦτα φιλοσόφως μὲν διαπλοκὰς ὀνομάσεις, θεολογικῶς δὲ γάμους ἱεροὺς, καὶ τὰς κοινὰς αὐτῶν ἀπογεννήσεις τόκους· οὕτω δὲ καὶ αὐτὸς ἐν Σοφιστῇ, ταὐτὰ δὲ καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἔλεγε θαυμάσασθαι, εἴ τις ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰς μονάδας ἀναδράμοι τῶν εἰδῶν, καὶ ἐπιδείξοι ἓν οὖσαν ἐκείνων ἑκάστην καὶ πλῆθος. Λέγοντος δ ὴ , ἔφη ὁ Πυθόδωρο ς , τοῦ Σωκράτους ταῦτ α , αὐτὸς μὲν οἴεσθαι ἐ φ ’ ἑκάστου ἄχθεσθαι τόν τε Παρμενίδην καὶ τὸν Ζήνων α · τοὺς δὲ πάνυ τε αὐτῷ προσέχειν τὸν νοῦ ν · καὶ θαμὰ εἰς ἀλλήλους βλέποντας μειδιᾷν ὡς ἀγαμένους τὸν Σωκράτ η · ὅπερ οὖν καὶ παυσαμένου αὐτο ῦ , εἰπεῖν τὸν Παρμενίδη ν. (P. 130 A.) Ὁ μὲν Πυθόδωρος ὅτι καὶ Σωκράτους ἐστὶν τὴν ἕξιν ἀτελέστερος, ἐκ τούτων δῆλον τοῖς κατανοεῖν βουλομένοις· πρῶτον μὲν γὰρ οὐ συνῆκε τὸν τρόπον τῶν Σωκρατικῶν λόγων, ὅτι πρόκλησιν εἶχον τῆς ἐπιστήμης τῶν ἀνδρῶν καὶ μετάθεσιν τῆς ὑποθέσεως ἐπί τινα ζήτησιν ὑψηλοτέραν, ἀλλ’ ὑπέλαβεν ἐλέγχου καὶ φιλονεικίας ἕνεκεν ποιεῖσθαι τὴν ἀπάντησιν αὐτόν· ἔπειτα οὐ κατανενόηκε τὸ μέγεθος τῶν ἀνδρῶν, οὐδέπω τούτων οἷς ἦν οἰκειότατος, ἀλλ’ οἴεται πρᾶγμα ψυχρὸν αὐτοὺς καὶ σοφιστικὸν πάσχειν καὶ πρὸς τοὺς ἀποροῦντας ἀγανακτεῖν. |
| in Prm 780 [5] | Κεκίνηται δὲ πρὸς τοῦτο, πρῶτον μὲν ἀπὸ τοῦ καὶ τὸν Ζήνωνα εἰπεῖν ὡς οἴει μοι ὑπὸ φιλοτιμίας γεγράφθαι τὸν λόγο ν· ἔπειτα ἀπὸ τῶν Σωκράτους λόγων, καὶ ὅτι ἐξαπατᾶτε ἡμᾶς ὡς οὐ ταὐτὰ λέγοντες προείρηκε, καὶ ὅτι τέρας ἐστὶν εἴ τις αὐτὸ τὸ ὅμοιον ἐπιδείξειεν ἀνόμοιο ν, καὶ ὅτι οὐδὲν θαυμαστόν ἐστιν ἐπὶ τῶν αἰσθητῶν ταῦτα συντρέχοντα δεικνύειν, καὶ ἐξ ἄλλων δή τινων τοιούτων τὸν μὲν ὑπέλαβεν εἶναι φορτικώτερον τοῦ δέοντος, τοὺς δὲ σμικρότερον ψυχροτέρους ἢ κατὰ φιλόσοφον ἕξιν· ἀλλ’ ὅτι μὲν ἀτελέστερός ἐστι κατὰ τὴν ζωὴν, καὶ ὅτι ταράττεται καὶ ἐκ τῶν Σωκράτους ἀποριῶν, καὶ ὡς οὐ παρηκολούθηκεν οὔτε τῷ σκοπῷ τοῦ Σωκράτους οὔτε τῇ προθέσει καὶ τῇ μεγαλοφροσύνῃ τῶν θείων ἐκείνων ἀνδρῶν, ἐκ τούτων δῆλον .... Οὐδὲ ἀφιλόσοφός ἐστι κατὰ τὸ ἦθος οὐδὲ σοφιστικὸς, αὐτὸς γοῦν τὴν συνουσίαν ἀπαγγέλλων, οὐδὲ τὸ ἑαυτοῦ πάθος ἀπέκρυψεν, ἵνα πᾶσιν ἐξαγγέλλῃ τὴν ζωὴν καὶ ἐκφαίνῃ τῶν εἰς τὴν πρώτην οὐσίαν τετελεκότων· τήν τε οὖν ἑαυτοῦ δείκνυσιν ἀτέλειαν καὶ τοῖς δευτέροις ἀκροαταῖς καὶ τὴν τῶν διδασκάλων ὑπερπλήρη διάνοιαν τῆς ἐπιστήμης. Οὗτοι γὰρ πρῶτον μὲν, φησὶ, προσεῖχον αὐτῷ τὸν νοῦ ν, κατανοοῦντες αὐτοῦ τὴν ἔνθεον πτοίαν καὶ τὴν ὁρμὴν τὴν ἐπὶ τὰς ἀΰλους νοήσεις· ἔπειτα εἰς ἀλλήλους ἀπέβλεπο ν, ὡς ἤδη τοῦ Σωκράτους αὐτοφυῶς ἐμφαίνοντος αὐτῶν τὴν μυστικὴν θεωρίαν· ἃ γὰρ αὐτοὶ πρὸς ἀλλήλους ἐν ἀποῤῥήτοις ἔλεγον, ταῦτα δι’ εὐφυΐαν τοῦ Σωκράτους ἀνακινοῦντος ἀκηκόασιν· ἔπειτα ἐμειδίων ὡς ἀγάμενοι τὸν Σωκράτη, τοῦτο δὲ ἐποίουν σύμβολον τῆς ἀγαθότητος αὑτῶν· οὐ γὰρ συνεστάλησαν ἐκ τῶν ἀποριῶν, ἀλλ’ ἥσθησαν εὑρόντες ἐπαξίαν ὑποδοχὴν τῶν οἰκείων δογμάτων. |
| in Prm 781 [35] | Διὸ καὶ ὁ Παρμενίδης κινεῖται, καὶ τῶν πρὸς αὐτὸν ἅπτεται λόγων παυσαμένου τοῦ Σωκράτου ς, θεῖον δή τι καὶ τοῦτο σύμβολον παραδιδόντος τοῦ Πλάτωνος. Δεῖ γὰρ δὴ πρὸ τῆς τῶν θείων παρουσίας ἀνακινεῖν ἑαυτὸν καὶ ἀναζωπυρεῖν τὸ τῆς ψυχῆς θεῖον εἰς μετουσίαν τῶν κρειττόνων, ἡκούσης δὲ τῆς ἐκεῖθεν ἐλλάμψεως ἠρεμεῖν, ὃ δὴ καὶ ὁ Σωκράτης ποιεῖ· προανεγείρας γὰρ ἑαυτὸν πρὸς τὴν ὑποδοχὴν τῆς τῶν ἀνδρῶν θεωρίας, καὶ διὰ τῶν λόγων ἀναπλώσας καὶ ἐπιδείξας αὐτοῖς τὴν ἑαυτοῦ πρὸς τὴν μετάληψιν ἐπιτηδειότητα, παύεται τῶν λόγων, καὶ δέχεται τὰς ἐξ ἐκείνων εἰς αὑτὸν προϊούσας μαιευτικὰς συνουσίας. Ὦ Σώκρατε ς , φάνα ι · ὡς ἄξιος εἶ ἄγασθαι τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγου ς. (P. 130 A.) Κεκίνηται μὲν πρὸς τοὺς λόγους ὁ Παρμενίδης, τὴν ὀξύτητα καὶ τὴν ὁρμὴν, ὡς αὐτὸς λέγει, τὴν Σωκράτους ἰδὼν, οὐκ ἀνεχομένου μένειν ἐπὶ τῶν ὁρωμένων οὐδὲ τὰς κατατεταγμένας ἐν αὐτοῖς μονάδας ἔτι πολυπραγμονοῦντος, ἀλλ’ ἐπ’ αὐτὰς τὰς ἀΰλους καὶ ἀμερίστους καὶ νοερὰς μονάδας ἀναφέροντος τὸν ἑαυτοῦ νοῦν, καὶ ἀπὸ τῆς προόδου τῆς ἐπὶ τὸ πλῆθος κατὰ δή τινα κύκλον ἐπ’ αὐτὸ πάλιν τὸ ἓν ποιουμένου τὰ θεῖα, τὰ μετὰ τὴν γόνιμον δύναμιν τῶν δευτέρων τῆς προόδου τὸ πέρας ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀνελίσσοντα. Τοῦ γὰρ Ζήνωνος, ὡς εἴρηται, πολλάκις ἀγωνιζομένου πρὸς τοὺς πολλοὺς, ὁ Σωκράτης ἀφιστάμενος τοῦ πλήθους ἄνεισιν ἐπὶ τὸ ἓν, ἐκείνου τὸ πλῆθος ἑνίζοντος, αὐτὸς ἀναφεύγων ἀπὸ τῶν πολλῶν καὶ ἐπὶ τὴν ἕνωσιν τὴν Παρμενίδειον ἐπιστρέφων· οἰκεία γὰρ τοῖς μὲν πατρικοῖς καὶ μοναδικοῖς, . |
| in Prm 782 [35] | .. δευτέροις δὲ ἀπὸ τούτων ἡ γόνιμος δύναμις καὶ ἡ μέχρι τοῦ πλήθους, τοῖς δὲ μετὰ ταῦτα τρίτοις ἡ ἐπιστρεπτικὴ καὶ ἀναγωγὸς τῶν προελθόντων ἐπὶ τὴν μένουσαν αἰτίαν. Τοῦτο δὴ οὖν καὶ τοῦ Σωκράτους ποιήσαντος κατὰ τὴν ἑαυτοῦ τάξιν, ὁ Παρμενίδης κεκίνηται λοιπὸν εἰς τὴν πρὸς αὐτὸν κοινωνίαν· οὐ γὰρ πρὸ τῆς ἐπιστροφῆς ἡ ἀπὸ τῶν πρώτων παραγίγνεται τοῖς τρίτοις μετάδοσις, ἀλλὰ τὴν τελέαν ἐκείνων διὰ τῆς ἐπιστροφῆς πρὸς αὐτὰ συναφὴν [ποιεῖ]. Κινηθεὶς δὲ, ὥσπερ εἴπομεν, ἄρχεται μὲν ἀπὸ τῆς ἀνακλήσεως, συλλέγων αὐτὸν εἰς ἑαυτόν· οὐ γάρ ἐστιν ὄνομα ψιλὸν τὸ ὦ Σώκρατε ς, ἀλλ’ ἕνωσις περὶ αὐτὸν τῆς ἐκείνου ψυχῆς· τοῦτο γὰρ ὁ ἀληθινὸς Σωκράτης, ὃν ἀνακαλούμενος οὐδὲν ἄλλο ποιεῖν ἔοικεν, ἢ συνάγειν αὐτὴν τὴν τοῦ νέου ψυχὴν καὶ ἑνοῦν πρὸς τὸν οἰκεῖον νοῦν Προστίθησι δὲ τῇ ἀνακλήσει τὸν ἔπαινον, ὃ δή ἐστι δυνάμεως πλείονος μετάδοσις· οἱ γὰρ παρὰ τῶν θείων ἀνδρῶν ἔπαινοι τοὺς εὐφυεῖς νέους ἐῤῥωμενεστέρους ποιοῦσι πρὸς τὴν ἀντίληψιν τῶν μειζόνων ἀγαθῶν· ἐπαινεῖ τε οὖν τὴν πτοίαν αὐτοῦ τὴν περὶ τὰ νοητὰ καὶ μεταδίδωσι τελεωτέρας δυνάμεως. Τρίτον δὲ ἐπὶ τούτοις διερωτᾷ αὐτὸν περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν, ἀνεγείρων τὸ νοερόν· τίνος γὰρ ἄλλου τὸ θεωρεῖν τὰ νοητά ἐστιν ἢ νοῦ καὶ ζωῆς νοερᾶς; Εἰ τοίνυν ἐκ μὲν τῆς ἀνακλήσεως ἑνώσεως αὐτῷ μεταδέδωκεν, ἐκ δὲ τοῦ ἐπαίνου, δυνάμεως, ἐκ δὲ τῆς ἐρωτήσεως, νοερᾶς ἐπιβολῆς, πάλιν καὶ ἐκ τούτων δῆλον ὅπως τὰ πρῶτα αἴτια καὶ ἐν θεοῖς τήν τε ἕνωσιν καὶ τὴν δύναμιν καὶ τὸν νοῦν παράγει τῶν δευτέρων. Ἀλλὰ τίς ἡ ἐρώτησις, ἐφεξῆς θεωρήσομεν. ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. |
| in Prm 783 [25] | Καί μοι εἰπ έ · αὐτὸς σὺ οὕτω διῄρησαι ὡς λέγει ς , χωρὶς μὲν εἴδη αὐτὰ ἄττ α , χωρὶς δὲ αὖ τὰ τούτων μετέχοντ α ; καὶ τίς σοι δοκεῖ εἶναι αὐτὴ ἡ ὁμοιότη ς , χωρὶς ἧς ἡμεῖς ὁμοιότητος ἔχομε ν , καὶ ἓν δὴ καὶ πολλ ὰ , καὶ πάντα ὅσα νῦν δὴ Ζήνωνος ἤκουε ς ; Ἔμοι γ ε , φάναι τὸν Σωκράτ η. (P. 130 B.) Πρῶτον αὐτὸν ἀνερωτᾷ περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν, εἰ οἴεται εἶναί τινα τῶν πολλῶν χωριστὰ αἴτια αὐτῶν, καὶ εἰ αὐτὸς ἐπέβαλε τῇ ὑποστάσει τούτων τῶν πραγμάτων ἢ καὶ ἄλλου του ἤκουσεν, οὐ μάτην ποιούμενος τὴν τοιαύτην ἐρώτησιν, ἀλλ’ ἐκεῖνο γνῶναι πάντως βουλόμενος, εἴτε δοξαστικῶς ἔχει περὶ αὐτὰ ὁ Σωκράτης ἐξ ἀλλοτρίων ναμάτων πεπληρωμένος, εἴτε νοερῶς αὐτὸς ἑαυτὸν ἐπὶ τὴν τούτου θέαν ἀνεγείρας καὶ κατὰ νοῦν ἐνεργήσας καὶ θεασάμενος πρὸ τῶν κατατεταγμένων μονάδων τὰς ἐξῃρημένας καὶ πρὸ τῶν μετεχομένων τὰς ἀμεθέκτους. Καὶ γὰρ εἰκὸς ἦν εἰς αὐτὸν ἥκειν λόγον, ὡς οἱ ἀμφὶ Παρμενίδην τοιαύτην τινὰ δόξαν ἔχουσι, καὶ τῇ δόξῃ πειθόμενον οὕτω λέγειν, ἀλλὰ οὐχὶ κατὰ οἰκείαν ἐπιβολήν. Οὐδὲν οὖν ἄλλο πραγματεύεται διὰ τῆς ἐρωτήσεως Παρμενίδης, ἢ ὅπως αὐτὸν τὸν νοῦν τὸν Σωκρατικὸν ἀνεγείρῃ καὶ παρασκευάσῃ πρὸς τὴν θέαν τῶν νοητῶν, αὐτὸν ἐκεῖνον προσκαλούμενος, ἀλλ’ οὐ τὴν δόξαν τὴν ἐν αὐτῷ· νοῦ γάρ ἐστι θεάματα ἅπερ ὁ Παρμενίδης ἐκφαίνειν μέλλει διὰ τῶν ῥηθησομένων λόγων. |
| in Prm 784 [25] | Καὶ δεῖ λαβεῖν ἐκ τούτων ἐχεγγυωτέρων ὄντων, ὅτι ἄρα οὐ μόνον τῶν ὁριστῶν ἔσχεν ἔννοιαν ὁ Σωκράτης, ἀλλὰ καὶ αὐτῶν τῶν χωριστῶν εἰδῶν· οὐδ’, ὡς Ἀριστοτέλης φησὶν, ἐπήχθη ἂν εἰς τὴν ἐκείνων θέσιν ἐκ τῆς περὶ τοὺς ὁρισμοὺς διατριβῆς, ἀλλ’ ὅτι διὰ θείαν ὄντως ὁρμὴν καὶ ταῖς ἰδέαις αὐτὸς ἐπέβαλεν· ὅπου καὶ νεὸς ὢν δῆλός ἐστιν ἐγηγερμένος εἰς τὴν ἐκείνων θεωρίαν αὐτὸς παρ’ ἑαυτοῦ, τοῦτο ὅπερ αὐτὸν ὁ Παρμενίδης πρῶτον ἠρώτησεν. Ἀλλὰ περὶ μὲν τῶν λέξεων τοσαῦτα εἰρήσθω· μεταβατέον δὲ οὖν ἡμῖν ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν. Τεττάρων τοίνυν ὄντων ἐν ταῖς περὶ τῶν ἰδεῶν ζητήσεσι προβλημάτων, πρώτου μὲν, εἰ ἔστι τὰ εἴδη (τί γὰρ ἄν τις καὶ περὶ αὐτῶν ἐπισκέψοιτο μὴ τοῦτο προδιομολογησάμενος;)· δευτέρου δὲ, τίνων ἔστι καὶ τίνων οὐκ ἔστι τὰ εἴδη (καὶ γὰρ τοῦτο πολλὰς ἔχει διαμφισβητήσεις)· τρίτου δὲ, ὁποῖα δή τινά ἐστι τὰ εἴδη καὶ τίς ἡ ἰδιότης αὐτῶν· τετάρτου δὲ, πῶς μετέχεται ὑπὸ τῶν τῇδε καὶ τίς ὁ τρόπος τῆς μεθέξεως· τὰ μὲν ἄλλα πάντα μνήμης ἐνταῦθα καὶ σκέψεως πλείονος ἔτυχε, τὰ δὲ πρῶτον οὐδεμίαν ἔσχεν ἐξεργασίαν, ἴσως ἡμῖν αὐτὸ ζητεῖν ἀφέντος τοῦ Πλάτωνος. Εἰ δὴ δεῖ τοῦτο πρὸ τῶν ἄλλων διομολογήσασθαι, φέρε καθ’ ἑαυτοὺς ἐπισκεπτόμενοι θεωρήσωμεν διὰ ποίων ἄν τις λόγων κατασκευάσειε τὴν τῶν ἰδεῶν ὑπόθεσιν, καὶ ὡς εἰσὶ τοῖς τοῦτο μαθεῖν γλιχομένοις ἀποδείξειεν. |
| in Prm 785 [25] | Ἀρκτέον δὲ ἐντεῦθεν· τὸν κόσμον τοῦτον τὸν φαινόμενον, λέγω δὴ τὸν κόσμον αὐτὸ τὸ σωματικὸν καθ’ αὑτὸ, πότερον αὐθυπόστατον ...; τοῦτο γὰρ πρῶτον διαιρετέον. Εἰ μὲν δὴ αὐθυπόστατός ἐστιν ὁ κόσμος ὅδε, πολλὰ καὶ ἄτοπα συμβήσεται· πᾶν γὰρ τὸ αὐθυπόστατον ἀμερὲς εἶναι ἀναγκαῖον, διότι πᾶν τὸ ποιοῦν καὶ πᾶν τὸ γεννῶν ἀσώματόν ἐστι πάντως· καὶ γὰρ τὰ σώματα ποιεῖ ταῖς ἀσωμάτοις δυνάμεσι, πῦρ μὲν θερμότητι, ψυχρότητι δὲ ἡ χιών· εἰ δὴ τὸ ποιοῦν ἀσώματον εἶναι χρὴ, τὸ δὲ αὐτὸ ποιοῦν ἐστι καὶ ποιούμενον γεννῶν τε καὶ γεννώμενον ἐν τοῖς αὐθυποστάτοις, εἴη ἂν τὸ αὐθυπόστατον πάντως ἀμερές· ὁ δὲ κόσμος οὐ τοιοῦτος, πᾶν γὰρ σῶμα πάντη διαιρετὸν, ὥστε οὐκ αὐθυπόστατος. Καὶ ἄλλως αὖ τὸ μὲν αὐθυπόστατον πᾶν καὶ αὐτενέργητόν ἐστι· πολλῷ γὰρ πρότερον τὸ ἑαυτὸ γεννῶν καὶ εἰς ἑαυτὸ πέφυκεν ἐνεργεῖν, διότι δὴ καὶ αὐτὸ τοῦτο τὸ ποιεῖν καὶ τὸ γεννᾷν ἐνεργεῖν ἐστιν· ὁ δὲ κόσμος οὗτος οὐκ ἔστιν αὐτοκίνητος, σωματικὸς ὤν. Οὐδὲν γοῦν τῶν σωμάτων ὅλον ἅμα καὶ κινεῖσθαι καὶ κινεῖν πέφυκεν, οὐδὲ γὰρ ἅμα ὅλον ἑαυτὸ θερμαίνειν καὶ ὑφ’ ἑαυτοῦ θερμαίνεσθαι· διότι μὲν γὰρ θερμαίνεται, οὔπω θερμὸν ἂν εἴη, διότι δὲ θερμαίνει, θερμότητα ἂν ἔχοι, καὶ οὕτω τὸ αὐτὸ ἔσται καὶ οὐκ ἔσται θερμόν. |
| in Prm 786 [10] | Ὥσπερ οὖν καὶ κατὰ τὴν ἀλλοίωσιν ἀδύνατόν τι τῶν σωμάτων ἑαυτὸ κινεῖν, οὕτω δὴ καὶ κατὰ τὴν ἄλλην πᾶσαν κίνησιν· ὅλως δὲ πᾶσα σωματικὴ κίνησις παθήματι μᾶλλον ἔοικεν, ἡ δὲ αὐτοκίνητος ἐνέργειά ἐστιν ἄϋλος καὶ ἀμερὴς, ὥστε, εἰ ὁ κόσμος σωματοειδής ἐστιν, οὐκ ἂν αὐτοκίνητος εἴη· εἰ δὲ μὴ τοῦτο, οὐδὲ αὐθυπόστατος· εἰ δέ γε μὴ αὐθυπόστατός ἐστι, δῆλον ὡς ἐξ ἄλλης αἰτίας ὑφέστηκε. Τὸ γὰρ μὴ αὐθυπόστατον πάλιν διττόν ἐστιν, ἢ τὸ κρεῖττον αἰτίας, ἢ τὸ καταδεέστερον· καὶ τὸ μὲν κρεῖττον ἔχει τι μεθ’ ἑαυτὸ τοιοῦτον ὅ ἐστιν αὐθυπόστατον, τὸ δὲ καταδεέστερον ἐξ ἑτέρας αἰτίας ἤρτηται πάντως τῆς αὐθυποστάτου. Δεῖ τοίνυν καὶ τὸν κόσμον ἐξ αἰτίας ἄλλης εἶναι κρείττονος· κείσθω τοίνυν ἡμῖν δεδειγμένον ὡς ὁ κόσμος αἰτίας τινὸς ἤρτηται πρεσβυτέρας. Αὕτη δὴ οὖν ἡ αἰτία πότερον κατὰ προαίρεσιν ποιεῖ καὶ λογισμὸν, ἢ αὐτῷ τῷ εἶναι παράγει τὸ πᾶν; Εἰ μὲν δὴ κατὰ προαίρεσιν, ἄστατος ποίησις ἔσται καὶ ἀμφίβολος καὶ ἄλλοτε ἄλλως ἔχουσα, καὶ ὁ κόσμος οὖν ἔσται φθαρτός· τὸ γὰρ ἐκ κινουμένης ἄλλοτε ἀλλοίως αἰτίας γιγνόμενον μεταβλητόν ἐστι καὶ φθαρτόν· εἰ δέ ἐστιν ἀΐδιος ὁ κόσμος (οὐ γὰρ δὴ τοῦτο νυνὶ πρόκειται ζητεῖν), αὐτῷ τῷ εἶναι ποιεῖ τὸ ποιοῦν. Καὶ γὰρ ὅλως πᾶν μὲν τὸ κατὰ προαίρεσιν ποιοῦν ἔχει τινὰ πάντως ποίησιν, ἣν αὐτῷ τῷ εἶναι ποιεῖ· καὶ γὰρ ἡ ἡμετέρα ψυχὴ πολλὰ κατὰ προαίρεσιν ἐνεργοῦσα δίδωσιν ὅμως τῷ σώματι ζωὴν αὐτῷ τῷ εἶναι, καὶ, ὡς ἂν ἐπιτήδειον ᾖ τὸ ὑποκείμενον, πάντως διαζῇ τὴν ἑαυτοῦ ζωὴν καὶ μὴ προχεομένη· εἰ γὰρ ἦν καὶ ἡ τοιαύτη ζωὴ τῆς ἡμετέρας ἠρτημένη προαιρέσεως, ῥᾳδίως ἂν ἐκ πάσης περιστάσεως διελύετο τὸ ζῶον, τῆς ψυχῆς ἐν τοῖς τοιούτοις καιροῖς καταψηφιζομένης τῆς πρὸς τὸ σῶμα κοινωνίας. |
| in Prm 787 [30] | Οὐ πᾶν δὲ τὸ αὐτῷ τῷ εἶναι ποιοῦν ἔχει τινὰ καὶ προαιρετικὴν ἑτέραν ποίησιν· οἷον τὸ πῦρ θερμαίνει τῷ παρεῖναι μόνον, ἀλλ’ οὐδὲν ποιεῖ προαιρετικῶς· οὐδὲ γὰρ ἡ χιὼν, οὐδὲ ὅλως τῶν σωμάτων, καθ’ ὃ σῶμα, οὐδέν. Εἰ τοίνυν τὸ αὐτῷ τῷ εἶναι ποιεῖν ἐπὶ πλέον ἐκτείνεται τοῦ προαιρετικῶς ποιεῖν, δῆλον ὡς ἀπό τινος ἥκει σεμνοτέρας καὶ ὑψηλοτέρας αἰτίας. Καὶ τοῦτο εἰκότως· ἀπράγμων γὰρ ἡ ποίησις τῶν αὐτῷ τῷ εἶναι ποιούντων ὃ ποιοῦσι· δεῖ δὲ ἐπὶ τῶν θείων μάλιστα τὸ ἄπραγμον συγχωρεῖν, ἐπεὶ καὶ ἡμεῖς ἀπραγμονέστερον καὶ ῥᾷον ζῶμεν, ὅταν ὁ βίος ἡμῶν θεῖος ᾖ καὶ κατ’ ἀρετήν. Εἰ τοίνυν ἐστὶν αἰτία τοῦ παντὸς αὐτῷ τῷ εἶναι ποιοῦσα, τὸ δὲ αὐτῷ τῷ εἶναι ποιοῦν ἀπὸ τῆς ἑαυτοῦ ποιεῖ οὐσίας, τοῦτό ἐστι πρώτως ὅπερ τὸ ποιούμενον δευτέρως, καὶ ὅ ἐστι πρώτως δίδωσι τῷ ποιουμένῳ δευτέρως, οἷον τὸ πῦρ καὶ δίδωσι θερμότητα ἄλλῳ καὶ ἔστι θερμὸν, ἡ ψυχὴ δίδωσι ζωὴν καὶ ἔχει ζωήν· καὶ ἐπὶ πάντων ἴδοις ἂν ἀληθῆ τὸν λόγον ὅσα αὐτῷ τῷ εἶναι ποιεῖ. Καὶ τὸ αἴτιον οὖν τοῦ παντὸς αὐτῷ τῷ εἶναι ποιοῦν, τοῦτό ἐστι πρώτως ὅπερ ὁ κόσμος δευτέρως. |
| in Prm 788 [25] | Εἰ δὴ ὁ κόσμος πλήρωμά ἐστιν εἰδῶν παντοίων, εἴη ἂν καὶ ἐν τῷ αἰτίῳ τοῦ κόσμου ταῦτα πρώτως· τὸ γὰρ αὐτὸ αἴτιον καὶ ἥλιον καὶ σελήνην καὶ ἄνθρωπον ὑπέστησε καὶ ἵππον, καὶ ὅλως τὰ εἴδη τὰ ἐν τῷ παντί. Ταῦτα ἄρα πρώτως ἐστὶν ἐν τῇ αἰτίᾳ τοῦ παντὸς, ἄλλος ἥλιος παρὰ τὸν ἐμφανῆ, καὶ ἄλλος ἄνθρωπος, καὶ τῶν εἰδῶν ὁμοίως ἕκαστον. Ἔστιν ἄρα τὰ εἴδη πρὸ τῶν αἰσθητῶν καὶ αἴτια αὐτῶν τὰ δημιουργικὰ, κατὰ τὸν εἰρημένον λόγον ἐν τῇ μιᾷ τοῦ κόσμου παντὸς αἰτίᾳ προϋπάρχοντα. Εἰ δέ τις λέγοι τὸν κόσμον ἔχειν μὲν αἰτίαν, οὐ μέντοι ποιητικὴν, ἀλλὰ τελικὴν, καὶ οὕτω τετάχθαι πάντα πρὸς ἐκείνην, εὖ μὲν, ὅτι δίδωσι τὸ ἀγαθὸν ὡς αἴτιον προεστάναι τῶν ὅλων· λεγέτω δὲ πότερον δέχεταί τι ὁ κόσμος ἀπ’ ἐκείνου ἢ οὐδὲν κατὰ τὴν ἔφεσιν· εἰ μὲν γὰρ μηδὲν, διακενῆς ἡ ἔφεσις ἂν εἴη τῷ μηδὲν ἀπολαύοντι τοῦ ἐφετοῦ παντελῶς· εἰ δέ τι δέχεται παρ’ αὐτοῦ, πάντως ἐκεῖνο πρώτως ἐστὶν ὃ δίδωσι τῷ κόσμῳ ἀγαθὸν, καὶ εἰ μὴ μόνον δίδωσι τούτῳ τὸ ἀγαθὸν, ἀλλὰ καὶ κατ’ οὐσίαν δίδωσιν· εἰ δὲ τοῦτο, καὶ ὑποστήσει τὸ πᾶν, ἐπειδὴ καὶ πρότερον αὐτῷ τοῦ εἶναί ἐστιν αἴτιον, ἵνα καὶ κατ’ οὐσίαν αὐτῷ διδῷ τὸ ἀγαθὸν, καὶ ἥξομεν εἰς τὸν αὐτὸν λόγον, καὶ οὐ μόνον ἔσται τελικὸν ἐκεῖνο τοῦ παντὸς αἴτιον, ἀλλὰ καὶ ποιητικόν. Δευτέρον τοίνυν ἐκεῖνον παραλάβωμεν τὸν λόγον, ὅς φησιν αὐτὰ μὲν τὰ φαινόμενα καὶ ἴσα καὶ ἄνισα, καὶ ὅμοια καὶ ἀνόμοια, καὶ πάντα ἁπλῶς, ὅσα αἰσθητὰ μηδαμῶς ἔχειν ἑαυτοῖς πάντη τὴν προσηγορίαν ἐπαληθεύουσαν. Ποία γὰρ ἰσότης ἐν τούτοις πρὸς τὴν ἀνισότητα ἀναμεμιγμένοις; ποία δὲ ὁμοιότης ἀληθὴς ἐν τοῖς τῆς ἀνομοιότητος ἀναπεπλησμένοις; ποῦ δὲ τὸ αὐτὸ κάλλος ἐν τούτοις, οἷς τὸ ὑποκείμενον αἰσχρόν; ποῦ δὲ τὸ ἀγαθὸν, ἐν οἷς τὸ δυνάμει καὶ τὸ ἀτελές; Ἕκαστον ἄρα τούτων τῶν αἰσθητῶν οὐκ ἔστιν ὃ λέγεται ἀληθῶς· οὐκοῦν οὐδὲ τὰ οὐράνια σώματα εἰ θεωροίης, ἀκριβέστερα μὲν γὰρ ἐκεῖνα τῶν ἐνύλων, ἀλλ’ οὐδὲ ἐν τούτοις πάντη τὸ ἀκριβές· οὔτε γὰρ κύκλος οὔτε κέντρον οὔτε πόλος ἐν διαστατοῖς δύναται εἶναι ἀκριβῶς· οἷς γὰρ ἡ φύσις ἐν τῷ ἀμερεῖ καὶ ἀδιαστάτῳ, πῶς ἂν εἴη ταῦτα ἐν τῷ διαστατῷ καὶ μεριστῷ πάντη τελέως; Ἀλλ’ ἥ γε ἡμετέρα ψυχὴ πολλῷ καὶ ἀκριβέστερα καὶ καθαρώτερα τῶν φαινομένων ἐπινοεῖν δύναται καὶ γεννᾷν· τὸν γοῦν φαινόμενον κύκλον ἐπιδιορθοῦται, καὶ λέγει καθ’ ὅσον οὗτος ἀπολείπεται τοῦ ἀκριβοῦς, καὶ δῆλον ὡς ὁρῶσά τι τούτου κάλλιον ἄλλο καὶ τελειότερον εἶδος· οὐ γάρ που μηδενὸς ἐφαπτομένη μηδὲ εἴς τι καθαρώτερον βλέπουσα, τοῦτο μὲν οὔ φησιν ὄντως εἶναι καλὸν, τοῦτο δὲ οὐ πάντη ἴσον· αὐτῷ γὰρ τῷ λέγειν ταῦτα δείκνυσιν ὡς ὁρᾷ τὸ πάντη καλὸν καὶ πάντη ἴσον. |
| in Prm 789 [35] | Εἶτα ἡ μὲν μερικὴ ψυχὴ δύναται τούτων τῶν φαινομένων τελειότερόν τι καὶ ἀκριβέστερον ἀπογεννᾷν, καὶ θεωρεῖν ἐν ἑαυτῇ καὶ σφαῖραν ἀκριβῆ καὶ κύκλον καὶ καλὸν καὶ ἴσον καὶ ἕκαστον προβάλλουσα τῶν εἰδῶν, ἡ δὲ τοῦ παντὸς κόσμου καὶ τῶν φαινομένων κάλλιον οὔτε γεννᾷν οὔτε ὁρᾷν δύναται; καὶ πῶς ἡ μὲν τοῦ παντός ἐστι δημιουργὸς, ἡ δὲ μέρους τοῦ παντός; ἡ γὰρ μείζων δύναμις τελειοτέρων ἐστὶν οἰστικὴ, καὶ ἡ ἀϋλοτέρα κίνησις κρειττόνων ἐστὶ νοημάτων θεωρός. Πολλῷ ἄρα μείζω καὶ ἀκριβέστερα καὶ τελειότερα εἴδη τῶν φαινομένων καὶ γεννᾷν καὶ νοεῖν δύναται πάντως ὁ τοῦ κόσμου ποιητής. Ποῦ οὖν αὐτὰ γεννᾷ καὶ ποῦ θεωρεῖ; δῆλον ὡς ἐν ἑαυτῷ· θεωρεῖ γὰρ ἑαυτὸν, ὥστε αὐτὸς ἑαυτὸν θεωρῶν καὶ γεννῶν ἅμα καὶ τὰ εἴδη τῶν φαινομένων ἀϋλότερα καὶ ἀκριβέστερα ἐν ἑαυτῷ καὶ γεννᾷ καὶ ὑφίστησι. |
| in Prm 790 [35] | Τρίτον τοίνυν, εἰ μὲν μηδέν ἐστιν αἴτιον τοῦ παντὸς, ἀλλ’ ἐκ ταυτομάτου πάντα, πῶς συντέτακται πάντα ἀλλήλοις; πῶς δὲ ἀεὶ τὰ ὄντα ἔστι, καὶ ὡς ἐπὶ πολὺ καὶ γίγνεται πάντα κατὰ φύσιν οὕτω, τῶν ἀπὸ ταυτομάτου πάντων ὡς ἐπ’ ἔλασσον ὄντων; Εἰ δέ ἐστιν αἴτιον ἕν τι πάντα συντάττον, εἰ μὲν ἀγνοοῦν ἑαυτὸ, πῶς οὐκ ἄλλο τι ἔσται πρὸ αὐτοῦ τὸ καὶ εἰδὸς ἑαυτὸ κἀκείνῳ τοῦ αἰτίῳ εἶναι αἴτιον ὕπαρχον; ἔσται γὰρ τῶν ἐν τῷ παντὶ γιγνωσκόντων ἑαυτὰ χεῖρον τὸ ἀγνοοῦν ἑαυτό· ἀλλὰ καὶ κρεῖττον, ὅπερ ἀδύνατον· εἰ δὲ γιγνῶσκον ἑαυτὸ, δῆλον ὅτι εἰδὸς ἑαυτὸ αἴτιον ὂν, οἶδε καὶ ὧν ἐστιν αἴτιον, ὥστε περιέξει κἀκεῖνα ἃ γιγνώσκει. Εἰ ἄρα νοῦς ἐστιν αἴτιον, καὶ συντάξει πάντα ἀλλήλοις· εἷς γὰρ δημιουργὸς τοῦ παντὸς, τὸ δὲ πᾶν ποικίλον ἐστὶ, καὶ οὐ τῆς αὐτῆς μετέχει τὰ μέρη πάντα καὶ ἀξίας καὶ τάξεως. Τίς ὁ τὴν ἀξίαν αὐτῶν μετρῶν, ἢ ὁ ὑποστήσας αὐτά; τίς δὲ ὁ τάξας ἕκαστον ὅπως ἔδει καὶ ἐπὶ τῆς οἰκείας ἕδρας, ὡδὶ μὲν ἥλιον, ὡδὶ δὲ σελήνην, ὡδὶ δὲ τὴν γῆν, ὡδὶ δὲ τὸν μέγαν οὐρανὸν, ἢ ὁ παραγαγὼν αὐτά; τίς δὲ ὁ συντάξας πάντα καὶ μίαν ἐξ αὐτῶν ἁρμονίαν ἀποτελέσας, ἢ ὁ καὶ τὴν οὐσίαν ἑκάστοις καὶ τὴν φύσιν δούς; Εἰ τοίνυν καὶ ἔταξεν αὐτὸς πάντα καὶ τὴν ἀξίαν ἑκάστῳ ἀφώρισεν, οὔτε τὴν τάξιν δήπου τῶν πραγμάτων οὔτε τὴν ἀταξίαν ἠγνόηκε· τὸ γὰρ οὕτω ποιεῖν ἀλόγου φύσεως ἦν, καὶ οὐ θείας αἰτίας, καὶ ἀνάγκης ἴδιον, ἀλλ’ οὐ νοερᾶς προμηθείας· ἐπεὶ καὶ εἰ νοῶν ἑαυτὸν οἶδεν ἑαυτὸν, εἰδὼς δὲ ἑαυτὸν καὶ τὴν οὐσίαν ἣν ἔλαχεν οἶδεν ὅτι ἀκίνητον αἴτιόν ἐστι καὶ ἐφετὸν πᾶσιν, οἶδε καὶ οἷς ἐστιν ἐφετόν· οὐ γὰρ κατὰ συμβεβηκός ἐστιν ἐφετὸν, ἀλλὰ κατ’ οὐσίαν. |
| in Prm 791 [35] | Ἢ οὖν ἀγνοήσει τί ἐστι κατ’ οὐσίαν, ἢ τοῦτο εἰδὼς εἴσεται καὶ ὅτι ἐφετόν· καὶ μετὰ τούτου γνώσεται καὶ ὅτι πάντα αὐτοῦ ἐφίεται, καὶ τίνα τὰ πάντα· τῶν γὰρ πρός τι τὸ μὲν ἕτερον ὡρισμένως εἰδέναι, τὸ δὲ ἕτερον ἀορίστως οὐκ ἐπιστήμης ἴδιον καὶ πολλῷ μᾶλλον οὐδὲ νοήσεως· εἰδὼς δὲ ὡρισμένως τὰ ἐφιέμενα αὐτοῦ τὰ αἴτια αὐτῶν οἶδεν, ἅτε εἰς ἑαυτὸν βλέπων, ἀλλ’ οὐ τὰ μετ’ αὐτόν. Εἰ δὲ μὴ μάτην ἕξει τὰ αἴτια τῶν πάντων, ἀνάγκη δήπου κατ’ ἐκεῖνα πάντων ὁρίζειν τὴν τάξιν, καὶ οὕτως εἶναι πάντων ἀκίνητον αἴτιον, ὡς αὐτῷ τῷ εἶναι πᾶσιν ἀφορίζοντα τὴν τάξιν. Πότερον δὲ ὅτι ἔμελλε ποιεῖν πάντα ἐνόησεν αὐτὰ, ἢ διότι ἐνόει πάντα, διὰ τοῦτο ὑφίστησι πάντα; ἀλλ’ εἰ, διότι ἔμελλε ποιεῖν πάντα, νοοίη πάντα, τὴν ἔνδον ἐνέργειαν καὶ τὴν πρὸς αὑτὸν στροφὴν καταδεεστέραν ἕξει τῆς ἔξω προϊούσης, καὶ ἄλλων ἕνεκα τὴν γνῶσιν ἕξει τῶν ὄντων, καὶ τῶν δευτέρων χάριν εἴσεται τὰ ὄντα· εἰ δὲ ταῦτα ἄτοπα, τῷ νοεῖν ἑαυτὸν ποιητὴς ἔσται πάντων. Εἰ δὲ τοῦτο, τοῖς ἐν αὑτῷ τὰ ἔξω παραπλήσια ποιήσει· τοιαύτη γὰρ ἡ κατὰ φύσιν τῶν πραγμάτων τάξις, τῆς μὲν ἔνδον ἐνεργείας ἠρτῆσθαι τὴν ἔξω προϊοῦσαν, τῆς δὲ παντελοῦς τῶν ἰδεῶν μονάδος τὸν ὅλον κόσμον, τῶν δὲ διακεκριμένων μονάδων τὰ ἐνταῦθα μέρη τοῦ παντός. Τέταρτον δὴ οὖν ἐπὶ τούτοις ἄλλο κατίδωμεν. Ἄνθρωπον ἐξ ἀνθρώπου γίγνεσθαί φαμεν καὶ ἐξ ἑκάστου τὸ ὅμοιον· πῶς οὖν γίγνεται καὶ κατὰ τίνα τρόπον; οὐ γὰρ ἄν που φαίης ἀπὸ ταυτομάτου τούτων εἶναι τὴν γένεσιν· οὐδὲν γὰρ μάτην ἡ φύσις ποιεῖ οὐδὲ ὁ θεὸς, καὶ ὅλως τὰ μὲν τοιαῦτα πάντα ὡς ἐπὶ τὸ πολὺ γίγνεται, τὸ δὲ αὐτόματον ὡς ἐπ’ ἔλαττον. Εἰ δὲ μὴ ἐκ ταυτομάτου τοῖς ἀνθρώποις ἡ γένεσις, πόθεν ἂν εἴη; ἢ δῆλον ὡς ἐκ τοῦ σπέρματος ἐρεῖς· καὶ γὰρ ὁ πυρὸς καταβληθεὶς φύει τὸν ἄσταχυν, καὶ ἡ κεγχραμὶς τὴν συκῆν· καὶ ὁ ἄνθρωπος οὖν ἐξ ἀνθρωπείου σπέρματος. |
| in Prm 792 [35] | Ἀλλ’ ἔγωγε οὐ τοῦτο ἠρόμην πόθεν ὅ τις ἄνθρωπος, ἐπεὶ τόγε ἐκ τοῦ σπέρματος γιγνόμενον οὐχὶ ἁπλῶς ἄνθρωπός ἐστιν, ἀλλά τις ἄνθρωπος (ἀεὶ γάρ ἐστιν ἄνθρωπος), καὶ αὐτὸ τοῦτο τὸ σπέρμα ἐξ ἀνθρώπου προελήλυθε. Κείσθω δ’ οὖν ἐκ σπέρματος καὶ ὁ ἄνθρωπος, ἀλλὰ τὸ σπέρμα δυνάμει τοὺς λόγους ἔχει καὶ οὐκ ἐνεργείᾳ· σῶμα γὰρ ὂν οὐ πέφυκε τοὺς λόγους ἀμερῶς καὶ κατ’ ἐνέργειαν ἔχειν. Τί οὖν τὸ ἔχον κατ’ ἐνέργειαν τοὺς λόγους; πανταχοῦ γὰρ πρὸ τοῦ δυνάμει τὸ κατ’ ἐνέργειαν ἡγεῖται· ἀτελὲς γὰρ ὂν ἄλλου δεῖται τοῦ τελειώσοντος. Ἡ τῆς μητρὸς φύσις, ἐρεῖς· αὕτη γὰρ ἡ καὶ τοὺς λόγους τελειοῦσα, καὶ διαπλάττουσα τὸ γιγνόμενον· οὐ γάρ που τὸ φαινόμενον εἶδος τῆς μητρὸς ποιεῖ τὸ βρέφος, ἀλλ’ ἡ φύσις, ἀσώματος οὖσα δύναμις καὶ ἀρχὴ κινήσεως, ὥς φαμεν. Εἰ τοίνυν ἡ φύσις ἐκ τοῦ δυνάμει μεταβάλλει τοὺς λόγους τοῦ σπέρματος εἰς τὴν κατ’ ἐνέργειαν διάπλασιν, αὕτη ἂν ἔχοι κατ’ ἐνέργειαν τοὺς λόγους· διὸ καὶ ἄλογος οὖσα καὶ ἀφάνταστος ὅμως ἐστὶ λόγων αἰτία φυσικῶν. Ἆρ’ οὖν ἡ μὲν ἀνθρώπων φύσις ἔχει τοὺς ἀνθρωπείους λόγους, οὐχὶ δὲ καὶ ἡ ἐν λέοντι τοὺς τοῦ λέοντος, οἷον τῆς κεφαλῆς, τῆς χαίτης, τῶν ποδῶν, τῶν ἄλλων τοῦ λέοντος μορίων; καὶ πόθεν ὀδόντος ἐκπεσόντος ἄλλος φύεται, μὴ τῆς δυνάμεως ἔνδον ἐνούσης τῆς ὀδόντας ποιεῖν δυναμένης; πῶς δὲ καὶ ἅμα μὲν ὀστοῦν, ἅμα δὲ σάρκα ποιεῖ, ἅμα δὲ τῶν ἄλλων ἕκαστα καὶ ἡ ἐκείνων φύσις; τὸ γὰρ αὐτὸ κατὰ τὸ αὐτὸ τοσαύτην ποικιλίαν διοργανώσεως πλάττειν οὐκ ἂν δύναιτο, καὶ ταῦτα ἄλογος οὖσα κατὰ τὴν ἑαυτῆς οὐσίαν. Ἀλλ’ ἆρα ἐν μὲν ζώοις ἡ φύσις ἔχει τοὺς λόγους, οὐχὶ δὲ καὶ ἐν φυτοῖς; ἢ καὶ ἐν ἐκείνοις ἡ τάξις τῆς γενέσεως καὶ οἱ βίοι τῶν φυτῶν δηλοῦσιν ὅπως κατὰ τεταγμένας αἰτίας ἐπιτελοῦνται· δῆλον οὖν ὡς κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκείνων αἱ φύσεις προσειλήφασι τοὺς φαινομένους λόγους. |
| in Prm 793 [35] | Ἀλλ’ ἐπὶ τὴν μίαν ἀναδράμωμεν λοιπὸν φύσιν, τὴν τῆς γῆς, τῶν πάντων γεννητικὴν ὁμοίως, ὅσα γαῖαν ἐπιπνέει τε καὶ ἕρπε ι. Ταύτην τοίνυν οὐ πολλῷ πρότερον ἔχειν τοὺς τῶν φυομένων λόγους; ἢ πόθεν καὶ ἐφ’ ὧν μὴ ἐκ τοῦ ὁμοίου τὴν γένεσιν ἐπιτελουμένην ὁρῶμεν, οἷον τῶν ἐκ σήψεως; πόθεν δ’ οὖν ἐπὶ τούτων ἡ γένεσις; πῶς δὲ ἐν ταὐτῷ τόπῳ φυτῶν ἄλλοτε ἄλλα γένη φύεται χωρὶς ἀνθρωπινῆς ἐπιμελείας; Ἢ δῆλον ὡς τῆς ὅλης φύσεως λόγους ἐχούσης καὶ ποιητικὰς τούτων ἁπάντων ἐν ἑαυτῇ δυνάμεις. Καὶ τί δεῖ λέγειν; οὕτω γὰρ ἀνατρέχοντες τὴν ἐν ἑκάστῳ συστοίχῳ φύσιν περιληπτικὴν τῶν ἐν αὐτῷ ζώων εὑρήσομεν, τὴν δὲ ἐν σελήνῃ τῶν ἐν πᾶσιν εἰδῶν· ἐκεῖθεν γὰρ ἡ πᾶσα κυβερνᾶται γένεσις, καὶ ἐν ἐκείνῃ τῶν ἐνύλων φύσεων ἡ ἐξῃρημένη προείληπται μονάς. Καὶ οὕτω δὴ διὰ τῶν σφαιρῶν ποιησάμενοι τὴν ἄνοδον ἐπ’ αὐτὴν ἥξομεν λοιπὸν τὴν φύσιν τοῦ παντὸς, καὶ περὶ ταύτης ἐρησόμεθα, εἴτε ἔχει τὰ εἴδη, εἴτε μὴ, καὶ ἀναγκάσομεν ὁμολογεῖν τὸν ἀποκρινόμενον, ὡς καὶ ἐν ταύτῃ τῶν φαινομένων εἰσὶ πάντων οἱ λόγοι καὶ αἱ ποιητικαὶ καὶ αἱ κινητικαὶ δυνάμεις· πάντα γὰρ ὅσα διὰ τῶν καταδεεστέρων ἐπιτελεῖται, κρεῖττον καὶ τελειότερον ἀπὸ τῶν ὁλικωτέρων ὑφίσταται. Πάντων οὖν οὖσα μήτηρ ἡ τοῦ παντὸς φύσις πάντων ἂν περιέχοι τοὺς λόγους· καὶ γὰρ ἄλλως ἄτοπον τὴν μὲν τέχνην μιμουμένην τοὺς λόγους τοὺς φυσικοὺς κατὰ λόγους ποιεῖν, αὐτὴν δὲ ἄνευ λόγων καὶ ἄνευ τῶν ἔνδον μέτρων. |
| in Prm 794 [35] | Ἀλλὰ καὶ εἰ ἡ φύσις ἔχοι τοὺς λόγους, δεῖ τινα καὶ πρὸ ταύτης αἰτίαν εἶναι περιεκτικὴν ἄλλην τῶν εἰδῶν· ἡ μὲν γὰρ φύσις δύνασα κατὰ τῶν σωμάτων οὕτως ἐν αὐτοῖς ποιεῖ οἷον εἰ τὸν τεχνίτην νοήσειας δύναντα κατὰ τῶν ξύλων, καὶ ἔνδοθεν αὐτὰ κοιλαίνοντα, εὐθύνοντα, τετραίνοντα, σχηματίζοντα. Τοιοῦτον γάρ τι πέπονθεν ἡ φύσις, συνδιαβαπτιζομένη τοῖς σώμασι, καὶ ἐνοικοῦσα τοῖς ὄγκοις αὐτῶν, καὶ ἔνδοθεν συμπνέουσα τοὺς λόγους αὐτοῖς καὶ τὴν κίνησιν. Ἔδει γὰρ καὶ τοιαύτης τινὸς αἰτίας τοῖς ἑτεροκινήτοις ἣν ἄλογον μὲν εἶναι προσήκει, ἵνα μὴ ἀφίστηται τῶν σωμάτων ἀεὶ τῆς συνοικούσης αὑτοῖς αἰτίας δεομένων, λόγους δὲ ἔχειν αὐτῶν, ἵνα πάντα ἐν ὅροις τοῖς οἰκείοις δύνηται φυλάττειν καὶ κινεῖν πάντα κατὰ τὸ προσῆκον. Ἡ δ’ οὖν φύσις ἄλλων ἐστὶ καὶ οὐχ ἑαυτῆς, ἠλογωμένη κατὰ τὴν οἰκείαν τάξιν. Δεῖ δὲ τὴν κυριωτάτην αἰτίαν ἐξῃρῆσθαι τῶν ποιουμένων· ὅσῳ γοῦν ἐξῄρηται τοῦ ποιουμένου τὸ ποιοῦν, τοσούτῳ καθαρώτερον καὶ τελειώτερον ποιεῖ· καὶ ὅλως, εἰ ἄλογος ἡ φύσις, δεῖται τοῦ ἄγοντος αὐτήν. Ἀλλὸ οὖν τί ἐστι καὶ πρὸ τῆς φύσεως ἔχον τοὺς λόγους, εἰς οὓς δεῖ τὰ ἐν τῷ κόσμῳ πάντα τὴν ἀνάρτησιν ἔχειν· ἀλόγοις γὰρ, οἶμαι, λόγοις ἐπιτρέψαι τὸ πᾶν μὴ τῷ ὄντι ἄλογον ᾖ ἢ οὐκ ὀρθόν. Ἀναγκαῖον τοίνυν ἐν ἄλλῳ τινὶ θέσθαι τοὺς λόγους εἰδήσοντι τὰ ἐν αὑτῷ καὶ γνωστικῶς ἅμα καὶ ποιητικῶς ἐνεργήσοντι· καὶ γὰρ ἄτοπον ἡμᾶς μὲν γινώσκειν τὸ πᾶν καὶ τὰς αἰτίας τῶν γιγνομένων, αὐτὸ δὲ τὸ ποιοῦν ἀγνοεῖν καὶ ἑαυτὸ καὶ τὰ ποιούμενα παρ’ αὑτοῦ. Κρείττων ἄρα καὶ τῆς ἡμετέρας γνώσεως ἔσται καὶ ἐν τῇ αἰτίᾳ τοῦ κόσμου, καθόσον καὶ ἐκείνη μὲν οὐ γιγνώσκει μόνον, ἀλλὰ καὶ ὑφίστησι πάντα, ἡμεῖς δὲ γιγνώσκομεν μόνον. |
| in Prm 795 [5] | Εἰ δὲ γιγνώσκει τὰ πάντα τὸ δημιουργικὸν αἴτιον τοῦ παντὸς, εἰ μὲν ἔξω βλέπον, ἀγνοήσει πάλιν ἑαυτὸ καὶ ἔσται ψυχῆς μερικῆς καταδεέστερον· εἰ δὲ εἰς αὑτὸ βλέπον, ἐν αὐτῷ πάντα ἐστὶ νοερὰ καὶ γνωστικὰ τὰ εἴδη, καὶ οὐκ ἔξω καὶ ἐν τοῖς φαινομένοις μόνον. Πέμπτον τοίνυν κἀκεῖνον σκεπτέον τὸν λόγον· πάντα, φασὶ, τὰ ἐξ ἀκινήτου γενόμενα αἰτίας ἀκίνητα καὶ ἀμετάβλητα, τὰ δὲ ἐκ κινουμένης ἔμπαλιν κινητὰ καὶ μεταβλητὰ καὶ ἄλλοτε ἄλλως ἔχοντα. Εἰ δὲ τοῦτο, καὶ πάντα ὅσα ἀΐδια κατὰ τὴν οὐσίαν ἐστὶ καὶ ἀμετάβλητα, ταῦτα ἐξ ἀκινήτου γέγονεν αἰτίας· εἰ γὰρ ἐκ κινουμένης, ἔσται μεταβλητὰ, ὅπερ ἀδύνατον· πάντα οὖν τὰ ἀκίνητα ἐξ ἀκινήτου αἰτίας γέγονεν, εἴπερ καὶ γέγονε δηλαδή. Τὸν οὖν ἄνθρωπον ἁπλῶς, τὸ εἶδος αὐτὸ λέγω, καὶ τὸν ἵππον, αὐτὸ τὸ εἶδος, ἆρ’ οὐκ ἐξ αἰτίας φήσομεν, εἴπερ καὶ ὁ σύμπας κόσμος ἐξ αἰτίας ὑφέστηκεν; Ἐκ ποίας οὖν αἰτίας; ἆρα ἀκινήτου τινὸς ἢ κινουμένης; εἰ μὲν δὴ κινουμένης, ἐκλείψει ποτὲ τὸ ἀνθρώπειον εἶδος· πᾶν γὰρ τὸ ἐκ κινουμένης αἰτίας ὑποστὰν τῶν ἐκλείπειν πεφυκότων ἐστίν. Ἐρήσομαι δὲ τὸ αὐτὸ περί τε ἡλίου καὶ περὶ σελήνης καὶ περὶ ἑκάστου τῶν ἀστέρων, ἆρα καὶ ταῦτα ἐξ ἀκινήτου γέγονεν αἰτίας ἢ κινουμένης; εἰ γὰρ ἐκ κινουμένης, ἔσται μεταβολὴ τῆς οὐσίας καὶ ἐν τούτοις· εἰ δὲ ἐξ ἀκινήτου καὶ ταῦτα καὶ πάντα ὅσα ἀϊδίως ἐστὶν ἐν τῷ κόσμῳ εἴδη, ποῦ τὰ ἀκίνητα τούτων αἴτια; δῆλον γὰρ ὡς οὐκ ἐν σώμασι· πᾶν γὰρ σῶμα φυσικὸν κινεῖσθαι πέφυκεν· ἐν φύσει ἄρα προσεχῶς· ἀλλ’ ἡ φύσις ἄλογος, δεῖ δὲ τὰ κυρίως αἴτια νοερὰ εἶναι καὶ θεῖα. Τὰ ἄρα ἀκίνητα αἴτια τῶν εἰδῶν τούτων ἐν νῷ πρώτως ἐστί· δευτέρως γὰρ ἐν ψυχῇ, καὶ τρίτως ἐν φύσει, καὶ ἐσχάτως ἐν τοῖς σώμασι· πάντα γὰρ ἢ φαινομένως ἐστὶν ἢ ἀφανῶς, ἢ ἀχωρίστως τῶν σωμάτων ἢ χωριστῶς· καὶ εἰ χωριστῶς, ἢ κατ’ οὔσιαν καὶ κατ’ ἐνέργειαν ἀκινήτως, ἢ κατὰ μὲν οὐσίαν ἀκινήτως, κατ’ ἐνέργειαν δὲ κινητῶς. |
| in Prm 796 [35] | Ἀκίνητα οὖν ἐκεῖνα κυρίως, ἃ καὶ κατ’ οὐσίαν ἐστὶν ἀμετάβλητα καὶ κατ’ ἐνέργειαν, οἷα τὰ νοερά· δεύτερα δὲ τὰ ἀκίνητα μὲν κατ’ οὐσίαν, κινητὰ δὲ κατ’ ἐνέργειαν, οἷα τὰ ψυχικά· τρίτα δὲ τὰ ἀφανῆ μὲν, ἀχώριστα δὲ τῶν ἐμφανῶν, οἷα τὰ φυσικά· τελευταῖα δὲ τὰ ἐμφανῆ καὶ ἐν τοῖς αἰσθητοῖς ὄντα καὶ μεριστά· μέχρι γὰρ τούτων προϊοῦσα κατέληξεν ἡ τῶν εἰδῶν ὕφεσις. Ἕκτον δὴ οὖν ἄλλον τρόπον ἀνασκεψώμεθα περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν ἀπ’ αὐτῶν ὁρμηθέντες τῶν ἀποδείξεων· τὰς γὰρ ἀποδείξεις ἅπαντες ἐκ προτέρων καὶ τιμιωτέρων γίγνεσθαι πάσας ὁμολογοῦμεν, καὶ οὕτω τισὶ μέγα καὶ σεμνὸν ἡ ἀπόδειξις ἔδοξεν εἶναι, ὥστε καὶ τῆς διαιρετικῆς αὐτὴν μεθόδου κρείττονα θέσθαι. Κείσθω τοίνυν ὁμολόγημα κοινὸν, τὴν ἀπόδειξιν ἐξ αἰτιῶν εἶναι καὶ φύσει τιμιωτέρων. Ἀλλ’ ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά ἐστι τὰ καθόλου· πᾶσα γὰρ ἀπόδειξις ἐκ τούτων· ταῦτα ἄρα αἴτια τοῖς ἐξ αὐτῶν δεικνυμένοις. Ὅταν οὖν ὁ ἀστρονόμος λέγῃ τοὺς ἐν οὐρανῷ κύκλους δίχα τέμνειν ἀλλήλους, ἐπειδὴ πᾶς μέγιστος κύκλος τὸν ὅμοιον διχοτομεῖ, πότερον ἀποδείκνυσιν ἢ οὔ; καίτοι ἀπὸ τοῦ καθόλου πεποίηται τὴν ἐπιβολήν. Ποῦ δὴ εὑρήσομεν τὰ αἴτια ταῦτα τῆς ἐν οὐρανῷ τῶν κύκλων τομῆς καθολικώτερα αὐτῶν; ἐν σώμασι μὲν γὰρ οὐκ ἔσται· πᾶν γὰρ τὸ ἐν σώματι ὂν μερικόν ἐστι, δεῖ δὲ ἐν ἀσωμάτῳ πάντως οὐσίᾳ· ἀνάγκη ἄρα τῶν φαινομένων προϋπάρχειν τὰ εἴδη, καὶ τούτοις αἴτια τοῦ εἶναι καθολικώτερα αὐτῶν ὄντα καὶ δυνατώτερα. Ἔστι μὲν οὖν καὶ αὐτόθεν δῆλον, ὅπερ εἴπομεν, τῆς ἐπιστήμης ἀναγκαζούσης τὰ καθόλου τιθέναι καὶ οὐσιώτερα καὶ αἰτιώτερα τῶν καθ’ ἕκαστα, προϋπάρχειν τὰ εἴδη, καὶ ἀπ’ ἐκείνων εἶναι τὴν ὑπόστασιν τούτοις χωριστῶν ὄντων. |
| in Prm 797 [40] | Εἰ δὲ βούλει, καὶ καθ’ αὑτὸ σκέψαι πόθεν καὶ εἴ τις ἄλλος ἐπέβαλε τοῖς εἴδεσι, καὶ αὐτὸς ὁ Σωκράτης πόθεν εἰς ἔννοιαν ἀφίκετο τῆς οὐσίας ταύτης. Ἔστι δὴ οὖν ἀνδρὸς εἰς νοῦν ἐπιστρέψαντος ἤδη, καὶ χωρίσαντος ἑαυτὸν ἀπὸ τοῦ συνθέτου, καὶ θεασαμένου τήν τε ψυχικὴν ζωὴν καὶ τὴν σωματικὴν διακεκριμένως, καὶ ὡς οὐδὲν θαυμαστὸν ἄλλο μὲν εἶναι τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ μετεχόμενον ἐν τῷ ὑποκειμένῳ ὂν, ἄλλο δὲ τὸ ἐξῃρημένον καὶ ἀμέθεκτον εἶδος, ἡ τοιαύτη πτοία περὶ τὴν τῶν θείων τούτων μονάδων ὑπόθεσιν. Ὁ μὲν γὰρ πολὺς, καὶ τὴν ἑαυτοῦ ζωὴν ἀναμίξας τῇ τοῦ συνθέτου ζωῇ, διακρῖναι τὸ μετεχόμενον καὶ τὸ ἀμέθεκτον ἀδυνατεῖ· τὸν γὰρ τὸ χωριστὸν θεασάμενον καὶ αὐτὸν εἰς δύναμιν προσήκει γενέσθαι τοιοῦτον, οἷον ἐξαναστάντα τοῦ σώματος καὶ εἰς τὸ ἐν ἑαυτῷ χωριστὸν ἀποβλέψαντα· ὁ δέ γε σπουδαῖος τὸ ἦθος ἀφ’ ἑαυτοῦ τὴν διάκρισιν τούτων θεασάμενος μέτεισιν ἐπὶ τὰ ὅλα, καὶ πάντων τῶν μετεχομένων εἰδῶν προτέρας ἐπινοεῖ τὰς ἐξῃρημένας καὶ ἀΰλους μονάδας. Καὶ οὐκ ἐπὶ τούτων μόνων οὕτως, ἀλλὰ καὶ ἐπὶ τῆς κινήσεως τὸν αὐτὸν ἄνεισι τρόπον, ὁρῶν τὸ μὲν σῶμα τοῦτο πᾶν κατὰ τὴν οἰκείαν αὑτοῦ φύσιν ἑτεροκίνητον ὂν καὶ δεόμενον κινήσεως ἀλλαχόθεν εἰς ταῦτα καθηκούσης, τὴν δὲ πρώτην καὶ κυριωτάτην κίνησιν ἐν τῷ κινητικῷ τῶν ὅλων· ἔχει γὰρ καὶ ἐκεῖνο τὴν τοῦ κινοῦντος κίνησιν, καὶ τὸ σῶμα τὴν τοῦ κινητοῦ, καὶ εἴδωλον ἡ ἐν τούτῳ κίνησις τῆς ἐν ἐκείνῳ προϋπαρχούσης· ἐκείνη μὲν γὰρ τελεία κίνησις, ἐνέργεια γάρ· ἡ δὲ ἐν τούτῳ ἀτελὴς ἐνέργεια, τὸ δὲ ἀτελὲς ἐκ τοῦ τελείου τήν τε ὑπόστασιν ἔχει καὶ τὸ τέλειον. Καὶ μὴν καὶ ἐπὶ τῆς γνώσεώς ἐστιν ἰδεῖν ἐσχάτην μὲν γνῶσιν τὴν τῶν σωμάτων, εἴτε αἰσθητικὴν αὐτὴν, εἴτε φανταστικὴν ἐθέλει τις προσαγορεύειν. |
| in Prm 798 [40] | Πᾶσα γὰρ ἡ τοιαύτη γνῶσις ἀληθείας ἐστὶν ἄμοιρος, καὶ τῆς οὐσίας τῶν πραγμάτων οὐκ ἐφάπτεται, καὶ οὐδὲν θεωρεῖ καθόλου καὶ κοινὸν, ἀλλὰ πάντα ἐσχηματισμένα, πάντα μεμορφωμένα, πάντα μερικά· τελειοτέρα δὲ γνῶσίς ἐστιν ἡ ἀμόρφωτος, ἡ ἀσχημάτιστος, ἡ ἄϋλος, ἡ καθ’ αὑτὴν οὖσα καὶ ἑαυτῆς, ἧς εἴδωλον ἡ αἴσθησις, ἀτελὴς οὖσα γνῶσις καὶ ἐν ἄλλῳ καὶ οὐχ ἑαυτῆς. Εἰ τοίνυν ἐπὶ τῶν κινήσεων οὕτω καὶ ἐπὶ τῶν γνώσεων καὶ ἐπὶ τῆς ζωῆς ἄλλο μὲν τὸ μέτεχον, ἄλλο δὲ τὸ μετεχόμενον, ἄλλο δὲ τὸ ἀμέθεκτον, ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν, ἄλλο μὲν εἶναι τὴν ὕλην, ἄλλο δὲ τὸ ἐν αὐτῇ εἶδος, ἄλλο δὲ τὸ χωριστόν. Οὐ γάρ που τὰ μὲν ἀτελῆ καὶ ἐν ἄλλῳ ὄντα καὶ ἀμυδρῶς ὄντα πεποίηκεν ὅ τε θεὸς καὶ ἡ φύσις, τὰ δὲ τέλεια καὶ τελείως ὄντα καὶ ἑαυτῶν ὄντα οὐ παρήγαγεν· ἀλλὰ πολλῷ πρότερον ταῦτα ὑπέστησε, καὶ ἐκ τούτων τὰ ἀμυδρότερα καὶ μετεχόμενα καὶ ἐν τῇ ὕλῃ ὄντα. Διὰ ταύτας μὲν οὖν τὰς ἐννοίας καὶ Σωκράτης, καὶ εἰ δή τις ἄλλος, εἰς τὴν τῶν ἰδεῶν ἀνήγετο θέσιν, καὶ τὰ μὲν μετεχόμενα ὑπὸ τῶν καθ’ ἕκαστα ἔλεγε, τὰ δὲ αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑφεστηκότα· μάλιστα γὰρ τοῦτο προσήκει τοῖς εἴδεσι τὸ χωρίς. Εἰ δὲ δεῖ συντόμως εἰπεῖν τὴν αἰτίαν τῆς τῶν ἰδεῶν ὑποθέσεως δι’ ἣν ἐκείνοις ἤρεσκε, λεκτέον ὅτι ταῦτα πάντα, ὅσα ὁρατὰ οὐράνια καὶ ὑπὸ σελήνην, ἢ ἀπὸ ταυτομάτου ἐστὶν ἢ κατ’ αἰτίαν. Ἀλλὰ ἀπὸ ταυτομάτου, ἀδύνατον· ἔσται γὰρ ἐν τοῖς ὑστέροις τὰ κρείττονα, νοῦς καὶ λόγος καὶ αἰτία καὶ τὰ ἀπ’ αἰτίας, καὶ οὕτω τὰ ἀποτελέσματα κρείττω τῶν ἀρχῶν, πρὸς τῷ καὶ, ὅ φησιν ὁ Ἀριστοτέλης, δεῖν πρὸ τῶν κατὰ συμβεβηκὸς αἰτιῶν εἶναι τὰ καθ’ αὑτά· τούτων γὰρ ἔκβασις τὸ κατὰ συμβεβηκὸς, ὥστε τοῦ ἀπὸ ταυτομάτου πρεσβύτερον ἂν ἦν τὸ κατ’ αἰτίαν, εἰ καὶ ἀπὸ ταυτομάτου τὰ θειότατα ἦν τῶν φανερῶν. Εἰ δὲ ἔστιν αἴτια πάντων, ἤτοι πολλὰ ἔσται καὶ ἀσύναπτα, ἢ ἕν· ἀλλ’ εἰ πολλὰ, τί τὸ ποιοῦν ἓν τὸ πᾶν, οὐχ ἕξομεν λέγειν· καίτοι τὸ ἓν κρεῖττον τῶν πολλῶν, καὶ τὸ ὅλον τῶν μερῶν. |
| in Prm 799 [5] | Εἰ δὲ ἔστιν ἓν τοῦ ὅλου καὶ ἑνὸς αἴτιον πρὸς ὃ συντέτακται πάντα, εἰ μὲν ἄλογον τοῦτο, ἄτοπον· ἔσται γάρ τι πάλιν τῶν ὑστέρων τῆς πάντων αἰτίας κρεῖττον τὸ κατὰ λόγον καὶ γνῶσιν ποιοῦν, εἴσω τοῦ παντὸς ὂν καὶ τοῦ ὅλου μέρος, ὅ ἐστιν ἀπ’ αἰτίας ἀλόγου τοιοῦτον· εἰ δὲ λόγον ἔχον καὶ αὑτὸ γιγνῶσκον, οἶδεν ἑαυτὸ δήπου τῶν πάντων αἴτιον ὂν, ἢ τοῦτο ἀγνοοῦν ἀγνοήσει τὴν ἑαυτοῦ φύσιν. Εἰ δὲ οἶδεν ὅτι κατ’ οὐσίαν ἐστὶ τοῦ παντὸς αἴτιον, οἶδε καὶ οὗ αἴτιον· τὸ γὰρ ὡρισμένως εἰδὸς θάτερον καὶ θάτερον οἶδεν ἐξ ἀνάγκης· οἶδεν ἄρα καὶ οὗ ἐστιν αἴτιον ὡρισμένως· οἶδεν οὖν καὶ τὸ πᾶν καὶ πάντα ἐξ ὧν τὸ πᾶν, ὧν ἐστι καὶ αἴτιον· καὶ εἰ τοῦτο, εἰς ἑαυτὸ ἄρα βλέπον καὶ ἑαυτὸ γιγνῶσκον οἶδε τὰ μετ’ αὐτό· λόγοις ἄρα καὶ εἴδεσιν ἀΰλοις οἶδε τοὺς κοσμικοὺς λόγους καὶ τὰ εἴδη ἐξ ὧν τὸ πᾶν, καὶ ἔστιν ἐν αὐτῷ τὸ πᾶν ὡς ἐν αἰτίᾳ χωρὶς τῆς ὕλης. Τοῦτο Ζήνωνι καὶ τοῖς τὰς ἰδέας τιθεμένοις ἤρεσκε· καὶ οὐχ οἱ μὲν ἄνδρες ἐκεῖνοι περὶ τῶν ἰδεῶν οὕτως ὑπέλαβον ὡς οὐσῶν, οἱ δὲ τὰ θεῖα σοφοὶ ἄλλον τρόπον, ἀλλὰ καὶ οἱ θεολόγοι ταύτης ἐγένοντο τῆς παραδόσεως. Ὁ μὲν γὰρ Ὀρφεὺς μετὰ τὴν κατάποσιν τοῦ Φάνητος ἐν τῷ Διῒ τὰ πάντα γεγονέναι φησὶν, ἐπειδὴ πρώτως μὲν καὶ ἡνωμένως ἐν ἐκείνῳ, δευτέρως δὲ καὶ διακεκριμένως ἐν τῷ δημιουργῷ τὰ πάντων ἀνεφάνη τῶν ἐγκοσμίων αἴτια· ἐκεῖ γὰρ ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ ὁ οὐρανὸς αὐτὸς, καὶ τὰ στοιχεῖα, καὶ ὁ Ἔρως ὁ ἑνοποιὸς, καὶ πάντα ἁπλῶς ἓν γεγονότα, Ζηνὸς δ’ ἐνὶ γαστέρι σύῤῥα πεφύκει. |
| in Prm 800 [30] | Καὶ οὐκ ἠρκέσθη τούτοις μόνον, ἀλλὰ καὶ τὴν τάξιν τῶν εἰδῶν τῶν δημιουργικῶν παραδίδωσι, δι’ ἣν καὶ τὰ αἰσθητὰ τοιαύτην ἔλαχε τάξιν καὶ διακόσμησιν. Οἱ δέ γε θεοὶ περὶ τούτων ἐκφῆναι τὴν ἀλήθειαν ἀνθρώποις ἀξιώσαντες καὶ τίς ἡ μία πηγὴ τῶν ἰδεῶν εἰρήκασι, καὶ ποῦ πρῶτον ὑπέστη τὸ πλήρωμα τῶν ἰδεῶν, καὶ πῶς προϊὸν ἀφομοιοῖ τῷ πατρὶ τοῦ κόσμου πάντα τὰ ἐν αὐτῷ, τά τε ὡς ὅλα καὶ τὰ μέρη· οὐδὲν δὲ χεῖρον πλείονος ἕνεκα τῶν ἀκροωμένων περὶ τὸ δόγμα συμπαθείας, καὶ αὐτῶν μνησθῆναι τῶν ἐν τοῖς Χαλδαικοῖς λογίοις κειμένων· Νοῦς πατρὸς ἐῤῥοίζησε νοήσας ἀκμάδι βουλῇ Παμμόρφους ἰδέας· πηγῆς δὲ μιᾶς ἀποπτᾶσαι Ἐξέθορον· πατρόθεν γὰρ ἔην βουλή τε τέλος τε. Ἀλλ’ ἐμερίσθησαν νοερῷ πυρὶ μοιρηθεῖσαι Εἰς ἄλλας νοεράς· κόσμῳ γὰρ ἄναξ πολυμόρφῳ Προὔθηκεν νοερὸν τύπον ἄφθιτον, οὗ κατὰ κόσμον Ἴχνος ἐπειγόμενος μορφῆς μέτα κόσμος ἐφάνθη Παντοίαις ἰδέαις κεχαρισμένος· ὧν μία πηγὴ, Ἐξ ἧς ῥοιζοῦνται μεμερισμέναι ἄλλαι ἄπλατοι Ῥηγνύμεναι κόσμου περὶ σώμασιν, αἳ περὶ κόλπους Σμερδαλέους σμήνεσσιν ἐοικυῖαι φορέονται, Τραποῦσαι περί τ’ ἀμφὶ παρασχεδὸν ἄλλυδις ἄλλῃ, Ἔννοιαι νοεραὶ, πηγῆς πατρικῆς ἄπο, πουλὺ Δραττόμεναι πυρὸς ἄνθος. |
| in Prm 801 [35] | Ἀκοιμήτου χρόνου ἀκμῇ, Ἀρχεγόνους ἰδέας πρώτη πατρὸς ἔβλυσε τάσδε Αὐτοτελὴς πηγή. Διὰ δὴ τούτων ἐξέφηναν οἱ θεοὶ καὶ ποῦ τῶν ἰδεῶν ἡ ὑπόστασις, καὶ τίς θεός ἐστιν ὁ τὴν πηγὴν αὐτῶν τὴν μίαν περιέχων, καὶ ὅπως ἐκ τῆς πηγῆς ταύτης πρόεισι τὸ πλῆθος, καὶ πῶς ὁ κόσμος δεδημιούργηται κατ’ αὐτὰς, καὶ ὅτι κινητικαὶ πάντων εἰσὶ τῶν κοσμικῶν συστημάτων, καὶ ὅτι πᾶσαι νοεραὶ κατὰ τὴν οὐσίαν, καὶ ὅτι παντοῖαι κατὰ τὰς ἰδιότητάς εἰσι. Καὶ πολλὰ ἄν τις ἄλλα περὶ τὴν ἐξήγησιν τῶν θείων τούτων νοημάτων βαθύνας θεωρήσειεν· ἀλλὰ νῦν τόγε τοσοῦτον ἐν τῷ πάροντι ληπτέον ὅτι καὶ οἱ θεοὶ ταῖς τοῦ Πλάτωνος ἐπιβολαῖς ἐμαρτύρησαν, ἰδέας τε καλέσαντες τὰς νοερὰς ταύτας αἰτίας καὶ κατ’ αὐτὰς τετυπῶσθαι τὸν κόσμον εἰπόντες. Εἰ τοίνυν καὶ οἱ λόγοι πείθουσιν ἡμᾶς πρὸς τὴν περὶ τούτων ὑπόθεσιν, καὶ οἱ σοφοὶ περὶ αὐτῶν συνηνέχθησαν, Πλάτων, Πυθαγόρας, Ὀρφεὺς, καὶ οἱ θεοὶ τούτοις ἐναργῶς ἐμαρτύρησαν, σμικρὰ φροντιστέον τῶν σοφιστικῶν λόγων αὐτῶν ὑφ’ ἑαυτῶν ἐληλεγμένων, οὐδὲν ἐπιστημονικὸν οὐδὲ ὑγιὲς λεγόντων. Σαφῶς γὰρ οἱ θεοὶ εἰρήκασι καὶ ὡς ἔννοιαι τοῦ πατρός εἰσι, μένουσι γὰρ ἐν ταῖς νοήσεσι τοῦ πατρός· καὶ ὡς προέρχονται πρὸς τὴν τοῦ κόσμου δημιουργίαν, ῥοίζησις γάρ ἐστιν ἡ πρόοδος αὐτῶν· καὶ ὡς πάμμορφοί εἰσιν, ἅτε δὴ πάντων τῶν μεριστῶν περιέχουσαι τὰς αἰτίας· καὶ ὡς ἀπὸ τῶν πηγαίων ἰδεῶν ἄλλαι προεληλύθασιν αἱ κατὰ μέρη κληρωσάμεναι τὴν τοῦ κόσμου δημιουργίαν, αἳ προσαγορεύονται σμήνεσσιν ἐοικυῖαι, καὶ ὡς γεννητικαὶ τῶν δευτέρων εἰσίν. |
| in Prm 802 [5] | Ὁ μὲν οὖν Τίμαιος ἐν τοῖς νοητοῖς ἀπέθετο τὴν μίαν πρωτουργὸν αἰτίαν πάντων τῶν εἰδῶν (ἐκεῖ γὰρ τὸ αὐτόζωον, ὡς ἐν ἄλλοις ἀπεδείκνυμεν), τὰ δὲ Λόγια τὴν πηγὴν τῶν ἰδεῶν ἐν τῷ δημιουργῷ προϋπάρχειν φασὶ, καὶ οὐ διέστηκε ταῦτα ἀπ’ ἀλλήλων, ὥς πού τισιν ἂν δόξειεν· οὐ γάρ ἐστι ταὐτὸν ἐγκοσμίων εἰδῶν ἐπιζητεῖν τὴν μίαν καὶ ὁλικὴν αἰτίαν, καὶ ἁπλῶς ἁπάσης τῆς σειρᾶς τῶν ἰδεῶν τὴν πρώτην ἔκφανσιν θεωρεῖν· ἀλλὰ τῶν μὲν εἰς τὸν δημιουργὸν ἀναπέμπει τὴν περιοχὴν, τῶν δὲ ἐπ’ αὐτὴν τὴν νοητὴν τάξιν τῶν θείων, ἀφ’ ἧς καὶ ὁ δημιουργὸς πληροῦται καὶ πάντες οἱ διάκοσμοι εἰδητικῆς οὐσίας. Καὶ διὰ τοῦτο, οἶμαι, καὶ τὰ Λόγια τὰς ἰδέας φασὶ ῥοιζουμένας ἀπὸ τῆς ἑαυτῶν νοερᾶς πηγῆς καὶ μεριζομένας ἄλλυδις ἄλλας προσρήγνυσθαι τοῖς τοῦ κόσμου σώμασιν, ὡς ἂν ἐν τῇ πηγῇ ταύτῃ τῶν ἐγκοσμίων τῆς αἰτίας περιεχομένης, καθ’ ἣν μεμόρφωται πάντα τὰ ἐν τῷ κόσμῳ γενόμενα σύνθετα κατὰ τὴν δημιουργικὴν βούλησιν. Τὰ δὲ ἐν τῷ αὐτοζώῳ εἴδη κατὰ τὸν νοητὸν ὅρον ὑφεστηκότα οὔτε κινεῖσθαι λέγεται ὑπὸ τοῦ Πλάτωνος, οὔτε ἐνθρώσκειν τοῖς σώμασιν, ἀλλ’ αὐτῷ μόνῳ τῷ εἶναι πᾶσιν ἐνδιδόναι τὴν οὐσίαν. Εἰ τοίνυν τὸ δι’ ἐνεργείας καὶ κινήσεως ὑφιστάνειν δεύτερόν ἐστι τῆς πρὸ τοῦ ἐνεργεῖν καὶ κινεῖσθαι ποιήσεως, δῆλον δήπουθεν ὅτι καὶ τῶν δημιουργικῶν ἰδεῶν ὑπερτέραν ἔλαχε τάξιν τὰ ἐν τῷ αὐτοζώῳ νοητῶς καὶ ἀκινήτως ἱδρυμένα. Καὶ διχῶς ἐστιν ὁ δημιουργὸς εἰδοποιὸς, καὶ κατὰ τὴν ἐν ἑαυτῷ πηγὴν καὶ κατὰ τὰς νοερὰς ἰδέας· ἐκεῖ γὰρ αἱ ὁλικαὶ τῶν πάντων αἰτίαι καὶ αἱ τέτταρες μονάδες· ἐκεῖθεν δὲ ἀρξάμεναι δι’ ὅλων φοιτῶσι τῶν θείων διακόσμων μέχρι καὶ τῶν ἐσχάτων, ὥστε καὶ τὰς τελευταίας αὐτῶν καὶ αἰσθητὰς εἰκόνας ἔχειν τινὰ τῶν μὲν ἐναργεστέραν, τῶν δὲ ἀμυδροτέραν ἀπεικασίαν. |
| in Prm 803 [10] | Καὶ εἴ τις ἡμῶν ἐφέπεσθαι ταῖς θείαις προόδοις ἐστὶ δυνατὸς, ὄψεται πᾶν εἶδος αἰσθητὸν, κἂν τῶν ἐν ὕλῃ τιθέντων περὶ τοῦ αἰσθητοῦ εἴδους τις σκοπεῖν ἐπιχειρῇ, πάντων τὰς ἰδιότητας ἀποδεξάμενον. Αὐτὸ μὲν γὰρ τὸ αὐτοκίνητον καὶ τὸ ἀΐδιον τοῖς αἰσθητοῖς εἴδεσιν οὐκ ἀλλαχόθεν πάρεστιν, ἢ ἀπὸ τῶν πρώτων εἰδῶν· ἐκεῖνα γὰρ αἰώνια πρῶτον, ἃ τοῖς ἐφεξῆς καὶ δευτέρως ἀεὶ καὶ τρίτως ἐπορέγει τὴν μετάδοσιν· τὸ δὲ αὖ ἕκαστον εἶδος πλῆθος μὲν ὑπάρχειν, ἀλλὰ κατ’ ἀριθμὸν ἴδιον ὑφεστάναι καὶ συμπεπληρῶσθαι τοῖς οἰκείοις ἀριθμοῖς, καὶ διὰ τοῦτο ἄλλο πρὸς ἄλλην τάξιν ἡμῖν ἀγνώστως καὶ ἀῤῥήτως ἀναφέρεσθαι θείαν, ἀπὸ τῆς ἀκρότητος ὑποδέχεται τῶν νοητῶν καὶ νοερῶν καὶ τῶν ἐκεῖ κρυφίως καὶ ἀφθέγκτως ὑφεστηκότων εἰδῶν· ὥσπερ δὴ καὶ τὸ ἑνίζειν μὲν τὴν σκεδαστὴν οὐσίαν, τοῖς δὲ κοινοῖς πέρασι τὴν ἀπειρίαν τῶν γεννητῶν ἀφορίζειν, ἀπὸ τῆς συνεκτικῆς τάξεως καὶ τῶν συνεκτικῶν εἰδῶν. Τὸ δὲ πάντη τελεσιουργὸν τῆς ἀτελοῦς φύσεως, καὶ τὸ πρόαγον εἰς ἐνέργειαν τὴν ἐπιτηδειότητα τῶν ὑποκειμένων, σχήμασι μὲν τὸ ἄσχημον, τελειότητι δὲ τὸ ἀτελὲς καταλαμβάνον, οὐκ ἀλλαχόθεν ἢ ἀπὸ τῆς τελεσιουργοῦ θεότητος καὶ τῶν ἐκεῖ προφανέντων εἰδῶν ἐπιδείκνυται. Καὶ μὴν καὶ καθ’ ὅσον μὲν ἕκαστον εἶδος εἰς ἑαυτὸ συννεύειν ἐπείγεται καὶ ἐν ἑαυτῷ περιλαμβάνειν ἑνοειδῶς τὰ μέρη, κατὰ τοσοῦτον εἰκόνα φέρει τῆς ἀκρότητος τῶν νοερῶν καὶ τῆς ἀμερίστου τῶν εἰδῶν ὑποστάσεως τῶν κατ’ ἐκείνην τὴν τάξιν ἱδρυμένων· καθ’ ὅσον δὲ αὖ μετὰ ζωῆς πρόεισι καὶ διὰ κινήσεως ὑφίσταται καὶ ἐν κινουμένοις ἀκινήτως ἐκφαντάζεται, κατὰ τοσοῦτον αὖ τῆς ζωογόνου μετείληφε σειρᾶς καὶ ἀποτυποῦται τὰς τῶν ζωογονικῶν εἰδῶν δυνάμεις· καθ’ ὅσον δὲ αὖ μορφωτικὸν τῆς ὕλης ἐστὶ, καὶ τεχνικῆς ἀπεργασίας δι’ αὐτῆς τῆς φύσεως διηκούσης πεπλήρωται, λεπτουργίαν τε θαυμαστὴν ἐπιδείκνυται καὶ τὴν κατὰ λόγον εἰδοποιΐαν, ταύτῃ καὶ κατὰ τοσοῦτον τῶν δημιουργικῶν ἰδεῶν ἐμφάσεις παραδέχεται. |
| in Prm 804 [10] | Εἰ δὲ δὴ καὶ ἀφομοιοῖ τὰ αἰσθητὰ τοῖς νοητοῖς, καὶ εἰ διέκρινε τὰς οὐσίας αὐτῶν ταῖς κατὰ τοὺς λόγους ἐξαλλαγαῖς, δῆλον δὴ ὅτι ταῖς ἀφομοιωτικαῖς διακοσμήσεσιν ἀπείκασται τῶν εἰδῶν, ἀφ’ ὧν αἱ μερισταὶ πρόοδοι πεφήνασι τῶν ἐγκοσμίων αἱ τὰ αἰσθητὰ περικαλύπτουσαι ταῖς ἀπὸ τῶν νοητῶν ἐμφάσεσι. Καὶ μὴν καὶ εἰ ἕκαστον εἶδος ἐπὶ πολλὰ διήκει, κἂν ἔνυλον ᾖ καὶ κατὰ τὴν οἰκείαν μορφὴν ἀφορίζῃ τὸ ἐκείνων πλῆθος, πῶς οὐχὶ κατὰ ταύτην τὴν δύναμιν εἰς ἐκείνην ἀνήκει τῶν θεῶν τὴν τάξιν, τὴν ἀπολύτως ἐνεξουσιάζουσαν τοῖς ἐν τῷ κόσμῳ κλήροις καὶ πολλὰς ἀνέλκουσαν εἰς ἑαυτὴν μοίρας τῶν ἐν παντὶ θείων λήξεων; Ἄνωθεν ἄρα προϊόντες ἀπὸ τῶν νοητῶν ἰδεῶν μέχρι τῶν τελευταίων, τὴν μίαν συνέχειαν τῆς ὅλης σειρᾶς θεωρήσομεν, καὶ τίνας ἰδιότητας ἀφ’ ἑκάστης τάξεως τὰ αἰσθητὰ παρεσπάσατο νοερῶς διαιρήσομεν· δεῖ γὰρ τὰ δεύτερα πάντα τῶν πρὸ αὑτῶν μετέχειν καὶ οὕτως ἑκάστων ἀπολαύειν ὡς ἕκαστα τάξεως εἴληχε· τοῦτο δέ ἐστιν οὐδὲν ἄλλο ἢ κατ’ αὐτὰς τὰς τῶν θεῶν προόδους· ὁμοῦ γὰρ δὴ ταύταις καὶ ἡ τούτων προέρχεται διακόσμησις οἰκείως ἐν ἁπάσαις ὑφεστηκυῖα νοητῶς ἢ νοερῶς ἢ ὑπερκοσμίως, καὶ αὖ πάλιν συνεκτικῶς ἢ ζωογονικῶς ἢ δημιουργικῶς, ἢ κατ’ ἄλλην τινὰ θείαν ὕπαρξιν ἀφοριζομένην. Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς ἐμῆς πάλιν ἐμηκύνθη περὶ ταῦτα συμπαθείας, ἐπὶ δὲ τὴν τοῦ Πλάτωνος λέξιν τρεπτέον καὶ ἀναμνηστέον τῶν περὶ τῆς ὁμοιότητος δογμάτων, ἐπειδὴ καὶ νῦν ταύτης ἐμνημόνευσεν ὅτι δύναμίς ἐστιν ἀφομοιωτικὴ πάντων τῶν δευτέρων πρὸς τὰ νοητὰ αἴτια καὶ συναγωγὸς ἀμφοῖν τοῖν ἄκροιν· ἔδει γὰρ τὴν πάντων πρόοδον ἐπιστρέφειν πάλιν εἰς τὰς οἰκείας αἰτίας· καὶ ἐν μὲν αὐτοῖς τοῖς θεοῖς ἡ ἀφομοιωτικὴ τάξις τοῦτο ἀπεργάζεται τὸ πλῆθος τῶν θείων ἑνάδων ἐπιστρέφουσα πρὸς τὰς ἑνιαίας αἰτίας, ἐν δὲ τοῖς εἴδεσι τὸ ὅμοιον ταύτην ἔχει τὴν δύναμιν. |
| in Prm 805 [40] | Καὶ οὐ δεῖ θαυμάζειν εἰ διὰ τῶν αὐτῶν ὀνομάτων καὶ εἴδη σημαίνεται καὶ θεῶν τάξεις τινές· ἔστι γὰρ ταῦτα καὶ ὡς ὅλα καὶ ὡς μέρη, καὶ ἑναδικῶς καὶ εἰδητικῶς. Ἐπειδὴ δὲ τῆς ὁμοιότητος αὕτη ἐστὶν ἡ ἰδιότης, ἀφομοιοῦν τὰ δημιουργήματα τοῦ πατρὸς πρὸς αὐτὸν, εἰκότως δὲ καὶ ἀνομοιότης ταύτῃ συνέζευκται ὁμοφυῶς, ἵνα τὰ αὐτὰ καὶ διακρίνωνται ἅτε εἰκόνες ὄντα παραδειγμάτων· οὔτε γὰρ τὰ ὅμοια μόνον εἰκόνες, ἐπειδὴ χωρὶς ἀνομοιότητος ἡ ὁμοιότης παράδειγμά ἐστι καὶ οὐκ εἰκών· οὔτε τὰ ἀνόμοια μόνον, αὐτὸ γὰρ τὸ ὄνομα τῆς εἰκόνος σημαίνει τὴν ἐοικυῖαν ἄλλῳ μορφήν. Δεῖ δὴ οὖν ἀμφότερα εἶναι καὶ τὸ ἀνόμοιον καὶ τὸ ὅμοιον, ἵνα εἰκὼν ἄλλο ἄλλου γένηται. Διὰ δὴ τοῦτο καὶ ταῦτα μέσην ἔχει τάξιν ἐν τοῖς εἴδεσιν, ὥσπερ ἡ ἀφομοιωτικὴ τάξις τῶν θεῶν μέση τῶν ἑνιαίων ἐστὶ καὶ τῶν εἰς πολλοὺς ὀχετοὺς προεληλυθότων· τὸ γὰρ ἀφομοιοῦν μέσον ἐστὶ τοῦ τε πρὸς ὃ ἡ ὁμοίωσις καὶ τοῦ ὁμοιουμένου πρὸς αὐτό. Εἴ τις οὖν ἀνειμένην ταυτότητα τὴν ὁμοιότητα λέγοι, καὶ ἀνειμένην αὖ ἑτερότητα τὴν ἀνομοιότητα, παραιτησόμεθα τὸν λόγον οὐχὶ τῷ μᾶλλον καὶ ἧττον ὑφίστασθαι τὰ εἴδη λέγοντες (ἴδιον γὰρ τῆς περὶ τὴν ὕλην ἀοριστίας τῶν εἰδῶν τοῦτο τὸ μᾶλλον καὶ ἧττον), ἀλλ’ ἕκαστον αὐτῶν μέτρον εἶναι, καὶ οὐσίαν ἰδίαν ἔχειν καὶ δύναμιν ἀφωρισμένην· πρὸς τῷ καὶ τὰ μὲν εἶναι τῶν οὐσιῶν καθὸ οὐσίαι, τὰ δὲ τῶν περὶ αὐτὰς ποιῶν καὶ τῶν δυνάμεων ὥσπερ ἄλλα τῶν ποσῶν, οἷον ἴσον φασὶ καὶ ἄνισον. |
| in Prm 806 [5] | Καὶ εἴ τις τὸ μὲν ὅμοιον παραγίγνεσθαι λέγοι θεόθεν, τὸ δὲ ἀνόμοιον ἀπὸ τῆς ὕλης, οὐδὲ τοῦτον ἀποδεξόμεθα τὸν λόγον· εἰ γάρ τις καὶ ἔστιν ἀνομοιότητος πόντος, ἀλλὰ τὸ ἐνταῦθα ἀνόμοιον εἶδος ὁ Πλάτων προσείρηκε καὶ παράδειγμα τῶν τῇδε ἀνομοίων, ὥστε περὶ ἄλλης ἂν ἐκεῖνοι ποιοῖντο τὸν λόγον ἀνομοιότητος, καὶ οὐ περὶ τῆς ἐνταῦθα παραδεδομένης, καὶ εἴ τις ἐν τῇ σχέσει τὸ ὅμοιον ἀπολείποι καὶ ἀνόμοιον· οὐ γὰρ δὴ κατὰ σχέσιν ψιλὴν ὑφεστάναι τὰ δημιουργικὰ εἴδη, πλὴν εἰ τοῦτο λέγοιεν ὅτι σχέσιν δίδωσι τοῖς δευτέροις πρὸς τὰ πρῶτα καὶ ταῖς εἰκόσι πρὸς τὰ παραδείγματα, τὸ ἀφομοιωτικὸν αὐτοῖς μαρτυρῶν. Ἴδιον γὰρ μάλιστα τῆς συζυγίας ταύτης τοῦτο, καὶ συνάπτειν καὶ διακρίνειν τὰ πλήθη τῶν οἰκείων μονάδων, καὶ τὰς εἰκόνας τῶν ἰδίων παραδειγμάτων. Ἔτι τοίνυν τὸ ἓν καὶ τὸ πλῆθος τί ἐστιν, εἴρηται μὲν καὶ πρότερον· λεγέσθω δὲ καὶ νῦν σαφέστερον ὅτι δύο τῶν ὄντων ἀρχαὶ καὶ κατὰ τὸν Πλάτωνα μετὰ τὸ ἕν εἰσι, τό τε πέρας καὶ τὸ ἄπειρον· καὶ πᾶς νοῦς ἐκ τούτων νοητός τε καὶ νοερὸς, καὶ ἀφομοιωτικὸς καὶ ἀπόλυτος καὶ ἐγκόσμιος, καθολικός τε καὶ μερικός. Ἐπεὶ γοῦν καὶ ὁ δημιουργικὸς νοῦς μικτός ἐστιν ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἄπειρον, ταύτῃ ἂν λέγοιτο καὶ ἓν καὶ πλῆθος· τὸ γὰρ ἓν τὸ οὐσιῶδες πέρας ἐστὶ, τὸ δὲ πλῆθος τὸ οὐσιῶδες τὸ ἐν τούτῳ ἄπειρον, ἐπεὶ καὶ τῶν σωμάτων τὸ εἶδος [μεριστόν] ἐστι, καὶ τὸ ἓν τὸ οὐσιῶδες τὸ ἐν τούτοις πέρας, τὸ δὲ μεριστὸν τὸ ἄπειρον· ἓν οὖν καὶ πολλὰ, διότι καὶ αὐτὸς ἐκ πέρατός ἐστι καὶ ἀπείρου. Καὶ ὡς ἐκεῖνα, τὸ πέρας λέγω καὶ ἄπειρον, ἐν τοῖς νοητοῖς ἦν καὶ πρώτως· οὕτω τὸ ἓν καὶ πολλὰ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς ἐν τῷ ἐκεῖ ἀριθμῷ πρώτως, ὡς ἡ δευτέρα διδάξει πάντως ἡμᾶς ὑπόθεσις· τὸ μὲν πέρας ὂν καὶ ἀριθμοῦ, τὸ δὲ καὶ ἀριθμὸς τοῦ πέρατος καὶ τοῦ ἀπείρου, καὶ ἐν τῷ πλήθει ὁρώμενον καὶ ἐν τῷ συνεχεῖ, καὶ περιεκτικώτερον ὄντων τοῦ ἑνὸς καὶ τῶν πολλῶν· ταῦτα γὰρ ἐν ἀριθμῷ μόνον· ἐπεὶ οὖν οὐδέν ἐστιν ἄλλο ἀριθμὸς ἢ ἓν ὁμοῦ καὶ πολλὰ, τὰ πολλὰ δὲ ἄνευ τοῦ ἑνὸς ἄπειρον πλῆθος, καὶ τὸ ἓν ἄνευ τῶν πολλῶν ἀρχὴ ἀριθμοῦ, καὶ τὸ μὲν οὔπω ἀριθμὸς, τὸ δὲ οὐκέτι ἀριθμός. |
| in Prm 807 [30] | Ὡς δ’ οὖν ἐν τοῖς νοητοῖς πρῶτον πέρας ἐστὶ καὶ ἄπειρον, οὕτως ἐν τοῖς μετ’ ἐκεῖνα τοῖς ἅμα νοητοῖς καὶ νοεροῖς τὸ ἓν καὶ τὰ πολλὰ, οὕτως ἐν τοῖς τρίτοις τοῖς νοεροῖς τὸ ταὐτὸν καὶ τὸ ἕτερον· προηγεῖται γὰρ τούτων τὸ ἓν καὶ τὰ πολλὰ, διότι ταῦτα μὲν ἀπολύτως ἐστὶν ἅ ἐστιν, ἐκεῖνα δὲ πρός τι· τινὸς γὰρ τὸ ἕτερόν ἐστιν ἕτερον, καὶ τινὶ τὸ ταὐτὸν ταὐτὸν, ἓν δὲ ἕκαστον ἐφ’ ἑαυτοῦ καὶ πολλὰ καθόσον ἕκαστον ἠρίθμηται. Καὶ γὰρ πᾶν τὸ ἠριθμημένον καθ’ ἑαυτὸ τοιοῦτόν ἐστι, μᾶλλον δὲ τοσοῦτον, καὶ οὐ πρὸς ἄλλο τι λέγεται ἠριθμημένον τῶν ὄντων. Ἐπειδὴ τοίνυν καὶ ταῦτα διήρθρωται μετρίως, ἐπὶ τὰ ἑξῆς μεταβατέον τοῦ Πλάτωνος. Ἦ καὶ τὰ τοιάδ ε , εἰπεῖν τὸν Παρμενίδη ν , οἷον δικαίου τι εἶδος αὐτὸ κα θ ’ αὑτὸ καὶ καλοῦ καὶ ἀγαθοῦ καὶ πάντων αὖ τῶν τοιούτω ν ; — Να ὶ , φάνα ι. (P. 130 B.) Ὁ μὲν θεῖος καὶ δημιουργικὸς νοῦς ἡνωμένως τὰ πεπληθυσμένα καὶ ἀμερίστως τὰ μεριστὰ καὶ ἀδιαιρέτως περιέχει τὰ διῃρημένα, τὸ δὲ πρῶτον διαιροῦν τὰ ἐν ἐκείνῳ προϋπάρχοντα κατ’ ἄκραν ἕνωσιν ψυχή ἐστιν, οὐχὶ ἡ ἡμετέρα μόνον, ἀλλὰ καὶ ἡ θεία. |
| in Prm 808 [30] | Διότι γὰρ ἐν αἰῶνι μόνον τὰς νοήσεις ἱδρυμένας οὐκ ἔλαχεν, ἐφίεται δὲ τὴν ἀθρόαν ἐνέργειαν τοῦ νοῦ περιλαβεῖν, ὀρεγομένη τῆς ἐν αὐτῷ τελειότητος καὶ τοῦ ἑνὸς ἐκείνου καὶ ἁπλοῦ τῆς νοήσεως εἴδους περιθεῖ τε αὐτὸν καὶ περιχορεύει κύκλῳ, καὶ ταῖς μεταβάσεσι τῶν ἐπιβολῶν διαιρεῖ τὸ ἀμέριστον τῶν εἰδῶν, καθορῶσα μὲν τὸ αὐτόκαλον χωρὶς, καθορῶσα δὲ τὸ αὐτοδίκαιον, καθορῶσα δὲ καὶ ἕκαστον τῶν ἄλλων, καὶ καθ’ ἓν πάντα καὶ οὐχ’ ὁμοῦ πάντα νοοῦσα. Τρίτην γὰρ ἔχουσα τάξιν ἀπὸ τοῦ ἑνὸς, ὡς συλλήβδην εἰπεῖν, εἰκότως τοιαύτην ἔχει τὴν ἐνέργειαν· ἐκεῖνο μὲν γὰρ ἓν μόνον ἐστὶ καὶ πρὸ νοήσεως· ὁ δὲ νοῦς ὡς ἓν πάντα νοεῖ, ἡ δὲ ψυχὴ καθ’ ἓν πάντα ὁρᾷ. Ταύτῃ τοίνυν προσήκει τὸ διαιρεῖν πρώτως, ἥτις τῆς ἐν ἑνὶ καὶ ἀθρόας πάντων ἀπολειπομένη νοήσεως τὴν καθ’ ἓν πάντα νόησιν ἔλαχε τῷ μὲν πάντα, μιμουμένη τὸν νοῦν, τῷ δὲ καθ’ ἓν ἔχουσα τὸ ἴδιον αὑτῆς· ἡ γὰρ διαίρεσις καὶ ὁρισμὸς ἐν ταύτῃ πρώτως ἐστί. Διὸ καὶ οἱ θεολόγοι τὸν μὲν νοῦν ἐν τοῖς σπαραγμοῖς τοῖς Διονυσιακοῖς ἀμέριστον προνοίᾳ τῆς Ἀθηνᾶς σώζεσθαι λέγουσι, τὴν δὲ ψυχὴν μερίζεσθαι πρώτως, καὶ ἡ εἰς ἑπτὰ γοῦν τομὴ ταύτης ἐστὶ πρώτης· οἰκεῖον οὖν αὐτῇ καὶ τὸ εἶδος τῆς διαιρετικῆς καὶ τὸ θεωρεῖν μεταβατικῶς. |
| in Prm 809 [35] | Οὐ δὴ θαυμαστόν ἐστιν οὐκέτι, τῶν θείων εἰδῶν ὁμοῦ καὶ ἡνωμένως ἐν τῷ δημιουργικῷ νῷ προϋφεστηκότων, τὴν ἡμετέραν ψυχὴν διῃρημένως αὐτοῖς ἐπιβάλλειν, καὶ νῦν μὲν τὰ πρώτιστα καὶ κοινότατα θεωρεῖν εἴδη, νῦν δὲ τὰ μέσην ἔχοντα τάξιν, αὖθις δὲ τὰ μερικώτατα καὶ οἷον ἀτομώτατα τῶν εἰδῶν. Ὅπου γὰρ καὶ τὴν θείαν ψυχὴν διαιρεῖν ἔφαμεν τὸ ἀμέριστον ταῖς μεταβατικαῖς αὐτῶν θίξεσι καὶ ἐπαφαῖς, τί ἂν εἴποι τις περὶ τῆς μερικῆς ψυχῆς; οὐχὶ πολλῷ πρότερον καὶ ταύτην μεριστῶς ἀντιλαμβάνεσθαι καὶ διῃρημένως τῶν ὁμοῦ καὶ ἐν ἀλλήλοις ὄντων; Οὐδὲν οὖν θαυμαστὸν, ὡς ἔφαμεν, καὶ τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις ἄλλοτε ἄλλων εἰδῶν ἀντιλαμβάνεσθαι, καὶ ἑκάστην ἐρώτησιν οἷον ἐπαφὴν εἶναι τάξεώς τινος. Ὡς γὰρ ὁ ἐν προφορᾷ λόγος τὸ ἓν καὶ ἁπλοῦν νόημα μερίζει, καὶ διεξοδεύει κατὰ χρόνον τὰς ἡνωμένας τοῦ νοῦ νοήσεις· τὰ μὲν οὖν πρότερον ἡμῖν θεωρούμενα εἴδη γενικώτατα ἦν καὶ κοινότατα, ἓν, πλῆθος, ὁμοιότης, ἀνομοιότης, στάσις, κίνησις, τὰ δέ γε νυνὶ προτεινόμενα πῇ μέν ἐστιν ἐκείνων δεύτερα, πῇ δὲ οὔ· καθάπερ τὴν ἐνταῦθα ἀρετὴν πῇ μὲν καταδεεστέραν τῆς ψυχῆς, πῇ δὲ κρείττονά φαμεν ὑπάρχειν, ὡς μὲν τελειωτικὴν αὐτῆς, κρείττονα, ὡς δὲ αὐτῆς τι οὖσαν καὶ ἐν αὐτῇ ὑφεστηκυῖαν, καταδεεστέραν· οὕτω δὴ καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν καὶ τὸ δίκαιον πῇ μὲν κρείττω τῶν οὐσιοποιῶν ἐστιν εἰδῶν, πῇ δὲ καταδεέστερα. Καθ’ ὅσον μὲν γὰρ γενικώτατα, καὶ ταῦτα κεκοινώνηκεν ἐκείνοις· ἀλλ’ ἐκεῖνα μὲν τῷ εἶναι τὰ πράγματα ὑφίστησι, καὶ τοῦ ὄντος ἐστι καθ’ ὅσον αἴτια πρωτουργὰ τοῖς τῇδε· ταῦτα δὲ τῆς τελειώσεως αὐτῶν, τὸ μὲν δίκαιον μεχρὶ ψυχῶν καὶ ταύτας διακοσμοῦν καὶ τελειοῦν, τὸ δὲ καλὸν καὶ τὰ σώματα καταλάμπον. Κάλλος γὰρ, φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης, ταύτην ἔσχε μοῖραν ἐκφανέστατον εἶναι καὶ ἐρασμιώτατον, δικαιοσύνης δὲ φέγγος οὐδὲν εἶναι ἐν τοῖς τῇδε ὁμοιώμασι, τὸ δὲ ἀγαθὸν πάντα τελειοῦν κατὰ τὴν ἰδίαν ἑκάστων οὐσίαν. |
| in Prm 810 [35] | Κατὰ μὲν γὰρ τὴν συμμετρίαν τὴν τοῦ εἴδους πρὸς τὴν ὕλην (συμμετρία μέν ἐστιν ὁπόταν κρατῇ τὸ κρεῖττον τῇ φύσει τοῦ χείρονος), κατὰ ταύτην οὖν τὴν συμμετρίαν τὸ καλὸν ἐναστράπτει τοῖς σώμασι· τὸ δὲ ἀγαθὸν κατὰ τὸ τέλειον, ὃ πᾶσι τοῖς εἰδοπεποιημένοις πάρεστιν, ὅταν τὴν ἀπὸ τῆς φύσεως ἔχῃ τελειότητα· πρώτιστον οὖν ἐν τῇ τριάδι ταύτῃ τὸ ἀγαθὸν, δεύτερον δὲ τὸ καλὸν, τρίτον δὲ τὸ δίκαιον. Καὶ οὐκέτι ταῦτα κατὰ ἀντίθεσιν ἔθηκεν, ἀγαθὸν, κακὸν, καλὸν, αἰσχρὸν, δίκαιον, ἄδικον, σαφῶς, οἶμαι, καὶ διὰ τούτων δεικνὺς ὅτι τούτων ἰδέας εἶναι παντελῶς ἀπέγνωκε. Διὰ τί γὰρ τὰ μὲν πρότερα μετὰ τῶν ἀντικειμένων παρελάμβανεν, ὅμοιον ἀνόμοιον, ἓν πλῆθος, στάσιν κίνησιν, ταῦτα δὲ χωρὶς τῶν ἀντικειμένων καὶ αὐτὰ καθ’ αὑτὰ, εἰ μὴ τῶν μὲν ἀγαθῶν ἰδέας εἶναι, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ἀπεγίνωσκε, τῶν δὲ κακῶν ἀνῄρει τὰς εἰδητικὰς αἰτίας; Ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἡμῖν σκεπτέον· ὅτι δὲ καὶ τούτων ἔστιν εἴδη, δικαίου λέγω, καὶ καλοῦ, καὶ ἀγαθοῦ, καὶ πάντων, ὥς φησι καὶ αὐτὸς, τῶν τοιούτων, οἷον σωφροσύνης, ἀνδρείας, φρονήσεως, εὕροις ἂν θεωρήσας ὅτι πᾶσα ἀρετὴ καὶ πᾶσα ἡ τελειότης ἡ κατ’ ἀρετὴν ἐξομοιοῖ πρὸς τὸ θεῖον ἡμᾶς, καὶ ὅσῳ ἂν ἡμῖν μᾶλλον ἐνυπάρχῃ, τοσούτῳ μᾶλλον ἐγγυτέρω γιγνόμεθα τῆς νοερᾶς ζωῆς. Εἰ τοίνυν ὁμοιοῖ πρὸς τὸν νοῦν ἡμᾶς τὸ καλὸν καὶ τὸ ἀγαθὸν καὶ ἑκάστη τῶν ἀρετῶν, πάντως ὁ νοῦς ἔχοι ἂν τούτων παραδείγματα νοερά. Τὸ γὰρ ὅμοιον, ὅταν πρὸς τὸ κρεῖττον ὅμοιον λέγηται, τότε τὸ κρεῖττον ἔχει τοῦτο πρώτως, ὃ λαβὸν τὸ καταδεέστερον ὅμοιον αὐτῷ γέγονεν· ἢ γὰρ ἑνὸς εἴδους κοινωνῆσαν ἄλλο ἄλλῳ γίγνεται ὅμοιον, ὃ δὴ καὶ λέγεται ὁμοίῳ ὅμοιον· ἢ δευτέρως ὂν ὃ τὸ κρεῖττόν ἐστι πρώτως, ὅμοιον ὡς εἰκὼν ἐκείνου προσονομάζεται. |
| in Prm 811 [10] | Ἀνάγκη ἄρα πρὸ τῆς ψυχῆς ἐν τῷ νῷ τὰ εἴδη τῶν ἀρετῶν εἶναι, καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ ἀγαθόν. Ἕκαστον δὲ τούτων πάλιν θεωρητέον διχῶς, τὴν πρώτην ἄλλως μὲν ὡς ἑνάδα θείαν, ἄλλως δὲ ὡς εἶδος νοερόν· οὐ γὰρ τῆς αὐτῆς ταῦτα τάξεως. Αὐτίκα τὸ δίκαιον ἄλλως μὲν ἐν τοῖς εἴδεσιν ὑφέστηκεν, ἄλλως δὲ ἐν τοῖς θεοῖς· ἐνταῦθα μὲν γὰρ ἕν τι εἶδος, καὶ οὐ πάντα τὰ ἄλλα, καὶ μέρος ἄλλου, καὶ νόησιν ἔχον τὴν μέχρι ψυχῶν προϊοῦσαν· ἡ δὲ ἐν θεοῖς δίκη πάντα ἐστὶν ἰδίως ἑαυτῆς καὶ ὅλον τι, καὶ πρόεισιν ἄχρι τῶν ἐσχάτων ταῖς προνοίαις· καὶ αὕτη μὲν ἀπὸ τῶν πρωτίστων ἄρχεται νοερῶν θεῶν, ἐκεῖ γὰρ ἀνεφάνη πρῶτον· τὸ δὲ αὖ δίκαιον εἶδός ἐστιν ἐν τῷ δημιουργικῷ νῷ, καθάπερ εἴπομεν. Καὶ τὸ καλὸν δὲ ἄλλο μὲν αὐτὸ τοῦτο ὡς εἶδος, ἄλλο δὲ ἡ ἑνὰς τοῦ θείου κάλλους· καὶ αὕτη μὲν εἰς τοὺς θεοὺς ἐνεργεῖ καθὸ θεοὶ, καὶ ἄρχεται πρώτως ἀπὸ τοῦ νοητοῦ πρωτίστου· τὸ δὲ αὖ καλὸν ἐν εἴδεσίν ἐστι καὶ περὶ τὰ εἴδη θεωρεῖται. Τὸ δέ γε ἀγαθὸν, τί δεῖ λέγειν ὡς ἄλλο μέν ἐστι τὸ οὐσιῶδες, ἄλλο δὲ τὸ ὑπερούσιον; τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν παλαιῶν εἴρηται σαφῶς. Οὐκ ἄρα ἐπιταράττειν δεῖ τοῖς περὶ τῶν θεῶν λόγοις τοὺς περὶ τῶν εἰδῶν, οὐδὲ τὸν τῶν μερικῶν εἰδῶν διάκοσμον εἰς ταὐτὸν συγχεῖν πρὸς τὰς θείας ἑνάδας, ἀλλὰ θεωρεῖν ἐφ’ ἑαυτῶν τοὺς θεοὺς ἀπὸ τῶν οὐσιῶν καὶ τοῦ πλήθους αὐτοὺς καθ’ ἑαυτούς. Τί δ ὲ , ἀνθρώπου εἶδος χωρὶς ἡμῶν καὶ τῶν οἷοι ἡμεῖς ἐσμὲν πάντω ν , αὐτό τι εἶδος ἀνθρώπου ἢ πυρὸς ἢ καὶ ὕδατο ς; (P. 130 C.) Πάντων τῶν ἀϊδίως ὄντων εἰδῶν ἐν τῷ παντὶ τὰς ἀκινήτους αἰτίας προϋφεστάναι χρή· τὸ γὰρ ἀκίνητον αὐτοῖς ὑπάρχει τούτοις διὰ τὴν αἰώνιον τῶν αἰτιῶν δύναμιν, ὥστε καὶ ἀνθρώπου καθὸ ἄνθρωπος καὶ ἑκάστου τῶν ἀτόμων εἰδῶν ἔν τε ζώοις καὶ ἐν φυτοῖς εἰσιν αἰτίαι νοεραὶ, καὶ αἱ πρόοδοι πάντων ἐκεῖθεν, οὐκ εὐθὺς ἐπὶ τὰ γενητὰ ταῦτα καὶ ἔνυλα τῆς προόδου γενομένης· οὐδὲ γὰρ ἦν θέμις τοῖς νοεροῖς καὶ αἰωνίοις καὶ ἀΰλοις ἔνυλα καὶ ἄλλοτε ἄλλως ἔχοντα καθ’ ἕκαστα καὶ ἀνόητα τὰ πολλὰ γεννᾷν, ἐπειδὴ πᾶσα πρόοδος δι’ ὁμοιότητος ἀποτελεῖται, καὶ πρὸ τῶν πάντη διαστατῶν τῆς αἰτίας τὰ συννημμένα πρὸς αὐτὴν καὶ ἀπεικαζόμενα πρὸς αὐτὴν ἐναργέστερον ὑφέστηκεν. |
| in Prm 812 [5] | Ἔσται οὖν ἐκ τοῦ αὐτοανθρώπου καὶ οὐράνιός τις ἄνθρωπος καὶ ἐμπύριος καὶ ἀέριος καὶ ἐνύδριος καὶ τελευταῖος οὗτος ὁ χθόνιος· καὶ αὕτη πᾶσα ἡ σειρὰ τοῦ εἴδους ἐστὶν ἀεὶ διὰ τῆς ὑφέσεως εἰς τὸ μερικώτερον προϊόντος, ἑνάδος ἐξηρτημένη νοερᾶς, ἣν αὐτοάνθρωπον κεκλήκαμεν· ἄλλη δέ τις ἐκ τοῦ αὐτοίππου καὶ λέοντος ὁμοίως, καὶ πάντων ζώων τε καὶ φυτῶν. Τὰ γὰρ ἀκίνητα αἴτια πρὸ τῶν κατ’ εἶδος ἀϊδίων μόνον τὰ κατ’ ἀριθμὸν ἀΐδια γεννᾷ, καὶ πρὸ τῶν ἐνύλων καὶ τῷ αἴσχει συμμιγῶν τὰ τῷ καλῷ καὶ τῇ συμμετρίᾳ κρατούμενα· οὕτω δὲ καὶ τὸ ἐκεῖ πῦρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ καὶ ὁ ἀὴρ οὐκ εὐθὺς τὰ ἔνυλα ταῦτα ὑπέστησαν, ἀλλὰ πρὸ τούτων τὰ οὐράνια καὶ ἄϋλα στοιχεῖα· διὸ καὶ ἐν ἄλλοις ἐκ τῶν τεττάρων ἔφαμεν εἶναι τὸν οὐρανὸν, οὐ τῶν ἐνυλοτάτων, ἀλλ’ ἀϋλοτέρων στοιχείων καὶ πρώτως ἐκ τῶν εἰδῶν ἀναφανέντων. Ὅλως δὲ, ὥσπερ ἕκαστος νοῦς πάντων ἐστὶ περιεκτικὸς, οὕτως ἐν πάσῃ σφαίρᾳ πάντα ἐστὶν οἰκείως, ἡλιακῶς μὲν ὡδὶ, σεληνιακῶς δὲ ἐν ἄλλῃ, ἐμπυρίως δὲ ἐν ἄλλῃ, καὶ χθονίως ἐν τῇ γῇ. Διὰ ταῦτα ἄρα καὶ ὁ Πλάτων εἰπὼν, τί δ ὲ , ἀνθρώπου εἶδος χωρὶς ἡμῶ ν, ἐπήνεγκε, καὶ τῶν οἷοι ἡμεῖς ἐσμὲν πάντω ν· δεῖ γὰρ τὸ νοερὸν εἶδος ἐξαιρεῖν ἀπὸ πάντων τῶν ἐγκοσμίων, εἴτε οὐράνιον ἄνθρωπον, εἴτε ἐμπύριον, εἴτε χθόνιον λέγοι τις. Πᾶς γὰρ ὁ τῇδε τῶν ἀνθρώπων ἀριθμὸς κατὰ πολλὰς προόδους καὶ τάξεις ὑποβὰς ἐξήρτηται τῆς ἑνάδος ἐκείνης τῆς νοερᾶς, ἣν αὐτοάνθρωπον προσειρήκαμεν, ὅτι πρώτη αἰτία καὶ πηγὴ τῆς τῶν ἀνθρώπων ἐστὶ σειρᾶς· ὥσπερ δὲ αὕτη τῆς τῶν ἀνθρώπων, οὕτως ἄλλη πηγὴ καὶ ἑνάς ἐστι τοῦ πανταχοῦ πυρὸς, καὶ ἄλλη παντὸς τοῦ ἐγκοσμίου ὕδατος. |
| in Prm 813 [10] | Καὶ ὅτι μὲν μερικώτεραι τῶν προειρημένων μονάδες αὗται, πρόδηλον· καὶ ὅτι γε πασῶν τῶν ἐγκειμένων μερικωτάτη καὶ οἷον ἄτομος ἡ τοῦ ἀνθρώπου, σαφές· οὕτω γὰρ ὥδευσεν ἀπὸ τῶν κοινοτέρων ἐπὶ τὰ μερικώτερα προϊὼν ὁ λόγος. Τί δέ ἐστι τούτων ἕκαστον, ἐν ἐκείνοις ἀναπλάττειν ἐπισφαλές· καὶ γὰρ ὅσοι τι περὶ τούτων εἰρήκασιν, οἱ μὲν ὑπὸ τῶν ὕστερον ἠλέγχθησαν, οἱ δὲ οὐδὲν προσέθεσαν ἄλλο ἐκείνων σεμνότερον. Καὶ οὐ θαυμαστὸν τῶν μὲν κοινοτέρων ἡμᾶς τὰς ἰδιότητας λέγειν, τῶν δὲ μερικωτέρων μὴ ἐφάπτεσθαι ταῖς ἐπιβολαῖς· ἐπὶ γὰρ τὰς ἀτόμους καὶ τὰς ἰδίας πάντων διαφορὰς χωρεῖν κρεῖττόν ἐστιν ἢ κατὰ ἀνθρώπειον νοῦν, τὸ δὲ πάντη ἢ ἐπὶ πλεῖστον διατεινόντων μᾶλλον ἡμῖν θεωρῆσαι δυνατόν. Ἐν ἀπορί ᾳ , φάνα ι , πολλάκις δ ὴ , ὦ Παρμενίδ η , περὶ αὐτῶν γέγον α , ποτέρα χρὴ φάναι ὥσπερ περὶ ἐκείνων ἢ ἄλλω ς. (P. 130 C.) Λεγέσθω μὲν καὶ λογικώτερον, ὥσπερ τινές φασιν, ὅτι ὁ Σωκράτης εὐλαβούμενος, πρὶν ἀπαρνήσεται, μεταξὺ τῆς τελέας ἀποφάσεως καὶ τῆς συγκαταθέσεως τὴν ἀπορίαν ἀνεῦρε· καὶ γὰρ ἄτοπον ἦν εὐθὺς μετὰ τὰς συγκαταθέσεις ἐνεγκεῖν τὰς ἀποφάσεις, καὶ οὐδαμῶς ἀνδρὸς ἐπιστατικοῦ. Πρὶν οὖν ἀποφήσει περί τινων, πρῶτον περὶ τούτων ἀπορεῖν λέγει τῶν νῦν αὐτῷ προτεταγμένων, ὥστε πάλιν ἐνταῦθα τελέως ἀπαντᾷν συγκατατιθέμενον, ἀποροῦντα, ἀποφάσκοντα, κατὰ τὰ μέτρα τῆς τῶν πραγμάτων ὑποστάσεως. Ὅσα μὲν γὰρ ἑώρα καὶ ἐν τοῖς θεοῖς ἀσωμάτοις καὶ ἐν σώμασι καὶ ἐν πᾶσι τοῖς ὁρατοῖς ἐμφαινόμενα, τούτων θαῤῥούντως ἀπετίθετο τὰ εἴδη, τοιαῦτα δήπου τὸ ὅμοιον καὶ ἀνόμοιον, κίνησις, στάσις, ἓν, πλῆθος, δίκαιον, καλὸν, ἀγαθόν· ὅσα δὲ ἐν θνητοῖς ἐνύλοις καὶ ἄλλοτε ἄλλως μεταῤῥέουσι, περὶ δὴ τούτων ἠπόρει, πρὸς μὲν τὸ φθαρτὸν ἀποβλέπων, μήποτε οὐ κατ’ εἶδος γέγονεν (ἀϊδίων γὰρ αἴτια τὰ εἴδη), πρὸς δὲ τὸ κατ’ εἶδος ἀμετάβλητον, μήποτε καὶ τούτοις τῆς ἀμεταβλησίας ἐκεῖνα αἴτια· ὅσα δὲ καὶ ἐν τούτοις ἐστὶν ἀτιμότατα καὶ φαυλότατα, οἷον θρὶξ, πηλὸς, ῥύπος, τούτων καὶ παντάπασιν ἀνῄρει τὴν εἰδητικὴν αἰτίαν. |
| in Prm 814 [40] | Ὁρᾷς οὖν πάλιν ὅτι καὶ τελέα συγκατάθεσις, καὶ ἡ ἐπίστασις καὶ ἡ ἀπόγνωσις τοῦ Σωκράτους εὔλογος. Ἀλλὰ διὰ τί, φαίης ἂν, τοσαύτη γέγονε τοῖς προελθοῦσι διαφορὰ, τῶν εἰδῶν ἡνωμένων ἀλλήλοις, ὥστε ἄπορον εἶναι μήπου καὶ οὐ θετέον εἴδη τινῶν ὧν ἐστιν εἴδη καὶ αἴτια νοερὰ πάντων; Ἢ ὅτι διαφορὰ μὲν ἦν καὶ ἐκεῖ· οὐ γὰρ ὁμοταγῆ πάντα ἦν· τὰ δὲ ἐν ταῖς αὑτῶν αἰτίαις ἡνώμενα πληθύνεται μᾶλλον καὶ διΐσταται κατὰ τὴν πρόοδον· καὶ οὐχ ὅση τῶν ἔνδον ἡ διαφορὰ, τοσαύτη καὶ τῶν ἐκτὸς, ἀλλὰ πλείων καὶ μείζων ἡ τούτων ὑπεροχὴ καὶ ἔλλειψις. Καὶ γὰρ ἐν τῇ διανοίᾳ τοῦ πολιτικοῦ πάντα ἐστὶν ἐννοηματικῶς, ὁ στρατηγὸς, ὁ ῥήτωρ, ὁ ταξιάρχης, ὁ δήμιος, καὶ τῶν ἐννοημάτων πρὸς ἄλληλα μικρά τίς ἐστι διαφορά· πάντα γάρ ἐστι ζωτικὰ καὶ ὁμοῦ συνυφεστηκότα ἐν τῇ τοῦ πολιτικοῦ διανοίᾳ, ἀλλ’ ἔξω πλείστη διαφορὰ στρατηγοῦ καὶ δημίου· καὶ γὰρ ἔνδον τὰ εἴδη μόνον ἦν, καὶ τὸ οἶον ὑποκείμενον ἀμέριστον ὄν. Οὕτως ἄρα καὶ ἐν τῷ θείῳ νῷ πάντων νοητῶν ὁμοχρόνων ὄντων, ἐν τῷ κόσμῳ παμπόλλη τις ὦπται διαφορὰ θνητῶν πρὸς ἀθάνατα καὶ ἀψύχων πρὸς ἔμψυχα καὶ ἀλόγων πρὸς λογικὰ, πάντων ἐκεῖ καὶ αἰωνίων ὄντων καὶ ζώντων καὶ νοούντων. Συμβέβηκε δὲ καὶ τὴν ἡμετέραν αἴσθησιν, τῶν μὲν τὰ πρώτιστα θεωρεῖν δύνασθαι, τῶν δὲ τὰ ἔσχατα, καὶ διὰ τοῦτο πολλὴν ἐνταῦθα τὴν τῶν εἰδῶν διαφορὰν εὑρίσκειν· οὐ γὰρ τὸ πρώτως μετασχὸν ἀνθρώπου ὁρῶμεν, ἀλλὰ τὸ ἐσχάτως. |
| in Prm 815 [5] | Τοῦτο οὖν πρὸς τὸ πρώτιστον τῶν ἐν τοῖς αἰσθητοῖς τοιούτων θείων ζώων παραβάλλοντες, εἰκότως παμπόλλην ἐν αὐτοῖς τὴν διαφορότητα καθορῶμεν. Ταῦτα καὶ περὶ τούτων εἰρήσθω· γράφει δὲ ἑξῆς ὁ Πλάτων ταύτῃ. Ἦ καὶ περὶ τῶν δ ὲ , ὦ Σώκρατε ς , ἃ καὶ γελοῖα δόξειεν ἂν εἶνα ι , οἷον θρὶξ καὶ πηλὸς καὶ ῥύπος ἢ ἄλλο ὅ τι ἀτιμότατόν τε καὶ φαυλότατο ν , ἀπορεῖς εἴ τε χρὴ φάναι καὶ τούτων ἑκάστου εἶδος εἶναι χωρὶ ς , ὂν ἄλλο αὐτῶν ἢ ὧν ἡμεῖς μεταχειριζόμεθ α , εἴτε καὶ μ ή ; (P. 130 C.) Τίνων ἐστὶ καὶ τίνων οὐκ ἔστι τὰ εἴδη πρῶτον διασκεπτέον, ἵν’ ἀπὸ τῆς καθόλου περὶ αὐτῶν θεωρίας οὕτω καὶ τὴν τοῦ Πλάτωνος διάνοιαν ἐν τούτοις ἀνιχνεύσωμεν. Οὐ γάρ που σμικρὸς ὁ περὶ τούτων λόγος τῶν δεδημευμένων, ὥς πού φησί τις, καὶ μάλιστα εἴ τις τοῦτον ἀνασκέπτοιτο τὸν τρόπον περὶ αὐτῶν· εἰ τῆς νοερᾶς οὐσίας ἐστὶ παράδειγμα δημιουργικὸν, εἰ τῆς ψυχικῆς οὐσίας ἐστὶν εἴδη καὶ εἰ ἓν ἢ πολλὰ, εἰ τῆς ἀλόγου ζωῆς ἐστὶ παραδείγματα καὶ πῶς, εἰ τῶν φύσεων καὶ ποσαχῶς, εἰ τῶν σωμάτων καθὸ σώματα καὶ εἰ ἓν ἢ μετὰ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, εἰ τῆς ὕλης, καὶ εἰ μὴ μόνον τῆς τῶν γενητῶν, ἀλλὰ καὶ τῆς τῶν οὐρανίων ἐστὶ καὶ οὐκ ἔστιν· εἰ τῶν ζώων μὴ κατὰ γένος μόνον, ἀλλὰ καὶ μέχρι τῶν ἀτόμων εἰδῶν, καὶ φυτῶν ὁμοίως· εἰ καὶ τῶν καθ’ ἕκαστα εἴδη μετὰ τούτων, εἰ καὶ τῶν μορίων, οἷον ὀφθαλμοῦ καὶ δακτύλου καὶ τῶν τοιούτων· εἰ καὶ τῶν συμβεβηκότων, καὶ πῶς μὲν, πῶς δ’ οὔ· εἰ καὶ τῶν τεχνητῶν, εἰ καὶ αὐτῶν τῶν τεχνῶν, εἰ καὶ τῶν κακῶν τελευταῖον. Ἐὰν γὰρ τούτοις ἐπέλθωμεν, ἕξομεν τελέαν τὴν περὶ αὐτῶν τούτων διδασκαλίαν, ἀφ’ ἧς καὶ τὴν τοῦ Πλάτωνος διάνοιαν εὑρήσομεν. Ἀνάγκη οὖν ἢ μόνων τῶν κατὰ φύσιν τὰς ἰδέας εἶναι, ἢ καὶ τῶν τούτοις ἐναντίων· καὶ εἰ μόνων τῶν κατὰ φύσιν, ἢ τῶν ἀϊδίων μόνων, ἢ καὶ ἑκάστου τῶν μὴ τοιούτων· καὶ εἰ τῶν ἀϊδίων μόνων, ἢ τῶν οὐσιωδῶν, ἢ καὶ τῶν ἀνουσίων· καὶ εἰ τῶν οὐσιωδῶν, ἢ τῶν ὅλων μόνων, ἢ καὶ τῶν μορίων· καὶ εἰ τῶν ὅλων, ἢ τῶν ἁπλῶν μόνων, ἢ καὶ τῶν συνθέτων ἐκ τούτων. |
| in Prm 816 [35] | Τούτων δὲ οὕτω διῃρημένων, δεῖ περὶ ἑκάστου ἐν τάξει διελθεῖν. Οὐκοῦν ἑξῆς λεκτέον ὅτι τῆς νοερᾶς οὐσίας, εἴπερ εἰσὶ πλείονες νόες ἀφ’ ἑνὸς ὑποβεβηκότες, παραδείγματα τίθεσθαι οὐ χρὴ, καθάπερ που καὶ πρότερον εἴπομεν· οὗ γάρ ἐστι παράδειγμα, τοῦτο εἰκόνα ἀναγκαῖον εἶναι· τὴν δὲ νοερὰν οὐσίαν εἰκόνα λέγειν, ἁπάντων ἐστὶν ἀτοπώτατον· πᾶσα γὰρ εἰκὼν εἴδωλόν ἐστιν, οὗ ἐστιν εἰκών· τὸ δὲ εἴδωλον ὁ Ἐλεάτης ξένος ἐν Σοφιστῇ διαῤῥήδην οὐκ ὄντως οὐκ ὂν προσείρηκεν. Εἰ οὖν ἡ νοερὰ οὐσία πᾶσα τῶν ὄντως ὄντων ἐστὶν, οὔτ’ ἂν εἰκόνα αὐτὴν οὔτ’ ἂν εἴδωλον ὀνομάζειν πρέποι· καὶ γὰρ ἄλλως ἀμέριστός ἐστι πᾶσα ἡ νοερὰ φύσις, καὶ ἡ πρόοδος αὐτῆς διὰ ταυτότητος γέγονεν· ὅθεν δὴ καὶ ἀνεκφοίτητα τὰ δεύτερα τῶν πρώτων ἐστὶ, καὶ ταῦτα μερικῶς ἃ τὸ ὅλον ὁλικῶς· δεῖ δὲ τῇ εἰκόνι τῇ ὁμοιότητι συγκεκραμένην ἔχειν τὴν ἀνομοιότητα παντάπασι καὶ αὐτῆς εἶναι γνώριμον, διὰ δὲ τῆς ὁμοιότητος ἐπιστρέφειν πρὸς τὸ παράδειγμα. Οὐκ ἄρα εἰκών ἐστι καὶ παράδειγμα ἐν ταῖς νοεραῖς οὐσίαις, ἀλλ’ αἰτίον μόνον καὶ τὰ ἐξ αἰτίας· ὅθεν δὴ καὶ οἱ θεολόγοι, πολλὰς θέμενοι πηγὰς ἐν τῷ δημιουργικῷ νῷ, μίαν τῶν πολλῶν εἰρήκασι τὴν τῶν ἰδεῶν. Οὐδ’ ἄρα πάντα τὰ ἀπὸ τοῦ δημιουργοῦ προϊόντα κατὰ τὴν εἰδητικὴν αἰτίαν πρόεισιν, ἀλλ’ ὅσα πλείονα πεποίηται τὴν πρόοδον καὶ ὅσα μεριστὴν ἔχει τὴν οὐσίαν, ταῦτα κατ’ ἐκείνην ὑφέστηκεν· αἱ δὲ ἄλλαι πηγαὶ νοερῶν εἰσὶ καὶ θείων ὑποστάσεων γεννητικαί. |
| in Prm 817 [40] | Τῆς γοῦν νοερᾶς πάσης οὐσίας οὐκ ἀποθετέον ἐν τῷ νῷ παράδειγμα, ἀλλ’ αἰτίαν μόνον ἑνιαίαν καὶ θείαν. Τούτου μὲν οὖν συντόμως ἀπηλλάγμεθα· τὸ δὲ δεύτερον μετὰ τοῦτο σκεπτέον, εἰ τῶν ψυχῶν ἐστιν ἐν τοῖς εἴδεσιν αἴτια πρωτουργὰ, καὶ πότερον ἓν ἢ πολλά. Ἀλλ’ ὅτι μέν ἐστί τις αὐτῶν ἐν τῷ δημιουργῷ μονὰς ἐν ᾗ πᾶς ὁ τῶν ψυχῶν ἀριθμὸς ἑνιαίως προείληπται, δῆλον ἔκ τε τῆς τῶν πραγμάτων φύσεως καὶ τῆς τοῦ Πλάτωνος παραδόσεως. Εἰ γὰρ ἡ ψυχὴ τὸ πρώτως ἐστὶ γεννητὸν καὶ τὸ πρώτως μεριστὸν, ἀνάγκη τὸ ἀμέριστον εἶδος προηγεῖσθαι τῶν μεριστῶν καὶ τὸ αἰώνιον τῶν ὁπωσοῦν γεννητῶν· καὶ εἰ ὡς πρὸς αἰῶνα χρόνος, οὕτω ψυχὴ πρὸς νοῦν, καθὰ καὶ πρότερον εἴπομεν, εἰκὼν δὲ αἰῶνος χρόνος, ἀνάγκη καὶ ψυχὴν εἰκόνα εἶναι τοῦ νοῦ· καὶ εἰ ἐν τῷ ὄντι μὴ ζωὴ μόνον ἐστὶν, ὥς φησιν ὁ ἐν Φιλήβῳ Σωκράτης, ἀλλὰ καὶ ψυχὴ, δεῖ δήπου τὴν ψυχὴν αἰτίαν ὑποτίθεσθαι παραδειγματικὴν τοῦ προελθόντος ἀπὸ νοῦ πλήθους τῶν ψυχῶν, καὶ τὴν τάξιν αὐτῶν καὶ τὸν ἀριθμὸν ἑνιαίως προειληφυῖαν. Εἰ δὲ μὴ μόνον ἕν ἐστιν εἶδος ψυχῶν δημιουργικῶν, ἀλλὰ πολλὰ, μετὰ ταῦτα θεατέον· ἐπεὶ γὰρ πᾶσαι ἀθάνατοι, καὶ ἑκάστης εἶναι παράδειγμα ἀναγκαῖον· ἀλλὰ τοσοῦτο πάλιν εἶναι τὸ προελθὸν πλῆθος, ὅσον τὸ μένον, ἀδύνατον. Εἰ τοίνυν δεῖ τὸ δοκοῦν διαῤῥήδην εἰπεῖν, τῶν μὲν θείων ψυχῶν πασῶν μετὰ τὴν μίαν ἰδέαν καὶ ἄλλας διωρισμένας αἰτίας θετέον, ταύτας δὲ κατά τινα πρόοδον εὔτακτον καὶ ὕφεσιν ἀπ’ ἐκείνων γίγνεσθαι διὰ τῶν δαιμονίων ἐπὶ τὰς μερικὰς ψυχὰς τῆς φύσεως ληγούσης· οἷον ὃ λέγω, μονάς ἐστιν ἐν τῷ θείῳ νῷ παραδειγματικὴ τῶν ψυχῶν πασῶν, ἀφ’ ἧς ἐῤῥύη τὸ πλῆθος αὐτῶν, ἡνωμένως περιέχουσα τὸ μέτρον, ᾧ μέτρῳ πεπερασμένος ἐστὶν ὁ τούτων ἀριθμός· ταύτῃ δὲ τῇ μονάδι συμφυὴς δεύτερος ἀριθμὸς, διῃρημένος, παραδειγματικὸς τῶν θείων ψυχῶν· ἑκάστης ἴδιον παράδειγμα καὶ εἶδος ἓν ἀφ’ οὗ προῆλθον αἱ θεῖαι ψυχαὶ πρῶτον, εἶτα τὸ πλῆθος τὸ ἑκάστῃ σύστοιχον. |
| in Prm 818 [5] | Ἐκ γὰρ τοῦ τῆς Ἡλιακῆς ψυχῆς παραδείγματος πρώτως μὲν αὐτὴ προῆλθεν ἡ θεία τοῦ ἡλίου ψυχὴ, δευτέρως δὲ πᾶσαι ὅσαι ἡλιακαὶ ψυχαὶ ἀγγελικαὶ, καὶ τρίτως ὅσαι δαιμόνιαι περὶ ἥλιον, ἐσχάτως δὲ ὅσαι μερικαί· πᾶσαι γὰρ πρὸς ἓν εἶδος ἀπεγεννήθησαν, διὸ καὶ συντάξεις εἰσὶ τῶν μερῶν πρὸς τὰ ὅλα, καὶ τῶν ὀπαδῶν πρὸς τοὺς ἡγεμόνας αὑτῶν, καὶ τῆς μιᾶς νοερᾶς αἰτίας αὐτῶν τὴν ἕνωσιν καὶ τὴν συνέχειαν αὐτῶν τῇ προόδῳ παρεχομένης· ὁμοίως δὲ καὶ τὸ τῆς Σεληνιακῆς ψυχῆς παράδειγμα γεννᾷ πρῶτον μὲν τὴν περὶ σελήνην θείαν ψυχὴν, ἔπειτα τὴν ἀγγελικὴν, ἔπειτα τὴν δαιμονίαν, ἔπειτα τὴν μερικὴν, καὶ πάντα τὸν τούτων ἀριθμὸν ἡ νοερὰ περιέχει μονάς· ὁμοίως δὲ καὶ ἡ τῆς χθονίας ψυχῆς ἰδέα πρώτην ὑφίστησι θείαν τῆς γῆς ψυχὴν, ἔπειτα πάσας ὅσαι προσήκουσι τῇ μονάδι ταύτῃ, κἄν τε ἀγγελικὰς κἄν τε δαιμονίας λέγῃς ἢ μερικάς· πᾶσαι γὰρ καθ’ ἓν εἶδος ὑπέστησαν τῆς ὑφέσεως σωζομένης. Καὶ δὴ καὶ ἐπὶ τῶν ἄλλων θείων ψυχῶν ὁ αὐτὸς τρόπος· ἑκάστη γὰρ ἔχει διακεκριμένην ἰδέαν, αἱ δὲ συνεπόμεναι αὐταῖς ἀγγελικῶν ἢ δαιμονίων ἢ μερικῶν ψυχῶν τάξεις τῆς μιᾶς ἰδέας μετειλήχασι· καὶ ὥσπερ ἡ μονὰς ἡ μία τῶν ἐκεῖ παραδειγμάτων ψυχικῶν τὴν μίαν ὑφίστησι τοῦ κόσμου ψυχὴν, οὕτως αἱ πολλαὶ μονάδες τὰς πολλάς· κἀκείνη μὲν ὅλον περιέχει τὸν ἀριθμὸν ἑνοειδῶς, αὗται δὲ τὰ μέτρα τῶν οἰκείων σειρῶν, ἡ μὲν τὸ τῆς Ἡλιακῆς, ἡ δὲ τὸ τῆς Κρονίας, ἡ δὲ ἄλλης τινός· ἐκ τῶν ἐκεῖ μέτρων ἐγκόσμιοι ψυχαὶ πρῶται φανεῖσαι διατείνουσι τὸ ἓν τοῦτο εἶδος ἄχρι τῶν τελευταίων τῆς αὑτῶν σειρᾶς ψυχῶν. Ὁ μὲν οὖν δημιουργικὸς νοῦς πρώτως τὰ εἴδη περιέχει τῶν θείων ψυχῶν, ἃς δὴ καὶ πρώτως ἀπεγέννησεν· ἕκαστον δὲ τούτων ἓν ἅμα καὶ πλῆθός ἐστι, πᾶν γὰρ ἔχει κατ’ αἰτίαν τὸ πλῆθος τῶν ὑφ’ ἑαυτὸ ψυχῶν· καὶ οὕτως ἑκάστη τῶν ψυχῶν κατά τι παράδειγμα οἰκεῖον ὑφέστηκε, καὶ πρώτως ἐστὶ τὰ παραδείγματα τῶν θείων ψυχῶν, ἐν οἷς τὰ εἴδη περιέχεται τῶν μερικωτέρων. |
| in Prm 819 [5] | Ὅθεν, οἶμαι, καὶ ὁ Τίμαιος ὑποστήσας τὰς θείας ψυχὰς, καὶ μετὰ ταύτας τὰς μερικὰς γεννῶν, τὰ τούτων συμπληρωτικὰ γένη κατάλοιπα τῶν ἐν ἐκείναις γενῶν προσωνόμασε, καὶ ὑποστήσας αὐτὰς ἔνειμέ τ’ ἰσαρίθμους τοῖς ἄστροις· κατὰ γὰρ τὰ εἴδη καὶ τοὺς ἀριθμοὺς τοὺς ἐν αὑτῷ πεποίηται τὴν διανομὴν αὐτῶν ὁ δημιουργικὸς νοῦς. Διὰ τί γὰρ τὰς δὲ μὲν ἡλίῳ προσῆψε, τὰς δὲ σελήνῃ, καὶ ἄλλας πρὸς ἄλλο; ἢ διότι τὰς μὲν κατὰ τὸ ἡλιακὸν εἶδος, τὰς δὲ κατὰ τὸ σεληνιακὸν ἀπεγέννησε· καὶ πᾶσαι μὲν πρὸς ἓν καὶ καθ’ ἓν, ἀλλ’ οὐχ ὡσαύτως τοῦ εἴδους μετειλήχασιν. Εἶναι μὲν οὖν τάξιν τῶν εἰδῶν θετέον, πάσης δὲ ἁπλῶς εἶναι ψυχῆς εἶδος· μοναδικὴ δὲ πᾶσα καὶ καθ’ ἕνα λόγον ἴδιον ὑφέστηκεν· οὐ γὰρ ὕλη διαφέρει ἄλλη ἄλλης, ἢ οὖν οὐδενὶ διοίσει τὸ παράπαν, ἢ οὐ κατ’ εἶδος. Καὶ ἀνάγκη τὸ παράγον ἑκάστην νοῦν παράγειν, ὥστε καὶ νοητὸν ἑκάστης εἶδος ἐν τῷ παράγοντι ὑπάρχειν. Ταῦτα καὶ οἱ θεολόγοι νοήσαντες ἄλλα μὲν τὰ ὁλικὰ τῶν ψυχῶν αἴτιά φασιν, ἃ δὴ τὰς ὅλας αὐτῶν ἀπογεννᾷ σειρὰς, ἄλλα δὲ τὰ μερικὰ, παρ’ ὧν αὐταῖς ἡ κατ’ εἶδος προϋπάρχει διάκρισις καὶ εἰς τὰς οἷον ἀτόμους ψυχὰς διαίρεσις. Ταῦτα ῥητέα καὶ περὶ τούτων. Περὶ δὲ τῶν ἀλόγων ψυχῶν, ὅτι μὲν καὶ τούτων ἐστὶ παράδειγμα νοητὸν, δῆλον· εἰ γάρ εἰσιν ἐν ἄλλοις ἀθάνατοι, καὶ ἐν ταύταις τινές· καλῶ γὰρ ἀλόγους ἁπάσας τὰς δευτέρας ζωὰς καὶ μεριστὰς περὶ τοῖς σώμασι. Πόθεν τὸ ἀΐδιον αὐταῖς; ἀνάγκη περ ἀπό τινος ἀκινήτου καὶ νοερᾶς αἰτίας· πῶς δέ ἐστι, νυνὶ ῥητέον. Πάλιν δὴ καὶ τούτων μονάδα μίαν προτακτέον καὶ ἰδέαν μίαν, εἴτε πηγαίαν φύσιν, εἴτε αἰσθητικὴν, εἴτε ὁπωσοῦν αὐτὴν ἐθέλοις καλεῖν· διὰ μὲν γὰρ τὴν γνωστικὴν ἰδιότητα φαίη τις ἂν ἀπὸ τῆς μιᾶς δημιουργικῆς αἰσθήσεως ὑφεστάναι τὰς ἀλόγους· διὰ δὲ τὴν ὄρεξιν, ἀπὸ τῆς φύσεως τῆς ἀκροτάτης καὶ πηγαίας προϋπαρχούσης τῶν πολλῶν φύσεων. |
| in Prm 820 [35] | Ἀπὸ δ’ οὖν τῶν αἰτιῶν τούτων πρόεισι τὸ ἐνταῦθα πλῆθος τῶν ἀϊδίων μὲν, ἀλόγων δὲ τῇ φύσει ψυχῶν, καὶ ἐν τοῖς ἀϊδίοις ὀχήμασιν οὐσῶν μεριστῶς κατά τινα ἀριθμὸν τὸν ἐν ἐκείνοις προϊδρυμένον καὶ τὸ μέτρον ἐκεῖνο τὸ εἰδητικόν· πᾶν γὰρ ἀΐδιον πλῆθος πεπέρασται, παντὸς δὲ πεπερασμένου πλήθους προϋπάρχει τὸ περατοῦν ταῦτα καὶ ἀριθμοῦν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν λογικῶν ψυχῶν προέρχονται, μᾶλλον δὲ ἀπὸ τῶν ἐν ἐκείναις παραδειγμάτων· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα ταῖς λογικαῖς συνήρτηνται, διότι καὶ ἐκεῖ τὸ ἓν αὐτῶν μέτρον ὁμοῦ τοῖς πολλοῖς εἴδεσιν ἐκείνων ἀπογεννᾷ τὸν τούτων ἀριθμόν. Ἀλλ’ αἱ μὲν θεῖαι ψυχαὶ καὶ ὅσαι καθαραὶ σώζουσι τὸν λόγον κἀνταῦθα καθαρόν· αἱ δὲ μερικαὶ χρῶνται καὶ ταῖς ἀλόγοις, συμπεπλεγμένην ἔχουσαι ζωὴν, οὗ μὲν κρατοῦντος τοῦ κρείττονος, οὗ δὲ πολλάκις δουλεύοντος. Ἐκ δὲ τῶν ἀϊδίων τούτων ἀλόγων ψυχῶν αἱ ἄλλαι τὴν γένεσιν ἔλαχον ὅσαι θνηταὶ, κατ’ εἶδος μὲν καὶ αὐταὶ σωζόμεναι διὰ τὸ παράδειγμα τὸ νοερὸν, τῷ καθ’ ἕκαστα δὲ ἀπολλύμεναι, διότι καὶ ἐκ τῶν νέων ὑπέστησαν θεῶν, τῶν πρὸ αὐτῶν ἀλόγων ἐξ ἐκείνων ἀπογεννωμένων τῶν ἄνω ψυχῶν, συμπεπλεγμένης αὐτῶν τῆς ποιήσεως πρὸς τὴν μονάδα πάσης αὐτῶν τῆς σειρᾶς. Ἔχουσι γοῦν τινα ἀναλογίαν αἵ τε φθειρόμεναι πρὸς τὰς ἐνταῦθα θείας αἰτίας ἀφ’ ὧν καὶ ὑφίστανται, καὶ αἱ ἀθάνατοι πρὸς τὰς ἐκεῖ τούτων εἰδητικὰς αἰτίας. Τρίτον δὴ οὖν τὴν φύσιν θεατέον πῶς ἐπὶ ταύτῃ τὸ παράδειγμα θετέον. |
| in Prm 821 [10] | Οὐ γάρ που πυρὸς μὲν καὶ ὕδατος, ὥς φησιν ὁ Πλάτων, καὶ κινήσεως εἶδος θησόμεθα, τῆς δὲ φύσεως, ἣ τούτων ἐστὶν αἰτία, τὴν νοερὰν αἰτίαν ἀφαιρήσομεν. Θεολόγοι δὲ καὶ πηγὴν αὐτῆς ἐν τῇ ζωογόνῳ θεῷ προϋπέστησαν· Νώτοις δ’ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται. Κατὰ Πλάτωνα δὲ ἐν τῷ δημιουργικῷ νῷ τὸ εἶδος αὐτῆς ἐροῦμεν εἶναι τὸ παντὸς τοῦ φυσικοῦ ὀχήματος ὑποστατικὸν, ὃ καὶ ὁ Τίμαιός φησι τὸν δημιουργὸν ἐπιδεικνύναι ταῖς ψυχαῖς, τήν τε τοῦ παντὸς φύσιν αὐταῖς ἐκφαίνοντα καὶ τοὺς εἱμαρμένους λέγοντα νόμους· ἐκεῖ γὰρ ἡ μία φύσις καὶ ἡ περιοχὴ τῶν εἱμαρμένων πάντων νόμων καθ’ οὓς καὶ ἔταξε καὶ διεῖλε τὸ πᾶν· ὅλως γὰρ εἰ ὁ δημιουργός ἐστιν ὁ λέγων, εἰς ἑαυτὸν ἐπιστρέφει τὰς ψυχάς· εἰ τοῦτο, καὶ ἐν ἑαυτῷ δείκνυσι τὴν τοῦ παντὸς φύσιν καὶ τοὺς εἱμαρμένους νόμους ὑπάρχοντας· ἐκεῖ οὖν τὸ ἓν εἶδος. Παράγουσι δὲ καὶ αἱ χρώμεναι ψυχαὶ τὰς φύσεις τὰς ὑπ’ αὐτῶν ἐμπνεομένας· αὗται δὲ πάλιν αἱ ἀΐδιοι γεννῶσι τὰς μερικὰς καὶ ἐγχρονίους. Εἰ δὲ δὴ δεῖ τοὐμὸν εἰπεῖν, ἐν μὲν αὐτῷ τῷ δημιουργικῷ νῷ τὸ παράδειγμα τῶν φύσεων ἡνωμένων ἡγοῦμαι περιειληφέναι τὸν ἀριθμὸν αὐτῶν, ὅσαι τὸ ἀΐδιον ἔλαχον· ἐν δὲ τῷ τοῦ σώματος εἴδους μόνῳ γεννητικῷ θεῷ, ὅστις ποτὲ οὗτος ὕμνηται τοῖς θεολόγοις, καὶ διῃρημένας εἶναι τῶν ἀϊδίων φύσεων αἰτίας· παρὰ τούτου γὰρ καὶ ὑφίσταται προσεχῶς καὶ ἀναζωπυρεῖται πᾶσα ἡ φυσικὴ τάξις καὶ ὁ τῶν φύσεων ἀριθμός. Ἀλλ’ ἐπὶ τὰ σώματα τῷ λόγῳ προελθόντες, ἆρ’ οὐ καὶ τούτων ἐν μὲν τῷ δημιουργῷ τῷ πρώτῳ μίαν καὶ ὁλικὴν αἰτίαν ὑποθησόμεθα πάντα τὸν ἀριθμὸν τῶν ὁλικῶν περιέχουσαν σωμάτων, ἐν δὲ τῷ σωματουργῷ μετὰ τὴν μονάδα καὶ διακεκριμένας τῶν μερῶν αἰτίας; Ἢ τοῦτο μόνον καὶ ἀναγκαῖον· ὁ γὰρ τὸ ἓν εἶδος τὸ κοσμικὸν περιέχων αὐτός ἐστιν ὁ πρῶτος πατὴρ τοῦ παντός· τὰ δὲ δι’ ἀνάγκην γιγνόμενα τὰ μέρη λοιπόν ἐστι, ταῦτα δὲ καὶ τῆς σωματουργοῦ δεῖται προνοίας. |
| in Prm 822 [30] | Ἐκεῖνο δὲ πρὸς τούτῳ δῆλον ὅτι, καθάπερ ἐπὶ τῶν ψυχῶν ἐλέγομεν, χρὴ καὶ ἐπὶ τούτων αἰτίας λέγειν τῶν θείων σωμάτων νοερὰς καὶ εἰδητικάς· τὰ γὰρ τῶν δαιμόνων καὶ τῶν μερικῶν ψυχῶν ὀχήματα τῶν αἰτιῶν τούτων μετέχει δευτέρως καὶ τρίτως· τὸ γὰρ εἶδος τοῦ ἡλιακοῦ σώματος γεννᾷ καὶ τὰ τῶν δαιμονίων ψυχῶν ὀχήματα τὰ ἡλιακὰ καὶ τὰ τῶν μερικῶν· διὸ καὶ συντάττεται, καθάπερ ἡ ψυχὴ πρὸς τὴν ψυχὴν, καὶ τὸ ὄχημα πρὸς τὴν οἰκείαν σφαῖραν. Ὅλως δὲ, ἐπειδὴ πλῆθός ἐστι τῶν θείων αἰτιῶν, ἐν ἄλλοις ἄλλως ἀποθετέον τῶν αὐτῶν τὰς αἰτίας, οἷον ἐν μὲν τῷ σωματουργῷ θεῷ τὰς διωρισμένας τῶν σωμάτων ὡς σωμάτων, ἐν δὲ ταῖς γεννητικαῖς ἀρχαῖς τῶν ψυχῶν ψυχικῶς, ἐν δὲ τῷ δημιουργῷ τῶν ὅλων ὡς ζώων, κατά τε τὰς ψυχὰς καὶ τὰ σώματα τὴν ὑπόστασιν ἐκεῖθεν δεχομένων. Αὐτὴν δὴ οὖν λοιπὸν ἡμῖν τὴν ὕλην σκεπτέον, εἰ καὶ ταύτης ἐστὶν εἶδος, ἢ οὐ περὶ πάσης ὁ αὐτὸς λόγος. Ἀλλ’ εἰ μέν τις λέγοι καὶ τὴν τῶν οὐρανίων σωμάτων ὕλην ἀνείδεον καὶ ἀσχημάτιστον, οὐδὲ ταύτης εἶδος ἂν εἴη τοῦ εἴδους τοιοῦτον. Εἰ δὲ ὂν, ἢ εἰδοπεποιημένον, ἢ εἶδος ἔσται· τὸ δὲ ἄῤῥυθμον καὶ ἀνείδεον ὅμοιον εἶναι πρὸς τὸ εἶδος ἀδύνατον. |
| in Prm 823 [35] | Εἰ δὲ τὴν οὐρανίαν ὕλην εἰδοπεποιῆσθαι τῷ αὑτῆς λόγῳ λέγομεν (καὶ γὰρ ἴσως ἀνάγκη καθάπερ ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν φύσεων καὶ ἐπὶ τῶν σωμάτων μὴ ἐκ τῶν ἀτελῶν ἄρχεσθαι τὴν δημιουργίαν, οὕτω καὶ ἐπὶ τῆς ὕλης εἶναι, πρὸ τῆς ἀνειδέου καὶ τὸ εἶναι ἀμενηνὸν ἐχούσης, τὴν εἶδός πως οὖσαν καὶ ἐν ἑνὶ ὅρῳ καὶ στάσει θεωρουμένην), εἴη ἂν παράδειγμα καὶ ταύτης. Καὶ αὕτη μὲν διχόθεν ἂν ἔχοι τὴν γένεσιν, ἔκ τε τοῦ παραδείγματος καὶ ἐκ τῆς θείας αἰτίας μόνον· τὸ μὲν γὰρ νοερὸν πᾶν μετὰ τοῦ θείου ποιεῖ, τὸ δὲ θεῖον καὶ καθ’ αὑτὸ προϊὸν καὶ ἄχρι τούτων ἃ μὴ ἔχει τὴν γένεσιν ἐξ ἐκείνου. Μετὰ δὲ τὰς ἁπλῶς τῶν ὄντων ὑποστάσεις ἐπ’ αὐτὰ τὰ ἐκ τούτων συγκείμενα τὸν λόγον προαγάγωμεν, λέγω δὲ ζῶά τε καὶ φυτά· καὶ γὰρ τούτοις πᾶσιν ἡ ... τῶν νοερῶν παραδειγμάτων, διότι δὴ τούτων ἑκάστου οὐ γένος μόνον, ἀλλὰ καὶ εἶδος συμπληροῖ τὸ πᾶν καὶ ὁμοιότερον αὐτὸ πρὸς τὸ παράδειγμα ποιεῖ· καὶ γὰρ ὁ νοητὸς κόσμος πάντα περιέχει τὰ νοητὰ ζῶα, ὥσπερ ὁ φαινόμενος πάντα ὅσα θρέμματά φησιν ὁ Τίμαιος. Ἕκαστα ἄρα τούτων ὡμοίωται πρός τι νοερὸν εἶδος· ἀλλὰ τὸ μὲν αὐτοζῶον ἡνωμένως καὶ νοητῶς περιέχει τὰς τῶν ψυχῶν ὁμοῦ καὶ τὰς τῶν σωμάτων καὶ τὰς τῶν ζώων αἰτίας· ὡς γὰρ τῇ τετράδι τῶν ἰδεῶν πάντα τὸν ἀριθμὸν αὐτῶν συνῄρηκεν, οὕτω καθ’ ἕνωσιν τῶν τε ὡσανεὶ ἁπλῶν καὶ τῶν ὡσανεὶ συνθέτων τὰς διῃρημένας ἐν τοῖς νοεροῖς αἰτίας προείληφεν. Ὅλως γὰρ τὸ καθόλου καὶ τὸ οὐσιῶδες ἐκεῖθεν, ἢ πόθεν αὐτῷ τὸ ἀνέκλειπτον, μὴ τῆς αἰτίας οὔσης αἰωνίου; πόθεν δὲ τὸ κοινὸν καὶ ἐπὶ πολλὰ διατεῖνον; τὰ γὰρ ἐκ τῆς κυκλοφορίας πάντα μερικά ἐστιν, ἐπειδὴ καὶ ἡ κίνησις αὕτη τοῦ οὐρανοῦ μερική πώς ἐστιν, ἐκ δὲ τοῦ μερικοῦ τὸ καθόλου γεννᾶσθαι τῶν ἀδυνάτων ἐστίν. |
| in Prm 824 [5] | Ἕκαστον ἄρα εἶδος τῶν τε ζώων καὶ τῶν φυτῶν ἐκεῖθεν κατά τι παράδειγμα νοερὸν ὑφέστηκε· πᾶν γὰρ τὸ γιγνόμενον καὶ πᾶν τὸ ὁπωσοῦν ὑφεστὼς, εἰ μὴ ἓν εἴη πλήθους ἀνέμφαντον, ἐξ αἰτίας ἔχει τὸ εἶναι. Πόθεν οὖν τὰ εἴδη ταῦτα καὶ ἐκ ποίας αἰτίας; ἆρα κινουμένης; ἀλλ’ ἀδύνατον· ἐξ ἀκινήτου ἄρα, ἐπειδὴ καὶ ἀΐδιά ἐστι, τοιαύτην δὲ εἶναι τὴν νοεράν φαμεν· ἐκείνη γὰρ ἐν αἰῶνι μένει τελέως. Ἆρ’ οὖν οὐ τῶν εἰδῶν μόνων, ἀλλὰ καὶ τῶν καθ’ ἕκαστα τὰ εἴδη θετέον, λέγω δὲ οἷον Σωκράτους καὶ ἑκάστου, μὴ καθ’ ὅσον ἄνθρωπος, ἀλλ’ ᾗ ἰδίως ποιὸν ἕκαστος προβέβληται; Καὶ πῶς οὐκ ἀνάγκη τὸ θνητὸν ἀθάνατον εἶναι κατὰ τὸν λόγον τοῦτον; εἰ γὰρ πᾶν τὸ κατ’ ἰδέαν γιγνόμενον κατ’ αἰτίαν ἀκίνητον γίγνεται, πᾶν δὲ τὸ κατ’ αἰτίαν ἀκίνητον ὑποστὰν ἀμετάβλητόν ἐστι κατὰ τὴν οὐσίαν, ἔσται ὁ Σωκράτης καὶ ἕκαστον τούτων τῇ οὐσίᾳ ἀεὶ ταὐτὸν καὶ ἀϊδίως ἱδρυμένον· ἀλλὰ ἀδύνατον. Ἔτι δὲ ἄτοπον τὴν ἰδέαν ποτὲ μὲν εἶναι παράδειγμά τινος, ποτὲ δὲ μή· τὸ γὰρ αἰωνίως ὂν, πᾶν ὃ ἔχει, διαιωνίως ἔχει, καὶ τὸ παραδειγματικὸν οὖν ἢ οὐχ ἕξει τὸ εἶδος ἢ ἀεὶ ἕξει· τὸ γὰρ συμβεβηκέναι τινὰ λέγειν ἐν ἐκείνοις ἄτοπον. Εἰ οὖν παράδειγμα ἔσται, καὶ τὴν εἰκόνα δεῖ εἶναι· πᾶν γὰρ παράδειγμα εἰκόνος παράδειγμα. Εἰ δὲ ποτὲ μὲν ἔσται τὸ καθ’ αὑτὸ, ποτὲ δὲ οὐκ ἔσται, καὶ τὸ παράδειγμα ποτὲ μὲν ἔσται παράδειγμα, ποτὲ δὲ οὒ, καὶ ἐν βραχεῖ μὲν ἔσται μορίῳ, τὸν δὲ ἄπειρον χρόνον οὐκ ἔσται· ὅλως δὲ τὸ ἔστι καὶ οὐκ ἔστι παρὰ μέρος τῆς οὐσίας ἐκείνης ἀλλότριον. Πῶς δὲ οὐ δεῖ πείθεσθαι καὶ τῷ Σωκράτει λέγοντι διὰ τούτων πρὸς τὴν τῶν ἰδεῶν ἡμᾶς ἀναχθῆναι θέσιν, ἵν’ ἔχωμεν τὸ ἓν πρὸ τῶν πολλῶν; εἰ γάρ ἐστι καὶ τῶν καθ’ ἕκαστα εἴδη, πρὸ ἑνὸς ἓν ἔσται, μᾶλλον δὲ πρὸ τῶν πεπερασμένων τὰ ἄπειρα· τῶν γὰρ ἐν τῷ αἰσθητῷ πεπερασμένων ὄντων ἐκεῖνα ἄπειρα ἔσται. |
| in Prm 825 [40] | Καίτοι τί τούτου γένοιτ’ ἂν ἀτοπώτερον; τὰ γὰρ ἐγγυτέρω τοῦ ἑνὸς μᾶλλον πεπέρασται κατ’ ἀριθμὸν ἢ τὰ ποῤῥώτερον, διότι τῷ ἑνὶ συγγενέστερον ὁ ἀριθμός. Ἀλλ’ ὅτι μὲν εἴδη τῶν καθ’ ἕκαστον ἀπολείπειν ἄτοπον, διὰ τούτων ὑπομεμνήσθω· ἐπειδὴ δὲ πᾶν τὸ γιγνόμενον ἐξ αἰτίου γίγνεταί τινος, καὶ τούτων αἰτίας θετέον, ὡς μὲν ἕν τι φάναι, τὴν τάξιν τοῦ παντὸς, ὡς δὲ καὶ πλείους αἰτίας εἰπεῖν, τὴν κίνησιν τοῦ οὐρανοῦ, τὰς μερικὰς φύσεις, τὰς ἰδιότητας τῶν ὡρῶν, τὰ κλίματα, τοὺς τούτων ἐφόρους· διὰ γὰρ τούτων ἁπάντων συμπήγνυται τὰ καθ’ ἕκαστα. Καὶ διὰ ταῦτα αἵ τε τῶν ὡρῶν μεταβολαὶ δρῶσιν εἰς αὐτά· τὸ γὰρ αἴτιον κινηθὲν συγκινεῖ πως ἑαυτῷ καὶ τὸ ἐξ αὐτοῦ γενόμενον· καὶ αἱ τῶν ἐφόρων ἰδιότητες· ἄλλα γὰρ ἄλλοις καὶ σχήματα οἰκεῖα καὶ χρώματα καὶ φωναὶ καὶ κινήσεις· καὶ αἱ τῶν κλιμάτων διαφοραί· ἀλλοῖαι γὰρ ἐν τοῖς διαφόροις τόποις αἱ γενέσεις καὶ αἱ μερικαὶ φύσεις, οὐ μόνον ἐκ τῆς ὅλης προϊοῦσαι φύσεως, ἀλλὰ καὶ ἐκ τῆς τῶν σπερμάτων ἰδιότητος προσλαμβάνουσαί τι, καὶ τυπούμεναι κατ’ αὐτὴν τῷ δύνειν κατὰ τῶν σωμάτων καὶ οἷον ἐκείνων εἶναι καὶ οὐχ ἑαυτῶν. Ἔχομεν ἄρα καὶ ὅπως οὐ κατὰ παραδειγματικὴν αἰτίαν ὑφέστηκεν· οὐ γάρ ἐστι ταὐτὸν κατ’ αἰτίαν εἶναι, καὶ κατὰ παράδειγμα γεγονέναι· τὸ γὰρ παράδειγμα αἰτία· πολλαχῶς οὖν τὴν αἰτίαν λέγειν εἰώθαμεν, μιᾶς τῶν πολλῶν παραδειγματικῆς αἰτίας οὔσης. Τοσαῦτα καὶ περὶ τούτων ἀρκέσει. Τῶν δὲ μορίων ἆρα καὶ αὐτῶν εἴδη φήσομεν, ὡς μὴ μόνον ἀνθρώπου παράδειγμα ποιεῖν, ἀλλὰ καὶ δακτύλου καὶ ὀφθαλμοῦ καὶ ἑκάστου τῶν τοιούτων; Ἀλλὰ διότι καθόλου τούτων ἕκαστον καὶ οὐσία πάντως ἐστὶ, καὶ ταῦτα κατά τινα ἔστωσαν αἰτίαν· διότι δὲ μέρη καὶ οὐχ ὅλα, τῆς ἀμερίστου καὶ νοερᾶς οὐσίας ἐστὶ καταδεέστερα. |
| in Prm 826 [40] | Τὰ μὲν γὰρ μὴ μέρη μόνον, ἀλλὰ καὶ ὅλα, κατ’ ἐκείνην ὑφεστάναι τὴν οὐσίαν, οὐκ ἀτόπον· τὰ δὲ ὡς μέρη μόνον, ἄτοπον· τῶν γὰρ ὅλων ἐκεῖθεν ἡ γένεσις, ἐπεὶ καὶ τὸ ἑνοειδὲς πρὸ τοῦ πεπληθυσμένου, καὶ τὸ ὅλον πρὸ τοῦ μέρους ἐκεῖθεν. Μήποτε οὖν ὀρθῶς ἂν ἔχοι πάντων τῶν τοιούτων νοερὰ μὲν αἴτια μὴ λέγειν· πᾶς γὰρ νοῦς ἀμέριστος· τὰ οὖν ὅλα πρὸ τῶν μερῶν ἐν αὐτῷ θετέον μόνα, καὶ τὰ ἀμέριστα πρὸ τῶν μεριστῶν, ψυχικὰ δὲ καὶ φυσικά· τὸ γὰρ πρώτως μεριστὸν ἐν ψυχαῖς ἐστι, καὶ μετὰ ταῦτα ἐν φύσεσιν. Ἔστι γοῦν ἐνταῦθα καὶ δακτύλου καὶ ὀδόντος καὶ ἑκάστου τούτων λόγος καὶ εἶδος, καὶ ἡ μὲν ὁλότης αὐτῶν ἐν νῷ προϋφέστηκεν, ἡ δὲ ἐν ἑνὶ περιέχουσα καὶ τὸ πλῆθος, ἐν ψυχαῖς, ἡ δὲ ζωτικῶς διελοῦσα τὸ ἓν ἀπὸ τοῦ πλήθους, ἐν φύσεσιν, ἡ δὲ διαστηματικὴν ποιησαμένη τὴν διαίρεσιν, λοιπὸν ἐν σώμασι. Καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, δαιμονίας εἶναι καὶ τούτων αἰτίας διωρισμένας οὐκ ἀπογνωστέον, ὡς δηλοῦσι καὶ αἱ ἐπικλήσεις τῶν ἐπὶ δακτύλου καὶ ὀφθαλμοῦ καὶ καρδίας ἐπιτεταγμένων, θείας δὲ ἄλλως τῶν ὅλων καὶ ταῦτα περιεχόντων. Ταῦτα καὶ περὶ τῶν μορίων εἰρήσθω μοι συντόμως· ἐπὶ δὲ αὖ τούτοις τὰ συμβεβηκότα σκεπτέον. Ἆρα καὶ ταῦτα ἕξει ἰδέας; Ἢ καὶ τούτων πέρι διττὸς ὁ λόγος· τὰ μὲν γὰρ αὐτῶν τελειωτικὰ καὶ συμπληρωτικὰ τῶν οὐσιῶν ἐστιν, οἷον ὁμοιότης, κάλλος, ὑγίεια, ἀρετή· τὰ δὲ ὑφέστηκε μὲν ἐν ταῖς οὐσίαις, οὐ συμπληροῖ δὲ αὐτὰς οὐδὲ τελειοῖ, οἷον λευκότης, μελανία, πάντα τὰ τοιαῦτα· τὰ μὲν οὖν συμπληρωτικὰ τῶν οὐσιῶν καὶ τελειωτικὰ προηγουμένως ἔχει παραδειγματικὰς αἰτίας, τὰ δὲ ἄλλως ἐπιγιγνόμενα τοῖς σώμασι κατὰ λόγον γίγνεται, καὶ οὐκ ἀπόχρη πρὸς τὴν γένεσιν αὐτῶν ἡ κράσις τῶν σωμάτων, ἀλλ’ ἔρχεται εἶδος ἔνδοθεν ἀπὸ τῆς φύσεως, οὐ μέντοι κατά τινα νοερὰν διωρισμένην αἰτίαν. |
| in Prm 827 [40] | Τὸ μὲν γὰρ οὐσιῶδες καὶ τὸ τελεσιουργικὸν καὶ τὸ κοινὸν προσήκει τοῖς εἴδεσι· τὸ δὲ πάντων τούτων ἄμοιρον ἀλλαχόθεν καὶ οὐκ ἐκ τῶν πρώτων ὑφέστηκεν εἰδῶν· ἡ γὰρ φύσις, δεξαμένη προϊοῦσαν εἰς τοὺς ὄγκους τὴν τῶν εἰδῶν διακόσμησιν, διεῖλεν ἀπὸ μὲν τῶν μερῶν τὰ ὅλα, ἀπὸ δὲ τῶν συμβεβηκότων τὰς οὐσίας, ἃ πρότερον ἥνωτο καὶ ἦν ἀμέριστα, ταῦτα ἀναπτύττουσα ταῖς ἑαυτῆς διαιρετικαῖς δυνάμεσι· καὶ γὰρ οὐδὲ ἦν δυνατὸν ἐκ τῶν ἡνωμένων εὐθὺς ὑποστῆναι τὰ πάντη διῃρημένα καὶ ἐκ τῶν κοινοτάτων τὰ μερικώτατα, ἀλλ’ ἐν ταῖς μεταξὺ φύσεσι κατὰ τὸν λόγον τῆς ὑφέσεως ἀναγκαῖον ἦν γενέσθαι καὶ τὴν διαίρεσιν. Καὶ σχήματος οὖν αἰτίαν θετέον πάντων σχημάτων οἰστικὴν, καὶ ἀριθμῶν μονάδα μίαν γεννητικὴν πάντων ἀριθμῶν· ὅπου γὰρ καὶ ἡ ἐνταῦθα μονὰς ἀρτία δείκνυται καὶ περιττὴ καὶ πάντα ἔχουσα τὰ εἴδη καθ’ ἕνωσιν, τί χρὴ φάναι περὶ τῆς μονάδος ἐκείνης; ἆρ’ οὐχ ὡς πάντων ἑνοειδῶς ἐστιν αἰτία, καὶ ὡς τὸ ἀπειροδύναμον αὐτῆς γεννᾷ καὶ ἐν ἡμῖν τὸν ἄπειρον ἀριθμόν; καὶ πῶς οὐκ ἀναγκαῖον, εἴπερ καὶ ἡ ἐνταῦθα μονὰς ἐκείνης προῆλθεν εἰκών; Τοσαῦτα καὶ περὶ τῶν συμβεβηκότων λεκτέον· περὶ δὲ τῶν τεχνητῶν ἆρα καὶ τούτων εἴδη ῥητέον; Ὁ δέ γε Σωκράτης ἐν Πολιτείᾳ, φησὶ, κλίνης καὶ τραπέζης ἰδέαν οὐκ ὤκνησεν εἰπεῖν, ἢ καὶ ἐν ἐκείνοις τὸν ἐν τῇ διανοίᾳ τοῦ τεχνίτου λόγον ἰδέαν ἐκάλεσε, καὶ τοῦτον ἔφατο τὸν λόγον εἶναι θεοῦ γέννημα, διότι καὶ αὐτὸ τὸ τεχνικὸν τοῦτο θεόθεν οἴεται δεδόσθαι ταῖς ψυχαῖς· τεκμήριον δὲ, τὸν γὰρ ποιητὴν τρίτον ἀπὸ τῆς ἀληθείας προσείρηκε, τῷ ζωγράγῳ τιθεὶς αὐτὸν ἀναλόγως, ὃς οὔ τινα κλίνην, ἀλλ’ εἴδωλον ἐκείνης ποιεῖ· καίτοι, εἴ γε ἄλλο μέν ἐστι τὸ θεῖον εἶδος, ἄλλο δὲ ὁ ἐν τῷ γιγνομένῳ λόγος (δημιουργὸν γὰρ λέγει τοῦ τεχνητοῦ εἴδους τὸν θεὸν, ὡς τὸν τεχνίτην τοῦ μερικοῦ ποιητὴν), τέταρτος ἂν εἴη, οὐ τρίτος. |
| in Prm 828 [5] | Σκοπεῖν δὲ καὶ πρὸς αὐτὸ τὸ πρᾶγμα ὁρῶ τὸν λόγον. Εἰ γάρ ἐστιν ἐν νῷ καὶ τούτων εἴδη, πότερον ἀμέσως ἥξει ταῦτα ἐπὶ τὸ αἰσθητὸν, ἢ διὰ μέσης τῆς φύσεως; Εἰ μὲν γὰρ ἀμέσως, ἄτοπον· οὐδαμοῦ γὰρ ἐπὶ τῶν ἄλλων τοιαύτη γέγονεν ἡ πρόοδος, ἀλλὰ τὰ ἐγγυτέρω τοῦ νοῦ πρῶτα μετέσχε τῶν εἰδῶν. Εἰ δὲ διὰ μέσης τῆς φύσεως, διότι καὶ αἱ τέχναι μιμεῖσθαι λέγονται τὴν φύσιν (πολλῷ γὰρ πρότερον ἕξει τῶν τεχνῶν ἡ φύσις τὰ εἴδη τῶν τεχνητῶν, εἴπερ καὶ ὁ νοῦς), ἔσται καὶ τῶν τεχνητῶν ἡ φύσις αἰτία· πάντα δὲ τὰ ἐκ φύσεως γεγονότα ζῇ καὶ αὔξησιν ὑπομένει καὶ γένεσιν, εἴπερ εἴη τῶν ἐν ὕλῃ γιγνομένων· καὶ γὰρ ἡ φύσις ζωή τίς ἐστι καὶ αἰτία τῶν ζώντων· ἀλλ’ ἀδύνατον ζῇν καὶ αὐξάνεσθαι τὴν κλίνην ἢ ἄλλο τι τῶν τεχνητῶν· οὐκ ἄρα ἰδέαν ἔχει προϋπάρχουσαν οὐδέ τι νοερὸν παράδειγμα τὰ τεχνητὰ τῆς ὑποστάσεως αὑτῶν. Εἰ δὲ δὴ καὶ τὰς ἐπιστήμας ἐθέλοι τις τέχνας καλεῖν, διαιρετέον οὕτως· τῶν τεχνῶν ὅσαι μὲν ἀνάγουσι τὴν ψυχὴν καὶ ὁμοιοῦσι πρὸς νοῦν, τούτων εἴδη θησόμεθα πρὸς ἃ καὶ οἰκειοῦσιν ἡμᾶς· ὁμοίως γάρ ἐστι σχῆμα καὶ ἢ νόησις τοῦ σχήματος, καὶ ἀριθμὸς καὶ ἡ τοῦ ἀριθμοῦ νόησις. Καὶ ἀριθμητικῆς οὖν καὶ μουσικῆς καὶ γεωμετρίας καὶ ἀστρονομίας εἴδη θήσομεν, εἰ μὴ τὰς δεδημευμένας λέγοι τις τούτων ἑκάστην, ἀλλὰ τὰς νοερὰς καὶ ποιητικὰς τῶν θείων εἰδῶν. Αὗται γὰρ δὴ καὶ ἡμᾶς συνάπτουσι πρὸς νοῦν, ὅτε οὐρανοῦ τε ὑπεραστρονομοῦμεν, καὶ τὴν νοερὰν ἁρμονίαν θεωροῦμεν, καθ’ ἣν καὶ ἀπεγέννησε τάς τε ψυχὰς καὶ τόνδε τὸν κόσμον ὁ τῶν ὅλων πατὴρ, καὶ τὸν ἀριθμὸν ἐκεῖνον, ὃς ἐν πᾶσίν ἐστι τοῖς εἴδεσι κρυφίως τε καὶ διῃρημένως, καὶ τὸ σχῆμα τὸ νοερὸν, ὃ πάντων ἐστὶ τῶν σχημάτων γεννητικόν· καθὸ καὶ ὁ δημιουργὸς τόν τε ὅλον κόσμον περιφέρει, καὶ τῶν στοιχείων ἕκαστον κατά τι σχῆμα οἰκεῖον ὑπέστησε. Τούτων μὲν οὖν εἴδη θετέον, καὶ ὅσαι ἄλλαι ψυχῆς ἀναγωγοὶ, καὶ ὧν δεόμεθα καὶ εἰς τὸ νοητὸν ἀναδραμόντες· ὅσαι δὲ ψυχῆς εἰσι παιζούσης καὶ περὶ τὰ θνητὰ διατριβούσης καὶ τὰς ἀνθρωπίνας χρείας θεραπευούσης, τούτων οὐδεμίας εἶδός ἐστι νοερόν· ἀλλ’ ἡ μὲν ψυχὴ τὴν δύναμιν ἔχει τὴν τῶν θεωρημάτων οἰστικὴν ἐν τῇ δόξῃ κειμένην, καὶ γεννᾷν τοιαῦτα καὶ κρίνειν πέφυκε· διακεκριμένα δὲ εἴδη τῶν τεχνῶν ἢ τῶν τεχνητῶν οὐδαμῶς ἔστι. |
| in Prm 829 [5] | Θαυμαστὸν δὲ οὐδὲν καὶ τὸ εἶναί τινας ἐν δαίμοσιν αἰτίας, οἳ καὶ ἔφοροι λέγονται τῶν τεχνῶν οἱ μὲν ἄλλων οἱ δὲ ἄλλων ὑπάρχειν, καὶ ἀνθρώποις δεδωρῆσθαι ταύτας, καὶ ἐν θεοῖς συμβολικῶς εἶναι, οἷον χαλκείας εἶναι μέν τις δαίμων Ἥφαιστος λεγέσθω προστάτης καὶ τὸ εἶδος ἔχων, αὐτὸς δὲ ὁ μέγας Ἥφαιστος συμβολικῶς ἂν λέγοιτο χαλκεύειν τὸν οὐρανόν· καὶ ὑφαντικῆς ὡσαύτως Ἀθηναϊκή τις δαιμονὶς ἔφορος, αὐτῆς τῆς Ἀθηνᾶς ἄλλως καὶ δημιουργικῶς ὑφαίνειν τὸν διάκοσμον τῶν νοερῶν εἰδῶν ὑμνουμένης. Τοσαῦτα καὶ περὶ τῶν νοερῶν εἰδῶν ἡμῖν θεωρητέον· ὑπόλοιπον δέ ἐστι περὶ τοῦ τῶν κακῶν εἰπεῖν συντόμως ὅτι καὶ ταῦτα χωρὶς παραδειγμάτων ὑπέστη θείων, διὰ δή τινας ἄλλας αἰτίας, ὡς ἐν ἑτέροις εἴπομεν, παρυφιστάμενα. Πότερον οὖν οὕτω ῥητέον ἰδέαν τῶν κακῶν ὡς αὐτὸ κακὸν οὖσαν, ἢ ὡς τῶν διαστατῶν ἀμερὲς καὶ τῶν πεπληθυσμένων μοναδικὸν τὸ εἶδος, οὕτω καὶ τῶν κακῶν τὸ παράδειγμα ἀγαθόν; Ὁ μὲν γὰρ πρότερος λόγος οὐδαμῶς εὐαγὴς αὐτὸ τὸ κακὸν ἐν ἐκείνοις τιθέμενος, ἵνα μὴ παραδείγματα λέγοντες κακῶν ἐν θεῷ καὶ αὐτὸν αἴτιον ἀναγκασθησοίμεθα λέγειν τούτων, ὧν προεστήσατο τὰ παραδείγματα, καίτοι καὶ ἡμῶν, ὅταν πρὸς ἐκεῖνα βλέψωμεν, τότε μᾶλλον ἀγαθυνομένων. |
| in Prm 830 [25] | Εἰ δὲ λέγοι τις τῶν κακῶν τὸ εἶδος ἀγαθὸν, πότερον τῇ οὐσίᾳ μόνον ἐστὶν ἢ καὶ τῇ ἐνεργείᾳ ἀγαθόν; Εἰ μὲν γὰρ τῇ οὐσίᾳ μόνον, ἔσται κακοποιὸν, ὃ μὴ θέμις εἰπεῖν· εἰ δὲ καὶ τῇ ἐνεργείᾳ, δῆλον ὅτι καὶ τὸ γιγνόμενον ἀγαθόν· τῆς γὰρ ἀγαθοποιοῦ δυνάμεως καὶ ἐνεργείας τὸ ἀποτέλεσμα ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ πυρὸς τὸ ἀποτέλεσμα θερμόν· οὐκ ἄρα τὸ κακὸν ᾗ κακὸν κατά τι παράδειγμα γέγονεν. Εἰ δὲ, ὡς ἐρεῖ καὶ αὐτὸς ὁ Παρμενίδης, ἑκάστη ἰδέα θεός ἐστιν, οὐδένα δὲ θεὸν αἰτιατέον τῶν κακῶν, ὡς ἐν Πολιτείᾳ μεμαθήκαμεν, οὐδ’ ἄρα τὰς αἰτίας τῶν κακῶν αἰτιατέον θεοὺς οὔσας· τὰ δὲ παραδείγματα, ὧν ἐστι παραδείγματα, αἴτιά ἐστιν· οὐδεμία ἄρα ἰδέα παράδειγμα κακῶν ἐστι. Πρὸς οἷς καὶ ὁ δημιουργὸς, ὁ πάντα ἑαυτῷ παραπλήσια γενέσθαι βουλόμενος καὶ ὁ πάντα ἐν τῷ αἰσθητῷ βουλόμενος γενέσθαι καὶ ὅσα ἐν τῷ νοητῷ, τὸ κακὸν οὐδαμῶς εἶναι βούλεται κατὰ δύναμιν, ὥς φησι ταῦτα πάντα ὁ Τίμαιος. |
| in Prm 831 [35] | Εἰ δ’ ἦν ἐν αὐτῷ παράδειγμα κακῶν, ὁ πάντα ἑαυτῷ βουλόμενος ἐξομοιοῦν παρήγαγεν ἂν καὶ τὸ κακὸν ὡς ἑαυτῷ παραπλήσιον. Ἀλλὰ μὴν οὐ βούλεται εἶναι τὸ κακόν· βούλοιτο ἂν καὶ μὴ εἶναί τι τῶν ἑαυτοῦ παραδειγμάτων αὐτὸ τοῦτο παράδειγμα· καὶ οὕτως εἰς αὐτὸν ὁ λόγος ἀσεβῶν τὸν πατέρα τοῦ παντὸς οὐ παύσεται, μέχρις ἂν τῆς τοιαύτης ὑποθέσεως ἀπογνοὺς ἐνταῦθά που τὰ τῶν κακῶν αἴτια καὶ παραδείγματα κατανοεῖν ἐθελήσειεν, ἐπεὶ καὶ κανών ἐστι τοῦ Τιμαίου, πᾶν τὸ πρὸς ἀΐδιον παράδειγμα γεγονὸς εἶναι καλόν. Εἰ δ’ οὖν τὸ κακὸν πρός τι τοιοῦτον γέγονεν, οὐκ ἔτ’ ἂν αἰσχρὸν εἴη πάντως, ἀλλὰ καλόν· ὅτι δὲ πᾶν τὸ καλὸν ἀγαθὸν, δῆλον, ὥστ’ εἴη ἂν τὸ κακὸν ἀγαθόν. Τίς δ’ ἂν καὶ ποιοίη τὸ κακὸν πρὸς τὸ παράδειγμα βλέπων; δεῖ γὰρ εἶναι τὸ παράδειγμα, τινὸς τοῦ πρὸς αὐτὸ ποιοῦντος· εἰ μὲν γὰρ ὁ νοῦς, εἴη ἂν αὐτὸς αἴτιος τῶν κακῶν· εἰ δὲ ὁ ποιῶν ἐνταῦθα τὰ κακὰ γιγνώσκων, ποιοίη ἂν ταῦτα τῷ τὸ παράδειγμα γιγνώσκειν· εἰ δὲ μηδέτερος, οὐδ’ ἂν παράδειγμα εἴη, τινὸς μὴ ὄντος τοῦ ποιοῦντος τῷ εἰς ἐκεῖνο βλέπειν. Ἀλλὰ τῶν μὲν κακῶν ἅλις. Δεδειγμένων δὲ τούτων, κεφάλαιον ἓν συλλαβόντες εἴπωμεν ὅτι τῶν καθολικῶν οὐσιῶν τὰ εἴδη καὶ τῶν ἐν τούτοις τελειοτήτων· οἰκειότατα γὰρ ταῦτα τοῖς εἴδεσι, τὸ ἀγαθὸν, τὸ οὐσιῶδες, τὸ ἀΐδιον, τὸ μὲν ἀπὸ τῆς πρώτης ἧκον αἰτίας, τὸ δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπὸ τοῦ αἰῶνος εἰς τὴν πρωτίστην τῶν εἰδῶν τάξιν, δευτέραν μὲν οὖσαν τοῦ αἰῶνος, τρίτην δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, ἀνημμένην δὲ, ὡς πάντα τὰ ὄντα, τῆς τῶν ἀγαθῶν πάντων αἰτίας. Ἀπὸ τούτων οὖν τριῶν στοιχείων ἀφοριστέον τίνα μὲν κατὰ παραδειγματικὴν νοερὰν γέγονεν αἰτίαν, τίνα δὲ ἐξ ἄλλων μὲν ἀρχῶν ὑφέστηκεν, οὐ μέντοι πρὸς παράδειγμα νοερόν. |
| in Prm 832 [5] | Ἡ μὲν γὰρ θρὶξ, καὶ εἰ μόριον εἴη προηγούμενον, οὐκ ἂν ἐκεῖθεν εἴη· δέδεικται γὰρ ὅπως τὰ ὅλα ἐκεῖθεν καὶ οὐ τὰ μέρη. Ὁ δὲ πηλὸς σύμμιξίς ἐστι δυοῖν στοιχείων ἀόριστος, οὐ κατὰ λόγον γενομένη φυσικὸν, ἐπεὶ καὶ ἄλλα μυρία συμπλέκειν κατὰ τὰς ἡμετέρας χρείας εἰώθαμεν, ἀλλ’ οὐδὲν τῶν τοιούτων εἰς εἶδος ἀναφέρομεν· τέχνης γάρ ἐστιν ἢ προαιρέσεως ἔργα ταῦτα. Ὁ δὲ ῥύπος οὐδὲ προηγουμένην ἔχων γένεσιν ἐπισυνίστασθαι πέφυκε· καίτοι γε τῶν πρὸ ἡμῶν τις καὶ λίαν δριμέως ἐπεχείρησε κατασκευάζειν ὅτι καὶ ῥύπου παράδειγμα ἔστιν· εἰ γὰρ τοῦτο, καὶ ῥύπου· πᾶσα γὰρ κάθαρσις ῥύπου τινός ἐστιν ἀφαίρεσις. Ἀλλ’ ἡμεῖς καὶ τὴν κάθαρσίν φαμεν ἐν τοῖς εἴδεσιν εἶναι, καὶ οὐ διὰ τοῦτο ῥύπου νοερὸν εἶδος ἀποθησόμεθα· καὶ γὰρ κακίας ἡ κάθαρσις· ἀλλὰ δέδεικται μηδὲν τῶν κακῶν ἐκκεῖσθαι ἀπογεννώμενον, πᾶς δὲ ῥύπος κακία τίς ἐστιν ἐκείνου πάντως ᾧ παρυφέστηκε. Διὰ τοῦτο αὐτὸ οὐκ ἐκεῖθεν ταῦτα, διότι ἐκβάσεις εἰσὶ καὶ στερήσεις τῶν ἐκεῖθεν ὑποστάντων· καὶ γὰρ τὸ σκότος στέρησίς ἐστι φωτὸς, ἀλλ’ ὁ ἥλιος αἴτιος ὢν φωτὸς οὐκέτι καὶ τῆς στερήσεως τοῦ φωτὸς αὐτὸς αἴτιος· οὕτω δὴ οὖν καὶ ὁ νοῦς, γνώσεως αἴτιος ὢν, οὐκέτι καὶ τὴν ἄγνοιαν αὐτὸς ὑφίστησι στέρησιν οὖσαν γνώσεως· καὶ ψυχὴ ζωῆς οὖσα χορηγὸς οὐχὶ καὶ ἀζωΐαν αὐτὴ δίδωσιν· ἐν γὰρ τοῖς δεχομένοις τὰς δόσεις τῶν πρώτων αἱ στερήσεις παρυφίστανται τῶν διδομένων, ἀλλ’ οὐκ ἐν τοῖς τὰς ἕξεις διδοῦσι προϋφεστήκασιν, ὥστ’ ἐκεῖθεν ἔχειν τὴν γένεσιν ὁμοίως ταῖς ἕξεσιν ὧν εἰσὶν αὗται στερήσεις. Εἰ δὴ τὸν νοῦν γιγνώσκοντά τι ἀγαθὸν λέγοι τις καὶ τὸ κακὸν γιγνώσκειν, καὶ διὰ τοῦτο ἐν αὐτῷ τιθείη τὸ κακὸν (εἴρηται οὖν ἐν τῷ Φαίδωνι μίαν εἶναι γνῶσιν τοῦ τε ἀμείνονος καὶ τοῦ χείρονος· οὕτω δὲ καὶ ὁ ἐν Τιμαίῳ δημιουργὸς αὐτῷ πεποίηται λέγων, τὸ δὲ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κα κοῦ· διὰ γὰρ τούτου δείκνυται τὸ κακὸν εἰδὼς), λεκτέον ὅτι κακῶν μὲν παράδειγμα οὐδέν ἐστιν ἐν αὐτῷ, κακῶν δὲ γνῶσις καὶ αὐτή ἐστι παράδειγμα πάσης κακοῦ γνώσεως, ἣν τὸ λαβὸν ἀγαθύνεται. |
| in Prm 833 [35] | Καὶ γὰρ ἡ ἄγνοια κακὸν, οὐχ ἡ τῆς ἀγνοίας γνῶσις, μία οὖσα καὶ ἑαυτῆς καὶ τῆς ἀγνοίας· ὥστε πάλιν τὸ παράδειγμα οὐ κακοῦ, ἀλλ’ ἀγαθοῦ, τῆς τοῦ κακοῦ γνώσεως. Ἐὰν γὰρ οὕτω λέγωμεν, οὔτε τῶν κακῶν ἰδέας εἰσοίσομεν, ὥς τινες τῶν Πλατωνικῶν, οὔτε μόνα τὰ ἀμείνω γιγνώσκειν τὸν νοῦν ἐροῦμεν, ὡς ἕτεροι διαδοξάζουσι· μέσοι δὲ ἀμφοῖν γενόμενοι καὶ τὴν γνῶσιν αὐτῶν δώσομεν τῶν κακῶν, καὶ παραδειγματικὴν αἰτίαν οὐ δώσομεν κακὴν οὖσαν. Ὁ μὲν οὖν Παρμενίδης μαιευόμενος τὸν Σωκράτη, καὶ προκαλούμενος τὰς ἐν αὐτῷ περὶ τούτων ἐννοίας, τοιαῦτα ἠρώτησε· μέλλει δὲ ἄρα ὁ Σωκράτης ἐπὶ τούτων καὶ λίαν ἀπογιγνώσκειν τὰ εἴδη τοιαῦτα λέγων. Οὐδαμῶ ς , φάναι τὸν Σωκράτ η , ἀλλὰ ταῦτ α , ἅπερ ὁρῶμε ν , ταῦτα καὶ εἶνα ι · εἶδος δέ τι αὐτῶν οἰηθῆναι εἶναι μὴ λίαν ᾖ ἄτοπο ν . Ἤδη μέντοι ποτέ με καὶ ἔθραξε μή τι ᾖ περὶ πάντων ταὐτό ν · ἔπειτα ὅταν ταύτῃ στ ῶ , φεύγων οἴχομα ι , δείσας μή ποτε εἴς τι ν ’ ἄβυθον φλυαρίαν ἐμπεσὼν διαφθαρ ῶ . Ἐκεῖσε δ ’ οὖν ἀφικόμενος εἰς ἃ νῦν δὴ ἐλέγομεν εἴδη ἔχει ν , περὶ ἐκεῖνα πραγματευόμενος διατρίβ ω. (P. 130 D). Ταῦτα ὁ Σωκράτης ἀποκρίνεται, πρὸς μὲν τὸ ἄζωον καὶ εὐτελὲς καὶ ἔνυλον ἀποβλέπων τῶν ἠρωτημένων, οὐκ ἀξιῶν καὶ τούτων αἰτίας λέγειν, ἀλλ’ ἐν μόνοις τοῖς ὁρατοῖς ἀπολιπὼν αὐτῶν τὴν ὑπόστασιν, πρὸς δὲ τὸ ἐν τοῖς καθ’ ἕκαστα κοινὸν καὶ τὸ ὑστερογενὲς ἀφορῶν, λογιζόμενος μήποτε καὶ τούτων εἶδος. |
| in Prm 834 [5] | Ὡς γάρ ἐστιν ἐπὶ τοῖς πολλοῖς πηλοῖς ἓν ὑστερογενὲς κοινὸν ὁ πηλὸς, καὶ ἐπὶ ταῖς πολλαῖς θριξὶν ἓν εἶδος ἡ θρὶξ, ὃ καὶ κατηγοροῦμεν τῶν πολλῶν· οὕτω, φαίη τις ἂν, καὶ τῶν πολλῶν ἕν ἐστι τοιοῦτον ὑποστατικὸν τῶν πολλῶν. Τοῦτο δὴ οὖν θράττει τὸν Σωκράτη· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἀπὸ τῶν ὁριστῶν ἐπὶ τὰ ὑστερογενῆ μετιὼν, εἶτα ἀπὸ τούτων ἐπὶ τοὺς ἔνδον λόγους, ἔπειτα ἐκ τούτων ἐπ’ αὐτὰ τὰ νοερὰ εἴδη, καθάπερ εἴρηται ἐν Φαίδρῳ, λογίζεται μήποτε καὶ ἐπὶ τούτων, ὥσπερ ἐστὶν ἀπὸ τοῦ ἐν τοῖς καθ’ ἕκαστα μεταβαίνειν ἐπὶ τὸ ἐν αὐτοῖς ἓν, ἔπειτα εἰς τὸ ἐπ’ αὐτοῖς κοινὸν, οὕτω καὶ ἀπὸ τοῦδε δυνατὸν ἐπ’ ἄλλο τι μετιέναι τὸ πρὸ αὐτῶν ἕν· ἀλλ’ ὁρᾷ πάλιν ὅτι, ἐὰν τὸ τούτων ἀπόθηται εἶδος, κατὰ τὸν σωρείτην προϊὼν, ἀναγκασθήσεται πάντων εἴδη τίθεσθαι καὶ αὐτῆς τῆς ὕλης. Λοιπὸν καὶ αὕτη ἐστὶν ἡ ἄβυθος φλυαρία, εἰς ἣν τὸ ἐμπίπτον διαφθείρεται καὶ ἄζωον γίγνεται καὶ ἀμενηνόν. Διὸ πάλιν ἀναστρέφει ἐπὶ τὰ ὅλα καὶ οὐσιώδη καὶ προηγουμένως ὑποστάντα καὶ συμπληρωτικὰ τοῦ παντὸς, καὶ περὶ ταῦτα ποιεῖται τὴν διατριβὴν, ὡς τούτων κατὰ τὰς εἰδητικὰς αἰτίας γεγονότων, τῶν δὲ ἄλλων ἐνταῦθα μόνον, ἀλλ’ οὐχὶ καὶ ἔξω τῶν αἰσθητῶν. Νέος γὰρ εἶ ἔτ ι , φάναι τὸν Παρμενίδη ν , ὦ Σώκρατε ς , καὶ οὔπω σου ἀντείληπται φιλοσοφία ὡς τότε ἀντιλήψεται κα τ ’ ἐμὴν δόξα ν , ὅτε οὐδὲν αὐτῶν ἀτιμάσει ς · νῦν δὲ ἔτι πρὸς ἀνθρώπων ἀποβλέπεις δόξας διὰ τὴν ἡλικία ν. (P. 130 E.) Ταῦτα ὁ Παρμενίδης ἐπιπλήττων ἀποροῦντι τῷ Σωκράτει δόξειεν ἄν τισιν αὐτὸς ἰδέας ὑποτίθεσθαι πάντων, καὶ ὅσα σμικρὰ καὶ ὅσα ἐνυλότατα καὶ ὅσα παρὰ φύσιν· τί γὰρ ἂν ἐπέπληττεν, εἰ μὴ καὶ τούτων αὐτὸς τὴν ὑπόστασιν τῆς εἰδητικῆς αἰτίας ἐξῆπτεν; Ἐμοὶ δὲ δοκεῖ μὴ πρὸς τοῦτον πεποιῆσθαι τὴν ἐπίπληξιν, ἀλλὰ τοὺς ὡς σμικρῶν τούτων καὶ φαύλων ἀναίτιον ἡγησαμένους τὴν γένεσιν. |
| in Prm 835 [5] | Ὁ Παρμενίδης ταύτην αὐτοῦ τὴν ἔννοιαν ἐπιδιορθοῦται, τὸ ἀναίτιον οὐδαμῶς προσιέμενος· πᾶν γὰρ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαί φησι καὶ ὁ Τίμαιος· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν. Οὐδὲν οὖν ἐστιν οὕτως ἄτιμον καὶ φαῦλον, ὃ μὴ μετέχει τοῦ ἀγαθοῦ κἀκεῖθεν ἔχει τὴν γένεσιν, ἐπεὶ, κἂν τὴν ὕλην εἴποις, εὑρήσεις καὶ ταύτην ἀγαθὸν, κἂν αὐτὸ τὸ κακὸν, εὑρήσεις καὶ τοῦτο μετέχον ἀγαθοῦ τινος, καὶ οὐδὲ ἄλλως ὑποστῆναι δυνάμενον ἢ τῷ ἀγαθῷ χρωννύμενον καὶ μεταλαμβάνον ἀγαθοῦ τινος. Ἀλλ’ αἱ μὲν τῶν ἀνθρώπων δόξαι τὰ σμικρὰ καὶ εὐτελῆ τῆς θείας αἰτίας ἐξάπτειν ἐξαισχύνονται, πρὸς τὴν τούτων ἀποβλέπουσαι φύσιν, οὐ πρὸς τὴν ἐκείνης δύναμιν, καὶ ὅτι τῶν μειζόνων οὖσα γεννητικὴ πολλῷ πλέον ἐστὶ καὶ τῶν ἐλαττόνων, ὥς πού φησι καὶ ὁ Ἀθηναῖος ξένος. Οἱ δὲ ὄντως φιλόσοφοι, πάντα ὅσαπέρ ἐστιν ἐν τῷ κόσμῳ καὶ μεγάλα καὶ σμικρὰ προνοίας ἐξάψαντες, οὐδὲν ἄτιμον οὐδὲ ἀπόβλητον ἐν τῷ οἴκῳ τοῦ Διὸς ὁρῶσιν, ἀλλὰ πάντα ἀγαθὰ καθόσον ἐκ προνοίας ὑφέστηκε, καὶ καλὰ κατ’ αἰτίαν γεγονότα τὴν θείαν. Ὅτι δὲ ὁ Σωκράτης ἀναιρῶν ἀπὸ τούτων τῶν σμικρῶν καὶ ἐνυλοτάτων τὴν εἰδητικὴν αἰτίαν ἀνῄρει καὶ πᾶσαν αἰτίαν, ἔλαβεν ὁ Παρμενίδης ἐκ τοῦ προειπεῖν ἐκεῖνον ὅτι ταῦτά ἐστι μόνον ἅπερ ὁρῶμε ν· εἰ γὰρ ἐπεσκέπτετο ὡς οὐδὲν ἀναιτίως ἐστὶν, οὐκ ἂν ταύτην ἀφῆκε τὴν φωνὴν αὐτίκα. Ἡ θρὶξ μὴ ἐχέτω μὲν παράδειγμα νοερὸν, ἐχέτω δὲ φυσικὸν λόγον αἴτιον. Ἆρ’ οὖν οὐκ ἀνάγκη μὴ ταύτην εἶναι τρίχα μόνον ἣν ὁρῶμεν, ἀλλὰ κἀκείνην τὴν ἐν τῷ λόγῳ τῆς φύσεως; δηλοῖ δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τρίχας ποιοῦσα ἐν τοῖς ζώοις, καὶ οὐ μάτην οὐδὲ ταύτας ὑποστήσασα· καὶ ἡ ἔκλειψις ἡ τούτων παρὰ φύσιν, διατιθεῖσα τὰ δεόμενα τῆς ἀπ’ αὐτῶν βοηθείας. |
| in Prm 836 [35] | Πάλιν ὁ πηλὸς, εἰ ἐκ τέχνης γέγονεν, ἔστιν αὐτοῦ τὸ εἶδος ἐν τῇ διανοίᾳ τοῦ τεχνίτου· εἰ δὲ καὶ πνεύματα ἄττα χαίρει τούτοις ῥύπῳ καὶ πηλῷ, πρὸς ἃ καὶ οἱ γόητες βλέποντες χρῶνται τούτοις εἰς τὰς ἑαυτῶν πράξεις, καὶ τῆς γοητείας διὰ τῶν δαιμόνων οὔσης, ὡς ἐν Συμποσίῳ μεμαθήκαμεν, τί θαυμαστὸν τοὺς χαίροντας αὐτοῖς δαίμονας ἔχειν τὰ εἴδη καὶ τούτων, ὡς καὶ τοὺς τῶν μορίων προστάτας τῆς ἰδίας τούτων περιγραφῆς τοὺς λόγους περιειληφέναι φαμέν; Καὶ εἰ ἀπορήσειας δὲ τῶν προσεχῶν αἰτιῶν, ἐπ’ αὐτὴν ἀνάδραμε τὴν μίαν τοῦ ὄντος αἰτίαν, ἀφ’ ἧς πάντα τὰ ὄντα προελήλυθε, καὶ ἐκείνην φάθι καὶ τούτοις παρέχειν τὴν γένεσιν, ὡς μηδὲ τούτων ἀναίτιον εἶναι τὴν ὑπόστασιν. Καὶ ἴσως ἔπρεπε τῷ Παρμενίδῃ τῷ τὸ ἓν ὂν τὸ πρὸ τῶν εἰδῶν ὁρῶντι τὸ κατ’ αἰτίαν προτιθέναι τοῦ κατ’ εἶδος, καὶ διὰ τοῦτο καὶ αὐτὸς ἐπιπλήττει τῷ Σωκράτει, μετὰ τῶν εἰδῶν ἀναιροῦντι καὶ τὴν ἄλλην πᾶσαν αἰτίαν, δέον μὴ κατ’ εἶδος μὲν νοερὸν αὐτὸν ὑποτίθεσθαι τὴν γένεσιν, κατ’ αἰτίαν δὲ πρεσβυτέραν τῶν εἰδῶν, ἐπεὶ καὶ ὅταν ἡμεῖς τὰ τεχνητὰ ποιῶμεν, ποιεῖ ταῦτα καὶ ὁ νοῦς· πᾶν γὰρ τὸ ὑπὸ τῶν δευτέρων γιγνόμενον μειζόνως ὑπὸ τῶν πρώτων ἀποτελεῖται, ἀλλ’ οὐκ εἰδητικῶς, ἀλλὰ κατὰ τὸ ὂν αὐτὸ μόνον. Καί τοί γε ἡμεῖς κατά τινας λόγους ἰδίους αὐτὰ ποιοῦμεν, ἀλλ’ εἰδοποιοὶ μὲν καὶ ἡμεῖς ἐν τούτοις, οὐσιοποιὸς δὲ ὁ νοῦς, καὶ ὧν εἰδοποιὸς ὁ νοῦς, οὐσιοποιὸς ἡ μονὴ τῶν ὄντων· κρείττων γὰρ ἐκείνη τῆς εἰδητικῆς πάσης αἰτίας. Ὡσαύτως καὶ ὁ Σωκράτης οὖν πρὸς τὴν εἰδοποιὸν αἰτίαν τεταμένος εἰκότως οἷον ἀναίτιον αὐτῶν ὑπέλαβε τὴν γένεσιν, καὶ ὁ Παρμενίδης εἰς τὴν πρὸ τῶν εἰδῶν αἰτίαν ἀναδραμὼν ἐκεῖθεν καὶ τούτοις τὴν οὐσίαν ἐκδιδομένην ἐθεώρησε· πάντα γὰρ τὰ ὄντα ἐκεῖθεν. |
| in Prm tit4 [5] | ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. Τόδε δ ’ οὖν μοι εἰπ έ · δοκεῖ σο ι , ὡς φῂ ς , εἶναι εἴδη ἄττ α , ὧν τάδε τὰ ἄλλα μεταλαμβάνοντα τὰς ἐπωνυμίας αὐτῶν ἴσχει ν; (P. |
| in Prm 837 (4) [5] | 130 E.) Τοῦ Σωκράτους ἐν τοῖς πρὸς τὸν Ζήνωνα λόγοις τὰ εἴδη καὶ εἶναι καὶ μετέχεσθαι ὑπὸ τῶν τῇδε φαμένου, καὶ διὰ τούτων τῶν ἐνταῦθα μετεχομένων ἀναδραμόντος ἐπὶ τὴν ἐκείνων κοινωνίαν, ἤδη τινὲς ᾠήθησαν τὸν Παρμενίδην ὥσπερ ἀμυνόμενον τὸν Σωκράτη καὶ τὴν κατὰ τοῦ Ζήνωνος ἐπίπληξιν πρὸς ἀμφοτέρας ἵστασθαι τὰς τοῦ Σωκράτους ἐννοίας καὶ πρὸς τὴν ὕπαρξιν τῶν εἰδῶν καὶ πρὸς τὸν τρόπον τῆς μετοχῆς, καὶ διὰ μὲν τῶν προειρημένων ἀπαντᾷν ὡς οὐκ ἔστι τὰ εἴδη, διὰ δὲ τῶν ῥηθησομένων ὡς οὐ μετέχεται ὑπὸ τῶν αἰσθητῶν, μονονουχὶ λέγοντα σαφῶς ὅτι, καὶ εἴ τις αὐτοῖς ὕπαρξιν δοίη καὶ οὐσίαν, ἀδύνατός ἐστιν ὁ τῆς μετοχῆς αὐτῶν τρόπος· οὔτ’ ἄρα ἔστιν, οὔτε, εἰ ἔστι, μετέχεται ὑπὸ τῶν αἰσθητῶν. Ἐκεῖνοι μὲν ταῦτα ᾠήθησαν, καὶ διά γε τῶν προειρημένων τοσοῦτον ἐπιδεδεῖχθαι πρὸς τοῦ Παρμενίδου ὡς οὐκ ἔστιν εἴδη· ἀλλὰ μὴν οὐ πάντων, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Σωκράτει· οὐκ ἄρα ἔστιν εἴδη· καὶ τοῦτο πᾶσι δύνασθαι καὶ τὴν ἐπίπληξιν τὴν τοῦ Παρμενίδου τὴν πρὸς αὐτὸν, ἐπιδεικνύντος ὡς οὐ δεῖ τὰ μὲν ἐκεῖθεν παράγειν, τὰ δὲ ηὐτοματισμένως, ἀλλὰ πάντα ἐξ ἐκείνων, εἴπερ ἔστιν. Ἡμεῖς δὲ ὑπὲρ μὲν τῆς ἐπιπλήξεως διὰ τῶν πρόσθεν εἰρημένων ἐνεδειξάμεθα τὸ δοκοῦν, ὑπὲρ δὲ τῆς πάσης μεταχειρίσεως τῶν λόγων τοσούτων φαμὲν ὅτι τελεσιουργός ἐστιν ὁ τοῦ Παρμενίδου λόγος τῶν τοῦ Σωκράτους ἐννοιῶν καὶ διαρθρωτικὸς καὶ ἐναγωγὸς, ἐπαινῶν μὲν τὰ ἀδιάστροφα αὐτοῦ νοήματα, τελειῶν δὲ τὰ ἀτελέστερα καὶ διαρθρῶν τὰ συγκεχυμένα. |
| in Prm 838 (4) [5] | Τεττάρων δὲ ὄντων προβλημάτων περὶ τὰς ἰδέας, ὡς διείλομεν, περὶ μὲν τοῦ εἰ εἰσὶν, οὐδὲν διεξελήλυθεν ἅτε ἀποδεχόμενος τὴν ὑπόθεσιν, περὶ δὲ τοῦ τίνων εἰσὶν, ἀνακρίνει αὐτὸν, καταμανθάνων εἴτε πάντα ἐξάπτει τῆς εἰδητικῆς ἀρχῆς ἢ καὶ ταύτης οἶδεν ἄλλην αἰτίαν πρεσβυτέραν· καὶ ἡ ἐπίπληξις, ὡς προείπομεν, εἰς ταύτην ἑώρα τὴν πρώτην αἰτίαν. Διέξεισι γοῦν ἄνωθεν ἀπὸ τῶν ὁλικωτάτων εἰδῶν διὰ τῶν μερικωτέρων καὶ τῶν ἀτομωτάτων ἐπὶ ταῦτα λοιπὸν, ἃ μὴ κατ’ εἶδος μὲν ὑπέστη νοερὸν, προῆλθε δὲ ἐκ τῆς μονάδος τῶν ὄντων ἁπάντων· καὶ οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων προχωρήσας, καὶ πάντα ἐξάψας τῆς πατρικῆς αἰτίας, καὶ τελεωσάμενος τὴν τοῦ Σωκράτους περὶ τούτων ἔννοιαν, μέτεισιν ἐπὶ τὸ τρίτον πρόβλημα τὸ περὶ τῆς μετοχῆς, ἀνάπαλιν ἐνταῦθα μεταχειριζόμενος τὴν μαιείαν· πανταχοῦ μὲν γάρ ἐστι μαιευτικὸς ὁ τρόπος τῶν λόγων, ἀλλ’ οὐκ ἐλεγκτικὸς, καὶ πατρικὸς, ἀλλ’ οὐκ ἀμυντικός· διαφέρει δὲ ὡς ὅπου μὲν ἄνωθεν ἄχρι τῶν τελευταίων προιὼν, ὅπου δὲ κάτωθεν ἀνατρέχων ἐπὶ τοὺς προσήκοντας λόγους ταῖς θείαις αἰτίαις, καθ’ ἑκάτερα τῶν εἰδῶν τούτων τὸν Σωκράτη τελειῶν καὶ ἀνάγων καὶ διαρθρῶν τὰς ἐν αὐτῷ περὶ τούτων ἐννοίας. Ὁ μὲν οὖν τρόπος, ὥσπερ εἴρηται, τῶν λόγων τοιοῦτος προκλητικὸς τῶν αὐτοφυῶν ἐννοιῶν, διαρθρωτικὸς τῶν ἀτελῶν, ἀναγωγὸς τῶν συνέπεσθαι δυναμένων ὄντως, τὴν πατρικὴν μιμούμενος αἰτίαν τὴν ἀπ’ ἄκρας τῆς τῶν ὄντων ὑποστάσεως τὰ πάντα σώζουσαν καὶ τελειοῦσαν καὶ ἀνασπῶσαν ταῖς ἑαυτῆς ἀγνώστοις δυνάμεσι. |
| in Prm 839 [5] | Πάλιν δὲ ἡμῖν ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν ἐπιτρεπτέον, καὶ ῥητέον τὴν μετοχὴν ταύτην τίνα καὶ ὅπως συμβαίνειν νομίζομεν, ἔπειτα οὕτω τὰ τοῦ Πλάτωνος ἐπισκεψόμεθα ῥήματα, τοσοῦτον προειπόντες ὅτι καὶ ἐνταῦθα ζητοῦμεν ὡς ἐπὶ τῆς ἑνώσεως τῶν εἰδῶν καὶ διακρίσεως τὸ πῶς· μετέχεσθαι γὰρ, εἰ ἔστι τὰ εἴδη, πάντες ἂν φαῖεν· πῶς δὲ μετέχοιτο ἂν ἀποροῦμεν, καὶ τοῦτο ζητεῖν τὸν Παρμενίδην ἐν τούτοις, ὡς ἐν ἐκείνοις τὸν Σωκράτη, πῶς διακέκριται τὰ εἴδη καὶ ἅμα συγκέκριται, εἴπερ ἁπλᾶ ἐστι καὶ οὐχ οἷα τὰ ὁρώμενα, ἐφ’ ὧν εὐπαράδεκτα ταῦτα πᾶσι. Τοῦτο δ’ οὖν προειπόντες ἐπὶ τὸ προκείμενον ἴωμεν. Λεγέσθω μὲν οὖν καὶ ὅτι ταῖς εἰς τὸ κάτοπτρον ἐμφάσεσιν ἐοίκασιν αἱ τῶν νοερῶν εἰδῶν μεθέξεις· ὥσπερ γὰρ ἐν ταύταις ἡ σχέσις καὶ ἡ θέσις εἴδωλον ποιεῖ τοῦ προσώπου θεωρεῖσθαι πρὸς τὸ κάτοπτρον, οὕτω δὴ καὶ ἡ τῆς ὕλης ἐπιτηδειότης, οἷον ἀνατεινομένη πρὸς τὸν δημιουργικὸν καὶ τὸν ἐν αὐτῷ πόρον, ἀναπληροῦται παρ’ αὐτοῦ τῶν εἰδῶν. Λεγέσθω δὲ καὶ ὅτι προσέοικεν ἡ μέθεξις τοῖς τῶν σφραγίδων τύποις πρὸς τοὺς κηρούς· καὶ γὰρ ἐκεῖνα, τὰ εἴδη λέγω, δίδωσιν ἴχνος τι ἑαυτῶν καὶ τύπον, καὶ οὐχ ὁ αὐτός ἐστιν οὗτος ὁ τύπος πρὸς τὴν σφραγῖδα τὴν τὸν τύπον ἀπεργασαμένην, ὥσπερ οὐδὲ ἐκεῖ τὸ ἔνυλον εἶδος πρὸς τὸ ἀΰλον καὶ θεῖον, διαφέρει δὲ οὗτος ὁ τρόπος τοῦ πρὸ αὐτοῦ, καθόσον τι ἐπιδείκνυσι πάθος περὶ τὴν ὑποδοχήν· οὐδὲν γὰρ ἐκεῖ πάσχει τὸ ἔνοπτρον αἰσθητῶς, ὡς ἐνταῦθα ὁ κηρός. Ὅθεν καὶ οἱ μὲν τὴν ὕλην ἀπαθῆ τηροῦντες ἐν τῇ μεθέξει τῶν εἰδῶν, κατόπτρῳ μὲν ἐκείνην ἀπεικάζουσιν, εἴδωλα δὲ τὰ εἴδη καλοῦσι καὶ ἐμφάσεις· οἱ δὲ τὴν ὕλην πάσχειν νομίζοντες τυποῦσθαί φασιν αὐτὴν ὡς τὸν κηρὸν ὑπὸ τῆς σφραγῖδος, καὶ τὰ εἴδη πάθη τῆς ὕλης καλοῦσι· καὶ οἱ μὲν εἰς τὴν πρώτην ὕλην βλέπουσιν, ἀπαθῆ τηροῦντες αὐτήν· παθοῦσα γὰρ ἀποίχοιτ’ ἂν ἁπλῆ οὖσα· οὐ γὰρ ἔχει τὸ ἁπλοῦν ᾧ μὲν πάθοι, ᾧ δὲ μένοι· οἱ δὲ, εἰς τὴν σωματότητα· ταύτην γὰρ τυποῦσθαι διὰ τῶν ποιοτήτων σωματικῶν οὐσῶν. |
| in Prm 840 [40] | Λεγέσθω δὲ αὖ καὶ ὅτι παραπλήσιά πώς ἐστι ταῖς τῶν εἰκόνων ἀφομοιώσεσιν, εἴτε διὰ ζωγραφίας, εἴτε διὰ πλαστικῆς, εἴτε δι’ ἄλλης τινὸς τέχνης· ὅμοια γὰρ ὑπὸ τῆς θείας δημιουργίας τὰ τῇδε γίγνεται τοῖς θεοῖς μορφούμενα τοῖς εἴδεσι, καὶ διὰ τοῦτο καὶ ὁ αἰσθητὸς ὅλος διάκοσμος εἰκὼν προσαγορεύεται τοῦ νοητοῦ· διαφέρει δὲ τοῦτο λέγειν ἢ τὰ πρότερα, καθόσον τοῦτο μὲν διακρίνει τὸ ποιοῦν ἀπὸ τοῦ παραδείγματος, ἐκεῖνα δὲ ὡς ἑνὸς ὄντος ἀμφοῖν προῆγε τὴν ἀναλογίαν. Δεῖ δὲ αὖ εἰδέναι τοὺς τῶν πραγμάτων φιλοθεάμονας, ὅτι τούτων ἕκαστον τῶν εἰρημένων ἀτελές ἐστι καθ’ αὑτὸ, καὶ ἀδυνατεῖ μόνον παραστῆσαι ταῖς διανοίαις ἡμῶν τὴν ὅλην περὶ τῆς μετοχῆς ταύτης ἀλήθειαν. Πρῶτον μὲν γὰρ τὸ κάτοπτρον ὁρᾷς ὅτι διαστηματικὴν ἔχει τὴν ἐνέργειαν, δι’ ἧς ὑφίσταται τὸ εἴδωλον· ἐν γοῦν ἀδιαστάτῳ γενέσθαι τοιαύτην ἔμφασιν ἀδύνατον· ἔπειτα αὐτὸ τὸ πρόσωπον εἰς τὸ κάτοπτρον ἐπιστρέφει, τῆς νοερᾶς αἰτίας εἰς ἑαυτὴν καὶ οὐκ εἰς τὰ ἔξω βλεπούσης, εἰ δὲ καὶ δοκοῦσαν μὲν ἔχει μετάδοσίν τινος, οὐκ ἀληθῶς δὲ οὖσαν· πάλιν γὰρ ἐπ’ αὐτὸ τὸ πρόσωπον γίγνονται τῶν ἀκτίνων αἱ ἀνακλάσεις, ὡς ἂν φαῖεν οἱ μηδὲν ἀπὸ τῶν ἐνορώντων εἴδωλον ἐκπίπτειν νομίζοντες. Δῆλον δήπουθεν ὅτι καὶ τοῦτο τῆς τῶν εἰδῶν ἐστι μεθέξεως ἀλλότριον, ἐπεὶ καὶ εἰ ἔστιν, εἴδωλόν ἐστιν· ἐν τῷ ἐνόπτρῳ ἀπόῤῥοιαι γίγνονται τοῦ προσώπου τινὲς εἰς τὸ ἔνοπτρον, ὃ δὴ τοῖς εἴδεσιν οὐ προσήκει· οὐδὲν γὰρ ἀπομερίζεται ἀπ’ ἐκείνων εἰς τὰ τῇδε, οὐδὲ ἀποῤῥεῖ, ἀσωμάτων ὄντων καὶ ἀμερίστων. |
| in Prm 841 [35] | Τὸ δεύτερον τοίνυν ὁ τῆς σφραγῖδος τύπος Στωϊκῶν ὑποθέσεσι προσήκει ταῖς σωματικῶς λεγούσαις τὰ ποιοῦντα ποιεῖν καὶ τὰ πάσχοντα πάσχειν· ὠθισμοῦ γὰρ δεδέηται καὶ ἀντιτυπίας καὶ ἐπερείσεως καὶ οὐκ ἄλλως γέγονεν· ἔδει γὰρ καὶ τὸ ποιοῦν ὦσαι καὶ τὸ πάσχον ἀντιτυπῆσαι, καὶ οὕτως ἐναποτεθῆναι τὸν τῆς σφραγῖδος τύπον. Ἔπειτα ἔξωθεν καὶ ποιεῖ τὸ ποιοῦν καὶ πάσχει τὸ πάσχον, τὸ δὲ εἶδος δι’ ὅλου χωρεῖ τοῦ ὑποκειμένου, καὶ ἔνδοθεν εἰς αὐτὸ δρᾷ· καὶ γὰρ ἡ φύσις ἔνδοθεν μορφοῖ τὸ σῶμα καὶ οὐκ ἔξωθεν ὥσπερ ἡ τέχνη, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ μετεχόμενον πελάζει τῷ μετέχοντι. Δεῖ δὲ τὰ εἴδη πάντων ἐξῃρῆσθαι καὶ μηδενὶ συμμίγνυσθαι τῶν ἄλλων· εἰ δὲ καὶ εἰσδέχοιτό τι ἀπὸ τοῦ κηροῦ ἡ σφραγὶς, πολλοῦ ἂν δέοι προσεοικέναι τοῖς εἴδεσιν, ὧν ἄχραντος ἡ οὐσία καὶ ἄδεκτος τοῦ ἀλλοτρίου παντός. Τὸ τρίτον τοίνυν τὴν ἀπὸ τῶν εἰκόνων ἀναλογίαν ἐπιπολῆς μὲν δήπου καὶ ταύτην ὁρῶμεν ποιοῦσαν τῶν εἰδῶν ὅλα τὰ ὑποκείμενα μορφούντων καὶ ἔνδοθεν, πρὸ δὲ αὖ τούτων διῃρημένον ἔχουσαν τό τε παράδειγμα καὶ τὸ ποιοῦν· οὔτε γὰρ τὸ παραδειγματικὸν γεννᾷ τὸ ἑαυτῷ ὅμοιον, οὔτε τὸ ποιητικὸν ἑαυτῷ ἀπεικάζει τὸ γιγνόμενον, τὰ δὲ θεῖα εἴδη παραδείγματά ἐστιν ὁμοῦ καὶ δημιουργικὰ τῶν ὁμοιωμάτων· οὐ γὰρ τοῖς κηροπλαστικοῖς ἔοικε τύποις, ἀλλ’ ἔχει δραστήριον τὴν οὐσίαν καὶ ἀφομοιωτικὴν πρὸς αὐτὰ τῶν δευτέρων δύναμιν. Ταῦτ’ οὖν, ὅπερ εἴπομεν, ἅπαντα, τὰς ἐμφάσεις, τὰς σφραγῖδας, τὰς εἰκόνας, λεκτέον μὲν τὴν πρώτην εἰς τὴν τῶν ἀτελεστέρων βοήθειαν, ἵνα σημήνωμεν διὰ πάντων ὅπως δι’ ὁμοιότητος ὑφέστηκε τὰ εἰδοποιούμενα τῆς πρὸς τὰς ἰδέας (εἷς γάρ ἐστι τρόπος διὰ πάντων, ὁ δι’ ὁμοιώσεως ἀναφαινόμενος)· ἰστέον γὰρ ὡς οὐδὲν ἐχούσας ἐπιστημονικὸν, οὐδὲ ἱκανῶς πάσας καταδραττομένας τῆς ἀληθινῆς μετουσίας τῶν θείων εἰδῶν. |
| in Prm 842 [20] | Ἔοικε δὲ καὶ ὁ Πλάτων διὰ ταῦτα ποτὲ μὲν εἰκόνας τὰ εἴδη λέγειν καὶ ζωγραφήμασιν εἰκάζειν, ποτὲ δὲ ἐκτυπώμασι, ποτὲ δὲ εἰδώλοις, ἐν Τιμαίῳ λέγων ὅτι τῷ δωδεκαέδρῳ διεζωγράφει τὸ πᾶν ὁ θεὸς, καὶ ὅτι ἐκτυποῦται ὑπὸ τῶν εἰδῶν τὸ πανδεχὲς, ἐν Σοφιστῇ δὲ ὅτι τὸ οὐκ ὄντως οὐκ ὂν εἴδωλόν ἐστιν, ὡς μηδενὸς τῶν τρόπων τούτων δυναμένου καθ’ ἑαυτὸν περιλαβεῖν τὸν τῆς μεθέξεως τρόπον, ἀλλ’ οὐδὲ ἄλλο τι παριστάντος αὐτοῖς. Ἴσως δὲ εἰ τὸν κυριώτατον τρόπον εὕροιμεν τῆς μετοχῆς, κατίδοιμεν ἂν καὶ ὅπη τῆς ἀληθείας ἕκαστον τούτων ἐφάπτεται, τῆς ὅλης ἀποτυγχάνον ἰδιότητος. Δεῖ τοίνυν πρὸς τὴν μετοχὴν ταύτην αἰτιᾶσθαι μὲν τὴν αὐτῶν τῶν πρωτουργῶν καὶ θείων εἰδῶν δραστήριον δύναμιν, αἰτιᾶσθαι δὲ καὶ τὴν τῶν μορφουμένων κατ’ ἐκεῖνα καὶ μετεχόντων ἐκεῖθεν εἰδοποιΐας ὄρεξιν· οὔτε γὰρ τὸ ποιητικὸν καὶ δραστήριον τῶν εἰδῶν ἱκανὸν μόνον ἀπεργάσασθαι τὴν μέθεξιν· πανταχοῦ γοῦν αὐτῶν ὄντων ὁμοίως οὐ πάντα μετείληφεν ὁμοίως· οὔτε τὸ ὀρεκτικὸν τῶν μεθεξόντων χωρὶς τῆς ἐκείνων ποιήσεως· ἀτελὴς γὰρ ἡ ὄρεξίς ἐστι καθ’ ἑαυτὴν, τὰ δὲ τέλεια καὶ γόνιμα τῆς εἰδοποιΐας ἡγεῖται. Τοῖς μὲν οὖν τὸν νοῦν τελικὸν αἴτιον ποιοῦσιν, ἀλλ’ οὐχὶ καὶ δημιουργικὸν, ἐξ ἡμισείας ὑπάρχει τὸ ἀληθές· τὴν γὰρ ὄρεξιν ἀποδόντες τοῖς αἰσθητοῖς, ἀνεῖλον ἀπὸ τοῦ θείου τὴν τῆς ποιήσεως δύναμιν ηὐτοματισμένην ποιοῦντες τὴν τούτων ὑπόστασιν· πόθεν γὰρ τούτοις ἡ ὄρεξις, ἢ ὅθεν καὶ ἡ ὕπαρξις καὶ τὸ εἶναι αὐτῶν; πῶς δ’ ἂν καὶ ὀρέγοιντο τοῦ ἀγόνου, καὶ μηδὲν εἰς αὐτὰ μήτε δυναμένου διδόναι μήτε διδόντος; Τοῖς δὲ ἐκεῖνο μὲν γόνιμον ποιοῦσι, ταῦτα δὲ μὴ ὀρεγόμενα ἐκείνου, πάλιν ἄλλως ἀτελὴς καὶ ἄτοπος ὁ λόγος· πρῶτον μὲν γὰρ πᾶν τὸ ποιοῦν εἰς τὸ παθεῖν πεφυκὸς ὑπ’ αὐτοῦ ποιεῖ καὶ εἰς τὸ δυνάμενον αὐτοῦ καταδέξασθαι τὴν ἐνέργειαν, ὥστε καὶ ὁ δημιουργός τι τοιοῦτον ποιήσει, τὸ δὲ ἐπιτήδειον εἰς ὅ τί ποτε διὰ τῆς ἐπιτηδειότητος αὐτῆς ἑαυτὸ προσάγει τῷ ποιῆσαι δυναμένῳ, τοῦτο δὲ δι’ ἐφέσεως· ἡ γὰρ προσέλευσις ὄρεξιν ἔχει τοῦ ᾧ πρόεισιν αἰτίαν· ἔπειτα καὶ πάντα ἂν ὡσαύτως εἶχεν, εἰ κατὰ μόνην ἕκαστον ἐγίγνετο τὴν θείαν ποίησιν· ἐκείνης γὰρ ὡσαύτως ἑστώσης καὶ πᾶσι παρούσης, εἰ μὴ παρὰ τὴν τούτων ἐπιτηδειότητα γίγνοιτο τὸ διάφορον, πόθεν αὐτοῖς ἡ ἐξαλλαγὴ καὶ τὸ τὰ μὲν ὡσαύτως ἀεὶ μετέχειν, τὰ δὲ ἄλλοτε ἄλλως; Ἀνάγκη γὰρ τοῖς μὲν τὸ ὑποκείμενον ἀεὶ τοιοῦτον ὑπάρχειν, οἷον κατέχειν τὸ εἶδος καὶ ἀεὶ δέχεσθαι τὴν ἐκεῖθεν δημιουργίαν, τοῖς δὲ ἄλλοις ποτὲ μὲν ἐπιτήδειον πρὸς τὴν τῶν εἰδῶν μέθεξιν, ποτὲ δὲ πρὸς τὴν τῶν ἀντικειμένων· δυνάμει γὰρ πᾶν τὸ ὂν, ἐνεργείᾳ δὲ οὐδὲν, καὶ τῆς τοῦ μᾶλλον καὶ ἧττον ἀναπεπλησμένον ἀοριστίας, ἄλλοτε ἀλλοίους ὑποδέχεται λόγους, πάντων μὲν ἀπολαύειν ἐφιέμενον, οὐ πάντων δὲ ἅμα μετέχειν δυνάμενον. |
| in Prm 843 [10] | Τῆς δ’ οὖν εἰδοποιΐας οὐ μόνον τὸ γόνιμον ἡμῖν τῆς τοῦ νοῦ δημιουργίας αἰτιατέον, ἀλλὰ καὶ αὐτὴν τὴν τούτων ὄρεξιν καὶ τὴν ἐπιτηδειότητα τὴν διάφορον, δρᾷν δὲ ἐκείνην καὶ δέχεσθαι τὴν ὑποκειμένην φύσιν, οὐκ ὤσεσι χρωμένην, ἀσώματος γάρ ἐστιν, οὐδὲ ἀορίστοις ὁρμαῖς ὡς ἡμεῖς, ἀπαθὴς γάρ ἐστιν, οὐδὲ βολαῖς τισι, τελεία γάρ ἐστιν, ἀλλ’ αὐτῷ τῷ εἶναι. Διὸ καὶ τὸ γιγνόμενον εἰκών ἐστι τοῦ ποιοῦντος συνδρόμου, τῆς νοήσεως ἐκεῖ πρὸς τὴν οὐσίαν ὑπαρχούσης· διὸ καὶ ὡς νοεῖ, ποιεῖ, καὶ ὡς ποιεῖ, νοεῖ, καὶ ἀεὶ ἑκάτερον· διὸ καὶ τὸ γιγνόμενον ἀεὶ γίγνεται παρ’ αὐτῆς· ὁμοῦ γὰρ τῷ ποιοῦντι πανταχοῦ τὸ γιγνόμενον· ὅθεν καὶ ἐν τοῖς κατὰ χρόνον ὑφισταμένοις ἐν τῷ ἐξαίφνης παραγίγνεται τὸ εἶδος τῶν πρὸ τῆς παρουσίας αὐτοῦ ποιήσεων τὰ ἐμπόδια μόνον τῆς παρουσίας ἐξαιρουσῶν· καὶ γὰρ ἡ μὲν ἐξαίρεσις κατὰ τὸ νῦν, μιμουμένη τὴν ἀθρόαν καὶ αἰώνιον τῶν πάντων γένεσιν διὰ τὴν ἐπιτηδειότητα τῆς ὑποδοχῆς. |
| in Prm 844 [5] | Πόθεν δὴ οὖν αὕτη καὶ πῶς ἐγγενομένη; τοῦτο γὰρ ἑξῆς ἐπισκεπτέον. Ἢ ἀπὸ τῆς πατρικῆς αἰτίας καὶ ποιητικῆς φήσομεν· πᾶσαν γὰρ τὴν ὑποκειμένην τῷ δημιουργῷ φύσιν, ἵνα τοῖς τὰ θεῖα σοφοῖς ἐπαναπαύσωμεν τὸν λόγον, παρήγαγε μὲν ὁ πατὴρ ὁ νοητὸς, ὅστις ποτὲ οὗτός ἐστιν, ἐμφάσεις δὲ εἰς αὐτὴν κατέπεμψεν ἄλλος πατὴρ ἅμα καὶ ποιητὴς, ὁλικῶς δὲ ἐκόσμησεν ὁ ποιητὴς ἔμπαλιν καὶ πατὴρ, συνεπλήρωσε δὲ διὰ τῆς μεριστῆς δημιουργίας ὁ ποιητὴς μόνον. Καὶ διὰ ταύτας τὰς τέτταρας αἰτίας, ἄλλη μὲν ἡ πρὸ πάσης εἰδοποιΐας ὕλη πανδεχές τι οὖσα καὶ ἄμορφον εἶδος, κατὰ τὸν Τίμαιον, ἄλλο δὲ τὸ δεξάμενον τὰ ἴχνη τῶν εἰδῶν καὶ πλημμελὲς καὶ ἄτακτον, ἄλλος δὲ ὁ ὅλος κόσμος καὶ ἐξ ὅλων ὑποστὰς πρὸς τὸ παντελὲς παράδειγμα καὶ μονογενὲς, ἄλλος δὲ ὁ ἐκ πάντων συμπεπληρωμένος τῶν ἐν αὐτῷ ζώων καὶ πάντα τε καὶ θνητὰ τῶν διαφόρων ὑποστησάντων ταῦτα πρὸ τοῦ κόσμου παντὸς αἰτίων. Ἀλλὰ τίνα μὲν τὰ αἴτια ταῦτα, θεολόγων διδάσκουσι παῖδες, καὶ διὰ ταῦτα ἄρα οὐ δεῖ σε θαυμάζειν πόθεν αἱ διάφοροι ἐπιτηδειότητες· τὰ γὰρ ἐνταῦθα δοκοῦντα εἶναι διατελέστερα τῶν ἀρχικωτέρων ἐστὶ δυνάμεων ἐν ἐκείνοις ἀποτελέσματα διὰ τὴν ἐκείνων ἀπερίγραφον περιουσίαν ἄχρι καὶ τῶν τελευταίων προϊέναι δυναμένων, καὶ τῷ ἀορίστῳ τῆς ἑαυτῶν φύσεως μιμεῖται τὴν ἐκείνων ἄῤῥητον ὕπαρξιν. |
| in Prm 845 [5] | Ἐκείνων δ’ οὖν ἔχει τὰς ἐμφάσεις τὸ ὑποκείμενον, τό τε ἓν λέγω καὶ τὰς πολλὰς καὶ διαφόρους ἐπιτηδειότητας, ἀφ’ ὧν εἰς ἔφεσιν καθιστάμενα τῶν εἰδῶν καὶ τὸ τῆς ὑποπληρώσεως τῶν δημιουργικῶν λόγων καὶ τῆς τοιαύτης συμπλοκῆς τὸν ἐμφανῆ κόσμον ὑπεδέξατο καὶ τῆς ὅλης μετέσχε ποιήσεως. Εἰ δέ γε πάλιν ἐπιποθοῖμεν ἰδεῖν τὸ συναγωγὸν τῆς τε δημιουργικῆς δυνάμεως καὶ τῆς τῶν δεχομένων ἐπιτηδειότητος, τὸ ἀγαθὸν εὑρήσομεν αὐτὸ πάσης τῆς ἑνώσεως αἴτιον ὄν· καὶ γὰρ τὰ δεχόμενα δι’ ὄρεξιν τοῦ ἀγαθοῦ πρόεισι τοῖς κοσμικοῖς αἰτίοις, καὶ τὰ δημιουργικὰ εἴδη διὰ τὸ ἀγαθὸν ποιεῖται τὴν εἰς τὰ δεύτερα πρόοδον, μιμούμενα τὴν τῶν ἀγαθῶν πάντων πηγὴν, ἣ πάσας ὑπέστησε τὰς θείας διατάξεις διὰ τὴν ἑαυτῆς ἀγαθότητα, εἰ θέμις εἰπεῖν. Ἔχομεν οὖν τριπλῶς ταύτας τὰς αἰτίας τῆς μετοχῆς, τῶν εἰδῶν τὴν ἀγαθότητα τὴν μίαν, τὴν δημιουργικὴν τῶν εἰδῶν δύναμιν, τὴν τῶν δεχομένων τὰς ἐκεῖθεν ἐλλάμψεις ἐπιτηδειότητα. Κατὰ δὴ ταύτας τὰς αἰτίας τῆς μετοχῆς γιγνομένης, ὁρᾷς ὅπως καὶ τῇ ἐμφάσει καὶ τῇ ἀνακλάσει προσεικάζειν αὐτὴν δυνατόν· καὶ γὰρ ἡ ἐπιτηδειότης καὶ ἡ ὄρεξις τούτοις ἄνωθεν αἰτία γιγνομένη τῆς πρὸς ἐκεῖνα πάλιν αὐτοῖς ἐπιστροφῆς· καὶ τῇ σφραγῖδι μέντοι τρόπον ἕτερον· ἡ γὰρ δραστήριος τῶν αἰτιῶν δύναμις ἴχνη τῶν εἰδῶν ἐνδίδωσι τούτοις καὶ τύπους φαινομένους ἀπὸ τῶν ἀφανῶν· καὶ τρίτον αὐταῖς εἰκόσιν· ἔφαμεν γὰρ καὶ τὴν δημιουργικὴν αἰτίαν ἀμφοτέρων εἶναι συμπλεκτικήν· τοιοῦτον δέ τι καὶ ὁ τὴν εἰκόνα ποιῶν δρᾷ, συνάγει πως τό τε ὑποκείμενον καὶ τὸ παράδειγμα· τοῦτο γὰρ ἐνεργὸν ποιήσας ἀποτίθεται τὸν ἐκείνῳ προσόμοιον τύπον, ὥστε καὶ ταῦτα ἐφάπτεταί πη τῆς ἀληθείας. |
| in Prm 846 [5] | Εἰ δὲ ἀδυνατεῖ τὸ ὅλον πρᾶγμα περιλαβεῖν ἕκαστον, οὐ θαυμαστόν· ταῦτα γὰρ πάντα μεριστὰ καὶ αἰσθητὰ, τούτοις δὲ ἀπερίληπτος ἡ τῶν ἀφανῶν καὶ θείων αἰτιῶν ἰδιότης, ἀλλ’ ἀγαπητὸν εἰ καὶ λόγῳ δυναίμεθα δηλοῦν αὐτήν. Ἐπειδὴ δὲ, ὡς ὑπομέμνησται πολλάκις, ἀεὶ τὰ δεύτερα τῶν πρὸ αὑτῶν ἐξήρτηται, δῆλον ὡς τὰ μὲν οὐράνια τῶν θείων εἰδῶν ἐξάψομεν κἀκεῖθεν ὑποδέχεσθαι τὴν σύμπασαν εἰδοποιΐαν φήσομεν, τὰ δὲ θνητὰ καὶ ἐκ τῶν οὐρανίων πολλὴν καταδέχεσθαι ποικιλίαν ἐν ταῖς γενέσεσι, καὶ οὕτω τὸν ὅλον κόσμον ἀπὸ τῶν ὅλων εἰδῶν τὴν φαινομένην πᾶσαν τάξιν εἰληχέναι καὶ τὸ ἓν εἶδος τὸ τῶν ἐν αὐτῷ πάντων συνεκτικόν. Ταῦτα μὲν οὖν περὶ τούτων. Εἰωθότων δὲ θρυλλεῖν τρόπους τινὰς μετοχῶν τρεῖς, τύπωσιν, ἔμφασιν, ὁμοίωσιν (μετέχει μὲν γὰρ ὁ κηρὸς τῆς τυπουμένης μορφῆς ὑπὸ τῆς σφραγῖδος, δέχεται δὲ τὸ ὕδωρ τὰς τῶν ὁρωμένων ἐμφάσεις εἴδωλα, τάδε δοκοῦντα μὲν εἶναι, ὄντα δὲ οὐδαμῶς· καὶ τρίτον ὁμοιοῦται τῷ Σωκράτει πλαττόμενος ὁ κηρὸς ἢ γραφόμενος ὁ πίναξ), καὶ τούτων ὅπως διενηνόχασιν ἀλλήλων προδήλων ὄντων, ἤδη μέν τις τῶν πάνυ γενναίων κατὰ πάντας τοὺς τρόπους ἔφατο γίγνεσθαι τὴν μετοχήν· καὶ γὰρ τυπωτικῶς μετέχειν τὰ αἰσθητὰ τῶν εἰδῶν, ἀλλὰ τῶν φυσικῶν· οὗτοι γὰρ οἱ λόγοι δύνουσί πως ὡς σφραγῖδες κατ’ αὐτῶν· καὶ ἐμφάσεις δέχονται εἰδητικῶς, ἀλλ’ ἀπὸ τῶν ψυχικῶν εἰδῶν· ὅθεν καὶ οἷον εἴδωλα γίγνεται ψυχῶν ζωοποιούμενα παρ’ αὐτῶν τρανεστέραις ζωαῖς, καὶ ὡς εἰκόνες ὁμοιοῦνται τοῖς εἴδεσι τοῖς νοεροῖς, ὡς καὶ ὁ Τίμαιός φησιν εἰκόνα τοῦ νοητοῦ ζώου τὸ αἰσθητόν· δι’ ἃ δὴ, φησὶν, εἰκόνες μὲν ταῦτα τῶν νοερῶν εἰδῶν, ἔνοπτρα δὲ τῶν ψυχικῶν, τυπώματα δὲ τῶν φυσικῶν. |
| in Prm 847 [30] | Ἐμοὶ δὲ ἀστεῖα μὲν εἶναι καὶ ταῦτα δοκεῖ, καὶ μάλιστα ὅτι πολλαχοῦ τὰ τρία ταῦτα συμπλεκόμενα θεωρεῖν ἔξεστιν· αὐτίκα τοῦ σπουδαίου καὶ σώφρονος ἀνδρὸς τὸ σῶμα φαίνεται δήπου καὶ αὐτὸ καλὸν καὶ ἐράσμιον, μεταλαμβάνον μὲν τοῦ φυσικοῦ κάλλους προσεχῶς καὶ ὑπ’ αὐτοῦ τυπούμενον εἰς τὸν ὄγκον τὸν σωματικὸν, ἐμφάσεις δὲ ἀπὸ τοῦ ψυχικοῦ κάλλους δεχόμενον, ὡς ἴχνος ἐκείνου φέρον ἔσχατον διὰ μέσης τῆς ψυχῆς πρὸς αὐτὸ τὸ καλόν· διὸ καὶ ἀπὸ τῆς ἐμφάσεως ταύτης τὸ εἶδος τῆς ζωῆς δηλοῦται σωφρονικὸν ἢ ἀνδρικὸν ὂν καὶ σεμνὸν ἤ τι τοιοῦτον ὁμοιούμενον. Καὶ τὸ ἄγαλμα μὲν τὸ ἔμψυχον μετέλαβε μὲν τυπικῶς, εἰ τύχοι, καὶ τῆς τέχνης τοιῶσδε μεμορφωμένον τορνευούσης αὐτὸ καὶ ξεούσης καὶ ἐκτυπούσης, ἐμφάσεις δὲ ἔσχε ζωτικὰς ἀπὸ τοῦ παντὸς δι’ ἃς καὶ ψυχοῦσθαι λέγεται, ὡμοίωται δὲ ὅλον πρὸς τὸν θεὸν οὗ ἐστιν ἄγαλμα· τὰ γὰρ σύμβολα, δι’ ὧν ὁ τελεστὴς ᾤκισεν αὐτὸ πρὸς τήνδε τὴν τάξιν ὅμοιον, πρὸς ἐκείνην ἀπεργάζεται τεταγμένος ἀνάλογον τῷ δημιουργοῦντι τὴν εἰκόνα πρὸς τὸ παράδειγμα τὸ οἰκεῖον. Κάλλιον δὲ ἴσως καὶ θεολογικώτερον μὴ διῃρημένως οὕτω λέγειν, ἀλλὰ τῶν νοερῶν εἰδῶν καὶ μετέχειν ὡς παρόντων φάναι τὰ αἰσθητὰ, καὶ ἐμφάσεις δέχεσθαι, καὶ ὡς εἰκόνας ὁμοιοῦσθαι πρὸς αὐτά. |
| in Prm 848 [30] | Καὶ γὰρ ὁ Πλάτων ἐν αὐτοῖς τούτοις τὰ τῇδε μεταλαμβάνειν ἁπλῶς ἔφατο τῶν εἰδῶν ὡς ἂν τῶν πρώτων εἰδῶν κατὰ πάντας τοὺς τρόπους μετεχομένων ὑπὸ τῶν αἰσθητῶν. Τρεῖς εἰσι μεταξὺ τάξεις θεῶν, ἡ τῶν ἐγκοσμίων, ἡ τῶν ἀπολύτων, ἡ τῶν ἡγεμονικῶν· διὰ μὲν τὴν τῶν ἐγκοσμίων θεῶν τάξιν τυπικῶς μεταλαμβάνειν τὰ τῇδε τῶν εἰδῶν· οὗτοι γάρ εἰσιν οἱ προσεχῶς αὐτοῖς ἐπιστατοῦντες· διὰ δὲ τὴν τῶν ἀπολύτων ἐμφάσεις δέχεσθαι· καὶ γὰρ οὗτοι πῶς μὲν ἐφάπτονται αὐτῶν, πῶς δὲ οὒ, καὶ ταῖς ἐξῃρημέναις ἑαυτῶν δυνάμεσιν εἴδωλα τῶν πρώτων παρέχονται ταῖς αἰσθητοῖς· διὰ δὲ τὴν τῶν ἀφομοιωτικῶν (οὗτοι γάρ εἰσιν οὓς ἡγεμονικοὺς κεκλήκαμεν) ὁμοιοῦσθαι τὰ αἰσθητὰ τοῖς νοεροῖς. Διὰ δὲ τὴν μίαν ἄρα δημιουργικὴν πηγὴν καὶ αἰτίαν καὶ ἡ τύπωσις καὶ ἡ ἔμφασις καὶ ἡ ὁμοίωσις γίγνεται καὶ διὰ τὴν ἀγαθότητα αὐτῆς τὴν τελεσιουργὸν τῶν ὅλων. Τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω μοι συντόμως· ἐπὶ δὲ τὴν λέξιν μετὰ ταῦτα χωρητέον καὶ πειρατέον ἕκαστα προβιβάζειν εἰρημένοις. Ἐξ ἀρχῆς οὖν οὕτω λεκτέον· τὸ μὲν δοκεῖ σοι προκαλεῖται τὸ δόγμα τὸ Σωκρατικὸν καὶ ἀνεγείρει πρὸς τὴν ἐπίβλεψιν αὐτὸν τὴν ἑαυτοῦ· συνεχέστερον γὰρ ἀτενίζων εἰς ταύτην τὴν περὶ τῶν ἰδεῶν ὑπόθεσιν τελεωτέραν αὐτῆς ἐποιήσατο τὴν ἀντίληψιν. Τὸ δὲ ὡς φῂς κατὰ κοινὴν ὁμολογίαν προάγοντός ἐστι τὸν λόγον· οὐ γὰρ τοῦτο πρόκειται νῦν ἐκεῖνον ἐκ τῶν αὑτοῦ θεωρημάτων καταβάλλειν, ἀλλὰ ταῖς κοιναῖς ἀρχαῖς τὰς ἀκολούθους ἀποδείξεις ἀνευρεῖν· μαιεία γάρ ἐστι καὶ οὐκ ἔλεγχος, ὡς ἤδη πολλάκις ὑπεμνήσαμεν. |
| in Prm 849 [5] | Τὸ δὲ εἴδη εἶναι ἄττα αὐτοῖς προείρηται, ὥς τινων τὰ εἴδη καὶ οὐ πάντων, οὐδὲ ὅσων αἴτιον τὸ ἕν· οὐδὲ γὰρ τοσούτων τὸ ὂν ὅσων τὸ ἕν. Τὸ δὲ ὧν τάδε τὰ ἄλλ α, καὶ διὰ τοῦ τάδε τό τε αἰσθητὸν καὶ μερικὸν αὐτῶν ἐδήλωσε, καὶ διὰ τοῦ τὰ ἄλλα τὸ διῃρημένον. Πόῤῥω γὰρ ὄντα τῶν οἰκείων ἀρχῶν ἀπὸ μὲν τῆς ἐκείνων ὁλότητος εἰς μερικὸν κατέληξεν, ἀπὸ δὲ τῆς ἑνώσεως αὐτῶν εἰς πᾶν προελήλυθε σκεδασμοῦ καὶ ἑτερότητος· ἐνταῦθα γὰρ τὸ Ἐμπεδόκλειον νεῖκος καὶ ὁ γιγαντικὸς πόλεμος, ἐκεῖ δὲ ἡ φιλία καὶ ἡ ἕνωσις καὶ ἡ ἑνοποιὸς τῶν ὅλων θεός. Καὶ μὴν καὶ τὸ τὰς ἐπωνυμίας τῶν εἰδῶν ἐκείνων ὥσπερ καὶ τὴν οὐσίαν μεταδίδοσθαι τοῖς τῇδε πάνυ δαιμονίως εἴρηται καὶ τῶν Πλατωνικῶν ἀρχῶν ἐπαξίως. Ὅσοις μὲν γὰρ ἔδοξε θέσει τὰ ὀνόματα μόνον εἶναι, οὗτοι καὶ τῆς θέσεως τοὺς πολλοὺς κυρίους ἐποίησαν, καὶ ἀπὸ τῶν αἰσθητῶν ἔχειν τὴν ἀρχὴν τὰ ὀνόματά φασι· ταῦτα γὰρ ὑπόπτωτα τοῖς πολλοῖς ὄντα πρῶτα τετευχέναι τῶν οἰκείων ὀνομάτων, ἀπὸ δὲ τούτων κατά τινας ἀναλογίας τοὺς ἐμφρονεστέρους ὀνόματα καὶ αὐτοὺς θέσθαι ταῖς ἐμφανέσιν οὐσίαις· εἰ οὖν καὶ ὁ θεὸς λέγοιτο ζῶον ἀΐδιον παρ’ αὐτοῖς, καὶ τοῦτό ἐστι τὸ αἰσθητὸν, τοῦτο μὲν πρώτως ἕξει τὴν τοιαύτην προσηγορίαν, ἐκεῖνο δὲ δευτέρως, καὶ κατὰ ἀναλογίαν ἡμῶν τὴν ἐπωνυμίαν μεταφερόντων, οὐδὲν διαφέρον εἴτε ζῶον τοῦτο καλοίη τις, εἴτε καὶ ἄλλο ὁτιοῦν αὐτῷ θείη τὸ ὄνομα· προσαρμόττειν ἄλλα ἄλλοις λέγουσι πράγμασι, καὶ ἕκαστον εἰκόνα τινὰ φέρειν τοῦ πράγματος ἐφ’ ᾧ κεῖται, καὶ τάς τε τῶν στοιχείων δυνάμεις καὶ τὴν σύνθεσιν αὐτῶν τὴν τοιάνδε καὶ τὸν ἀριθμὸν ἄγαλμα ἐδέδοκτο ποιεῖν ἕκαστον τοῦ τυγχάνοντος· εἶναι γὰρ τὸ πρᾶγμα τυγχάνον. |
| in Prm 850 [5] | Οὗτοι δήπου καὶ τοῖς ἔμφροσιν ἀναθήσουσι τὴν τῶν ὀνομάτων εὕρεσιν, ὥς φησιν ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης ὑπὸ τῷ διαλεκτικῷ τὰ ὀνόματα τιθέμενος, καὶ ἕκαστον πρώτως μὲν ἐπὶ τῶν ἀΰλων εἰδῶν κεῖσθαι, δευτέρως δὲ ἐπὶ τῶν αἰσθητῶν· ἐπειδὴ γὰρ ἔμφρονες ὑπόκεινται καὶ διαλεκτικῆς ἀπολαύσαντες, δῆλον ὅτι γιγνώσκουσι τὰ ἄϋλα εἴδη καὶ ἀκριβῶς ὄντα ἅ ἐστι πρὸ τῶν ἐνύλων καὶ φαινομένων, καὶ ὅτι μᾶλλον ἐκεῖνα καὶ ὀνομάζειν καὶ γιγνώσκειν ἢ ταῦτα δυνατόν. Τὸ γοῦν ἐνταῦθα λεγόμενον ἴσον ἀναπέπλησται τοῦ ἐναντίου· καθαρῶς οὖν ἴσον οὐκ ὂν πῶς ἂν ἔχοι κυρίως τὴν τοῦ ἴσου προσηγορίαν, ὅμοιον ὡς εἴ τις τὸ πυροειδὲς ἐκάλει πῦρ μὴ σῶζον τὴν ἰδιότητα τοῦ πυρός; Ἀλλὰ καὶ ἄνθρωπος ἂν λέγῃς, οὐδὲ τοῦτο περὶ τοῦ αἰσθητοῦ κυρίως· ἐρεῖς γὰρ, φαινόμενος ἄνθρωπος πολλαχῆ καὶ οὐκ ἄνθρωπός ἐστι. Τὰ γοῦν μόρια τὰ ἐν αὐτῷ ἐξ ὧν ἐστιν οὐκ εἰσὶν ἄνθρωποι· μοναχῶς οὖν ἄνθρωπος ὢν πολλαχῶς οὐκ ἄνθρωπός ἐστιν· ὁ δὲ αὐτοάνθρωπος οὐ πῆ μὴν ἄνθρωπός ἐστι, πῆ δὲ οὒ, ἀλλ’ ὅλος δι’ ὅλου τοιοῦτος, καὶ ὅ τι ἂν αὐτοῦ λάβοις ἄνθρωπός ἐστιν, ὥσπερ δὴ καὶ τὸ τοῦ καλοῦ πᾶν μέρος καλὸν, καὶ τὸ τῆς κινήσεως κίνησις. Ὅλως γὰρ οὐδὲν τῶν εἰδῶν ἐκ τῶν ἀντικειμένων αὐτοῖς ὑφέστηκεν· οὔτε γὰρ ἐξ ἀνοήτων ὁ νοῦς, οὔτε ἐκ μὴ ζώντων ἡ ζωὴ, οὔτε ἐκ μὴ κινήσεων ἡ κίνησις, οὔτε καλὸν ἐκ μὴ καλῶν, ὥστε οὐδὲ ἄνθρωπος ἐκ μὴ ἀνθρώπων, οὐδὲ ἄλλο οὐδὲν ἐκ μὴ τοιούτων οἷον αὐτό ἐστιν· ἦν γὰρ ἂν σύνθετον καὶ ἐπεισοδιῶδες ἔχον τὸ ἰδίωμα γεγονὸς ἐκ μὴ τοιούτων, οἷον αὐτὸ λέγεταί τε καί ἐστιν. |
| in Prm 851 [5] | Ὁρᾷς οὖν ὅτι καὶ τὸ ἄνθρωπος ἐπὶ μὲν τοῦ νοεροῦ εἴδους λέγεται κυρίως, ἐπὶ δὲ τοῦ αἰσθητοῦ οὐ κυρίως οὐδὲ πάντη ἀληθῶς. Τὰ ἄρα ὀνόματα, εἴπερ ἐστὶν ἀγάλματα τῶν πραγμάτων λογικὰ, τῶν ἀΰλων ἐστὶν εἰδῶν πρώτως, δευτέρως δὲ τῶν αἰσθητῶν· ἐκεῖθεν ἄρα καὶ τὴν οὐσίαν ἔχει καὶ τὴν ἐπωνυμίαν τὰ τῇδε, καθάπερ ἐν ἄλλοις τέ φησι καὶ ἐν τούτοις ὁ Πλάτων, ἅμα καὶ διὰ τὰς ἐπωνυμίας ἐνδειξάμενος ὅτι ἄρα καὶ τὸ ὄνομα τούτοις ἐπίθετόν ἐστιν ὥσπερ καὶ τὸ εἶναι ἐπισκεύαστον, οἷον εἴ τις πρᾶγμα οὐ σεμνὸν ἐπιχειρεῖ σεμνῶς ὀνομάζειν, οὐ τὸ αὐτὸ δηλούσης αὐτῷ τῆς ἐπωνυμίας ἐπὶ τοῦ μὴ σεμνοῦ· καὶ γὰρ ἐνταῦθα τὸ ἄνθρωπος, τὸ ὄνομα λέγω, ἄλλως μὲν ἄγαλμα τοῦ θείου λέγοις ἂν εἴδους, ἄλλως δὲ τοῦ αἰσθητοῦ. Καίτοι πολλοῖς τισιν ἔδοξεν ὁ Πλάτων τοῖς μὲν συνωνύμως, τοῖς δὲ ὁμωνύμως τὰ αὐτὰ κατηγορεῖν τῶν τε νοητῶν καὶ αἰσθητῶν· ἐμοὶ δὲ δοκεῖ τρόπον ἕτερον ὁμωνύμως λέγειν καὶ οὐχ ὃν ἐκεῖνοι προειλήφασιν· οὐ γὰρ οὕτως ὁμώνυμον τὸ ἄνθρωπος, ὡς ὄνομα ψιλὸν κατὰ δυοῖν πραγμάτοιν κείμενον, ἀλλ’ ὡς ἀφομοιούμενον πρώτως μὲν ἐκείνῳ, δευτέρως δὲ τούτῳ, διὸ καὶ οὐ ταὐτόν ἐστιν ὁ ἄνθρωπος ὅταν ἐπὶ τοῦ νοητοῦ λέγωμεν καὶ ὅταν ἐπὶ τοῦ ἐνύλου· τὸ μὲν γὰρ θείου πράγματός ἐστιν εἰκὼν, τὸ δὲ αἰσθητοῦ. Ἀλλ’ οἷον εἴ τις αὐτὴν τὴν Ἀθηνᾶν ἰδὼν τοιαύτην, οἵαν Ὅμηρός φησι, Πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει, Ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· Ἡ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο Τεύχεσιν ἐς πόλεμον θωρήσσετο [δακρυόεντα] · εἰ δ’ οὖν τις ταύτης τυχὼν τῆς θέας ἐθέλοι γράψαι τῆς Ἀθηνᾶς ἧς εἶδεν εἰκόνα καὶ γράψειεν, ἕτερος δὲ τὴν Φειδίου θεασάμενος, ἐχέτω δὲ σχῆμα ταὐτὸν, ἐθέλοι καὶ αὐτὸς εἰς πίνακα τὸ εἶδος μεταγαγεῖν καὶ μεταγάγοι, δοκοῦσι μὲν αὐτῶν αἱ εἰκόνες τοῖς ἐπιπολῆς οὐδὲν διαφέρειν, ἔχει δὲ ἄλλην μὲν ἔμφασιν ἡ τοῦ τὴν θεὸν ἰδόντος, ἀπεψυγμένην δὲ ἀφομοίωσιν, ἅτε ἀψύχου πράγματος οὖσαν, ἡ τοῦ τὴν χαλκῆν μιμησαμένου. |
| in Prm 852 [5] | Τὸν αὐτὸν δὴ τρόπον, καὶ τὸ ἄνθρωπος ἐπ’ ἀμφοῖν λεγόμενον οὐχ ὡσαύτως ἐστὶν ἀμφοτέρων εἰκών· οὗ μὲν γάρ ἐστι παραδείγματος εἰκὼν, οὗ δὲ εἰκόνος καὶ εἰδώλου εἴδωλον. Οὕτω καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τὸν ἔρωτα τὸ ὄνομα τότε μὲν ἄλλως ἐξηγήσατο, βλέπων εἰς τὸν θεῖον Ἔρωτα, καὶ πτερωτὸν αὐτὸν εἰπὼν, τοτὲ δὲ ἄλλως, βλέπων εἰς τὸ εἴδωλον ἐκείνου καὶ περὶ τὴν ῥώμην τῆς ἐπιθυμίας αὐτὸν ἔρωτα καλεῖσθαι λέγων. Ὥσπερ οὖν τὸ εἶναι οὐ ταὐτὸν, οὕτως οὐδὲ τὸ ὄνομα ταὐτόν· καὶ ὡς τὸ εἶναι τοῖς ἀκυρωτέροις ἀπὸ τῶν κυριωτέρων, οὕτω καὶ τὸ ὄνομα τοῖς δευτέροις ἀπὸ τῶν προτέρων. Ὅλως γὰρ, ἐπεὶ διὰ τῶν ὀνομάτων τὰς διακεκριμένας περὶ τῶν πραγμάτων ἐννοίας βουλόμεθα σημαίνειν, ἡ δὲ διάκρισις καὶ ἄμικτος καθαρότης ἐκείνοις ἂν ἐφαρμόζοι τὰ ὀνόματα πρώτως, ἀλλ’ οὐ τούτοις ἐν οἷς πολλὴ πρὸς τὰ ἐναντία σύμμιξίς ἐστι, τῷ λευκῷ πρὸς τὸ μέλαν, τῷ ἴσῳ πρὸς τὸ ἄνισον, τοῖς τοιούτοις. Ἐπεὶ καὶ εἴ τις θεῖτο τοὺς πολλοὺς ὀνοματοθέτας γεγονέναι, καὶ οὐ τοὺς σοφοὺς, φαίη ἂν καὶ τούτους ὁ Πλάτων κατὰ τοὺς ἐν Γοργίᾳ ποιοῦντας ἃ βούλονται, ὀνομάζειν μὲν ἃ δοκεῖ αὐτοῖς, μὴ ὀνομάζειν δὲ ἃ βούλονται· ὅταν γὰρ τουτὶ τὸ ἴσον καλῶσι πρώτως, ἔννοιαν ἔχοντες ἁπλῶς ἰσότητος, ἐπιφέρουσι τούτῳ τὴν τοῦ ἴσου προσηγορίαν, καὶ οἴονται μὲν τοῦτο ὀνομάζειν, ἀποφέρονται δὲ ἐπὶ τὸ πρώτως ἴσον, ἐκεῖνο γὰρ μόνως ἴσον καὶ ἄνισον. Ἀλλ’ ὅτι μὲν τὰ ὀνόματα πρώτως ἐπὶ τῶν νοητῶν ἐστιν εἰδῶν καὶ ἐκεῖθεν ἥκει μετὰ τῆς οὐσίας τοῖς αἰσθητοῖς, ἐκ τούτων δῆλον· δεῖ δὲ γιγνώσκειν ὅτι ταῦτα εἴρηται περὶ τῶν ὀνομάτων, ὧν ἡ ἡμετέρα ψυχὴ δύναται θεωρεῖν, ἐπεὶ πολλαὶ τάξεις εἰσὶ καὶ τῶν ὀνομάτων, ὥσπερ δὴ καὶ τῶν γνώσεων· καὶ τὰ μὲν αὐτῶν θεῖα λέγεται, δι’ ὧν οἱ καταδεέστεροι θεοὶ τοὺς πρὸ αὑτῶν ὀνομάζουσι, τὰ δὲ ἀγγελικὰ, δι’ ὧν οἱ ἄγγελοι ἑαυτούς τε καὶ τοὺς θεοὺς, τὰ δὲ δαιμόνια, τὰ δὲ ἀνθρώπινα. |
| in Prm 853 [5] | Καὶ τὰ μέν ἐστι ῥητὰ καὶ ἡμῖν, τὰ δὲ ἄῤῥητα, καὶ ὅλως, ὥσπερ ἡμᾶς ὁ Κρατύλος ἀναδιδάσκει, καὶ πρὸ τούτου ἡ ἔνθεος παράδοσις καὶ γνῶσις καὶ ὀνομασία διάφορός ἐστι καὶ ἐξῃρημένη τῆς ἡμετέρας παρ’ αὐτοῖς τοῖς θεοῖς. Οἷον ὁμοιότητος μὲν μεταλαβόντα ὅμοι α , μεγέθους δὲ μεγάλ α , κάλλους δὲ καὶ δικαιοσύνης δίκαιά τε καὶ καλὰ γίγνεσθα ι ; — Πάνυ γ ε , φάναι τὸν Σωκράτ η. (P. 131 A.) Περὶ μὲν τῆς ὁμοιότητος εἴρηται καὶ πρότερον ὅτι τοῦτο ἴδιον αὐτῆς ἀφομοιοῦν τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὸν ἕνα σύνδεσμον τῶν ὅλων συνέχειν· ὅθεν καὶ οὐχ ἁπλῶς συμβεβηκὸς τῶν τῇδε πραγμάτων, ἀλλὰ τελειωτικὸν τῆς ἑκάστων οὐσίας· τὸ γὰρ τέλειον ἑκάστοις παραγίγνεται κατὰ τὴν πρὸς τὸ νοερὸν εἶδος ὁμοίωσιν. Ὡς γὰρ τέλος τῆς ψυχῆς ἐστιν ἡ πρὸς τὸν νοῦν ὁμοίωσις, οὕτω καὶ τῶν αἰσθητῶν ἐστι πάντων ἀγαθὸν ἡ πρὸς τὰ νοερὰ καὶ θεῖα εἴδη ὁμοιότης. Τό τε οὖν κοινὸν αὐτοῖς καὶ τὸ τελεσιουργὸν πόθεν ἢ ἐκ τῆς νοερᾶς ὁμοιότητος, εἰ δὲ βούλει, καὶ τὸ συμπληρωτικὸν τῆς οὐσίας; ἑκάστου γὰρ τὸ εἶναι κατὰ τοῦτο ἀφώρισται, τὸ ὁμοιοῦσθαι λέγω τοῖς νοητοῖς· καὶ διότι ἐκείνοις ὡμοίωται, διὰ τοῦτο δὴ καὶ ἔστιν ὅ ἐστιν ἕκαστον. Ὑπὲρ δὲ τοῦ μεγέθους εἰδέναι χρὴ τοὺς τῆς ἀληθείας φιλοθεάμονας, ὅτι οὐχ ἁπλῶς τοῦτ’ ἔστι τὸ τῆς διαστάσεως αἴτιον· οὐδὲ γὰρ τοιοῦτόν ἐστι τοῦτο τὸ μέγεθος, ὁποῖον γεωμετρῶν παῖδες λέγουσιν· ἐκεῖνοι μὲν γὰρ τὸ ὁπωσοῦν διαστατὸν μέγεθος προσαγορεύουσιν, εἴτε γραμμὴν, εἴτε ἐπίπεδον, εἴτε στερεὸν λαμβάνομεν· ὁ δὲ Πλάτων οὐ τὸ παντὸς διαστήματος αἴτιον εἶδος μέγεθος προσαγορεύειν εἴωθεν, ἀλλ’ ὃ τὴν καθ’ ἕκαστον γένος ὑπεροχὴν παρέχει τοῖς πράγμασιν. |
| in Prm 854 [35] | Οὕτως ἄρα καὶ ἐν Φαίδωνι διὰ μὲν τὸ μέγεθος μέγα προσαγορεύειν εἴωθε, καὶ ἄλλο ἄλλου γίγνεσθαι μεῖζόν φησι, διὰ δὲ τὴν σμικρότητα ἄλλο ἄλλου ἔλαττον· καίτοι καὶ ἐν τῷ ἐλάττονι διάστημά τί ἐστι, καὶ ἦν ἂν καὶ ἐν τούτῳ τὸ γεωμετρικὸν μέγεθος, ἀλλ’ οὐ τοιοῦτο τὸ αὐτομέγεθος, ἀλλ’ οἷον τὸ αἴτιον τῆς ὑπεροχῆς καὶ τῆς ἐξῃρημένης δυνάμεως, ἀπὸ θεῶν ἀρχόμενον καὶ προϊὸν μέχρι τῶν ἐσχάτων. Οὕτω γὰρ καὶ αὐτὸς ἐν Φαίδρῳ μέγαν ἡγεμόνα τὸν Δία προσείρηκεν, ὡς ὑπερέχοντα τῶν ἄλλων ἡγεμόνων καὶ ὄντα πάντων ἡγεμονικώτερον· ἐν δὲ τῷ Συμποσίῳ τὸν Ἔρωτα δαίμονα μέγαν, ὡς τὴν ἀκρότητα κατειληφότα τοῦ δαιμονίου. Εἰ δὲ καὶ ψυχὰς εἰώθαμεν λέγειν ὡς μεγαλοψύχους τινὰς καὶ μεγαλόφρονας, εἴη ἂν τὸ μέγα καὶ ἐν ταύταις οἰκείως· καὶ ἄλλως, κατὰ τὸ μεγαλουργὸν καὶ μεγαλοπρεπές· διὸ καὶ ἐν Πολιτείᾳ ταῖς φιλοσόφοις φύσεσιν ἀπονέμει τὸ μεγαλοπρεπὲς, ὡς ὕψους καὶ μεγέθους ἀντεχομένας. Εἰ δὲ καὶ ἐν σώμασιν ἄλλο ἄλλου μεῖζόν ἐστι καὶ ὑπερανέχον διὰ τὸ αὐτὸ μέγεθος, ὥς φησιν ὁ ἐν Φαίδωνι Σωκράτης, εἴη ἂν καὶ ἐν τούτοις τὸ μέγα κατὰ τὴν αὐτῶν τάξιν. Ἄνωθεν ἄρα διήκει καὶ μέχρι τῶν ἐσχάτων· ἐν μὲν θεοῖς ἑνιαίως, τοῦτο δέ ἐστι κατὰ τὴν τῆς ἑνώσεως ὑπερβολὴν θεωρούμενον· ἐν δὲ δαίμοσι δυνατῶς, τοῦτο δέ ἐστι κατὰ τὴν δύναμιν· δαίμοσι γὰρ ἡ δύναμις οἰκεία, καὶ τὸ ἐν τούτοις μέγα τὸ δυνατώτερόν ἐστιν· ἐν δὲ ψυχαῖς ζωτικῶς, κατὰ γὰρ τὸ ὑψηλότερον τῆς ζωῆς εἶδος ἐν ταύταις ἐστὶ τὸ μεῖζον· ἐν δὲ σώμασι διαστηματικῶς· ὅπου μὲν γὰρ ἡ ὑπεροχὴ κατὰ τὴν ἕνωσιν, ὅπου δὲ κατὰ τὴν δύναμιν, ὅπου δὲ κατὰ τὸ εἶδος τῆς ζωῆς, ὅπου δὲ κατὰ τὸ πηλίκον μόνον καὶ τὴν διάστασιν, πανταχοῦ δὲ τὴν αὐτὴν ἰδιότητα παρεχόμενον. |
| in Prm 855 [40] | Εἰ οὖν κοινόν ἐστι καὶ πανταχοῦ διῆκον, ἔχει προηγουμένην αὑτοῦ νοερὰν αἰτίαν. Καὶ μὲν καὶ τὸ αὐτόκαλλος εὐμετρίας ἐστὶ χορηγὸν καὶ ἑνώσεως τοῖς εἴδεσι καὶ τῆς ἐρασμίου τελειότητος, ὃ καὶ ψυχαῖς δίδωσι τὸ ἐν αὐταῖς καλὸν, καὶ σώμασι προσλάμπει φέγγος ἀφ’ ἑαυτοῦ καλλοποιὸν, οἷον ἄνθος ἐν αὐτοῖς ὂν, καὶ ἐποχούμενον τοῖς πολλοῖς εἴδεσι, καὶ τὸν λόγον τῶν ὑλικῶν αἰτιῶν ἐπικρατέστερον ποιοῦν. Δεῖ γὰρ τὴν ἐπικράτειαν τοῦ λόγου καὶ τοῦ εἴδους προηγεῖσθαι τῆς τοῦ κάλλους παρουσίας, ὅθεν δὴ καὶ τὰ οὐράνια τῶν τῇδε μᾶλλον καλά· τὸ γὰρ εἶδος ἐκεῖ κρατεῖ τελέως τῆς ὑποκειμένης φύσεως· τὰ δὲ νοητὰ τῶν οὐρανίων μᾶλλον, εἴδη γάρ ἐστι μόνον. Ἐκεῖνο οὖν τὸ πρώτως καλὸν στίλβον ἐναργέστατα καὶ τὸ κυρίως καλόν· τὸ γὰρ ἐνταῦθα συμμιγές ἐστι πρὸς τὸ αἶσχος. Ὡς γὰρ ἡ ὕλη καλοῦ μετέσχε διὰ τὸ εἶδος, οὕτω τὸ εἶδος αἴσχους ἀνεπλήσθη διὰ τὴν ὕλην· αὕτη γὰρ αἰσχρὰ καὶ ἀκαλλής. Λοιπὸν δὴ τὴν δικαιοσύνην εἴπωμεν ὡς αὐτοπραγίας τοῖς εἴδεσιν αἰτία· διὰ γὰρ ταύτην ἕκαστον ἐν ἑαυτῷ ἐστι καὶ ποιεῖ τὸ ἐπιβάλλον ἑαυτῷ· καὶ οὐ τὸ μὲν μέγεθος μικρὰ ποιεῖ, ἡ δὲ σμικρότης ὑπεροχὰς δίδωσιν, οὐδὲ ἡ μὲν ὁμοιότης διαιρεῖ τὰ δεύτερα τῶν πρώτων, ἡ δὲ ἀνομοιότης συνάγει καὶ ἑνοῖ, ἀλλ’ ἑκάστη τῶν ἰδεῶν τὸ οἰκεῖον ἔργον ἀποπληροῖ, καὶ τὴν ἑαυτῆς ἐνέργειαν ἐνεργεῖ, καὶ πρὸς ἑαυτὴν ἔστραπται, καὶ ἑαυτῆς ἐστι. Καὶ οὐ μόνον ἐπὶ τῶν νοητῶν οὕτως, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ πᾶσαι αἱ δυνάμεις τὸ αὑτῶν ἑκάστη πράττουσι, καθάπερ φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης. Καὶ ἐν ἡμῖν τότε δικαιοσύνη ἐστὶν, ὅταν τὰ μόρια τὴν ἑαυτῶν ἐνέργειαν διασώζῃ καὶ τὸ σχῆμα τὸ ἑαυτοῖς πρέπον· καὶ ἐν πόλει παραπλησίως. Ἔστιν οὖν καὶ τὸ δίκαιον τελεσιουργὸν τῶν εἰδῶν καὶ ζωῆς, καὶ κοινὸν καὶ διὰ πάντων διῆκον. |
| in Prm 856 [40] | Προηγεῖται δὲ ἄρα καὶ τοῦδε μία τις εἰκὼν νοερὰ, καθ’ ἣν πάντα τὰ δίκαια λέγεταί τε δίκαια καὶ ἔστιν. Οὐκοῦν ἤτοι ὅλου τοῦ εἴδους ἢ μέρους ἕκαστον τὸ μεταλαμβάνον μεταλαμβάνε ι ; ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτ ο ; Καὶ πῶς ἄ ν ; εἶπ ε. (P. 131 A.) Καὶ περὶ τὸν πρότερον λόγον καὶ περὶ τοῦτον τὸν νυνὶ προκείμενον ὁρῶ τὴν αὐτὴν ἀμφισβήτησιν οὖσαν τῶν ἐξηγήσεων· αἵ τε γὰρ ἀποδεχόμεναι τὰ συνημμένα τὰς προσλήψεις ἐπιῤῥαπίζουσι, καὶ αἱ τὰς προσλήψεις προσιέμεναι τῶν συνημμένων ἀπογινώσκουσι. Τοῦ οὖν προτέρου λόγου τοιῶσδέ πως ὑπ’ αὐτῶν συντεθέντος, εἰ ἔστι τὰ εἴδη, πάντων ἔστι τὰ εἴδη, ἀλλὰ μὴν οὐ πάντων, ὡς σὺ φῂς, οὐκ ἄρα ἔστιν· αἱ μὲν ἀσπάζονται τὸ συνημμένον, ὅσαι πάντων ἰδέας ὑποτίθενται· τὴν δὲ πρόσληψιν οὐ προσίενται, καὶ διὰ τοῦτο τὸν Σωκράτη φασὶν ἐπιπεπλῆχθαι δικαίως ὡς οὐ πάντων ἰδέας ὑποτιθέμενον, αὗται τὸν Παρμενίδην ἀποδεχόμεναι, τὴν δὲ Σωκράτους εὐλάβειαν ἄκυρον τιθέμεναι· αἱ δὲ ἔμπαλιν ἀσπάζονται μὲν τὴν πρόσληψιν, τὸ δὲ συνημμένον ὡς οὐκ ὀρθὸν ἀτιμάζουσι· τὸ γὰρ εἰ ἔστιν εἴδη, πάντων ἔστιν εἴδη, ψεῦδός φασι, τὸ δὲ ἀλλὰ μὴν οὐ πάντων ἀληθὲς, αὗται τὸν μὲν Σωκράτη λίαν ἀποδεχόμεναι τῆς ἀρνήσεως, τὴν δὲ Παρμενίδειον ἐπίπληξιν ἀποβάλλουσαι. Προείρηται δὲ ὑφ’ ἡμῶν ὅπως καὶ ἡ Σωκράτους ἄρνησις εὔστοχος, καὶ ἡ Παρμενίδειος ἐπίπληξις ἔνθεος, καὶ ὅπως οὐ πρὸς ἀναίρεσιν τῶν εἰδῶν ἔβλεπεν ὁ λόγος, ἀλλ’ ἐξέτασιν μόνην τοῦ δευτέρου προβλήματος. Πάλιν δὴ κατὰ τὸν δεύτερον τοῦτον λόγον τοῦ τρίτου προβλήματος ὄντα τοιοῦτον, εἰ μετέχεται τὰ εἴδη ὑπὸ τῶν αἰσθητῶν, ἢ ὅλων αὐτῶν μετείληχε ταῦτα ἢ μερῶν, ἀλλ’ οὔτε ὅλων οὔτε μερῶν, οὐκ ἄρα μετέχεται· κατὰ καὶ τοῦτον δὴ οὖν τὸν λόγον, αἱ μὲν τὸ συνημμένον ἐγκρινοῦσαι ἀναιροῦσι τὴν πρόσληψιν, αἱ δὲ ἀνάπαλιν. |
| in Prm 857 [5] | Αἱ μέν γέ φασιν ἀληθὲς τὸ, εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἢ ὅλων αὐτῶν ἢ μερῶν μετέχειν· τοῦ γὰρ ὅλου καὶ μέρους οὐδὲν εἶναι μεταξὺ, διότι μέρος αὐτοῖς τὸ οὐχ ὅλον· τὸ δὲ, ἀλλὰ μὴν οὔτε ὅλων οὔτε μερῶν, ψεῦδος· ὅλων γὰρ μετέχει· πῶς γὰρ οὐχ ὅλος ὁ ἄνθρωπος ἐν ἑκάστῳ τῶν μερικῶν, καὶ ὅλον τὸ κύκνειον εἶδος ἐν κύκνοις, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως; Αἱ δὲ ἀποσκορακίσασαι τὸ συνημμένον ἀποδέχονται τὴν πρόσληψιν, οὐχ ὑγιὲς μὲν λέγουσαι τὸ, εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἢ ὅλων ἢ μερῶν μετέχειν· καὶ γὰρ ἄλλος τρόπος ἐστὶ μετοχῆς, φασίν· ὑγιὲς δὲ αὖ ἐκεῖνο τὸ, ἀλλὰ μὴν οὔτε ὅλων οὔτε μερῶν μετέχει· τρόπον γὰρ ἄλλον μετέχει καὶ οὐ κατ’ οὐδέτερον τούτων. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἀμφοτέρων ἀμφότεραι καταψηφίζονται καὶ τοῦ Σωκράτους καὶ αὐτοῦ τοῦ Παρμενίδου, τοῦ μὲν ὡς σοφιζομένου, τοῦ δὲ ὡς ἀπατωμένου. Καίτοι γε ὁ Παρμενίδης ἀπαγορεύει καὶ τῷ Σωκράτει μὴ πρὸς ἀνθρώπων ἀποβλέπειν δόξας, ἀλλὰ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων φύσιν· καὶ οὐ δήπου παρὰ πόδας αὐτὸς τῷ πιθανῷ παρακρούεται τὸν Σωκράτη τῆς τῶν πραγμάτων ἀληθείας ἀφιστάμενον. Μήποτε οὖν ἄμεινον λέγειν ὅτι διὰ τῆς εἰς τὸ δευτέρον πρόβλημα γυμνασίας ἄνωθεν ἀπὸ τῶν ὁλικωτάτων εἰδῶν διὰ τῶν μεσῶν καὶ τῶν θείων ἀτόμων εἰς ταῦτα κατέληξε προϊὼν, ἃ τοιαύτην ἔχει τὴν φύσιν, οἵαν δι’ ἀσθένειαν καὶ ὕφεσιν μηδὲ εἰδητικὴν ἔχειν αἰτίαν, ἀλλὰ ἄλλως συντάττεσθαι τοῖς ἐκ τῶν εἰδῶν γενομένοις. Πάλιν οὖν κάτωθεν ἂν εἴη ἐπὶ τοῦ τρίτου προβλήματος, δεικνὺς κατὰ τίνα τρόπον ἡ μετοχὴ γίγνεται τῶν εἰδῶν, καὶ ὅτι οὔτε σωματικὴν οὔτε ἔνυλον οἰητέον τὴν μέθεξιν, οὔτε ἄλλην τινὰ τῶν προσηκουσῶν δευτέραις καὶ τρίταις καὶ μερισταῖς ὑποστάσεσιν, ἀλλά τινα τούτων ἐξῃρημένην, καὶ αὐτοῖς μόνοις προσήκουσαν τοῖς δημιουργικοῖς καὶ πρωτουργοῖς καὶ ἄλλοις εἴδεσι. Τρόποι γὰρ, οἶμαι, πολλοὶ τῶν μετοχῶν εἰσιν· ἄλλως γοῦν θεοὶ μετέχειν λέγονται θεῶν, ἄλλως ἄγγελοι θεῶν, ἄλλως δαίμονες ἀγγέλων ἢ θεῶν, ἄλλως αἱ ψυχαὶ τῶν δαιμόνων ἢ τῶν ἀγγέλων ἢ τῶν θεῶν, ἄλλως τὰ αἰσθητὰ τῶν ψυχῶν ἢ κρειττόνων γενῶν ἢ αὐτῶν τῶν θεῶν, ἄλλως σώματα σωμάτων. |
| in Prm 858 [5] | Δεῖ δὴ οὖν ἡμᾶς ἐξετάσαι ποῖόν τινα τρόπον μετοχῆς ἐπὶ τῶν εἰδῶν ῥητέον, ἵνα τελέως καταδησώμεθα τὸ τρίτον πρόβλημα· καὶ πρὸ πάντων εἰ σωματικὴ τῶν εἰδῶν ἡ μετάληψις, καὶ εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ὡς ἂν τὸ σῶμα μετασχῇ σώματος. Τοῦτο δὲ πέφυκε διττῶς μετέχειν· ἢ γὰρ ὅλον εἰς ἑαυτὸ σπᾷ τὸ μετεχόμενον, ἢ μέρος· καὶ γὰρ ὅταν πεινῶμεν, ὅλου μετέχομεν τοῦ βρώματος· ἔλαττον γὰρ ὂν τὸ μετεχόμενον εἰς τὸ μεῖζον δύναται χωρεῖν· καὶ ἐπειδὴ συνέστημεν ἀπὸ τῶν ὅλων στοιχείων, μέρους ἀπ’ αὐτῶν ἑκάστου μετέχομεν· τὸ γὰρ ἐν ἡμῖν πῦρ ἐκ τοῦ ὅλου, καὶ τὸ ὕδωρ ὁμοίως, καὶ τῶν λοιπῶν ἑκάτερον· καὶ ἡμεῖς ἐσμὲν οἱ τῶν ὅλων μετέχοντες, οὐ τὰ ὅλα ἡμῶν, ὥς φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης. Οὐκοῦν ἐν ταῖς σωματικαῖς μεταλήψεσιν, ἢ ὅλου γίγνεται ἡ μέθεξις, ἢ μέρους· εἰ δὲ μήτε ὅλου μήτε μέρους, οὐκ ἂν εἴη σωματικὴ τῶν εἰδῶν ἡ μετάληψις, καὶ οὕτως ἐπ’ ἄλλον μεταβήσεται τρόπον καὶ αὖθις ἄλλον, ἕως ἂν διελέγξῃ πάντας τοὺς μὴ προσήκοντας τῇ προκειμένῃ μεταλήψει τῶν εἰδῶν. Καὶ διὰ ταῦτα ἄρα καὶ ἐν τούτοις ἀνακινῶν τὸν Σωκράτη πρὸς τὴν τελεωτέραν ἐπιβολὴν ἐπήνεγκεν, ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτ ο, μαιευόμενος αὐτὸν καὶ ἐρεθίζων πρὸς τὴν θεωρίαν τῆς ἀσωμάτου μεθέξεως· ὁ δὲ τοῦτο ἐπὶ τῶν ἀσωμάτων ὁρῶν ἐνδίδωσι τῇ ἐρωτήσει, καὶ συμπρόεισι τοῖς ἐλέγχοις τῶν ὑποθέσεων· δείκνυται γὰρ ὡς οὔτε ὅλων δυνατὸν οὔτε μερῶν μετέχειν οὕτω τὰ τῇδε τῶν εἰδῶν, ὡς τὰ σωματικὰ τῶν ὁμοίων, ἐπεὶ κατ’ ἄλλον γε τρόπον δυνατὸν, ὡς δῆλον προϊόντες ποιήσομεν. Πότερον οὖν δοκεῖ σοι ὅλον τὸ εἶδος ἐν ἑκάστῳ εἶναι τῶν πολλῶν ἓν ὂ ν , ἢ πῶ ς ; — Τί γὰρ κωλύε ι , φάναι τὸν Σωκράτ η , ὦ Παρμενίδ η , ἐνεῖνα ι ; — Ἓν ἄρα ὂν καὶ ταὐτὸν ἐν πολλοῖς χωρὶς οὖσι ν , ὅλον ἅμα ἐνέστα ι , καὶ οὕτως αὐτὸ ἑαυτοῦ χωρὶς ἂν εἴ η. |
| in Prm 859 [35] | (P. 131 A.) Εἴ τις μὴ σωματικῶς ἓν ἐξετάζει τὸ ὅλον καὶ τὸ μέρος, ἀλλ’ ὡς προσήκει τοῖς νοητοῖς καὶ ἀΰλοις εἴδεσιν, ὄψεται καὶ ὅλου καὶ μέρους ἑκάστου τὰ τῇδε μεταλαμβάνοντα τοῦ σφετέρου παραδείγματος. Διότι μὲν γὰρ ἐκεῖνο τὸν αἰτίας ἔχει λόγον, ταῦτα δὲ ἐξ αἰτίας ἐστὶν, οὐδαμοῦ δὲ τὰ αἰτιατὰ τὴν ὅλην ὑποδέχεται τῶν αἰτιῶν δύναμιν, οὐχ ὅλου τὰ τῇδε μετέχει τοῦ εἴδους· ποῦ γὰρ τὰς νοερὰς ἐκείνου ζωὰς καὶ δυνάμεις ὑποδέξασθαι δύναται τὸ αἰσθητόν; ποῦ δὲ τὸ ἑνοειδὲς αὐτοῦ καὶ τὸ ἀμερὲς ἐν ὕλῃ γενέσθαι δυνατόν; Διότι δὲ τὴν ἰδιότητα σώζει τὰ τῇδε, καθ’ ἣν λέγεται τὸ ἐκεῖ δίκαιον δίκαιον ἢ τὸ καλὸν καλὸν, κατὰ τὴν αὑτῶν δύναμιν, διὰ δὴ τοῦτο πάλιν τῶν ὅλων λέγοιτο ἂν μετέχειν, οὐ τῶν μερῶν· ἔστι γὰρ ἡ τοῦ καλοῦ ἰδιότης πανταχοῦ καὶ ἐν πᾶσιν, ἀλλ’ ὅπου μὲν νοερῶς, ὅπου δὲ ἐνύλως. Καὶ δῆλον ὡς αἱ τῶν τελεωτέρων μεθέξεις μᾶλλον μετέχουσι τῶν ποῤῥώτερον, καὶ αἱ μὲν κατὰ πλείους δυνάμεις, αἱ δὲ κατὰ ἐλάττους· ἔστι γὰρ τὸ αὐτόκαλον εἶδος νοερὸν, ζωτικὸν συμμετρίας αἴτιον. Οὐκοῦν τὸ μὲν εἶδος καὶ τὸ συμμετρίας ποιητικὸν ὑπάρχει παντὶ καλῷ· τοῦτο γὰρ ἦν ἴδιον τοῦ αὐτοκάλλους, ὥστε τῆς ἰδιότητος αὐτοῦ μετείληχεν ὅλης ἕκαστον· τὸ δὲ νοερὸν οὐκέτι παντὶ καλῷ πάρεστιν, ἀλλὰ τῷ ψυχικῷ· τὸ γὰρ ἐν ταύτῃ καλὸν ἑνοειδές ἐστιν· ἀλλ’ οὐδέ γε τὸ ζωτικὸν ὑπάρχει παντὶ, ἀλλὰ τῷ οὐρανίῳ καὶ εἴ τί που τοιοῦτον ἐν τοῖς γεννητοῖς, ἔστι δὲ καὶ ἐν χρυσῷ καὶ ἐν λίθοις τισὶ τοῦ καλοῦ φέγγος. Οὐκοῦν τὰ μὲν καὶ τοῦ νοεροῦ καὶ τοῦ ζωτικοῦ μετέχει, τὰ δὲ τοῦ ζωτικοῦ χωρὶς τοῦ νοεροῦ, τὰ δὲ τῆς ἰδιότητος αὐτῆς τοῦ καλοῦ μόνης, καὶ τὰ ἀϋλότερα πλείους ὑποδέχεται δυνάμεις τῶν ἐνύλων, καὶ ὅλων ἄρα καὶ μερῶν μετέχει τὰ δεύτερα τῶν οἰκείων. |
| in Prm 860 [5] | Οὕτω μὲν οὖν λέγειν ἄξιον τοῖς πρὸς τὴν ἀσώματον οὐσίαν τῶν εἰδῶν ἀποβλέπειν δυναμένοις· τοῖς δὲ σωματικὴν τὴν μετουσίαν οἰομένοις, ὡς οὔτε ὅλων οὔτε μερῶν μετέχειν ἐκείνων τὰ τῇδε δυνατόν· ἃ καὶ δείκνυσιν ὁ Παρμενίδης ποδηγῶν τὸν Σωκράτη πρὸς τὴν εὕρεσιν τοῦ τρόπου τοῦ κυριωτάτου τῆς τῶν εἰδῶν μετοχῆς. Καὶ πρῶτον ὅτι οὐχ ὅλων· τοῦτο γὰρ πρῶτον καὶ ὁ Σωκράτης οὐδὲν κωλύειν ἔφατο τοὺς τιθεμένους· ἀλλ’ ὅ γε Παρμενίδης ἤλεγξε τὴν θέσιν, ἐπαγαγών τε ὅτι ἓν καὶ ταὐτὸν ἐν πολλοῖς χωρὶς οὖσιν ὅλον ἅμα ἐνέστα ι· τοῦτο δὲ πάντων ἀτοπώτατον· ἔσται γοῦν ἑαυτοῦ τι χωρί ς. Εἰ γὰρ ὁ δάκτυλος οὗτος ἢ ἄλλο τι τῶν ἔν τινι ὄντων, εἴτε μέρος σωματικὸν, εἴτε δύναμις, ἐν πολλοῖς ἅμα εἴη χωρὶς οὖσιν, ἔσται καὶ ἑαυτοῦ χωρίς· ἡ μὲν γὰρ δύναμις, ἡ ἐν ὑποκειμένῳ οὖσα, τῶν ὑποκειμένων ἔσται καὶ ἑαυτῆς χωρίς· ἐν ἀμφοτέροις γάρ ἐστι μηδετέρου χωρίζεσθαι δυναμένη· τὸ δὲ αὖ σῶμα τὸ ὅλον ὂν ἐν τῷδε τῷ τόπῳ καὶ ἐν ἄλλῳ εἶναι ἀμήχανον· ἐν μὲν γὰρ ἑνὶ τόπῳ πλείω σώματα εἶναι οὐκ ἀπέγνωσται, τὸ δὲ αὐτὸ ἐν πλείοσιν εἶναι τόποις ἀδύνατον· ἀδύνατον ἄρα σωματικῶς ὅλον ἐν πλείοσιν ὑποκειμένοις εἶναι. Σκεπτέον δέ μοι καὶ τὴν τῶν ὀνομάτων ἀκρίβειαν· οὐ γὰρ ἠρκέσθη τῷ εἰπεῖν ὅτι πανταχοῦ τὸ ἓν, ἀλλ’ ὅτι καὶ ταὐτὸ ν, ἀλλ’ ὅτι καὶ ἐν πολλοῖ ς, ἀλλ’ ὅτι καὶ χωρὶ ς, ἀλλ’ ὅτι καὶ ὅλον καὶ ὅτι ἅμα ἐνέστα ι· δυνατὸν γὰρ κατ’ ἄλλο καὶ ἄλλο ἐν πολλοῖς εἶναι, ἀλλ’ οὐ κατὰ ταὐτόν· καὶ πάλιν ἐν συνημμένοις ἀλλήλοις ταὐτὸν, οἷον ἐν τῷ τόπῳ τοῦ ἀέρος, καὶ ἐν αὐτῷ τῷ ἀέρι τὸ ἄϋλον καὶ θεῖον φῶς· καὶ πάλιν οὐχ ὅλον, ἀλλὰ μέρος μὲν ἐν ἑτέρῳ, μέρος δὲ ἐν τῷ λοιπῷ, κεχωρισμένων ἀμφοτέρων· καὶ πάλιν οὐχ ἅμα, κατ’ ἄλλον γὰρ καὶ ἄλλον χρόνον ἐν διαφόροις τὸ αὐτὸ γίγνεσθαι δυνατόν· καὶ ὅτι ἓν, ἔσται γὰρ μὴ οὕτως ἔν τινι ὂν, ἀλλ’ ἐν ἑαυτῷ δυνατὸν εἶναι πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως. |
| in Prm 861 [40] | Εἰ δὲ θέλεις καὶ ἀποῤῥητότερον ἰδεῖν τὸ ἀκριβὲς, δίελε τὰ ῥήματα τοῦ Πλάτωνος, καὶ λέγε τὸν τρόπον τοῦτον. Ἐπειδὴ τὰ εἴδη πρώτως ἐν τῷ παραδείγματι τῶν νοητῶν ὑφέστηκεν, ὡς ἐν Τιμαίῳ μεμαθήκαμεν, ἕκαστον δήπου τῶν πρώτων εἰδῶν καὶ ἕν ἐστι καὶ ὂν καὶ ὅλο ν· τοιοῦτον δὲ ὂν ἐν πολλοῖς μὲν εἶναι ταὐτὸν χωρὶς οὖσι δυνατὸν καὶ ἅμ α, ἀλλὰ ἐξῃρημένως, ὥστε πανταχοῦ τε εἶναι καὶ οὐδαμοῦ, καὶ πᾶσι παρὸν ἀχρόνως ἄμικτον εἶναι πρὸς αὐτά. Τὸ τοίνυν ἐνέστα ι, προσκείμενον ἐπ’ ἀλλοτρίας ἕδρας τὸ εἶδος ποιοῦν, ἄτοπον ἀποφαίνει πάντη τὸν λόγον· διὸ καὶ ἐπήγαγε, καὶ οὕτως αὐτὸ ἑαυτοῦ χωρὶς ἂν εἴ η· τοῦτο γὰρ οὐχ ὑπάρχει ταῖς πρώταις ὑποθέσεσιν, ὅτι ἕκαστον τῶν θείων ἐν αὑτῷ ὂν καὶ τοῖς ἄλλοις πάρεστι· καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι ἐν πολλοῖς τὸ μὴ ἐν ἑαυτοῖς εἶναι· τὸ γὰρ ἄλλου γεγονὸς οὐχὶ καὶ ἄλλου δυνατὸν εἶναι. Τοιαῦτα μὲν ὁ Παρμενίδης· ἃ δὲ ὁ Σωκράτης ἐπιφέρει, λύειν πειρᾶται ταύτας τὰς ἐνστάσεις· εἰ δ’ ὀρθῶς ἢ μὴ, δηλώσει προϊὼν ὁ λόγος. Οὐ γὰρ πρὸς τὸν τρόπον στήσεται τῆς μεταλήψεως, ἀλλὰ φυλάξει τὴν αὐτὴν ὑπόθεσιν, καίτοι τοῦ Παρμενίδου διὰ πολλῶν αὐτὸν ἀνακινήσαντος· καὶ γὰρ πρότερον διὰ τοῦ, ἢ ἄλλη τις μετάληψις χωρὶς τούτων γένοιτ ο, καὶ ὕστερον διὰ τοῦ ἐπαγαγεῖν τὸ πῶ ς· οὐ γὰρ μάτην τὰ τοιαῦτα καὶ διαλεκτικῆς ἕνεκα πρόσκειται συνηθείας, ἀλλὰ κινεῖ τὴν τοῦ μαιευομένου διάνοιαν πρὸς τὴν ἐπὶ τὰ τελειότερα μετάβασιν. Οὐκ ἂ ν , εἴ γ ε , φάνα ι , οἷον εἰ ἡμέρα εἴη μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστ ὶ , καὶ οὐδέν τι μᾶλλον αὐτὴ ἑαυτῆς χωρίς ἐστι ν , εἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴ η. |
| in Prm 862 [15] | (P. 131 B.) Οἴεταί τι διὰ τούτων ὁ Σωκράτης ἐξευρηκέναι πᾶσιν ἅμα χωρὶς οὖσιν ὑπάρχειν δυνάμενον· τὴν γὰρ ἡμέραν πᾶσι τοῖς ὑπὸ τὸν αὐτὸν οὖσι μεσημβρινὸν ὑπάρχειν τὴν αὐτὴν ἅμα πολλοῖς καὶ χωρὶς οὖσιν. Οὐκοῦν εἰ τῷ μὲν ἡλίῳ πάλιν ἀνάλογον εἶναι τὸ ἀγαθὸν, ἡμέρᾳ δὲ τὰ εἴδη τῷ τε φωτὶ (καὶ γὰρ ταῦτα καταλάμπει τὸ τῆς ὕλης σκοτοειδὲς, καὶ ἔστι φῶς ἕκαστον, ὡς ἐκείνη σκότος, καὶ τῷ τῆς οἰκείας ἀρχῆς ἐξημμένῳ καὶ ταῦτα ἐξήρτηται τοῦ ἑνὸς), πάνυ μετρίαν ἂν φαίης τὴν εἰκόνα. Διότι δὲ οὐκ ἐπέστησεν ὡς οὐκέτι διασώζει τὸ ὅλον πολλοῖς ταὐτὸν καὶ ἓν ὂν παρεῖναι, ταύτῃ δὴ ὁ Παρμενίδης αὐτὸν διορθώσεται. Κἄν τε γὰρ ἡμέραν λέγῃς τὸ τοῦ χρόνου μόριον, οὐ πᾶσιν ὅλη πάρεστιν· ἄλλο γὰρ ἄλλῳ τὸ κατὰ κορυφήν ἐστι σημεῖον ἀκριβῶς, τούτου δὲ διαφέροντος καὶ τὰ κέντρα πάντα διαφέρει· πρὸς γὰρ τοῦτο κἀκεῖνα πάντα ἀφώρισται· ἄν τε τὸν πεφωτισμένον ἀέρα, πολλῷ πλέον οὗτος οὐ πᾶσιν ὅλος ἐστὶν, ἀλλὰ τοῖς ἑαυτοῦ μέρεσιν ἄλλοις πλησιάζει καὶ ἄλλοις. Ἀλλ’ ὁ μὲν Σωκράτης οὕτως ἐνέστη πρὸς τὸν Παρμενίδειον λόγον· καὶ ὅτι μὲν ἐκ τοῦ Ζήνωνος λόγου τὸ παράδειγμα εἴληφε, δῆλον· ἐκεῖνος γὰρ δηλῶσαι βουλόμενος ὅπως τὰ πολλὰ μετέχει τινὸς ἑνὸς, καὶ οὐκ ἔστιν ἔρημα ἑνὸς, κἂν εἰ διειστήκει ποῤῥωτάτω ἀπ’ ἀλλήλων, εἶπεν ἐν τῷ ἑαυτοῦ λόγῳ μίαν οὖσαν τὴν λευκότητα παρεῖναι καὶ ἡμῖν καὶ τοῖς ἀντίποσιν οὕτως, ὡς τὴν εὐφρόνην καὶ τὴν ἡμέραν. Οὐ διὰ τοῦτο μέντοι Σωκράτης πεποίηται τῷ παραδείγματι χρώμενος, ἵνα μὴ ὁ Ζήνων ἐλέγχηται ὑπὸ τοῦ καθηγεμόνος ὡς τὸ παράδειγμα μὴ προσῆκον λαβὼν τῇ τῶν εἰδῶν ὑποθέσει, ἀλλὰ ὁ Σωκράτης ἀντὶ Ζήνωνος, ὥς τινες ᾠήθησαν. Τί γὰρ ἐκώλυεν, εἰ μὴ ἠρέσκετο τῷ παραδείγματι, τὸν Παρμενίδην καὶ πρότερον ἐνδείξασθαι τῷ Ζήνωνι, καὶ ἐπανορθώσασθαι τὸ παρόραμα πρὸ τῆς ἀναγνώσεως; Ἀλλ’, οἶμαι, Ζήνων ἐπὶ τοῦ ἐνύλου εἴδους τὸ παράδειγμα θεὶς, ὅπερ ἐστὶ κατ’ ἀλήθειαν ἓν καὶ οὐχ ἓν μεριστῶς μετεχόμενον, ἅτε κατατεταγμένον καὶ οὐχὶ ἐφ’ ἑαυτοῦ ὂν, τῷ τῆς ἡμέρας καὶ εὐφρόνης παραδείγματι τοῦ τοιούτου εἴδους ὀρθῶς ἐχρῆτο καὶ ἀνελέγκτως· ὁ δὲ Σωκράτης ἐπ’ αὐτοῦ τοῦ εἴδους τοῦ ἀμερίστου ὄντος καὶ ἑνὸς ἅμα παρόντος τοῖς πολλοῖς, οὐκ ὀρθῶς· διόπερ ὁ Παρμενίδης τοῦτον ἐπανορθοῦται μηκέτι φυλάττοντα τὸ ἓν καὶ ταὐτὸν τοῦ εἴδους διὰ τοῦ τῆς ἡμέρας τούτου παραδείγματος, ἀλλ’ ἀντὶ τοῦ ἀμερίστου τὸ μεριστὸν καὶ ἀντὶ τοῦ ἑνὸς εἰσάγοντα τὸ ἓν ἅμα καὶ οὐχ ἕν· οἷον ἦν καὶ ἡ λευκότης ἡ παρ’ ἡμῖν οὖσα καὶ τοῖς ἀντίποσι. |
| in Prm 863 [40] | Καὶ γὰρ εἴρηται καὶ πρότερον ἡμῖν ὅτι σκοπὸς ἦν τῷ λόγῳ τοῦ Ζήνωνος, οὐκ ἐπὶ τὸ τῶν χωριστῶν ἓν εἶδος ἀνάγειν διὰ τῆς πρὸς τὸ πλῆθος μάχης, ἀλλ’ ἐπὶ τὸ συνὸν τοῖς πολλοῖς καὶ ἀχώριστον ὂν ἀπ’ αὐτῶν. Σωκράτης δὲ ὑπετίθετο τὸ εἶδος ἕτερον τοῦ ἐν ἡμῖν ὄντος, ὅπερ οὐκ ἂν οὕτως ὑφεστήκοι, ὡς τὸ λευκὸν παρά τε ἡμῖν καὶ τοῖς ἀντίποσιν, ὃ δὴ πρὸς τὴν ἡμέραν ὁ Ζήνων ἀπείκαζε καὶ τὴν εὐφρόνην. Ἀλλὰ τοῦτο μὲν τοιοῦτον· πάλιν δὲ τὴν λέξιν θεωρητέον ἔχουσάν τι δυσδιάθετον. Καὶ πρῶτον δι’ ὑπερβατοῦ τὸ ὅλον συναπτέον· φησὶ γὰρ ὁ Σωκράτης μὴ ἂν συμβῆναι τοῦτο τὸ ἄτοπον ὅ φησιν ὁ Παρμενίδη ς , εἴ γε οἷον ἡμέρα εἴ η , οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴ η. Δεύτερον δὲ τὸ εἰ οὕτ ω, διὰ τὴν ἐπανάληψιν οἰητέον ἔχειν τὸ, εἰ τοῦτο προκείμενον· ἐν γὰρ ταῖς διὰ πλείονος ἀποδόσεσιν αἱ ἐπαναλήψεις χρήσιμοι. Τρίτον δὲ τὸ, μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστ ὶ, μεταξὺ ῥηθὲν κατὰ ἀπόστασιν ἀκουστέον, τὸν τρόπον ἐφερμηνευτέον καθ’ ὃν ἡ μία μὲν πολλοῖς ἅμα πάρεστι. Καὶ εἴ τις οὕτως ἀκούει τῆς λέξεως, ὄψεται τὸ ἐν αὐτῇ κάλλος οἷον γέγονεν ἔκ τε τῆς διὰ μέσου ῥήσεως κατ’ ἀπόστασιν καὶ τῆς τοῦ ἀκολούθου πάλιν ἀποδόσεως κατ’ ἐπανάληψιν. |
| in Prm 864 [40] | Ἡδέως γ ε , φάνα ι , ὦ Σώκρατε ς , ἓν ταὐτὸν ἅμα πολλαχοῦ ποιεῖ ς · οἷον εἰ ἱστίῳ καταπετάσας πολλοὺς ἀνθρώπους φαίης ἓν ἐπὶ πολλοῖς εἶναι ὅλο ν · ἢ οὐ τοιοῦτον ἡγεῖ λέγει ν ; — Ἴσω ς , φάνα ι . — Ἦ οὖν ὅλον ἐ φ ’ ἑκάστῳ τὸ ἱστίον εἴη ἂ ν , ἢ μέρος αὐτοῦ ἄλλο ἐ π ’ ἄλλ ῳ ; — Μέρο ς. (P. 131 B.) Κατεῖδεν ὁ Παρμενίδης καὶ τὸ αὐτοφυὲς τῶν ἐννοιῶν τοῦ Σωκράτους, καὶ τὸ ἀτελὲς ἔτι καὶ ἀδιόρθωτον· καὶ τὸ μὲν ἀποδέχεται καὶ αὔξει, τὸ δὲ ἐπιδιορθοῦται καὶ τελειοῖ. Διότι μὲν γὰρ τὴν τοῦ ἑνὸς εἴδους ἐπὶ πάντα πρόοδον καὶ μίαν πανταχοῦ παρουσίαν ἐφαντάζετο, διὰ τοῦτό φησιν ἡδέως αὐτὸν ἓν ἐν πολλοῖς ὅλον ποιεῖν, τὸ ἡδέως ἐν ἴσῳ λέγων τῷ κατὰ φύσιν· οὐ γὰρ τὸ εὐήθως, οὐδὲ τὸ γελοίως· ψυχῆς γάρ ἐστι τοῦτο τὴν ἐξῃρημένην ὁμοῦ καὶ πανταχοῦ παροῦσαν αἰτίαν φανταζομένης, καὶ εἰς λόγον ἤδη καὶ νοῦν ἐπιστρεφομένης. Καθ’ ὁποίαν γὰρ ἂν ἐνεργῇ τις δύναμιν, τοιαύτην ὑπολαμβάνει καὶ τὴν φύσιν τῶν ὄντων· εἰ μὲν κατ’ αἴσθησιν, μεριστὴν καὶ ἔνυλον δὴ ὁμοίως· εἰ δὲ κατὰ λόγον μόνον, ἀμέριστον ἅμα καὶ μεριστήν· εἰ δὲ κατὰ νοῦν, ἀμέριστον μόνως. Διότι μὲν οὖν τὰς αὐτοφυεῖς ἐννοίας προὔβαλλε τῆς ψυχῆς ὁ Σωκράτης, τὴν μίαν καὶ παντελῆ πανταχοῦ παρουσίαν ὑπενόει τῶν νοερῶν εἰδῶν· διότι δὲ οὐ διήρθρου τὴν ἔννοιαν, ἀλλὰ διαστηματικὴν ὑπελάμβανε τὴν παρουσίαν, τὸ ἱστίον ὁ Παρμενίδης αὐτῷ παραφέρει, καὶ δείκνυσιν οὐκέτι ὅλον ἐν πολλοῖς ἓν, ἀλλὰ μέρεσιν ἑαυτοῦ τοῖς πολλοῖς ὁμιλοῦν. Καὶ οὐκ εἶπεν ὅτι τοιοῦτόν τι ἡγεῖ νοεῖν, οἶδε γὰρ τὴν ὠδῖνα τὴν ἐν αὐτῷ καὶ τὴν αὐτοφυῆ περὶ τούτων ἔννοιαν, ἀλλά τι τοιοῦτον ἡγεῖ λέγει ν, οἷον ὑπὸ τῆς φαντασίας ἀπατώμενος, καὶ ἄλλα μὲν νοῶν, ἄλλο δέ τι λέγων, ἅτε τὴν νόησιν τὴν ἔνδον μήπω διαρθρῶσαι δυνάμενος. |
| in Prm 865 [40] | Ὁ δὲ οὕτως ἀμφοτέροις κατεχόμενος, ταῖς τε αὐτοφυέσιν ἐννοίαις καὶ ταῖς φανταστικαῖς κινήσεσιν, ἀφῆκεν ἀποροῦντος φωνήν. Τὸ γὰρ ἴσως φάναι τοιοῦτόν τί ἐστιν· οὔτε γὰρ ἁπλῶς οὕτως ἡγεῖται λέγειν, ἀνακινούμενος ὑπὸ τῆς ἑαυτοῦ διαστρόφου περὶ τοῦ πράγματος ἐννοίας, οὔτε ἔχει τὴν διαστηματικὴν ἀποθέσθαι φαντασίαν· ὅθεν ἐνδοιάσας πεποίηται τὴν ἀπόκρισιν. Συνελαύνεται δ’ οὖν λέγειν, ὅτι μερῶν ἐστιν ἡ μετουσία καὶ οὐχ ὅλων, τοῦ Παρμενίδου τὴν μετάβασιν ἀψόφῳ κελεύθῳ διὰ τοῦ κατὰ τὸ ἱστίον παραδείγματος μηχανησαμένου πρὸς θάτερον μέρος τῆς διαιρέσεως. Ὅθεν καὶ ἐπάγει ταυτί. Μεριστὰ ἄρ α , φάνα ι , ὦ Σώκρατε ς , ἔστιν αὐτὰ τὰ εἴδ η , καὶ τὰ μετέχοντα αὐτῶν μέρους ἂν μετέχο ι · καὶ οὐκέτι ἐν ἑκάστῳ ὅλο ν , ἀλλὰ μέρος ἑκάστου ἂν εἴ η . — Φαίνεται οὕτω γ ε . — Ἦ οὖν ἐθελήσει ς , ὦ Σώκρατε ς , φάνα ι , τὸ ἓν εἶδος ἡμῖν τῇ ἀληθείᾳ μερίζεσθα ι ; καὶ ἔτι ἓν ἔστα ι ; — Οὐδαμῶ ς , εἰπεῖ ν. (P. 131 C.) Τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως τοῦτό ἐστι δεικνύον ὡς οὐδὲ μερῶν τὰ τῇδε τῶν εἰδῶν μετέχειν δυνατὸν, τὸ ἀμέριστον τῶν εἰδῶν εἰς μέσον παράγον, καὶ διὰ τούτου τὴν προκειμένην παρακροῦον ὑπόθεσιν. Εἰ γὰρ ἀμέριστα τὰ εἴδη καὶ μονάδες, πῶς ἔτι μέρεσιν ἑαυτῶν ὑπ’ ἄλλων καὶ ἄλλων μετέχεται πραγμάτων, οἷον ὁ ἄνθρωπος, εἰ ἕν ἐστι, πῶς μερίζεται εἰς πολλά; πῶς δὲ καὶ ἕκαστος ἡμῶν ἄνθρωπος λέγεται, ἀλλ’ οὐ μόριον ἀνθρώπου, εἴπερ ἕκαστος ἡμῶν μόριον ἔχει καὶ οὐχ ὅλον; Εἰ δὲ καὶ ἡμεῖς ἀλλήλων κεχωρίσμεθα, καὶ ἐκείνου τὸ μὲν ἐν ἐμοὶ, τὸ δὲ ἐν σοὶ, τὸ δὲ ἐν ἄλλῳ ἔσται, διαστηματικῶς πάλιν τῆς μεταλήψεως νοουμένης, πῶς ἓν μένει τὸ εἶδος, ὅ γε συνδιῄρηται ἡμῖν μεμερισμένοις ἀπ’ ἀλλήλων; Οὕτω καὶ τὸ πῦρ οὐχ ἓν, οὗ μέρος μὲν ὡδὶ, μέρος δὲ ἐν ἄλλῳ· καὶ τὸ ὕδωρ ὁμοίως, καὶ ὁ ἀήρ. |
| in Prm 866 [40] | Ἀλλὰ τοῦτο μὲν τῇ ἑαυτοῦ φύσει μεριστὸν, τὸ δὲ εἶδος ἀμέριστον· καὶ τοῦτο μὲν πλῆθός ἐστιν ἐπίθετον ἔχον τὸ ἓν, ἐκεῖνο δὲ ἕν τι περιέχον τὸ πλῆθος ἑνοειδῶς. Ἐπὶ γὰρ τῶν θείων ἀπὸ τοῦ ἑνὸς ἄρχεται ἡ πρόοδος καὶ ἀπὸ τῆς ὑπάρξεως· ἐὰν γὰρ τὸ πλῆθος προϋποστῇ τοῦ ἑνὸς, ἐπεισοδιῶδες ἔσται τὸ ἕν. Τῷ τε οὖν εἰπεῖν μεριστὰ ἄρα αὐτὰ τὰ εἴδ η, καὶ τῷ ἐπενεγκεῖν, ἦ ἐθελήσεις τὸ ἓν εἶδος τῇ ἀληθείᾳ μερίζεσθα ι, πάνυ ἐντρεπτικῶς εἰς ἔννοιαν ἡμᾶς καθίστησι τῆς ἀτόπου ταύτης ὑποθέσεως. Καὶ γὰρ εἰ τὸν τῇδε ἄνθρωπον καὶ τῶν εἰδῶν ἕκαστον τῶν ὑλικῶν μεριστὸν εἶναί φαμεν, ἀλλὰ αὐτὰ τὰ εἴδη τὰ ἄϋλα μεριστὰ φάναι ἄτοπον· καὶ εἰ αὐτὸ τὸ εἶδος μερίζεσθαί φαμεν μεριστῶς ὑπὸ τῶν τῇδε μετεχόμενον, ἀλλ’ οὐ τῇ ἀληθείᾳ μερίζεσθαι. Καὶ λάβοις ἂν ἀπὸ τούτων πῶς καὶ οἱ μῦθοι λέγουσι μερισμούς τινας καὶ σπαραγμοὺς θεῶν, ὅταν μεριστῶς αὐτῶν μετέχῃ τὰ δεύτερα κατανειμάμενα τὰς ἐν αὐτοῖς προϋπαρχούσας ἀμερίστους αἰτίας τῶν μεριστῶν· ὁ γὰρ μερισμὸς οὐκ ἐκείνων ἐστὶ κατ’ ἀλήθειαν, ἀλλὰ τούτων περὶ ἐκείνους. Ὅρα γὰ ρ , φάνα ι , εἰ αὐτὸ τὸ μέγεθος μεριεῖς καὶ ἕκαστον τῶν πολλῶν μεγάλων μεγέθους μέρει σμικροτέρῳ αὐτοῦ τοῦ μεγέθους μέγα ἔστα ι , ἆρα οὐκ ἄλογον φαίνετα ι ; — Πάνυ γ ε , ἔφ η. (P. 131 C.) Τὸ μεριστὴν ὑποτίθεσθαι τὴν εἰδητικὴν οὐσίαν ἄτοπον ἐπιδεῖξαι βουλόμενος, ἐπὶ μεγέθους καὶ ἰσότητος καὶ σμικρότητος ποιεῖται τὸν λόγον, διότι τούτων ἕκαστον περὶ τὸ πηλίκον ὁρᾶται. Τὸ δέ γε πηλίκον οὐκ ἔχει τὸ μέρος οὐδαμῶς τῷ ὅλῳ ταὐτὸν, ὥσπερ τῆς ποιότητος τὸ μέρος δοκεῖ τὴν αὐτὴν ἀποσώζειν τῷ ὅλῳ δύναμιν· ὅθεν δὴ καὶ τὸ τοῦ πυρὸς μέρος κατὰ μὲν τὸ ποσὸν ἠλάττωται, σώζει δὲ κατὰ τὸ ποιὸν τὸν τοῦ πυρὸς λόγον. Ἐπὶ μεγέθους δ’ οὖν καὶ ἰσότητος εἰκότως καὶ σμικρότητος ἐλέγχει τοὺς μεριστὰ τὰ εἴδη λέγοντας, ἵνα ἐκ τοῦ μᾶλλον αὐτῷ προΐῃ ὁ λόγος. |
| in Prm 867 [40] | Εἰ γὰρ καὶ τὰ μάλιστα δόξαντα μεριστὰ εἶναι διὰ τὸ συνεισάγειν τὴν ἔννοιαν τοῦ πηλίκου, ταῦτα μὴ δύναιτο ἐν ἐκείνοις εἶναι μεριστὰ, πολλῷ δήπου τὰ ἄλλα εἴη ἂν ἀμέριστα παντάπασιν, οἷς μὴ ὑπάρχει συνεισάγειν ἑαυτοῖς τὴν τῆς πηλικότητος ἔννοιαν, ὁποῖον τὸ αὐτοδίκαιον, τὸ αὐτόκαλον, τὸ αὐτοόμοιον καὶ ἀνόμοιον· ἃ δὴ τῷ αὐτομεγέθει συντάξας, ἠρώτα πῶς ὑπὸ τῶν τῇδε μετέχεται. Περὶ τούτων δ’ οὖν εἰκότως ποιεῖται τὴν ἀπόδειξιν τῶν δοκούντων εἶναι πηλίκων, ἀλλ’ οὐκ ἄλλων τινῶν· καὶ πρῶτον ἐπὶ τοῦ μεγέθους· ἔστω γὰρ σωματικῶς μεριστὸν τὸ μέγεθος· οὐκοῦν τὸ μέρος ἔλαττον τοῦ ὅλου· εἰ τοῦτο, καὶ τὸ ὅλον μεῖζον τοῦ μέρους, ὥστε εἰ τὸ ἐνταῦθα μέγα μέρος τοῦ ἐκεῖ μεγάλου μεταλαβὸν μέγα γέγονε, σμικροτέρου μεταλαβὸν αὐτὸ τοῦτο λέγεται μέγα· τὸ γὰρ μέρος τοῦ αὐτομεγέθους ἔλαττόν τε καὶ σμικρότερόν ἐστιν· ἀλλὰ κεῖται τὰ μὲν τοῦ μεγάλου μεταλαγχάνοντα εἶναι μεγάλα, τὰ δὲ τοῦ σμικροῦ σμικρά· τοῖς γὰρ μετέχουσιν ἔφαμεν ἀπ’ ἐκείνων ἥκειν τὰς ἐπωνυμίας. Καὶ ὁ μὲν λόγος τοιοῦτος· ἡμεῖς δὲ χωρὶς τῆς σωματικῆς διαιρέσεως αὐτὸ καθ’ αὑτὸ νοοῦντες τὸ αὐτομέγεθος, ἆρ’ οὐκ ἄν φαμεν πλῆθος ἔχειν αὐτὸ καὶ μὴ ἓν εἶναι μόνον; Εἰ δὲ πλῆθος ἔχει, ἆρα τῶν αὐτοῦ μερῶν ἕκαστον αὐτομέγεθος ἐροῦμεν, ἢ τοῦ μὲν ὅλου ἔλαττον, οὐδαμῶς δὲ σμικρόν; Εἰ μὲν γὰρ καὶ τὸ μέρος αὐτομέγεθος, οὐδὲν τοῦ ὅλου ἠλαττωμένον, ἐπ’ ἄπειρον ἡ πρόοδος· ἕξει γὰρ καὶ τοῦτο τὰ αὐτὰ, καὶ τὰ τούτων μέρη τὰ αὐτὰ, καὶ πάλιν τὰ τούτων μέρη τὰ αὐτὰ, ἀεὶ τῶν μερῶν τῶν αὐτῶν ὄντων τοῖς ὅλοις. Εἰ δὲ τὸ μέγεθος ἕξει μέρη μεγέθη, τὸ ἓν ἐπίθετον ἔσται, καὶ τὸ ὅλον ἐκ μὴ προσηκόντων αὑτῷ μερῶν. Ἀναγκαῖον ἄρα τὰ οἷον μέρη τοῦ αὐτομεγέθους μεγέθη μὲν εἶναι καὶ ὁμόχροα τῷ ὅλῳ, μὴ ὅπερ δὲ τὸ ὅλον· καὶ γὰρ τὸ τοῦ πυρὸς μέρος πῦρ, ἀλλὰ μείζων ἡ τοῦ ὅλου δύναμις, καὶ οὔτε ἐκ ψυχρῶν μορίων τὸ ὅλον, οὔτε ἕκαστον μόριον ἰσοσθενὲς τῷ ὅλῳ. |
| in Prm 868 [40] | Φέρε γὰρ, εἰ τὸ αὐτομέγεθος ἔχοι δυνάμεις, τὴν μὲν ὑπεροχὴν ἐντιθεῖσαν ἀσωμάτοις πρὸς ἀσώματα (καὶ γὰρ ἐν τούτοις ἔστι τι μέγεθος), τὴν δὲ πρὸς σώματα σώμασι, καὶ μέτρον ἄλλο τῆς ἐν τούτοις ὑπεροχῆς· οὐκ ἀνάγκη, τοῦ ἑνὸς εἴδους τοῦ ἄμφω δυναμένου, καθ’ ἕνα λόγον ἑκατέραν εἶναι τούτων ἐλάττονα τῶν δυνάμεων· ἀλλὰ ἡ ἐλάττωσις οὐ σμικρὰν ποιεῖ τὴν δύναμιν, ἀλλὰ καὶ ταύτην αὐτομέγεθος ἐν ἄλλοις καὶ ἐλάττοσι ταὐτὸν δυναμένην ἐπιδείκνυσι· καὶ οὕτως κἂν ᾖ πολυδύναμον τὸ εἶδος, οὐκ ἐξίσταται τῆς οἰκείας ἰδιότητος ἐν τῷ πλήθει τῶν ἐν αὑτῷ δυνάμεων. Ταῦτα μὲν, εἴ τις νοερῶς ἐπιβάλοι τοῖς μέρεσιν ἐκεῖ καὶ τοῖς ὅλοις· εἰ δὲ σωματικὴν ὑπολαμβάνοι τὴν τοῦ μέρους ἀποδιάληψιν, περιπεσεῖται τοῖς ἀτόποις οἷς ὁ Παρμενίδης ἐπήνεγκε. Τί δ έ ; τοῦ ἴσου μέρος ἕκαστον σμικρὸν ἀπολαβόν τι ἕξε ι , ᾧ ἐλάττονι ὄντι αὐτοῦ τοῦ ἴσο υ , τὸ ἔχον ἴσον τῳ ἔστα ι ; — Ἀδύνατο ν. (P. 131 D.) Τὸ μὲν μέγεθος ἣν ἔχει δύναμιν ἐν ταῖς ἀσωμάτοις καὶ ταῖς σωματικαῖς ὑποστάσεσιν ὑπομέμνηται διὰ τῶν προειρημένων, καὶ ὅτι τῆς ὑπεροχῆς πᾶσι καὶ τῆς ἐξῃρημένης τελειότητος εἴτε νοερᾶς εἴτε ζωτικῆς εἴτε διαστηματικῆς τοῦτό ἐστι χορηγόν. Τὸ δὲ ἴσον, νῦν γὰρ πρῶτον κατωνόμασται, λεγέσθω τὸ τῆς ἁρμονίας καὶ τῆς ἀναλογίας ἅπασιν αἴτιον· ἀπὸ τῆς ἰσότητος γὰρ αἱ μεσότητες πᾶσαι πεφήνασιν, αἵ τε ψυχικαὶ καὶ αἱ φυσικαὶ, καὶ τέλος ἐστὶν αὐτῆς φιλία καὶ ἕνωσις. Ἐπειδὴ τοίνυν ὁ δημιουργὸς πάσαις χρῆται ταῖς μεσότησι διακοσμῶν τὸ πᾶν καὶ τοῖς δεσμοῖς τοῖς ἀπὸ τούτων, τοῖς ἀριθμητικοῖς, τοῖς γεωμετρικοῖς, τοῖς ἁρμονικοῖς, εἰ φαίης τὴν μίαν τούτων νοερὰν αἰτίαν τὴν γεννητικὴν αὐτῶν καὶ κοσμητικὴν ταύτην εἶναι τὴν ἰσότητα τὴν δημιουργικὴν, οὐκ ἂν ἁμάρτοις, οἶμαι, τῆς περὶ ταύτην ἀληθείας. |
| in Prm 869 [5] | Ὡς γὰρ ἡ ἐκεῖ μονὰς ὑπέστησε πάντα φυσικὸν ἀριθμὸν, οὕτως ἡ ἐκεῖ ἰσότης ἀπεγέννησε τὰς ἐνταῦθα πάσας μεσότητας· ὅπου γε καὶ ἡ ἐν ἡμῖν ἰσότης ἐστὶν ἡ γεννῶσα τὰς μεσότητας. Εἰ δὲ ἐν ταῖς εἰκόσιν οὕτω, πολλῷ πλέον ἐν τοῖς νοεροῖς εἴδεσιν ἡ ἰσότης γόνιμός ἐστι τῆς περὶ τὸν κόσμον προϊούσης ἁπάσης τῶν μεσοτήτων ποικιλίας· ἔστι μὲν οὖν ἡ ἰσότης καὶ τούτων αἰτία τοῖς ἐγκοσμίοις ἅπασιν· ἔστι δὲ αὖ καὶ τῆς συστοίχου καὶ ὁμοταγοῦς τοῖς οὖσι τάξεως χορηγὸς, ὥσπερ δὴ τὸ μεῖζον τῆς ἐξῃρημένης τελειότητος, τὸ δὲ σμικρότερον τῆς ὑφέσεως τῆς οὐσιώδους αἴτιον. Καὶ ἔοικεν ἐκ τῆς τριάδος τῶν εἰδῶν τούτων κεκοσμῆσθαι πάντα τὰ ὄντα, τοῖς μὲν ὑπερτέροις αὐτὴν τὴν ὑπεροχὴν, τοῖς δὲ δευτέροις τὴν ὕφεσιν, τοῖς δὲ συστοίχοις τὴν ὁμοταγῆ κοινωνίαν παρεχομένης. Καὶ δῆλον ὅτι καὶ αἱ σειραὶ τῶν ὅλων ἀεὶ ἀδιάλυτοι κατὰ ταύτην ἀπεγεννήθησαν· πᾶσα γὰρ σειρὰ τῶν τριῶν δεῖται τούτων, ὑπεροχῆς, ὑφέσεως, συστοιχίας· ὥστε εἴ τινές εἰσιν ἄνωθεν ἄχρι τῶν ἐσχάτων ἑκάστου τῶν εἰδῶν πρόοδοι μετὰ τῆς κοινωνίας τὴν τῶν δευτέρων πρὸς τὰ πρῶτα σώζουσαι διάκρισιν, διὰ τούτων ἂν τῶν τριῶν ἐπιτελοῖντο, καὶ ταῦτα ἂν πᾶσι παρέχοι τοῖς εἴδεσι τὴν εἰς τὸ ἕκαστον ἑκάστου πρόοδον ἀπὸ τῆς οἰκείας ἀκρότητος. Πάντως γὰρ καὶ τὸ αὐτόκαλον καὶ τὸ αὐτοδίκαιον καὶ ἕκαστον εἶδος ἡγεῖται σειρᾶς ἰδίας, καὶ ἔστιν ἐν πᾶσι τοῖς οὖσι νοεροῖς ψυχικοῖς, ἔτι δὲ καὶ σωματικοῖς, καὶ ἐν ψυχαῖς ἄλλως ἐν ἄλλαις, θείαις, δαιμονίαις, ἀνθρωπίναις, καὶ ἐν σώμασιν ἄλλως ἐν ἄλλοις, οἷον τὸ καλὸν θείοις ἢ δαιμονίοις ἢ καὶ τούτων ὑφειμένοις. Τίς μὲν οὖν ἐστιν ἡ ἰσότης, ἀπὸ τούτων δῆλον· σκόπει δὲ καὶ ἐπ’ αὐτοῖς ὅπως ὁ Παρμενίδης ἐλέγχει τοὺς μέρους αὐτῆς σωματικῶς τὰ τῇδε ἴσα μετέχειν οἰομένους. Μετεχέτω γὰρ, εἰ τύχοι, μέρους τῆς ἰσότητος ἀποδιαληφθὲν τόδε τὸ αἰσθητόν· εἰ οὖν μέρους μετέχει, δῆλον ὡς ἐλάττονος τοῦ ὅλου μετέχει τινός· εἰ δὲ τοῦτο, οὐκέτι τὸ τοῦ ἐλάττονος μετασχὸν ἔλαττόν ἐστιν, ἀλλ’ ἴσον· δεῖ δὲ οὐχ οὕτως· κεῖται γὰρ ὅτι τὰς ἑαυτῶν ἐπωνυμίας δίδωσι τὰ εἴδη τοῖς αἰσθητοῖς. |
| in Prm 870 [40] | Οὐχὶ ἐλάττονος οὖν τι μετέχον ἴσον προσρητέον, ἀλλ’ ἔλαττον· οὐδὲ ἴσου ἔλαττον, ἀλλ’ ἴσον· οὐδὲ μείζονος ἴσον ἢ ἔλαττον, ἀλλὰ μεῖζον. Καὶ ὁρᾷς πάλιν ὅπως προῆλθεν ὁ λόγος ὡς ἐπὶ σωματικῆς μετοχῆς· τὸ γὰρ σμικρὸν ἀπολαβόν τι διὰ τῆς ἀποδιαλήψεως ταύτης σωματικὴν ποιεῖ τὴν μετουσίαν, καὶ ἐν αὐτοῖς ἀποτίθεται τοῖς ἀμερίστοις καὶ ἀΰλοις εἴδεσι τὸν μερισμόν· ἐπεὶ, εἴ γε αὐτὴν τὴν ἰσότητα καθ’ αὑτὴν σκοποίης, ἔσται καὶ τὸ ἐν αὐτῇ μέρος ἰσότης· οὐ γὰρ ἐκ μὴ ἴσων τὸ ἴσον. Ἄλλο δὲ τὸ ἐπίθετον εἶδος, ὥστε ἔσται σύνθετον, ἀλλ’ οὐχ ἁπλοῦν τὸ αὐτόϊσον· ἀνάγκη ἄρα καὶ τοῦ αὐτοΐσου τὸ μέρος ἴσον εἶναι· μία γὰρ ἡ αὐτοϊσότης οὖσα πασῶν ἔχει τῶν ἰσοτήτων ἐν ἑαυτῇ τὰς αἰτίας, τῆς ἐν βάρεσι, τῆς ἐν ὄγκοις, τῆς ἐν πλήθεσι, τῆς ἐν ἀξίαις, τῆς ἐν γενέσεσιν· ὥστε ἕκαστον τῶν τοιούτων παντοδαπῶν ὄντων ἴσον τί ἐστι, τὴν δύναμιν ὑφειμένην ἔχον τοῦ ὅλου καὶ τὴν ἀξίαν. Κωλύει γοῦν οὐδὲν, τοῦ ἑνὸς εἴδους πᾶσαν ἰδιότητα παράγοντος τῶν ἐν αὑτῷ δυνάμεων, τὴν μὲν γενναίαν ἄλλην καὶ ἐν ἄλλοις οὖσαν, τὴν δὲ ἄλλην, καὶ οὕτως ἰσότητας εἶναι πάσας πολλὰς ὑπὸ τὴν μίαν. Εἰ δὲ καὶ ἰσότητες πᾶσαι καὶ ὑφειμέναι τῆς ἑαυτῶν ἑνάδος καὶ τοῦτο πεπόνθασι διὰ τὴν τοῦ αὐτοσμίκρου μετουσίαν, οὐ θαυμαστὸν, τῶν εἰδῶν πάντων πᾶσι κοινωνούντων· ἐπεὶ καὶ τὸ αὐτομέγεθος, καθόσον ἄλλων εἰδῶν ἠλάττωται, μετέχει τῆς σμικρότητος, καὶ τὸ αὐτόσμικρον, καθόσον ἑτέρον ὑπερέχει, μετείληφε τοῦ αὐτομεγέθους. Μετέχεται δὲ ἕκαστον ὑπὸ τῶν τῇδε, καθόσον ἐστὶν ὅ ἐστιν, ἀλλ’ οὐ καθόσον κοινωνεῖ τοῖς ἄλλοις. Ἀλλὰ τοῦ σμικροῦ μέρος τις ἡμῶν ἕξε ι . Τούτου δὲ αὐτοῦ τὸ σμικρὸν μεῖζον ἔσται ἅτε μέρους ἑαυτοῦ ὄντο ς . |
| in Prm 871 [40] | Καὶ οὕτω δὴ αὐτὸ τὸ σμικρὸν μεῖζον ἔστα ι · ᾧ δ ’ ἂν προστεθῇ τὸ ἀφαιρεθὲ ν , τοῦτο σμικρότερον ἔστα ι , ἀλ λ ’ οὐ μεῖζον ἢ πρί ν . — Οὐκ ἂν γένοιτ ο , φάνα ι , τοῦτό γ ε. (P. 131 D.) Πάλιν τὸ σμικρὸν, ὅ τι ποτέ ἐστι καὶ ἣν ἔχει δύναμιν, πρῶτον θεατέον. Ὡς γὰρ τὸ μέγεθος λέγομεν ὑπεροχῆς καὶ διαφερούσης ἀξίας καὶ δυνάμεως ἐξῃρημένης αἴτιον εἶναι πᾶσιν ὁμοῦ τοῖς οὖσι, καὶ τὸ ἴσον ἀναλογίας πάσης καὶ ὁμοστοιχίας γεννητικόν· οὕτω δὴ καὶ τὸ σμικρόν φαμεν, εἰ μὲν βούλει, τῆς ὑφέσεως τῆς ἐν τοῖς εἴδεσιν ἅπασιν, εἰ δὲ βούλει, τῆς ἀμερείας καὶ τῆς συνοχῆς καὶ τῆς εἰς αὐτὸ συννευούσης δυνάμεως ἐν ἑκάστοις χορηγόν. Διὰ τοῦτο γὰρ αἱ ψυχαὶ δύνανται χωρεῖν ἀπὸ τῆς ἐκτάσεως ἐπὶ τὸ ἀμέριστον εἶδος τῆς ζωῆς, καὶ τὰ σώματα σφίγγεται καὶ συνέχεται ταῖς ἐν αὑτοῖς ἀμερέσιν αἰτίαις, καὶ ὁ σύμπας κόσμος εἷς ἐστι καὶ ἐν ἑνὶ τῷ μέσῳ συννεύουσαν ἔχει τὴν ὅλην ζωήν. Ἀπὸ τούτου καὶ οἱ πόλοι καὶ τὰ κέντρα καὶ αἱ πᾶσαι ἀμερεῖς τομαὶ, καὶ αἱ τῶν κύκλων ἐπαφαὶ, καὶ τὰ πέρατα τῶν δωδεκατημορίων, καὶ πάντα ὅσα ὁ δημιουργικὸς νοῦς ἀμερῆ μέτρα τοῖς μεριστοῖς ἐνεστήριξε. Τοιαύτην μὲν οὖν ἔχει δύναμιν ἡ αὐτοσμικρότης· ὁ δὲ παρὼν λόγος δείκνυσι καὶ ἐπὶ ταύτης ὅτι μέρους αὐτῆς σωματικῶς τὰ τῇδε μετέχειν ἀδύνατον. Εἰ γὰρ ἔχοι τι μέρος ὅλως ἡ αὐτοσμικρότης, ἔσται μείζων τοῦ ἑαυτῆς μέρους· τὸ γὰρ μέρος τοῦ σμικροῦ, καθὸ μέρος, τοῦ ὅλου σμικρότερον· ὥστε τὸ σμικρὸν τοῦ οἰκείου μέρους ὄντος σμικροτέρου δηλαδὴ μεῖζον ἔστα ι· ἀλλ’ ἀδύνατον μεῖζον εἶναι τὸ σμικρὸν ἁπλῶς· νῦν γὰρ αὐτὴν καθ’ αὑτὴν τὴν σμικρότητα θεωροῦμεν, οὐδὲν ἐφαπτόμενοι τῆς πρὸς τὸ μέγεθος αὐτῆς κοινωνίας. Τοῦτο μὲν οὖν ἓν ἔδειξεν ἄτοπον ἀκολουθοῦν τοῖς αὐτὴν τὴν σμικρότητα μερίζουσιν ἐν αὐτῷ τῷ εἴδει θεωρουμένην, ἕτερον δὲ ἐπὶ τῶν μετεχόντων ἐξεταζόμενον τοιοῦτον. |
| in Prm 872 [40] | Ἐπειδὴ γὰρ τὸ αὐτόσμικρον διείλομεν, καὶ δέδεικται ὡς τοῦτο τὸ μέρος αὐτοῦ τοῦ ὅλου σμικρότερόν ἐστι, δῆλον ὅτι ᾧ ἂν προστεθῇ τοῦτο δὴ τὸ ἀφαιρεθὲν ἀπὸ τοῦ ὅλου σμικροῦ μέρος, ἐκεῖνο τὸ λαβὸν ταύτην τὴν προσθήκην σμικρότερον ἔστα ι , ἀλ λ ’ οὐχὶ μεῖζον ἢ πρότερον ἦ ν· τὸ γὰρ σμικροτέρου μεταλαβὸν δεῖ γίγνεσθαι σμικρότερον, καίτοι γε ὁρῶμεν ὅτι τῷ μεγέθει τῳδὶ προστεθέν τι σμικρότερον αὐτοῦ ὂν ποιεῖ τὸ ὅλον μεῖζον. Οὐκ ἄρα δεῖ μερίζειν τὸ σμικρόν· εἰ γὰρ ἀμέριστον αὐτὸ φυλάττοις, οὐ δυνήσῃ τὸ ὅλον ὡς τὸ μέρος προσθεῖναι, τῷ καὶ οὕτω ποιῆσαι τὸ προσλαβὸν ἀντὶ σμικροῦ μεῖζον· δέδεικται γὰρ ὅτι ὅλον ἐν πολλοῖς εἶναι ἀδύνατον. Ἔστι μὲν οὖν καὶ οὑτωσὶ τὴν ἐκκειμένην λέξιν ἀφερμηνεύειν· ἔστι δὲ καὶ, ὡς ὁ ἑταῖρος ἡμῶν ἐπέστησε Περικλῆς, ἐπ’ αὐτοῦ τοῦ εἴδους τὸ ὅλον θεωρεῖν· ᾧ γὰρ ἂν προστεθῇ τὸ ἀφαιρεθὲν τοῦ σμικροῦ μέρους, τοῦτο δεῖ γίγνεσθαι μεῖζον· ἀλλὰ μὴν τῷ καταλοίπῳ τῆς ἀφαιρέσεως τοῦ σμικροῦ διαιρεθέντος προστεθὲν σμικρὸν ὅμως ἐποίησε τὸ ὅλον, ἀλλ’ οὐ μεῖζον ἢ πρότερον· ἦν γὰρ σμικρὸν τὸ ἐξ ἀρχῆς εἶδος. Ἄτοπον ἄρα διαιρετὸν ἡγεῖσθαι τὸ σμικρόν· τὸ γὰρ ἀφαιρεθὲν ἀπ’ αὐτοῦ μέρος, διότι μὲν ἔλαττόν ἐστι τοῦ ὅλου, μεῖζον ἐκεῖνο πάντως ἀποφαίνει, διότι δὲ τῷ λοιπῷ προστίθεται, μεῖζον αὐτὸ τὸ τὴν προσθήκην λαβὸν ἀπεργάζεται· σμικρὸν δὲ οὐδετέρως εἶναι συμβαίνει τὸ πᾶν. Ταῦτα καὶ περὶ τοῦ δευτέρου τῶν ἐπενηνεγμένων ἀτόπων ῥητέον· ὃ καὶ ἔδοξέ τισιν οὕτω δυσδιάθετον εἶναι κατὰ τὴν λέξιν, ὡς καὶ ἐν τοῖς νόθοις αὐτοῖς καταλέξαι τινὰς καὶ περιγράψαι τῶν τοῦ Πλάτωνος ῥημάτων. Ἀλλὰ τοῦτο μὲν ἀφείσθω· ὅτι δὲ καὶ αὐτὸς ὁ λόγος ἀφαιρέσεις τινὰς καὶ προσθέσεις παρεισφέρων σωματικὴν εἶναι δηλοῖ τὴν ἐλεγχομένην μέθεξιν, γνώριμον· καὶ οὐδὲν, οἶμαι, πρὸς τοῦτο δεῖ παρ’ ἡμῶν πλείονος ὑπομνήσεως. |
| in Prm 873 [5] | Κοινῇ δὲ εἰρήσθω περὶ τῶν τριῶν τούτων εἰδῶν, μεγέθους, σμικρότητος, ἰσότητος, μᾶλλον δὲ περὶ ἁπασῶν ὁμοῦ τῶν ἰδεῶν, ὡς ἀμερεῖς εἰσι καὶ ὡς ἀσώματον ἔλαχον οὐσίαν· τὸ γὰρ σωματικὸν πᾶν, ὡρισμένον ὑπάρχον κατὰ τὴν διάστασιν, ἀδύνατον ὡσαύτως τὸ αὐτὸ παρεῖναι μείζοσι καὶ ἐλάττοσιν· ἀλλὰ μὴν καὶ τὸ ἴσον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, καὶ ἕκαστον τῶν ἄλλων ὁμοίως πάρεστι τοῖς μετέχουσιν, ὅπως ἂν ἔχοι διαστάσεως· ἀδιάστατα ἄρα πάντα τὰ εἴδη ἐστί. Κατὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τόπου παντὸς ὑπερίδρυται· πᾶσι γὰρ πανταχοῦ τοῖς μετέχουσιν ἀκωλύτως πάρεστι, τὰ δὲ ἐν τόπῳ κρατούμενα τῆς ἀκωλύτου ταύτης παρουσίας ἄμοιρα πέφυκε· μετέχεσθαι γὰρ ὑπὸ πάντων αὐτὰ τῶν ἐν διαφόροις τόποις τεταγμένων ἀδύνατον. Ὡσαύτως γε καὶ χρόνου παντὸς ὑπερήπλωται· πάρεστι γὰρ ἀχρόνως ἅπασι καὶ ἀθρόως· ἐπεὶ καὶ αἱ γενέσεις προπαρασκευαί τινές εἰσι τῆς ἐκείνων μεθέξεως, ὡς προείπομεν, καὶ αὗται μὲν ἐν χρόνῳ πάντως, τὰ δὲ εἴδη τοῖς ἐν γενέσει δίδωσι τὰς ἑαυτῶν μεθέξεις οὐδὲν ὅλως προσδεόμενα τῆς κατὰ τὸν χρόνον παρατάσεως, ἀλλ’ ἐν αὐτῷ τῷ νῦν ἀμερίστῳ ἀμερίστως, ὃ δὴ καὶ μιμεῖται τὴν αἰώνιον αὐτῶν ὑπόστασιν. Μὴ τοίνυν ἀπὸ τῶν μετεχόντων ἐπὶ τὰ μετεχόμενα μεταφερέτω τις ἢ τὸν χρόνον ἢ τὴν τοπικὴν περίληψιν ἢ τὸν σωματικὸν μερισμὸν, μηδ’ ὅλως συνθέσεις ἢ διαιρέσεις σωματοειδεῖς ἐν ἐκείνοις ἐπινοείτω. Πόῤῥω γὰρ ταῦτα διέστηκε τῶν εἰδῶν τῆς ἁπλότητος τῆς ἀΰλου, τῆς καθαρότητος τῆς ἐν αἰῶνι συνεχομένης ἀμεροῦς ὑποστάσεως. Τίνα οὖν τρόπο ν , εἰπεῖ ν , ὦ Σώκρατε ς , τῶν εἰδῶν σοι τἄλλα μεταλήψετα ι , μήτε κατὰ μέρη μήτε κατὰ ὅλα μεταλαμβάνειν δυνάμεν α; (P. 131 D.) Προκλητικός ἐστιν ὅλος ὁ τύπος οὗτος τῶν λόγων, καὶ μαιευτικὸς τῶν τοῦ Σωκράτους ἐννοιῶν· διὰ τοῦτο καὶ οὐχ ὡς ἀγωνιστὴς, οὐδ’ ὡς νίκης ὀρεγόμενος ἐπήνεγκεν ὡς οὐκ ἄρα μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἀλλ’ ἀνακινεῖ τὸν Σωκράτη καὶ προκαλεῖται τὸν ἐν αὐτῷ νοῦν εἰς τὴν τῆς κυριωτάτης μεθέξεως εὕρεσιν, καὶ διὰ τῶν ἀκυρωτέρων τρόπων αὐτὸν περιαγαγὼν ἐκεῖνον καταλείψει τὸν ὄντως προσήκοντα τῇ ποιήσει τῶν θείων εἰδῶν. |
| in Prm 874 [40] | Εἴρηται δὲ καὶ πρότερον ὅτι τοῖς μὴ σωματικῶς ἐκλαμβάνουσι τὸ ὅλον καὶ τὸ μέρος, ἀλλὰ προσφόρως ταῖς ἀΰλοις καὶ νοεραῖς οὐσίαις, ὀφθήσεται τὰ τῇδε καὶ ὅλων μετέχοντα τῶν εἰδῶν καὶ μερῶν. Καθόσον μὲν γὰρ ἡ ἑκάστου ἰδιότης χωρεῖ καὶ μέχρι τῶν τελευταίων ἐν τοῖς μετέχουσιν, ὅλων ἐστὶν ἡ μέθεξις· καθόσον δὲ οὐ πᾶσαν ὑποδέχεται τὰ δεύτερα τὴν τῶν αἰτιῶν δύναμιν, μερῶν ἐστιν ἡ μέθεξις. Διὸ καὶ τὰ μὲν ὑψηλότερα τῶν μετεχόντων πλείους ὑποδέχεται τοῦ παραδείγματος δυνάμεις, τὰ δὲ κοιλότερα ἐλάττους· ὥστε, καὶ εἴ τινες ἄνθρωποι κατ’ ἄλλας τοῦ παντὸς μερίδας κρείττους ἡμῶν ὑπάρχοιεν, καὶ τούτους μᾶλλον ἐγγὺς ὄντας τῆς ἀνθρώπου ἰδέας μᾶλλον αὐτῇ καὶ κατὰ πλείους δυνάμεις κοινωνεῖν. Ὅθεν καὶ ὁ μὲν οὐράνιος λέων νοερὸς, ὁ δὲ ὑπὸ σελήνην ἄλογος· ἐγγυτέρω γὰρ ἐκεῖνος τῆς τοῦ λέοντος ἰδέας. Ἥ γε μὴν ἰδιότης ἥκει μέχρι τῶν θνητῶν, δι’ ἣν καὶ συμπαθεῖ τὰ τῇδε τοῖς οὐρανίοις· τὸ γὰρ ἓν εἶδος καὶ ἡ κατὰ τοῦτο κοινωνία ποιεῖ τὴν συμπάθειαν. Καὶ τί δεῖ περὶ τούτων λέγειν; ἀλλὰ καὶ αὐτὴν εἰ λάβοις τὴν σελήνην, θεὸν μὲν ὄψει τὴν οὐρανίαν, τὸ δὲ ἐνταῦθα σεληνιακὸν εἶδος ἐν λίθοις φυλάττον καὶ αὐτὸ τὴν οἰκείαν τῇ τάξει ταύτῃ δύναμιν, ὡς πέφυκεν αὐξόμενόν τε καὶ μειούμενον τεταγμένως. Οὕτως ἡ μία ἰδιότης ἄνωθεν καθήκει μέχρι τῶν ἐσχάτων, καὶ δῆλον ὅτι διὰ τῶν μέσων· εἰ γὰρ ἔν τε θεοῖς καὶ ἐν λίθοις τὸ ἓν τοῦτο εἶδος, πολλῷ δήπου πρότερον ἐν ταῖς μεταξὺ γενέσεσιν, οἷον δαιμόνων ἢ τῶν ἄλλων ζώων· σειραὶ γάρ τινες ἀπὸ τῶν νοερῶν θεῶν εἰς τὸν οὐρανὸν καθήκουσι, καὶ ἀπὸ τῶνδε πάλιν εἰς τὴν γένεσιν, καθ’ ἕκαστον στοιχεῖον ἐξαλλαττόμεναι, καὶ μέχρι γῆς ὑφιζάνουσαι. |
| in Prm 875 [5] | Τούτων δὲ τῶν σειρῶν τὰ μὲν ὑψηλότερα μειζόνως μετέχει τῶν παραδειγμάτων, τὰ δὲ χαμαιζηλότερα ἐλαττόνως τῆς ἰδιότητος ἐπὶ πάντα τῆς μιᾶς ἐκτεινομένης, ἣ καὶ ποιεῖ μίαν τὴν ὅλην σειράν. Πάλιν δὲ καθ’ ἕτερον τρόπον, εἰ βούλει, λέγωμεν ὅτι καὶ ὅλων μετέχει τὰ τῇδε τῶν εἰδῶν καὶ μερῶν· ὅλων μὲν, καθόσον ἀμέριστος αὐτῶν ἐστιν ἡ ποίησις, διὸ καὶ ὅλη πανταχοῦ πᾶσιν ἡ αὐτὴ πάρεστιν ἑαυτῆς οὖσα πρότερον, ἔπειθ’ οὕτω καὶ τὴν τῶν μετεχόντων οὐσίαν ἀποπληροῦσα τῆς οἰκείας δυνάμεως· μερῶν δὲ, καθόσον οὐκ αὐτῶν ἐκείνων, ἀλλ’ εἰδώλων μετέχει, τὰ δὲ εἴδωλα μέρη τῶν οἰκείων ἐστὶ παραδειγμάτων· οὕτω γὰρ ἡ εἰκὼν ἔχει πρὸς τὸ παράδειγμα ἑαυτῆς, ὡς μέρος πρὸς ὅλον. Καὶ εἴ τις ἐπὶ ταύτης ἑστὼς τῆς ἐξηγήσεως γυμνάζει τοὺς προειρημένους λόγους, οὐδὲν ἀδύνατον φαίνεται τῶν πρότερον ἡμῖν ὡς ἀδυνάτων ἀπογεγραμμένων. Ποῦ γὰρ ἀδύνατον ὅλον ἐν πᾶσιν εἶναι ταὐτὸν, εἴ μοι νοοίης ὅτι τὸ ἄϋλον καὶ νοερὸν εἶδος, ἐν ἑαυτῷ ὂν καὶ οὐδὲ ἕδρας οὐδὲ τόπου δεόμενον, πᾶσι πάρεστιν ἐξίσου τοῖς μετέχειν αὐτοῦ δυναμένοις; Ποῦ δὲ ἀδύνατον τὸ ἀμέριστον καθ’ αὑτὸ καὶ ἓν προϋπάρχον εἶδος μερίζεσθαι ἐν τοῖς μετέχουσι καὶ τὸν Τιτανικὸν ὑπομένειν διασπασμόν; Πῶς δὲ οὐκ ἀληθέστατον ὅτι, τοῦ αὐτομεγέθους μετασχὸν, ἐλάττονος μετέσχε; τὸ γὰρ ἐν αὐτῷ μέγεθος διαστατὸν ὂν τοῦ αὐτομεγέθους εἴδωλον, τὸ δὲ εἴδωλον μορίῳ δή τινι τοῦ παραδείγματος ἠλάττωται. Τί δὲ, οὐ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ αἰσθητὸν ἴσον ἐλάττονος ἐρεῖς αὐτοῦ τοῦ ἴσου μετασχὸν ἴσον προσονομάζεσθαι; τὸ γὰρ ἐνταῦθα καλούμενον ἴσον ἔλαττον τῆς τοῦ αὐτοΐσου δυνάμεως. Πῶς δὲ καὶ τὸ εἴδωλον τοῦ σμικροῦ οὐχὶ σμικρότερον ἐκείνου, καθόσον ἀπολείπεται τῆς ἐκείνου τελειότητος; ἐκεῖνο γὰρ τούτου μεῖζον, καθόσον τῇ δυνάμει τελειότερον. Ὅλως δὲ ἕκαστον τῶν τριῶν, ἐπεὶ καὶ ἐξῄρηται τῶν μετεχόντων καὶ μετρητικόν ἐστι τῆς οὐσίας αὐτῶν καὶ τῆς ὑφέσεως αὐτοῖς αἰτίαν ἐνδίδωσι, κατὰ μὲν τὴν ἐξῃρημένην ὑπερβολὴν τῷ μεγέθει προσχρῆται, κατὰ δὲ τὴν μετρητικὴν δύναμιν τῷ ἴσῳ, κατὰ δὲ τὴν τῆς ὑφέσεως δόσιν τῷ σμικροτέρῳ. |
| in Prm 876 [40] | Πάντα ἄρα συναπεργάζεται ἀλλήλοις τὴν εἰς τὰ δεύτερα ποίησιν, ἐπεὶ, καὶ εἰ τὸ μὲν μέγεθος τὴν ἐπὶ πάντα διατείνουσαν παρέχεται δύναμιν, τὸ δὲ σμικρὸν τὴν ἀμέρειαν (συμφύεται γὰρ ἀλλήλοις· τό τε γὰρ ἀμέριστον ἐπὶ πλείω διῆκον μειζόνως ἐστὶν ἀμερὲς), καὶ ἄμφω μειζόνως ἴσα ἐστὶν, ἑαυτῶν τε καὶ τῶν ἄλλων ὑπάρχοντα μέτρα διαφερόντως· οὐδὲν ἄρα ἄτοπον οὐδὲ ἀδύνατον, εἰ καὶ τὸ ὅλον καὶ τὸ μέρος τὸν προσήκοντα τρόπον ἐκλάβοις, ἀλλ’ ἕπεται πάντα ταῖς ὑποθέσεσιν οἰκείως. Ὅθεν, οἶμαι, καὶ ὁ Παρμενίδης συνεχῶς ἐπανερωτᾷ πῶς μετέχει τὰ τῇδε τῶν εἰδῶν, καὶ πῶς τὸ ὅλον καὶ πῶς τὸ μέρος ἐπ’ ἐκείνων θεωρητέον, εἰς τὴν ἀληθεστάτην αὐτὸν ἀνάγων ἐπιβολήν. Οὐ μὰ τὸν Δί α , φάνα ι , οὔ μοι δοκεῖ εὔκολον εἶναι τὸ τοιοῦτον οὐδαμῶς διορίσασθα ι. (P. 131 E.) Ἐν μὲν τῷ πρώτῳ προβλήματι τῷ περὶ τῆς ὑποστάσεως τῶν ἰδεῶν, οὔτε ὁ Παρμενίδης ὡς ἀτελοῦς τοῦ Σωκράτους ἀντελάβετο, οὔτε αὐτὸς ὅλως οὐδὲν εἶχεν ἀπορεῖν· ἐν δὲ τῷ δευτέρῳ τῷ τίνων εἰσὶν, ἠπόρει μὲν, ἀλλὰ ἐμμελῶς καὶ οὐ πάνυ σφοδρῶς· ἐν δὲ τῷ τρίτῳ τούτῳ καὶ λίαν ἀπορεῖ διὰ τὴν βαθύτητα τοῦ σκέμματος. Καὶ γὰρ οὐκ ἐνταῦθα μόνον ἡ βαθύτης δείκνυται τούτου τοῦ προβλήματος, ἀλλὰ καὶ ἐν Τιμαίῳ, λέγοντος αὐτοῦ τοῦ Τιμαίου τὴν ὕλην ἀπορώτατα μετέχειν τοῦ ὄντος· ὥστε εἰκότως δυσδιάθετος φαίνεται τῷ Σωκράτει καὶ ἄπορος ὁ λόγος, καὶ οὐ νέῳ μόνον, ὡς ἔοικεν, ὄντι, ἀλλὰ καὶ παρ’ αὐτὴν τὴν τελευτήν· λέγει γοῦν καὶ ἐν Φαίδωνι μὴ διϊσχυρίζεσθαι περὶ τοῦ τρόπου τῆς μεθέξεως τῶν εἰδῶν, τοῦ μεγάλου ἐκεῖ καὶ τοῦ σμικροῦ μεμνημένος. |
| in Prm 877 [5] | Καὶ τοῦτό ἐστιν ὃ καὶ πρότερον εἴπομεν, καὶ ἐπὶ τούτου καὶ ἐπὶ πολλῶν ἄλλων ζητήσεως ἄξιον τὸ πῶς· οἷον καὶ τὸν Σωκράτη ζητεῖν ἐλέγομεν, ὅτε ἠρώτα πῶς διακρίνεται τὰ εἴδη αὐτὰ καὶ συγκρίνεται, συγχωρῶν μὲν ὅτι κἀκεῖνα πολλὰ ὄντα πάντως ἥνωται καὶ διῄρηται καὶ οὐκ ἔστιν ἑνώσεως ἀμέτοχα, πῶς δὲ ἁπλᾶ ὧν τὸ συναμφότερον πέπονθε ζητῶν, καὶ εἰ ὁμοίως ὡς τὰ ὁρατὰ πολλά· ταῦτα γὰρ σύνθετα, καὶ οὐδὲ ἐπ’ αὐτῶν σύγκρισιν καὶ διάκρισιν ὁρᾷν κατ’ ἄλλο καὶ δι’ ἄλλων συνθέτων ὄντων, ἐπὶ δὲ τῶν ἁπλῶν πῶς τὸ κατ’ ἄλλο ληπτέον καὶ ἄλλο, δυσφορώτατον. Ἐζήτει οὖν πῶς καὶ ἐπ’ ἐκείνων ἄμφω δυνατόν· οὐκ εἰ ἔστι ζητῶν, ἀλλὰ πῶς ἐστιν, ὥσπερ καὶ ἐν τούτοις ζητεῖ ὁ λόγος οὐκ εἰ ἔστι μέθεξις, ἀλλὰ πῶς ἐστιν. Ὃ καὶ ὁ Σωκράτης φησὶ μὴ εἶναι συνιδεῖν εὔκολο ν, ὑπὸ τῶν ἐλέγχων περιαχθεὶς εἰς τὴν ἐπίστασιν τῆς τοῦ προβλήματος τούτου δυσκολίας. Εἰ δέ γε καὶ ἡ τοῦ ὅρκου πρόσθεσις μὴ μάτην, ἀλλά πως ἐνιδρύει τε αὐτὸν τῷ θεῷ ὃν ὄμνυσι κἀκεῖθεν εὔβατον αὐτῷ ποιεῖ τὴν θεωρίαν, οὐδὲ ταύτην ἂν εὕροις σκοπῶν ἀλλοτρίαν τῆς περὶ τῶν εἰδῶν ζητήσεως· ἐν γὰρ τῷ Διῒ πρῶτον ἡ πηγὴ καὶ ἡ ἑνὰς ἀνεφάνη τῶν δημιουργικῶν ἰδεῶν καὶ ὁ ὅλος αὐτῶν ἀριθμός· αὐτὸν οὖν ἐπικαλούμενος τὸν Δία καὶ μάρτυρα τῆς αὑτοῦ ποιούμενος ἀπορίας, ἑαυτὸν ἐπιτήδειον ποιεῖ πρὸς τὴν ὅλην θεωρίαν καὶ ἀνάγει πρὸς τὴν χωριστὴν ἀπὸ τῶν φαινομένων αἰτίαν. Τί δὲ δ ή ; πρὸς τόδε πῶς ἔχει ς ; — Τὸ ποῖο ν ; — Οἶμαί σε ἐκ τοῦ τοιοῦδε ἓν ἕκαστον εἶδος οἴεσθαι εἶνα ι . Ὅταν πολλὰ ἄττα μεγάλα δόξῃ σοι εἶνα ι , μία τις ἴσως δοκεῖ ἰδέα ἡ αὐτὴ εἶναι ἐπὶ πάντα ἰδόντ ι , ὅθεν ἓν τὸ μέγα ἡγεῖ εἶνα ι . — Ἀληθῆ λέγει ς , φάνα ι. (P. 131 E.) Ὅπως μὲν οὐχὶ σωματικὴν οἰητέον εἶναι τὴν μετάληψιν τῶν εἰδῶν, ἐπιδέδεικται διὰ τῶν εἰρημένων ἱκανῶς· ἐξ ὧν λάβοις ἂν ὅτι οὐ σωματικῶς οὐδὲ ὤσεσι καὶ μοχλίαις αὐτῶν ἀναθετέον τὴν ποίησιν, οἷαι δὴ τῶν σωμάτων εἰσὶν αἱ κινήσεις. |
| in Prm 878 [5] | Εἰ δὲ τοῦτο, δῆλον ὡς ἀσώματός ἐστιν ὁ διάκοσμος τῶν εἰδῶν· ἐν Σοφιστῇ μὲν οὖν ὅτι τὸ ἓν ἀσώματον ἐπέδειξεν ὁ λόγος· σῶμα γὰρ ὂν καὶ αὐτὸ δεήσεσθαι τοῦ ἑνίζοντος· ἐνταῦθα δὲ ὅτι τὸ ὄντως ὂν καὶ τὰ εἴδη τὰ νοερὰ ἀμερίστως ὑφέστηκε· ἐν δὲ Νόμοις, ὅτι αἱ ψυχαὶ ἀσώματοι διὰ τὴν αὐτοκίνητον ὑπόστασιν. Οὗτοι δέ εἰσιν οἱ πρὸ τῶν αἰσθητῶν διάκοσμοι τρεῖς, ὁ τῶν ψυχῶν, ὁ τῶν νοερῶν οὐσιῶν, ὁ τῶν ἑνάδων, οἷς δὴ πᾶσι τὸ ἀσώματον ἀποδέδωκε δι’ αὐτῶν τῶν ἀνελέγκτων λόγων. Ἀλλὰ ταῦτα μὲν ταύτῃ ἐχέτω· ἄνεισι δὲ ἐντεῦθεν ἐπ’ ἄλλην τελειοτέραν ὑπόθεσιν ὁ Παρμενίδης· μήποτε γὰρ οὕτω τὰ τῇδε μετέχει τῶν ἰδεῶν, ὡς τῶν φυσικῶν λόγων, ὁμοταγῶν μὲν ὄντων καὶ ὁμοφυῶν τοῖς μετέχουσιν, ἀσωμάτων δὲ ὅμως; Ἡ γὰρ πρὸ ταύτης ἀπορία σωματικὴν ἐλάμβανε τὴν μετοχὴν τῶν ἰδεῶν, ἄλλων μὲν οὐσῶν περὶ τὰ ἐν ἡμῖν, σωματικῶν δὲ ὅμως, καὶ οὕτω παρουσῶν, ὡς σώματα δυνατὸν παρεῖναι σώμασιν ἄλλοις. Ἄνεισιν οὖν ἐπί τινα λόγον ἀσώματον, ὃν, εἰ ἐθέλοιμεν εἰς τὰ πράγματα ἀποβλέποντες ἀφορίζεσθαι, φυσικὸν εἶναι θήσομεν, καὶ εἶναι τὸν τρόπον τῆς μετοχῆς ἀσώματον μὲν, ἀλλ’ ἔχοντά τι κοινὸν πρὸς τὰ μετέχοντα. Ἐὰν γὰρ πρὸς τῇ ἀσωμάτῳ μεθέξει καὶ ἐκβεβηκότα πάντη τῶν μετεχόντων τὰ μετεχόμενα λάβωμεν, οὐκέτι οὐδ’ ἂν ἓν λείποιτο περὶ τῆς μεθέξεως ἄπορον· δύο γὰρ ταῦτα ποιεῖ τὴν ἀπορίαν, ὁ σωματικὸς τῆς παρουσίας τρόπος καὶ ἡ πρὸς αὐτὰ κοινότης· πρὸς ἃ καὶ ὁ Σωκράτης βλέπων ἐν Φαίδωνι διαπορεῖν ἔλεγεν εἴτε παρουσίαν δεῖ θέσθαι τῶν εἰδῶν εἰς τὰ μετέχοντα αὐτῶν (ὡς ἡ πρὸ τούτων ἔλεγε ζήτησις, εἴτε ὅλου μετέχει τοῦ εἴδους τὰ τῇδε ζητοῦσα, εἴτε μέρος ἑκάστου), εἴτε καὶ μὴ παρουσίαν, ὡς τοῦ ἑνὸς λόγου ἐν ταῖς χορδαῖς τοῖς συμφώνοις τὸν ποιοῦντα τῇ ἑτέρᾳ κινουμένῃ συγκινεῖσθαι τὴν λοιπήν. |
| in Prm 879 [40] | Αὐτὴ γοῦν ἡ δευτέρα ζήτησις ὑπέθετο τὸ εἶδος ἐν τοῖς μετέχουσιν εἶναι καὶ ὁμοταγὲς αὐτοῖς· διὸ καὶ ἐπὶ τούτοις πάλιν καὶ ἐκείνοις ὁμοίοις οὖσιν ἄλλο τι ἀναγκάζει τίθεσθαι ταὐτόν. Ἄνεισιν οὖν ἐπὶ τὰς φύσεις· ὑπὲρ γὰρ τὰ σώματα καὶ τὴν φαινομένην διακόσμησιν τῶν εἰδῶν οἱ φυσικοὶ λόγοι καὶ αἱ φύσεις ἐτάχθησαν, δύνουσαι καὶ αὐταὶ κατὰ τῶν σωμάτων καὶ οὐκ ἐξῃρημένως αὐτὰ συνέχουσαι· διὸ καὶ πάνυ συντάττονται τοῖς αἰσθητοῖς εἴδεσιν οἱ φυσικοὶ λόγοι. Πῶς οὖν ἄνιμεν ἐπὶ τοὺς φυσικοὺς λόγους, αὐτὸς διδάσκει σαφῶς ὁ Παρμενίδης· ἀπὸ γὰρ τῶν ἐν τοῖς καθέκαστα κοινῶν ἐπὶ τὸ προσεχὲς αἴτιον αὐτῶν ἀνατρέχομεν, ὃ δή ἐστι πάντως εἶδος φυσικόν· ἰδόντες γὰρ πολλὰ μεγάλα καὶ ἐπὶ πάντα ταῦτα μίαν ἰδέαν διατείνουσαν, ἓν δή τι μέγα ἡγούμεθα εἶναι τοῦ μεγάλου τοῦ ἐν τοῖς καθέκαστα κοινόν. Ὅτι δὲ περὶ φυσικοῦ εἴδους ὁ λόγος καὶ τῆς ἀπὸ τῶν αἰσθητῶν ἐπ’ αὐτὸ μεταβάσεως, δηλοῖ προστιθεὶς τὰ τοιαῦτα, τὸ οἴεσθα ι , τὸ δόξ ῃ , τὸ δοκε ῖ , τὸ ἡγε ῖ , τῶν τοιούτων Ἕκαστον ἃ μὴ ἔστι περὶ ἐπιστητῶν πραγμάτων λέγειν, ἀλλὰ περὶ φυσικῶν. Ὁμοίως οὖν καὶ ἐπ’ ἀνθρώπων ῥητέον ὅτι ὁρῶμεν τοὺς πολλοὺς ἀνθρώπους, καὶ μίαν ἰδέαν ἐπὶ πάντα διατείνουσαν τὸν ἐν τοῖς καθέκαστα ἄνθρωπον, ὅθεν ἕνα ἄνθρωπον ἡγούμεθα ἐν τοῖς λόγοις προϋπάρχειν τῆς φύσεως γεννητικὸν τοῦ φαινομένου, καὶ οὕτω τοὺς πολλοὺς μετέχειν τοῦ ἑνὸς, ὡς λόγου φυσικοῦ προελθόντος εἰς ὕλην, οὐδὲ τούτου χωριστοῦ τῆς ὕλης ὄντος, ἀλλ’ ὡς προείπομεν, ἐοικότος τῇ σφραγῖδι τῇ δυνούσῃ κατὰ τοῦ κηροῦ καὶ ἐν αὐτῷ τὸν ἐν αὑτῇ ἀποτιθεμένῃ τύπον καὶ ἐφαρμόζοντα τοῦτον πρὸς ὅλον τὸ ἐπιτιθέμενον εἶδος ποιούσῃ. Ἡ μὲν οὖν προσεχὴς μετάβασις ἀπὸ τῶν σωμάτων ἐπὶ τὰς φύσεις γινομένη τοὺς ἐν ταύταις λόγους ἐπιδείκνυσιν ἀπολειπομένους τῆς τῶν εἰδῶν πρωτουργοῦ καὶ ἀμίκτου πρὸς τὰ μετέχοντα τελειότητος. |
| in Prm 880 [10] | Ληπτέον δὲ ἐκ τούτων ὅτι τὸ ἓν εἶδος οὔτε κατὰ τὸ ὄνομα δεῖ μόνον κοινωνεῖν τοῖς πολλοῖς, ἵνα μὴ πάλιν διὰ τὸ κοινὸν ὄνομα ζητῶμεν ἄλλο ἕν τι κοινὸν τῷ τε ἑνὶ καὶ τοῖς πολλοῖς, ὥσπερ τῶν πολλῶν τὸ ἓν κοινόν· οὔτε συνώνυμον εἶναι χρὴ τὸ ἐν τοῖς ὑφ’ ἑαυτὸ πολλοῖς, ἵνα μὴ πάλιν εἷς ὢν ἀμφοτέρων λόγος ἕτερον ἀπαιτῇ τι κοινὸν ἐπ’ αὐτοῖς· ἀλλ’ ὡς εἴρηται πολλάκις, ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ὃ γάρ ἐστι τὸ ἓν εἶδος πρώτως, τοῦτο τὰ ὑπ’ αὐτὸ πολλὰ δευτέρως. Καὶ οὐ δεῖ κοινότητα πάλιν ἄλλην ἐπὶ τούτων θηρᾷν· ἡ γὰρ κοινότης ὁμοταγῶν μέν ἐστιν, οὐχ ὁμοταγὴς δὲ τοῖς ὧν ἐστι κοινότης. Αὐτὸ δὲ τὸ ἓν ἐφ’ ἑκάστου τῶν εἰδῶν ὅταν λαμβάνωμεν, οὔτε δοξαστικῶς αὐτὸ χρὴ θεωρεῖν, οὔτε διανοητικῶς· οὐδὲ γάρ εἰσιν αὗται γνώσεις συμφυεῖς τῶν νοερῶν μονάδων, τῶν οὔτε δοξαστῶν οὔτε διανοητῶν, ὡς ἐν Πολιτείᾳ μεμαθήκαμεν, ἀλλὰ διὰ τῆς νοερᾶς ἐπιβολῆς θεάσασθαι προσήκει τὴν ἁπλῆν καὶ ἑνοειδῆ τῶν οὐσιῶν ἐκείνην ὕπαρξιν οὐδὲ δὴ κατὰ σύνθεσιν αὐτοῖς ἀπὸ τῶν πολλῶν ὑπάρχειν τὸ ἓν, οὐδὲ κατ’ ἐπίνοιαν χωριστὴν οἰητέον, ἀλλ’ ἐπείπερ ἀπὸ τἀγαθοῦ καὶ τοῦ ἑνὸς τῶν εἰδῶν προῆλθεν ὁ νοερὸς ἀριθμὸς καὶ ἐν τῷ ἑνὶ διαφερόντως ὑφέστηκεν, οὐκ ἐξιστάμενος τῆς οἰκείας πρὸς τὴν ὑποστήσασαν αὐτὸν αἰτίαν καὶ συγγενοῦς ἑνώσεως. Ὅθεν καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ποτὲ μὲν ἑνάδας καλεῖ τὰς ἰδέας, ποτὲ δὲ μονάδας· εἰσὶ γὰρ ὡς μὲν πρὸς αὐτὸ τὸ ἓν μονάδες, διότι καὶ πλῆθός ἐστιν ἑκάστη καὶ ὄν τι οὖσα καὶ ζωὴ καὶ εἶδος νοερόν· ὡς δὲ πρὸς τὰ ἀπ’ αὐτῶν παραγόμενα καὶ τὰς σειρὰς ἃς ὑφεστᾶσιν, ἑνάδες· πληθύνεται γὰρ τὰ μετ’ αὐτὰς μεριστὰ γινόμενα ἀπὸ ἀμερίστων ἐκείνων. Εἰ τοίνυν τὸ ἐν αὐταῖς ἑνιαῖον τῶν πολλῶν ἐκβέβηκε, δῆλον δήπουθεν ὅτι καὶ ἡ ἑνιαία τοῦ νοῦ γνῶσις ἱκανὴ πρὸς τὴν ἀντίληψιν ὑπάρχει τοῦ τῶν εἰδῶν ἑνός· ἐάν τε οὖν πλῆθος ἦ τῶν μετεχόντων, οὐ πολλαπλασιάζει τοῦ μετεχομένου τὸ ἑνιαῖον· ἐάν τε μερῶν διαφορότητες, τηρεῖται τὸ ἀμέριστον τῶν εἰδῶν ἀμετακίνητον· ἐάν τε συνθέσεις, ἡ ἁπλότης ἀεὶ ὡσαύτως ἕστηκε τῶν νοερῶν εἰδῶν· οὔτε γὰρ συναριθμεῖται τοῖς ἑαυτῶν ἀποτελέσμασιν, οὔτε συμπληροῖ τὴν οὐσίαν αὐτῶν· εἰ γὰρ ἔν τῷ τῶν γιγνομένων εἴη, οὐκέτ’ ἂν ὡς ἀρχὴ αὐτῶν θεωροῖτο καὶ αἰτία γόνιμος· ὅλως γὰρ πᾶν τό τινος γενόμενον ἁπλῶς αἴτιον ὑπάρχειν ἀδύνατον, διότι δὴ τὸ ὡς ἀληθῶς αἴτιον ἐξῄρηται τῶν ἀποτελεσμάτων, καὶ ἵδρυται ἐν ἑαυτῷ καὶ ἐφ’ ἑαυτοῦ χωριστῶς ἀπὸ τῶν μετεχόντων. |
| in Prm 881 [40] | Εἰ μὲν οὖν ἐπὶ τὰ εἴδη τις ἀπὸ τῶν αἰσθητῶν τούτων καὶ πάντη διῃρημένων ἐθέλοι μεταβαίνειν, νοῦν μὲν ἀντὶ δόξης προϊστάσθω τῆς ὁδοῦ ταύτης ἡγεμόνα, θεάσθω δὲ ἕκαστον εἶδος ἀσύντακτον πρὸς τὰ τῇδε καὶ ἀμιγές· καὶ μήτε σχέσιν αὐτῶν τινα ἐπινοείτω, μήτε κοινὸν τῆς οὐσίας λόγον αὐτῶν τε καὶ τῶν πολλῶν, μήτε σύνταξιν ὅλως τῶν μετεχομένων πρὸς τὰ μετέχοντα θεωρείτω, συντεταγμένα καὶ σωζόμενα διὰ τῆς πρὸς ἐκεῖνα συντάξεως. Εἰ δέ τις δόξῃ χρῆται πρὸς τὴν μετάβασιν καὶ εἰδῶν ἀντιλαμβάνηται συμμιγῶν πρὸς τὰ τῇδε καὶ τοῖς ἐνύλοις λόγοις συναριθμουμένων, μόλις ἐπὶ τὴν φύσιν οὗτος ἄνεισι καὶ τὸν φυσικὸν διάκοσμον τῶν εἰδῶν· ὅθεν δὴ πάλιν ἐπὶ τούτοις ἄλλας ὁλικωτέρας μονάδας θεωρεῖ, καὶ ἑνώσεις ἑνώσεως μεταδιώκει, καὶ τοῦτο ἐπ’ ἄπειρον οὐ παύεται πάσχων, ἕως ἂν ἐπ’ αὐτὰ τὰ νοερὰ πέρατα καταντήσας ἐν ἐκείνοις ἴδῃ τὴν τῶν εἰδῶν ἀφωρισμένην παραγωγὴν, τοῖς αὐθυποστάτοις, τοῖς ἁπλουστάτοις, τοῖς διαιωνίοις. Κατὰ πόδας οὖν ὁ Παρμενίδης, τῶν μεριστῶν εἰδῶν ἐπιδείξας ὑπερηπλωμένα τὰ πρωτουργὰ εἴδη καὶ παντελῆ, δείκνυσιν αὐτὰ καὶ τῶν συμμιγῶν πρὸς ταῦτα συναριθμουμένων αὐτοῖς καὶ ὁπωσοῦν ἐξῃρημένα κατὰ δή τινα θαυμαστὴν ὑπερβολήν. Ἐνταῦθα δὴ γενομένοις ἄξιον ἄγασθαι τὴν ἐν τῷ Φαίδωνι τοῦ Σωκράτους ἐπίστασιν περὶ τῆς μεθέξεως τῶν εἰδῶν· οὐ γὰρ ἔτι διϊσχυρίζομαι, φησὶν, εἴτε παρουσίαν εἴτε κοινωνίαν αὐτὴν δεῖ λέγειν, εἴτε ἄλλην τινὰ παρὰ ταύτας. |
| in Prm 882 [5] | Ἐκ μὲν γὰρ τῆς πρώτης ἀπορίας τὴν παρουσίαν ἀδύνατον ἀποφαίνειν δυνατὸν, οὔτε ὅλων οὔτε μερῶν αὐτῶν τινων τοῖς μετέχουσι παρεῖναι δυναμένων· ἐκ δὲ τῆς δευτέρας ταύτης, τὴν κοινωνίαν τοὺς ὑποθεμένους διελέγχειν. Ἐὰν γοῦν ᾖ τι κοινὸν ταῖς ἰδέαις καὶ τοῖς μετέχουσιν αὐτῶν, ἡ ἐπ’ ἄπειρον μετάβασις ἕξει χώραν ἀπὸ τῶν τοῦ κοινοῦ μετεχόντων ἐπὶ τὸ κοινόν. Διὸ καὶ εἰκότως αὕτη πρὸς τὴν πρὸ αὐτῆς ἀπορίαν διάφορος· ἐκείνη μὲν γὰρ ἦν ὡς τοῦ εἴδους παρόντος τοῖς μετέχουσι καὶ αὐτοῦ ὄντος τοῦ μετασχεθέντος, αὕτη δὲ ὡς ἄλλου μὲν ὄντος παρὰ τὸ μετεχόμενον, πολλὴν δὲ τὴν πρὸς αὐτὸ κοινωνίαν ἔχοντος· διὸ ἐπ’ ἐκείνοις μὲν ὁ ἔλεγχος ἀπὸ τοῦ μήθ’ ὡς ὅλον δύνασθαι παρεῖναι μήθ’ ὡς μέρος ἑαυτοῦ διδόν, ἐπὶ ταύτης δὲ οὐκέθ’ ὁμοίως, ἀλλ’ ἀπὸ τοῦ κοινοῦ ἐν ἀμφοτέροις ἐπ’ ἄλλο πάλιν ἀνάγειν ἑνὸς εἴδους καὶ τῶν πολλῶν κοινότερον· καὶ οὕτως ὁ τῆς μετοχῆς λόγος ὅ τε ἀπὸ τῆς παρουσίας ἐλέγχεται, καὶ ὁ ἀπὸ τῆς κοινωνίας τρόπον ἕτερον, ὁ μὲν ἀπὸ τοῦ ἐν τοῖς μετέχουσιν εἶναι, ὁ δὲ ἀπὸ τοῦ μὴ εἶναι μὲν ἐν αὐτοῖς, κοινωνεῖν δὲ πρὸς τὰ μετέχοντα ὡρμημένος. Μόνως δ’ ἂν ἐπιστημονικὸν λόγον ἀποδοίη τις περὶ τῆς μεθέξεως, εἰ καὶ τῆς παρουσίας ἀφελὼν τὸ σωματοειδὲς καὶ τῆς ἀσωματίας τὸ κοινὸν, οὕτω πως θεῖτο μετέχειν τὰ τῇδε τῶν ἰδεῶν ἀσωμάτως μὲν παρουσῶν τοῖς μεταλαμβάνουσιν, οὐχ ἑνὶ δὲ πρὸς αὐτὰ λόγῳ κρατουμένων, ἵνα καὶ πανταχοῦ ὦσιν αἱ αὐταὶ διὰ τὸ ἀσώματον, καὶ οὐδαμοῦ διὰ τὸ ἐξῃρῆσθαι τῶν μετεχόντων· ἡ μὲν γὰρ πρὸς τὰ μετέχοντα κοινότης ἀφαιρεῖ τὴν ἐξῃρημένην ὑπεροχήν· δεῖ γὰρ εἶναι μὲν κοινωνίαν, ἀλλ’ οὐχ ὡς ὁμοταγῶν, ἀλλ’ ὡς μόνον εἰς ἐκεῖνα τῶν μετεχόντων ἀνηρτημένων, ἐκείνων δὲ τελέως ἀπ’ αὐτῶν ἐξῃρημένων· ἡ δὲ σωματοειδὴς παρουσία τὴν πανταχοῦ παρουσίαν ἀμέριστον ἀφανίζει. Τὰ γοῦν σώματά ἐστι τὰ μὴ δυνάμενα ὅλα ἐν πολλοῖς εἶναι, τὰ δὲ καθ’ αὑτὰ ἀσώματα πᾶσιν ὅλα πάρεστι τοῖς μετέχειν αὐτῶν δυναμένοις· μᾶλλον δὲ οὐκ αὐτὰ πάρεστιν ἐκείνοις, ἀλλὰ τὰ μετέχοντα αὐτοῖς· καὶ τοῦτό ἐστιν ὅπερ ὁ ἐν Φαίδωνι Σωκράτης ᾐνίξατο λέγων, εἴτε παρουσίαν, εἴτε κοινωνίαν, εἴθ’ ὁπωσοῦν αἰτίαν εἶναι τῆς μεθέξεως τῶν εἰδῶν, ἵν’ ἑκατέρας ἀφέλωμεν τὸ τὴν ἀπορίαν ποιοῦν. |
| in Prm 883 [10] | Τὴν μὲν οὖν τοῦ ἐν Φαίδωνι Σωκράτους ἐπίστασιν διὰ ταῦτα θαυμάζειν ἄξιον, ἐξ ὧν ἐμεμαθήκει νέος ὢν παρὰ τοῦ Παρμενίδου δύο τούτων ἀποριῶν ὡρμημένην· τὴν δὲ ἔνθεον τοῦ Πλάτωνος ἐπιβολὴν, ὅπως προανεῖλε πάσας τὰς ὕστερον ἀποπτώσεις γενομένας τῆς ἀληθεστάτης περὶ τῶν εἰδῶν θεωρίας· ὡς γὰρ ὁ θεῖος νοῦς πάντα τὰ ἐσόμενα περιέχει κατὰ μίαν αἰτίαν, οὕτω τοι καὶ ἡ τοῦ Πλάτωνος, ὡς ἔοικεν, ἐπιστήμη πάσας προλαμβάνει καὶ θεραπεύει τὰς παραγραφὰς τῶν θείων δογμάτων, νέον εἰσαγαγοῦσα καὶ ἀγχίνουν ἀποροῦντα μόνον ἑκασταχοῦ περὶ ὧν οἱ μετ’ αὐτὸν ἠρέθισαν· πολλοὶ γὰρ δὴ σωματικοῖς λόγοις ἀνέθεσαν τὴν δημιουργίαν, καίτοι δέδεικται ὅτι τὰ εἴδη σωματικά τε εἶναι καὶ μετέχεσθαι σωματοειδῶς ἀδύνατον· οὔτ’ ἄρα γεννήματα τῆς ὕλης ὑποθετέον εἶναι τὰ εἴδη καὶ βλαστήματα, καθάπερ τινές φασιν· οὔτε ἐκ τῆς συμμίξεως αὐτὰ τῶν ἁπλῶν στοιχείων ὑφίστασθαι συγχωρητέον· οὔτε τοῖς σπερματικοῖς λόγοις τὴν αὐτὴν ἔχειν οὐσίαν δοτέον· πάντα γὰρ ταῦτα σωματοειδῆ καὶ ἀτελῆ καὶ μεριστὴν αὐτῶν ἀποφαίνει τὴν ὑπόστασιν. Πόθεν οὖν τοῖς ἀτελέσιν ἡ τελειότης, πόθεν τοῖς πάντη σκεδαννυμένοις ἡ ἕνωσις, πόθεν τοῖς ἀεὶ γιγνομένοις ἡ ἀνέκλειπτος οὐσία πάρεστι, εἰ μὴ προϋφέστηκε τούτων πάντων ἡ ἀσώματος καὶ παντελὴς τῶν εἰδῶν διακόσμησις; Ἄλλοι δὲ αὖ τὸ ἐν τοῖς καθέκαστα κοινὸν ᾐτιάσαντο τῆς διαμονῆς τῶν εἰδῶν (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον), δέον αὐτοὺς προσεπινοεῖν τὸ ἐν τοῖς καθέκαστα κοινὸν ὅθεν ὑφέστηκεν· οὐ τὸ γένος τοῦτό γε εἶναι δυνατὸν ἔνυλον ὂν καὶ μεριστὸν καὶ οὐ παντελῶς ἀΐδιον, οὔτε ἐξ ἄλλης αἰτίας ὂν ἐκ κινουμένης εἶναι ταύτης καὶ μεταβαλλούσης· ἦν γὰρ ἂν καὶ τοῦτο πάντη μεταβλητόν· καίτοι καθόσον εἶδος ἔστιν, ἀεὶ μένει ταὐτὸν, οἷον σφραγὶς ἡ αὐτὴ πολλοῖς ἐντεθειμένη κηροῖς, ἐκείνων μεταβαλλόντων, ἡ αὐτὴ μένουσα ἀνέκλειπτος ἐν τοῖς οὖσι κηροῖς. |
| in Prm 884 [35] | Τί οὖν τὸ τὴν σφραγῖδα ταύτην ἀποτιθέμενον προσεχῶς; ἡ μὲν γὰρ ὕλη κατὰ τὸν κηρὸν, καὶ ὁ τῇδε ἄνθρωπος κατὰ τὸν τύπον. Κατὰ δὲ τὸν δακτύλιον αὐτὸν τὸν δύνοντα κατὰ τῶν ὄντων τί ποτε τάξομεν, ἢ τὴν φύσιν τὴν χωροῦσαν διὰ τῆς ὕλης καὶ οὕτω τοῖς ἑαυτῆς λόγοις μορφοῦσαν τὸ αἰσθητόν; κατὰ δὲ τὴν χεῖρα τὴν τῷ δακτυλίῳ χρωμένην, τὴν ψυχὴν, ἣ καὶ ποδηγετεῖ τὴν φύσιν, ἡ μὲν ὅλη τὴν ὅλην, ἡ δὲ μερικὴ τὴν μερικήν; κατὰ δὲ τὴν ψυχὴν ἐκείνην τὴν διὰ τῆς χειρὸς καὶ τοῦ δακτυλίου σφραγίζουσαν τὸν νοῦν, ὃς διὰ ψυχῆς καὶ φύσεως τῶν εἰδῶν πληροῖ τὸ αἰσθητὸν, αὐτὸς ὢν ὁ ἀληθινὸς Πόρος, γεννητικὸς τῶν λόγων τῶν μέχρις ὕλης ῥυέντων; Οὐ δεῖ τοίνυν μένειν ἐπὶ τῶν καθέκαστα κοινῶν, ἀλλὰ ζητεῖν τὰς αἰτίας αὐτῶν· διὰ τί γὰρ οἱ ἄνθρωποι μὲν τῆσδε τῆς κοινότητος μετέσχον, ἄλλα δὲ τῶν ζώων ἄλλης, ἢ διὰ τοὺς ἀφανεῖς λόγους; μία μὲν γὰρ πάντων μήτηρ ἡ φύσις. Ἀλλὰ τίνα τὰ τῶν διωρισμένων ὁποιοτήτων αἴτια, καὶ διὰ τί κατὰ φύσιν λέγομεν τὴν γένεσιν, ὅταν ἐξ ἀνθρώπου ἄνθρωπος, ἢ ὅτι λόγος ἐστὶν ἀνθρώπων ἐν τῇ φύσει, καθ’ ὃν οἱ ἐνταῦθα ἄνθρωποι πάντες; οὐ γὰρ δὴ ὅ τι γε ζῶον ἦν τὸ τεχθὲν, ἐπεὶ καὶ εἰ λέων ἦν, ζῶον ἂν ἦν φυσικὸν, ἀλλ’ οὐκέτι κατὰ φύσιν, ὅτι μὴ κατὰ τὸν ἴδιον λόγον. |
| in Prm 885 [40] | Ἄλλο ἄρα δεῖ πρὸ τῶν ὁμοίων εἶναι τὸ τῶν ὁμοίων αἴτιον, καὶ δεῖ διὰ ταῦτα ἀπὸ τῶν καθέκαστα κοινῶν ἐπὶ τοῦτο ἀνατρέχειν τὸ ἓν, τὸ προσεχῶς ὑποστατικὸν τῶν αἰσθητῶν, ἐφ’ ὃ καὶ αὐτὸς ὁ Παρμενίδης ἡμᾶς ἀνήγαγεν. Ὅπως δὲ ἡμᾶς οὐκ ἀξιώσει μένειν ἐπὶ τῆς αἰτίας ταύτης, διὰ τῶν ἐφεξῆς ποιήσει δῆλον· καὶ γὰρ ἐὰν εἰς τὰς κοινότητας ταύτας ὄντως βλέποντες ἐθέλωμεν, ἀπὸ τούτων ὁρμηθέντες, τὰς ἰδέας ἀναπλάττειν, λήσομεν ἀπὸ πάντων εἰς ἐκείνας ὁμοίως ἀνατρέχοντες, οὐ μόνον ὧν εἰσὶν, ἀλλὰ καὶ ὧν οὐκ εἰσὶν, οἷον τῶν παρὰ φύσιν, τῶν παρὰ τέχνην, τῶν παρὰ λόγον, τῶν ἀνουσίων, αὐτῶν τῶν ἀνυποστάτων, τραγελάφων λέγω καὶ ἱπποκενταύρων· εἰσὶ γὰρ καὶ τούτων κοινότητες· καὶ οὕτω τῶν οὐκ ὄντων θήσομεν ἰδέας, ἀλλὰ καὶ πρὸς τούτοις τῶν ἀπείρων, οἷον τῶν ἀλόγων γραμμῶν, τῶν ἐν τοῖς ἀριθμοῖς λόγων· ἄπειροι γὰρ καὶ αἱ ἄλογοι γραμμαὶ καὶ οἱ ἐν τοῖς ἀριθμοῖς λόγοι, ὧν εἰσι κοινότητες. Ἐὰν οὖν ἀπὸ τούτων ἰδέας τινὰς ἀναπλάττωμεν, πολλάκις τὰ ἄπειρα ποιήσομεν· καίτοι δεῖ τὰς ἰδέας τῶν ἀτόμων τῶν μετεχουσῶν αὐτῶν ἐλάττους εἶναι, πλειόνων ὄντων τῶν μετεχόντων ἑκάστης. Εἰκότως ἄρα διορθοῦται τὸν τρόπον τῆς ἐπὶ τὰς ἰδέας μεταβάσεως ὁ Παρμενίδης, ὡς οὐκ οὔσης ἐπιστημονικῆς ἐὰν ἀπὸ τῶν τῇδε γίγνηται κοινοτήτων, ἀπὸ τῶν περὶ τῆς μεθέξεως ζητήσεων ὁρμηθείς· τὰς γὰρ κοινότητας ἄλλας ἀεὶ καὶ ἄλλας δυνατὸν ἐπινοεῖν, καὶ οὕτως ἐπ’ ἄπειρον χωρεῖν· δηλοῖ δὲ τοῦτο διὰ τῶν ἑπομένων. Τί δ ’ αὐτὸ τὸ μέγα καὶ τὰ ἄλλα τὰ μεγάλ α , ἐὰν ὡσαύτως τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃ ς , οὐχὶ ἕν τι αὖ μέγα φανεῖτα ι , ᾧ ταῦτα πάντα ἀνάγκη μεγάλα φαίνεσθα ι ; — Ἔοικε ν . — Ἄλλο ἄρα εἶδος μεγέθους ἀναφανήσεται πα ρ ’ αὐτό τε τὸ μέγεθος γεγονὸς καὶ τὰ μετέχοντα αὐτο ῦ , καὶ τὸ ἐπὶ τούτοις ἀμφοῖν ἕτερο ν , ᾧ ταῦτα πάντα μεγάλα ἔστα ι · καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔστα ι , ἀλ λ ’ ἄπειρα τὸ πλῆθο ς. |
| in Prm 886 [40] | (P. 132 A.) Ἔστι μὲν τὸ προκείμενον δεῖξαι τὴν ἀπὸ τῶν κοινοτήτων ἐπὶ τὰς ἰδέας, ὅπερ προείπομεν, μετάβασιν οὐκ ὀρθῶς ἀναπλαττομένην, ἀλλ’ ἐπανιοῦσαν εἰς ἄλλο τι καὶ ἄλλο πάλιν κοινόν. Διὸ καὶ ὁ Σωκράτης οὐκ ᾤετο κοινωνίαν αἰτίαν εἶναι, καθάπερ εἴπομεν, τῆς μετοχῆς· εἰ γάρ τι κοινὸν εἴη τῷ μετέχοντι καὶ τῷ μετεχομένῳ, πάλιν ἀπὸ τούτων ἐπί τι ποιησόμεθα τὴν μετάβασιν τὸ τῆς κοινωνίας αἴτιον ἀμφοῖν, καὶ οὕτως εἰς ἄπειρον ἡ ὁδός· οἷς γάρ ἐστί τι κοινὸν, εἶναι δεῖ πρὸ αὐτῶν τῆς κοινωνίας αἴτιον. Εἰ δέ τινα καὶ ἀπὸ ταύτης τῆς ἀπορίας ἐθέλοιμεν καρπὸν λαβεῖν τῆς ἀναγωγοῦ πρὸς τὰς ἰδέας θεωρίας, ἐννοήσωμεν ὅτι διὰ ταύτης δεικνύοιτο ἂν τῆς ἐφόδου, καθάπερ εἴπομεν, τῆς ἰδέας τὸ ἰδίωμα, μήτε τοῖς σπερματικοῖς λόγοις ὂν ταὐτὸν, μήτε τοῖς φυσικοῖς ὅλως, οἵ εἰσιν ὁμοταγεῖς τοῖς ὑλικοῖς, ἀλλ’ ἕτερόν τι πρὸ τούτων ἀσύντακτον πρὸς πᾶν τὸ μερισθὲν περὶ τοῖς πολλοῖς· τὸ γὰρ ἓν τὸ ἐν τῇ φύσει τὸ γεννητικὸν τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν οὐ τοιοῦτόν ἐστιν οἷον ἐξῃρῆσθαι τῶν φαινομένων, ἀλλ’ ἔχει κοινωνίαν παμπόλλην, ἐλαχίστην δὲ τὴν ἐξαλλαγήν· καὶ τοσαύτην τὴν κοινωνίαν, ὡς μηδὲν δοκεῖν τῶν ἐνύλων διαφέρειν ὅλως εἰδῶν, ἀλλ’ εἶναι καί τι ἔνυλον καὶ μεριστόν. Ὡς γοῦν ἡ φύσις αὕτη τῶν διοικουμένων ἀχώριστος, οὕτω δὴ καὶ οἱ λόγοι τῆς φύσεως ἀχώριστοι τῶν εἰδοποιουμένων εἰσίν· οἷον εἰ νοήσειας αὐτὴν τὴν τέχνην μετὰ τῶν οἰκείων ὀργάνων οἷς χρῆται δῦσαν κατὰ τῶν τεχνητῶν, καὶ ἃ νῦν ἔξωθεν ποιεῖ, ταῦτα ἔνδοθεν ἀπεργαζομένην. Ὁ δ’ οὖν ἐν τῇ φύσει τοῦ μεγάλου λόγος, ἅτε οὐκ ἐξῃρημένος τῶν ἐνταῦθα μεγάλων, ἀλλὰ συνδιαβαπτιζόμενος αὐτοῖς καὶ συνταττόμενος, ἐπιποθεῖ τινα πρὸ αὑτοῦ φύσιν, ἀλλὰ μὴν μεγέθους αἰτίαν αὑτοῦ τε καὶ τῶν φαινομένων μεγάλων (ἡ γὰρ ὡς ἀληθῶς αἰτία πανταχοῦ τῶν ἀποτελουμένων ἐξῄρηται παντελῶς), ἐφ’ ἣν καὶ ὁ Παρμενίδης ἀνάγει τὸν Σωκράτη. |
| in Prm 887 [40] | Καὶ τοῦτο μὲν ἀληθές· ὃ δὲ ἐπήνεγκεν ὡς ἄτοπον, τὸ καὶ ἄλλο αὖ ἐπὶ τούτ ῳ, καὶ ἄλλ ο, καὶ ἄπειρα τὸ πλῆθο ς, οὐκέτι ἀληθές. Διὰ τοῦτο πρότερον μὲν ἔλεγεν ὡς ταῦτα πάντα ἀνάγκη μεγάλα φαίνεσθα ι· δεῖ γὰρ εἶναί τινα χωριστὸν καὶ ἀφανῆ λόγον αἴτιον τῶν φαινομένων. Ἐν δὲ τῇ ἀτόπου προσθήκῃ φησὶ, καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔστα ι· τὸ γάρ σοι προσέθηκεν, οὐχὶ κάλλους ἕνεκεν ψιλοῦ, ἀλλ’ ἐνδεικνύμενος ὅτι τῷ μήπω κατιδόντι ποῦ τὰ εἴδη πρώτως, ἀνάγκη ἀνιέναι ἐπ’ ἄπειρον· ἐπεὶ δεῖ μὲν πρὸ τοῦ φυσικοῦ εἴδους εἶναί τι ἄλλο τὸ ψυχικὸν, καὶ πρὸ τούτου τὸ νοερὸν, ἀλλ’ οὐκ ἐπ’ ἄπειρον. Ἔστι γάρ τις ἑνὰς μία τῶν ἰδεῶν ἀφ’ ἧς πᾶσαι προῆλθον, ἧς ἐπέκεινα ζητεῖν ἄλλην οὐ δεῖ· τί γὰρ ἀνωτέρω δύναται χωρεῖν τῆς οἰκείας ἑνάδος; οὔτε γὰρ σῶμα ἔξω τοῦ παντὸς, οὔτε πρὸ τῆς οἰκείας μονάδος, οὔτε ἰδέα πρὸ τῆς ἑνάδος τῶν ἰδεῶν. Ὁρᾷς οὖν ὅπως καὶ ἀνήγαγεν ἡμᾶς ἐπὶ τοὺς ψυχικοὺς λόγους ἀπὸ τῶν φυσικῶν, καὶ παρεκελεύσατο μὴ ἐπ’ ἄπειρον ἀνατρέχειν, ἀλλὰ ζητεῖν τὴν τῶν ἰδεῶν μονάδα μίαν· ἵνα μὲν γὰρ ᾖ ταὐτὸν ἐν τοῖς πολλοῖς καὶ διῃρημένοις πᾶσιν ἐπιθέον, ὁ φυσικὸς λόγος ἔχει χώραν προσεχὴς ὢν τοῖς πολλοῖς δεσμοῖς· ἵνα δὲ μένῃ τὰ μετέχοντα τῆς ἰδέας ἀεὶ καὶ μηδέποτε ἐκλείπῃ, δεῖ τινος ἄλλης αἰτίας, οὐκ ἐν αὐτοῖς οὔσης ἢ κινουμένης, ἀλλ’ ἐφ’ ἑαυτῆς ἱδρυμένης, πρὸ τῶν κινουμένων ἀκινήτου, καὶ διὰ τὴν οἰκείαν σταθερότητα προξενούσης καὶ τοῖς κινουμένοις τὴν ἀνέκλειπτον μετοχήν. Ταύτης γὰρ ἐφιέμενοι πάντες τῆς αἰτίας, οἱ μὲν τοὺς σπερματικοὺς λόγους εἶναι τοιούτους οἰηθέντες ἀφθάρτους αὐτοὺς ἐποίησαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· οἱ δὲ τὰ ἀκίνητα ὀρεκτὰ πρὸ πάντων ἔθεντο τῶν ἀεὶ κινουμένων, ὑφ’ ὧν τὰ κινούμενα κινεῖται, ὡς οἱ ἐκ τοῦ Περιπάτου. |
| in Prm 888 [5] | Πλάτων δὲ, συναγαγὼν εἰς ἓν ἀμφότερα, νοεροὺς λόγους εἶναι τὰς ἰδέας ὑποθέμενος τούτων ἀνῆψε τὴν πᾶσαν δημιουργίαν. Οὔτε γὰρ οἱ σπερματικοὶ λόγοι σώζειν ἦσαν ἱκανοὶ τὰ γιγνόμενα, πρὸς ἑαυτοὺς οὐ δυνάμενοι συννεύειν καὶ ἑαυτοὺς συνέχειν οὐδ’ ὅλως τελειοῦν, ἀλλ’ ἀτελεῖς ὄντες· δυνάμει γάρ εἰσι καὶ ἐν ὑποκειμένῳ· πάντως οὖν οὔτε τὰ ἀκίνητα ὀρεκτὰ, μόνως ὀρεκτὰ ὄντα, τῆς κατ’ εἶδος ἦν αἴτια τῶν γιγνομένων ἐξαλλαγῆς. Ταῖς δὲ ἰδέαις ἄμφω προσῆν καὶ νοεραῖς εἶναι καὶ ἀκινήτοις κατ’ οὐσίαν, ἐν ἁγνῷ βάθρῳ τῷ καθαρῷ νῷ βεβώσαις καὶ τελειωτικαῖς τῶν δυνάμει ὄντων καὶ εἰδοποιΐας αἰτίαις. Ὅθεν ἐπὶ ταύτας ἀναδραμὼν τὰς ἀρχὰς, τούτων ἀνήρτησε τὴν σύμπασαν γένεσιν, καθά φησιν ὁ Ξενοκράτης, εἶναι τὴν ἰδέαν θέμενος αἰτίαν παραδειγματικὴν τῶν κατὰ φύσιν ἀεὶ συνεστώτων· οὔτε γὰρ ἐν τοῖς συναιτίοις ἄν τις αὐτὴν θείη, λέγω δὲ, οἷον ὀργανικοῖς, ἢ ὑλικοῖς, ἢ εἰδικοῖς, διόπερ αἰτίαν εἶναι πάντως· οὔτε τῶν αἰτίων ἐν τοῖς τελικοῖς ἁπλῶς ἢ ποιητικοῖς· κἂν γὰρ αὐτῷ τῷ εἶναι λέγωμεν αὐτὴν δρᾷν, καὶ τέλος εἶναι τῶν γιγνομένων τὴν πρὸς αὐτὴν ὁμοίωσιν, ἀλλὰ τό τε κυρίως τελικὸν πάντων αἴτιον καὶ οὗ ἕνεκα πάντα πρὸ τῶν ἰδεῶν ἐστι, καὶ τὸ κυρίως ποιητικὸν μετὰ τὰς ἰδέας, ὡς πρὸς κριτήριον βλέπων καὶ κανόνα τὸ παράδειγμα μέση γὰρ οὖσα ἀμφοῖν, τοῦ μὲν ἐφίεται, τοῦ δέ ἐστιν ἐφετόν· εἰ δὲ δὴ τῶν κατὰ φύσιν ἐστὶν αἰτία παραδειγματικὴ συνεστώτων, οὔτε τῶν παρὰ φύσιν, οὔτε τῶν κατὰ τέχνην ἔστιν ἰδέα· καὶ εἰ τῶν ἀεὶ συνεστώτων, οὐδενὸς τῶν κατὰ μέρος γιγνομένων τούτων καὶ ἀπολλυμένων. Ὁ μὲν οὖν Ξενοκράτης τοῦτον ὡς ἀρέσκοντα τῷ καθηγεμόνι τὸν ὅρον τῆς ἰδέας ἀνέγραψε, χωριστὴν αὐτὴν καὶ θείαν αἰτίαν τιθέμενος· ὁ δὲ Σωκράτης ἐν τούτοις ἀκούσας τοῦ Παρμενίδου λέγοντος, ἐὰν τῇ ψυχῇ σου ἴδῃς αὐτὸ τὸ μέγα καὶ τὰ πολλ ὰ , ἕν τι σοι δόξει καὶ ἐπὶ τούτοις εἶναι ἕτερον κοινὸν τῷ ἑνὶ καὶ τοῖς πολλοῖ ς, ἐντεῦθεν κινηθεὶς, ὑπέλαβε μὴ ἄρα ἐν ψυχῇ τὰ εἴδη πρῶτον, καὶ οὕτω τὰ αἰσθητὰ μετέχειν τῶν εἰδῶν ὡς καὶ ψυχῆς. |
| in Prm 889 [40] | Ὅταν ἄρα τὴν τῶν ἰδεῶν τινες ὑπόθεσιν διασύρειν ἐπιχειρῶσιν, ἢ τὸν τρίτον ἄνθρωπον λέγοντες, ἢ τὸν ἐκ τῶν πολλῶν οὐτίδων ματαίως πλαττόμενον οὔτιν, ὡς ἐπινοούμενον τὸν μὲν ἐπὶ τῷ ἑνὶ εἴδει τοῦ ἀνθρώπου καὶ τοῖς πολλοῖς, τὸν δὲ ἐφ’ ἑκάστῳ τῶν κατὰ μέρος οὐτίδων· ταῦτά τε καὶ πάσας τὰς τοιαύτας διαβολὰς ἐξελέγξομεν, τὴν εἰς ἄπειρον ἄνοδον τῶν ὁμοιοτήτων, ἐπὶ τῶν συντεταγμένα τὰ εἴδη τοῖς μετέχουσι καὶ ὡς τὰ κοινὰ τοῖς πολλοῖς συναριθμεῖται τιθεμένων, χώραν ἔχειν λέγοντες, ἀλλ’ οὐκ ἐπὶ τῶν ἐξῃρημένα καὶ χωριστὰ ἀπὸ τῶν πολλῶν αὐτὰ γεννητικὰ λεγόντων, τάς τε μεταβάσεις τὰς ἀπὸ τῶν διῃρημένων, οὐ διὰ στερήσεων, ἀλλὰ διὰ εἰδῶν καὶ ἐν εἴδεσι μέχρι τῶν αὐθυποστάτων καὶ πρώτων ἀποτελεῖσθαι συγχωροῦντες. Πῶς γὰρ ἂν διὰ τῶν ἀορίστων καὶ ἀνειδέων εἰς εἶδος καὶ πέρας καὶ ὅρον καταντήσαιμεν; Ἀπὸ μὲν τῶν ἐνύλων εἰς τοὺς σπερματικοὺς λόγους ἀνιόντες, εὑρίσκομέν τι κοινὸν αὐτοῖς, τὸ ἀτελές· ἀπὸ δὲ τούτων εἰς τοὺς φυσικοὺς λόγους, τὸ σωματικὴν ἔχειν ἐνέργειαν· ἀπὸ δὲ τούτων εἰς τοὺς ψυχικοὺς, τὸ ἔγχρονον τῆς ποιήσεως· ἐὰν δὲ εἰς τὰ εἴδη τὰ ὡς ἀληθῶς ἀναδράμωμεν, οὐδὲν εὑρήσομεν τοῖσδε καὶ ἐκείνοις κοινόν· τέλεια γὰρ ἐκεῖνα, καὶ παντελῶς ἀσώματος αὐτῶν ἡ ἐνέργεια καὶ δι’ αἰῶνος καὶ ἐπέκεινά ἐστι πάσης γενέσεως· ταῦτα γὰρ χαρακτηρίζει γένεσιν πᾶσαν, τὸ ἀτελὲς παρ’ ἑαυτῆς, τὸ μεριστὸν, τὸ ἔγχρονον, ὧν ἐκεῖνα καθαρεύοντα τῶν τῇδε πάντων ἐξήλλακται, μηδὲν ἔχοντα πρὸς αὐτὰ κοινὸν, ὥστ’ οὐκέτι δυνατὸν ἐπ’ ἄλλο τι κοινὸν αὐτὸ ποιεῖσθαι τὴν μετάβασιν· ὅπερ ὁ Παρμενίδης λαβὼν, εἰσῆγεν ἀπορίαν διὰ τὴν κοινωνίαν δι’ ἣν καὶ ὁ Σωκράτης ἀπορεῖν ἔλεγε περὶ τῆς μετοχῆς τῶν εἰδῶν. |
| in Prm 890 [40] | Ὥσπερ οὖν ἐπὶ τῆς προτέρας ἀπορίας ἐλέγομεν, ὅτι τὰ εἴδη καὶ πάρεστι τοῖς μετέχουσιν αὑτῶν διὰ τῆς μεταδόσεως, καὶ οὐ πάρεστι διὰ τῆς χωριστῆς ὑποστάσεως, οὕτω καὶ ἐπὶ τῆς δευτέρας ἐροῦμεν καὶ κοινωνεῖν τὰ εἴδη τοῖς μετέχουσι, καὶ μὴ κοινωνεῖν· τῷ μὲν ἀφ’ ἑαυτῶν ἐλλάμπειν αὐτὰ, κοινωνεῖν, τῷ δὲ ἀμιγῶς εἶναι πρὸς τὰ ἐλλαμπόμενα, μὴ κοινωνεῖν· ὥστε οὐχ ἑαυτοῖς, ἀλλὰ τοῖς ἀπ’ αὐτῶν παρεσπάσατό τινα ὁμοιότητα πρὸς αὐτά· διὰ δὴ τοῦτο λέγεσθαι κἀκεῖνα τοῖς ταῦτα δεξαμένοις διὰ τούτων τρόπον τινὰ κοινωνεῖν, καὶ εἶναι τὴν κοινωνίαν, οὐχ ὡς ἐν συνωνύμοις, ἀλλ’ ὡς δευτέροις καὶ πρώτοις. Ἀλλὰ ταῦτα μὲν οὕτως ἐχέτω· ὅτι δὲ καὶ ὁ Πλάτων ἄτοπον οἴεται τὴν ἀπειρίαν τὴν κατὰ τὸ πλῆθος, δηλοῖ καὶ ἐν τούτοις σαφῶς· οὔτ’ ἄρα τῶν μερικῶν εἴδη κατ’ αὐτὸν ἔστιν, εἴη γὰρ ἂν ἄπειρα τὸ πλῆθος· οὔτε τὸ μέρος τῷ ὅλῳ ταὐτὸν, ἕπεται γὰρ καὶ τούτῳ πάλιν ἡ κατὰ πλῆθος ἀμέρεια, πάντων ὁμοίως τῶν μερῶν εἰς ταὐτὸν τῷ ὅλῳ καθισταμένων· ἄλλον ἄρα τρόπον τὸ ἐν ἐκείνοις ἄπειρον ληπτέον κατὰ τὴν δύναμιν καὶ οὐ κατὰ τὸ πλῆθος· οὐδὲ γὰρ ἦν θέμις εὐθὺς μετὰ τὸ ἓν εἶναι τὸ ἄπειρον πλῆθος, τὸ γὰρ πεπερασμένον ἐγγυτέρω τοῦ ἑνός ἐστιν· ἐπεὶ καὶ ἐν τοῖς ἀριθμοῖς ἐγγυτέρω μονάδος εἰσὶν οἱ ἐντὸς δεκάδος τῶν ἐκτός· πόθεν γὰρ ἡ ἐν δεκάσι τετρὰς, ἢ ἀπὸ τῆς ἐν μονάδι; πόθεν δὲ ἡ πεμπτὰς ἢ τῶν ὅλων ἕκαστος δεκαδικῶν ἀριθμῶν, ἢ ἀπὸ τῶν μοναδικῶν; Τὰ ἄρα τῆς ἀρχῆς ἐγγυτέρω τὸ μὲν πλῆθος ἔχει συνεσταλμένον, δύναμιν δὲ ὑπερηπλωμένην τῶν ποῤῥωτέρω· καὶ τῷ μὲν ποσῷ πεπέρασται, τῇ δὲ παρουσίᾳ τῆς γεννητικῆς αἰτίας ἀπερίληπτα τοῖς δευτέροις ἐστὶ, κρατούμενα ὑπὸ τῆς ἑαυτῶν ἑνάδος, κρατοῦντα δὲ ἁπάντων τῶν ἐφεξῆς ἀριθμῶν. Ἀλλ ὰ , φάνα ι , ὦ Παρμενίδ η , τὸν Σωκράτ η , μὴ τῶν εἰδῶν ἕκαστον ᾖ τούτων νόημ α , καὶ οὐδαμοῦ αὐτῷ προσήκῃ ἐγγίγνεσθαι ἄλλοθι ἢ ἐν ψυχαῖ ς . |
| in Prm 891 [40] | Οὕτω γὰρ ἂν ἕν γε ἕκαστον εἴ η , καὶ οὐκ ἂν ἔτι πάσχοι ἃ νῦν δὴ ἐλέγετ ο. (P. 132 B.) Ὅτι μὲν τὰ περὶ τῶν ἰδεῶν προβλήματα τέτταρα τὸν ἀριθμόν ἐστιν, εἴπομεν ἀρχόμενοι τῆς περὶ αὐτῶν θεωρίας· τεττάρων δὲ ὄντων, τὸ μὲν πρῶτον ὑπόκειται μόνον εἶναι τὰς ἰδέας, καὶ ἑτέρας εἶναι τούτων ἐν ἡμῖν· τὸ δεύτερον ἠρώτηται μόνον τίνων ταύτας εἶναί φαμεν, χωρὶς ἀποριῶν, πλὴν ὅτι πρὸς τῷ τέλει τὸν ἐν τοῖς ὁρωμένοις μόνοις ἐπί τινων ἱστάμενον ἐπεῤῥάπισε· τὸ δὲ τρίτον, ὅπερ ἦν περὶ τοῦ τρόπου τῆς μεθέξεως, ἐν ταῖς εἰρημέναις εὐθύνας δέδωκε δυσὶν ἀπορίαις, ἃς διακαθάραντες, ὃν ἔμπροσθεν εἴπομεν τρόπον, ἕξομεν ὅπως μετέχονται ὑπὸ τῶν τὰς ἐπωνυμίας αὑτῶν ἰσχόντων αἱ ἰδέαι· τὸ δὲ δὴ τέταρτον, ὅπερ ἦν ποῦ θετέον αὐτὰς, ἐν αὐταῖς ἐξετάζεται ταῖς ἑξῆς ῥηθησομέναις δυσὶν, εἴτε ἐν ψυχαῖς, εἴτε καὶ πρὸ ψυχῶν, καὶ ῥηθήσεται τίνα τὰ ἑπόμενα ἄπορα καὶ ταύταις. Ὅτι δὲ ἕπεται τῇ δευτέρᾳ ἀπορίᾳ στρεφομένῃ περὶ τὴν φύσιν ἥδε ἡ τρίτη μεταβαίνουσα ἐπὶ τὴν ψυχὴν, πάντη δήπου φανερόν· ὥστε κατὰ πόδας τοῖς τοῦ Παρμενίδου λόγοις, ἐπὶ ταύτην ἀνῆλθε τὴν ὑπόθεσιν. Ἐκείνου γοῦν αὐτὴν ἀπὸ φυσικῶν εἰδῶν χωρίζοντος καὶ εἰπόντος, ἐὰν τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃ ς, τά τε πολλὰ καὶ τὸ ἓν τὸ γεννητικὸν αὐτῶν, φανήσεταί σοι καὶ πρὸ τούτων ἄλλο ἓ ν, ὁ Σωκράτης τοῦτο μὲν τὸ ἓν ἐν ψυχῇ θέμενος νόημά τε ψυχικὸν ἀποκαλεῖ τὴν ἰδέαν καὶ τόπον αὐτῆς τὴν ψυχὴν ἀφορίζεται· τὸ γὰρ ἐν ψυχῇ εἶδος ἕν τέ ἐστι καὶ ἀσώματον, καὶ οὐκ ἂν ἔτι πάσχοι ταὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις· ἐξῄρηται γὰρ τοῦτο τῶν πολλῶν, οὔτε ὁμοταγὲς ὂν τοῖς πολλοῖς, εἴπερ τὰ μὲν ἐν ὕλῃ, τὰ δὲ ἐν ψυχῇ τὴν ὑπόστασιν ἔλαχεν· οὐ γάρ ἐστι τούτου κοινότης κἀκείνων, ὡς ὁ εἰς τὴν ἀπορίαν ἄγων συνηνάγκαζε λόγος· οὔτε ὅλον ἢ κατά τι ἑαυτοῦ μέρος ἐστὶν ἐν τοῖς μετέχουσιν, ἵνα ἢ αὐτὸ ἑαυτοῦ χωρὶς εἶναι δεικνύηται, ἢ μεριστὸν ὑπάρχειν. |
| in Prm 892 [5] | Διαφεύγει τοίνυν τὰς εἰρημένας ἀπορίας, καὶ διὰ τοῦτο οὐ πάσχει ταὐτὰ ταῖς ἔμπροσθεν ὑποθέσεσιν, ὥς φησιν ὁ Σωκράτης, νοήματος ὄντος ἑκάστου τῶν εἰδῶν ὁ λόγος, καὶ μένοντος ἑνὸς ἔξω τῶν πολλῶν. Καὶ ταῦτα μὲν ἔχει πολλὴν ἀνάγκην, δι’ ἣν ὁ Σωκράτης ἐν νοήμασί τισιν οὐσιῶσθαι τὰς ἰδέας ὑπέλαβεν· ὅταν δὲ λέγηται νόημ α, μήτοι νομίσωμεν αὐτὸν τὸ νοούμενον λέγειν, ὡς αἴσθημά φαμεν τὸ τῇ αἰσθήσει ληπτὸν, ἀλλ’ αὐτὴν τὴν νοοῦσαν νόησιν τὸ εἶδος νόημα κεκλῆσθαι, οὕτω νόημα λεγόμενον ὡς θεώρημά τι καὶ δόγμα ἐν ταῖς ψυχαῖς ἐγγιγνόμενον περὶ τῶν δογματιζομένων καὶ θεοειδῶν πραγμάτων. Διόπερ ὁ Παρμενίδης αὐτὸν ἀναγκάσει τὰ νοούμενα μᾶλλον ἰδέας εἶναι· τοῦτο δ’ οὖν τὸ νόημά φησιν ἐγγίγνεσθαι ταῖς ψυχαῖ ς , διὰ τοῦ ἐγγίγνεσθαι δηλῶν μὴ εἶναι κατ’ οὐσίαν ἐν αὐταῖς. Καὶ τοῦτό ἐστιν ὅπερ οἱ ἐκ τοῦ Περιπάτου φανταζόμενοι τὸ ὑστερογενὲς εἶδος θρυλλοῦσιν, ἕτερον ὂν πάντη τοῦ ψυχικοῦ λόγου· λέγω δὲ λόγον ψυχικὸν τὸν μένοντα κατ’ οὐσίαν ἐν αὐταῖς, εἰς ὃν βλέποντες καὶ τὴν ψυχὴν πάντα εἶναι τὰ εἴδη φαμὲν, καὶ τόπον τῶν εἰδῶν τὴν ψυχὴν, οὐχὶ δυνάμει μόνον ἐνόντων, ὥς φησιν Ἀριστοτέλης, ἀλλ’ ἐνεργείᾳ μὲν, κατὰ δὲ τὸ πρότερον εἶδος τοῦ ἐνεργείᾳ, ὡς αὐτὸς διορίζεται. Τοῦτο δ’ οὖν τὸ ὡς νόημα λεγόμενον ὑστερογενὲς ἕτερόν ἐστιν εἰκότως τοῦ οὐσιώδους λόγου. Τὸ μὲν γὰρ ὑστερογενὲς ἀμυδρότερόν ἐστι τῶν πολλῶν, ἅτε ἐπ’ αὐτοῖς ὂν καὶ οὐ πρὸ αὐτῶν, τὸ δὲ οὐσιῶδες τελειότερον· διὸ κἀκεῖνο μὲν ἧττον οὐσία τῶν πολλῶν, τοῦτο δὲ μᾶλλον καὶ οὐδὲ εἰπεῖν ὅσῳ τῶν αἰσθητῶν τελειότερον. Ὅτι δὲ οὐ μέχρι τῶν ὑστερογενῶν ἵστασθαι χρὴ, ἰέναι δὲ ἐπὶ τοὺς οὐσιώδεις λόγους τοὺς ἔνδον ἐξ ἀϊδίου τὴν ὑπόστασιν εἰληχότας, πρόδηλον τοῖς εἰς αὐτὴν ἀποβλέπουσι τὴν τῶν πραγμάτων φύσιν. Πόθεν γὰρ ἄνθρωπος μὲν τοῦτο δύναται ποιεῖν, λέγω δὲ τὸ ἐκ πολλῶν ἰὸν αἰσθήσεων εἰς ἓν λογισμῷ συναγείρειν καὶ πρὸ τῶν φαινομένων καὶ διῃρημένων ἀπ’ ἀλλήλων τίθεσθαι τὸ ἓν καὶ ταὐτὸν καὶ ἀφανὲς εἶδος, τῶν δὲ ἄλλων ζώων τῶν θνητῶν τούτων ὅσα καὶ ἴσμεν οὐδὲν θεωρεῖ τοιοῦτο κοινόν; οὐδὲ γὰρ ἔχει λογικὴν οὐσίαν, ἀλλ’ αἰσθήσει χρῆται καὶ ὀρέξεσι καὶ φαντασίαις. |
| in Prm 893 [40] | Πόθεν οὖν αἱ λογικαὶ ψυχαὶ γεννῶσι ταῦτα τὰ καθόλου, καὶ ἀνατρέχουσιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὸ δοξαστὸν, ἢ κατ’ οὐσίαν ἔχουσαι τοὺς τῶν πραγμάτων λόγους; Ὥσπερ γὰρ τὸ ποιητικὸν ἔχει τῶν αἰσθητῶν ἡ φύσις τῷ τοὺς λόγους ἔχειν, καὶ πλάττει καὶ συνέχει τὰ αἰσθητὰ, τῷ ἔνδον ὀφθαλμῷ τὸν ἔξω, καὶ δάκτυλον ὁμοίως καὶ ἕκαστον τῶν ἄλλων· οὕτω δὴ καὶ τὸ γιγνῶσκον αὐτὰ κοινῶς τῷ τοὺς λόγους προειληφέναι θεωρεῖ τὰς κοινότητας αὐτῶν· οὔτε γὰρ παρ’ αὐτῶν τῶν αἰσθητῶν λαμβάνει τὸ κοινόν· τὸ γὰρ ἐκ τῶν αἰσθητῶν λαμβανόμενον φάντασμά ἐστι καὶ οὐ δοξαστὸν, καὶ τοιοῦτον ὀφείλει μένειν ἔνδον, οἷον ἐλήφθη τὴν ἀρχὴν, ἵνα μὴ ψεῦδος ᾖ καὶ τὸ μὴ ὂν, ἀλλ’ οὐχὶ τελειότερον γίγνεσθαι καὶ σεμνότερον· οὔτε ἀλλαχόθεν γεννᾶται ἢ ἀπὸ ψυχῆς. Καὶ οὐ δήπου φύσις μὲν γεννῶσα λόγοις γεννᾷ καὶ μέτροις φυσικοῖς, ψυχὴ δὲ γεννῶσα οὐ λόγοις γεννήσει καὶ αἰτίαις φυσικαῖς. Εἰ δὲ ἡ μὲν ὕλη τὸ ἐν τοῖς πολλοῖς ἔχει κοινὸν οὐσιῶδες ὂν καὶ μᾶλλον οὐσίαν τῶν ἀτόμων (τοῦτο γὰρ ἀΐδιον, ἐκείνων δὲ ἕκαστον φθαρτὸν, καὶ τὸ τί ἐστιν ἐκείνοις ἀπὸ τούτου· διὰ γὰρ τὸ εἶδος ἕκαστον μετέχει τῆς οὐσίας), ἡ δὲ ψυχὴ μόνα ἔχει τὰ ὑστερογενῆ κοινὰ, πῶς οὐκ ἀτιμοτέραν ψυχὴν τῆς ὕλης ποιήσομεν, εἴπερ τὸ ἐν ὕλῃ κείμενον εἶδος τελειότερον καὶ μᾶλλον οὐσία τοῦ ἐν ψυχῇ; τοῦτο μὲν γὰρ αὐτὸ τοῦτο ὃ καὶ λέγεται ὑστερογενὲς, ἐκεῖνο δὲ ἀΐδιον· καὶ τοῦτο μὲν ἐπὶ τοῖς πολλοῖς, ἐκεῖνο δὲ συνεκτικὸν τῶν πολλῶν, καὶ γέννημα τοῦτο ἐκείνου. Τὸ γὰρ ἐν ἡμῖν φάντασμα κοινὸν ἀπὸ τῆς εἰς τὸ καθέκαστα κοινὸν ἐπιβλέψεως ἔσχε τὴν ὑπόστασιν, διὸ καὶ φέρεται ἐπ’ ἐκεῖνο (πᾶν γὰρ ἀντέχεται τῆς ἑαυτοῦ ἀρχῆς), καὶ οὐδὲν ἄλλο λέγεται εἶναι ἢ κατηγόρημα, καὶ αὐτῷ τούτῳ εἶναι τὸ κατηγορεῖσθαι τῶν πολλῶν. |
| in Prm 894 [40] | Ἔτι τοίνυν τὸ καθόλου τὸ ἐν τοῖς πολλοῖς ἔλαττον αὐτῶν ἐστιν ἑκάστου· προσθέσεσι γὰρ καὶ συμβεβηκόσι τισὶ πλεονάζει τῶν ἀτόμων ἕκαστον, τὸ δὲ ὑστερογενὲς περιληπτικὸν ἑκάστου τῶν πολλῶν· ὅθεν καὶ κατηγορεῖται τούτων ἑκάστου, καὶ ἐν ὅλῳ τούτῳ τῷ καθόλου τὸ καθέκαστον· οὐ γὰρ τοῦ ἐκεῖ κοινοῦ μόνον, ἀλλ’ ὅλου ὑποκειμένου κατηγορεῖται τοῦτο τὸ κοινόν. Πῶς οὖν ἂν ἐκεῖθεν εἴη καὶ ἐκ τῆς ἐν τοῖς πολλοῖς κοινότητος ἀναπεπλασμένον; εἴτε γὰρ ἐξ αὐτῶν τῶν πολλῶν, ποῦ τοὺς ἀπείρους ἀνθρώπους ἴδοιμεν, καθ’ ὧν ἁπάντων ἐπιφέρομεν τὸ αὐτὸ κατηγορούμενον; εἴτε ἐκ τῆς κοινότητος τῆς ἐν τοῖς πολλοῖς, πῶς τῆς ἑαυτοῦ αἰτίας τοῦτο περιληπτικώτερόν ἐστιν; Ἀλλαχόθεν ἄρα τοῦτο ὑφέστηκε, καὶ ἐξ ἄλλου παρεδέξατο ταύτην τὴν περιληπτικὴν ἑκάστου δύναμιν εἴδους· οὗ δὴ καὶ ἔστιν εἰκὼν, παρὰ δόξαν ὑποστὰν, κατὰ ἀνάμνησιν ἐκ τῶν φαινομένων τῆς ἔνδον ἀνακινουμένης αἰτίας. Ἔτι πρὸς τούτοις λέγομεν ὅτι πᾶσα ἀπόδειξις ἐκ τῶν προτέρων ἐστὶ καὶ τιμιωτέρων καὶ καθολικωτέρων· πῶς οὖν τὸ καθόλου τίμιον, εἴπερ ὑστερογενές; ἐν γὰρ τοῖς ὑστερογενέσι τὸ καθολικώτερον ἀνουσιώτερόν ἐστιν· ὅθεν καὶ τὸ εἶδος μᾶλλον οὐσία τοῦ γένους. Ἀναιρετέον ἄρα καὶ τοὺς περὶ τῆς ἀληθεστάτης ἀποδείξεως κανόνας, εἰ μόνα τὰ ὑστερογενῆ καθόλου θήσομεν ἐν ταῖς ψυχαῖς· οὐ γάρ που ταῦτα τῶν μερικωτέρων κρείττω καὶ αἴτια καὶ πρότερα τὴν φύσιν. Εἰ δὲ ταῦτα ἄτοπα, δεῖ πρὸ τῶν ὑστερογενῶν ὑφεστάναι τοὺς οὐσιώδεις λόγους, ἀεὶ μὲν προβεβλημένους καὶ δραστηρίους ἐν ταῖς θείαις ψυχαῖς καὶ ταῖς τῶν κρειττόνων ἡμῶν γενῶν, ἐν ἡμῖν δὲ ποτὲ μὲν ἐπικαλυπτομένους, ποτὲ δὲ ἐνεργοῦντας, καὶ ποτὲ μὲν θεωρητικῶς μόνον, ποτὲ δὲ προνοητικῶς, ὅταν καὶ ἡμεῖς θεοῖς συνταχθέντες μετ’ ἐκείνων τὸν ὅλον κόσμον διοικῶμεν. |
| in Prm 895 [40] | Λεγέσθω μὲν οὖν, ἵν’ ἐπὶ τὸ προκείμενον ἔλθωμεν, τοῦτο δέ ἐστι τὸ ὡς ἀληθῶς εἶδος νόημα εἶναι· λεγέσθω τοίνυν εἶναι νόημα τὸ ὡς ἀληθῶς εἶδος, ἀλλὰ πρῶτον μὲν ὡς νόησις τοῦ ἀληθοῦς νοῦ καὶ αὐτοῦ τοῦ πατρικοῦ, παρ’ ᾧ καὶ τὰ ὄντα νοήσεις εἰσὶ καὶ αἱ νοήσεις τὰ ὄντα. Τὰς γοῦν ἐν ἐκείνῳ πρώτως ὑφεστώσας ἰδέας ἡμῖν ἐφερμηνεύοντα τὰ Λόγια κέκληκεν αὐτὰς ἐννοίας πατρικὰς, ὡς οὔσας δημιουργικὰς νοήσεις διὰ τὴν τῶν νοήσεων πρὸς τὰ νοούμενα μίαν ὑπόστασιν· λέγει γοῦν, Ἔννοιαι πατρὸς, αἰδεύμεθα ς’, εἰλιμένον πῦρ. Οὐ γὰρ ὡς ἄλλαι ἄλλων εἰσὶν αἱ ἐκεῖ νοήσεις, ἀλλ’ ὡς αὐταὶ ἑαυτῶν· διὸ καὶ ὄντως οὐσίαι καὶ ὄντως νοήσεις, καὶ ὁμοῦ ἄμφω, καὶ διὰ τοῦτο ἔννοιαι τοῦ πατρός. Μετὰ δὲ τὰς πατρικὰς ἰδέας ἐν πάσαις ταῖς μετὰ τὸν πατέρα νοεραῖς οὐσίαις κατὰ τὴν ὁμοιότητα τὴν πρὸς ἐκεῖνον ἑκάστη πάλιν ἰδέα νόημά ἐστιν, οὐδὲ ἐν ταύταις ἢ τῆς ἐνεργείας οὔσης ἀνουσίου, ἢ τῆς οὐσίας ἀνενεργήτου, συναρίθμου δὲ τῇ οὐσίᾳ τῆς νοήσεως οὔσης· πλὴν ὅτι τοῖς μὲν συστοίχοις ἕκασται νοητοῖς εἰσι σύνδρομοι, τῶν δὲ ὑπερτέρων νοήσεις μόνον, ἀλλ’ οὐχ αἱ αὐταὶ τοῖς νοητοῖς ἐκείνοις, ἅτε ὑπερτέροις οὖσι τῶν νοούντων. Μετὰ δὲ πάσας τὰς νοερὰς οὐσίας ἐν ταῖς ἀεὶ νοούσαις ψυχαῖς νοήματα μὲν ἔστι καὶ νοητὰ διεστῶτα ἀλλήλων, ὡς τὰ μὲν νοεῖν, τὰ δὲ νοεῖσθαι· τῶν μὲν νοήσεων μεταβατικῶν οὐσῶν, τῶν δὲ οὐσιωδῶν ἐν αὐταῖς λόγων ἀεὶ τῶν αὐτῶν μενόντων. Ἐπὶ πᾶσι δὲ, ἐν ταῖς μερικαῖς ψυχαῖς διττὰ τὰ νοήματα· τὰ μὲν γάρ ἐστι τῶν οὐσιωδῶν λόγων, τὰ δὲ τῶν ἐκ πολλῶν ὄντων αἰσθήσεων εἰς ἓν λογισμῷ συναιρουμένων· ἀλλ’ οὖν διὰ τούτων φησὶν ὁ Σωκράτης ἐγγίγνεσθαι τῇ ψυχ ῇ· τὸ γὰρ ἐγγιγνόμενον δῆλον ὡς οὐκ ἔνεστι κατ’ οὐσίαν· τοῦτο δὲ ἔσχατόν ἐστιν ἀπήχημα τῆς πρώτης νοήσεως, καθόσον τέ ἐστι καὶ καθόλου καὶ ἐν τῇ νοούσῃ ψυχῇ τὴν ὑπόστασιν ἔχον. |
| in Prm 896 [40] | Τὰς δὲ τῶν οὐσιωδῶν λόγων προβολὰς νοήματα λέγοντες, καθ’ ἃς γιγνώσκομεν ὅπως καὶ ἡ ψυχὴ πάντων πλήρωμά ἐστι τῶν εἰδῶν, ἕτερον τρόπον νοήματα δεῖ λέγειν, καὶ οὐ τὰ ἐγγιγνόμενα αὐτῇ διὰ τῆς τῶν πολλῶν αἰσθητῶν προβολῆς· ὑφεστώτων γάρ ἐστιν ἐκεῖνα νοήματα καὶ ἀεὶ ὄντων ἐν ἡμῖν, καὶ αὐτὰ τὰ ὄντως ὄντα ἐνεικονιζομένων· καὶ ὅταν εἰς ταῦτα καταντήσωμεν, τηνικαῦτα τῶν ὄντως νοημάτων γιγνόμεθα πλήρεις, οὐκ ἐγγιγνομένων, ἀλλὰ προβαλλομένων ὧν ἔχοντες ἠγνοοῦμεν. Οὔτε δ’ οὖν τοῖς παρά τισι καλουμένοις ἐννοήμασιν εἰς ταὐτὸν ἄγειν προσήκει τὰ νοήματα ταῦτα τὰ τῶν οὐσιωδῶν λόγων, κἂν ὅτι μάλιστα ἐπικοινωνῇ ταῖς προσηγορίαις· ἐνεργήματα γάρ εἰσιν ἐκεῖνα ἀπὸ τῶν φαντασιῶν ἀνεγειρόμενα· οὔτε τοῖς ἀσωμάτοις λεκτοῖς· ἀνυπόστατος γὰρ ἡ ἐκείνων οὐσία καὶ ἀμυδρὰ τοῖς τιθεμένοις αὐτὴν εἶναι διαδοξάζεται· οὔθ’ ὅλως τοῖς ἀνουσίοις ἐν ταῖς ψυχαῖς εἴδεσιν, ἀλλὰ τοῖς κατ’ οὐσίαν ἐνυπάρχουσι καὶ συμπληροῦσιν αὐτῶν τὴν ὅλην ζωήν. Δεῖ τοίνυν ἀπὸ τῶν φυσικῶν λόγων, ὥσπερ εἴπομεν, ἀνατρέχειν ἐπὶ τοὺς ψυχικοὺς, οὐ τοὺς ὑστερογενεῖς μόνον, ἀλλὰ καὶ τοὺς οὐσιώδεις· καὶ γὰρ οἱ ὑστερογενεῖς τούτων εἰσὶν εἰκόνες, οὐκ ἀπὸ τῶν πολλῶν αἰσθητῶν τεχθέντες· οὔτε γὰρ ἐπὶ πάντων ἐστὶ τῶν πολλῶν τὸ κοινόν· οὐ γὰρ ἐπὶ τῶν κακῶν τιθέμεθα τοὺς καθόλου λόγους, οὔτ’ ἐπὶ τῶν μοναδικῶν, διότι μοναδικὰ παραιτούμεθα τὸ κοινὸν ἐννοεῖν. Ἔνδοθεν ἄρα καὶ ἀπὸ τῆς οὐσίας ἡμῶν αἱ προβολαὶ γίγνονται τῶν εἰδῶν, καὶ οὐκ ἀπὸ τῶν αἰσθητῶν· πολλῷ γὰρ ἂν εἴη τὰ ἐπιστητὰ τῶν αἰσθητῶν ἀμυδρότερα. Νῦν δὲ ὡς ἐπιστήμη κρείττων αἰσθήσεως, οὕτω καὶ τὰ ἐπιστητὰ τῶν αἰσθητῶν· τὰ δὲ καθόλου, ἐπιστητὰ, καὶ περὶ τούτων αἱ ἐπιστῆμαι. Ταῦτα ἄρα κρείττω καὶ σεμνότερα τῶν αἰσθητῶν ἐστιν· οὐ γὰρ ἔχει λόγον τὰ αἴτια καταδεέστερα τῶν αἰτιατῶν ὑπάρχειν· ἔνδον οὖν, ὥσπερ εἴρηται, καὶ κατ’ οὐσίαν ἔχομεν τὰ εἴδη. |
| in Prm 897 [40] | Ταῦτα δὲ ἄλλως νοήματά ἐστι, καὶ οὐχὶ νοήσεις· ἐπειδὴ γὰρ γεννήματά ἐστι τοῦ νοῦ, νοήματα ἂν εἰκότως καλοῖτο ὡς ἀποτελέσματα τοῦ νοῦ, καθάπερ καὶ τέχνην καλοῦμεν τὸ ἀπὸ τέχνης, καὶ φύσιν τὸ ἀπὸ τῆς φύσεως εἶδος· καὶ διότι δὴ πάντες οἱ ψυχικοὶ λόγοι τῶν θείων εἰδῶν ἐξήρτηνται καὶ τῆς ἐκείνων ἐφίενται νοήσεως, νοήματα ἂν καὶ ταύτῃ προσαγορεύοιντο. Λέγεται γὰρ νόημα καὶ τὸ νοητὸν αὐτὸ τὸ νοηθὲν καὶ τὸ ἐνέργημα καὶ τὸ γνωστικὸν τοῦ νοοῦντος, ὥσπερ κίνημα τὸ ἐνέργημα τοῦ κινηθέντος. Ἀλλ’ ἐν μὲν τῷ νῷ, καθάπερ εἴρηται, ταῦτα ἀμφότερα σύνεστιν ἀλλήλοις· τὰ δὲ ἐν ψυχῇ νοητὰ, πρὸς μὲν τὰ ἐν αὐτῇ νοήματα ἂν καλοῖντο νοούμενα ὑπ’ αὐτῶν, πρὸς δὲ τὰ εἴδη τὰ ὄντως νοητὰ τὴν τῶν νοούντων ἔχει τάξιν, ὡς ἐκείνων ὄντων αὐτοῖς γιγνομένων· πανταχοῦ γὰρ τὰ νοοῦντα δευτέραν δεῖ τῶν νοητῶν εἰληχέναι μοῖραν. Ἔχει δὲ οἰκείως ἡ τοῦ νοῦ φύσις πρὸς τὴν τῶν εἰδῶν θεωρίαν· εἰδοποιὸς γὰρ καὶ ἐν τοῖς ὅλοις ὁ νοῦς, ἥ τε δημιουργία πᾶσα καὶ τὸ κάλλος τῶν φαινομένων καὶ ἡ τάξις διὰ τὴν τοῦ νοῦ βασιλείαν εἴργασται· καὶ οὔτε τὴν νοεράν τις αἰτίαν ἀφεὶς δυνηθείη ποτ’ ἂν κατιδεῖν ὅπως ἡ τῶν εἰδῶν οὐσία προκατάρχει τῆς ὑποστάσεως τῶν ὅλων, οὔτε τὴν τῶν ἰδεῶν ὑπόθεσιν παριδὼν διαφυλάξαι τὴν νοερὰν εἰς τὰ τῇδε ποίησιν. Συνέζευκται ἄρα ἀλλήλοις ὅ τε νοῦς καὶ τὰ εἴδη· καὶ εἰς τὴν συγγένειαν ταύτην, ὡς ἐμοὶ δοκεῖ, ἀποβλέπων καὶ ὁ Σωκράτης τὰ εἴδη νοήματα ἀφωρίσατο· καὶ δῆλον ὅτι καθ’ ἕκαστον νοῦν οἰκείως ταῦτα ὑποθετέον, ὁλικῶς ἢ μερικῶς, ψυχικῶς ἢ νοερῶς· ἀλλ’ ὤδινε μὲν τὴν νοερὰν οὐσίαν, ἔθετο δὲ ἐν τῷ ψυχικῷ νῷ ταῦτα ἀεὶ γίγνεσθαι τὰ νοήματα, κάτωθεν διὰ τῶν προσεχῶν ἐπανιών. Καὶ γὰρ ἡ ψυχὴ νοῦς ἐστιν ἀνειλημμένος, καὶ τὰ ἐν αὐτῇ νοήματα τῶν πρώτων εἰκόνες· καὶ ὁ Παρμενίδης ἀπὸ τῶν ψυχικῶν τούτων νοημάτων μετάγει τὸν Σωκράτη λοιπὸν ἐπ’ αὐτὰ τὰ εἴδη τὰ νοερὰ, λέγων οὕτως. |
| in Prm 898 [40] | Τί οὖ ν , φάνα ι , ἓν ἕκαστόν ἐστι τῶν νοημάτω ν , νόημα δὲ οὐδενό ς ; — Ἀλ λ ’ ἀδύνατο ν , εἰπεῖ ν . — Ἀλλά τινο ς ; — Να ί . — Ὄντος ἢ οὐκ ὄντο ς ; — Ὄντο ς . — Οὐχ ἑνός τινος ὃ ἐπὶ πᾶσιν ἐκεῖνο τὸ νόημα ἐπὸν νοε ῖ , μίαν τινὰ οὖσαν ἰδέα ν ; — Να ί . — Εἶτα οὐκ εἶδος ἔσται τοῦτο τὸ νοούμενον ἓν εἶνα ι , ἀεὶ ὂν τὸ αὐτὸ ἐπὶ πᾶσι ν ; — Ἀνάγκη αὖ φαίνετα ι. (P. 132 B.) Ἀπὸ τῶν ἐν τοῖς καθέκαστα κοινῶν ἀνέδραμεν ἐπί τι ἕτερον αὐτῶν προσεχὲς, οἷόν ἐστι φυσικὸν εἶδος, εἶτα ἀπὸ τούτου λοιπὸν ἐπὶ τὸν ἐν ψυχῇ λόγον, ὅ ἐστι νοηματικόν τινος τῶν ὄντων, οἷον τὸ ὑστερογενὲς ἐλαμβάνομεν, ὃ δὴ καὶ ὡς ἀληθῶς ἐγγίγνεται ταῖς ψυχαῖς. Δεῖ δὲ ἐντεῦθεν καὶ εἰς αὐτὸ διαβαίνειν τὸ τοῦ οὐσιώδους λόγου νόημα, καὶ ἀπὸ τούτου λοιπὸν πρὸς αὐτὸ τὸ ὂν ποιήσασθαι τὴν μετάβασιν, ἐφ’ ἣν καὶ νῦν ὁ Σωκράτης περιάγεται διὰ τῶν Παρμενίδου μαιευτικῶν λόγων. Ἐπεὶ γὰρ ἔχομεν ὅτι ὁ ἐν ψυχῇ λόγος ἤ τινος νόημά ἐστιν ἢ οὐδενός· ἀλλὰ τὸ μὲν μηδενὸς ὂν νόημα διάκενόν ἐστι καὶ πλασματῶδες, οἷον εἴ τις ἱπποκένταυρον ἢ τραγέλαφον ἐπιχειρεῖ νοεῖν, μᾶλλον δὲ εἴ τις σκινδαψὸν ἤ τι ἄλλο τῶν ἀνυποστάτων παντάπασι· τούτων γὰρ φαντασίαν γέ τινα λαμβάνομεν. Λείπεται ἄρα τινὸς εἶναι νόημα τὸν ἐν τῇ ψυχῇ λόγον· εἰ δέ τινος, ἐρωτητέον πότερον ὄντος ἢ οὐκ ὄντος· δῆλον δὴ ὅτι περ ὄντος νόημά ἐστιν ὁ ἐν ψυχῇ λόγος. Εἶτ’ οὐ πολλῷ πρότερον ἐκεῖνο τὸ εἶδος ἔστιν ἐπὶ πᾶσι τοῖς ψυχικοῖς, τοῖς φυσικοῖς, ὃ δὴ τὸ νόημα νοεῖν φαμεν, μίαν τινὰ οὖσαν ἰδέαν; πολλῷ γὰρ ἐκεῖνο εἰς τὸ εἶναι κυριώτερον τοῦ κατ’ αὐτὸ νοήματος. Καὶ μὴν αὖ τό τε εἶδος καὶ τὸ νόημα πῶς ἑνὸς δύο εἴδη προέστηκεν; Εἰ δὲ τούτων δεῖ θάτερον εἶδος ποιεῖν, δῆλον ὅτι τὸ κυριώτερον ἂν εἴη εἶδος· τοιοῦτον δὲ τὸ νόημά φαμεν ἐπὶ πᾶσιν ὂν τοῦτο τοῖς ὑπὸ τοῦ νοήματος ὡς ὁμοειδέσι νοουμένοις· τοῦτο γὰρ τοῦ εἶναι τοῖς ὁμοίοις αἴτιον, ἀλλ’ οὐχὶ τὸ νόημα τὸ τούτου νοητικόν. |
| in Prm 899 [5] | Οὐδὲ γὰρ τὸ νόημα τὸ περὶ τοῦ ἐμοῦ πατρὸς ὅτι πατὴρ ἐμοῦ αἴτιον, ἀλλ’ ὁ πατήρ· οὕτω καὶ ἐπὶ πάντων τῶν αἰτίων οὐ τὰ περὶ αὐτῶν νοήματα ὡς ἔστιν αἴτια τῶν κατὰ ταῦτα ὄντων, ἀλλ’ αὐτὰ πρὸ τῶν νοημάτων, ἃ δὴ καὶ τοῦ ἀληθεύειν ἐστὶν αἴτια τοῖς νοήμασι τοῖς λέγουσιν ἐκεῖνά τινων αἴτια ὑπάρχειν. Ὅσοι μὲν οὖν τὰς ἰδέας νοήσεις εἶναι ψιλὰς ὑπέλαβον, οὗτοι πᾶν νόημά τινος εἶναι φάντες ἀξιοῦσι τοῦ νοοῦντος εἶναι τὸ νόημα· καθάπερ ἂν εἰ λέγοις αἴσθημα μὴ εἶναι, ἀλλὰ τὴν αἴσθησιν ἀκούων τοῦ αἰσθητικοῦ μόνον εἶναι· καὶ διὰ τοῦτο παραλογίζεσθαί φασι τὸν Παρμενίδην. Ὅσοι δὲ οὖν νοήσεις τοῖς νοητοῖς συνδρόμους, οὗτοι καὶ τοῦ νοοῦντος εἶναι καὶ τοῦ ὄντος τὸ νόημα διορίζονται, πάντων ἡνωμένων ἀλλήλοις, τοῦ νοοῦντος, τῆς νοήσεως, τοῦ νοητοῦ· καὶ οὐδὲν θαυμαστὸν ὅπου καὶ ἐπὶ τῶν αἰσθητῶν ταὐτὸν τῷ αἰσθητῷ φασι τὴν αἴσθησιν, τὸ αἴσθημα λέγοντες. Εἰ δὲ τὸ νόημα τοῦ νοητοῦ ἐστιν οὐ μόνον ἐν ἡμῖν, ἀλλὰ καὶ ἐν τῷ θείῳ νῷ καὶ ἀληθινῷ, δῆλον ὅτι ἐστὶ πρὸ τοῦ νοήματος τὸ νοητὸν, εἰς ὃ καὶ ἀπερειδόμενος ὁ ἐν ψυχῇ λόγος νόημά ἐστι. Τὸ γὰρ ἀνειλεγμένον τῶν ἐν τῇ ψυχῇ λόγων καὶ τὸ διῃρημένον καὶ τὸ μεταβατικὸν ἐν ταῖς ἐνεργείαις ἱκανῶς ἐπιδείκνυσιν, ὅτι ἄρα ἄλλο ἐστὶ τὸ νοητὸν εἶδος, τὸ ἡνωμένως καὶ ἀδιαιρέτως τὴν αἰτίαν περιέχον πάντων τῶν λόγων· ὃ καὶ ἓν ἐκάλεσεν ἐν τούτοις καὶ ἐπὶ πᾶσι ληπτικὸν τῶν εἰδητικῶν διακόσμων, καὶ ὑπὸ τοῦ νοήματος ἔφατο νοεῖσθαι ὡς μίαν τινὰ οὖσαν ἰδέα ν. Ἐκ δὴ τούτων λάβοις ἂν ὅτι καὶ ἡ τοῦ παντὸς νοῦ νόησις καὶ προϋπαρχόντων τῶν νοητῶν· καὶ οὔτε νόησίς ἐστι ψιλὴ γνῶσις, ἀλλ’ ὄντος τινός· οὔτε τὰ νοητὰ δεύτερα τῶν νοούντων· οὕτω γὰρ ἂν αἱ νοήσεις εἶεν πρὸ τούτων οὔπω ὄντων· ἢ τοιούτων πρὸ τῶν νοούντων τὰ νοητὰ, καὶ διὰ τοῦτο πρὸ τῶν νοήσεων· αἱ γὰρ νοήσεις ἐν τοῖς νοοῦσίν εἰσιν ἐξ ἀνάγκης, ὡς αἰσθήσεις ἐν τοῖς αἰσθανομένοις, καὶ πᾶσαι γνώσεις ἐν τοῖς γιγνώσκουσιν, ἀλλ’ οὐκ ἔξω τῶν γιγνωσκόντων, ἢ ἐν αὐτοῖς τοῖς νοοῦσιν· ἐπειδὴ οὐ μετὰ ταῦτα ἵνα μὴ, πρὶν ἐκεῖνα ὑποστῇ, νοήσεις οὖσαι κατ’ ἐνέργειαν μηδενὸς ὦσιν. |
| in Prm 900 [40] | Ἀλλὰ μὴν εἰ πρὸ τῶν νοούντων τὰ νοητὰ, δεῖ καὶ ἐν αὐτοῖς εἶναι ἕτερον, διότι πᾶν τὸ νοοῦν ἑαυτὸ νοεῖ, καὶ τὸ ἑαυτὸ νοοῦν νοεῖ διὰ τῆς ἑαυτοῦ νοήσεως, οὐκ ἔξω ἑαυτοῦ βλέπον. Τοῦτό τε οὖν δεῖ λαμβάνειν ἐκ τοῦ Πλάτωνος οὕτως εἰπόντος ὅτι τὸ νόημά ἐστ ι, καὶ οὐ προσθέντος ὅτι τὸ ὂν ἔξω τοῦ νοήματος, διότι νοῦς ὁ μὲν ἔστι μόνως ἑαυτὸν νοῶν, ὁ δὲ καὶ ἑαυτὸν καὶ τὰ πρὸ αὑτοῦ, τὰ δὲ μεθ’ αὑτὸν οὐδεὶς, εἰ μὴ τῷ τὰς αἰτίας αὐτῶν ἔχειν. Τριχῶς γὰρ καὶ τὸ νοητὸν, κατὰ μέθεξιν μὲν ἐπὶ τοῦ τὰ πρὸ αὑτοῦ νοοῦντος, καθ’ ὕπαρξιν δὲ ἐπὶ τοῦ ἑαυτὸν, κατ’ αἰτίαν δὲ ἐπὶ τοῦ τὰ μεθ’ αὑτόν. Καὶ ὅπου μὲν τὸ κατὰ μέθεξιν νοητὸν, ἔστι καὶ τὸ καθ’ ὕπαρξιν· δεῖ γὰρ τὸ τὰ πρὸ αὑτοῦ νοοῦν καὶ ἑαυτὸ νοεῖν· ὅπου δὲ τὸ καθ’ ὕπαρξιν, οὐ πάντως τὸ κατὰ μέθεξιν· ὁ γὰρ πρώτιστος νοῦς ἑαυτὸν νοεῖ μόνον, οὐδὲν ἔχων πρὸ ἑαυτοῦ νοητόν. Καὶ ὅπου μὲν τὸ κατ’ αἰτίαν νοητὸν, ἐκεῖ καὶ τὸ καθ’ ὕπαρξιν· ἐν γὰρ τῷ αὐτὸν ἑαυτὸν νοεῖν, καὶ τὰ μεθ’ αὑτόν τις νοητὰ δύναται νοεῖν· οὐχ ὅπου δὲ τὸ καθ’ ὕπαρξιν, καὶ τὸ κατ’ αἰτίαν νοητὸν, εἴ τις εἴη τελευταῖος νοῦς, οὐδὲν ἔχων νοητὸν δεύτερον ὅπερ νοήσει, κατ’ αἰτίαν ἑαυτὸν νοῶν καὶ ἑαυτῷ νοητὸς ὤν. Ταῦτα δ’ οὖν, ὅπερ ἔφην, θεωρήσειας ἂν ἐκ τοῦ φάναι τὸν Παρμενίδην τὸ νόημα ὄντος εἶναί τινο ς· ὃς καὶ τὴν δόξαν εἶπεν ἐν Θεαιτήτῳ τινός· ὅθεν καὶ τὸ μὴ ὂν ἀδόξαστον, καὶ πᾶν τὸ γιγνώσκειν τι, καὶ οὐχὶ μηδέν· καὶ ὅτι τὸ ἓν μειζόνως πάρεστι τοῖς οὖσιν, εἰς αὐτὰ τὰ νοήματα ἀνήρτηται· τὸ γὰρ ἐπὸν ἓν ἐπὶ πᾶσι τοῦτο παρίστησιν. Οὐκ ἄρα στησόμεθα ἀνιόντες ἀπ’ ἄλλων εἰδῶν ἐπ’ ἄλλα, πρὶν ἂν ἐπὶ τὰ ὄντως ὄντα ποιησώμεθα τὴν ἀναδρομήν. |
| in Prm 901 [5] | Κἂν γὰρ εὕρωμεν συμφυῶς ἡνωμένα τόν τε νοῦν καὶ τὰ νοητὰ, πλήρωμα ἔσται τῶν εἰδῶν κατὰ τὸ ἐν ἑαυτῷ νοητὸν ὁ νοῦς· καὶ ὥσπερ νοῦν καὶ νοητὸν ἑνίζομεν ἀλλήλοις, οὕτω δὴ καὶ τὰ νοήματα τοῖς οὖσιν εἰς ταὐτὸν ἄξομεν· ἐν ἑαυτῷ γὰρ ὢν ὁ νοῦς καὶ ἑαυτὸν νοῶν ὁμοῦ δὴ καὶ τῶν νοητῶν ἐστι πλήρης. Καὶ ὥσπερ ἐν τοῖς αἰσθητοῖς τὸ φαινόμενον ὁπωσοῦν ἓν πλῆθός ἐστι κατ’ ἀλήθειαν, οὕτω δὴ καὶ ἐν τοῖς νοητοῖς τὸ δυοειδὲς τοῦ νοήματος καὶ τοῦ ὄντος ἑνιαίως ὑφέστηκε. Ψυχὴ μὲν οὖν ἀπὸ τῶν ἑαυτῆς νοημάτων ἐπὶ τὰ ὄντα μεταβαίνουσα ὡς ἀπ’ ἄλλων ἐπ’ ἄλλα μεθίσταται· τὰ δὲ νοῦ νοήματα τὰ ὄντα ἐστὶ διά τε τὴν νοερὰν ἐπιστροφὴν καὶ τὴν ἐπικρατοῦσαν ἐν ἐκείνοις ταυτότητα. Τί δὲ δ ὴ , εἰπεῖν τὸν Παρμενίδη ν , οὐκ ἀνάγκ η , εἰ τἄλλα φῂς τῶν εἰδῶν μετέχει ν , ἢ δοκεῖν σοι ἐκ νοημάτων ἕκαστον εἶναι καὶ πάντα νοεῖ ν , ἢ νοήματα ὄντα ἀνόητα εἶνα ι ; — Ἀλ λ ’ οὐδὲ τοῦτ ο , φάνα ι , ἔχει λόγο ν . (P. 132 C.) Δύο λόγοις χρώμενος μετάγει τὴν ὑπόθεσιν ἀπὸ τῶν ψυχικῶν νοημάτων ἐπὶ τὰ εἴδη τὰ νοητὰ, τούτοις ὄντα τοῖς νοήμασι νοητὰ, καὶ διὰ τοῦτο νοήμασι καλουμένοις. Προτέρῳ μὲν τῷ ἀπ’ αὐτοῦ τοῦ νοήματος· τὸ γὰρ ὂν νοηματικόν ἐστιν ὄντως· ἐκεῖνο δὴ οὖν τὸ ὄν ἐστι τὸ κυρίως εἶδο ς, καὶ ὅ ἐστιν ἐπὶ πᾶσι τοῖς εἴδεσιν ἀεὶ ὂν καὶ ταὐτὸν καὶ ἓν καὶ ἤδη νοούμενο ν, ἀλλ’ οὐχὶ νοοῦν μόνον, ὥσπερ τὸ νόημα τὸ ψυχικόν· ὅτι μὲν γὰρ ἕτερά ἐστιν ὡς νοοῦν νόημα τοῦ νοουμένου, δῆλον· ἢ οὖν ἄμφω εἴδη, καὶ δύο ἔσται τὰ πρῶτα, καὶ οὐκ ἔσται μία ἑκάστων ἰδέα· ἢ τὸ κυριώτερον τοῦ νοήματος αὐτὸ τὸ νοούμενον, ὥστε τοῦτο ἂν εἴη τὸ εἶδος, ἀλλ’ οὐ τὸ νόημα. Δευτέρῳ δὲ ἑτέρῳ τοιούτῳ· πᾶν τὸ νοήματος, ᾗ νόημα, μετέχον νοεῖν ἀναγκαῖον, τὰ δὲ τῇδε μετέχειν τῶν εἰδῶν, ὥστε εἰ τὰ πρῶτα εἴδη εἴη νοήματα καὶ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ὡς νοήματα πάντα νοητικά· τὸ γὰρ τῆς νοήσεως ἥτις ἦν τὸ νόημα μετειληχὸς νοεῖ· καὶ γὰρ τὸ τῆς ζωῆς, ζῇ, καὶ τὰ τοῦ ὄντος, ἔστιν· οὐκ ἄρα τὰ εἴδη νοήματά ἐστιν, ἀλλὰ νοήματα τῶν κατὰ τὰς νοήσεις τεταγμένων, καὶ οὐδὲν ἄτοπον τὸ τῶν νοημάτων μετέχον μὴ νοεῖν. |
| in Prm 902 [40] | Εἰ τοίνυν πάντα μὲν μετέχει τῶν εἰδῶν, τῶν δὲ νοημάτων μὴ πάντα, οὐκ ἂν εἴη τὰ εἴδη νοήματα. Τῶν τριῶν γὰρ ἓν ἄν τι συμβαίνοι, ἢ μὴ μετέχειν τοῦ νοεῖν τὰ νοήματος μετέχοντα, ἢ μὴ νοήματα εἶναι τὰ εἴδη, ἢ τὰ ἀνόητα μὴ μετέχειν τῶν εἰδῶν· ὧν τὰ δύο πάντως ἄτοπα· καὶ γὰρ πᾶν τὸ νοήματος μετέχον νοεῖ, τὸ γὰρ νόημα δηλοῖ νόησιν· καὶ τὰ ἀνόητα μετέχει τῶν εἰδῶν, ὡς τὰ ἄψυχα τοῦ ἴσου καὶ ἐλάττονος καὶ μείζονος εἰδῶν ὄντων. Οὐκ ἄρα νοήματά ἐστι τὰ εἴδη, οὐδὲ ἐν νοήμασιν οὐσίωται, ἀλλ’ ἐν νοητοῖς. Ἀναδράμωμεν οὖν ἀπὸ τῶν μεριστῶν ἐπὶ τοὺς ἀμερεῖς λόγους τῆς φύσεως, ᾗ μὴ ὑπάρχει τὸ νοεῖν τὰ πρὸ αὑτῆς· οὐ γὰρ μόνον ἀνόητος, ἀλλὰ καὶ ἄλογος ἡ φύσις καὶ ἀφάνταστος· ἀπὸ δὲ τούτων ἐπὶ τὰ νοητὰ τὰ ὑπερκείμενα τῶν φυσικῶν εἰδῶν, ψυχῆς ὄντα ἐνεργήματα νοητικῆς, κατὰ Τὴν τοῦ Σωκράτους περὶ αὐτῶν θέσιν· ἐν ψυχῇ γὰρ εἶπεν αὐτὰ ἐγγίγνεσθα ι , καὶ εἶναι νοήματα ψυχῆς ὡς νοήσεις· ἀπὸ δὲ τούτων ἐπὶ τὰ ὄντως νοητά· ταῦτα γὰρ αἴτια πάντων δυνατὸν εἶναι τῶν εἰδοπεποιημένων, ἀλλ’ οὐχ ἅ ἐστι νοήματα μόνον· ὥστε καὶ εἰ ὁ δημιουργικὸς νοῦς κοσμοποιὸς λέγοιτο καὶ πάντων αἴτιος, κατὰ μὲν τὸ ἐν ἑαυτῷ νοητὸν τοῦ εἶναι πᾶσίν ἐστιν αἴτιος, κατὰ δὲ τὴν ζωὴν μόνου δήπου τοῦ ζῇν, κατὰ δὲ τὸν νοῦν μόνου πάντως τοῦ νοεῖν. Δεῖ οὖν μὴ ἀπὸ τῶν νοούντων ἄρχεσθαι τὰ πράγματα, ἀλλ’ ἀπὸ τῶν νοουμένων, ἵνα πάντων αἴτια ᾖ καὶ νοητικῶν καὶ μὴ νοητικῶν· πᾶσι γὰρ τὸ εἶναι κοινὸν, τὸ δὲ νοεῖν οὐ πᾶσι πάρεστιν. Οὐκ ἄρα τὰ ψυχικὰ νοήματα πρῶτά ἐστι τῶν εἰδῶν, ἀλλὰ τὰ ὑπὸ τούτων νοούμενα καὶ πρωτουργὰ καὶ πᾶσιν αἴτια τῆς οὐσίας καὶ τῆς ἑνώσεως καὶ τῆς τελειότητος. |
| in Prm 903 [15] | Ἐν δὴ τούτοις ἄξιον ἐφιστάνειν διὰ τί, πάντων τῶν ἐν νῷ νοερῶς ὄντων, οὐ πάντα νοεῖ τὰ τῇδε μετέχοντα τῶν εἰδῶν, καὶ διὰ τί, ζώντων ἐκείνων πάντων, οὐκέτι πάντα τὰ ὁμοιούμενα πρὸς ἐκεῖνα ζῇ. Καὶ λεγέσθω μὲν ὅτι καὶ ἡ τῶν ὄντων ὕφεσις, ἀπὸ τῶν πρώτων αἰτιῶν ἄχρι τῶν τελευταίων ὑφιζάνουσα, τὰς τῶν ὅλων καὶ παντελείων οὐσιῶν ἀμυδροῖ μεθέξεις· καὶ ὡς διὰ πάντων ἡ δημιουργία διεξιοῦσα πάντα ὑφίστησι κατὰ μέτρα διαφέροντα τῆς οὐσίας, καὶ οὐδὲ τοῦ αὐτοῦ εἴδους πάντα ὡσαύτως μετείληφεν, ἀλλὰ τὰ μὲν μειζόνως, τὰ δὲ ἐλαττόνως, καὶ τὰ μὲν κατὰ μίαν ὡμοιώθη τῷ εἴδει δύναμιν, τὰ δὲ κατὰ δύο, τὰ δὲ κατὰ πλείους· ὅθεν καὶ σειραί τινες ἄνωθεν ἐξεφάνησαν ἄχρι τῶν κάτω διατείνουσαι, λέγω, οἷον τὸ τῆς σελήνης εἶδος· γενέσθω γὰρ ἐπὶ ταύτης ὁ λόγος. Ὤφθη μὲν καὶ ἐν θεοῖς κατὰ τὸ ἓν τοῦ εἴδους καὶ ἀγαθοειδές· πάντα γὰρ τεθέωται ἐκ τἀγαθοῦ, καθά φησιν ὁ ἐν Πολιτείᾳ Σωκράτης, διὰ τοῦ τῆς ἀληθείας φωτός· ὤφθη δὲ καὶ ἐν ἀγγέλοις κατὰ τὸ νοερὸν, καὶ ἐν δαίμοσιν, εἰ βούλει, τοῖς διὰ νοήσεως ἀπεικονισαμένοις ἐκεῖνο τὸ εἶδος καὶ νοητικοῖς ὑποστᾶσι ζώοις, οὐκέτι νοερῶς, ἀλλὰ ζωτικῶς αὐτὸ μιμεῖσθαι δυναμένοις· καὶ πολλὴ τῶν σεληνιακῶν ἥξει σοι ζώων θεωρία περὶ τὸν Ἄπιν Αἰγύπτιον, καὶ τὸν σεληνίτην ἰχθὺν, καὶ πολλὰ ἄλλα ζῶα τὰ μὲν ἄλλως, τὰ δὲ ἄλλως μιμούμενα τὸ οὐράνιον τῆς σελήνης εἶδος· ὤφθη δὲ καὶ ἐν λίθοις ἐσχάτως, ὥστε εἶναί τινα καὶ λίθον εἰς ἐκεῖνο τὸ εἶδος ἀνηρτημένον, αὐξήσεις τε καὶ μειώσεις ὑπομένοντα μετὰ τῆς ἐν οὐρανῷ σελήνης, καίτοι ζωῆς ἄμοιρον ὄντα. Πανταχοῦ τοίνυν νόει μοι ταὐτὸν, καὶ μὴ πάντα πάσας οἰηθῇς τῶν εἰδῶν ὑποδέχεσθαι τὰς δυνάμεις, ἀλλὰ μετὰ τῆς οἰκείας ὑφέσεως, τὰ μὲν πλείους, τὰ δὲ ἐλάττους. Οὐχ ὅσα οὖν ἐστιν ἐν ἐκείνοις, τοσαῦτα καὶ ἐν πάσαις ταῖς εἰκόσιν ἔγκειται· μόνον δέ ἐστι καθ’ ἕκαστον εἶδος, ἐξ ἀνάγκης ἐν πάσαις φανταζόμενον, ὅπερ ἐστὶν ἰδίωμα τοῦ εἴδους αὐτοῦ, καθὸ τῶν ἄλλων διέστηκε· κἂν γὰρ πάντα ἓν τὰ εἴδη, τὸ ἐν ἑκάστῳ πρόχειρον ἕν τι πάντως εἶναι τὸ καὶ ἀφορίζον αὐτοῦ τὴν ἰδίαν ὕπαρξιν, ἧς πάντα μετέχει τὰ κατ’ αὐτὸ λαβόντα τὴν γένεσιν· καὶ αὕτη μὲν μίαν ποιεῖ τὴν σειρὰν, ἡ δὲ τῶν πλειόνων δυνάμεων ἐν τῷ εἴδει καὶ τῶν ἐλαττόνων μέθεξις τὰ πρῶτα καὶ μέσα καὶ ἔσχατα τῆς σειρᾶς ἀνέφηνεν, ὅπου μὲν ἄλλως, ὅπου δὲ ἄλλως τοῦ αὐτοῦ μετασχεθέντος· ὁ δὲ εἷς πατρικὸς νοῦς πᾶσιν ἀφορίζει τὰ μέτρα τῆς μεθέξεως καὶ τὰς ἑκάστων συντελείας πρὸς τὸν κόσμον, ἀρχάς τε καὶ μέσα καὶ τέλη τῆς ἑκάστου τῶν εἰδῶν σειρᾶς προλαβὼν, καὶ μέχρι πόσου φθάνειν ἀνάγκη τὴν ἰδιότητα τὴν ἀφ’ ἑκάστου καθήκουσαν. |
| in Prm 904 [5] | Προσκείσθω δὲ τούτοις καὶ ὅτι, τῆς μεθέξεως διαφόρου γιγνομένης, πρῶται μὲν ἀπολείπουσι τὰ μετέχοντα αἱ ὑφειμέναι τῶν εἰδῶν ἰδιότητες, δεύτεραι δὲ αἱ τούτων ὁλικώτεραι, πᾶσι δὲ ὁμοίως ἐμφανίζονται τοῖς ἀποτελέσμασιν αἱ πρωτουργοὶ καὶ τῷ ἑνὶ διαφερόντως συγγενεῖς· ἕκαστον γὰρ εἶδος ἕν ἐστι καὶ πλῆθος, οὐχὶ κατὰ σύνθεσιν τοῦ πλήθους τὸ ἓν ἀποτελοῦντος, ἀλλὰ τοῦ ἑνὸς ὑφιστάντος τὰς ἐν αὐτῷ πολλὰς ἰδιότητας. Ἐκεῖνο μὲν οὖν ἑνοειδῶς καὶ ἔστι καὶ ζῇ καὶ νοεῖ, τὰ δὲ κατ’ αὐτὸ γεννώμενα τὰ μὲν πάντων μετέχει τούτων, τὰ δὲ ἑνὸς μόνου τοῦ ὄντος· ἐπεὶ καὶ τοῖς εἴδεσιν αὐτοῖς τὸ μὲν νοερὸν ἀπὸ τοῦ ἑνὸς, ἡ δὲ ζωὴ ἐκ τῆς ἀμεθέκτου ζωῆς, τὸ δὲ ὂν ἀπὸ τοῦ ἑνὸς ὄντος, ὥσπερ δὴ καὶ τὸ ἓν ἀπὸ τῆς ἐπέκεινα τῶν ὄντων ἑνάδος. Ταῦτα μὲν οὖν περὶ αὐτῶν εἰρήσθω τῶν δογμάτων· τῶν δὲ δύο λόγων, οἷς χρώμενος ἀπὸ τῆς ψυχῆς ἐπ’ αὐτὸ τὸ ὂν ἀνέδραμε, τὰ μὲν συνεπεράνατο διὰ τῶν ἐκκειμένων ῥητῶν, εἰπὼν ὅτι αὐτὸ ἄρα τὸ νοούμενον εἶδος ἔσται ἀεὶ ὂν καὶ ταὐτὸν ἐπὶ πᾶσι τοῖς εἴδεσ ι , καὶ τοῦτο πρεσβύτερον τοῦ ἐν ψυχῇ νοήματος· τὸ γὰρ νοούμενον κρεῖττον, ὡς εἴρηται, τοῦ νοοῦντος· κἄν τε γὰρ ψυχὴ τὸ νοοῦν, νοῦς δὲ τὸ νοούμενον, κρείττων ὁ νοῦς· κἄν τε νοῦς μὲν τὸ νοοῦν, νοητὸν δὲ τὸ νοούμενον, κρεῖττον τὸ νοητόν. |
| in Prm 905 [40] | Τὸ δὲ δεύτερον ὅλον ἐξήτασεν εἰπὼν, ὅτι εἰ τὰ τῇδε μετέχει τῶν εἰδῶν, τὰ δὲ εἴδη νοήματα, τὰ τῇδε ἄρα μετέχει νοημάτων· τὰ δὲ νοήματος μετέχοντα ἀνάγκη νοεῖν· εἰ δὲ νοήματα αὐτῶν μετέχοι, τοῦτο μὴ ἀναγκαῖον· οὐκ ἄρα τὰ εἴδη τὰ πρῶτα νοήματα. Καὶ οὗτος ὁ λόγος οὐ μόνον ἡμῖν ἐπιδείκνυσιν ὅτι οὐκ ἐν ψυχῇ τὰ εἴδη πρῶτον, ἀλλὰ καὶ ὅτι πρὸ νοῦ· καὶ γὰρ νοῦς νοῶν ἑαυτὸν καὶ τὰ πρὸ ἑαυτοῦ νοητὰ, καθὸ μὲν νοῦς, ἐφιέμενόν ἐστι, καθὸ δὲ νοητὸν, ἐφετόν· τούτων δὲ τὸ μὲν τἀγαθῷ μᾶλλον συγγενὲς, τὸ δὲ ἧττον· ἐφετὸν γὰρ καὶ τἀγαθὸν, ἀλλ’ οὐκ ἐφιέμενον. Ἀναγκαῖον δ’ οὖν, τῶν φυσικῶν λόγων μήτε νοητῶν ὄντων μήτε νοητικῶν, δι’ αὐτῶν μέσων ἡμῖν ἐπὶ τὰ νοητὰ εἴδη γίγνεσθαι τὴν ἄνοδον. Ἔσται οὖν πρὸ τῆς ἀνοήτου φύσεως τὸ νοητικὸν πᾶν, καὶ τοῦτο διττὸν, ἢ μεταβατικὸν, ἢ ἀμετάβατον· καθὸ γὰρ νοοῦν ἑκάτερον, ἐφίεται τοῦ νοητοῦ τοῦ ἑαυτῷ συστοίχου, καθάπερ εἴπομεν· καὶ γὰρ δὴ τὸ νοητὸν πρὸ ταύτης λέγω τῆς φύσεως, ὅτι μήτε ἡ φύσις μήτε τὸ σῶμα νοοῦν· εἶτα πρὸ τούτου τὸ νοοῦν ἅμα καὶ νοούμενον, οἷόν ἐστι τὸ νοερὸν εἶδος ἢ ψυχικόν· εἶτα πρὸ τούτων αὐτὸ τὸ νοητόν· δεῖ γὰρ καὶ πρὸ τοῦδε, διπλόην τινὰ παρεμφαίνοντος, εἶναι τὸ νοητὸν αὐτὸ πρώτως, καὶ τούτου μὲν μετέχειν τὸν νοῦν, διὰ δὲ τοῦ νοῦ, τὴν ψυχήν. Οὐ μόνον οὖν ἀπὸ τῶν ψυχικῶν εἰδῶν ἐπὶ τὰ νοερὰ μεταβατέον ὡς νοούμενα, ἀλλὰ καὶ ἀπὸ τούτων ἐπὶ τὰ κυρίως νοητὰ, παρ’ ὧν τὸ εἶναι πᾶσιν ὑπάρχει τοῖς εἴδεσιν. Οὕτως ἡ τοῦ Παρμενίδου μαιεία τὸν λόγον ἀπὸ τῶν ἐσχάτων ἀνήγαγεν ἐπὶ τὰ πρώτιστα, δεικνύντος ὡς οὔτε σωματικὴν νοητέον εἶναι τὴν μέθεξιν τῶν εἰδῶν, οὔτε φυσικὴν, οὔτε ψυχικὴν, ἀλλὰ νοεροῖς καὶ νοητοῖς προσήκουσαν εἴδεσιν. |
| in Prm 906 [5] | Ἀλ λ’ , ὦ Παρμενίδ η , μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχει ν · τὰ μὲν εἴδη ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσε ι , τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματ α · καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖ ς. (P. 132 D.) Ἐπ’ αὐτὴν τὴν νοητὴν οὐσίαν τῶν εἰδῶν ἀναχθεὶς ὁ Σωκράτης, ὑπὸ τῆς τοῦ Παρμενίδου μαιείας ποδηγούμενος, ἐνταῦθα διαφερόντως οἴεται τὴν τάξιν ἅμα καὶ τὸν τρόπον τῆς μεθέξεως τεθηρακέναι τῶν εἰδῶν· αὐτὰ μὲν τὰ εἴδη λέγων ἑστάναι ἐν τῇ φύσε ι, τὰ δὲ ἄλλα γίγνεσθαι πρὸς ἐκεῖνα· τί ἄλλο διὰ τούτων, ἢ ἐκείνοις μὲν τὴν ἀκίνητον καὶ ἀμετάβολον οὐσίαν ἀποδιδοὺς, τοῖς δὲ πρὸς αὐτὰ ὑφισταμένοις τὴν ἐν γενέσει φερομένην; Ταύτῃ γὰρ ἀντιδιεῖλε, τῷ ἑστάναι τὸ γίγνεσθαι διαιρῶν, καὶ αὐτὸ εἰς τὰ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα, καὶ τὰ μηδέποτε ὡσαύτως ἔχοντα, γιγνόμενα δὲ μόνον· ὥσπερ καὶ ὁ Τίμαιος καὶ ὁ Ἐλεάτης ξένος ἐν τῷ Σοφιστῇ διεστήσατο χωρὶς τὸ γιγνόμενον καὶ τὸ ὄν. Τὴν οὖν τάξιν αὐτῶν οὕτως ἐθήρασε· συνεισάγει δὲ τὸν τρόπον τῆς μεθέξεως λύων τὰς ἔμπροσθεν ἀπορίας, ὁμοίωσιν αὐτὸν τιθέμενος, ἵνα μήτε ὅλων μήτε μερῶν ἀναγκάζηται λέγειν ἐκείνων τὰ τῇδε μεταλαγχάνειν, μήτε ὁμοταγῆ εἶναι τὰ εἴδη τοῖς τῇδε· τὸ γὰρ παράδειγμα τῇ εἰκόνι οὐ πάρεστιν, οὐδὲ ὁμοταγές ἐστι πρὸς αὐτήν. Ἔστιν οὖν ἡ μέθεξις δι’ ὁμοιώσεως· τοῦτο δὲ εἰσήγαγε, παραδείγματα μὲν ἐκεῖνα καλῶν, ὁμοιώματα δὲ τὰ μετασχόντα αὐτῶν, ὁμοίωσιν δὲ διὰ τοῦτο τὴν μέθεξιν· καὶ οὕτω τεθάῤῥηκε τοῖς λόγοις τούτοις, ὥστε ὁ πρότερον ὀμνὺς, ὡς οὐκ εὔκολον διορίσασθαι τίς ἡ μέθεξις αὕτη καὶ πῶς ἐγγίγνεται τὰ εἴδη τοῖς αἰσθητοῖς, νυνί φησι μάλιστα αὑτῷ καταφαίνεσθαι καὶ τὸν τρόπον τῆς μεθέξεως ἀπὸ τῆς μεθέξεως αὐτῶν εὑρημένον, καὶ διὰ τοῦ τε μάλιστ α, καὶ διὰ τοῦ καταφαίνεσθαι καὶ μὴ φαίνεσθαι μόνον εἰπεῖν, ἐνδειξάμενος ὅτι διαφερόντως περὶ ταύτης τεθάῤῥηκε τῆς ὑποθέσεως. |
| in Prm 907 [35] | Τοῦτο δὲ διά τε τὴν ἑαυτοῦ πέπονθεν ὀξύτητα, καὶ τὴν τοῦ Παρμενίδου δύναμιν τελειοῦσαν αὐτοῦ τὰς αὐτοφυεῖς περὶ τῶν θείων ἐννοίας· ᾧ καὶ δῆλός ἐστι μαιευτικὸς ὢν ὁ τρόπος τῶνδε τῶν λόγων, ἀλλ’ οὐχὶ καταγωνιστικός· οὐ γὰρ ἂν προκόπτειν ἐποίει τὸν προσδιαλεγόμενον καὶ ἀεὶ τελεώτερον γίγνεσθαι ταῖς ἐπιβολαῖς· τέλος γάρ ἐστι, μαιείας μὲν ἡ πρόκλησις τῆς ἔνδον γνώσεως, ἀγῶνος δὲ ἡ νίκη καὶ τὸ περιβάλλειν εἰς πᾶσαν ἀμηχανίαν τὸν ἀποκρινόμενον. Εἰ τοίνυν καθ’ ἑκάστην ἀπορίαν ἄνεισιν ὁ Σωκράτης καὶ τελειοῦται καὶ διαρθροῖ τὰς ἐν αὑτῷ περὶ τῶν πρωτουργῶν εἰδῶν ἐννοίας, μαιεύεσθαι μᾶλλον αὐτὸν ὑπὸ τοῦ Παρμενίδου ῥητέον ἢ καταβάλλεσθαι, κἀκεῖνο τελειωτικὸν εἶναι τούτου μᾶλλον ἢ ἀμυντικόν. Ἀλλ’ ὁ μὲν τρόπος τῶν λόγων, ὡς πολλάκις ὑπομέμνηται, τοιοῦτός τίς ἐστι. Κατίδωμεν δὲ καὶ ὅπως προκέκοφε μὲν ἡ τοῦ Σωκράτους ὑπόθεσις, οὔπω δὲ ἔχει τὸ τέλειον· ὅτι μὲν γὰρ νοερῶν ἀντελάβετο καὶ ὄντως παραδειγμάτων, ὀρθῶς, καὶ ὅτι τὴν ἰδιότητα αὐτῶν ἀφώρισεν, ἑστάναι προσειπὼν αὐτὰ καὶ ἔτι τούτοις ὁμοιοῦσθαι τὰ ἄλλα· τὸ γὰρ γόνιμον καὶ τὸ ἀεὶ ὡσαύτως ἔχον ἴδιόν ἐστι τῶν αἰωνίως καὶ ὄντων καὶ ἐνεργούντων εἰδῶν. Τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκειν μόνοις φησὶ καὶ ὁ Ἐλεάτης ξένος· καὶ τὸ ἑστάναι οὐδὲν ἄλλο εἶναι ἢ τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸ μὲν ἐν Σοφιστῇ διορισάμενος. Εἰ οὖν τὰ εἴδη καὶ ὁ Σωκράτης ἑστάναι λέγει, τὰ δὲ ἑστῶτα κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἐν Σοφιστῇ γέγραπται, τὰ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα εἶναι τὰ θειότατα τῶν πάντων ἐν Πολιτικῷ διώρισται, δῆλον ὅτι τὰ εἴδη θειότατα ἂν εἴη, καὶ οὐκέτι νοήματα αὐτὰ ψυχῶν, ἀλλ’ ἐξῃρημένα πάντων τῶν τοιούτων. |
| in Prm 908 [10] | Ταῦτα οὖν ὀρθῶς τε, καὶ ὅτι πρὸ τοῦ πλήθους ἐν αὐτοῖς ὑπέθετο τὴν ἕνωσιν· τὸ γὰρ ἐν τῇ φύσει τὴν ἑνάδα τὴν μίαν αὐτῶν δεδήλωκεν. Εἴωθε γοῦν ὁ Πλάτων καὶ ἐπὶ τὰ νοητὰ φέρειν τοῦτο τὸ τῆς φύσεως ὄνομα. Λέγει γοῦν αὐτὸς ὁ Σωκράτης ἐν τῷ Φιλήβῳ, βασιλικὸν μὲν νοῦν, βασιλικὴν δὲ ψυχὴν ἐν τῇ τοῦ Διὸς ὑπάρχειν φύσει. Καὶ ὁ Τίμαιος, ἡ μὲν οὖν ζώου φύσις ἐτύγχανεν οὖσα αἰώνιο ς· καὶ αὐτὸς φύσιν λέγων τὴν μονάδα τῶν νοητῶν ἰδεῶν καὶ ἑστάναι αὐτὴν διατεινόμενος διὰ τοῦ φάναι αὐτὴν αἰώνιον εἶναι· δηλοῖ δὲ τὸ ἑστὸς ἐκείνης μένειν ἐν ἑνὶ τὸν αἰῶνα, φησὶ, καὶ τὸν χρόνον κινητὸν εἶναι, καὶ ἅμα γενέσει τὴν ὑπόστασιν ἔχειν· ὥσπερ καὶ νῦν ὁ Σωκράτης τὸ γίγνεσθαι τοῖς μετέχουσι τῶν ἰδεῶν ἀποδέδωκε· τοιαύτη δ’ οὖν καὶ ἡ νῦν λεγομένη φύσις ἑνὰς μία, καὶ ἡ ὑπεροχὴ τῶν νοητῶν εἰδῶν. Ταῦτα μὲν οὖν, ὡς ἔφην, ὀρθῶς· ὅτι δὲ τὸ παραδειγματικὸν ἰδίωμα μόνον ἀποδέδωκε τοῖς εἴδεσιν, ἀλλ’ οὐχὶ καὶ τὸ τελεσιουργὸν καὶ τὸ φρουρητικὸν, ταύτῃ δόξειεν ἂν ἀτελῶς ἔτι τῆς περὶ αὐτῶν ἀντιλαμβάνεσθαι θεωρίας. Ἕκαστον γὰρ εἶδος οὐ παράδειγμα μόνον ἐστὶ τῶν αἰσθητῶν, ἀλλὰ καὶ ὑποστατικὸν αὐτῶν· οὐ γὰρ ἄλλου δεῖται τοῦ παράγοντος πρὸς αὑτὰ καὶ ἀφομοιώσαντος αὑτοῖς τὰ τῇδε, μένοντα αὐτὰ ἀργὰ καὶ ἀκίνητα καὶ δραστηρίαν οὐδεμίαν ἔχοντα δύναμιν, ἀλλ’ ἐοικότα τοῖς ἐνταῦθα κηροπλαστικοῖς τύποις, ἀλλὰ καὶ αὐτὰ παράγει καὶ ἀπογεννᾷ τὰς ἑαυτῶν εἰκόνας· καὶ γὰρ ἄτοπον, εἰ οἱ μὲν ἐν τῇ φύσει λόγοι ποιητικὴν ἔχοιέν τινα δύναμιν, τὰ δὲ νοητὰ εἴδη τῆς τοῦ ποιεῖν αἰτίας παρῃρημένα τυγχάνοι. Οὐ μόνον ἄρα παραδειγματικόν ἐστι πᾶν τὸ θεῖον εἶδος, ἀλλὰ καὶ πατρικὸν, καὶ αὐτῷ τῷ εἶναι γεννητικὸν αἴτιον τῶν πολλῶν· καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τελεσιουργόν· αὐτὸ γὰρ τὸ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον τὰ τῇδε περιάγον καὶ τὸ εὖ περιποιοῦν ἑκάστοις, καὶ τὸ τὴν ἔνδειαν αὐτῶν ἀποπληροῦν, καὶ τὴν ὕλην δυνάμει πάντα οὖσαν ἄγον εἰς τὸ κατ’ ἐνέργειαν γίνεσθαι ὁπόσον ἦν δυνάμει πρὸ τῆς εἰδοποιΐας· ἔχει ἄρα καὶ ταύτην τὴν τελεσιουργὸν ἐν ἑαυτοῖς τὰ εἴδη δύναμιν. |
| in Prm 909 [35] | Τί δὲ, οὐχὶ καὶ τὴν φρουρητικήν; καὶ πόθεν ἡ διακόσμησις μὲν ἡ τοῦ παντὸς ἀδιάλυτος ἢ ἐκ τῶν εἰδῶν; πόθεν δὲ οἱ ἑστῶτες λόγοι καὶ τὴν μίαν συμπάθειαν τῶν ὅλων ἄῤῥηκτον διασώζοντες, δι’ οὓς ἀεὶ τέλειος ὁ κόσμος μένει, μηδενὸς εἴδους αὐτὸν ἐκλιπόντος, ἢ ἐκ τῶν ἑστώτων αἰτίων, ὥσπερ τὸ μεταβάλλειν ἐκ τῶν κινουμένων; Ἀλλὰ μὴν τῶν σωμάτων τὸ μεριστὸν καὶ τὸ σκεδαστὸν οὐκ ἀλλαχόθεν ἢ ἀπὸ τῆς ἀμερίστου δυνάμεως σφίγγεται καὶ συνέχεται τῶν εἰδῶν· αὐτὸ γὰρ καθ’ ἑαυτὸ τὸ σῶμα διαιρετὸν, καὶ δεῖται τῆς συνεκτικῆς τῶν λόγων δυνάμεως. Εἰ δὲ καὶ τῆς συνοχῆς ταύτης ἡ ἕνωσις προηγεῖται (πᾶν γὰρ τὸ συνεκτικὸν ἓν αὐτὸ πρότερον εἶναι δεῖ καὶ ἀδιαίρετον), εἴη ἂν τὸ εἶδος οὐ γεννητικὸν μόνον, ὡς εἴπομεν, καὶ φρουρητικόν τε καὶ τελεσιουργὸν, ἀλλὰ καὶ συνεκτικὸν καὶ ἑνωτικὸν τῶν δευτέρων ἁπάντων. Ἔδει τοίνυν, φαίη ἄν τις, μὴ πρὸς μίαν ἀπιδεῖν τῶν εἰδῶν δύναμιν τὴν ἀφομοιωτικὴν, ἀλλὰ καὶ τὰς ἄλλας αὐτὸν ἐπισκέψασθαι δυνάμεις καὶ οὕτως ἀφορίσασθαι τὸν τῆς μετοχῆς τρόπον ὅστις ἐστὶν, ὁμοίωσιν μὲν λέγοντα τὴν μέθεξιν, ὁμοῦ δὲ καὶ συνεκτικὴν τῶν ὁμοιωθέντων καὶ φρουρητικὴν καὶ τελεσιουργόν· ὃ καὶ ὁ Τίμαιος διδάσκων τέλειον τὸν κόσμον ἔφατο γενέσθαι καὶ ἄλυτον διὰ τὴν πρὸς τὸ παντελὲς ζῶον αὑτοῦ ἐξομοίωσιν. |
| in Prm 910 [5] | Μήποτε δὲ καὶ ὁ Σωκράτης, ὁμοίωσιν τὴν μέθεξιν εἰπὼν, πάντα περιέλαβε· τὰ γὰρ ὁμοιούμενα τοῖς ἑστῶσιν ἄλυτα ἀναγκαῖον εἶναι, καὶ συνέχεσθαι ἐν τοῖς ἑαυτῶν λόγοις, καὶ φρουρεῖσθαι κατὰ τὴν οὐσίαν ὑπ’ αὐτῶν· ἢ οὐκ ἂν ἦν ὅμοια τοῖς ἑστῶσι, τῇ ἀστάτῳ γενέσει συμφερόμενα καὶ πάντη σκιδνάμενα ἀφ’ ἑαυτῶν, οὐδ’ ἂν ἐκεῖνα ἀκινήτως εἴη παραδείγματα, μὴ ἄλλων ὄντα τοιούτων παραδείγματα, ἵνα καὶ ὅμοια ᾖ τοῖς ἀκινήτοις· ὅθεν οὐδὲ τῶν μερικῶς γιγνομένων ἐλέγομεν ἰδέας εἶναι, μόνων δὲ τῶν ἐν τοῖς γεννητοῖς καὶ ἀστάτοις ἀϊδίων. Μὴ οὖν τις ἡμῖν ὀνειδιζέτω τὸ ὄνομα τῶν παραδειγμάτων ὡς μεταφορικὸν εἰς τὰ τῇδε παραδείγματα βλέπων, αἰσθητὰ ὄντα καὶ ἀδρανῆ ὑπάρχοντα καὶ ἄλλων ἐπιδεῆ τῶν πρὸς αὑτὰ ποιούντων· καὶ γὰρ ὁ Σωκράτης οὐχ ἁπλῶς εἶπε παραδείγματα τὰ εἴδη, ἀλλ’ ὥσπερ παραδείγματ α· τοῦτο δὲ ἀναιρεῖ μὲν τῶν συνήθων ἡμῖν παραδειγμάτων τὴν ἄγονον καὶ ἀπεψυγμένην μορφὴν, ἐνδείκνυται δὲ τὴν πρωτουργὸν ἐν τοῖς εἴδεσι τῶν εἰκόνων γόνιμον ἀρχήν. Μηδ’ αὖ διοικιζέτω χωρὶς τό τε παράδειγμα καὶ τὸ ποιοῦν, ἀλλ’ ἐν ἑνὶ συλλαβὼν ἀμφότερα θεωρείτω· καὶ γὰρ τὸ παράδειγμα κατὰ τὴν οὐσίαν αὐτὴν ὑφίστησι τὸ πρὸς ἑαυτὸ γιγνόμενον καὶ τὸ ποιοῦν αὐτῷ τῷ εἶναι ποιοῦν, καὶ πρὸς ἑαυτὸ τὸ γιγνόμενον ἀπεικάζον, καὶ δευτέρως ἐκείνῳ παρεχόμενον ὅσα ἐν αὐτῷ πρώτως ἐστὶν, εἰς τὴν τοῦ παραδείγματος καθίσταται καὶ αὐτὸ τάξιν, καὶ τὸ μὲν ἔστι παραδειγματικῶς ποιοῦν, τὸ δὲ ποιητικῶς παράδειγμα ὄν· ἴδιον γὰρ παραδείγματος μὲν οἷόν ἐστι ποιεῖν, ποιοῦντος δὲ γένεσιν ἀντ’ οὐσίας ἐργάζεσθαι. Διόπερ ἐν Φιλήβῳ μὲν πᾶν τὸ ποιοῦν [ἡγεῖσθαι τοῦ γιγνομένου], πᾶν τὸ γιγνόμενον [διά τινα αἰτίαν] ἔφατο γίγνεσθαι ἐν Τιμαίῳ δὲ τὸ παράδειγμα εἰκόνος εἶναι παράδειγμά τινος· πρός τι γὰρ ἑκάτερον, τὸ μὲν πρὸς γένεσιν, τὸ δὲ πρὸς εἰκόνα λέγεται· ἔστι δὲ ὅμως ἐν ἑκατέρῳ τὸ λοιπὸν, παραδειγματικῶς μὲν ἐν τῷ παραδείγματι τὸ ποιοῦν, ποιητικῶς δὲ τὸ παράδειγμα ἐν τῷ ποιοῦντι συνειλημμένον. |
| in Prm 911 [10] | Ἕνωσις ἄρα μία τό τε παραδειγματικὸν αἴτιον ἐν ἐκείνοις συνάγει καὶ τὸ ποιητικὸν, πλὴν ὅτι πολλῶν ποιητικὰ μὲν ἔστιν αἴτια ὡς γεννητῶν, παραδειγματικὸν δὲ οὐκ ἔστι· τοιαῦτα γὰρ τὰ καθ’ ἕκαστα, γιγνόμενα μὲν ᾗ καθέκαστα, οὐ μέν τοι παραδείγματα ἔχοντα ᾗ τοιαῦτά ἐστι. Μήτ’ οὖν διϊστάνωμεν ἁπλῶς τὸ παραδειγματικὸν καὶ τὸ ποιητικὸν, ἀλλὰ τὸν εἰρημένον τρόπον, μήτε αὖ τὴν εἰς τὰ τῇδε τῶν παραδειγμάτων ἐνέργειαν προσδεῖσθαι λέγωμεν ἄλλων εἰδῶν, τῶν ψυχικῶν ἢ φυσικῶν. Ἐξῃρημένως γὰρ ἐκείνη πᾶσι πανταχοῦ πάρεστι, καὶ συνδεῖ μὲν τὰ δεύτερα τῇ γονίμῳ περιουσίᾳ τῶν θείων εἰδῶν, ἐκεῖνα δὲ τελέως ἀφ’ ἑαυτῶν ἐνδίδωσι τοῖς πᾶσι τὴν ὁμοίωσιν τῆς ὅλης οὐσίας. Εἰ οὖν τ ι , ἔφ η , ἔοικε τῷ εἴδε ι , οἷόν τε ἐκεῖνο τὸ εἶδος μὴ ὅμοιον εἶναι τῷ εἰκασθέντ ι , καθόσον αὐτῷ ἀφωμοιώθ η ; ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶνα ι ; — Οὐκ ἔστ ι . — Τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ ἆ ρ ’ οὐ μεγάλη ἀνάγκη ἑνὸς τοῦ αὐτοῦ εἴδους μετέχει ν ; — Ἀνάγκ η . — Οὗ δ ’ ἂν τὰ ὅμοια μετέχοντα ὅμοια ᾖ , οὐκ ἐκεῖνο ἔσται αὐτὸ τὸ εἶδο ς ; — Παντάπασι μὲν οὖ ν. (P. 132 D.) Τοῦ Σωκράτους ἑστῶτα παραδείγματα θεμένου τὰ εἴδη, καὶ τὰ τῇδε ὁμοιώματα καλέσαντος ἐκείνων, καὶ διὰ τοῦτο καὶ τὴν μέθεξιν ὁμοίωσιν προσειπόντος, καὶ περὶ πάντα ταῦτα ἀτελέστερον δόξαντος ἐπιβάλλειν (οὔτε γὰρ τὰ εἴδη παραδείγματα μόνον, ἀλλὰ καὶ γεννητικὰ καὶ τελεσιουργικὰ καὶ φρουρητικὰ τῶν αἰσθητῶν εἰσιν, ὡς εἴπομεν· οὔτε τὰ τῇδε ὁμοιώματα μόνον, ἀλλὰ καὶ γεννήματα ἐκείνων καὶ φρουρούμενα ὑπ’ ἐκείνων καὶ πᾶσαν τὴν τελειότητα καὶ τὴν συνοχὴν ἐκεῖθεν κομιζόμενα), εἰ μὴ ἄρα διὰ τῆς ὁμοιώσεως τῆς πρὸς τὰ ἑστῶτα τῶν γιγνομένων, καθάπερ εἴπομεν, πάντα ταῦτα συνήγαγεν ὁ τοῦ Σωκράτους λόγος· τοῦ δ’ οὖν Σωκράτους οὕτω περὶ τούτων διαταξαμένου, πάνυ θείως ὁ Παρμενίδης τὸ μὲν ἑστάναι τὰ παραδείγματα ταῦτα ἐν τῇ φύσε ι, καθάπερ ὁ Σωκράτης εἶπε, συγκεχώρηκεν, ὡς ἂν ἐστοχασμένως αὐτοῦ φθεγξαμένου τῆς νοερᾶς ὑποστάσεως αὐτῶν. |
| in Prm 912 [10] | Ἐπειδὴ δὲ καὶ τὰς πρώτας ἀπορίας περὶ τῆς μετοχῆς λύειν ἐκεῖνος ὑπέλαβε, τὴν ὁμοίωσιν εἰσαγαγὼν καὶ τὴν καθ’ ὁμοιότητα μέθεξιν ἀπαλλάττουσαν ἡμᾶς τῆς περὶ τὸ ὅλον καὶ τὸ μέρος ἀπορίας, αὐτὸς τὴν πρωτουργὸν αἰτίαν τοῦ παραδείγματος καὶ ὁλικὴν ἐνδείξασθαι βουλόμενος καὶ τὴν ἐπέκεινα πάσης ὁμοῦ τῆς πρὸς τὰ ὁμοιούμενα σχέσεως, ἐπιδείκνυσιν ὡς, εἰ τὸ αἰσθητὸν ὅμοιόν ἐστι πρὸς τὸ νοητὸν εἶδος, οὐ χρὴ καὶ ἀντιστρέφειν τὴν σχέσιν κἀκείνῳ τοῦτο λέγειν ὅμοιον, ἵνα μὴ πρὸ τῶν δύο ὁμοίων ἀλλήλοις ἕτερόν τι πάλιν ζητήσωμεν εἶδος, ἀμφοῖν τῆς ὁμοιότητος αἴτιον· τὰ γὰρ ἀλλήλοις ὅμοια πάντως ταὐτοῦ τινος κεκοινώνηκε, καὶ δι’ ἐκεῖνο ταὐτὸν ἐν αὐτοῖς ὂν ὅμοια λέγεται εἶναι. Τούτου γὰρ συγχωρηθέντος, ἀλλήλοις ὅμοια εἶναι τό τε μεθεκτὸν καὶ τὸ μετέχον, τὸ παράδειγμα καὶ τὸ εἰκασθὲν, ἔσται καὶ πρὸ τούτων ἄλλο τι τὸ ταῦτα ἀφομοιοῦν, καὶ τοῦτο ἐπ’ ἄπειρον. Πρὸς ἃ λέγειν ἔδει τὸν Σωκράτη τὸ ὅμοιον εἶναι διττόν· τὸ μὲν σύζυγον ὁμοίῳ ὅμοιον, τὸ δὲ ὡς ὑφειμένον πρὸς ἀρχέτυπον ὅμοιον, καὶ τὸ μὲν ἐν ταυτότητι θεωρεῖσθαι λόγου τινὸς ἑνὸς, τὸ δὲ οὐ μόνον ἔχειν τὸ ταὐτὸν, ἀλλ’ ὁμοῦ καὶ τὸ ἕτερον, ὅταν οὕτως ᾖ ὅμοιον ὡς ἀπ’ ἐκείνου τὸ ταὐτὸν εἶδος ἔχον, ἀλλ’ οὐ μετ’ ἐκείνου. Ταῦτα δὲ λογικῶς μὲν προῆκται καὶ ἀπορητικῶς· εἰ δὲ ἀνάγειν εἰς τὰς πολλὰς τάξεις αὐτὰ τῶν εἰδῶν ἐθέλοις, εὕροις ἂν τὸ ἐν αὐτοῖς βάθος. Ἄλλα γὰρ τὰ φυσικὰ εἴδη πρὸ τῶν αἰσθητῶν, ἄλλα τὰ ψυχικὰ, ἄλλα τὰ νοερὰ, καὶ οὐκέτι πρὸ τούτων ἄλλα· ταῦτα μὲν οὖν μόνως παραδείγματα καὶ οὐδαμῶς ὅμοια τοῖς μετὰ ταῦτα, τὰ δὲ ψυχικὰ καὶ παραδείγματα καὶ εἰκόνες, καὶ, καθόσον εἰκόνες καὶ αὐτὰ καὶ τὰ μετὰ ταῦτα, ὅμοια ἀλλήλοις, ὡς πρὸς τὰ αὐτὰ ὑποστάντα τὰ νοερά· καὶ τὰ φυσικὰ ὁμοίως· μέσα γὰρ τῶν ψυχικῶν καὶ αἰσθητῶν καὶ ἔστιν ὅμοια τοῖς αἰσθητοῖς, οὐχ ᾗ παραδείγματα αὐτῶν ἐστιν, ἀλλ’ ᾗ ἄμφω εἰκόνες τῶν ὑπὲρ αὑτά ἐστιν· ἃ δὲ παραδείγματα μόνα ἐστὶν, οὐκέθ’ ὅμοια ταῖς εἰκόσι· τὰ γὰρ ταὐτόν τι πεπονθότα ὅμοιά ἐστιν, ἐκεῖνα δὲ οὐδὲν πέπονθε πρῶτα ὄντα. |
| in Prm 913 [40] | Καὶ ταῦτα μὲν φιλοσόφως· θεολογικῶς δὲ ἄλλον τρόπον. Ἄλλα γὰρ τὰ ἐν τῷ κοσμικῷ νῷ εἴδη, καὶ ἄλλα τὰ ἐν τῷ δημιουργικῷ, καὶ ἄλλα μέσα τούτων, τὰ ἐν τῷ μεθεκτῷ μὲν, ὑπερκοσμίῳ δὲ ὄντι καὶ συνδέοντι τὰ ἐν τῷ κοσμικῷ νῷ πρὸς τὰ ἐν τῷ ἀμεθέκτῳ νῷ. Τοσαυταχῶς δὲ ὄντων αὐτῶν, ἐπί τινων μὲν ἡ κατὰ τὸ ὅμοιον σχέσις ἀντιστρέφει, ἐπί τινων δὲ οὐδαμῶς, οἷον ἐπὶ τῶν δημιουργικῶν· ἐπέκεινα γάρ ἐστι τῆς ἀφομοιωτικῆς τάξεως τῶν εἰδῶν, ἣν εἴπομεν τοῦ μεθεκτοῦ μὲν εἶναι νοῦ, ὑπερκοσμίου δὲ ὄντος. Τὰ μὲν οὖν ὑπὸ ταύτην ταττόμενα καὶ ἀλλήλοις ὁμοιοῦταί πως καὶ τοῖς πρὸ αὑτῶν, τὰ δὲ τοῦ ἀμεθέκτου νοῦ εἴδη κρείττονά ἐστιν αὐτῆς, ὥστε τὰ μὲν αἰσθητὰ ὁμοιοῦσθαι ἐκείνοις, αὐτὰ δὲ τούτοις οὐκέτι· καὶ γὰρ εἰ καὶ ἐκεῖνα τούτοις, οὐκέτι που στησόμεθα, προελευσόμεθα δὲ ἐπ’ ἄπειρον οὐδαμοῦ τὴν ἀρχὴν τῆς ὁμοιότητος εὑρεῖν δυνάμενοι. Τοῖς μὲν οὖν κάτωθεν ἀρχομένοις δυνατὸν λέγειν καὶ τὰ νοερὰ ἐν τῷ παντὶ, καὶ τὰ ψυχικὰ ὅμοια ἀλλήλοις, καθόσον ἅπαντα ταῦτα δεύτερα τῶν ἀφομοιωτικῶν ἐστι νόων καὶ οἷον ἀδελφὰ ἀλλήλων· τοῖς δὲ ἐπ’ αὐτὸν τὸν ἀμέθεκτον νοῦν ἀναδραμοῦσιν οὐκέτι τοῦτο λέγειν δυνατόν· μεταξὺ γάρ ἐστιν ἡ ἀφομοιωτικὴ τάξις καὶ οὐκ ἀμφοτέρων κρείττων· μεταξὺ δὲ οὖσα, τὰ αἰσθητὰ μόνον ἅ ἐστι καταδεέστερα αὑτῆς ὁμοιοῖ τοῖς νοεροῖς, ἀλλ’ οὐκ ἔμπαλιν τὰ νοερὰ τοῖς αἰσθητοῖς· οὐ γὰρ θέμις τὸ δεύτερον διδόναι ἐπὶ τῷ προτέρῳ, οὐδὲ τὸ πρότερον ἐκδέχεσθαί τι ἀπὸ τῶν δευτέρων. |
| in Prm 914 [40] | Ἵν’ οὖν ὁ Παρμενίδης ἐνδείξηται τῷ Σωκράτει ταῦτα τὰ παραδείγματα νοερὰ μὲν ὄντα, ἀλλ’ ἐν τῷ ἀμεθέκτῳ νῷ πρὸ τῶν ἀφομοιωτικῶν νόων ἱδρυμένα, δείκνυσιν ὡς οὐ χρὴ τὴν σχέσιν ἀντιστρέφειν πρὸς τὰ τῇδε τῶν εἰδῶν· τοῦτο γὰρ ὑπάρχει τοῖς δευτέροις τῆς ἀφομοιωτικῆς αἰτίας, συνδεομένοις ὑπ’ αὐτῆς ἄνωθεν τὰς ἑαυτῆς ἐνεργείας ἐπ’ ἄμφω διατεινούσης, τά τε ὁμοιούμενα καὶ τὰ οἷς ὁμοιοῦνται. Ταῦτα μὲν οὖν εἴρηται θεολογικῶς, τὰς πολλὰς τάξεις τῶν εἰδῶν ἡμῶν διαριθμουμένων, φυσικῶν, νοερῶν, καὶ τούτων, ὡς εἴπομεν, ἢ κατὰ τὸν μετεχόμενον, ἐγκόσμιον δὲ νοῦν τεταγμένων, ἢ κατὰ τὸν μεθεκτὸν καὶ ὑπερκόσμιον, ἢ κατὰ τὸν ἀμέθεκτον νοῦν, καὶ τὴν ἀφομοιωτικὴν τάξιν τῶν νόων ἐν τῷ ὑπερκοσμίῳ νῷ καὶ μεθεκτῷ τιθεμένων, ὡς ἡ δευτέρα ποιήσει δῆλον ὑπόθεσις ἡμῖν, καὶ ὡς ἡ τῶν θεολόγων ἔνθεος φήμη περὶ τούτων ἐδίδαξε τοὺς γνησίως αὐτῶν ἀντιλαμβανομένους. Ἔξεστι δὲ ἄρα καὶ ἐπὶ μόνων τῶν εἰδῶν λαβοῦσιν ἡμῖν τὸ ὅμοιον αὐτὸ καὶ ἀνόμοιον, μέσα ὄντα τῶν τε γενικωτάτων καὶ τῶν ὡς ἐν εἴδεσιν ἀτόμων, φιλοσόφως ὁρᾷν, ὅπως τοῖς μὲν γενικωτάτοις ὑπηρετεῖ πρὸς τὰς ἀφομοιώσεις εἰς μόνα δρῶντα τὰ μετέχοντα, ἀλλ’ οὐκ εἰς ἐκεῖνα πρὸ αὑτῶν ὄντα τοῖς δὲ ὡς ἐν εἴδεσιν ἀτόμοις συνεργοῦντα, καὶ αὐτοῖς καὶ τοῖς πρὸς αὑτὰ γιγνομένοις δίδωσι τὴν ἑαυτῶν μέθεξιν, ὁμοιότητος καὶ ἀνομοιότητος μεταδιδόντα· ὥστε ἐπὶ τούτων εἶναι ἀληθὲς τὸ ἀντιστρέφειν τὸ ὅμοιον, οὐκ ἐπὶ πάντων, ὥστ’ εἶναι ψεῦδος τὸ ἐπὶ πάντα ἁπλῶς τὴν ἀντιστροφὴν ἐκτείνειν. Πῶς οὖν τοῦτο δείκνυσιν; Εἰ ὅμοια, φησὶ, τὰ τῇδε τοῖς εἴδεσιν, ὅμοια ἔσται καὶ τὰ εἴδη πάντως τούτοις· καὶ εἰδὼς ὅπῃ τοῦτο ψεῦδός ἐστιν, ἐπανερωτᾷ πάλιν τὸν Σωκράτη πρὸς τὴν διάρθρωσιν αὐτὸν ἀνεγείρων τῆς ὁμοιότητος, ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶνα ι; ταύτῃ δὲ τῇ προτάσει λαμβάνει πάλιν ἀκόλουθον, ὅτι τὰ ὅμοια ἑνὸς ταὐτοῦ τε μετείληφεν εἴδους, καθ’ ὃ ἡ ὁμοιότης· ἔσται ἄρα τι πρὸ τῶν εἰδῶν ἄλλο εἶδος, ὃ κυριώτατόν ἐστι πάντων. |
| in Prm 915 [5] | Καὶ ὁρᾷς ὅπως, εἰ μὲν ἐπὶ τῶν δευτέρων, ὡς εἴρηται, τῆς ἀφομοιωτικῆς τάξεως εἰδῶν ὁ λόγος ἐξετάζοιτο καὶ εἰ ἐπὶ τῶν μετὰ τὸ ὅμοιον καὶ ἀνόμοιον τεταγμένων μερικωτάτων εἰδῶν, θαυμαστὸν οὐδὲν πάντα τὰ δεύτερα μετέχειν αὐτῆς τῆς ἀφομοιωτικῆς αἰτίας τελειοτέρας οὔσης αὑτῶν· εἰ δὲ ἐπὶ τῶν ἀμεθέκτων εἰδῶν, οὐκ ἀληθές· ἐφ’ ὧν καὶ ὁ Παρμενίδης ἐλέγχει τὸν Σωκράτη· δεῖ γὰρ τὰ πρῶτα εἴδη μηδὲν ἔχειν εἶδος ἄλλο κρεῖττον· εἰ δὲ τοῦτο, μὴ ἀντιστρέφειν τὴν σχέσιν ἐπ’ αὐτῶν· εἰ τοῦτο, μὴ εἶναι δεύτερα τῶν ἀφομοιωτικῶν· εἰ τοῦτο, νοερὰ ὄντα καὶ ἀμέθεκτα εἶναι· ταῦτα γάρ ἐστι προσεχῶς ὑπὲρ τούτους τοὺς θεούς. Ἐροῦμεν οὖν ὅτι τοῖς πρώτοις εἴδεσιν ὅμοια τὰ τῇδε, συναπτόμενα αὐτοῖς διὰ τῆς ἀφομοιωτικῆς αἰτίας, ἀλλ’ οὐκ ἔμπαλιν· τὸ γὰρ ὅμοιον, ὁτὲ μὲν ὁμοίῳ ὅμοιόν ἐστιν, ὅταν ἀμφότερα μετέχῃ τοῦ ἀφομοιοῦντος αὐτὰ ἀλλήλοις ἑνὸς, ὁτὲ δὲ παραδείγματι ὅμοιον, ὅταν ἄλλο πρὸς ἄλλο τὸ ἀφομοιούμενον ᾖ, τὸ μὲν ὡς κρεῖττον, τὸ δὲ ὡς καταδεέστερον, καὶ τὸ μὲν ὡς παραδείγματι ὅμοιον, τὸ δὲ ὡς παράδειγμα ὁμοίου ὄν. Αἱ γοῦν δημιουργικαὶ ἰδέαι κρείττους εἰσὶ τῶν ἀφομοιωτικῶν, νοεραὶ κατ’ οὐσίαν οὖσαι, περὶ τὸν ἀμέθεκτον νοῦν λαχοῦσαι τὴν ὑπόστασιν καὶ διὰ τοῦτο παραδείγματα μόνον, ὅμοια δὲ οὐκ ἔτι τοῖς πρὸς αὑτὰ γενομένοις. Τοῦτο μὲν οὖν δῆλον· τί δὲ, αὐτὸ τὸ εἶδος ἕκαστον ἄρα ὅμοιον δεῖ λέγειν ἢ ἀνόμοιον τοῖς κατ’ αὐτὸ γενομένοις; Ἤδη γὰρ οἱ μὲν ἀνόμοιον εἰρήκασιν, οἱ δὲ οὐδέτερον· οὐδὲ γὰρ ἀντιφατικῶς ἀντίκεισθαι τό τε ὅμοιον καὶ ἀνόμοιον. Ἐμοὶ δὲ δοκεῖ τὸ ἀνόμοιον πρῶτον διελεῖν· λέγεται γὰρ ἀνόμοιον καὶ τὸ ἀνομοιότητος μετέχον, καὶ τὸ ὡς ἀπόφασις λεγόμενον ᾧ δὴ τὸ οὐχ ὅμοιον ταὐτόν ἐστιν· ἔπειτα διελόμενον εἰπεῖν ὅτι τὸ μὲν ἀποφατικὸν προσήκει τοῖς εἴδεσιν· αὐτὸ γὰρ τοῦτό ἐστιν ὅ φαμεν, ὡς οὐκ ἔστιν ὅμοια τοῖς αἰσθητοῖς, τούτων ἐκείνοις ὁμοιουμένων· τὸ δὲ, ὡς τοῦ τῆς ἀνομοιότητος εἴδους μεταλαβὸν, οὐ προσήκει· πάλιν γὰρ ἂν ταὐτὸν πάθοιμεν ὅπερ ἐπὶ τῆς ὁμοιότητος, καὶ εἰς ἄπειρον ὁ λόγος προέλθοι. |
| in Prm 916 [40] | Ζητήσομεν γοῦν καὶ περὶ αὐτῆς τῆς ἀνομοιότητος εἴτε ὁμοία τοῖς μετέχουσιν αὑτῆς εἴτε ἀνόμοιος, καὶ εἰ μὲν ὁμοία, πάλιν ἔσται πρὸ αὐτῶν ἡ ὁμοιότης· εἰ δὲ ἀνόμοιος, οὕτως, ὡς οὐ κατ’ οὐσίαν τῆς ἀνομοιότητος, πρὸ αὐτῶν ἡ ἀνομοιότης, καὶ τοῦτο εἰς ἄπειρον· μόνον, ὡς ἄρα ἀληθὲς, τὸ ἀνόμοιον εἰ ταὐτὸν τῷ οὐχ ὁμοίῳ, ἀνόμοια τὰ παραδείγματα φάναι ταῖς εἰκόσι. Τοῦτο μὲν οὖν οὑτωσὶ διάλυσον· εἰώθασι δὲ ἀπορεῖν καὶ τὸ τοιοῦτον· ἆρα ὁ ἄνθρωπος ποιεῖ τὸν τῇδε ἄνθρωπον μόνον, ἢ καὶ ὅμοιον ἑαυτῷ ποιεῖ, καὶ πότερον τὴν οὐσίαν αὐτῷ δίδωσι μόνην, ἢ καὶ τὴν πρὸς αὑτὸν ἀφομοίωσιν; εἴτε γὰρ τὴν οὐσίαν δίδωσι μόνην, οὐ ποιεῖ ἑαυτοῦ εἰκόνα, μὴ ποιῶν ἑαυτῷ ὅμοιον· εἴτε καὶ τὴν ἀφομοίωσιν, τί λοιπὸν ἔτι τῆς ὁμοιώσεως ἔργον, ἀρκοῦντος ἑκάστου τῶν εἰδῶν ἑαυτῷ παραπλήσιον ἀποτελέσαι τὸ γινόμενον; Πρὸς δὴ τοῦτο φαίην ἂν ὅτι τὰ εἴδη πάντα μετ’ ἀλλήλων ἐνεργεῖ καὶ ἅμα γεννᾷ, καὶ οὐ χρὴ διασπᾷν αὐτῶν τὰς ποιήσεις, ἀλλὰ μίαν καὶ ἀμέριστον ἐν αὐτοῖς σύμπνοιαν θεωρεῖν. Καὶ ὁ ἄνθρωπος οὖν, καθόσον μετέχει τοῦ εἴδους τῆς ὁμοιότητος, ἑαυτῷ ὁμοιοῖ τὸ γιγνόμενον, καὶ ἡ ὁμοιότης καὶ μία ἡ ἐνέργεια αὐτῶν· καὶ ὁ ἵππος ὡσαύτως, καὶ ἕκαστον ἐνεργεῖ καθ’ αὑτὸ καὶ μετ’ ἐκείνης· ἐκείνη δὲ συνεργεῖ πᾶσιν ὡς ἄλλη τις οὖσα πάντων, καὶ ποιεῖ καὶ ἄνθρωπον καὶ ἵππον, ἀλλ’ οὐχ ᾗ ἵππος οὐδ’ ᾗ ἄνθρωπος, ἀλλ’ ᾗ κοινὸν αὐτοῖς ἡ πρὸς τὸ παράδειγμα ὁμοιότης, ὥσπερ καὶ ἐκεῖνα ποιεῖ ἑκάτερον κατὰ τὴν οἰκείαν μόνον ἰδέαν, καὶ τὰ μὲν ἀνωτάτω τῶν εἰδῶν διὰ τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου. Διὸ καὶ ταῦτά ἐστιν ἐξίσου διατείνοντα ἐπὶ πάντα, κἂν τοῖς μὲν τὸν δι’ ὧν παρέχῃ λόγον ὡς κρείττοσι, τοῖς δὲ τὸν μεθ’ ὧν ὡς καταδεεστέροις. |
| in Prm 917 [5] | Ἔτι δὲ προσεχέστερον εἴποις ἂν ὡς ὁ μὲν ἄνθρωπος ἑαυτῷ ἀφομοιοῖ τὸ γιγνόμενον, καὶ ὁ κύων καὶ ἕκαστον τῶν εἰδῶν, ἡ δὲ ὁμοιότης αὐτὰς τὰς ὁμοιότητας ἀφομοιοῖ πρὸς ἑαυτήν· ὡς γὰρ οἱ ἄνθρωποι τοῦ ἀνθρώπου εἰκόνες, οὕτως αἱ πανταχοῦ ὁμοιότητες τῆς αὐτοομοιότητος· καὶ διὰ μὲν τοῦ αὐτοανθρώπου ὁμοιοῦνται οἱ ἄνθρωποι πρὸς τὸ τοῦ ἀνθρώπου νοερὸν εἶδος, διὰ δὲ τῆς ὁμοιότητος αἱ τῇδε πᾶσαι ὁμοιότητες ἀφομοιοῦνται πρὸς τὸ οἰκεῖον παράδειγμα, λέγω δὴ τὸ τῆς ὁμοιότητος. Καὶ τοῦτο ἔργον τῆς ὁμοιότητος, καὶ μετὰ τῶν ἄλλων ἐνεργεῖν καὶ καθ’ αὑτήν· ἔστι γὰρ ἔν τινι, καὶ αὐτῆς ἔργον ἡ τῶν τῇδε ὁμοιοτήτων πρὸς ἑαυτὴν ἀφομοίωσις, καθ’ ἣν ἑκάστη λέγεται εἰκὼν τῆς νοερᾶς ὁμοιότητος. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς ἀνομοιότητος ῥητέον· καὶ γὰρ αὕτη πάσας ὁμοῦ τὰς ἀνομοιότητας τῶν μετεχόντων πρός τε ἀλλήλας καὶ τὰ μετεχόμενα πάσας ὑφίστησι, μία οὖσα τὰς πολλὰς, καὶ ἐξῃρημένη τὰς κατατεταγμένας. Οὐκ ἄρα οἷόν τέ τι τῷ εἴδει ὅμοιον εἶνα ι , οὐδὲ τὸ εἶδος ἄλλ ῳ · εἰ δὲ μ ὴ , παρὰ τὸ εἶδος ἀεὶ ἄλλο ἀναφανήσεται εἶδο ς · καὶ ἐὰν ἐκεῖνό τῳ ὅμοιον ᾖ , ἕτερον α ὖ · καὶ οὐδέποτε παύσεται ἀεὶ καινὸν εἶδος γιγνόμενο ν , ἐὰν καὶ τὸ εἶδος τῷ ἑαυτοῦ μετέχοντι ὅμοιον γίγνητα ι . — Ἀληθέστατα λέγει ς . — Οὐκ ἄρα ὁμοιότητι τἄλλα τῶν εἰδῶν μεταλαμβάνε ι , ἀλλά τι ἄλλο δεῖ ζητεῖν ᾧ μεταλαμβάνε ι . — Ἔοικε ν. (P. 132 E.) Τὸ μὲν μήτε τὸ εἶδος ὅμοιον εἶναι τῷ μετέχοντι, μήτε τῷ εἴδει τὸ μετέχον, τὸ συναμφότερον τοῦτο ψεῦδος ἀπελέγχει διὰ τὴν ἐπ’ ἄπειρον πρόοδον· τὸ δὲ μηδὲ τῷ μετέχοντι τὸ εἶδος ἡ τοῦ Σωκράτους εἶχεν ὑπόθεσις, τὸ ὅμοιον ὁμοίῳ θεμένη πάντως ὅμοιον ὑπάρχειν· ὥστε καὶ τὸ συναμφότερον ὁμοῦ ψεῦδός ἐστι διὰ τὸ ἑπόμενον ἄτοπον, καὶ τὸ ἕτερον διὰ τὸ ἕτερον κατὰ τὴν τοῦ Σωκράτους ὑπόθεσιν. Καὶ οὕτως ὁ Παρμενίδης εἰς ἔλεγχον περιάγει τὸν λόγον, καὶ συνάγει λοιπὸν ὡς οὐ διὰ τὸ ὅμοιον τὰ τῇδε μετέχει πάντων τῶν εἰδῶν, ἀλλὰ δι’ ἄλλην κυριωτέραν αἰτίαν, ἀληθέστερον εἰπών· ἡ γοῦν τῶν ὅλων ἑνοποιὸς αἰτία τήν τε δραστηρίαν δύναμιν τῶν εἰδῶν καὶ τὴν ἐπιτηδειότητα τῶν τῇδε συνάγει πρὸς τὴν μίαν τῆς δημιουργίας ἀποπλήρωσιν. |
| in Prm 918 [10] | Τὰ μὲν οὖν περικόσμια αἴτια πρὸς τὰ μετέχοντα ἑαυτῶν συμπλέκειν δύναται καὶ συνάπτειν τὸ ἀφομοιωτικὸν γένος τῶν εἰδῶν· τὰ δὲ πρώτιστα νοερὰ εἴδη καὶ τὰ τούτων μετέχοντα συνάγει κατὰ μεσότητα μὲν τοῦτο τὸ γένος, σχέσιν τοῖς δευτέροις πρὸς ἐκεῖνα παρεχόμενον· ἄνωθεν δὲ καὶ ἐξῃρημένως τὰ κρείττονα αὐτῶν, τά τε νοητὰ δήπου καὶ αὐτὸ τὸ ἑνωτικὸν τῶν ὅλων αἴτιον. Εἰ δὲ βούλει καὶ τρίτην ἄλλην τῆς ὁμοιότητος αἰτίαν τὴν ἐπιτηδειότητα λέγειν τῆς ὑποδοχῆς, οὐκ ἂν ἁμάρτοις τῆς ἀληθείας· διὰ γὰρ τὸ δυνάμει εἶναι ταύτην ὅ ἐστι κατ’ ἐνέργειαν τὸ εἶδος, γίγνεται τὸ γιγνόμενον τῷ εἴδει ὅμοιον· ὥστε τρία τὰ αἴτια τοῦ ὁμοιοῦσθαι, τὸ μὲν κάτωθεν ὡς ὑποκείμενον, τὸ δὲ ἄνωθεν ὡς συναγωγὸν τῶν τελειούντων καὶ τελειουμένων, τὸ δὲ ἐν μέσῳ τούτων ὡς συνδετικὸν τῶν ἄκρων. Ἔχεις οὖν ὅπη καὶ οὗτος ὁ λόγος ἀληθής· τὴν γὰρ μίαν κυριωτάτην αἰτίαν ζητῶν τῆς μετοχῆς οὐ τὴν ὁμοιότητα φήσεις, ἀλλὰ τὴν καὶ αὐτῶν τῶν νοερῶν εἰδῶν ὑπερτέραν. Κρείττω ἄρα ταῦτα τὰ εἴδη τῶν κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον ὑφεστηκότων, ὥστε οὐ μόνον ἂν εἴη νοερὰ καθόσον ἐν νῷ προϋφέστηκε τῶν τε ψυχικῶν καὶ φυσικῶν καὶ αἰσθητῶν λόγων, ἀλλὰ καὶ ἐν τῷ ἀμεθέκτῳ νῷ καὶ ἐν τοῖς ἰδίως καλουμένοις νοεροῖς θεοῖς· καὶ μέχρι τούτων ἀνῆλθεν ὁ λόγος. Ὁρᾷς οὖ ν , φάνα ι , ὦ Σώκρατε ς , ὅση ἡ ἀπορί α , ἐάν τις ὡς εἴδη ὄντα αὐτὰ κα θ ’ ἑαυτὰ διορίζητα ι ; — Καὶ μάλ α . — Εὖ τοίνυν ἴσθ ι , φάνα ι , ὅτι ὡς ἔπος εἰπεῖν οὐδέπω ἅπτει αὐτῆς ὅση ἐστὶν ἡ ἀπορί α , εἰ ἓν εἶδος ἕκαστον τῶν ὄντων ἀεί τι ἀφοριζόμενος θήσει ς . — Πῶς δ ή ; εἰπεῖ ν. (P. 133 A.) Ἐν δὴ τούτοις τὴν ἀπερίγραφον ταῖς ἡμετέραις ἐπιβολαῖς καὶ ἀπεριήγητον οὐσίαν ἐνδείκνυται τῶν θείων εἰδῶν· ἄπορος γὰρ ὁ λόγος τοῖς ὑποθεμένοις ταῦτα διορίσασθαι τήν τε οὐσίαν αὐτῶν καὶ τὴν τάξιν καὶ τὴν δύναμιν ἀκριβῶς, καὶ θεωρῆσαι ποῦ τέ ἐστι πρῶτον, καὶ ὅπως πρόεισι, καὶ τίνα τὴν ἰδιότητα καθ’ ἕκαστον γένος λαμβάνει θεῶν, καὶ πῶς μετέχεται ὑπὸ τῶν ἐσχάτων, καὶ ἃς ὑφίστησι σειρὰς, καὶ ὅσα ἄλλα θεολογικώτερον ἄν τις διασκέψαιτο περὶ αὐτῶν. |
| in Prm 919 [40] | Καὶ ταῦτα ὁ Παρμενίδης ἐνδεικνύμενος ἔφατο μήπω γε ἧφθαι τὸν Σωκράτη τῶν περὶ ταῦτα ἀποριῶν· ἐθελήσει γὰρ οὐ μόνον κάτωθεν ἀρχόμενος ἀφορίσασθαι τὴν τάξιν αὐτῶν, ἀλλὰ καὶ ἄνωθεν τὴν ἰδιότητα κατιδεῖν. Εἴρηται μὲν γὰρ περὶ τῶν φυσικῶν εἰδῶν καὶ περὶ τῶν ἁπλῶς νοερῶν καὶ περὶ τῶν ἰδίως νοερῶν· εἰρήσεται δέ τι καὶ περὶ αὐτῶν ἤδη τῶν νοητῶν καλουμένων καὶ νοερῶν, καὶ περὶ τῶν νοητῶν μόνον ὄντων τελευταῖον. Ὅπως δὲ διαλέγεται περὶ τούτων καὶ ὡς ἐν προσχήματι τοῦ ἀπορεῖν, δῆλον τοῖς συνετωτέροις ἤδη καὶ ἐκ τῶν προειρημένων. Πολλὰ μὲν καὶ ἄλλ α , φάνα ι , μέγιστον δὲ τόδ ε · εἴ τις φαίη μηδὲ προσήκειν αὐτὰ γιγνώσκεσθαι ὄντα τοιαῦτα οἷά φαμεν δεῖν εἶναι τὰ εἴδ η , τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοι τις ἐνδείξασθαι ὅτι ψεύδετα ι , εἰ μὴ πολλῶν μὲν τύχοι ἔμπειρος ὢν ὁ ἀμφισβητῶν καὶ μὴ ἀφυὴ ς , ἐθέλοι δὲ πάνυ πολλὰ καὶ πόῤῥωθεν πραγματευομένου τοῦ ἐνδεικνυμένου ἕπεσθα ι · ἄλλως δ ’ ἀπίθανος ἂν εἴη ὁ ἄγνωστα ἀναγκάζων αὐτὰ εἶνα ι. (P. 133 A.) Ὅτι μὲν παμπόλλων καὶ χαλεπωτάτων ἀποριῶν ἐστι πλήρης ὁ περὶ τῶν ἰδεῶν λόγος, δηλοῦσι καὶ οἱ μετ’ αὐτὸν μυρίους ὅσους κατατείνοντες λόγους, οἱ μὲν πρὸς τὴν ἀναίρεσιν αὐτῶν, οἱ δὲ πρὸς τὴν θέσιν· καὶ τῶν τιθεμένων, οἱ μὲν ἄλλην, οἱ δὲ ἄλλην οὐσίαν αὐτῶν λέγοντες, καὶ περὶ τοῦ τίνων τὰ εἴδη, καὶ περὶ τοῦ τρόπου τῆς μετοχῆς, καὶ περὶ ἄλλων διαφερόμενοι παντοδαπῶν περὶ αὐτὰ προβλημάτων. |
| in Prm 920 [40] | Οὐ μὴν ὅ γε Παρμενίδης ἀνέχεται πρὸς τὸ πλῆθος ἀποφέρεσθαι τῶν ἀποριῶν, οὐδὲ εἰς ἀπέραντον μῆκος κατιέναι σκεμμάτων, ἀλλὰ δύο ταῖς μεγίσταις ἀπορίαις πᾶσαν περιλαμβάνει τὴν ὑπὲρ αὐτῶν διὰ τῶν ἑπομένων ζήτησιν, δι’ ὧν ὡς οὔτε καταληπτὰ καὶ γνωστὰ ἡμῖν τὰ εἴδη δείκνυσιν, οὔτε γνωστικὰ καὶ προνοητικὰ τῶν αἰσθητῶν· καίτοι μάλιστα διὰ τοῦτο τὴν εἰδητικὴν οὐσίαν ἠγαπήσαμεν, ὅπως καὶ ὡς νοεροὶ περὶ ἐκείνην ἐνεργῶμεν καὶ τὰ αἴτια τὰ προνοητικὰ τῶν ὅλων ἔχωμεν ἐν αὐτῇ θεωρεῖν· εἰ δὲ μὴ γιγνώσκεται ὑφ’ ἡμῶν, περιττὸν καὶ τὸ λέγειν ὡς ἔστιν· οὐδὲ γὰρ αὐτὸ τοῦτο ἴσμεν εἰ ἔστιν, ἀγνοοῦντες αὐτῶν τὴν φύσιν καὶ μηδ’ ὅλως αὐτοῖς ἐπιβάλλειν δυνάμενοι, μηδὲ ἔχοντες ἀπὸ τῆς ἑαυτῶν οὐσίας πρὸς τὴν θεωρίαν αὐτῶν παρασκευήν. Ὥσπερ γὰρ ὁ νοῦν ἀνελὼν καὶ ἐπιστήμην ἐκ τῶν ὄντων περὶ οὐδενὸς ἀξιόπιστός ἐστι διατεινόμενος· οἷς γὰρ μόνοις τὰ πράγματα γνωρίζεται, τὴν τούτων δύναμιν ἀνῄρηκεν· οὕτω δὴ καὶ ὁ τὴν ἐν ἡμῖν γνῶσιν τῶν ἀρχῶν ἀνατρέπων οὐκ ἀφίησιν ἡμᾶς ἐπιγιγνώσκειν οὐδ’ εἰ εἰσίν· ὁμοίως γὰρ ἔχομεν πάντες περὶ αὐτὰς, εἴπερ μηδενὶ προσήκει τὸ γιγνώσκειν αὐτάς. Αἱ μὲν οὖν ἀπορίαι τοιαῦται συμβαίνουσι δὲ ἀμφότεραι διὰ τὴν ἐξῃρημένην οὐσίαν τῶν εἰδῶν, ἣν οὕτως ἐξῃρῆσθαι νομίζομεν ὡς ἀκοινώνητον εἶναι τοῖς δευτέροις· τὸ γὰρ οὕτως ἔχον ἀλλότριόν ἐστιν ἡμῶν, καὶ οὔτε γνωστὸν ἡμῖν, οὔτε γνωστικὸν ἡμῶν. Εἰ δὲ τὸ ἐξῃρημένον τῶν εἰδῶν μετὰ τῆς ὑπεροχῆς εἶχε καὶ τὴν ἐπὶ πάντα παρουσίαν, ἥ τε γνῶσις ἂν ἡμῶν ἐφυλάττετο καὶ ἡ ἐκείνης νοερὰ τῶν δευτέρων εἴδησις· εἰ γὰρ πᾶσι πάρεστι, πανταχοῦ δυνατὸν αὐτοῖς ἐντυγχάνειν, ἑαυτὸν ἐπιτήδειον μόνον ποιήσαντα πρὸς τὴν ἀντίληψιν αὐτῶν· καὶ εἰ πάντα διακοσμεῖ, προείληφε νοερῶς τὴν τῶν κοσμουμένων αἰτίαν. Ἀναγκαῖον ἄρα τοῖς ταῦτα φυλάττειν τὰ δόγματα βουλομένοις, ἀσάλευτα καὶ ἐξῃρημένα τὰ εἴδη τίθεσθαι καὶ διὰ πάντων διήκοντα. |
| in Prm 921 [40] | Καὶ ὁρᾷς ὅπως τοῦτο πάλιν ἀκόλουθον τοῖς μικρῷ πρότερον εἰρημένοις, ἐν οἷς δέδεικται τὸ ἄσχετον τῶν εἰδῶν. Οὔτε γὰρ τὸ δημιουργικὸν αὐτῶν τοιοῦτόν ἐστιν, οἷον σχετικὸν εἶναι πρὸς τὰ δεύτερα, οὔτε τὸ ἄσχετον καὶ ἐξῃρημένον τοιοῦτον, οἷον ἀκοινώνητον πρὸς τὰ τῇδε καὶ ἀλλότριον· ἀλλὰ τοῦτό ἐστιν ὃ καὶ πολλάκις φαμὲν, ὡς τὸ μὲν τέλεον καὶ τὸ ὅλον ὁ Πλάτωνος διαφυλάττει λόγος. Οἱ δὲ μετ’ αὐτὸν ἐξ ἡμισείας δράττονται τοῦ ἀληθοῦς· οἱ μὲν τὸ προνοητικὸν τῆς θείας αἰτίας μετὰ σχέσεως ἐνύλου φυλάττοντες, οἳ καὶ τὸ θεῖον διήκειν φασὶ διὰ τῆς ὕλης· οἱ δὲ τὸ ἄσχετον ἄνευ προνοίας ποιοῦντες, οἱ καὶ τὴν ποιητικὴν καὶ τὴν προνοητικὴν δύναμιν ἀναιροῦντες, ἀπὸ τῶν θείων χωριστὰ ἄττα τὰ νοητὰ λέγοντες, οὔτε δημιουργικὰ τῶν δευτέρων οὔτε παραδείγματα οὔτ’ ἄλλως αἴτια, πλὴν εἴ τις ὡς ὀρεκτὰ λέγοι τῶν αἰσθητῶν· περὶ ἐκεῖνα γὰρ χορεύειν τὸν ὅλον οὐρανὸν, καὶ διὰ τῆς ὀρέξεως ἐκείνων τὸ μακάριον ἔχειν. Ἀλλ’ ὅγε Πλάτωνος λόγος καὶ τὸ προνοητικὸν τῶν εἰδῶν τῶν θείων, εἰ δὲ βούλει, τῶν ἀκινήτων αἰτιῶν, ἄσχετον τηρεῖ, καὶ τὸ ἐξῃρημένον γνωστικὸν τῶν δευτέρων καὶ προνοητικόν· καὶ οὔτε διὰ τὴν ἐπὶ πάντα παρουσίαν ἀναιρεῖ τὴν ἐξῃρημένην ὑπεροχὴν αὐτῶν, οὔτε διὰ τὴν ἄσχετον δύναμιν τὴν προνοητικὴν ἐπιστασίαν. Ταῦτ’ οὖν ὁμοῦ διασώζων εἰκότως ἐν μὲν τοῖς προτέροις λόγοις διὰ τῶν ἀποριῶν ἀπέδειξεν, ὡς ἄτοπον σχέσιν τοῖς παραδείγμασι διδόναι πρὸς τὰ μετέχοντα αὑτῶν· ἐν δὲ τούτοις, ὡς εἴ τις αὐτὰ τὰ εἴδη φυλάττοι πάντη ἄσχετα, μὴ προστιθεὶς ὅπη καὶ ἐξῄρηται καὶ διήκει διὰ πάντων καὶ πανταχοῦ κατὰ τὴν πρόνοιαν ὄντα καὶ οὐδαμοῦ κατὰ τὴν ὑπόστασιν, οὔτε γνῶσις ἔσται αὐτῶν παρ’ ἡμῖν, οὔτε ἐκείνοις τῶν ἡμετέρων ἡ κατ’ αἰτίαν ἐξῃρημένη νόησις. |
| in Prm 922 [5] | Ταῦτα δὲ πρὸς τοὺς τὰ νοητὰ μὴ ποιοῦντας αἴτια τῶν δευτέρων ποιητικὰ λέγειν εἰώθαμεν πῶς γὰρ ὁ οὐρανὸς ὀρέγεται τοῦ θείου, μὴ γενόμενος ἐκεῖθεν; ἔσται οὖν οὕτω κατὰ τύχην ἡ ὄρεξις, εἰ μὴ τὸ μὲν αἴτιον ἦν γεννητικὸν, τὸ δὲ ἐκεῖθεν εἶχε τὴν ὕπαρξιν· ἐπὶ μὲν γὰρ τῶν τοιούτων εἰκότως ὀρέγεται τῆς ἑαυτοῦ πηγῆς καὶ αἰτίας τὸ γεννώμενον, καὶ κατὰ φύσιν ἐστὶ τὸ ἐπιστρέφεσθαι πρὸς τὴν ὑποστατικὴν ἑαυτοῦ καὶ νοητικὴν δύναμιν τὸ δεύτερον· ὅταν δὲ μὴ τὸ μὲν αἴτιον ᾖ ποιητικὸν, τὸ δὲ αἰτιατὸν, τί τὸ ποιῆσαν ὀρεκτὸν τῷ ἑτέρῳ τὸ ἕτερον; Πῶς δὲ καὶ ὀρέγεται, μηδὲν ἐκεῖθεν δεχόμενον; τὸ γὰρ ὀρεκτικὸν πᾶν διὰ τεῦξίν τινος ὀρέγεται πάντως· ὃ εἰ μὲν ἔχοι, περιττὴ τοῦ παρόντος ἡ ὄρεξις· εἰ δὲ μὴ ἔχοι, διὰ τὴν λεῖψιν οὗ μὴ ἔχει πάντως ἐστὶν ὄρεξις· ὥστ’ εἰ μηδὲν ἀπὸ τοῦ ὀρεκτοῦ προστίθεται τοῖς ὀρεγομένοις, περιττὴ πάλιν ἡ ὄρεξις παρ’ οὗ μηδὲν δύναται λαβεῖν. Πῶς δὲ καὶ τὸ ἔσχατον μόνον μιμεῖται τὸ πρῶτον; ἄγονον γὰρ καὶ τὸ ἔσχατον· τὰ δὲ μέσα πάντα τούτου τε καὶ ἐκείνου γεννᾷν ἐφίεται πάντα, καὶ γεννᾷν μὲν κατὰ τὴν ἑαυτῶν ἕκαστα τάξιν· τὸ γὰρ τῷ πρώτῳ κατὰ τὴν αὐτοῦ φύσιν ὑπάρχον τιμιώτατόν ἐστι· τιμιώτατον δὲ ὂν οὐκ ἂν τῷ μὲν ἐσχάτῳ ὑπάρχοι, τοῖς δὲ μέσοις μὴ ὑπάρχοι συγγενεστέροις οὖσι πρὸς τὸ πρῶτον· τὸ γοῦν ὀρεκτὸν ὑπάρχει τοῖς μέσοις, τῷ ἐσχάτῳ μὴ ὑπάρχον. Πῶς δὲ ἐκεῖνο μὲν ἀργὸν ἕστηκε καὶ ἀδρανὲς, ὁ δὲ οὐρανὸς οὗτος μιμούμενος ἐκεῖνο τοσαύτην ἐπιδείκνυται τὴν δημιουργικὴν τῶν ὑπ’ αὐτὸν δύναμιν, ὥστε πᾶσαν αὐτοῦ κίνησιν καὶ πᾶσαν σχημάτισιν εἰς ὅλην τὴν γένεσιν δρᾷν, καὶ τρέπειν αὐτὴν καὶ παντοίοις λόγοις κατακοσμεῖν φυσικοῖς, διὰ πάντων ἐν στοιχείοις περιεχομένων ζώων καὶ μέχρι τῶν φυτῶν καὶ τῶν ἀψύχων; εἰ μὲν γὰρ ἀγαθὸν τὸ μὴ γεννᾷν, διὰ τί μὴ μεμίμηται τὸ πρὸ αὑτοῦ, θεὸς ὢν καὶ αὐτὸς καὶ ὀρεγόμενος ἐκείνου τῆς μιμήσεως; εἰ δὲ μὴ ἀγαθὸν, πῶς ἐν ἐκείνῳ μὲν τὸ μὴ ἀγαθὸν, ἐν τούτῳ δὲ τὸ ἀγαθόν; Πῶς δὲ καὶ ἡμεῖς ἐκεῖνο γιγνώσκομεν, μήτε ὑποστάντες ἐκεῖθεν, μήτε λόγων μετέχοντες τῶν ὄντως ὄντων, ἀφ’ ὧν ἡ ἐπιστήμη κατὰ ἀνάμνησιν; ἀσύναπτοι γὰρ ἐσόμεθα πρὸς ἐκεῖνο καὶ ἀλλότριοι, τῆς ἐκεῖθεν ὑποστάσεως παρῃρημένοι. |
| in Prm 923 [5] | Πρὸς οὖν τούτους τοιαῦτα ἄττα ῥητέον· τὴν δὲ τοῦ Πλάτωνος ἔνθεον ἐπιβολὴν ἀγαστέον, προαναιροῦσαν διὰ τῶνδε τῶν ἀποριῶν ἅπασαν τὴν πλημμελῆ καὶ ἄθεον περὶ τῶν θείων εἰδῶν ὑπόνοιαν, κατὰ τὴν πρὸς αὐτὸν τὸν νοῦν ἀφομοίωσιν, ὃς πρὸ τῆς παρυποστάσεως τῶν κακῶν τὰς ἀναιρετικὰς δυνάμεις ὑπέστησεν. Ὅπως μὲν οὖν οὐ δεῖ τὸ γεννητικὸν τῶν εἰδῶν ἐν σχέσει πρὸς τὸ γεννώμενον ποιεῖν ἢ τὸ παραδειγματικὸν ἐν ῥοπῇ τῇ πρὸς τὸ διοικούμενον, μετρίως ἡμᾶς διὰ τῶν ἔμπροσθεν λόγων ὁ Παρμενίδης ἀνέμνησε· πᾶσα γὰρ σχέσις ἄλλης δεῖται συναγωγοῦ τινος αἰτίας καὶ συμπλεκτικῆς, ὥστε ἔσται πρὸ τῶν εἰδῶν εἶδος ἄλλο τὸ συνάπτον ἀμφότερα διὰ τῆς ὁμοιώσεως· τοῦ γὰρ ὁμοίου πρὸς τὸ ὅμοιον ἡ σχέσις. Ὅπως δὲ καὶ τὸ ἐξῃρημένον αὐτῶν οὐκ ἔστιν ἀργὸν καὶ ἀπρονόητον οὐδὲ ἀλλότριον τῶν δευτέρων, διὰ τούτων ἐπιδείκνυσι τῶν ἀποριῶν· ἴσως γὰρ ἄν τις, ἀπιδὼν πρὸς τὸ ἄσχετον αὐτῶν μόνον, εἴποι μήτε γιγνώσκειν τὰ εἴδη τὰ μετέχοντα αὑτῶν μήτε γιγνώσκεσθαι ὑφ’ ἡμῶν. Ταῦτ’ οὖν διαπορῶν, εἰς ἐπίστασιν ἄγει τὸν Σωκράτη τοῦ τρόπου τῆς ἐξῃρημένης δυνάμεως τῶν θείων εἰδῶν· καὶ ὅπως μὲν συνάγει τὸ μηδὲ γιγνώσκεσθαι τὰ τῇδε παρ’ ἐκείνων, ὕστερον ἡμῖν ἔσται δῆλον· ὅπως δὲ ἡμεῖς ἐκεῖνα οὐ δυνάμεθα γιγνώσκειν, ἐθέλει πρότερον κατασκευάσαι· καὶ δείκνυσι πάνυ δαιμονίως λαβὼν, ὡς ἡ μὲν παρ’ ἡμῖν ἐστιν ἐπιστήμη τῶν παρ’ ἡμῖν ἐπιστητῶν, ἡ δὲ θεία τῶν θείων· τοῦτο δὲ δοκεῖ μὲν ἀναιρεῖν ἡμῶν τὴν γνῶσιν τῶν θείων, ἔστι δὲ ὅπη καὶ ἀληθές ἐστι, καὶ οὐ καθ’ ἕνα γε τρόπον, ἀλλὰ κατ’ ἄλλο μὲν φιλοσόφως ἐπισκοποῦσι, κατ’ ἄλλο δὲ θεολογικῶς· ἔστω γὰρ ἡ παρ’ ἡμῖν ἐπιστήμη τῶν παρ’ ἡμῖν ἐπιστητῶν· τί οὖν κωλύει τὰ παρ’ ἡμῖν ἐπιστητὰ τῶν θείων εἰκόνας εἶναι καὶ γιγνώσκειν ἡμᾶς τὰ θεῖα δι’ ἐκείνων; ὥσπερ δὴ καὶ Πυθαγορείων παῖδες ἐπὶ τῶν ἀριθμῶν καὶ τῶν σχημάτων ἰνδάλματα τῆς θείας ἑώρων τάξεως, καὶ περὶ ταῦτα διατρίβοντες οἷον ἐκ τύπων τινῶν αἱρήσειν ἐπεχείρουν τὴν περὶ τῶν θείων γνῶσιν. |
| in Prm 924 [5] | Τί δὲ θαυμαστὸν, εἰ ἡ παρ’ ἡμῖν ἐπιστήμη λέγεται μὲν πρὸς τὸ παρ’ ἡμῖν ἐπιστητὸν καὶ ἔστι τούτῳ σύζυγος; πρὸς ὃ γὰρ λέγεται, τούτῳ τέτακται σύστοιχος· δύναται δὲ, οὐχ ὡς σύστοιχος γνῶσις, ἀλλ’ ὡς ὑφειμένη, καὶ αὐτοῖς προσιέναι τοῖς νοητοῖς· ἄλλαι γάρ εἰσιν αἱ σύστοιχοι γνώσεις πάντων, καὶ ἄλλαι αἱ κατὰ διάφορον τάξιν τεταγμέναι τῶν γνωστῶν, καὶ ἢ κρειττόνως αἴρουσαι τὴν τῶν καταδεεστέρων φύσιν, ὥσπερ ἡ δόξα τὴν τῶν αἰσθητῶν, ἢ δευτέρως καὶ ὑφειμένως τὰ κρείττονα, καθάπερ ἡ δόξα τὸ ἐπιστητόν. Τὰ γοῦν αὐτὰ καὶ ὁ ἐπιστήμων οἶδε καὶ ὁ ὀρθοδοξαστικὸς, ἀλλ’ ὁ μὲν κρεῖττον, ὁ δὲ καταδεέστερον· οὐδὲν οὖν ἄτοπον καὶ τὴν ἐπιστήμην οὐ πρὸς τὸ ἐκεῖ ἐπιστητὸν λεγομένην, ἀλλὰ πρὸς τὸ ἐν αὑτῇ καὶ ᾧ συζυγεῖ, καὶ ἐκείνῳ δευτέρως ἐπιβάλλειν, μὴ κατὰ τὴν αὐτῷ σύστοιχον ἐπιστήμην. Πῶς δὲ οὐχὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν Ἐπιστολαῖς, τὸ νοητὸν εἶδος λέγων δι’ ἐπιστήμης μὲν μὴ εἶναι γνωστὸν, διὰ γνώσεως δὲ, δίδωσιν ἡμῖν ἐννοεῖν ὅπως καὶ γνωστόν ἐστι τὸ εἶδος καὶ οὐκ ἐπιστητὸν ἡμῖν, ἀλλὰ νοήσει μετὰ λόγου περιληπτόν; Ἔστι γὰρ ἐπιστημονικὴ γνῶσις συνθετωτέρα πρὸς τὴν νοερὰν ἐπιβολὴν, νοῦς δὲ ὁ κυρίως θεατὴς τῶν εἰδῶν, ἐπειδὴ καὶ αὐτὰ νοερὰ τὴν φύσιν ἐστὶ, τῷ δὲ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον γιγνώσκομεν, νῷ μὲν τὰ νοητὰ, δόξῃ δὲ τὰ δοξαστὰ, ἐπιστήμῃ δὲ τὰ ἐπιστητά. Θαυμαστὸν οὖν οὐδὲν καὶ μὴ εἶναι τῶν εἰδῶν ἐπιστήμην, καὶ ἔτι ἄλλην ὑπολείπεσθαι γνῶσιν αὐτῶν, οἵαν τὴν νόησιν εἶναί φαμεν. Εἰ δὲ κατ’ ἄλλον θεολογικώτερον τρόπον ἐθέλοις λέγειν, ὅτι μέχρι τῶν νοερῶν εἰδῶν ἀναδραμὼν δείκνυσιν ὅτι τὰ τούτων ἐπέκεινα εἴδη ὄντα καὶ ἐξῃρημένα, οἷα δή ἐστι τὰ νοητά τε καὶ νοερὰ, κρείττω τῆς ἡμετέρας ἐστὶ γνώσεως (καθαρθείσας γοῦν τὰς ψυχὰς τελέως καὶ συναφθείσας καὶ ἑπομένας τοῖς δώδεκα ἡγεμόσιν ἐπὶ τὴν ἐκείνων ἀνάγει θεωρίαν), ἴσως οὐκ ἂν ἁμάρτοις τῆς ἐνθεαστικῆς τοῦ Πλάτωνος. |
| in Prm 925 [40] | Τριττῶν γὰρ ὄντων τῶν πρὸ τῆς ὁμοιωτικῆς τάξεως εἰδῶν, τῶν μὲν νοερῶν, τῶν δὲ νοητῶν ἅμα καὶ νοερῶν, τῶν δὲ νοητῶν, αἱ μὲν νοεραὶ προσεχεῖς εἰσι τοῖς δευτέροις καὶ διὰ τὴν ἐν αὑταῖς διάκρισιν μᾶλλον ἡμῖν γνωσταὶ, καὶ διότι τὸ αἴτιον τῆς ἡμετέρας τάξεως συνῆπται πρὸς τὴν ἑνάδα τῶν τοιούτων ἰδέων· Μετὰ δὴ πατρικὰς διανοίας Ψυχὴ ἐγὼ ναίω [θέρμῃ ψυχοῦσα τὰ πάντα], φησὶ τὸ Λόγιον, τοῦ Πλάτωνος εἰδότος ταύτην τὴν τάξιν, ὡς δέδεικται ἐν ἄλλοις αἱ δὲ νοηταὶ καὶ νοεραὶ κρείττους εἰσὶ τῆς μεριστῆς ἡμῶν τῶν κατατεταγμένων γνώσεως, ὅθεν ἴδιον αὐτῶν τὸ ἄγνωστον διὰ τὴν ἐξῃρημένην ὑπεροχήν· οὐ γὰρ δυνάμεθα νῦν προβάλλειν τὴν ἐκείνοις προσήκουσαν γνῶσιν. Ταῦτα μὲν οὖν περὶ τούτων τῶν μέσων εἰδῶν, τοῦ Παρμενίδου δεικνύντος ὡς οὐ πάντη δεῖ τὰ νοερὰ εἴδη τῶν μετεχόντων ἐξαιρεῖν, οὐδ’ οὕτως ὡς τὰ τῶν νοητῶν καὶ νοερῶν θεῶν (κρείττω γὰρ ἐκεῖνα πάντη τῆς ἡμετέρας γνώσεως), δεῖ δὲ τὰς εἰδητικὰς ἑνάδας, ἃς ὑποτιθέμεθα, γνωστὰς εἶναι καὶ ὑφ’ ἡμῶν. Δυνατὸν δ’ οὖν καὶ φιλοσόφως καὶ θεολογικῶς μετιέναι τῶν προκειμένων τὴν ἐξέτασιν· φιλοσόφως μὲν ὅτι οὐκ, ἐπειδὴ τοὺς προειρημένους τρόπους τῆς μετοχῆς ἀνείλομεν, ἤδη καὶ πᾶς ἀνῄρηται τρόπος κοινωνίας τοῖς τε αἰσθητοῖς καὶ νοητοῖς· οὕτω γὰρ ἂν οὔτε γνωστὰ ἡμῖν οὔτε γνωστικὰ ἡμῶν εἴη, τὸ γὰρ γνωστὸν καὶ τὸ γνωστικὸν κοινωνεῖ πως ἀλλήλοις· θεολογικῶς δὲ, ὅτι τὰς νοερὰς ἰδέας ἐξαιρεῖν δεῖ τῶν ἀποτελεσμάτων, ὡς τὰς ἐπέκεινα τὰς ἀγνώστους ταῖς μερισταῖς ἡμῶν ἐπιβολαῖς, ἀφ’ ὧν καὶ αὗται προεληλύθασι. |
| in Prm 926 [10] | Ταῦτα μὲν οὖν, ὅπερ εἶπον, εἰρήσθω μοι τῆς ὅλης ἕνεκα τῶν προκειμένων θεωρίας. Αὐτὴν δὲ τὴν λέξιν ἐπισκοπούμενοί φαμεν ὅτι δι’ αὐτῆς ἐνδείκνυται, τίς μὲν ἔστιν ἀκροατὴς ἀξιόχρεως τῆς τούτων ἀκροάσεως, τίς δὲ ὁ περὶ τούτων διδάσκειν ἐπιτήδειος· δεῖ γὰρ δὴ τὸν μὲν ἀκροατὴν εὐφυίᾳ διαφέρειν, ἵνα φύσει φιλόσοφος ᾖ, καὶ περὶ τὴν ἀσώματον οὐσίαν ἐπτοημένος, καὶ πρὸ τῶν ὁρωμένων ἀεί τι ἄλλο μεταθέων καὶ ἀναλογιζόμενος, καὶ μὴ ἀρκούμενος τοῖς παροῦσι, καὶ ὅλως τοιοῦτος οἷον ὁ ἐν Πολιτείᾳ Σωκράτης ὑπέγραψε τὸν τὴν φύσιν φιλοθεάμονα τῶν ὅλων· ἔπειτα πολλῶν αὐτὸν ἔμπειρον εἶναι, καὶ οὐ δήπου πραγμάτων ἀνθρωπικῶν (σμικρὰ γὰρ ταῦτα καὶ οὐδὲν προσήκοντα πρὸς τὴν ἔνθεον ζωὴν), ἀλλὰ λογικῶν καὶ φυσικῶν καὶ μαθηματικῶν θεωρημάτων. Ὅσα γὰρ ἡμῶν ἡ διάνοια θεωρεῖν ἐν τοῖς θεοῖς ἀδυνατεῖ, ταῦτα ἐν τούτοις ὡς ἐν εἰκόσι κατίδοι, καὶ κατιδὼν ἐπαναπαύσεται τῇ τούτων θεωρίᾳ, καὶ πιστεύσει καὶ τοῖς περὶ ἐκείνων λεγομένοις· λέγω δὲ οἷον, εἰ θαυμάζοι πῶς ἐν ἑνὶ τὰ πολλὰ καὶ ἐν ἀμερεῖ πάντα, τὴν μονάδα ἐννοήσει, καὶ ὅπως ἐν αὐτῇ δείκνυται ὄντα πάντα καὶ ἄρτια καὶ περιττὰ, κύκλος τε καὶ σφαῖρα, καὶ τἄλλα εἴδη τῶν ἀριθμῶν· εἰ θαυμάζοι πῶς τὸ θεῖον αὐτῷ τῷ εἶναι ποιεῖ, ἐννοήσει ὅπως ἐν τοῖς φυσικοῖς τό τε πῦρ θερμαῖνον καὶ ἡ χιὼν ψύχουσα, καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως· εἰ θαυμάζοι πῶς τὰ αἴτια πανταχοῦ πάρεστι τοῖς αἰτιατοῖς, ἐν τοῖς λογικοῖς θεάσεται τούτου πάντως εἰκόνα· τὰ γὰρ γένη πάντως κατηγορεῖται τούτων ὧν τὰ εἴδη κατηγορεῖται, καὶ ταῦτα μὲν μετ’ ἐκείνων, ἐκεῖνα δὲ καὶ ἄνευ τούτων· καὶ οὕτως ἐφ’ ἑκάστου πρὸς τὸ αὐτὸ τὸ θεῖον ἀποβλέπειν οὐ δυνάμενος, ἕξει διὰ τούτων ὡς εἰκόνων ἐκεῖνο θεωρεῖν. Δεῖ τοίνυν εὐφυΐαν εἶναι πρῶτον, ἥτις ἐστὶ συγγενὴς τοῖς ὄντως οὖσι, καὶ πτεροῦσθαι δυναμένη, καὶ ὥσπερ ἀσφαλῶν πεισμάτων ἀντεχομένη τῶν περὶ τοῦ ὄντως ἐννοιῶν· ὡς γὰρ πρὸς ἕκαστον ἐπιτήδευμα δεόμεθά τινος παρασκευῆς, οὑτωσὶ καὶ πρὸς τὴν ἀναγωγὴν εἰς τὸ ὂν γνώσεως εἰλικρινοῦς δεόμεθα καὶ ἐκκεκαθαρμένης, ἐπιτηδειότητος προϋπαρχούσης, ἣν εὐφυΐαν ἄν τις ἀποκαλέσειεν, ὡς ἐκ τῆς φύσεως ὡρμημένην τῆς τε ὅλης καὶ τῆς αὐτῶν τῶν εὐφυῶν λεγομένων ψυχῶν. |
| in Prm 927 [5] | Τούτῳ δ’ οὖν παρεῖναι χρὴ τὴν τοιαύτην, ὡς εἴπομεν, εὐφυΐαν· ἔπειτα ἐμπειρίαν πολλῶν, ὡς εἴρηται, καὶ παντοδαπῶν θεωρημάτων, δι’ ὧν ἀναχθήσεται πρὸς τὴν ἐκείνων κατανόησιν· καὶ τρίτον, προθυμίαν καὶ τάσιν περὶ τὴν θεωρίαν οὕτως ὥστε, καὶ ἐνδεικνυμένου μόνον τοῦ ἡγουμένου, δύνασθαι παρέπεσθαι ταῖς ἐνδείξεσι διὰ τὴν προθυμίαν ἐπιτείνουσαν τὴν προσοχήν. Τρία δ’ οὖν ἐστιν ἃ δή φησι χρῆναι τῷ θεωρήσαντι ταύτην τὴν φύσιν, εὐφυΐα, ἐμπειρία, προθυμία. Καὶ διὰ μὲν τὴν εὐφυΐαν ἔσται τὴν περὶ τὸ θεῖον πίστιν αὐτοφυῶς προβεβλημένος, διὰ δὲ τὴν ἐμπειρίαν ἕξει τῶν παραδόξων θεωρημάτων ἀσφαλῆ τὴν ἀλήθειαν, διὰ δὲ τὴν προθυμίαν ἀνακινήσει τὸ ἐρωτικὸν ἑαυτοῦ τὸ περὶ τὴν θεωρίαν, ἵνα δὴ καὶ ἐν τούτοις πίστις ᾖ καὶ ἀλήθεια καὶ ἔρως, τὰ σώζοντα τὰς ψυχὰς κατ’ ἐπιτηδειότητα τὴν πρὸς ἐκεῖνα τρία συνάπτουσαν. Εἰ δὲ βούλει, διὰ μὲν τὴν ἐμπειρίαν ἕξει τοῦ γνωστικοῦ τῆς ψυχῆς ἐπιτηδειότητα, διὰ δὲ τὴν προθυμίαν τὴν τοῦ ζωτικοῦ τάσιν εἰς ἐκεῖνα φέρουσαν, διὰ δὲ τὴν εὐφυΐαν τὴν ἀμφοτέρων προϋπάρχουσαν προκατασκευὴν ἐκ τῆς πρώτης γενέσεως καὶ τῶν ὅλων εἰς αὐτὸν ἐνδεδομένων. Τὸν μὲν οὖν ἀκροατὴν τοιοῦτον εἶναι δεῖ καὶ ἀπὸ ταύτης τελειοῦσθαι τῆς τριάδος. Ὁ δὲ καθηγεμὼν πολλῷ πρότερον διὰ τούτων ὁδεύσας οὐκ ἐθελήσει διὰ πολυλογίας ἐκφαίνειν τὴν θείαν ἀλήθειαν, ἀλλὰ πολλὰ δι’ ὀλίγων ἐνδείκνυσθαι, νοήσεσιν ὅμοια φθεγγόμενος· οὐδὲ ἀπὸ τῶν συνεγνωσμένων καὶ προχείρων, ἀλλ’ ἄνωθεν ἀπὸ τῶν ἀρχῶν τῶν ἑνικωτάτων τὰ πράγματα θεωρεῖν πόῤῥωθεν πραγματευόμενος, ἅτε ἐξιστάμενος τῶν παρόντων καὶ πρὸς τῷ θείῳ γιγνόμενος· οὐδὲ ποιήσεται λόγον ὅπως ἂν λέγειν δόξῃ σαφῶς, ἀλλὰ καὶ ἀρκεσθήσεται ταῖς ἐνδείξεσι· δεῖ γὰρ τὰ μυστικὰ μυστικῶς παραδιδόναι, καὶ μὴ δημοσιεύειν τὰς ἀποῤῥήτους περὶ τῶν θεῶν ἐννοίας. |
| in Prm 928 [40] | Τοιοῦτος μὲν οὖν καὶ ὁ ἀκροατὴς καὶ ὁ καθηγεμών ἐστι τῶν τοιούτων λόγων. Καὶ ἔχοις ἂν τὸν μὲν ἡγεμόνα τελείως τοιοῦτον αὐτὸν τὸν Παρμενίδην, ὅθεν καὶ λάβοις ἂν τὸν τρόπον καθ’ ὃν ποιήσεται τοὺς λόγους, ὡς δι’ ὀλίγων πολλὰ διδάξει, καὶ ὡς ἄνωθεν πραγματεύσεται, καὶ ὡς ἐνδείξεται μόνον περὶ τῶν θείων· τὸν δὲ ἀκροατὴν εὐφυῆ μὲν καὶ ἐρωτικὸν, οὔπω δὲ τελέως ἔμπειρον· ὅθεν αὐτῷ παραινεῖ καὶ ὁ Παρμενίδης γυμνάσασθαι περὶ διαλεκτικὴν, ἵνα ἐμπειρίαν προσλάβῃ τῶν θεωρημάτων, ἀποδεχόμενος μὲν αὐτοῦ τὴν εὐφυΐαν καὶ τὴν ὁρμὴν, προστιθεὶς δὲ τὴν τοῦ ἐλλείποντος ἐπανόρθωσιν. Καὶ τί τὸ τέλος τῆς τριπλῆς ταύτης δυνάμεως, εἴρηκεν αὐτὸς, τὸ ἀπαραλόγιστον ἐν τοῖς περὶ τῶν θείων λόγοις. Ὁ γὰρ κατά τι τούτων ἐλλείπων ἀναγκασθήσεται πολλὰ τῶν ψευδῶν ὁμολογεῖν, ἁπλῶς ἐφαπτόμενος τῆς τῶν πραγμάτων θεωρίας. Πῆ δ ὴ , ὦ Παρμενίδ η ; φάναι τὸν Σωκράτ η . — Ὅτ ι , ὦ Σώκρατε ς , οἶμαι ἂν καὶ σὲ καὶ ἄλλον ὅστις αὐτήν τινα κα θ ’ αὑτὴν αὐτοῦ ἑκάστου οὐσίαν τίθεται εἶνα ι , ὁμολογῆσαι ἂν πρῶτον μὲν μηδεμίαν αὐτῶν εἶναι ἐν ἡμῖ ν . — Πῶς γὰρ ἂν αὐτὴ κα θ ’ αὑτὴν ἔτι εἴ η ; φάναι τὸν Σωκράτ η . — Καλῶς λέγει ς , εἰπεῖ ν . (P. 133 C.) Ἐπ’ ἄλλας ἀπορίας μέτεισιν ἐντεῦθεν ὁ λόγος, ὧν ἡ μὲν ἀφαιρεῖται τῆς ἡμετέρας ψυχῆς τὴν γνῶσιν τῶν ὄντως ὄντων, ἡ δὲ τὴν τῶν θείων τῶν περὶ τὰ τῇδε γνῶσιν ἀνυπόστατον ἐπιχειρεῖ δεικνύναι· διὰ δὲ τούτων ἀμφοτέρων ἥ τε πρόοδος ἡμῶν ἡ ἀπ’ ἐκείνων ἀναιρεῖται καὶ ἐπιστροφὴ πρὸς ἐκεῖνα. |
| in Prm 929 [5] | Διεσπασμένα δὲ ἀλλήλων ἀναφαίνεται τά τε δεύτερα καὶ τὰ πρῶτα, καὶ τὰ μὲν ἄμοιρα τῶν πρώτων, τὰ δὲ ἄγονα τῶν δευτέρων· τὸ δὲ ἀληθὲς ὅτι πάντα ἐν πᾶσιν οἰκείως ἐστὶ, κατ’ αἰτίαν μὲν ἐν τοῖς πρώτοις τά τε μέσα γένη τῶν ὅλων καὶ τὰ ἔσχατα, διὸ καὶ γιγνώσκεται παρ’ αὐτῶν οὕτως ὥσπερ καὶ ὑφέστηκεν ἐν αὐτοῖς· κατὰ μέθεξιν δὲ ἐν τοῖς μέσοις τὰ πρῶτα, καὶ ἐν τοῖς ἐσχάτοις ταῦτα ἀμφότερα· διὸ καὶ γιγνώσκουσιν αἱ ψυχαὶ τὰ ὄντα πάντα οἰκείως ἑκάστοις, δι’ εἰκόνων μὲν τὰ πρὸ αὑτῶν, κατ’ αἰτίαν δὲ τὰ μεθ’ αὑτὰς, συμφυῶς δὲ καὶ ὁμοστοίχως τοὺς ἐν ἑαυταῖς λόγους. Τὰ μὲν οὖν ἄπορα ταῦτα προτείνεται μετὰ τὰ περὶ τῆς τάξεως τῶν ἰδεῶν δύο, τὰ πρὸ τούτων ἠπορημένα· διότι καὶ ὁ Σωκράτης, καὶ πᾶς ὅστις ἰδέας ἔθετο, διὰ τὴν γνῶσιν τὴν κατ’ αἰτίαν καὶ ἐπιστημονικὴν τῶν ἐν τῷ κόσμῳ πάντων ἐπὶ ταύτην ἦλθε τὴν ὑπόθεσιν· διὸ καὶ σκώπτων τὶς αὐτοὺς εἶπεν ὅτι γνώσεσθαι τὰ ὄντα ὑπέλαβον διπλασιάσαντες αὐτὰ, νοητὰ νοήσαντες πρὸ τῶν αἰσθητῶν· καίτοι καὶ ὁ τοῦτο εἰπὼν οὐκ ἄλλως ἀποδέδωκε τῆς ἀεικινησίας τῶν κύκλῳ κινουμένων τὴν αἰτίαν, ἢ τοσαῦτα ποιήσας τὰ ἀκίνητα πρὸ τούτων ὅσα τὰ κύκλῳ κινούμενα. Τῆς δ’ οὖν ἐπιστημονικῆς ἕνεκα τῶν ἐν τῷ κόσμῳ πάντων γνώσεως εἰς τὴν τῶν ἰδεῶν ἀνέδραμον οὐσίαν, καὶ ἐπὶ τῆς τῶν κατὰ ταῦτα γιγνομένων πάντων προνοίας· διὸ καὶ οἱ ἀνελόντες τὰς ἰδέας τὴν προνοητικὴν ἐπιστασίαν τῶν νοητῶν ἀνεῖλον, ταῦτα μὲν ἐπιστρέφοντες εἰς ἐκεῖνα ὡς ὀρεκτὰ, μηδὲν δὲ παρ’ ἐκείνων ἥκειν εἰς ταῦτα λέγοντες. Τοιούτων δὴ, ὡς εἴρηται, τῶν δύο τούτων ἀπόρων ὄντων πρὸς τοὺς τὰς ἰδέας θεμένους δι’ ἃς εἴπομεν αἰτίας, ἐν τούτοις τοῖς προσεχῶς ἐξεταζομένοις πρόκειται μὲν ἐπιδεῖξαι, πῶς τὸ μόνον ἐξῃρημένας ὑποτίθεσθαι τὰς ἰδέας τῶν ὄντων ἀγνώστους αὐτὰς εἶναι καταναγκάζει, κοινωνίας ἡμῖν οὐκέτι πρὸς αὐτὰς οὔσης, οὔτε γνώσεως εἴτε εἰσὶν εἴτε μὴ, καὶ εἰ μετέχονται καὶ ὅπως, καὶ ἣν ἔλαχον τάξιν, εἴπερ μόνον ἐξῄρηνται καὶ μὴ πρὸς τῷ ἀσχέτῳ καὶ αἰτίαι τῶν δευτέρων εἰσίν. |
| in Prm 930 [5] | Εἰς δὲ τὴν τούτου θεωρίαν ἀξιώματα ἄττα προλαμβάνει καὶ κοινὰς ἐννοίας ὁ λόγος· καὶ πρῶτον ὅτι εἰ ἐξῄρηνται πάντη καὶ καθ’ ἑαυτὰς εἰσὶν, οὐδ’ ὅλως εἰσί· πῶς γὰρ ἂν ἦσαν ἐξῃρημέναι πάντη καὶ ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων; τόπος γὰρ αὐτῶν ἐστιν ὁ νοῦς, οὐχ οὕτω τόπος ὡς ἐκείνων ἕδρας δεομένων, καθάπερ τὰ συμβεβηκότα τῆς οὐσίας ἢ τὰ ἔνυλα εἴδη τῆς ὕλης, οὐδ’ οὕτω τοῦ νοῦ περιέχοντος αὐτὰς ὡς αὐτοῦ μέρη σεσωρευμένα κατὰ σύνθεσιν, ἀλλ’ ὡς τὸ κέντρον ἐν ἑαυτῷ τὰ πολλὰ ἔχει πέρατα τῶν ἀπ’ αὐτοῦ γραμμῶν, καὶ ὡς ἡ ἐπιστήμη τὰ πολλὰ θεωρήματα, οὐκ ἐκ τῶν πολλῶν οὖσα, ἀλλὰ πρὸ τῶν πολλῶν καὶ ἐν ἑκάστῳ ἡ πᾶσα· καὶ γὰρ ὁ νοῦς οὕτως ἓν πολλά ἐστιν ἀμερίστως, ἐν τῷ ἑνὶ τὸ πλῆθος ἔχων, ὅτι οὐκ ἦν τὸ αὐτὸ ἓν πρὸ πλήθους παντὸς ὑφεστὸς, ἀλλ’ ὁμοῦ καὶ ἓν καὶ πλῆθος. Οὕτως οὖν τῶν ἰδεῶν τόπος· εἰ οὖν οὐ ταὐτὸν ψυχὴ καὶ νοῦς, οὐκ εἰσὶν ἐν ἡμῖν αἱ ἰδέαι ὧν ἐστι τόπος ὁ νοῦς. Καὶ δῆλον καὶ ἀπὸ τούτων ὅπως καὶ κατὰ Πλάτωνα τὸν νοητὸν κόσμον ἐξαιρεῖν δεῖ τῶν ψυχῶν, καὶ ὡς ἀεὶ τελεώτερος ὁ περὶ τῶν εἰδῶν γίγνεται λόγος ἀνιὼν ἐπί τινας αὐτῶν ἑνικωτέρας ὑποστάσεις· οὐ γὰρ ἔτι σωματοειδεῖς αὐτὰς ἢ φυσικὰς ἢ νοήματα τίθεται ψυχῶν, ἀλλὰ πρὸ τούτων πάντων· οὐ γὰρ εἰσ ὶ, φησὶν, ἐν ἡμῖ ν, οὐδὲ σύστοιχοι ταῖς ἡμετέραις ἐπιβολαῖς. Εἴποις δ’ ἂν φιλοσόφως μὲν καὶ ὅτι ἐξῄρηνται, καὶ οὐκ εἰσὶν ἐν ἡμῖν, καὶ πάρεισι πανταχοῦ, καὶ μετέχονται ὑφ’ ἡμῶν μὴ ἐγγιγνόμεναι τοῖς μετέχουσιν· αὗται γὰρ ἐν ἑαυταῖς οὖσαι πᾶσιν ἔγκεινται πρὸς μετουσίαν τοῖς ἀπολαύειν αὐτῶν δυναμένοις, καὶ τὸ ὁπωσοῦν ἐπιτήδειον ἐντυγχάνει πανταχοῦ παρούσαις αὐταῖς· δι’ ὧν γὰρ ἔχομεν, κἀκείνων μετέχομεν· καὶ οὐχ ἡμεῖς μόνον οὕτως, ἀλλὰ καὶ οἱ κρείττους ἡμῶν εἰκόνας ἐκείνων ἐν ἑαυτοῖς οὐσιώδεις κεκτημένοι, καὶ ταύτας προσάγοντες οἷον ἴχνη τῶν παραδειγμάτων οὔσας αὑτοῖς, γιγνώσκουσι κἀκεῖνα διὰ τούτων ὧν εἰσιν εἰκόνες· ἅμα γὰρ τήν τε οὐσίαν αὐτῶν νοοῦσι, καὶ ὡς ἄλλων εἰκόνες εἰσί· τοῦτο δὲ νοοῦντας ἀνάγκη καὶ τῶν παραδειγμάτων ἐφάπτεσθαι ταῖς νοήσεσι. |
| in Prm 931 [40] | Θεολογικῶς δὲ, ὅτι τὰ ἐξῃρημένα τῶν νοερῶν εἴδη παντελῶς ὑπερίδρυται τῆς ἡμετέρας τάξεως· αὐτῶν μὲν οὖν τῶν νοερῶν εἰδῶν ὁρῶμεν καὶ ἐν ἑαυτοῖς καὶ ἐν τοῖς αἰσθητοῖς εἰκόνας· τῶν δὲ νοητῶν ἡ οὐσία πάντη διὰ τὴν ἕνωσιν ἐξῄρηται καὶ ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων, ἄγνωστος καθ’ ἑαυτήν· θεοὺς γὰρ πληροῖ καὶ νόας ἑαυτῆς· ἡμεῖς δὲ ἀγαπῷμεν ἂν τῶν νοερῶν ψυχικῶς μετέχοντες εἰδῶν. Δηλοῖ δὲ ταῦτα καὶ Πλάτων ὅταν διττὸν μὲν ἡμῶν ποιῇ τὸν βίον, πολιτικὸν καὶ θεωρητικὸν, καὶ τὴν εὐδαιμονίαν διττήν· ἀνάγει δὲ τὸν μέν τοι βίον εἰς τὴν τοῦ Διὸς πατρωνυμικὴν ἐπιστασίαν, τὸν δὲ εἰς τὴν Κρονίαν τάξιν καὶ τὸν νοῦν τὸν καθαρόν. Ἐκ γὰρ τούτων φανερὸν ὅτι πᾶσαν ἡμῶν τὴν ζωὴν μέχρι τῶν νοερῶν ἀναπέμπει βασιλέων· ὁ μὲν γὰρ τούτων τὴν ἀρχὴν, ὁ δὲ τὸ πέρας ἀφορίζει τῆς διακοσμήσεως ταύτης· ὅσα δέ ἐστιν ἐπέκεινα τούτων, θεάματά φησι εἶναι ψυχῶν ἐνθεαζουσῶν καὶ μυουμένων ἐκεῖνα καὶ ἐποπτευουσῶν· ὥστε καὶ οὕτως ἀληθὲς ἂν εἴη τὸ προκείμενον ἀξίωμα, τάξεώς τινος ἐφαπτόμενον εἰδητικῆς. Ταῦτα μὲν περὶ τῶν πραγμάτων εἰρήσθω· κατὰ δὲ τὴν λέξιν, τὸ μὲν πῆ δ ὴ , ὦ Παρμενίδ η, πάνυ σφόδρα θαυμάσαντός ἐστιν ἐρώτημα τοῦ Σωκράτους εἰ ἄγνωστον τὸ νοερὸν εἶδος, καὶ οὔπω συναισθομένου τῆς μεταβάσεως καὶ ὡς ὅλον διέξεισι τὸ πλάτος τῶν εἰδῶν ὁ Παρμενίδης, ἕως ἂν ἐπ’ αὐτὰ τὰ πρώτιστα εἴδη καταλήξῃ προϊών. Τὸ δὲ, πῶς γὰρ ἂν αὐτὴ κα θ ’ αὑτὴν ἔτι εἴ η, κατὰ τὰς κοινὰς ἐννοίας εἴρηται· τὸ γὰρ ἐξῃρημένον πᾶν ἑαυτοῦ ἐστι καὶ αὐτὸ καθ’ αὑτὸ, μὴ ὂν μήτε ἐν ἄλλῳ τῳ μήτε ἐν ἡμῖν. |
| in Prm 932 [40] | Ἔτι τοίνυν διὰ τῶν τριῶν τούτων τὴν ὅλην περὶ τῶν εἰδῶν ἀλήθειαν ἐξέφηνε, τοῦ αὐτ ὸ, τοῦ κα θ ’ αὑτ ὸ, τῆς οὐσία ς· καὶ γὰρ τὴν ἁπλότητα αὐτῶν, καὶ τὴν χωριστὴν ὑπερβολὴν, καὶ τὴν ἐν τῷ εἶναι μόνον ἑστῶσαν τελειότητα, ταῦτα παρίστησιν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ ποιείτω ἐπ’ ἐκείνων ἄλλο ἕκαστον καὶ τὸ ἑκάστῳ εἶναι, οἷον οὐσίαν καὶ τὸ οὐσίᾳ εἶναι, ἢ νόησιν καὶ τὸ νοήσει εἶναι· ταῦτα γὰρ ἐπὶ μὲν τῶν συνθέτων διώρισται καλῶς, ἐπὶ δὲ τῶν ἁπλῶν οὐδένα ἔχει λόγον. Εἰ οὖν μόνον ἐστὶν ἕκαστον, καὶ αὐτὸ μένειν ἐπὶ τῆς ἁπλότητος προσήκει τῆς ἑνώσεως, ἀλλ’ οὐχὶ τὰ ἴδια τῶν συνθέτων ἐπ’ αὐτὰ μεταφέρειν. Λοιπὸν τοίνυν ἐπὶ τούτοις τὸ καλῶς λέγει ς, οὐχ, ὡς ἄν τις εἴποι, ἐνειρωνευομένου καὶ ὡς οἷον ἀρχῆς ἐλέγχου δραξαμένου τοῦ Παρμενίδου, λέλεκται νῦν, ἀλλ’ ὡς ἀποδεχομένου τὴν αὐτοφυῆ τοῦ Σωκράτους ἐπιβολὴν καὶ τὴν ἔννοιαν τὴν περὶ τῶν θείων· καὶ γάρ ἐστιν ἀληθὲς τὸ ληφθὲν ἀξίωμα, καὶ τοῦ Τιμαίου λέγοντος διὰ τοῦτο τὸ ὄντως ὂν μήτε εἰς ἑαυτό τι εἰσδέχεσθαι, καθάπερ ἡ ὕλη τὸ εἶδος, μήτε ἄλλοσέ πη ἰέναι, καθάπερ τὸ εἶδος εἰς τὴν ὕλην. Μένει τοίνυν χωριστῶς ἐφ’ ἑαυτοῦ καὶ μετεχόμενον, καὶ οὐ γίγνεται τῶν μετεχόντων, ἀλλ’ αὐτὸ πρὸ τῶν μετεχόντων ὂν δίδωσι καὶ τούτοις ὅσον δύνανται λαβεῖν· οὔτε ὂν ἐν ἡμῖν, ἡμεῖς γὰρ μετέχομεν οὐκ αὐτὸ λαμβάνοντες (ἄλλο γὰρ τὸ ἐκεῖθεν ἰόν)· οὔτε γιγνόμενον ἐν ἡμῖν, ἄδεκτον γάρ ἐστι τοῦ γίγνεσθαι παντός. Οὐκοῦν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσι ν , αὗται πρὸς αὑτὰς τὴν οὐσίαν ἔχουσι ν , ἀλ λ ’ οὐ πρὸς τὰ πα ρ ’ ἡμῖν εἴτε ὁμοιώματα εἴτε ὅπη δή τις αὐτὰ τίθετα ι , ὧν ἡμεῖς μετέχοντες εἶναι ἕκαστα ἐπονομαζόμεθ α . Τὰ δὲ πα ρ ’ ἡμῖν ταῦτ α , ὁμώνυμα ὄντα ἐκείνοι ς , αὐτὰ αὖ πρὸς αὑτά ἐστι ν , ἀλ λ ’ οὐ πρὸς τὰ εἴδ η , καὶ ἑαυτῶ ν , ἀλ λ ’ οὐκ ἐκείνων ὅσα αὖ ὀνομάζεται οὕτ ω . |
| in Prm 933 [5] | — Πῶς λέγει ς ; φάναι τὸν Σωκράτ η. (P. 133 D.) Δεύτερον ἀξίωμα τοῦτο, συντελοῦν αὐτῷ καὶ αὐτὸ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν. Τὸ μὲν γὰρ πρότερον, ὅτι τὰ εἴδη οὐδαμῶς ἐν ἡμῖν, ἀλλ’ ἐν ἑαυτοῖς· τοῦτο δὲ τὸ δεύτερον, ὅτι καὶ τὰ ἐνταῦθα ὡς πρός τι πρὸς ἄλληλα λέγεται, καὶ τὰ ἐκεῖ πρὸς ἄλληλα, ἀλλ’ οὐ πρὸς τὰ τῇδε, οὔτε τὰ τῇδε πρὸς τὰ ἐκεῖ· καὶ γὰρ τοῖς λογικώτερον ταῦτα σκοπεῖν εἰωθόσι λέγεται καλῶς, ὅτι τὰ μὲν καθόλου τῶν πρός τι πρὸς τὰ καθόλου δεῖ ἀποδιδόναι, τὰ δὲ καθέκαστα πρὸς τὰ καθέκαστα, τὴν μὲν ἁπλῶς ἐπιστήμην πρὸς τὸ ἁπλῶς ἐπιστητὸν, τὴν δέ τινα ἐπιστήμην πρὸς τό τι ἐπιστητὸν, καὶ τὰ μὲν ἀόριστα πρὸς τὰ ἀόριστα, τὰ δὲ ὡρισμένα πρὸς τὰ ὡρισμένα, καὶ τὰ μὲν δυνάμει πρὸς τὰ δυνάμει, τὰ δὲ ἐνεργείᾳ πρὸς τὰ ἐνεργείᾳ· καὶ μεσταὶ τούτων αἱ λογικαὶ πραγματεῖαι καὶ φυσικαὶ τῶν παλαιῶν. Εἰ δ’ οὖν ἐπὶ τῶν καθόλου καὶ τῶν καθέκαστα, γιγνέσθω γὰρ ἐπὶ τούτων ὁ λόγος, δεῖ μὴ προσίεσθαι τὴν ἐν ταῖς ἀποδόσεσιν ἐπάλλαξιν, πολλῷ δήπου μειζόνως ἐπὶ τῶν ἰδεῶν καὶ τῶν εἰκόνων τῶν ἰδεῶν αὐτὴν οὐδαμῶς παραδεκτέον· ἀλλὰ τὰ μὲν τῇδε πρὸς τὰ τῇδε ἀποδώσομεν, τὰ δὲ ἐκεῖ πρὸς τὰ ἐκεῖ. Ταῦτα δὲ ἀληθῆ πάντως, ἐὰν ἕκαστον καθόσον ἐστὶν ὅπερ ἐστὶ θεωρῶμεν, ἀλλ’ οὐ καθόσον ποιεῖ τι ἢ γίγνεταί τι· ταύτῃ γὰρ ἀποδώσομεν ὡς μὲν γιγνόμενα τὰ τῇδε πρὸς ἐκεῖνα, ὡς δὲ ποιοῦντα ἐκεῖνα πρὸς τὰ τῇδε, καὶ ὡς μὲν εἰκόνας ταῦτα πρὸς τὰς ἰδέας, ὡς δὲ παραδείγματα τὰς ἰδέας τούτων. Ἐὰν οὖν λάβωμεν τὴν αὐτοδεσποτείαν, εἰ μὲν ᾗ δεσποτεία ἐστὶ λαμβάνοιτο, λεχθήσεται πρὸς τὴν αὐτοδουλείαν· εἰ δὲ ὡς παράδειγμα, πρὸς τὸ ὅμοιον αὐτῇ τῇ δεσποτείᾳ. Καίτοι γε εἰώθαμεν μὲν δεσπότας ἡμῶν καλεῖν τοὺς θεοὺς, ὥστ’ εἴη ἂν καὶ ἡ ἐκεῖ δεσποτεία λεγομένη πρὸς τὴν παρ’ ἡμῖν δουλείαν· ἀλλὰ καὶ τοῦτο ἀληθὲς, διότι μετέχομεν τῆς αὐτοδουλείας πρὸς ἣν ἡ αὐτοδεσποτεία τὸν τῆς ἀποδόσεως εἶχε λόγον προηγούμενον. |
| in Prm 934 [40] | Καὶ ὁρᾷς ὅπως ἡ μὲν ἐκεῖ δεσποτεία καὶ ἡμῶν τοὺς κρείττονας ἀποφαίνει δεσπότας, διότι μετέχομεν τῆς αὐτοδουλείας· ἡ δὲ παρ’ ἡμῖν δεσποτεία λεγομένη πρὸς τὴν παρ’ ἡμῖν δουλείαν οὐκέτι λέγεται καὶ πρὸς τὴν ἐκεῖ δουλείαν, διότι τὸ εἶναι τῇ ἐκεῖ δουλείᾳ μὴ ὑπῆρχεν ἐκ τοῦ παρ’ ἡμῖν, ἀλλ’ ἔμπαλιν· τὰ γὰρ τῶν κρειττόνων ἄρχοντα, καὶ τῶν χειρόνων ἀναγκαῖον· οὐκ ἀνάπαλιν δέ. Δεῖ οὖν, ὥσπερ εἴρηται, καθ’ αὑτὰ μὲν τὰ ἐκεῖ λέγεσθαι πρὸς τὰ τῇδε· ἀλλὰ ταῦτα μὲν καὶ αὖθις. Λάβωμεν δὲ ἐκ πασῶν τῶν ἀποριῶν τί ἐστιν ἡ πρωτίστη ἰδέα. Ἐκ μὲν τῆς πρώτης ληπτέον, ὅτι ἀσώματος· σῶμα γὰρ οὖσαν οὔτε ὅλην οὔτε μέρος αὐτῆς μετέχεσθαι δυνατόν. Ἐκ δὲ τῆς δευτέρας, ὅτι οὐχ ὁμοταγὴς τοῖς μετέχουσιν· εἰ γὰρ ᾖ ὁμοταγὴς, ἕξει τι κοινὸν, διότι ἄλλην ἰδέαν πρὸ αὐτῆς ἐπινοήσομεν. Ἐκ δὲ τῆς τρίτης, ὅτι οὐ νόημά ἐστιν οὐσίας, ἀλλ’ οὐσία καὶ ὂν, ἵνα μὴ τὸ μετέχον αὐτῆς ᾖ γνώσεως μετέχον. Ἐκ δὲ τῆς τετάρτης, ὅτι παράδειγμα μόνον, ἀλλ’ οὐχὶ καὶ εἰκὼν, ὡς ὁ ψυχικὸς λόγος, ἵνα μὴ ὁμοία οὖσα τῷ ἀφ’ ἑαυτῆς ἄλλην εἰσάγῃ πρὸ αὑτῆς ἰδέαν· καὶ γὰρ ὁ ψυχικὸς λόγος οὐσία· ἀλλ’ ἐπειδὴ οὐ παράδειγμα μόνως ἐστὶν, ἀλλὰ καὶ εἰκών· οὐ γὰρ ἡ ψυχὴ οὐσία μόνον, ἀλλὰ καὶ γένεσις. Ἐκ δὲ τῆς πέμπτης, ὅτι νοητὴ οὐκ αὐτόθεν ἡμῖν, ἀλλὰ ἀπὸ τῶν εἰκόνων αὐτῆς· οὐ γάρ ἐστιν ἡ ἐν ἡμῖν ἐπιστήμη πρὸς αὐτὴν σύστοιχος. Ἐκ δὲ τῆς ἕκτης, ὅτι νοητικὴ τῶν ἀπ’ αὐτῆς δευτέρως καὶ τῷ ἑαυτὴν αἰτίαν οὖσαν εἰδέναι. Συλλήβδην οὖν ἡ ὡς ἀληθῶς ἰδέα ἐστὶν αἰτία ἀσώματος, ἐξῃρημένη τῶν μετεχόντων αὑτῆς, οὐσία οὖσα ἀκίνητος, παράδειγμα μόνως οὖσα καὶ ὄντως, νοητὴ μὲν ψυχαῖς ἀπ’ εἰκόνων, νοητικὴ δὲ τῶν πρὸς αὐτὴν ὑφεστώτων κατ’ αἰτίαν· ὥστε ἐκ πασῶν τῶν ἀποριῶν τὸν ἕνα ὅρον πεφωράκαμεν τῆς ὡς ἀληθῶς ἰδέας. |
| in Prm 935 [40] | Εἰ οὖν τινες ἀντιλέγοιεν πρὸς τὰς ἰδέας, πρὸς τοῦτον ἀντιλεγέτωσαν τὸν ὅρον, ἀλλὰ μὴ λαμβάνοντες ἢ σωματικὰς αὐτῶν φαντασίας, ἢ ὡς ὁμοταγῶν τοῖς τῇδε οὐσῶν, ἢ ὡς ἀνουσίων, ἢ ὡς συστοίχων ταῖς ἡμετέραις γνώσεσιν, ἄλλον δέ τινα τρόπον τοιοῦτον σοφιζόμενοι, λόγους πλαττέτωσαν· ἀλλ’ ἐννοείτωσαν ὅτι καὶ θεοὺς ὁ Παρμενίδης εἶπε τὰς ἰδέας εἶναι, καὶ ἓν καὶ ἐν θεῷ τὴν ὑπόστασιν αὐτὰς ἔχειν, ὥσπερ καὶ τὸ Λόγιον· Νοῦς πατρὸς ἐῤῥοίζησε νοήσας ἀκμάδι βουλῇ Παμμόρφους ἰδέας· καὶ γὰρ ἡ πηγὴ τῶν ἰδεῶν θεὸς, καὶ ἐν θεῷ περιέχεται τῷ δημιουργικῷ νῷ· καὶ εἰ αὐτή ἐστιν ἰδέα πρωτίστη, ταύτης ἐστὶν ὁ ἀποδιδόμενος ὅρος, ἐκ τῶν ἀποριῶν τοῦ Παρμενίδου καλῶς ἠθροισμένος. Τούτου δὲ οὕτω ῥηθέντος, σκεπτέον πρῶτον μὲν εἰ ἔστι πρός τι, καὶ ἐν ἐκείνοις· ἔπειτα, πῶς ὁ λόγος ἀληθὴς οὗτος, καὶ ἐπὶ ποίων εἰδῶν· δεῖ γὰρ ἑκάστην τῶν ἀποριῶν προσάγειν ἡμᾶς φύσει τινὶ τῶν ὄντων. Ὅτι μὲν οὖν πρός τι λέγεται πολλαχῶς, λάβοις ἂν ἐξ ὧν πολλάκις λέγειν εἰώθαμεν· ἄλλως γάρ ἐστι πρός τι τὰ συμβεβηκότα πάντη καὶ ὧν ἡ σχέσις μόνως ἀνούσιος, οἷον διπλάσιον, ἥμισυ, καὶ πᾶν τὸ τοιοῦτον, ἃ καὶ οἱ πολλοὶ μόνον θεωρεῖν λογικῶς εἰώθασιν· ἄλλως δὲ τὰ ὡς οὐσίαι καὶ ὧν οὐσιώδης ἡ σχέσις, οἷόν ἐστι τὸ ἐν τῇ φύσει δεξιὸν καὶ ἀριστερόν· τὸ γὰρ ἐν τῷ ζώῳ δεξιὸν οὐκ ἔστι ψιλῶς συμβεβηκὸς, ἀλλὰ λόγος οὐσιώδης, καθ’ ὃν καὶ ἀρχὴ λέγεται κινήσεως τὸ δεξιὸν καὶ ἔχει τινὰς παρὰ τὸ ἀριστερὸν ἰδιότητας ἃς ἐκ τῆς φύσεως ἔλαβε. Δῆλον δὴ ὅτι διχῶς τὰ πρός τι, καὶ ἐπ’ αὐτῶν μόνων τούτων· τὸ μὲν γὰρ κατὰ συμβεβηκὸς δεξιὸν καὶ ἀριστερὸν παρὰ φύσιν ἐναλλαττόμενα διατίθεται· τὸ δὲ ἐν τοῖς ζώοις ἀδύνατον ἄλλως ἔχειν, ἐν οἷς κατὰ φύσιν ἡ σύστασις. |
| in Prm 936 [5] | Οὕτω που καὶ ὁ Τίμαιος τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν ταῖς κοσμικαῖς ἐτίθετο περιφοραῖς, δυνάμεις οὐσιώδεις ἐν αὐταῖς τιθέμενος, πρωτουργόν τε καὶ δευτερουργὸν, καὶ ἡγουμένην καὶ ἑπομένην. Ἄλλον δὲ πάλιν τρόπον τελεώτερον καὶ τοῖς αὐθυποστάτοις οἰκειότερον τὰ πρός τι λέγοιτο ἂν ἐπ’ ἐκείνων ἐφ’ ὧν ἑκάτερον ἑαυτοῦ ὂν πρότερον καὶ τοῦ λοιποῦ ἐστιν, ἐκείνου πάλιν ἑαυτοῦ πρότερον ὄντος· οἷον καὶ τὸ νοητὸν ἑαυτοῦ ἐστι, καὶ ὁ νοῦς ἑαυτοῦ, καὶ δι’ αὐτοῦ τούτου ὅ τε νοῦς πρὸς τὸ νοητὸν ἥνωται καὶ τὸ νοητὸν πρὸς τὸν νοῦν, καὶ ἕν ἐστι νοῦς καὶ νοητόν· καὶ ὁ μὲν ἐνταῦθα πατὴρ, εἰ καὶ κατὰ φύσιν ἐστὶ πατὴρ, ἀλλ’ οὐχὶ ἑαυτοῦ ὢν, οὕτως ἐστὶν ἄλλου πατὴρ, ἀλλ’ ὅ ἐστιν ἄλλου μόνως ἐστίν· ἐκεῖ δὲ εἴ τί ἐστι πατρικὸν αἴτιον, ἑαυτοῦ πρῶτόν ἐστι τῆς οὐσίας πληρωτικὸν, ἔπειθ’ οὕτω καὶ τοῖς δευτέροις τὴν ἀφ’ ἑαυτοῦ δίδωσι πρόοδον· καὶ εἴ τι γέννημα ἑαυτοῦ ὂν, οὕτως ἀπ’ ἄλλου πρόεισιν. Ὁπόταν δὴ οὖν ἐκεῖ τινα πρὸς ἄλληλα λέγωμεν, ἀφαιρετέον ἀπ’ αὐτῶν τὰς ψιλὰς καὶ ἀνουσίους σχέσεις· οὐδὲν γὰρ τοιοῦτον προσήκει τοῖς θεοῖς· ταυτότητα δὲ ἀντὶ τῆς σχέσεως παραληπτέον, καὶ πρὸ τῆς ταυτότητος ταύτης τὴν ἐν ἑαυτοῖς ἑκάστου ὕπαρξιν· ἕκαστον γὰρ ἑαυτοῦ πρῶτόν ἐστι, καὶ ἑαυτῷ καὶ πρὸς τὰ ἄλλα ἥνωται· εἶδος γὰρ ἓν ἕκαστόν ἐστι καὶ τῶν πρός τι λεγομένων, οἷον τὸ δεξιὸν εἶδος οὐσιῶδες τοιᾶσδε σχέσεως αἴτιον, καὶ τὸ ἀριστερὸν ὁμοίως· ὥστε εἷς τις λόγος τοῖς τῇδε παρέχει οἷς ἂν ἐγγένηται τοιάνδε σχέσιν. Ἄσχετος οὖν ἐστιν ὑπόστασις ἐκεῖ, σχέσεως ὑποστατική τινος· οὐ γὰρ ἄλλο τι ὂν πρότερον, ἢ τὸ ἐκ δεξιῶν καὶ τὸ ἀριστερόν ἐστιν ἐν ἐκείνοις· ὑπῆρξε δὲ ὅμως κἀκείνοις τὸ ἐκ δεξιῶν καὶ τὸ ἀριστερὸν πρὸς ἄλληλα λέγεσθαι, καὶ ἡνῶσθαι μᾶλλον ἢ ἄλλοις εἴδεσιν, ὅτι μετ’ ἀλλήλων ἐνεργεῖ πάντως, καὶ ὅπου ἂν θάτερον ᾖ, καὶ τὸ λοιπόν· τῶν γὰρ εἰδῶν τὰ μὲν ἐξ ἀνάγκης χωρὶς ἀλλήλων ἐνεργεῖ, καθάπερ ὅσα τῶν ἐναντίων· τὰ δὲ ἀεὶ μετ’ ἀλλήλων, ὅσα κἀκεῖ πρός τι λέγεται· τὰ δὲ οὕτως ἔχει, ὡς τὸ μὲν ἕτερον μετὰ τοῦ ἑτέρου πάντως μετέχεσθαι, μηκέτι δὲ ἀνάπαλιν, ἐφ’ ὧν τὸ μὲν ὅλον ἐστὶ, τὸ δὲ μέρος. |
| in Prm 937 [5] | Ἡ οὖν κατὰ τὰς μεθέξεις κοινωνία τὴν τῶν ἐκεῖ πρός τι λεγομένων χαρακτηρίζει δύναμιν· καὶ ὅπερ ἐπὶ τῶν τῇδε ὄντων ἡ σχέσις, τοῦτο ἐπ’ ἐκείνων ταυτότης· καὶ γὰρ εἰ, ὡς ἐν τοῖς ἑπομένοις ῥηθήσεται, πᾶν πρὸς τὸ πᾶν ὅλον ἐστὶν ἢ μέρος, ἢ ταὐτὸν ἢ ἕτερον, δῆλον ὅπως τὸ μὲν ὅλον καὶ μέρος ἐπ’ ἐκείνων ὁρᾶται τῶν εἰδῶν ἐφ’ ὧν μετὰ θατέρου μετέχεται θάτερον, οὐκ ἀνάπαλιν δέ· τὸ δὲ ἕτερον διαφερόντως ἐπὶ τῶν ἐναντίων, ὧν ἡ θατέρου παρουσία τὸ λοιπὸν ἐξαφανίζειν φιλεῖ· τὸ δὲ ταὐτὸν ἐπ’ ἐκείνων, ὧν ἀνάγκη τὴν μετοχὴν εἶναι κατὰ τὴν πρὸς ἄλληλα σύμπνοιαν, καὶ οὐ δυνατὸν μὴ οὐχὶ ἅμα ἄμφω καὶ παρεῖναι οἷς ἂν παρῇ καὶ ἀπεῖναι ὧν ἂν ἀπῇ. Δεῖ τοίνυν ἕκαστον τῶν ἐκεῖ πρός τι καλουμένων ἕν τι νοεῖν εἶδος, σχέσεως μιᾶς ὑποστατικὸν, ἀλλ’ οὐ σχέσιν ὑποκειμένοις οὖσαν, κἂν πρὸς ἄλληλα λέγηται διὰ τὴν μετ’ ἀλλήλων κοινὴν ἔννοιαν, ὡς ὑπέδειξεν ὁ λόγος. Ὅτι γὰρ ἐκεῖ τὰ πρός τι τοιαῦτα ληπτέον, καὶ οὐχ ὡς ἐπὶ τῶν ἐνταῦθα πραγμάτων, δῆλον· ἐνταῦθα μὲν γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, καὶ τὸ ἴσον τῷ ἴσῳ ἴσον, καὶ δύο πράγματά ἐστι τοὐλάχιστον τὰ ὅμοια καὶ τὰ ἴσα ἀλλήλοις· ἐκεῖ δὲ μία ἡ ὁμοιότης καὶ μία ἡ ἰσότης, καὶ αὐτὴ ἑαυτῆς οὖσα καὶ οὐκ ἄλλου τινὸς, οὐδὲ ἐν διῃρημένοις οὖσα καὶ ἀπηρτημένοις, ἀλλ’ ἐν ἑαυτῇ· τοιοῦτον γὰρ ἑκάτερον τῶν εἰδῶν, οἷον ἐν ἑαυτῷ τὴν οὐσίαν ἔχειν ἱδρυμένην, καὶ οἷον μοναδικὸν εἶναι, καὶ οἷον αὐτὸ εἶναι καὶ μὴ ἐν ἄλλοις· καὶ γὰρ οἰκειόταται ἀρχαὶ τῶν εἰδῶν ὄντα καὶ πάντων τῶν ὄντων τὸ πέρας καὶ ἄπειρον, ἐν μὲν διῃρημένοις ὑποστῆσαι τὴν μονάδα τὸ πέρας, καὶ τὸ πλῆθος ἡ ἀπειρία· ἐν δὲ συνεχέσι τὸ πέρας τὸ σημεῖον, ἡ δὲ ἀπειρία τὴν διάστασιν· ἐν δὲ λόγοις τὸ πέρας τὴν ἰσότητα, τοὺς δὲ λόγους ἡ ἀπειρία· καὶ ἐν ποιοῖς τὸ πέρας τὴν ὁμοιότητα, τὴν δὲ ἀνομοιότητα ἡ ἀπειρία. |
| in Prm 938 [40] | Τὸ γοῦν μᾶλλον καὶ ἧττον τοῦ ἀπείρου γένους εἶναι καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἡμᾶς ἐδίδαξε· πανταχοῦ δὲ ἡ τοῦ πέρατος εἰκὼν τὴν τῆς ἀπειρίας καταλαμβάνουσα δόσιν πεπερασμένα ποιεῖ τὰ τέως ἄπειρα κατὰ τὴν ἑαυτῶν φύσιν, ἡ μὲν μονὰς ἀριθμοῦσα τὸ πλῆθος, τὸ δὲ σημεῖον ὁρίζον τὴν διάστασιν, ἡ δὲ ἰσότης τοὺς λόγους μετροῦσα (καὶ γὰρ λόγων ἐστὶν ἰσότης ἡ ἰσότης), ἡ δὲ ὁμοιότης ἱστάνουσα τὸ μᾶλλον καὶ ἧττον διὰ τῶν ὁμοίων ἐπιτάσεων καὶ ἀνέσεων. Μοναδικὸν οὖν ἐκεῖ τὸ ἴσον καὶ τὸ ὅμοιον, πέρας ὂν τὸ μὲν ποιῶν, τὸ δὲ λόγων, ὡς τὸ σημεῖον συνεχῶν, ὡς ἡ μονὰς διῃρημένων. Τὰ τοίνυν ἐνταῦθα κατὰ σχέσιν ἐκεῖ νοείσθω κατὰ ταυτότητα, καὶ τὰ ἐνταῦθα πρὸς ἄλληλα μόνον ἐκεῖ ὡς ἑαυτῶν ὄντα καὶ ἐν αὑτοῖς πολὺ πρότερον, ἔπειθ’ οὕτω κοινωνοῦντα καὶ τοῖς ἄλλοις· καὶ τὰ ἐνταῦθα ἀνούσια καὶ ἐπεισοδιώδη, ταῦτα ἐν ἐκείνοις οὐσιώδη· καὶ τὰ εἰρημένα ἀπὸ τούτων, οἷς παραφύεται κατὰ μίαν αἰτίαν ἐκεῖ προϋπάρχοντα. Οὕτως οὖν ἐν τοῖς νοητοῖς τὰ πρός τι· λέγω δὲ οὕτως, οὐ κατὰ σχέσιν ψιλὴν, οὐδὲ κατὰ συμβεβηκὸς, ἀλλ’ ἀπολύτως μὲν ἐν ἐκείνοις ἐστὶν ὅσα κατὰ σχέσιν ἐν τούτοις, καθ’ αὑτὰ δὲ, ὅσα ἐν ἄλλῳ, κατ’ οὐσίαν δὲ, ὅσα κατὰ συμβεβηκὸς, καὶ ἁπλῶς πάντα κρειττόνως ἢ ἐν τοῖς ἀποτελέσμασιν· ἡ γὰρ τῶν γιγνομένων πρὸς τὰ ὄντα ὕφεσις, σχέσεις μὲν ἀπὸ τῶν ἀσχέτων, συνθέσεις δὲ ἀπὸ τῶν ἁπλῶν, καὶ ἐπεισοδιώδεις ὑποστάσεις ἀπὸ τῶν κατ’ οὐσίαν ὑπαρχόντων ἀνέφηνεν. Ἐκ δὲ τούτων κἀκεῖνα συνορᾷν ἄξιον, ὅσα διωριζόμεθα πρόσθεν, ὅτι, κατὰ νοῦν τὸν τοῦ Παρμενίδου, διῃρημένως ἄρα καὶ τινῶν δοκούντων συμβεβηκέναι δεῖ τίθεσθαι ἰδέας, ὅπου καὶ σχέσεων αὐτὸς εἶναί φησι. |
| in Prm 939 [40] | Πλὴν ὅτι τῶν εἰς οὐσίαν ἢ τελειότητα συντελούντων πρώτως, ὧν ἐπεισοδιώδης ἐν ἄλλοις ὑπόστασις, τὰς ψιλὰς τῶν συμβεβηκότων ὑπάρξεις ἀνέφηνε· καὶ γὰρ αἱ σχέσεις αἱ οὐσιώδεις εἰσὶ πρὸ τῶν ἀνουσίων, αἱ μὲν εἰς τὸ εἶναι συντελοῦσαι τοῖς μετέχουσι τῶν ἰδεῶν, αἱ δὲ εἰς τὸ τελείοις γίγνεσθαι· δεῖ γὰρ καὶ ὡς ὄντα καὶ ὡς τέλεια τὰ τῇδε μετέχειν ἐκείνων· διὸ καὶ διττὴ τῶν ἰδεῶν ἡ τάξις, ἡ μὲν οὐσιοποιὸς, ἡ δὲ τελεσιουργός. Καὶ ταῦτα μὲν περὶ αὐτῶν εἰρήσθω τῶν δογμάτων· κατὰ δὲ τὴν λέξιν, τὸ μὲν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν ἐνδείκνυται, ὅτι τῶν ἰδεῶν αἱ μὲν μᾶλλον διῄρηνται ἀπ’ ἀλλήλων, φυλάττουσαι τὴν καθαρότητα τὴν ἑαυτῶν, αἱ δὲ ἥνωνται μᾶλλον ἀλλήλαις. Αὗται τοίνυν καὶ ἐφ’ ἑαυτῶν εἰσι καὶ ἑαυτῶν, ἀλλ’ οὐχὶ ἄλλων μόνον, οὐδὲ αὐτὸ τοῦτο μόνον ἀλλήλων. Τὸ δὲ ὁμώνυμα τὰ αἰσθητὰ τοῖς νοητοῖς εἶναι πάλιν κατὰ τὴν Πλατωνικὴν εἴρηται διάταξιν, τὰ ὀνόματα τοῖς τῇδε παρ’ ἐκείνων ἐφήκειν λέγουσαν, ὡς ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὁμωνύμοις λεγομένοις· ἃ δὴ καὶ Ἀριστοτέλους ἐστὶν, ὅτε τοῖς ὁμωνύμοις ὑπάγειν εἴωθε. Μηδεὶς οὖν τὸν αὐτὸν ὁρισμὸν ἀπαιτείτω τούτων τε καὶ ἐκείνων ἀσυντάκτων ὄντων καὶ παντελῶς ἐκβεβηκότων ἀπὸ τούτων, ὥσπερ τὰ αἴτια τὰ ἐξῃρημένα ἀπὸ τῶν αἰτιατῶν· μᾶλλον δὲ μηδὲ ὁρισμὸν ἐπ’ ἐκείνων ζητείτω τῶν ἁπλῶν πάντη καὶ ἀμερίστων εἰδῶν· συνθέτων γάρ εἰσιν οἱ ὁρισμοὶ, περὶ δὲ διαφορᾶς στρέφονται τῶν κατατεταγμένων εἰδῶν· ἀλλὰ μόναις ταῖς καθαραῖς καὶ ἐνθέοις νοήσεσι τῆς ψυχῆς ἐπιτρέπομεν τὴν ἐκείνων ἐπιβολὴν, καὶ λέγομεν ὡς ὁ Πλάτων διώρισεν ὁμώνυμα τὰ τῇδε τοῖς ἐκεῖ, καὶ οὕτως ὁμώνυμα ὡς μετέχοντα ἐκείνων· διὸ καὶ ὁμοιότητα αὐτῶν προείρηκεν, ὡς καὶ ὁ Σωκράτης ἔλεγεν, ἡνίκα τὰς ἰδέας παραδείγματα ἔφατο ἑστάναι ἐν τῇ φύσε ι. Φυλάττων δὲ τὴν τῶν ἀποριῶν θέσιν, προσέθηκεν εἴτε ὁπῃδή τις αὐτὰ τίθετα ι· μονονουχὶ λέγων ὅτι δυνατὸν αὐτὰ καὶ ὁμοιώματα καλεῖν καὶ μὴ ὁμοιώματα, διττῆς τῆς ὁμοιώσεως οὔσης καὶ ἢ ὁμοίου ἢ ἀνομοίου πρὸς παράδειγμα γιγνομένης. |
| in Prm 940 [10] | Οἷο ν , φάναι τὸν Παρμενίδη ν , εἴ τις ἡμῶν του δεσπότης ἢ δοῦλός ἐστι ν , οὐκ αὐτοῦ δεσπότου δήπο υ , ὃ ἔστι δεσπότη ς , ἐκείνου δοῦλός ἐστι ν , οὐδὲ αὐτοῦ δούλο υ , ὃ ἔστι δοῦλο ς , δεσπότης ὁ δεσπότη ς · ἀλ λ ’ ἄνθρωπος ὢν ἀνθρώπου ἀμφότερα ταῦτά ἐστι ν · αὐτὴ δὲ δεσποτεία αὐτῆς δουλείας ἐστὶν ὃ ἔστ ι , καὶ δουλεία ὡσαύτω ς , αὐτὴ δουλεία αὐτῆς δεσποτεία ς . Ἀλ λ ’ οὐ τὰ ἐν ἡμῖν πρὸς ἐκεῖνα τὴν δύναμιν ἔχε ι , οὐδὲ ἐκεῖνα πρὸς ἡμᾶ ς · ἀλ λ’ , ὃ λέγ ω , αὐτὰ αὑτῶν καὶ πρὸς αὑτὰ ἐκεῖνά τέ ἐστ ι , καὶ τὰ πα ρ ’ ἡμῖν ὡσαύτως πρὸς ἑαυτ ά . Ἢ οὐ μανθάνεις ὃ λέγ ω ; — Πάνυ γ ε , εἰπεῖν τὸν Σωκράτ η , μανθάν ω. (P. 133 E.) Πῶς μὲν τὰ πρός τι νοητέον καὶ ἐπὶ τῶν εἰδῶν, ἐκ τῶν προειρημένων οἶμαι γεγονέναι δῆλον· εὕροις δ’ ἂν καὶ τὸ δεσποτικὸν ἐκεῖ τοῦτο καὶ δουλικὸν ἰδίως θέμενος· τί γὰρ ἄλλο προσήκει τοῖς δεσπόταις, ἢ πάντη κρατεῖν τῶν δούλων καὶ πρὸς τὸ ἑαυτῶν ἀγαθὸν συντάττειν πάντα τὰ ἐκείνων; τί δὲ τοῖς δούλοις ἕτερον, ἢ κρατεῖσθαι μὲν ὑπ’ ἄλλων, ὑπουργεῖν δὲ ταῖς τῶν δεσποτῶν βουλήσεσι; Πῶς οὖν οὐ πολλῷ πρότερον ταῦτα καὶ ἐν τοῖς εἴδεσίν ἐστιν, ἄλλων ὑπ’ ἄλλοις τεταγμένων, καὶ τῶν μὲν δυνατωτέρων ὄντων καὶ χρωμένων τοῖς ὑφειμένοις, τῶν δὲ ὑπηρετούντων καὶ συνεργούντων ταῖς τῶν ὑπερτέρων δυνάμεσι; Δύναμις μὲν οὖν ἐστιν ἡ δεσποτεία χρηστικὴ, καὶ ἡ δουλεία δύναμις ὑπηρετικὴ, καὶ εἰσὶν ἄμφω κατ’ οὐσίαν ἐκεῖ καὶ οὐ κατὰ τύχην, ὥσπερ ἐν ταῖς ἐκείνων εἰκόσιν· ἀπηχήματα γὰρ ἡ ἐν ταύταις δεσποτεία καὶ δουλεία τῶν κατ’ οὐσίαν εἰσίν. Εἰ δὲ μὴ μόνον φιλοσόφως ἐπὶ τῶν εἰδῶν ταῦτα θεωρεῖν ἐθέλοις, ἀλλὰ καὶ ἐπ’ αὐτῶν πρώτως τῶν θείων διακόσμων, πάλιν ἐκείνους ἐννόησον τοὺς νοεροὺς ἅμα καὶ νοητοὺς καὶ τὰ ἐν αὐτοῖς εἴδη, καὶ εὑρήσεις ὅπως ἀμφότερα ταῖς τάξεσιν ἐκείναις προσήκει τῶν εἰδῶν· μέσαι γὰρ οὖσαι πρώτως κρατοῦσι μὲν τῶν δευτέρων ἁπάντων καὶ δεσπόζουσιν, ἐξήρτηνται δὲ τῶν πρὸ αὑτῶν, καὶ πρὸς τὸ ἀγαθὸν τὸ ἐκείνων ἐνεργοῦσι, καὶ ἐκείνων εἰσὶν ὅ εἰσι· πρῶται γὰρ ἀπ’ αὐτῶν ἐκφανεῖσαι κρατοῦνται ὑπ’ ἐκείνων καὶ μένουσιν ἐν αὐταῖς, ἄνωθεν δὲ κυβερνῶσι τὰς τῶν μεθ’ ἑαυτὰς οὐσίας τε καὶ δυνάμεις. |
| in Prm 941 [40] | Ὅθεν καὶ ἐπὶ τῶν δευτέρων τάξεων τὰ ὁλικώτερα δεσπόζει τῶν μερικωτέρων, καὶ τὰ μοναδικώτερα τῶν πεπληθυσμένων, καὶ τὰ ἐξῃρημένα τῶν κατατεταγμένων· οἷον καὶ ἐν τοῖς δημιουργικοῖς γένεσιν ὁ Ζεὺς ἐπιτάττει ποτὲ μὲν Ἀθηνᾷ, ποτὲ δὲ Ἀπόλλωνι, ποτὲ δὲ Ἑρμεῖ, ποτὲ δὲ Ἴριδι· καὶ πάντες οὗτοι ταῖς τοῦ πατρὸς ὑπηρετοῦνται βουλήσεσι, κατὰ τὸν ὅρον τὸν δημιουργικὸν τὰς ἑαυτῶν προνοίας χορηγοῦντες τοῖς δευτέροις· ἐπεὶ καὶ τὸ ἀγγελικὸν φῦλον καὶ πάντα τὰ κρείττονα γένη δουλεύειν λέγεται τοῖς θεοῖς καὶ ὑπουργεῖν ταῖς ἐκείνων δυνάμεσι. Καὶ τί δεῖ λέγειν· ὅπου καὶ τὰ Λόγια διαῤῥήδην ἐπ’ αὐτῶν τῶν θεῶν τῶν πρὸ τῆς νοητῆς ἐκείνης καὶ νοερᾶς τάξεως χρῆται τούτοις τοῖς ὀνόμασι· Τοῖς δὲ πυρὸς νοεροῦ νοεροῖς πρηστῆρσιν ἅπαντα Εἴκαθε δουλεύοντα πατρὸς πειθηνίδι βουλῇ· καὶ πάλιν· Ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσιν. Οὗτοι δὴ οὖν πρὸς μὲν τοὺς πρὸ αὑτῶν δουλεύειν εἴρηνται, κἀκεῖνοι τούτων δεσπόζειν, τῶν δὲ μεθ’ ἑαυτοὺς κρατεῖν ὡς δουλευόντων· δυνάμεων γὰρ, ὡς εἴπομεν, ὀνόματα ταῦτα πρωτουργῶν καὶ δευτερουργῶν, ἐξῃρημένων καὶ συντεταγμένων τοῖς ἀποτελουμένοις, τῶν μὲν τὸν ὑφ’ ὧν, τῶν δὲ τὸν δι’ ὧν λόγον ἐν ταῖς κοιναῖς ἀπογεννήσεσιν ἐχουσῶν· ὅτι γὰρ καὶ κατὰ φύσιν ἐστὶ ταῦτα καὶ οὐ κατὰ τύχην μόνον, μάθοις ἂν καὶ ἐκ τῶν ἐν Φαίδωνι λόγων· τῷ γὰρ σώματι, φησὶ, δουλεύειν ἡ φύσις προσέταξε, τῇ δὲ ψυχῇ δεσπόζειν. |
| in Prm 942 [40] | Εἰ οὖν καὶ ἐπὶ τούτων ἐστὶ ταῦτα κατὰ φύσιν, οὐδὲν θαυμαστὸν εἰ καὶ τὴν αὐτοδεσποτείαν ἐκεῖ καὶ τὴν αὐτοδουλείαν ἀνάγοιμεν, τῶν θεολόγων χρωμένων τοῖσδε τοῖς ὀνόμασιν εἰς ἔνδειξιν τῶν τε κρατητικῶν καὶ τῶν ὑπουργικῶν ἐν τοῖς θεοῖς δυνάμεων· ὥσπερ δὴ καὶ τὸ πατρικὸν ἐκεῖ καὶ τὸ μητρικὸν ἄλλως μὲν ἔστι κατὰ τὴν ἰδιότητα τὴν θείαν, ἄλλως δὲ κατὰ τὴν εἰδητικὴν αἰτίαν, οὐ σχέσεως οὐδὲ ἐν τούτοις οὔσης ψιλῆς, ἀλλὰ γονίμου δυνάμεως καὶ οὐσίας θεοῖς πρεπούσης. Ἔστι μὲν οὖν καὶ παρ’ ἡμῖν, ὥς φησί τις, τὸ δεσποτικὸν καὶ τὸ δουλικὸν, οὐ μόνον κατὰ τύχην, ἀλλὰ πρὸ τούτου καὶ τὸ κατὰ προαίρεσιν. Πολλῷ δὲ πρότερον ἐν τοῖς ὅλοις τὸ κατ’ οὐσίαν δεσπόζον ἐστὶ καὶ δουλεῦον, ὡς ἐνταῦθα κατὰ τὴν φύσιν, καὶ τὸ κατὰ τὴν βούλησιν, ὡς ἐνταῦθα τὸ κατὰ προαίρεσιν, συντρεχούσης ἐκεῖ τῆς κατ’ οὐσίαν δυνάμεως πρὸς τὴν βούλησιν τῶν δεσποζόντων καὶ τῶν δεσποζομένων· πειθόμεθα γὰρ, καὶ τὰ δεσποζόμενα δεσπόζεται, καὶ δεσπόζει τὰ δεσπόζοντα· πάντα γοῦν, φησὶ καὶ τὸ Λόγιον, τοῖς νοεροῖς πρηστῆρσιν Εἴκαθε, δουλεύοντα πατρὸς πειθηνίδι βουλῇ. Διὸ κατ’ οὐσίαν ἕκαστον καὶ κατὰ φύσιν ἑκάτερον, ἄνωθεν ἀπὸ τοῦ νοητοῦ πατρὸς πειθομένων δεσπόζεσθαι καὶ δεσπόζειν ἀμφοῖν, καὶ πρὸς ἀλλήλους ἐχόντων τὴν δεσποτείαν, ὡς ὁ Παρμενίδης φησὶ, ταύτην καὶ τὴν δουλείαν. Τί οὖν οὐ δεσπόζουσιν οἱ θεοὶ καὶ ἡμῶν, ὥσπερ καὶ ἐν Φαίδωνι Σωκράτης ἔλεγε δεσπότας ἡμῶν τοὺς θεοὺς, κτήματα δὲ ἡμᾶς ἐκείνων; Πάλιν λεγέσθω περὶ τούτου τό γε δοκοῦν, καὶ ὅτι ἄλλον τρόπον· ἡμῶν μὲν γὰρ ἐξῃρημένως, τῶν δὲ ἐκεῖ μερικωτέρων οἱ ὁλικώτεροι συντεταγμένως, καὶ διὰ μέσης, ὡς εἴρηται, τῆς ἐκεῖ δουλείας καὶ ἡμᾶς προσαγούσης τοῖς θεοῖς ὡς δεσπόταις· ἀμφοῖν δὲ εἰς ἄμφω ἐνεργούντων, τὸ μὲν κρεῖττον εἰς τοὺς κρείττους μᾶλλον ἐνεργοῦν δεσπότας ἡμῶν θεοὺς, τὸ δὲ χεῖρον εἰς τοὺς χείρονας δεσποζομένους ἡμᾶς ὑπὸ τῶν θεῶν ἀπέφηνεν. |
| in Prm 943 [35] | Ἄλλος οὖν ὁ τῆς δεσποτείας ἐκεῖ τρόπος καὶ οὐ τοιοῦτος οἷος ὁ τῆς ἡμῶν ἐπικρατείας, ἐπεὶ καὶ ὁ τῆς δουλείας ἕτερος· αὐτοὶ γὰρ οἱ θεοὶ προσάγουσιν ἑαυτοὺς τοῖς ἑαυτῶν αἰτίοις, καὶ εἴπερ που ἄλλοθι ἡ ἐθελοδουλεία ἐστὶ, καὶ ἐν ἐκείνοις· κατὰ βούλησιν γάρ ἐστι τοῖς ὑφειμένοις ἡ τῶν τελειοτέρων ἐπικράτεια· καὶ γὰρ τὸ εἶναι τῶν κρειττόνων οὐκ ἐξίστησιν αὐτὰ τῆς ἐπιβαλλούσης μακαριότητος, καὶ τὸ ἑαυτῶν εἶναι μειζόνως ἐντίθησιν αὐτὰ τοῖς πρὸ αὑτῶν. Οὕτω δὴ καὶ ὁ νοῦς ἄρχει τῆς ἀνάγκης, κατὰ τὸν Τίμαιον, ἐν τῷ κόσμῳ, πείθων αὐτὴν τὰ πλεῖστα πρὸς τὸ βέλτιστον δρᾷν, ὥς φησι καὶ ὁ ἐν Φαίδωνι Σωκράτης· καὶ τούτων δύο τῆς τοῦ κόσμου συστάσεως ὄντων αἰτίων, δι’ ἀνάγκης μὲν γένεσις, κατὰ νοῦν δὲ ὑφέστηκε, τῷ νῷ τῆς ἀνάγκης δουλευούσης, ἵνα μένῃ τὸ πᾶν ὑπὸ νοῦ κυβερνώμενον. Δεσπόζουσι δ’ οὖν καὶ οἱ θεοὶ θεῶν καὶ οἱ ἄνθρωποι ἀνθρώπων, οἱ μὲν κατ’ οὐσίαν, οἱ δὲ κατὰ τύχην, τῆς δουλείας τῆς ἐκεῖ τοῖς θεοῖς ὑποτεταγμένης· πᾶσα γὰρ ἡ σειρὰ τῆς δουλείας ὑπὸ τὴν θείαν ἐστὶ δεσποτείαν· οὐ γὰρ ὁμοταγὴς ἡ δεσποτεία πρὸς τὴν δουλείαν. ἀλλ’ ὡς ἐν συντεταγμένοις ὑπερτέρα, τὰ δὲ ὑπέρτερα κρατεῖν ἀνάγκη πάντων ὧν τὰ καταδεέστερα. Πάσης οὖν τῆς κατὰ τὴν αὐτοδουλείαν σειρᾶς ὑπὸ τὴν αὐτοδεσποτείαν οὔσης, εἰκότως καὶ οἱ θεοὶ κατὰ τὴν ἑαυτῶν δεσποτικὴν δύναμιν δεσπόζουσι· καὶ οὐ θεῶν μόνον οἱ ὁλικώτεροι τῶν μερικωτέρων, ἀλλὰ καὶ ἀνθρώπων κατὰ περιοχὴν μετεχόντων τῆς αὐτοδουλείας τὰ χείρονα δοῦλα τῶν ἀμεινόνων ποιούσης. Οὐκοῦν καὶ ἐπιστήμ η , φάνα ι , αὐτὴ μὲν ὃ ἔστιν ἐπιστήμ η , τῆς ὃ ἔστιν ἀλήθει α , αὐτῆς ἂν ἐκείνης εἴη ἐπιστήμ η ; — Πάνυ γ ε . |
| in Prm 944 [35] | — Ἑκάστη δὲ αὖ τῶν ἐπιστημῶν ἣ ἔστι ν , ἑκάστου τῶν ὄντων ὃ ἔστι ν , εἴη ἂν ἐπιστήμ η . Ἢ ο ὔ ; — Να ί. (P. 131 A.) Τὴν θείαν ἐπιστήμην ἐξύμνησε καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, ἀναγαγὼν ἐπὶ τὰς νοερὰς καὶ νοητὰς τάξεις τὰς ὅλας ψυχὰς, καὶ θεωρεῖν αὐτὰς εἰπὼν ἐκεῖ αὐτὴν δικαιοσύνην καὶ αὐτὴν σωφροσύνην καὶ αὐτὴν ἐπιστήμην τῇ μέσῃ τάξει τῶν θεῶν τούτων συνουσιωμένας· ἐκεῖ δὲ καὶ τὴν ἀλήθειαν εἶναι τὴν ἀπὸ τῶν νοητῶν προϊοῦσαν καὶ πᾶσι τοῖς μέσοις γένεσι τῶν θεῶν ἐπιλάμπουσαν τὸ νοητὸν φῶς ὁ αὐτὸς ἀφωρίσατο, καὶ συνῆψε τὴν ἐπιστήμην ἐκείνην πρὸς τὴν ἀλήθειαν ἐκείνην· καὶ δέδεικται κἀμοὶ καὶ τῷ ἐμῷ καθηγεμόνι ταῦτα, τὰς ἐν Φαίδρῳ τοῦ Σωκράτους ἐνθέους ἐπιβολὰς διερευνωμένοις. Εἰ τοίνυν καὶ ἐν τούτοις περὶ τῶν εἰδητικῶν διακόσμων τὸν λόγον ποιούμενος αὐτὴν ἐπιστήμην αὐτῆς εἶναί φησιν ἀληθείας, οὐ θαυμαστόν· ἐκεῖ γὰρ καὶ ἡ ἐπιστήμη καὶ ἡ ἀλήθεια καὶ πάντα τὰ ἐν ἐκείνοις εἴδη μετέχει καὶ αὐτῆς ἐπιστήμης καὶ αὐτῆς ἀληθείας· τῆς μὲν νοερὰ τὰ ἐκεῖ πάντα ποιούσης, ἡ γὰρ αἰώνιος καὶ μονοειδὴς νόησις τῶν αἰωνίων αὕτη ἐστὶν ἡ ἐπιστήμη· τῆς δὲ νοητὰ, τὸ γὰρ τῆς ἀληθείας φῶς νοητὸν ὂν μεταδίδωσιν αὐτοῖς τῆς νοητῆς δυνάμεως. Ἐπειδὴ δὲ καὶ τούτων πολλαὶ τάξεις τῶν μέσων εἰδῶν (τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀκρότατα, καθάπερ φασὶ, καὶ ἑνοειδῆ καὶ νοητὰ, τὰ δὲ συνοχικὰ καὶ συνδετικὰ τῶν ὅλων, τὰ δὲ τελεσιουργὰ καὶ ἐπιστρεπτικὰ), διὰ δὴ τοῦτο μετὰ τὴν μίαν ἐπιστήμην καὶ τῶν πολλῶν ἐμνημόνευσεν· ἄνωθεν γὰρ πρόεισι διὰ πάντων τῶν γενῶν μετὰ τοῦ τῆς ἀληθείας φωτός· τοῦτο γάρ ἐστι τὸ ἓν τὸ ἐν ἑκάστῃ τάξει, καὶ τὸ νοητὸν ᾧ συνέζευκται καὶ νόησις. Ὡς οὖν ἡ ὅλη νόησις τοῦ ὅλου νοητοῦ, οὕτω καὶ αἱ πολλαὶ νοήσεις τοῖς πολλοῖς ἥνωνται νοητοῖς. |
| in Prm 945 [5] | Ταῦτα οὖν τὰ εἴδη τὰς νοήσεις ἡνωμένας ἔχει τοῖς ἑαυτῶν νοητοῖς, τελέως ἐξῃρημένα τῆς ἡμετέρας γνώσεως· τὰ μὲν γὰρ νοερὰ, καὶ εἰ ἐξῄρηται ἡμῶν, ἀλλ’, ἐπειδὴ προσεχῶς ἀπ’ αὐτῶν ὑπέστημεν, ἔστι πως ἐν ἡμῖν, καὶ γνῶσις ἡμῖν τούτων ὑπάρχει, καὶ διὰ τούτων τῆς ἀγνώστου καὶ τῶν θειοτέρων ὑπεροχῆς. Οὐ δεῖ δὲ λέγειν, καθάπερ φασὶ τῶν τοῦ Πλάτωνος φίλων τινὲς, τὴν θείαν ἐπιστήμην αὐτὴν μὲν μὴ ἐπίστασθαι, τοῖς δὲ ἄλλοις τοῦτο παρέχειν ἀφ’ ἑαυτῆς· ἕκαστον γὰρ τῶν θείων εἰς ἑαυτὸ πρώτως ἐνεργεῖ καὶ ἀφ’ ἑαυτοῦ τῆς ἰδιότητος ἄρχεται, καὶ τὸ ζωῆς αἴτιον ἑαυτὸ πεπλήρωκε ζωῆς, καὶ τὸ τελειότητος ἑαυτὸ τέλειον ἀπεργάζεται. Καὶ τοίνυν καὶ τὸ τοῖς ἄλλοις τοῦ γιγνώσκειν χορηγὸν αὐτὸ πρὸ τῶν ἄλλων ἔχει τὴν τῶν ὄντων γνῶσιν, ὅπου καὶ ἡ παρ’ ἡμῖν ἐπιστήμη εἴδωλον οὖσα τῆς αὐτοεπιστήμης τά τε ἄλλα γιγνώσκει καὶ πρὸ τῶν ἄλλων ἑαυτήν. Ἢ τίς ἐστιν ἡ λέγουσα τί ποτέ ἐστιν αὐτὸ τοῦτο ἐπιστήμη; πῶς δὲ οὐχὶ τῆς αὐτῆς ἐστι δυνάμεως τὰ πρός τι, ὡς ἅμα ἐστὶν, ἅμα γιγνώσκειν; Γιγνώσκουσα οὖν τὰ ἐπιστητὰ, καὶ ἑαυτὴν γιγνώσκει ἐπιστήμην οὖσαν ἐκείνων. Ἀλλ’ οὐδὲ τὰς ἄλλας ἐπιστήμας τῶν ἐπιστητῶν ῥητέον εἶναι, τὴν δὲ θείαν ἐπιστήμην αὐτὸ τοῦτο ἐπιστήμην ἐπιστημῶν, ἀλλ’ οὐκ ἐπιστητῶν εἶναι γνῶσιν, καὶ τοῦτο ἐξαίρετον ὑπάρχειν ἐκείνης· εἰ μὲν γὰρ ἄλλαι ἐπιστῆμαι σύστοιχοι πρὸς τὴν μίαν εἰσὶν, γιγνώσκοι ἂν αὐτὴ καὶ τὰς ἐπιστήμας αὐτὰς καὶ τὰ σύζυγα αὐταῖς ἐπιστητὰ πάντα τῷ ἐκείνας γιγνώσκειν, διότι πρὸς ἄλληλά ἐστιν ἅ ἐστιν· εἰ δὲ ἐξῄρηται τῶν πολλῶν ἡ μία καὶ οὐκ ἐπιστρέφει πρὸς αὐτὰς, ἐν ἑαυτῇ κατ’ ἐνέργειαν ἕστηκε, καὶ ἔχει σύζυγον πρὸς ἑαυτὴν τὸ ἁπλῶς ἐπιστητόν· καὶ ὥσπερ ἡ γνῶσις αὐτῆς ἁπλῆ καὶ μονοειδὴς, οὕτω καὶ τὸ γνωστόν ἐστι καὶ ἑνιαῖον καὶ περιεκτικὸν ἐκείνων ἁπάντων. Ἔστι μὲν οὖν ἡ αὐτοεπιστήμη, καὶ τοῖς μετέχουσιν αὑτῆς αἰτία τοῦ ἐπίστασθαι, καὶ ἑαυτῇ πολὺ πρότερον· οὐσία γάρ ἐστιν ἐν τῷ γνῶσις εἶναι καὶ ἑαυτῆς καὶ τοῦ ὄντος οὐσιωμένη· οὐ γὰρ ἕξις ἡ ἐκεῖ ἐπιστήμη οὐδὲ ποιότης, ἀλλ’ ὕπαρξις αὐτοτελὴς ἑαυτῆς οὖσα καὶ ἐν ἑαυτῇ παγεῖσα, καὶ τῷ ἑαυτὴν γιγνώσκειν τὸ πρώτως ἐπιστητὸν, ὃ δή ἐστι τὸ ἁπλῶς ὂν, γιγνώσκουσα· πρὸς τοῦτο γὰρ σύζυγός ἐστιν, ὡς νοῦς ἁπλῶς πρὸς τὸ ἁπλῶς νοητὸν, καὶ ἡ ἁπλῶς αἴσθησις πρὸς τὸ ἁπλῶς αἰσθητόν. |
| in Prm 946 [10] | Αἱ δὲ πολλαὶ μετ’ ἐκείνην αὐτοεπιστῆμαι πρόοδοί τινές εἰσι τῆς μιᾶς, σύζυγοι πρὸς τὰ πλήθη τῶν ὄντων ὧν περιέχει τὸ τῆς μιᾶς ἐκείνης ἐπιστήμης ὄν· καὶ τὸ ἓν πολλά ἐστι, καὶ ἡ ἐπιστήμη ὡσαύτως· καὶ τὸ μὲν ἑνιαῖον αὐτῆς τῷ ἑνὶ τοῦ ὄντος ἥνωται, καὶ ἐκεῖνο γιγνώσκει καὶ τὸ αὐτῆς ἕν· τὸ δὲ πλῆθος τὰ πλήθη τῶν ὄντων, ἅπερ εἴληφεν ἐκεῖνο τὸ ὂν, καὶ ἑαυτό· καὶ τὰ μὲν εἰσὶν οὐσίαι γνωστικαὶ, τὰ δὲ ὑποστάσεις γνωστικαὶ, καὶ μία τούτων ἕνωσις προσήκουσα ταῖς ἁπλαῖς τῶν εἰδῶν ὑποστάσεσιν. Ἡ δὲ πα ρ ’ ἡμὶν ἐπιστήμη οὐ τῆς πα ρ ’ ἡμῖν ἂν ἀληθείας εἴ η ; καὶ αὖ ἑκάστη ἡ πα ρ ’ ἡμῖν ἐπιστήμη τῶν πα ρ ’ ἡμῖν ὄντων ἑκάστου ἂν ἐπιστήμη συμβαίνοι εἶνα ι ; — Ἀνάγκ η. (P. 134 A.) Μετέχομέν πως καὶ ἡμεῖς ἀληθείας, ἀλλ’ οὐ ταύτης ἧς ἐκεῖνα τὰ εἴδη μετείληφεν, ἀλλὰ τῆς τῇ ἡμετέρᾳ τάξει παρὰ τῆς δημιουργίας ἐνδιδομένης· καὶ ἡ παρ’ ἡμῖν ἐπιστήμη ταύτης ἐστὶ τῆς ἀληθείας. Εἰσὶ δὲ καὶ μερικώτεραι ταύτης γνώσεις, αἱ μὲν ἄλλο, αἱ δὲ ἄλλο γνωστὸν ἀνελίττουσαι· καὶ αἱ μὲν περὶ τὴν γένεσιν στρεφόμεναι καὶ τὴν ταύτης ποικιλίαν, αἱ δὲ τὴν ὅλην διερευνώμεναι φύσιν, αἱ δὲ τὰς ὑπερφυεῖς τῶν ὄντων ὑποστάσεις θεωροῦσαι· καὶ αἱ μὲν αἰσθήσεσι προσχρώμεναι καὶ μετὰ τούτων τὸ σφέτερον ἔργον συμπεραίνουσαι, αἱ δὲ τῶν τῆς φαντασίας προσδεόμεναι μορφωτικῶν γνώσεων, αἱ δὲ τοῖς δοξαστικοῖς ἀρκούμεναι λόγοις, αἱ δὲ τὸν καθαρὸν λόγον αὐτὸν εἰς ἑαυτὸν ἐπιστρέφουσαι, αἱ δὲ εἰς τὸν νοῦν ἀνατείνουσαι τὸν ἐν ἡμῖν λόγον· ὑπὲρ ὧν καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἀφορίζεται, τό τε καθαρὸν αὐτῶν καὶ εἰλικρινὲς καὶ τὸ μὴ τοιοῦτον διακρίνων, καὶ λέγων τὰς μὲν αἰσθήσεσι χρωμένας καὶ τοῦ εἰκότος ἀναπεπλησμένας οὐ καθαρὰς, τὰς δὲ ἄνευ τούτων οὔσας γνώσεις καθαρὰς καὶ ἀκριβεῖς· ὅπου καὶ πασῶν τεχνῶν προὔθηκε τὰς τρεῖς, ἀριθμητικὴν, μετρικὴν, στατικὴν, καὶ τούτων ἄλλας τὰς φιλοσόφους τῶν παρὰ τοῖς πολλοῖς, καὶ τούτων αὐτὴν διαλεκτικὴν, τὸ καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως. |
| in Prm 947 [10] | Τοσαύτης τοίνυν διαφορότητος ἐν ταῖς ἐπιστήμαις οὔσης, δῆλον ὡς αἱ μὲν ἄλλων, αἱ δὲ ἄλλων εἰσὶν ἐπιστητῶν κριτικαὶ καὶ αὐτῶν τῶν εἰς ἀνάμνησιν ἡμῖν τοῦ ὄντος συμβαλλομένων· οἷον γεωμετρία μὲν τὸν σχήματος ἐν ἡμῖν θεωροῦσα λόγον, ἀριθμητικὴ δὲ τὸ ἓν τῶν ἀριθμῶν εἶδος ἐξαπλοῦσα ταῖς ἑαυτῆς ἀποδείξεσιν, ἄλλη δὲ ἄλλο τι τῶν κατὰ μέρος ἐπιστητῶν ἅ ἐστι παρ’ ἡμῖν ὄντα, τὴν θεωρίαν περὶ τούτων ποιουμένη. Δεῖ δὴ τοῦ τῆς ἐπιστήμης ὀνόματος ἀσφαλῶς ἀκούειν, καὶ οὔτε τὰς τέχνας παράγειν εἰς μέσον καὶ ζητεῖν καὶ τούτων ἰδέας, αἷς αἱ χρεῖαι τὴν γένεσιν ἔδοσαν παρ’ ἡμῖν, εἰκόνων εἰκόσιν οὔσαις· τὰς γὰρ ὡς ἀληθῶς ἐπιστήμας ἐνεικονίζονται. Καθάπερ οὖν τῶν εἰς οὐσίαν τελούντων συμβεβηκότων εἶναί φαμεν ἰδέας, ἀλλ’ οὐχὶ τῶν ἀπὸ τούτων ἐν ἄλλοις μόνον κατὰ συμβεβηκὸς ὑποστάντων καὶ ἤδη τελείοις οὖσι τοῖς εἴδεσιν ἐπεισελθόντων, ὡς ἔμπροσθεν διωρίζομεν· ἀπηχήματα γὰρ εἶναι ταῦτα τῶν ἐκεῖθεν πρώτως ὑποστάντων· οὕτω δὴ καὶ τὰς τέχνας εἴδωλα τῶν ἐπιστημῶν οὔσας ἐνταῦθα τὴν γένεσιν ἔχειν, τὰς δὲ ἐπιστήμας αὐτὰς ἀπὸ τῶν ἐκεῖ προϋπαρχουσῶν ἐπιστημῶν ἐπιστῆναι, δι’ ὧν καὶ ἡμῖν ἡ πρὸς ἐκείνας ἄνοδος καὶ ἡ πρὸς νοῦν ἀφομοίωσις. Ὥσπερ δὲ ἐκεῖ τὴν μίαν ἐπιστήμην εἶναι πρὸ τῶν πολλῶν ἀναγκαῖον, τῆς αὐτὸ ὃ ἔστιν ἀληθείας οὖσαν ἐπιστήμην, ὥσπερ τὰς πολλὰς τῶν ἀληθῶν (τὸ γὰρ ἑκάστης ἴδιον ἐπιστητόν τις ἀλήθειά ἐστιν)· οὕτω δὴ καὶ τῶν παρ’ ἡμῖν ἐπιστημῶν πολλῶν οὐσῶν, δεῖ τὸ ἓν καὶ ὅλον τῆς ἐπιστήμης εἶδος ἐφ’ ἑαυτοῦ νοεῖν, οὔτε συμπληρούμενον ὑπὸ τῶν πολλῶν, οὔτε συνταττόμενον ταῖς πολλαῖς, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ προϋπάρχον· τὰς δὲ πολλὰς κατανειμαμένας τὴν μίαν τῆς ἐπιστήμης δύναμιν καὶ ἄλλην οὕτως ἐπ’ ἄλλῳ γνωστῷ ταχθεῖσαν, καὶ πάσας εἰς ἐκείνην ἀναφερομένας, καὶ τὰς ἀρχὰς παρ’ ἐκείνης δεχομένας. |
| in Prm 948 [35] | Ἔστι μὲν οὖν ἡ παρ’ ἡμῖν ἐπιστήμη τῆς θείας ἐξηλλαγμένη, διὰ δὲ ταύτης ἐπ’ ἐκείνην ἄνιμεν· καὶ οὔτε τὸν νοητὸν κόσμον ἐν ἡμῖν δεῖ τιθέναι, καθάπερ λέγουσί τινες, ἵνα γιγνώσκωμεν ἐν ἡμῖν ὄντα τὰ νοητά· ἐξῄρηται γὰρ ἡμῶν καὶ αἰτία ἐστὶ τῆς ἡμετέρας οὐσίας· οὔτε μένειν τι τῆς ψυχῆς ἄνω ῥητέον, ἵνα δι’ ἐκείνου τὴν πρὸς τὰ νοητὰ συνάφειαν ἔχωμεν· τὸ γὰρ ἄνω μένον ἀεὶ τῷ ἀφισταμένῳ τῆς οἰκείας νοήσεως οὐκ ἄν ποτε γένοιτο σύζυγον, οὐδ’ ἂν τὴν αὐτὴν συμπληρώσειεν οὐσίαν· οὔτε ὁμοούσιον τὴν ψυχὴν ὑποθετέον τοῖς θεοῖς· καὶ γὰρ τὴν ἐξ ἀρχῆς ἡμῶν ὑπόστασιν ἐκ δευτέρων καὶ τρίτων παρήγαγεν ὁ γεννήσας πατήρ· τοιαῦτα γάρ τινες ἠναγκάσθησαν θέσθαι δόγματα, ζητοῦντες ὅπως ἡμεῖς οἱ πεσόντες εἰς τόνδε τὸν τόπον τὰ ὄντα γιγνώσκομεν, καὶ ταῦτα τῆς ἐκείνων γνώσεως οὐ πεσόντων οὔσης, ἐγερθέντων δὲ καὶ νηψάντων ἀπὸ τῆς πτώσεως· ἀλλὰ μένοντας ἡμᾶς ἐν τῇ οἰκείᾳ τάξει, καὶ εἰκόνας ἔχοντας οὐσιώδεις τῶν ὅλων, διὰ τούτων ἐπιστρέφειν εἰς ἐκεῖνα λεκτέον, καὶ νοεῖν ἀφ’ ὧν ἔχομεν συνθημάτων τὰ ὄντα συστοίχως μὲν οὖσι, δευτέρως δὲ καὶ κατὰ τὴν ἑαυτῶν ἀξίαν, τὰ δὲ παρ’ ἡμῖν συστοίχως, ἐν ἑνὶ τά τε γνωστὰ καὶ τὴν γνῶσιν περιειληφότας. Ἀλλὰ μὴν αὐτά γε τὰ εἴδ η , ὡς ὁμολογεῖ ς , οὔ τ ’ ἔχομεν οὔτε πα ρ ’ ἡμῖν οἷόν τε εἶνα ι . |
| in Prm 949 [40] | — Οὐ γὰρ οὖ ν . — Γιγνώσκεται δέ γέ που ὑ π ’ αὐτοῦ τοῦ εἴδους τοῦ τῆς ἐπιστήμης αὐτὰ τὰ γέν η , ἃ ἔστιν ἕκαστ α ; — Να ί . — Ὅ γε ἡμεῖς οὐκ ἔχομε ν . — Οὐ γά ρ . — Οὐκ ἄρα ὑπό γε ἡμῶν γιγνώσκεται τῶν εἰδῶν οὐδὲ ν , ἐπειδὴ αὐτῆς ἐπιστήμης οὐ μετέχομε ν . — Οὐκ ἔοικε ν. (P. 134 B.) Ἐν τούτοις ἀπὸ τῶν προειρημένων ἀξιωμάτων ὁρμώμενος συνάγει τὸ προκείμενον οὕτω πως· τὰ ἐξῃρημένα εἴδη καθ’ αὑτά· τὰ καθ’ αὑτὰ καὶ αὑτῶν ὄντα οὐκ ἔστιν ἐν ἡμῖν· τὰ οὐκ ὄντα ἐν ἡμῖν οὐκ ἔστι σύστοιχα πρὸς τὴν ἡμετέραν ἐπιστήμην· τὰ μὴ ὄντα σύστοιχα πρὸς τὴν ἡμετέραν ἐπιστήμην ἄγνωστά ἐστιν ὑπὸ τῆς ἡμετέρας ἐπιστήμης· τὰ ἄρα ἐξῃρημένα εἴδη ἄγνωστά ἐστι πρὸς τὴν ἡμετέραν ἐπιστήμην· νῷ γὰρ μόνῳ τῷ θείῳ θεατά ἐστι· καὶ πάντα μὲν τὰ εἴδη, διαφερόντως δὲ ὅσα καὶ τῶν νοερῶν ἐστιν ἐπ’ ἐκεῖνα θεῶν· οὔτε γὰρ ἡ αἴσθησις, οὔτε ἡ δοξαστικὴ γνῶσις, οὔτε ὁ καθαρὸς λόγος, οὔτε ἡ νοερὰ γνῶσις ἡ ἡμετέρα συνάπτει τὴν ψυχὴν τοῖς εἴδεσιν ἐκείνοις, μόνη δὲ ἡ ἀπὸ τῶν νοερῶν θεῶν ἔλλαμψις δυνατοὺς ἡμᾶς ἀποφαίνει συνάπτεσθαι τοῖς νοητοῖς ἐκείνοις καὶ νοεροῖς εἴδεσιν, ὥς πού φησί τις λέγων ἐνθέως. Ἄγνωστος οὖν ἡμῖν ἡ φύσις τῶν εἰδῶν ἐκείνων, ὡς κρείττων τῆς ἡμετέρας νοήσεως καὶ τῶν μεριστῶν ἐπιβολῶν τῆς ἡμετέρας ψυχῆς· διὸ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης, ὡς προείπομεν, τελεταῖς ἀπεικάζει καὶ μυήσεσι καὶ ἐποπτείαις τὴν ἐκείνων θεωρίαν, ἀνάγων τὰς ψυχὰς εἰς τὴν ὑπ’ οὐρανὸν ἁψῖδα καὶ τὸν οὐρανὸν καὶ τὸν ὑπερουράνιον τόπον, ὁλόκληρα καὶ ἀτρεμῆ φάσματα καὶ ἁπλᾶ καὶ εὐδαίμονα καλῶν αὐτῶν ἐκείνων τὰ θεάματα. Δεδείχαμεν γοῦν πάλαι διὰ τῶν εἰς τὴν παλινῳδίαν γραφέντων, ὅτι πᾶσαι αἱ τάξεις ἐκεῖναι μέσαι τῶν νοερῶν εἰσι θεῶν καὶ τῶν πρώτων νοητῶν, ὡς οἶμαι, δι’ ἐναργεστάτων ἐφόδων· ὥστε δῆλον ὅπως ἔχει τινὰ καὶ τὸ νῦν λεγόμενον ἀλήθειαν. |
| in Prm 950 [10] | Τῶν οὖν νοερῶν εἰδῶν, ὅπερ εἴρηται καὶ πρότερον, τὴν γνῶσιν αὐτὸς ἡμῖν ἐνέθηκεν ὁ δημιουργὸς καὶ πατὴρ τῶν ψυχῶν· τῶν δὲ ὑπὲρ νοῦν, οἷα δή ἐστι τὰ εἴδη τὰ ἐν ἐκείναις ταῖς τάξεσιν, ἡ γνῶσις ἐξῄρηται τῶν ἡμετέρων ἐπιβολῶν, καὶ ἔστιν αὐτοφυὴς, αὐταῖς μόναις γνώριμος ταῖς ἐνθεαστικαῖς ψυχαῖς, ὥστε καὶ τοῦτο δὴ τὸ νῦν συνηγμένον ἀκόλουθόν ἐστι ταῖς περὶ τῶν νοητῶν ἅμα καὶ νοερῶν εἰδῶν ὑπολήψεσι· καὶ ὅτι τῆς ἐπιστήμης αὐτῆς οὐ μετέχομε ν , ἥτις αὐτ ὰ, φησὶ, γιγνώσκει τὰ γένη τῶν ὄντων ἕκαστ α. Γένη μὲν οὖν τῶν ὄντων οὔτε τὰ κοινῶς ἐπὶ πολλοῖς φανταζόμενα ληπτέον, οὔτε ὅσα κατὰ κοινοὺς δή τινας ὑφέστηκε λόγους (ὕστερα γὰρ ταῦτα τῶν ὄντων), ἀλλ’ ὅσα γεννητικὴν ἔχει δύναμιν ὁλικωτέραν καὶ κατ’ αἰτίαν προέχουσαν τῶν ἐν τοῖς μερικωτέροις εἴδεσιν ἀπογεννήσεων· ὡς γὰρ ἐνταῦθα τὰ γένη τῶν εἰδῶν ἢ ἐν πλείοσι φαντάζεται, ἢ πλειόνων κατηγορεῖται, οὕτω τὰ ἐν ἐκείνοις ἐστὶν ἀρχηγικώτερα καὶ τελειότερα καὶ περιληπτικώτερα τῶν ἄλλων εἰδῶν, ἁπλότητί τε διαφέροντα καὶ γονίμῳ δυνάμει τῶν περιεχομένων. Ταῦτα δὲ γιγνώσκεσθαι ῥητέον ὑπὸ τοῦ εἴδους τῆς ἐπιστήμης ὡς ἄνωθεν ἀρχομένης, καὶ ἡνωμένως μὲν τὰ πεπληθυσμένα πάντα, ὁλικῶς δὲ τὰ μερικὰ συλλαβούσης κατὰ μίαν ἑνοειδῆ γνῶσιν· ὃ δὴ καὶ ἡ παρ’ ἡμῖν ἐπιστήμη βούλεται ποιεῖν, ἐκ τῶν αἰτιῶν ἀεὶ θεωροῦσα τὰς τῶν ὄντων προόδους, δευτέραν τάξιν λαχούσης τῆς ἐπιστήμης. Ἄγνωστον ἄρα ἡμῖν ἐστι καὶ αὐτὸ τὸ καλὸν ὃ ἔστι καὶ τὸ ἀγαθὸν καὶ πάντ α , ἃ δὴ ὡς ἰδέας αὐτὰς οὔσας ὑπολαμβάνομε ν . — Κινδυνεύε ι. (P. 134 C.) Τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἄνωθεν ἀπὸ τῆς ἄκρας τῶν νοητῶν κορυφῆς πρόεισιν ἐπὶ πάντα τὰ δεύτερα γένη τῶν θεῶν· πρεπώδη γοῦν οἱ μέσοι διάκοσμοι τῶν εἰδῶν ὑποδέχονται τὴν πρόοδον αὐτῶν, κατὰ μὲν τὸ ἀγαθὸν πλήρεις ὑπάρχοντες τῆς ἑαυτῶν τελειότητος καὶ τοῦ ἱκανοῦ καὶ ἀνενδεοῦς, κατὰ δὲ τὸ καλὸν ἐράσμιοι τοῖς δευτέροις ὄντες, καὶ ἀναγωγοὶ τῶν προελθόντων, καὶ συνδετικοὶ τῶν διῃρημένων αἰτιῶν· ἡ γὰρ πρὸς τὸ καλὸν ἐπιστροφὴ συνάγει πάντα καὶ ἑνοῖ, καὶ ὡς πρὸς ἓν συνερείδει κέντρον. |
| in Prm 951 [10] | Ταῦτ’ οὖν, τὸ ἀγαθὸν λέγω καὶ τὸ καλὸν, κρυφίως μὲν ἔστι καὶ ἑνοειδῶς ἐν τοῖς πρώτοις, συστοίχως δὲ λοιπὸν ἑκάστοις ἐν ταῖς διαφόροις τάξεσι συνεξαλλάττεται· ὥστ’ οὐ θαυμαστὸν εἰ ἔστι τι καλὸν αἰσθήσει μόνῃ γνωστὸν, ἄλλο δὲ δόξῃ γνωριζόμενον, ἄλλο δὲ διανοήσει θεωρούμενον, ἄλλο δὲ νοήσει μετὰ λόγου, ἄλλο δὲ νοήσει καθαρᾷ, ἄλλο δὲ καὶ ἄγνωστον, καθ’ αὑτὸ παντελῶς ἐξῃρημένον καὶ τῷ ἑαυτοῦ φωτὶ μόνῳ καθορᾶσθαι δυνάμενον. Ὅρα δὴ ἔτι τούτου δεινότερον τόδ ε . — Τὸ ποῖο ν ; — Φαίης ἂ ν , ἢ ο ὔ ; εἴπερ ἔστιν αὐτό τι γένος ἐπιστήμη ς , πολὺ αὐτὸ ἀκριβέστερον εἶναι ἢ τὴν πα ρ ’ ἡμῖν ἐπιστήμη ν ; καὶ κάλλος καὶ τἄλλα πάντα οὕτ ω ; — Να ί . (P. 134 C.) Οἱ μὲν προειρημένοι λόγοι θεολογικώτερον ἡμῖν ἐξετάζουσι μέχρι τῶν νοητῶν ἅμα καὶ νοερῶν εἰδητικῶν διακόσμων ἀνεληλύθασι· ψευδεῖς γὰρ ὄντες καὶ ἀπορητικοὶ μόνον ἐπὶ τῶν νοερῶν ἀληθεῖς ἀπεφάνθησαν, καὶ ἐνθεαστικοὶ πάντες ἐπ’ ἐκείνων περὶ ὧν ὁ παρὼν λόγος, καὶ ἐπ’ αὐτὴν ἀνάγουσι τῶν εἰδῶν τὴν ἐν τῷ νοητῷ προϋπάρχουσαν, ἐν σχήματι μὲν ἀπορίας, ὡς παρὰ τῶν νοερῶν προϊόντες, τῇ δὲ ἀληθείᾳ τὴν ἰδιότητα σημαίνοντες αὐτῶν τῶν πρωτίστων εἰδῶν. Αὐτὸ γοῦν τοῦτο τὸ μὴ γιγνώσκειν τὰ τῇδε μηδὲ δεσπόζειν αὐτῶν προϊὼν δείκνυσιν ὁ λόγος, ἐπὶ μὲν τῶν δημιουργικῶν ἰδεῶν, ψεῦδος· ἀπὸ τούτων γὰρ ὑπέστη τὰ τῇδε, καὶ αὗται κρατοῦσι τῆς ποιήσεως αὐτῶν καὶ τῆς παντοίας εἰς τὰ ἄτομα εἴδη διαιρέσεως, ὥστε καὶ τὴν πρόνοιαν αὐτῶν καὶ τὴν ἐπικράτειαν αὐτὰ προειλήφασιν· ἐπὶ δέ γε τῶν πρωτίστων καὶ ἑνικωτάτων ἰδεῶν καὶ νοητῶν ὄντως οὐσῶν, ἀληθέστατόν ἐστιν· αὗται γὰρ ἐν τῷ νοητῷ νῷ πρῶτον ἀπὸ τοῦ ὄντος ἐκφανεῖσαι μονοειδῶς καὶ ἡνωμένως καὶ ὁλικῶς· τῶν γὰρ κοινοτάτων καὶ περιληπτικωτάτων γενῶν τὰς πατρικὰς περιέχουσαι αἰτίας, κρείττους εἰσὶ καὶ τῆς διῃρημένης τῶν τῇδε γνώσεως καὶ τῆς προσεχοῦς τῶν αἰσθητῶν δεσποτείας· θεῶν γὰρ ἐκεῖνοι δεσπόται τῶν ἀπ’ αὐτῶν ἐκφανέντων οἱ νοητοὶ θεοὶ, καὶ ἡ γνῶσις αὐτῶν ἐπέκεινά ἐστι πασῶν τῶν ἄλλων θείων γνώσεων. |
| in Prm 952 [40] | Εἰς ἃ καὶ ὁ Πλάτων ἀποβλέπων συνάγει διὰ τούτων, ὡς οὔτε εἰσὶν ἡμῶν δεσπόται οἱ θεοὶ οὔτε τὰ ἀνθρώπινα πράγματα γιγνώσκουσιν· αἱ γὰρ εἰρημέναι τούτων αἰτίαι ἐν τοῖς νοεροῖς εἰσι θεοῖς καὶ αἱ κρατητικαὶ δυνάμεις αὐτῶν· αἱ δὲ τῶν νοητῶν ὑπερίδρυνται πασῶν τοιούτων διαιρέσεων, κατὰ δὲ τὰς ἡνωμένας καὶ ἁπλουστάτας αἰτίας τὰ πάντα παράγουσι, καὶ μία καὶ ἀθρόα καὶ ἑνοειδὴς ἥ τε ποίησις καὶ ἡ γνῶσις αὐτῶν. Ἡ γοῦν ἐκεῖ νοητὴ τοῦ οὐρανίου γένους αἰτία πάντα παράγει τὰ οὐράνια, θεοὺς, ἀγγέλους, δαίμονας, ἥρωας, ψυχὰς, οὐ καθόσον δαίμονες ἢ ἄγγελοι (τοῦτο γὰρ τῶν μεριστῶν αἰτιῶν ἴδιον καὶ τῶν διῃρημένων ἰδεῶν, ὧν οἱ νοεροὶ πεποίηνται τὴν εἰς τὸ πλῆθος διαίρεσιν), ἀλλὰ καθόσον πάντα θεῖά πώς ἐστι τὰ γένη ταῦτα καὶ οὐράνια, καὶ καθόσον ὕπαρξιν ἔλαχεν ἡνωμένην πρὸς θεούς· καὶ ἑκάστη τῶν λοιπῶν ὡσαύτως, οἷον ἡ τοῦ πεζοῦ καὶ χερσαίου παντὸς νοητὴ ἰδέα τῶν καθ’ ἓν ἕκαστον εἶδος διακεκριμένων οὐκ ἂν δεσπόζειν ῥηθείη· τοῦτο γὰρ τῶν ἀπ’ αὐτῆς ἐστιν εἰς πλῆθος διῃρημένων, ἀλλὰ πάντων ὡς ἑνὸς γένους προστατεῖν· τὰ γὰρ ἐγγυτέρω τοῦ ἑνὸς ὁλικώτερον ὑφίστησι καὶ ἑνοειδέστερον, ἢ πάντα ὅσα μερικώτερον τὰ μετὰ ταῦτα καὶ μᾶλλον πεπληθυσμένως· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων νοητῶν ἰδεῶν, ἃς ὁ νοητὸς περιέχει νοῦς. |
| in Prm 953 [5] | Ἀλλὰ ταῦτα μὲν καὶ προϊόντες μᾶλλον ἐπισκεψόμεθα. Τὴν δὲ τοῦ Πλάτωνος περὶ προνοίας δόξαν σαφέστατα μὲν οὖν ὁ Ἀθηναῖος ξένος δεδήλωκεν, ὅπου καὶ γιγνώσκειν πάντα τοὺς θεοὺς καὶ δύναμιν ἔχειν κυβερνητικὴν τῶν πάντων ἀπέφηνεν ὁ λόγος· οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις, τάχα μὲν οὐ κατὰ καιρὸν, ἐπεισκυκλεῖν δὲ ὅμως εἰώθασι τοὺς περὶ προνοίας λόγους ταῖς περὶ τῶν εἰδῶν ταύταις ἀπορίαις. Συντόμως οὖν καὶ ἡμεῖς περὶ τοῦδε λέγομεν. Ὅτι μὲν οὖν, εἰ καὶ ἀπορεῖ πρὸς τὴν γνῶσιν καὶ τὴν ἐπικράτειαν τὴν θείαν τὴν διὰ πάντων διήκουσαν, ὁ Παρμενίδης εὐθὺς ἐκ πρώτης λέξεως ἐδήλωσε τὴν ἀτοπίαν τῆς τοιαύτης ὑποθέσεως, φανερόν· τὸ γὰρ δεινότερον προσειπεῖν τὸ συμπέρασμα τῆς ἀπορίας ταύτης ἢ τὸ τῆς προτέρας, μετρίως, οἶμαι, δείκνυσιν ὅπως κατέγνωκε τῶν τὴν πρόνοιαν ἀναιρούντων λόγων· δεινὸν μὲν γὰρ καὶ τὸ φάναι μὴ γιγνώσκεσθαι τοὺς θεοὺς ὑφ’ ἡμῶν λογικῶν ὄντων καὶ νοερῶν καὶ θεῖόν τι κατ’ οὐσίαν ἐχόντων, δεινότερον δὲ τὸ ἀνελεῖν καὶ αὐτὴν τὴν γνῶσιν τῶν θείων· τὸ μὲν γάρ ἐστι μὴ ἐπιστρεφόντων πρὸς τὸ θεῖον, τὸ δὲ κωλυόντων τὴν ἐπὶ πάντα προϊοῦσαν ἀγαθότητα τῶν θεῶν, καὶ τὸ μὲν περὶ τὴν ἡμετέραν οὐσίαν, τὸ δὲ περὶ τὴν θείαν αἰτίαν πλημμελῶς ἀναστρεφομένων. Τὸ δὲ δεινότερο ν, οὐχ ὡς ἰσχυρότερον ἄπορον, ὡς εἰώθασι δεινοὺς λέγειν τοὺς κρατοῦντας τῇ δυνάμει τῶν λόγων, ἀλλ’ ὡς μείζονος δείματος καὶ εὐλαβείας τοῖς νοῦν ἔχουσιν ἄξιον· τὴν γὰρ ἕνωσιν τῶν ὄντων διασπᾷ καὶ διορίζει χωρὶς ἀπὸ τοῦ κόσμου τὸ θεῖον· τὴν δὲ δύναμιν ὁρίζει τὴν θείαν ὡς οὐκ ἐπὶ πάντα φθάνουσαν, καὶ τὴν γνῶσιν τὴν νοερὰν ὡς οὐχὶ παντελῆ περιγράφει· πᾶσάν τε τὴν δημιουργίαν ἀνατρέπει καὶ τὴν τάξιν τὴν ἀπὸ τῶν χωριστῶν αἰτιῶν εἰς τὸν κόσμον ἐνδιδομένην, καὶ τὴν ἀγαθότητα τὴν ἐκ μιᾶς βουλήσεως ἑνιαίως πάντα ἀποπληροῦσαν τῶν ἀγαθῶν. Οὐδενὸς δὲ τούτων ἐστὶν ἔλαττον καὶ ἡ τῆς εὐσεβείας σύγχυσις· ποία γὰρ κοινωνία πρὸς θεοὺς ἀνθρώπων ἐστὶ, τῆς τῶν τῇδε γνώσεως αὐτῶν ἀνῃρημένης; οἰχήσονται γοῦν καὶ τὸ μηδὲν ἔσονται πᾶσαι αἱ περὶ τὸ θεῖον λατρεῖαι, πάντες οἱ θεσμοὶ τῶν ἱερῶν, πάντες ὅρκοι τὴν μαρτυρίαν ἐπαγόμενοι τῶν θεῶν, αἱ ἀδίδακτοι περὶ αὐτῶν ἔννοιαι ταῖς ψυχαῖς ἐνοῦσαι. |
| in Prm 954 [20] | Ποία δὲ ὑπολείπεται θεῶν εἰς ἀνθρώπους δόσις, εἰ μὴ προείληπται τὰ νοερὰ μέτρα παρ’ ἐκείνοις τῆς τῶν δεχομένων ἀξίας, εἰ μὴ γνῶσιν ἔχουσι πάντων ὧν ποιοῦμεν, ὧν πάσχομεν, ὧν διανοούμεθα, κἂν μὴ πράττωμεν; Εἰκότως ἄρα δεινὸν ἀποκαλεῖ τὸν τοιούτων προϊστάμενον λόγον, οὐχ ὡς ἰσχυρὸν καὶ δυσαντίβλεπτον, ὅπερ ἔφην, ἀλλ’ ὡς δέους παντὸς ἄξιον· εἰ γὰρ καὶ ὁτιοῦν τῶν θείων νομίμων κινεῖν ἀνόσιον, τῆς ὅλης ἀνατρεπομένης περὶ αὐτῶν ὑπολήψεως, πῶς ἂν ἀδεὴς ἡ τοιαύτη τῆς καινοτομίας ὑπάρχοι παράλλαξις; Ἀλλ’ ὅτι μὲν τῆς τοιαύτης ὑποθέσεως κατέγνωκεν, ἥτις καὶ ἄγνοιαν πέμπει περὶ τὴν τῶν ἡμετέρων διοίκησιν, δῆλον καὶ ἀπὸ τούτων. Ἐπεὶ δὲ αὐτὸς τὸν θεὸν καὶ γιγνώσκειν πάντα καὶ ποιεῖν βούλεται, τῶν δὲ μετ’ αὐτόν τινες ἄρδην τοὺς τοιούτους λόγους ἀνατρέπειν ἐπεχείρησαν, φέρε καὶ περὶ τούτων ὅσα ἀπόχρη τοῖς προκειμένοις εἴπωμεν· θορυβοῦνται γὰρ τῶν ἀπ’ αὐτοῦ τινες μή πη τὸ ἀστάθμητον τῶν πραγμάτων καὶ ἄλλοτε ἄλλως φερόμενον οὐκ ἂν ἔχοι πρόνοιαν ὑφεστῶσαν καὶ θεόν· καὶ γὰρ τὰ ἀπὸ τύχης λεγόμενα καὶ ἡ φαινομένη περὶ τοὺς βίους ἀνισότης καὶ τῶν ἐνύλων ἄτακτος αὕτη φορὰ πολλὴν αὐτοῖς παρεῖχε τῆς ἀπρονοησίας ὑπόνοιαν· ἔτι δὲ τὸ μὴ πράγματα ἔχειν τὸν θεὸν ἐν ταῖς τῶν ποικίλων καὶ παντοδαπῶν λόγων ἀνελίξεσι, καὶ τὸ ἀφίστασθαι τῆς ἑαυτοῦ μακαριότητος ἀνῆγεν αὐτοὺς εἰς τὴν τοιαύτην πλημμέλειαν· τὸ γὰρ τῆς ἡμετέρας ψυχῆς πάθος καὶ τὸν θόρυβον ὃν ὑπομένει κατιοῦσα πρὸς τὴν τῶν σωμάτων ἐπιμέλειαν, τοῦτο ᾤοντο συμβήσεσθαι καὶ περὶ τὸν θεὸν, εἰ πρὸς τὴν τῶν τῇδε πραγμάτων αὐτὸν ἐπιμέλειαν τρέψαιεν· πρὸς δὲ τούτοις καὶ διὰ τὸ τῶν διαφόρων γνωστῶν ἐξηλλαγμένας εἶναι τὰς γνώσεις, αἰσθήσει μὲν τῶν αἰσθητῶν, δόξῃ δὲ τῶν δοξαστῶν γιγνωσκομένων, ἐπιστήμῃ δὲ τῶν ἐπιστητῶν καὶ νῷ τῶν νοητῶν, οὔτε αἴσθησιν οὔτε δόξαν οὔτε ἐπιστήμην ἐν θεῷ τιθέμενοι, νοῦν δὲ ἄϋλον μόνον καὶ καθαρὸν, ἀπέφασκον αὐτοῦ καὶ τὴν τῶν ἄλλων ἁπάντων εἴδησιν ὅσα μὴ ἔστι νοητά· εἰ γὰρ ὕλης ἐστὶν ἐκτὸς, ἀνάγκη καὶ τῶν εἰς ὕλην τετραμμένων ἀντιλήψεων αὐτὸν καθαρεύειν, τούτων δὲ καθαρεύοντα μὴ γιγνώσκειν τὰ ἐν ὕλῃ ὄντα· καὶ διὰ ταῦτα ἄρα οἱ μὲν ἀφῄρουν, ὡς ἔφην, αὐτοῦ τὴν γνῶσιν τῶν αἰσθητῶν καὶ τὴν πρόνοιαν, οὐ δι’ ἀσθένειαν, ἀλλὰ δι’ ὑπερβολὴν γνωστικῆς ἐνεργείας· ὡς οἱ τὰ ὄμματα πλήρη τοῦ φωτὸς ἔχοντες λέγονται μὴ δύνασθαι τὰ ἐν τῷ κόσμῳ βλέπειν, τῆς ἀδυναμίας ταύτης ὑπεροράσεως οὔσης· καὶ πολλά φασι μὴ εἰδέναι καλὸν, οἷον τοῖς ἐνθεάζουσιν ὅσα περισπᾷ τὸν ἐνθεασμὸν, ἢ τοῖς ἐπιστήμοσιν ὅσα ῥυπαίνει τὴν τῆς ἐπιστήμης ὑπερβολήν. |
| in Prm 955 [35] | Οἱ δὲ διδόντες καὶ ἐκείνῳ τὴν τῶν αἰσθητῶν γνῶσιν, ἵνα καὶ προνοεῖν αὐτὸν φῶσιν, ἔτρεψαν αὐτοῦ τὴν ἀντίληψιν εἰς τὸ ἐκτὸς, καὶ ἐποίησαν διὰ τῶν αἰσθητῶν διήκειν καὶ ἅπτεσθαι τῶν διοικουμένων, καὶ ὠθεῖν ἕκαστα καὶ παρεῖναι πᾶσι τοπικῶς· οὐ γὰρ ἂν ἄλλως αὐτὸν δύνασθαι προνοίας ταῦτα καὶ ὁπωσοῦν ἀξιοῦν. Οἱ δὲ γιγνώσκειν μὲν αὐτὸν ἑαυτὸν εἰρήκασι, μηδὲν δὲ αὐτῷ δεῖν εἰς τὸ προνοεῖν τῶν αἰσθητῶν τῆς γνώσεως αὐτῶν, ἀλλὰ αὐτῷ τῷ εἶναι πάντα καὶ παράγειν καὶ κοσμεῖν ὅσα παράγει, μηδεμίαν ἔχοντα τῶν παραγομένων γνῶσιν· καὶ οὐδὲν εἶναι θαυμαστὸν τοῦτο, τῆς φύσεως ἄνευ γνώσεως ἀφαντάστως ποιούσης, τὸν δὲ θεὸν ταύτης διαφέρειν τῷ τὴν ἑαυτοῦ γνῶσιν ἔχειν εἰ καὶ μὴ τῶν ὑφ’ ἑαυτοῦ δημιουργουμένων. |
| in Prm 956 [5] | Τὰ μὲν οὖν πείθοντά τινας τὸν θεὸν ἢ μὴ χωρίζειν τῶν ἐγκοσμίων, ἢ καὶ τὴν γνῶσιν τὴν ἐν αὐτῷ τῶν δευτέρων καὶ τὴν τῇ γνώσει σύνδρομον πρόνοιαν ἀναιρεῖν, τοιαῦτα ἄττα ἦν. Ἡμεῖς δὲ καὶ ὀρθῶς φαμεν αὐτοὺς λέγειν, καὶ οὐκ ὀρθῶς· οὔτε γὰρ προνοίας οὔσης εἶναι τὸ ἄτακτον δυνατὸν, οὔτε πράγματα τὸν θεὸν ἔχειν, ἔτι μᾶλλον οὔτε δι’ αἰσθήσεως παθητικῆς τὰ αἰσθητὰ γιγνώσκειν, ὥστε ταύτῃ γε ὀρθῶς ἂν λέγοιεν. Ὅτι δὲ τὴν ἐξῃρημένην δύναμιν καὶ τὴν ἑνοειδῆ γνῶσιν τῶν θεῶν οὐκ ἴσασι, ταύτῃ δ’ αὖ μοι δοκοῦσιν ἀποσφάλλεσθαι τῆς ἀληθείας· ἐρησόμεθα γὰρ αὐτοὺς οὕτως ὅπως ἐμμελῶς· ἆρα τὸ ἐνεργοῦν πᾶν οὐχὶ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἐνεργεῖ καὶ φύσιν, καὶ ὡς ἔχει τάξεως κατὰ τὴν οὐσίαν, οὕτως αὐτῷ καὶ τὸ ἐνεργεῖν κατὰ τὴν αὑτοῦ τάξιν ὑπάρχει; οἷον φύσις μὲν φυσικῶς, νοῦς δὲ νοερῶς, καὶ ψυχὴ ψυχικῶς· κἂν τὸ γιγνόμενον ᾖ ταὐτὸν ὑπὸ πλειόνων τε καὶ διαφερόντων αἰτίων, οὐχὶ ἕκαστον ποιεῖ κατὰ τὴν ἑαυτοῦ δύναμιν, ἀλλ’ οὐχὶ κατὰ τὴν τοῦ γιγνομένου φύσιν; ἢ κατὰ τὸν αὐτὸν τρόπον ἄνθρωπός τε ἄνθρωπον γεννᾷ καὶ ἥλιος, καὶ τὸ γιγνόμενον ἓν, καὶ τὰ ποιοῦντα ὡσαύτως ποιεῖ καὶ οὐχ ὡς πέφυκεν ἑκάτερον, τὸ μὲν μερικῶς καὶ ἀτελῶς καὶ μετὰ πραγματείας, τὸ δὲ ἀπραγμόνως καὶ αὐτῷ τῷ εἶναι καὶ ὁλικῶς; Ἀλλὰ ταῦτα μὲν καὶ λέγειν ἄτοπον· ἄλλως γὰρ ἐνεργεῖ τὸ θεῖον, καὶ ἄλλως τὸ θνητὸν γένος. Εἰ δὲ ταῦθ’ οὕτως ἔχει καὶ πᾶν τὸ ἐνεργοῦν κατὰ τὴν ἑαυτοῦ φύσιν ἐνεργεῖ καὶ τάξιν, τὸ μὲν θείως καὶ ὑπὲρ φύσιν, τὸ δὲ φυσικῶς, τὸ δὲ ἄλλως πως, δῆλον δὴ ὅτι καὶ τὸ γιγνῶσκον κατὰ τὴν ἑαυτοῦ γιγνώσκει φύσιν· ἀλλ’, οὐχ ὅτι τὸ γιγνωσκόμενον ἓν καὶ ταὐτὸν, διὰ τοῦτο καὶ τὰ γιγνώσκοντα παραπλησίως ἐπιβάλλει τοῖς γνωστοῖς· καὶ γὰρ αἴσθησις γιγνώσκει τὸ λευκὸν καὶ δόξα καὶ νοῦς ἡμέτερος, ἀλλ’ οὐχ ὡσαύτως· οὐδὲ γὰρ τὸ τί ἦν εἶναι τοῦ λευκοῦ γιγνώσκειν τὴν αἴσθησιν δυνατόν· οὐδὲ ὡς νοῦς, οὕτω καὶ ἡ δόξα τῶν οἰκείων ἀντιλαμβάνεται γνωστῶν· ὁ μὲν γὰρ καὶ τὴν αἰτίαν οἶδεν, ἡ δὲ τὸ ὅτι μόνον· ταύτῃ γοῦν καὶ διαφέρειν λέγομεν ὀρθὴν δόξαν ἐπιστήμης, τῆς μὲν αὐτὸ μόνον καθ’ αὑτὸ τὸ ὅτι γιγνωσκούσης καὶ διὰ τοῦτο ἀσθενούσης, τῆς δὲ μετὰ τῆς αἰτίας αἱρούσης τὸ γνωστὸν καὶ τὸ αὐτὸ κρειττόνως περιλαμβάνειν δυναμένης. |
| in Prm 957 [40] | Αὐτὸ δὲ τὸ νοητὸν οὐχὶ γιγνώσκει μὲν καὶ ὁ πολυτίμητος νοῦς, γιγνώσκομεν δὲ καὶ ἡμεῖς, ὡς εἴρηται πρὸ τούτων, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον διὰ τὴν τῆς γνωστικῆς δυνάμεως ἐξαλλαγήν; Ὡς ἄρα ἔχει τὸ γιγνῶσκον φύσεως, οὕτως ἔχει καὶ ἡ γνῶσις· ἀλλ’ οὐχ ὡς ἔχει τὸ γιγνωσκόμενον, οὕτως ὑπὸ πάντων γιγνώσκεσθαι πέφυκεν, ἀλλὰ κρειττόνως μὲν ὑπὸ τῶν κρειττόνων, ὑφειμένως δὲ ἐκ τῶν καταδεεστέρων. Τί δὴ οὖν θαυμαστὸν, εἰ καὶ ὁ θεὸς γιγνώσκει πάντα ὡς πέφυκεν, ἀμερίστως μὲν τὰ μεριστὰ, μονοειδῶς δὲ τὰ πεπληθυσμένα, ἀϊδίως δὲ τὰ γεννητὰ, καὶ ὁλικῶς τὰ μερικὰ, καὶ ἁπλῶς εἰπεῖν, ἄλλως ἢ ὡς ἔχει τῶν πραγμάτων ἕκαστον, καὶ τῇ τοιαύτῃ γνώσει σύνδρομον ἔχει τὴν τῶν ἁπάντων παραγωγὴν, καὶ αὐτῷ τῷ γιγνώσκειν ἁπλαῖς καὶ ἡνωμέναις γνώσεσι τὰ πάντα δίδωσιν ἑκάστοις τὸ εἶναι καὶ τὴν εἰς τὸ εἶναι πάροδον; Καὶ γὰρ ἄλλως τῆς ἀκοῆς τὰ ἀκουστὰ, καὶ τῆς κοινῆς αἰσθήσεως ἄλλως πρὸ τούτων τὰ αἰσθητὰ πάντα· πρὸ ταύτης πάλιν, ἄλλως ὁ λόγος καὶ ταῦτα καὶ τὰ ἄλλα γιγνώσκει ὅσα μὴ αἴσθησις. Καὶ αὖ πάλιν τῆς ἐπιθυμίας ἄλλων ὀρεγομένης, τοῦ θυμοῦ δὲ ἄλλων ἐφιεμένου καὶ τῆς προαιρέσεως εἰς ἄλληλα κινούσης, ἔστι τις μία ζωὴ πρὸς πάντα ταῦτα κινοῦσα τὴν ψυχὴν, δι’ ἥν φαμεν, ἐγὼ ἐπιθυμῶ, καὶ ἐγὼ θυμοῦμαι, καὶ ἐγὼ προαιροῦμαι· συνεπινεύει γὰρ ἐκείνη πάσαις καὶ συζῇ μετὰ πασῶν, οὖσα δύναμις ὁρμητικὴ πρὸς πᾶν ὀρεκτόν. Καὶ δὴ καὶ πρὸ τούτων ἀμφοτέρων ἔστι τῆς ψυχῆς ἓν, ὃ δὴ λέγει πολλάκις, ἐγὼ αἰσθάνομαι, καὶ ἐγὼ λογίζομαι, καὶ ἐγὼ ἐπιθυμῶ, καὶ ἐγὼ βούλομαι, καὶ παρακολουθοῦν πάσαις ταύταις ταῖς ἐνεργείαις καὶ συνεργοῦν αὐταῖς. |
| in Prm 958 [5] | Ἢ οὐκ ἂν ἐγιγνώσκομεν πάσας, οὐδ’ ἂν εἴποιμεν ὅτῳ διαφέρουσι, μὴ ἑνός τινος τοῦ γιγνώσκοντος πάσας ἀμεροῦς ὄντος ἐν ἡμῖν, ὃ δὴ καὶ ἐπὶ τῆς κοινῆς αἰσθήσεως καὶ πρὸ δόξης καὶ πρὸ ἐπιθυμίας καὶ πρὸ βουλήσεως ὂν, καὶ τὰς ἐκείνων οἶδε γνώσεις, καὶ τὰς ὀρέξεις αὐτῶν ἀμερῶς συνῄρηκεν, ἐφ’ ἑκάστῳ λέγον τὸ ἐγὼ καὶ τὸ ἐνεργῶ. Πῶς ἀπιστεῖν ὀρθὸν, τὴν ἀμερῆ τοῦ θεοῦ γνῶσιν οὐκ οὖσαν αἰσθητικὴν τὰ αἰσθητὰ γιγνώσκειν, οὐδὲ μεριστὴν τὰ μεριστὰ, τὸν αὑτῇ προσήκοντα τρόπον, οὐδὲ τοπικῶς παροῦσαν τοῖς ἐν τόπῳ οὖσιν εἰδέναι καὶ ταῦτα πρὸ τῆς κατὰ τόπον πάσης παρουσίας, καὶ διδόναι πᾶσιν ὅσα δύναται τῶν δεχομένων ἕκαστον λαμβάνειν, καὶ ἐξῃρημένην ἀπ’ αὐτῶν; Οὔτ’ οὖν τὸ ἀστάθμητον τῶν φαινομένων ἀσταθμήτως ὑπ’ αὐτοῦ γιγνώσκεται, ἀλλ’ ὡρισμένως· οὔτε τὸ πολυμετάβολον ἀμφιβόλως, ἀλλ’ ἀεὶ ὡσαύτως· οὔτε τὸ ποικίλον πραγματειωδῶς· αὐτῷ γὰρ τῷ ἑαυτὸν νοεῖν οἶδε τὰ πάντα ὧν αἴτιός ἐστιν, ἀκριβεστέραν γνῶσιν ἔχων, ἢ εἰ τὰς συστοίχους τοῖς γιγνωσκομένοις αὐτῷ τις γνώσεις ἀπένεμε· τὸ γὰρ ἐξ αἰτίας γιγνώσκειν ἕκαστον πάσης κρατεῖ τῆς ἄλλης γνώσεως. Ἀπράγμων οὖν ἡ γνῶσις, διότι τὸ γιγνῶσκον ἐν ἑαυτῷ μένει, καὶ ἑαυτὸ μόνον εἰδὸς οἶδε τὰ πάντα, καὶ οὔτε αἰσθήσεως οὔτε δόξης ἢ ἐπιστήμης δεῖται πρὸς τὴν τῶν αἰσθητῶν γνῶσιν· αὐτὸς γάρ ἐστιν ὁ ταῦτα πάντα παράγων, καὶ ταῖς ἀβύσσοις ἑαυτοῦ νοήσεσι κατ’ αἰτίαν καὶ ἐν ἁπλότητι μιᾷ περιέχει πάντων τούτων τὴν ἡνωμένην γνῶσιν· οἷον εἴ τις ναῦν κατασκευασάμενος ἐμβιβάσειεν ἀνθρώπους εἰς αὐτὴν ὧν ἐστιν αὐτὸς ὑποστάτης, καὶ τῇ θαλάττῃ τὴν ναῦν ἐπιδοίη, καὶ ἀνέμους δή τινας περιαγάγοι τὴν Αἰόλου τέχνην ἔχων, καὶ οὕτως ἀφείη φέρεσθαι τὴν ναῦν, καὶ ταῦτα πάντα αὐτῷ τῷ ἐννοῆσαι ποιήσειεν· οἷον εἰ φαντασθεὶς οὕτω ταῦτα ὑποστήσειεν ἐκτὸς, ἃ ἔνδοθεν ἦν ἐν αὐτῷ φανταστικῶς, δῆλον δὴ ὅτι πάντων τῶν περὶ τὴν ναῦν ὑπὸ τῶν ἀνέμων ἐν τῇ θαλάττῃ συμπιπτόντων αὐτὸς ἔχει τὴν αἰτίαν, καὶ τὰς ἑαυτοῦ θεωρῶν ἐννοίας ἅμα καὶ ποιεῖ καὶ γιγνώσκει τὰ ἔξω, μηδὲν τῆς ἐπ’ αὐτὰ δεόμενος ἐπιστροφῆς. |
| in Prm 959 [5] | Οὕτω γὰρ δὴ καὶ ἔτι μειζόνως καὶ ὁ θεῖος νοῦς ἔχων τὰς αἰτίας τῶν πάντων ἅμα καὶ ὑφίστησι πάντα καὶ θεωρεῖ, μὴ ἐξιστάμενος τῆς ἑαυτοῦ περιωπῆς. Εἰ δὲ νοῦς ὁ μὲν ὁλικώτερος, ὁ δὲ μερικώτερος, δηλονότι οὐχ ἡ αὐτὴ πάντων νόησίς ἐστιν· ἀλλ’ ὅπου μὲν ὁλικώτερα τὰ νοητὰ καὶ ἀδιαίρετα, καὶ ἡ γνῶσις ὁλικὴ καὶ ἀδιαίρετος, ὅπου δὲ εἰς πλῆθος καὶ ἔκτασιν ὁ τῶν εἰδῶν προῆλθεν ἀριθμὸς, ἐκεῖ καὶ ἡ γνῶσις μία καὶ πολυειδής. Καὶ οὐκ ἂν θαυμασαίμεθα τῶν Ὀρφικῶν ἀκούοντες ἐπῶν, ἐν οἷς φησιν ὁ Θεολόγος· Αὕτη δὲ Ζηνὸς καὶ ἐν ὄμμασι πατρὸς ἄνακτος, Ναίους’ ἀθάνατοί τε θεοὶ θνητοί τ’ ἄνθρωποι, Ὅσσα τ’ ἔην γεγαῶτα καὶ ὕστερον ὅππος’ ἔμελλεν. Πάντων γάρ ἐστι πλήρης τῶν νοητῶν καὶ πάντων ἔχει τὰς διῃρημένας αἰτίας, ὥστε καὶ ἀνθρώπους καὶ τἄλλα πάντα γεννᾷ κατὰ τὰς αὐτῶν ἰδιότητας, οὐ καθόσον ἕκαστον θεῖόν ἐστιν ὥσπερ ὁ πρὸ αὐτοῦ πατὴρ ὁ νοητός· διόπερ οὗτος μὲν καλεῖται πατὴρ τῶν κατ’ εἶδος διῃρημένων καὶ διὰ πάντων λέγεται φοιτᾷν, ἐκεῖνος δὲ τῶν κατὰ γένη διῃρημένων καὶ ἔστι τῶν ὅλων πατὴρ, καίτοι πολλῷ πρότερον ἐκεῖνος πάντων ἐστὶ πατὴρ, ἀλλὰ πάντων ᾗ θείας ἕκαστον μετέχει δυνάμεως. Καὶ ἡ γνῶσις τῷ μὲν ὑπάρχει καὶ ἰδίᾳ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ κοινῇ μετὰ τῶν ἄλλων· ἦν γὰρ ἐν αὐτῷ καὶ ἡ ἀνθρώπων αἰτία, διῃρημένη τε ἀπὸ τῶν ἄλλων καὶ συνηνωμένη πάσαις αὐταῖς· τῷ δὲ ὁμοῦ πάντων ἑνιαίως καὶ ἀδιαιρέτως, οἷον καὶ ἀνθρώπου, καθόσον ζῶον πεζὸν καὶ ὁ ἄνθρωπος· ὡς γὰρ τὸ ἐκεῖ πεζὸν ἀθρόως ἐστὶ πάντων αἴτιον, θεῶν, ἀγγέλων, δαιμόνων, ἡρώων, ψυχῶν, ζώων, φυτῶν, τῶν ἐν γῇ πάντων, οὕτω δὴ καὶ ἡ γνῶσις μία πάντων ὁμοῦ τούτων ὡς ἑνὸς γένους, καὶ οὐ διῃρημένως τῶν ἀνθρωπίνων πραγμάτων. |
| in Prm 960 [40] | Καὶ ὥσπερ ἐν ἡμῖν αἱ καθολικώτεραι τῶν ὑπ’ αὐτάς εἰσι, καθὰ καὶ Ἀριστοτέλης φησὶ, καὶ μᾶλλον ἐπιστῆμαι καὶ συγγενέστεραι πρὸς νοῦν (καὶ γὰρ περιληπτικωτέροις χρῶνται συμπεράσμασιν), οὕτω καὶ ἐν τοῖς θεοῖς αἱ κρείττους νοήσεις καὶ ἁπλούστεραι τὴν τῶν δευτέρων ποικιλίαν προειλήφασι. Καὶ τοῦ ἀνθρώπου τοίνυν ἡ μὲν πρωτίστη γνῶσίς ἐστιν ἐν θεοῖς ὡς ὄντος, καὶ ἔστι μία νόησις ἡ πᾶν τὸ ὂν ὡς ἓν κατὰ μίαν ἕνωσιν γιγνώσκουσα· ἡ δὲ δευτέρα, ὡς ἀεὶ ὄντος· αὕτη γὰρ ἡ γνῶσις πᾶν τὸ ἀεὶ ὂν ἑνοειδῶς περιέχει κατὰ μίαν αἰτίαν· ἡ δὲ μετὰ ταύτην, ὡς ζώου· καθ’ ἕνωσιν γὰρ καὶ αὐτὴ νοεῖ τὸ ζῶον· ἡ δὲ μετὰ ταύτην, ὡς ὑπὸ τόδε τὸ γένος τελοῦντος, οἷον ὡς πεζόν· ἔστι γὰρ μία νόησις παντὸς ἐκείνου τοῦ γένους ὡς ἑνὸς, καὶ ἡ διαίρεσις ἐπὶ ταύτης πρῶτον καὶ ποικιλία μετὰ τῆς ἁπλότητος. Ἀλλ’ ὅμως οὐδὲ ἐπ’ αὐτῆς ἡ νόησις ἀνθρώπου μόνον· οὐδὲ γὰρ ταὐτὸν ὡς ἕν τι νοεῖν τὸ χθόνιον πᾶν καὶ ἄνθρωπον. Ἐν δὲ τοῖς δημιουργικοῖς ἄρα καὶ ὅλως νοεροῖς εἴδεσίν ἐστι καὶ ἀνθρώπου τις νόησις ὡς ἀνθρώπου, διότι καὶ τὸ εἶδος τοῦτο διακέκριται τῶν ἄλλων ἐν ταύταις ταῖς τάξεσιν. Ἅμα ἄρα δέδεικται καὶ ὅπως τῶν ἀνθρωπίνων ἔχει τὴν γνῶσιν καὶ ὅπως δεσπόζει πάντων, καὶ ᾗ θεῖα τὰ πάντα καὶ ᾗ μετέχει θείας τινὸς ἰδιότητος. Ἀλλὰ τοῦτο μὲν, οἶμαι, μετρίως ὑπομέμνηται. Ὅτι δὲ ἐν τῇ πρώτῃ τάξει τῶν ἰδεῶν καὶ ἡ αὐτοδεσποτεία καὶ ἡ αὐτοεπιστήμη, δῆλον· ἐκεῖ γὰρ καὶ ἡ νόησις ἡ θεία πάντων ἑνιαίως, καὶ ἡ δύναμις ἡ κρατητικὴ τῶν ὅλων, ἡ μὲν οὖσα πηγὴ πάσης γνώσεως, ἡ δὲ πρωτουργὸς αἰτία πάσης δεσποτείας, εἴτε ἐν θεοῖς εἶεν, εἴτε ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν, εἴτε ἐν ψυχαῖς. |
| in Prm 961 [40] | Καὶ τάχα διὰ τοῦτο καὶ γένος ἐπιστήμης ἐνταῦθα τὴν νόησιν προσείρηκε, τῶν ἐκείνων εἰδῶν τὸ περιληπτικὸν αὐτῆς καὶ τὸ ἑνοειδὲς ἐπιδεῖξαι βουλόμενος· ἀνωτέρω δὲ, εἶδος αὐτὴν μόνον προσηγόρευσεν ἐπὶ τῶν μέσων ἰδεῶν· ἀπὸ γὰρ τῆς νοητῆς γνώσεως πληροῦνται καὶ οἱ μέσοι διάκοσμοι τῆς ἑαυτοῖς ἐπιβαλλούσης νοήσεως καὶ πάντες οἱ θεῖοι νόες, καὶ τοῦτον ἔχει λόγον ἡ ἐν τούτοις νόησις πρὸς ἐκείνην ὃν εἶδος πρὸς τὸ γένος. Εἰ δὲ καὶ τὸ πολὺ ἀκριβέστερον ἐπὶ ταύτης εἴρηται τῆς ἐπιστήμης, δῆλον δὴ ὅτι τὸ ἑνικώτερον αὐτῆς παρίστησιν ἡμῖν ἡ τοιαύτη προσθήκη· τοῦτο γάρ ἐστιν ἀκριβὲς, τὸ ἐμπεριλαμβάνον πάντα καὶ μηδὲν ἔξω ἑαυτοῦ καταλιμπάνον. Οὐκοῦν εἴπερ τι ἄλλο αὐτῆς ἐπιστήμης μετέχε ι , οὐκ ἄν τινα μᾶλλον ἢ θεὸν φαίης ἔχειν τὴν ἀκριβεστάτην ἐπιστήμη ν ; — Ἀνάγκ η. (P. 134 C.) Πᾶς μὲν ὁ θεῖος νοῦς καὶ πᾶσα θεῶν τάξις ἐν ἑαυτῇ καὶ τὴν γνῶσιν καὶ τὴν αἰτίαν προείληφε τῶν ὅλων· οὔτε γὰρ αἱ γνώσεις αὐτῶν ἀδρανεῖς εἰσιν ἐν αὐτῷ τῷ γιγνώσκειν ἔχουσαι τὸ ἀόριστον, ἀλλὰ καὶ γιγνώσκουσι πάντα καὶ χορηγοῦσι τὰ ἀγαθά· τὸ γὰρ πρώτως ἀγαθὸν βούλεται καὶ τοῖς δευτέροις ἐπιλάμπειν τὴν ἀφ’ ἑαυτοῦ χορηγίαν· οὔτε αἱ ποιήσεις ἄλογοί τινες καὶ χωρὶς γνώσεως· φύσεως γὰρ ἔργον τοῦτο καὶ ζωῆς ἐσχάτης, ἀλλ’ οὐ τῆς θείας, ἣ καὶ αὐτὰς παράγει τὰς λογικὰς οὐσίας. Ὁμοῦ δὴ οὖν καὶ γιγνώσκουσι πάντα καὶ ποιοῦσι, καὶ πρὸ τούτων κατὰ τὴν βούλησιν τὴν ἑαυτῶν καὶ τὴν γνῶσιν προειλήφασι τῶν ὅλων καὶ τὴν ποιητικὴν δύναμιν· ὥστε καὶ βουλητῶς καὶ γνωστικῶς καὶ δυνατῶς προεστᾶσι πάντων, καὶ διὰ τὴν τριάδα ταύτην πάντα τῆς αὐτῶν ἀπολαύει προμηθείας. Καὶ εἴπερ ἐθέλεις, τὰ μεριστῶς ὑπάρχοντα τοῖς δευτέροις ἑνώσας, καὶ ἐπὶ τὴν θείαν ἀναπέμπειν αἰτίαν, ἴσως ἂν ἀκριβεστέρας περὶ αὐτῆς ἀληθείας ἀντιλάβοιο. |
| in Prm 962 [40] | Δοκεῖ γοῦν ἡ μὲν φύσις λόγους ἔχειν ποιητικοὺς, οὐ γνωστικούς· ἡ δὲ διάνοια, γνῶσιν ἐν ἑαυτῇ τὸ τέλος ἔχουσαν· ἡ δὲ προαίρεσις, τὸ ἀγαθὸν καὶ τὴν βούλησιν τὴν τῶν ἀγαθῶν. Αὐτὰ δὴ οὖν ἐν ἑνὶ συλλαβὼν, τὸ βουλητὸν, τὸ γνωστικὸν, τὸ δραστήριον, καὶ πρὸ αὐτῶν τὴν ἑνάδα τὴν θείαν νοήσας, ἐπὶ τὸ θεῖον ἀνάπεμψον, ὡς ἐκεῖ πάντων ἅμα τούτων ἑνοειδῶς προϋπαρχόντων. Πάντων δὲ θεῶν πάντα ταῦτα ἐχόντων, δοκεῖ διαφερόντως ἐν τοῖς νοητοῖς καὶ ἡ πρωτίστη νόησις εἶναι, καὶ ἡ πρωτίστη τῆς τῶν ὅλων ἀπογεννήσεως δύναμις, καὶ ἡ τῆς βουλήσεως ἀγαθότης· ἅτε γὰρ προσεχῶς μετὰ τὴν πηγὴν ὑποστάντα τῶν ἀγαθῶν, ταῦτα γίγνεται πρὸς τοὺς δευτέρους ἑαυτῶν ὃ τὸ ἀγαθόν ἐστι τοῖς ὅλοις, τὸ μὲν ὑπεραίτιον αὐτοῦ διὰ τῆς πατρικῆς δυνάμεως, τἀγαθὸν δὲ διὰ τῆς ἀγαθοειδοῦς βουλήσεως, τὸ δὲ ὑπὲρ πᾶσαν γνῶσιν ἀποτυπωσάμενα διὰ τῆς κρυφίου καὶ ἡνωμένης νοήσεως. Δοκεῖ δέ μοι καὶ διὰ τοῦτο νῦν πρῶτον καλέσαι τὰ εἴδη θεοὺ ς, ὡς ἐπὶ τὴν πρωτίστην αὐτῶν πηγὴν ἀναδεδραμηκὼς, καὶ ὡς ἑνοειδῆ καὶ ἐγγυτάτω τἀγαθοῦ, καὶ ὡς οὕτω πάντων γνωστικὰ καὶ κρατητικὰ, καθόσον ἕκαστα θείας μετέχει δυνάμεως καὶ καθόσον πάντα συνήρτηται τοῖς θεοῖς. Ἆ ρ ’ οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ πα ρ ’ ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχω ν ; — Τί γὰρ ο ὔ ; — Ὅτ ι , ἔφη ὁ Παρμενίδη ς , ὡμολόγηται ἡμῖ ν , ὦ Σώκρατε ς , μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ πα ρ ’ ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχε ι , μήτε τὰ πα ρ ’ ἡμῖν πρὸς ἐκεῖν α , ἀλ λ ’ αὐτὰ πρὸς αὑτὰ ἑκάτερ α . — Ὡμολόγηται γά ρ. (P. 134 C.) Ταῦτα ὅπως μὲν ἐπὶ τῶν νοερῶν εἰδῶν προτεινόμενα διαλυτέον, οὐδὲν δεῖ λέγειν· αὐτὸς γὰρ ἑαυτὸν γιγνώσκει· δῆλον οὖν ὅτι καθὸ πάντων αἴτιος, αὐτῷ τῷ εἶναι περιέχει τὴν τῶν ὅλων γεννητικὴν αἰτίαν. |
| in Prm 963 [5] | ᾟ οὖν αἴτιός ἐστι πάντων, γιγνώσκων, καὶ τὰ ἐν ἑαυτῷ πρωτουργὰ θεώμενος αἴτια, καὶ τὰ πάντα οἶδε κατὰ τὸν θεῖον ὅρον καὶ τὸν τέλεον νοῦν καὶ τὴν μίαν ὅλων περίληψιν. Καὶ οὐδὲν δεῖ θαυμάζειν ὅπως τὰ μὴ νοητὰ γιγνώσκει νοῦς αὐτὸς ὢν, καὶ τὰ μεριστὰ μὴ μεριστὸς ὢν, καὶ τὰ αἰσθητὰ ὑπὲρ τὸν κόσμον ἱδρυμένος, καὶ ἔτι τὰ αἰσχρὰ καὶ ὅλως τὰ κακά· ταῦτα μὲν γὰρ οὐ πάντη κακά ἐστιν, ἀλλὰ καὶ ἀγαθὰ, καὶ οὐ τῷ νῷ μόνον, ἀλλ’ οὐδὲ τῷ κόσμῳ κακά. Μιᾷ τοίνυν τοῦ ἀγαθοῦ γνώσει, καὶ ὅσα πρώτως ἐστὶν ἀγαθὰ, καὶ ὅσα δευτέρως, καὶ ὅσα ἁπλῶς, καὶ ὅσα τινὶ μὲν ἔστι, τινὶ δὲ οὐδαμῶς ἀγαθὰ, καὶ ὅλως πάσας τὰς προόδους τῶν ἀγαθῶν ἐν ἑαυτῷ προείληφεν· ὡς γὰρ τῇ μιᾷ τοῦ ὁμοίου γνώσει πᾶν γιγνώσκει τὸ ὁπωσοῦν ὅμοιον, εἴτε ἐν ἀσωμάτοις, εἴτε ἐν σώμασι φανταζόμενον, οὕτω δὴ καὶ ἡ μία τοῦ ἀγαθοῦ γνῶσις ἐν αὐτῷ πάντα, ὅσων ἐστὶν ὁπωσοῦν αἴτιον τὸ ἀγαθὸν, ἑνοειδῶς προείληφεν· οἱ δὲ μερίζοντες καὶ τὸ ᾗ κακὸν σκοποῦντες ἡμεῖς ἄρα ἐσμὲν, ἐπεὶ παρά γε τῷ θεῷ μία καὶ ἁπλῆ καὶ ἀμέριστος ἡ γνῶσις κατὰ τὴν τοῦ ἀγαθοῦ μονάδα. Καὶ δὴ ἐπὶ τῶν ἄλλων εἰδῶν ὁμοίως· κατὰ γὰρ τὴν αὑτοῦ φύσιν ἀμέριστος ὢν καὶ τὰς ἀμερίστους αἰτίας τῶν μεριστῶν ἔχων, διὰ τῆς τούτων γνώσεως πάντα καὶ τὰ μεριστὰ προείληφε. Καὶ ταῦτα ἀναγκαῖον οὕτως ἔχειν· τί γὰρ τῶν ἀξιωμάτων τούτων ἀναιρήσομεν; ἆρα τὸ τῶν μεριστῶν ἀμερίστους εἶναι τὰς αἰτίας; ἀλλ’ ὁρῶμεν ὅτι καὶ ἡ μονὰς αἰτία τῶν ἀριθμῶν, καὶ ἡ φύσις ἀσώματος οὖσα τῶν σωμάτων, καὶ τὸ σημεῖον τῶν μεγεθῶν, καὶ πανταχοῦ τὰ ἑνοειδέστερα τῆς ὑποστάσεως ἐξηγούμενα τοῖς πεπληθυσμένοις καὶ μᾶλλον εἰς διάστασιν προεληλυθόσιν. Ἀλλὰ τὸ τὸν νοῦν ἀμερῶς ἔχειν τὰς αἰτίας τῶν μεριστῶν; ἀλλὰ τοῦτο δέδεικται καὶ πρότερον ὅτι ὁ δημιουργὸς, ὅτι ἑαυτῷ παραπλήσια ποιῶν, ὅτι καὶ τοῦ εὖ εἶναι πᾶσι χορηγός. Ἀλλὰ τὸ ἀμερεῖς ἔχειν αἰτίας ἔχοντα γιγνώσκειν αὐτάς; καὶ τί θαυμαστὸν τὸν νοῦν ἑαυτὸν γιγνώσκειν, ὅπου γε καὶ ἡμῖν τὸ νοερῶς ὑπάρχει ζῇν ἐν τῷ ἑαυτοὺς γιγνώσκειν; Οὐδὲν ἄρα ἄτοπον εἰ ὁ νοῦς ἀμερίστως γιγνώσκει τὰ μεριστὰ, καὶ εἰ μᾶλλον αὐτὰ γιγνώσκει τῆς συστοίχου γνώσεως· τὸ γὰρ ἐκ τῆς αἰτίας γιγνώσκειν πολὺ μᾶλλόν ἐστιν ἀκριβέστερον τῆς ἄνευ αἰτίας ἐπιβολῆς. |
| in Prm 964 [5] | Ἐῶ λέγειν ὅτι καὶ οἱ θεολόγοι νοερὰν ἡμῖν παραδεδώκασιν αἴσθησιν, καθ’ ἣν ὁ θεῖος νοῦς πᾶν κυβερνᾷ καὶ γιγνώσκει τὸ αἰσθητὸν, πάσας τὰς τοιαύτας ἐνστάσεις ἡμῶν πόῤῥωθεν διαφέροντες· ὥστε καὶ τὰ αἰσθητὰ γιγνώσκειν αὐτὸν αἰσθητικῶς, ἀλλὰ καὶ ταῦτα, ᾗ νοερά ἐστιν· ἐν αὐτῷ γὰρ καὶ ἡ αἴσθησις νοερόν ἐστιν εἶδος ζωῆς· πᾶν γὰρ τὸ ἐν νῷ ὂν νοερόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· οὐδὲν γοῦν ἀμενηνὸν οὐδὲ ἄζωον οὐδὲ ἀνόητον ἐν νῷ τῷ κατ’ ἐνέργειαν. Ὅπως μὲν οὖν, ὅπερ ἔφην, ἐπὶ τῶν νοερῶν εἰδῶν διαλυτέον τὰς ἀπορίας, εἴρηται πολλάκις. Εἰ δὲ δὴ γιγνώσκων ὁ θεὸς ἑαυτὸν αἴτιον ὄντα τῶν μετ’ αὐτὸν γιγνώσκει καὶ ὧν αἴτιός ἐστιν, ἐντεῦθεν στησόμεθα καὶ πρὸς Ἀριστοτέλην, καὶ δείξομεν ὅπως ὁ κατ’ αὐτὸν νοῦς ἑαυτὸν εἰδὼς ὄντα πᾶσιν ὀρεκτὸν οἶδε καὶ τὰ πάντα ὅσα ὀρέγεται αὑτοῦ, καὶ ἑαυτὸν ὡρισμένως εἰδὼς οἶδε καὶ τὰ ὀρεγόμενα αὑτοῦ ὡρισμένως· τὸν γὰρ τῶν πρός τι θάτερον ὡρισμένως εἰδότα θάτερον μὴ εἰδέναι ὡρισμένως ἀμήχανον· πάντων γὰρ καὶ ἐκεῖνος ἕξει τὴν εἴδησιν ὡρισμένην ἑαυτὸν ὡρισμένως εἰδώς. Οὐκ ἄρα ἀφαιρετέον τοῦ νοῦ τὴν πάντων γνῶσιν ἔχοντος τὴν ἑαυτοῦ γνῶσιν, ἣν ἔχων οἶδε καὶ ὅτι ὀρεκτός ἐστι πᾶσιν. Ὅπως δὲ ἀληθεύουσιν οἱ λόγοι τοῦ Παρμενίδου καὶ ἐπὶ ποίων εἰδῶν, πάλιν ὑπομνηστέον· τὰ γὰρ νοητὰ εἴδη τοιαύτην οὐκ ἔχει γνῶσιν τῶν ἡμετέρων οἵαν τὰ νοερὰ, διωρισμένην τῶν ἀνθρωπείων ᾗ ἀνθρώπεια, καὶ ὅλως τῶν ἀτόμων εἰδῶν, καὶ ὅλως τῶν αἰσθητῶν, ἀλλ’ ἑνοειδῆ καὶ ὁλικὴν καὶ μοναδικὴν πάντων ὁμοῦ τῶν ὑφ’ ἓν γένος ταττομένων, λέγω δὴ τὸ οὐράνιον καὶ τὸ ἀέριον, ἢ τὸ ἔνυδρον ἢ τὸ πεζὸν, εἴτε θεῶν, εἴτε τῶν κρειττόνων γενῶν, εἴτε τῶν θνητῶν τὴν περιοχὴν, ὡς θείων ὄντων καὶ ὡς ζώων ἁπλῶς καὶ ὡς ἀδιαιρέτων ἀπ’ ἀλλήλων. |
| in Prm 965 [15] | Ἡ οὖν πρωτίστη ἐπιστήμη καὶ νόησις οὐκ ἔστιν εἶδος τῶν παρ’ ἡμῖν (μερικὰ γὰρ ταῦτα, μᾶλλον δὲ μερικώτατα λοιπὸν), ἀλλὰ τῶν ὅλων ὅλως ὁμοῦ καὶ ἑνοειδῶς, ἐν τῷ νῷ πάντων ὄντων ἀμερίστως. Ἐπὶ δὲ τούτων νοητῶν εἰδῶν ἀληθὲς καὶ τὸ μὴ πρὸς ἡμᾶς αὐτὰ τὴν δύναμιν ἔχει ν , μηδὲ ἡμᾶς πρὸς ἐκεῖν α· καὶ γὰρ ἡμῖν ἄγνωστά ἐστι καὶ ὑπὲρ τὴν ἡμετέραν ἵδρυται νόησιν, ἐν τῷ ἀδύτῳ κεκρυμμένα τοῦ πατρὸς, καὶ, ὥς φησιν ὁ θεολόγος, μόνῃ γνώριμα τῇ προσεχῶς μετὰ ταῦτα τάξει τῶν θεῶν· καὶ κρείττων ἡ δύναμις αὐτῶν, ἢ ὥστε ἡμῶν αὐτόθεν εἶναι γεννητική· θεοὺς γὰρ ὑφίστησιν, ὡς εἴρηται πολλάκις, καὶ θεοῖς ἐπιβέβηκεν, ἀλλ’ οὐ ψυχαῖς· ἀπὸ δὲ τῶν νοερῶν γενῶν τε καὶ εἰδῶν καὶ ψυχῶν πλήθη καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ζώων πρόοδοι γεγόνασιν. Οὐκοῦν εἰ παρὰ τῷ θεῷ αὕτη ἐστὶν ἡ ἀκριβεστάτη δεσποτεία καὶ αὕτη ἡ ἀκριβεστάτη ἐπιστήμ η , οὔ τ ’ ἂν ἡ δεσποτεία ἡ ἐκείνων ἡμῶν ποτε ἂν δεσπόσειε ν , οὔ τ ’ ἂν ἡ ἐπιστήμη ἡμᾶς γνοί η , οὐδέ τι ἄλλο τῶν πα ρ ’ ἡμῖ ν , ἀλ λ ’ ὁμοίως ἡμεῖς τε ἐκείνων οὐκ ἄρχομεν τῇ πα ρ ’ ἡμῖν ἀρχ ῇ , οὐδὲ γιγνώσκομεν τοῦ θείου οὐδὲν τῇ ἡμετέρᾳ ἐπιστήμ ῃ , ἐκεῖνοί τε αὖ κατὰ τὸν αὐτὸν λόγον οὔτε δεσπόται ἡμῶν εἰσιν οὔτε γιγνώσκουσι τὰ ἀνθρώπεια πράγματα θεοὶ ὄντε ς . — Ἀλλὰ μὴ λία ν , ἔφ η , θαυμαστὸς ὁ λόγο ς , εἴ τις τὸν θεὸν ἀποστερήσειε τοῦ εἰδένα ι. (P. 134 D.) Συνέπλεξεν ὁμοῦ τῇ δεσποτείᾳ τὴν ἐπιστήμην, ἀφορμὰς ἡμῖν καταβαλλόμενος τοῦ δεικνύναι καὶ τοῖς ἄλλοις, ὅτι τὰ ἡμέτερα γιγνώσκουσιν οἱ θεοὶ καὶ δεσπόζουσιν ἡμῶν νοερῶς, καὶ ὅτι γιγνώσκουσιν ἄρα ἡμᾶς· καὶ εἰ μὴ γιγνώσκουσιν, οὐ δεσπόζουσιν, ὃ δὴ δοκεῖ πάντων εἶναι ἀτοπώτατον· φιλοῦσι γάρ πως ἄνθρωποι δεσπότας μὲν ἀδιστάκτως ἀποκαλεῖν τοὺς θεοὺς, ἔν τε ταῖς τῶν σωμάτων ἀσθενείαις ἐπ’ αὐτοὺς καταφεύγοντες, καὶ ὧν οὐ δύνανται καθ’ ἑαυτοὺς ἐνεργοῦντες κρατεῖν, ἐπὶ τούτων τοὺς θεοὺς παρακαλοῦντες, ὡς ἐκείνων πάντων ὁμοίως κρατεῖν δυναμένων· ἀπορεῖν δὲ εἰ καὶ γιγνώσκουσι τὰ ἡμέτερα καὶ ἔστι τις αὐτοῖς τῶν ἀνθρωπίνων λόγος· ὁρῶσι γὰρ ὅτι δυνάμεως μὲν ἔστι περιουσία τὸ πάντων ὁμοίως ἄρχειν καὶ πάντων ἐπικρατεῖν, γνώσεως δὲ ἀρετὴ τὸ τὰ ἄριστα γιγνώσκειν· πολλὰ γὰρ καὶ μὴ γιγνώσκειν φασὶν ἄμεινον. |
| in Prm 966 [40] | Τούτων οὖν τὴν μὲν δεσποτείαν καὶ τὴν ἐπικράτειαν τῶν ὅλων κατηγοροῦσι, τὴν δὲ γνῶσιν ἀφαιροῦσι· τὸ γὰρ τῆς ψυχῆς φιλόθεον ὁπόσον αὐτῇ φαίνεται κάλλιστον, τοσοῦτον ἐπὶ τὴν θείαν αἰτίαν ἀναφέρειν ἀξιοῖ. Καὶ τοῦτο μὲν λίαν ὀρθῶς· οὐ γὰρ ἔδει τὰ προελθόντα μόνον ὁρᾷν, ἀλλὰ καὶ τὰς ἐν αὐτῷ πάντων αἰτίας, ὅπου καὶ τὰ ἐνταῦθα πολὺ διαφέροντα συνήνωται ἀλλήλοις καὶ ὅμοιά πώς ἐστιν, ἐπεὶ καὶ τὸ σπουδαῖον ἔργον τοῦ μοχθηροῦ πάμπολυ διενήνοχε, καὶ οὐδὲ εἰπεῖν ὅσον· ἀλλ’ ἥ γε ἐν τοῖς ἐπιστήμοσι γνῶσις τῆς ἀρετῆς καὶ τῆς κακίας οὐ πολὺ διενήνοχε· καὶ τὸ μὲν ἐνεργεῖν ἀπὸ κακίας οὐκ ἀγαθὸν, τὸ δὲ γιγνώσκειν τὴν κακίαν ἀγαθὸν, εἴπερ καὶ τὸ τὴν ἀρετήν· τῶν γὰρ ἐναντίων μία καὶ ἡ αὐτὴ γνῶσίς ἐστι. Πάντα οὖν ἄμεινον τῷ νῷ γιγνώσκειν· ἐν αὑτῷ γὰρ ὄντα γιγνώσκει τὰ πάντα· ταῦτα δὲ αὐτῷ πάντα γιγνώσκειν ἄμεινον, ἵνα καὶ ὅλον ἑαυτὸν γιγνώσκῃ· τοῖς μὲν γὰρ εἰς τὰ ἔξω βλέπουσι πολλὰ μὴ γιγνώσκειν ἄμεινον· τὸ γὰρ εἰς ὕλην ἀμέτρως πεσὸν ἀναπίμπλαται τῆς ὑλικῆς αἰσχρότητος, βλέπον εἰς αὐτήν· τοῖς δὲ εἰς ἑαυτοὺς ἐπεστραμμένοις πάντα ὁμοίως γνωστὰ, καὶ ἡ διαφορὰ κατὰ τὸ ὁλικὸν τῆς γνώσεως, ἀλλ’ οὐ κατὰ τὸ γιγνώσκειν τε καὶ μὴ γιγνώσκειν. |
| in Prm 967 [10] | Ἔχει δὲ καὶ τὸ θεοὶ ὄντες προστεθὲν πολλήν τινα τὴν ἔνδειξιν τῆς ἀπορίας· πᾶν γὰρ τὸ θεῖον ἀγαθὸν, καὶ βούλεται πάντα πληροῦν τῶν ἀγαθῶν· πῶς οὖν ἢ ἀγνοήσει τὰ καθ’ ἡμᾶς, ἢ οὐ δεσπόσει τῶν δευτέρων; πῶς δὲ, ὧν ἐστιν αἴτιον, τούτων καὶ οὐκ ἄρξει κατὰ τὴν ἑαυτοῦ δύναμιν; πῶς δὲ οὐ προνοήσει κατὰ τὴν ἑαυτοῦ δύναμιν; πῶς δὲ οὐ προνοήσει κατὰ τὴν ἑαυτοῦ γνῶσιν; Καί μοι δοκεῖ καὶ τοῦτο προσθεῖναι τοῖς εἰρημένοις ὁ Παρμενίδης, τὸ θεοὺς ὄντας ἀτοπώτατον εἶναι τῶν πάντων τὰ ἡμέτερα ἀγνοεῖν ὧν δεσπόζουσι, βαθέως ἐνδεικνύμενος ὅτι θεοῖς ᾗ θεοῖς προσήκει μάλιστα τὰ πάντα γιγνώσκειν, καὶ προνοεῖν τὰ εἴδη πάντων, καθὸ εἴδη τοῦ εἶναι τὰ ὅλα αἴτιά ἐστι· καθὸ δὲ θεῖα, καὶ ταῦτα γιγνώσκειν πάντα κατὰ τὸ ἓν τὸ ἑαυτῶν· θεῖον γάρ ἐστιν ἔργον τὸ προνοεῖν, νοερὸν δὲ τὸ τῶν ὅλων εἰδῶν ὑποστατικὸν καὶ φρουρητικόν. Οὕτω δὲ καὶ ἐν Νόμοις αὐτοῖς αὐτὸς οὐκ ἄλλως εἶπε τὰς ὅλας ψυχὰς προνοεῖν, ἢ δοὺς αὐταῖς νοῦν θεῖον, ὡς τῷ θεῷ τῆς προνοίας προσηκούσης, ἀλλ’ οὐχὶ νῷ· νοῦ γὰρ καὶ ἄλλοις μέτεστι, θείου δὲ νοῦ ταῖς θείαις ψυχαῖς. Ὁ μὲν ὅλος συλλογισμὸς τοιοῦτός ἐστι τῶν προκειμένων· οἱ θεοὶ τὴν αὐτοεπιστήμην καὶ τὴν αὐτοδεσποτείαν ἔχουσι· τὰ τὴν αὐτοεπιστήμην καὶ τὴν αὐτοδεσποτείαν ἔχοντα οὐ πρὸς ἡμᾶς λέγεται τὴν ἐπιστήμην ἔχειν καὶ τὴν δεσποτείαν· οἱ ἄρα θεοὶ οὐ πρὸς ἡμᾶς ἔχουσι τὴν ἐπιστήμην καὶ τὴν δεσποτείαν, οὐ γιγνώσκουσιν ἡμᾶς οὐδὲ δεσπόζουσιν ἡμῶν· ἔχοιεν γὰρ ἂν τὴν ἐπιστήμην, ἡμῶν ἐπιστητῶν αὐτοῖς ὄντων, καὶ ἔχοιεν ἂν τὴν δεσποτείαν πρὸς ἡμᾶς, ἡμῶν δουλευόντων, ἅπερ ἐστὶν ἀτοπώτατα τῶν προειρημένων. Μάλιστα δέ μοι δοκεῖ τὴν ἀτοπίαν ἐμφῆναι βουλόμενος καὶ τὴν πρὸς τὰς διαστρόφους ἡμῶν ὑπολήψεις μάχην, τό τε τοῦ θεοῦ καὶ τὸ τῶν θεῶν ὄνομα φέρειν, τὸ μὲν ἐπὶ τῶν ἰδεῶν αὐτῶν, τὸ δὲ ἐπὶ τοῦ τὰς ἰδέας ἔχοντος· διότι τῶν μὲν ἰδεῶν ἁπλῶς τὴν δεσποτείαν ἢ γνῶσιν ἀφαιρεῖν καὶ τοῦ ἔχοντος αὐτὰς νοῦ πάντως ἐστὶν ἀληθὲς, εἰ πάντα λέγοιμεν τά τε κατὰ τὰς ἰδέας ὑποστάντα καὶ ὅσα τούτων ἔξω ἔστιν· οὐ γὰρ πάντων νοῦς ᾗ νοῦς γνωστικὸς, ἀλλὰ τῶν ὅλων, οὐδὲ πάντων αἱ ἰδέαι αἴτιαι, ἀλλὰ τῶν κατὰ φύσιν ἀεὶ ὄντων· ὥστε ἐπὶ τούτων οὐ πάνυ ψευδὴς ὁ λόγος, ὁ τὴν γνῶσιν αὐτῶν ἢ τὴν δεσποτείαν ἀφαιρῶν τῶν ἡμετέρων καθόσον ἡμεῖς τινές ἐσμεν, οὐ καθόσον ἄνθρωποι καὶ ἓν εἶδος ἔχομεν. |
| in Prm 968 [40] | Τὸν δὲ θεὸν καὶ τοὺς θεοὺς ἀνάγκη πάντα γιγνώσκειν, καὶ τὰ ἁπλῶς καὶ τά τινα, καὶ τὰ ἀεὶ καὶ τὰ ποτέ· καὶ πάντων δεσπόζειν, οὐ τῶν καθόλου μόνον, ἀλλὰ καὶ τῶν μερικῶν, μιᾶς παρ’ αὐτῶν προνοίας εἰς πάντα διηκούσης. Καὶ τὰ εἴδη οὖν καθόσον θεοὶ, καὶ ὁ νοῦς ᾗ θεὸς, πάντων ἔχουσι γνῶσιν καὶ πάντων δεσποτείαν· θεὸς δὲ ὁ νοῦς κατὰ τὸ ἓν, καὶ τὰ εἴδη καθόσον ἐστὶν ἐν αὐτοῖς τὸ ἐκ τἀγαθοῦ φῶς. Κατὰ τοῦτο τοίνυν κρείττω ὄντα τῆς εἰδητικῆς οὐσίας πάντων καὶ γνῶσιν καὶ πρόνοιαν κατεστήσατο μίαν· διόπερ ὁ ταῦτα ἀποφάσκων ἐπ’ αὐτῶν λόγος, οἱ θεοὶ οὐ δεσπόται ἡμῶν εἰσι ν, ἀτοπώτερός ἐστι καὶ μειζόνως ταῖς κοιναῖς ἡμῶν ἐννοίαις μαχόμενος. Ταῦτα καὶ ὁ Παρμενίδης βεβαιῶν ἐπήνεγκε μετὰ πολλῆς βαρύτητος, θεοὶ ὄντε ς · καὶ γὰρ ἐκεῖ μᾶλλον ἥνωται πρὸς τὴν ἑαυτοῦ θεότητα ἕκαστον, ἐν δὲ τῷ νοερῷ διακόσμῳ μᾶλλον διακέκριται κατὰ τὰ μέτρα τῆς ὑφέσεως. Καὶ ὁ Σωκράτης λίαν θαυμαστὸν ἀποκαλεῖ τὸν λόγον τὸν ἀποστεροῦντα τὸν θεὸν τοῦ εἰδέναι· καίτοι πρῶτον μὲν οὐκ ἔδει στέρησιν εἰπεῖν, ἀλλ’ ὑπεροχὴν γνώσεως· εἴρηται γὰρ ἡ γνῶσις ἐκείνη πολὺ τῶν ἄλλων ἀκριβεστέρα πασῶν· ἔπειτα εἰ καὶ στέρησιν ἔδει λέγειν, τῆς τῶν ἡμετέρων πραγματείας γνώσεως ἔδει τίθεσθαι τὴν στέρησιν, ἀλλ’ οὐχ ἁπλῶς γνώσεως· οὐδὲ γὰρ τοῦτο συνήγαγεν ὁ λόγος. |
| in Prm 969 [10] | Ἀλλ’ ἔοικεν αὐτὸς ἐπὶ τῶν νοερῶν εἰδῶν ἱστάμενος ἀτελέστερον ἀφάψασθαι τῆς τοῦ Παρμενίδου θεωρίας, ἀναγαγόντος τὴν τῶν εἰδῶν ὑπόθεσιν ἀπὸ τῶν αἰσθητῶν ἐπ’ αὐτὴν τὴν ἀκρότητα τὴν νοητὴν, ἐν ᾗ πρῶτον τὰ εἴδη καὶ ὁ τῶν ἀριθμῶν ἡνωμένος καὶ τῷ ἐκ τἀγαθοῦ φωτὶ τεθεωμένος, ἀφ’ οὗ λοιπὸν αὐτῷ πρὸς τὸ ἓν ὂν καὶ τὴν ἑστίαν τὴν τῶν ὄντων ἡ μετάβασις εὔκολος· δεῖ γὰρ, ἵνα πᾶσαν ἐκφήνωμεν τὴν τῶν ἰδεῶν σειρὰν, πρὸ τοῦ τῶν ἰδεῶν ἀριθμοῦ τὴν ἑνιαίαν ὑφεστάναι τῶν ὄντων αἰτίαν, καὶ τὸ κρυφίως καὶ τὸ ἑνοειδῶς ὂν καὶ ὑπὲρ εἶδος, ἀφ’ οὗ προῆλθεν ὁ τῶν ἑνικωτάτων ἰδεῶν ἀριθμὸς ἐπὶ πάσας τὰς δευτέρας τάξεις καὶ διακοσμήσεις· πρώτιστα γάρ ἐστιν εἴδη τὰ νοητὰ, δεύτερα δὲ τὰ νοητὰ μὲν, ἀλλ’ ὡς ἐν νοεροῖς, τρίτα δὲ τὰ συνεκτικὰ τῶν ὅλων, τέταρτα δὲ τὰ τελεσιουργὰ πάντων τῶν νοερῶν καὶ ὑπερκοσμίων, ἐπὶ δὲ τούτοις τὰ νοερὰ καὶ ταύτην ἔχοντα τὴν ἰδιότητα καθ’ αὑτήν· ἕκτην δὲ ἔλαχε τάξιν τὰ ἀφομοιωτικὰ δι’ ὧν πάντα τὰ δεύτερα τοῖς νοεροῖς εἴδεσιν ἐξομοιοῦται, ἑβδόμην δὲ τὰ ἀπόλυτα καὶ ὑπερουράνια συναγωγὸν δύναμιν ἔχοντα τῶν περὶ τὸν κόσμον διῃρημένων εἰδῶν, ἐσχάτην δὲ τὰ ἐγκόσμια· καὶ τούτων τὰ μὲν νοερὰ, τὰ δὲ ψυχικὰ, τὰ δὲ φυσικὰ, τὰ δὲ αἰσθητὰ, καὶ τούτων τὰ μὲν ἄϋλα, τὰ δὲ ἔνυλα· καὶ μέχρι τούτων ἡ πρόοδος τῶν εἰδῶν ἄνωθεν ἀπὸ τῶν νοητῶν, ἐν μὲν τῷ πέρατι τῶν νοητῶν ἐκφανεῖσα πρῶτον, καταλήξασα δὲ εἰς τὸ πέρας τῶν αἰσθητῶν. Καὶ δὴ καὶ ἀπὸ πάντων τῶν εἰδητικῶν διακόσμων ἥκειν ἀναγκαῖόν τι ἰδίωμα τοῖς προελθοῦσιν ἐσχάτοις εἴδεσι μέχρι τῶν αἰσθητικῶν εἰδῶν, οἷον ἀπὸ μὲν τῶν νοητῶν εἰδῶν τὸ ἀμετάβλητον, ἐκεῖνα γὰρ αἰώνια πρώτως· ἀπὸ δὲ τῆς πρωτίστης τάξεως τῶν νοητῶν καὶ νοερῶν τὸ σύνθημα ἕκαστον φέρειν ἄγνωστον τῶν οἰκείων παραδειγμάτων, καθὸ καὶ ἔλαχεν ἕκαστον ἰδίωμα τὸ θεῖον· ἀπὸ δὲ τῆς μέσης τὸ ὅλον ἕκαστον ὂν συνέχειν τῇ ὁλότητι τὸ πλῆθος τῶν ἑαυτοῦ μερῶν· ἀπὸ δὲ τῆς τρίτης τὸ πᾶν εἶδος τοῦ δυνάμει πρότερον ὄντος εἶναι τελειωτικόν· ἀπὸ δὲ τῶν ἐν τοῖς νοεροῖς ὄντων τὸ διῃρῆσθαι κατὰ πάντας ἀριθμοὺς καὶ διαιρεῖν τὰ μετέχοντα αὑτῶν· ἀπὸ δὲ τῶν ἐν τοῖς ὑπερκοσμίοις τὸ ὁμοιοῦσθαι τοῖς ἑαυτῶν ἕκαστα παραδείγμασιν· ἀπὸ δὲ τῶν ὑπερκοσμίων ὁμοῦ καὶ ἐγκοσμίων τὸ τῶν πεπληθυσμένων ἕκαστον εἶναι συναγωγὸν εἰς τὰς προσηκούσας ἑκάστοις κοινότητας· ἀπὸ δὲ τῶν ἐγκοσμίων τὸ ἀχώριστον τῆς ὑποκειμένης αὐτοῖς φύσεως καὶ τὸ μετ’ αὐτῆς συμπληροῦν τὴν τῶν συνθέτων γένεσιν· δεῖ γὰρ ἀφ’ ἑκάστων ἥκειν τινὰ πάντων ἰδιότητα εἰς τὰ ἐν τῷ αἰσθητῷ εἴδη, πέρατα ὄντα τῆς εἰδητικῆς σειρᾶς. |
| in Prm 970 [40] | Καὶ οὐδ’ ἂν ἄλλο τι εὕροις περὶ αὐτῶν εἰωθὸς, ὡς ἐμαυτὸν πείθω, λέγεσθαι, πλὴν τούτων ὧν εἴπομεν, οἷον ὅτι πᾶν εἶδος αἰσθητὸν ἄλλης ἕδρας δεῖται καὶ ὑποδοχῆς, ὅτι πᾶν ἐν πολλοῖς ἐστι τοῖς μετέχουσιν, ἐὰν δὲ ἀΐδια, ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν τῶν μετεχόντων πρὸς τὸ πρώτως μετέχειν τεταγμένων· ὅτι πᾶν δι’ ὁμοιότητος ὑφέστηκε τῆς πρὸς τὰ χωριστὰ εἴδη, καὶ ὑφέστηκε κατὰ τὴν ὁμοιότητα ταύτην· ὅτι πᾶν τὸ ἄτομόν ἐστιν εἶδος μεθ’ ὃ τὸ ὡς ἀληθῶς ἄτομόν ἐστιν, εἰς τὸν ἔσχατον προελθὸν καὶ ὑλικὸν μερισμόν· ὅτι πᾶν τὴν ὑποκειμένην αὐτῷ φύσιν, δυνάμει οὖσαν, τελειοῖ καὶ εἰς ἐνέργειαν ἄγει τῇ ἑαυτοῦ παρουσίᾳ· ὅτι πᾶν εἶδος ὅλον ἐστὶ, πεπονθὸς μὲν τὸ ἐν αὑτῷ ἓν, οὐκ ὂν δὲ, ἀλλὰ πλῆθος ἔχον οὐσιῶν καὶ δυνάμεων· ὅτι πᾶν ἔχει τι πάντως ἄγνωστον σύνθημα θεῖον, διὸ καὶ τάξιν ἄλλην ἕκαστον ἔλαχεν ἐν τῷ παντὶ καὶ τόπον καὶ περίοδον κατ’ ἀριθμὸν ἴδιον καὶ μορφήν· ἕκαστα γὰρ τούτων αὐτοῖς διανενέμηται παρὰ τῆς δημιουργίας κατά τινα πρὸς τοὺς θεοὺς οἰκειότητα κρυφίαν· ὅτι πᾶν ἀεὶ ὡσαύτως ἐστὶν ἐν τῷ κόσμῳ καὶ οὐδέποτε ἐκλείπει τὸ πᾶν, ἀλλὰ κἂν ἐγγιγνομένοις ἔχῃ τὴν ὑπόστασιν, ἀγεννήτως ὑφέστηκε. Ταῦτα δ’ οὖν εἰωθότα λέγεσθαι περὶ τῶν εἰδῶν τῶν συμπληρούντων τὸν κόσμον ἀπ’ ἐκείνων αὐτοῖς ἐνδέδοται πάντων, ὡς εἴρηται, τῶν εἰδητικῶν διακοσμήσεων· καὶ οὐδ’ ἂν εὕροιμεν ἄλλο τι περὶ τούτων ὑπὸ τῶν κατιδόντων τὴν φύσιν ταύτην θρυλλούμενον· ὥστ’ εἰκότως ἕκαστον εἰς τὴν οἰκείαν ἀνηγάγομεν ἀρχὴν, κάτωθεν μέχρι τῶν πρωτίστων ἐπανελθόντες. |
| in Prm 971 [40] | Τοσαῦται μὲν αἱ τῶν εἰδῶν τάξεις, ὡς τὸ ὅλον εἰπεῖν· ἐφ’ ἑκάτερα δὲ αὐτῶν ἄνω μὲν ἥ τε ὁλότης ἡ νοητὴ καὶ ἡ τοῦ ὄντος μονὰς, κάτω δὲ τό τε πρῶτον ὑποκείμενον, ὅ ἐστιν εἰκὼν ἐκείνης τῆς ὁλότητος καὶ τὸ πάντων ἔσχατον ἴνδαλμα τοῦ ὄντος φερόμενον. Ταῦτα μέντο ι , ὦ Σώκρατε ς , ἔφη ὁ Παρμενίδη ς , καὶ ἔτι ἄλλα πρὸς τούτοις πάνυ πολλὰ ἀναγκαῖον ἔχειν τὰ εἴδ η , εἰ εἰσὶν αὗται αἱ ἰδέαι τῶν ὄντων καὶ ὁριεῖταί τις αὐτό τι ἕκαστον εἶδο ς . (P. 134 E.) Πάνυ θαυμαστῶς ὁ Παρμενίδης διὰ τῶν ἀποριῶν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν πρώτην ἔκφανσιν τῶν εἰδῶν ἀναγαγὼν τὸν λόγον, καὶ διὰ τοῦ προσχήματος τῶν ἐνστάσεων ἐνδειξάμενος τάξεις τῶν εἰδῶν πολλὰς, καὶ ἐπὶ τῶν πραγμάτων βαθύτερον ἀποφήνας τὴν περὶ αὐτὰ τάξιν, ἀναγκαίως λοιπὸν πείθει τὸν Σωκράτη μὴ προχείρως μηδὲ ἀβασανίστως ἐπὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν ὁρμᾷν, ἀλλ’ ὁδεῦσαι πρότερον διὰ πολλῆς δή τινος γυμνασίας διαλεκτικῆς, ἵνα γένηται διαλύειν ἱκανὸς τὰς εἰρημένας καὶ πάσας ἄλλας τὰς περὶ αὐτῶν ἀπορίας, καὶ διορθοῦν τὴν περὶ τοῦ δόγματος ἀλήθειαν. Δαιμόνιον δὲ κἀκεῖνο τὸ παραλαβεῖν ἐν τοῖς εἰρημένοις πάντας τοὺς ἀποριῶν τόπους, οἷς χρώμενοι καὶ τῶν μετ’ αὐτόν τινες διασύρειν ἐπιχειροῦσι τὴν περὶ τῶν ἰδεῶν ὑπόθεσιν· εἰ γὰρ ἐθέλοι τις ἐπισκέψασθαι τὰς μὲν εἰς τὸ ἐν τοῖς καθέκαστα κοινὸν ἀποφερομένας, τὰς δὲ εἰς τὰς ὑστερογενεῖς ἐννοίας, τὰς δὲ μέχρι τῶν ψυχικῶν λόγων ἱσταμένας, τὰς δὲ ὑποτιθεμένας μὲν ἐν νῷ, ἀλλ’ αὐτὰ ἀργὰ καὶ ἀκίνητα, δραστήριον εἰς τὸ ποιεῖν τῶν αὐτῶν μὴ δυναμένων καὶ ἀφομοιοῦν ἑαυταῖς τὰ γιγνόμενα παρ’ αὑτῶν· ὥστε ἔγωγε θαυμάζω τοὺς οἰομένους ἀεί τι καινὸν λέγειν, ἀποροῦντας πρὸς τήνδε τὴν δόξαν, οὐδενὸς παρακειμένου τῷ Πλάτωνι τῶν εἰς ἀπορίαν αὐτῷ συντελεῖν δυναμένων. |
| in Prm 972 [40] | Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα ἀπόχρη· κατὰ δὲ τὴν λέξιν ἐνδείκνυται ὁ Παρμενίδης, ὅπως καὶ ἄλλας ἀπορίας εὑρίσκειν δυνατὸν ἀπὸ τῶν εἰρημένων ὁρμωμένας· τὸ γὰρ καὶ ἔτι πρὸς τούτοις δείκνυσι τὴν εὐπορίαν τὴν ἐκ τούτων γιγνομένην τοῖς ζητητικοῖς. Ἐνδείκνυται δὲ καὶ ὅτι τὰ ἐν ἀποριῶν προσχήματι λελεγμένα ἀληθῆ κατ’ ἄλλον τρόπον ἐστίν· ἀνάγκη γὰρ, φησὶ, ταῦτα πάντα ἅπερ εἴπομεν ἔχειν τὰ εἴδη, καὶ τὸ ἄγνωστον, καὶ τὸ μὴ γιγνώσκειν τι τῶν ἡμετέρων, καὶ ἁπλῶς ἁπάσας τὰς εἰρημένας ἰδιότητας ἐφαρμόζειν τινὶ τάξει τῶν εἰδῶν· τὸ γὰρ ἐπὶ ἑνὸς ἀληθὲς οὐδὲν θαυμαστὸν εἰ ψεῦδός ἐστιν ἐπ’ ἄλλων προτεινόμενον. Οὐ μόνον οὖν τὰς ἀπορίας ἡ λέξις παρίστησιν (εἶπε γὰρ ἂν, εἰ ταύτας ἠβούλετο δηλῶσαι μόνας, ἀνάγκην εἶναι ταῦτα ἀκούειν τοῖς εἴδεσιν), ἀλλὰ καὶ τὴν ἐν αὐταῖς πάσαις κεκρυμμένην περὶ τῶν εἰδῶν ἀλήθειαν· ἔχει γὰρ οὐ τὰ ἄτοπα, ἀλλὰ τὰ ἀληθῆ τὰ εἴδη πάντως. Εἰπὼν δὲ, εἰ εἰσὶν αὗται αἱ ἰδέαι τῶν ὄντω ν , οὐχὶ τὰ αἰσθητὰ καλέσας ὄντα ὡς τούτων εἶναι τὰς ἰδέας φάμενος, ἀλλ’ αὐτὸ τοῦτο δηλῶν τὸ ἐν τοῖς οὖσι τετάχθαι τὰς ἰδέας, ἀλλὰ μὴ ὀνόματα μόνον εἶναι φερόμενα κατὰ ἐπινοιῶν ψιλῶν· εἰπὼν δ’ οὕτως ἐνέφηνεν ὅτι τοῖς μὲν ὑστερογενῆ τὰ εἴδη ποιοῦσιν ἢ ἐν τοῖς αἰσθητοῖς οὐχ ἕπεται ταῦτα τὰ ἄπορα· τοῖς δὲ ἐν τοῖς ὄντως οὖσι τὰς ἰδέας ἀπαριθμουμένοις, τούτοις ὁ λόγος ἄπορος καὶ δύσπιστος. Προσθεὶς δὲ τὸ καὶ ὁριεῖταί τις αὐτό τι ἕκαστον εἶδο ς, ἐναργὲς πεποίηκεν ἡμῖν τίνι διαφέρουσιν οἱ τὰς ἰδέας τιθέμενοι τῶν μὴ τιθεμένων· λέγουσι γὰρ καὶ ἄλλοι νοῦν εἶναι πρὸ τοῦ κόσμου, καὶ θεὸν τὸν αὐτὸν ὀνομάζοντες, ἀλλ’ οὐ φασὶν ἰδέας εἶναι· τὸν γὰρ νοῦν τοῦτον οὐ συγχωροῦσι διωρισμένας ἔχειν τῶν ἐγκοσμίων αἰτίας, ἀνθρώπου καὶ ἵππου καὶ λέοντος καὶ τῶν ἄλλων ὁπόσα ἐν τοῖς θνητοῖς εἰσιν εἴδη. |
| in Prm 973 [40] | Ταύτῃ τοίνυν διαφέρουσιν ἀλλήλων οἵ τε ἀναιροῦντες καὶ οἱ τιθέμενοι τὰ εἴδη, καθόσον οἱ μὲν τὰς διακεκριμένας αἰτίας τὰς νοερὰς καὶ ἀκινήτους καὶ θείας ἀπολείπουσιν, οἱ δὲ ἕν τι μόνον λέγουσιν ἀπλήθυντον καὶ ἀκίνητον αἴτιον ὡς ὀρεκτὸν, ὃ δὴ περὶ τῆς ὑπὲρ νοῦν αἰτίας καὶ τὸν νοητὸν ἀριθμὸν ἱδρυμένης λέγομεν, τοῦτο τῷ νῷ προσάπτοντες· καθὸ μὲν τὸ πρῶτον τοιοῦτον ἐνόμισαν, ὀρθῶς οἰηθέντες· οὐ γὰρ δεῖ τὰ ὄντα πολιτεύεσθαι κακῶς, οὐδὲ τὴν ἀρχὴν εἶναι τῶν ὄντων τὸ πλῆθος, ἀλλὰ τὸ ἕν· καθὸ δὲ τὸν νοῦν καὶ τὸ ἓν ταὐτὸν ὑπέλαβεν, οὐκ ὀρθῶς. Ἴδιον οὖν μάλιστα τῆς εἰδητικῆς αἰτίας ἐστὶ τὸ διακεκριμένον κατὰ τὰ πλήθη τῶν ὄντων· καὶ διὰ τοῦτο καὶ ἐν ταῖς ἀρχαῖς ὅπου μὲν τὸ κρυφίως καὶ ἀδιακρίτως ὄν, οὔπω τὸ εἶδος, ὅπου δὲ πρῶτον ἡ διάκρισις, ἐκεῖ τὰ πρώτιστα τῶν εἰδῶν, οἷον οὐρανίων πᾶν ἓν καὶ ἄλλο πεζῶν, ὅπου δὲ πλείων ἡ διάκρισις, ἐκεῖ καὶ τῶν μερικωτέρων ἴδιαι προεστᾶσί τινες αἰτίαι παραδειγματικαὶ, καὶ τέλος προϊούσης τῆς εἰδητικῆς διακοσμήσεως, τὰ ἔσχατα τῶν ποιητικῶν εἰδῶν καὶ τῶν μορίων καὶ τῶν συμβεβηκότων ἔσχε διακεκριμένας αἰτίας· οἱ γὰρ ἐν τῇ φύσει λόγοι καὶ ὀφθαλμοῦ καὶ ποδὸς καὶ καρδίας καὶ δακτύλου ἔχουσι διωρισμένας ἀρχάς· ὥστε ἄνωθεν μὲν τῶν γενικωτάτων, κάτω δὲ καὶ τῶν μερῶν, ἐν δὲ τοῖς μέσοις κατὰ τὸ ἀνάλογον· οὐ γὰρ ὡσαύτως διῄρηται τὰ νοερὰ τοῖς ἀφομοιωτικοῖς, ἢ ταῦτα τοῖς ἀπολύτοις, ἀλλ’ ἅτε μεταξὺ ταῦτα ὄντα τῶν τε αἰσθητῶν καὶ νοερῶν μᾶλλον μὲν ἐκείνων διῄρηται, μᾶλλον δὲ τούτων ἥνωται, καὶ ὁλικώτερα μὲν ἔστι τῶν αἰσθητῶν, μερικώτερα δὲ τῶν νοερῶν. Τὸ μὲν οὖν εἴ τις ὁριεῖτα ι, καθάπερ εἴπομεν, ταὐτὸν σημαίνει τῷ εἴ τις διακεκριμένας αἰτίας ὑποθήσεται οὐχὶ τῷ ὁρικὰς ἀποδόσεις ποιεῖσθαι, ἀλλὰ τὸ τῶν τῇδε νοητὰς ἀρχὰς πλείονας ποιεῖν δηλοῖ· τοῦτο γὰρ ἴδιόν ἐστι τῆς τῶν ἰδεῶν θεωρίας. |
| in Prm 974 [5] | Τὸ δὲ αὐτὸ ἕκαστον εἴρηται πολλάκις, ὡς τὴν ἁπλότητα καὶ τὴν ἀϋλίαν ἐνδείκνυται καὶ τὴν καθαρότητα τῶν ἰδεῶν· αὐτὸ γάρ ἐστιν ἕκαστον τὸ ἑαυτοῦ καὶ μὴ ἄλλου ὂν, μηδὲ ἀλλοτρίως τοῦτο ὃ καλεῖται προσονομαζόμενον. Τὸ δέ γέ τι προσκείμενον δηλοῖ τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἐν ἀρχῆς λόγῳ προϋπάρχον· οὐ γὰρ οὕτως ἐπὶ τῶν εἰδῶν τό τι προστιθέμενον ὡς ἐπὶ τῶν ἐνύλων καὶ ἀτόμων, ἀλλ’ ὡς τῆς ἑνότητος καὶ τοῦ πέρατος σύμβολον· καὶ ὡς μερικὸν δὲ ὂν τὸ εἶδος, εἰ περιβάλλοιτο πρὸς αὐτὸ τὸ ἓν ὂν, εἰκότως ἄν τι ἐπονομάζοιτο. Ὥστε ἀπορεῖν τε τὸν ἀκούοντα καὶ ἀμφισβητεῖν ὡς οὔτε ἔστι ταῦτ α , εἴτε ὅτι μάλιστα εἴ η , πολλὴ ἀνάγκη αὐτὰ εἶναι τῇ ἀνθρωπίνῃ φύσει ἄγνωστ α. (P. 135 A.) Καὶ ταῦτα δαιμονίως λέγεται καὶ τῆς ἡμετέρας φύσεως ἐστοχασμένως· οὔτε γὰρ ὁ ἀκρότατος ἂν καὶ σοφώτατος ἀνενδοιάστως ἔχοι πάντη περὶ τὴν τῶν θείων ἐπιστήμην· νοῦς γάρ ἐστι μόνως ὁ χωρὶς ἀπορίας τὰ νοητὰ γιγνώσκων, ἡ δὲ ἡμετέρα τάξις, καθόσον ἀπολείπεται τῆς νοερᾶς γνώσεως, κατὰ τοσοῦτον καὶ τῆς ἀκριβεστάτης ἐστὶ τάξεως παρῃρημένη· οὔτε ὁ ἀτελέστατος καὶ γηγενέστατος ἀνεννόητός ἐστι πάντη τῆς εἰδητικῆς αἰτίας· πρὸς γὰρ τί βλέπων ἐνίοτε κακίζει τὸ φαινόμενον ὡς εὐμετάβολον, εἰ μὴ τῆς ὄντως οὐσίας εἶχε παρ’ ἑαυτῷ πρόληψιν ἀδιάστροφον; Μεταξὺ δὲ τούτων εἰσὶν ὅ τε ἀπορῶν καὶ ὁ ἀμφισβητῶν καὶ ὁ ἀρνούμενος· ὁ μὲν γὰρ ἀπορῶν μᾶλλον ἐν τῷ εἶναι τὰ εἴδη τὴν διάνοιαν ἐβεβαίωσεν, εὐλαβεῖται δὲ καὶ τοὺς ἀντικειμένους λόγους· ὁ δὲ ἀμφισβητῶν ὁμοίως ἐφ’ ἑκάτερα φέρεται, καὶ πρὸς τὸ εἶναι καὶ πρὸς τὸ μὴ εἶναι τοῖς λόγοις· ὁ δὲ ἀρνούμενος πρὸς τὸ μὴ εἶναι μᾶλλον, ἔνδοθεν μὲν ὑποφθεγγόμενος ὡς ἔστι κατὰ τὴν ἀδιάστροφον ἔννοιαν, διὰ δὲ τὴν περικεχυμένην λήθην ἀναιρῶν αὐτῶν τὴν ὕπαρξιν· εἴτε καὶ μὴ ἔστιν, οὐκ ἔστιν· εἰ ἔστι μὲν, ἄγνωστα δὲ ἡμῖν, οὐκ ἀξιόχρεώς ἐστιν ὅγε τιθέμενος αὐτά· τῶν γὰρ ἀγνώστων καὶ αὐτὸς προεστάναι λέγων ἐλέγχει τὴν αὑτοῦ ψῆφον. |
| in Prm 975 [40] | Ὅρα τοίνυν ὅπως ἀποδέχεται τὴν δύναμιν τῶν εἰρημένων ἀποριῶν, καὶ ὅπως ἡμᾶς ἐπὶ τὴν διάλυσιν αὐτῶν παρακαλεῖ· δέος γοῦν ἐστι καὶ ἡμῖν μὴ τοῦτο πάθωμεν, ὅ φησι πάσχειν τοὺς ἀκούοντας ἐκείνων τῶν ἐπαπορούντων λόγων, καὶ ἡμεῖς ἀπορήσαντες, εἶτα ἀμφισβητήσαντες, ἄρδην ἀνέλωμεν τὴν ὑπόθεσιν ταύτην, ὡς εἰ καὶ ἔστιν, ἄχρηστον ἡμῖν ὑπάρχουσαν, ἅτε ἄγνωστον οὖσαν καθ’ αὑτήν. Δέδεικται δὲ ὅπως καὶ ἀληθῆ πάντα, καὶ ὅσον ἐν αὐτοῖς ψεῦδος ἐντελοῦς ἂν τύχοι θεραπείας. Καὶ ταῦτα λέγοντα δοκεῖν τέ τι λέγει ν , κα ὶ , ὃ ἄρτι ἐλέγομε ν , θαυμαστῶς ὡς δυσανάπειστον εἶνα ι. (P. 135 A.) Προείρηται γὰρ διαῤῥήδην, ὡς ὁ μὴ μετὰ τῆς ἀποχρώσης δυνάμεως καὶ παρασκευῆς ἁπτόμενος τῆς τούτων θεωρίας πιθανώτερον ποιήσεται τὸν ἄγνωστα εἶναι τὰ εἴδη προσαναγκάζοντα τοῦ πειρωμένου προεστάναι τῆς θέσεως αὐτῶν· πανταχοῦ γὰρ τὸ ὅμοιον ἐπὶ τὸ ὅμοιον πέφυκε χωρεῖν. Τὸ οὖν τοῖς ὄμμασι σκοτῶδες καὶ φιλοσοφίᾳ αἱρετὸν οὐκ ἂν γένοιτο ληπτὸν ταῖς ἀτελέσι τῶν ψυχῶν, ἀλλ’ ἐκείναις μόναις αἳ καὶ διὰ φύσεως ἀρετὴν καὶ δι’ ἐπιμελείας ὑπεροχὴν καὶ διὰ προθυμίαν δύναμιν ἑαυταῖς προσάγουσιν ἐπαξίως τῇ τούτων θεωρίᾳ· οὐδὲ γὰρ ἐν ἀλλοτρίαις ἕξεσιν ἐγγενέσθαι δυνατὸν τὴν τῶν νοητῶν θεωρίαν, οὐδὲ δὴ τοῖς μὴ κεκαθαρμένοις ποτὲ τὸν νοῦν ἔσονται καταφανεῖς αἱ [ἰδέαι] ἐν τῷ νῷ τῷ καθαρῷ τὴν ὕπαρξιν ἔχουσαι καὶ τὴν ἕδραν, εἴπερ τῷ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιόν ἐστι ληπτόν. Καὶ ἀνδρὸς πάνυ μὲν εὐφυοῦς τοῦ δυνησομένου μαθεῖν ὡς ἔστι γένος τι ἑκάστου καὶ οὐσία αὐτὴ κα θ ’ αὑτὴ ν , ἔτι δὲ θαυμαστοτέρου τοῦ εὑρήσοντος καὶ ἄλλον δυνησομένου διδάξαι πάντα ταῦτα ἱκανῶς διευκρινησάμενο ν. |
| in Prm 976 [40] | (P. 135 A.) Ἀναδιδάσκει πάλιν διὰ τούτων τίς ὁ τῶν λόγων τούτων οἰκειότατος ἀκροατὴς, ἄνδρα μὲν ὀνομάσας οὐ μάτην, ἀλλ’ ἵνα καὶ κατὰ τὸ εἶδος τῆς ζωῆς τοιοῦτος ᾖ, πολὺ τὸ ἁδρὸν καὶ ὑψηλὸν ἐπιδεικνύμενος· τῷ γὰρ ἀντιλήψεσθαι μέλλοντι τῶν θεῶν οὐδὲν προσήκει σμικρὸν οὐδὲ ταπεινὸν φρονεῖν· πάνυ δὲ εὐφυᾶ καλέσας, ὡς πᾶσι τοῖς πλεονεκτήμασι τῆς φιλοσόφου φύσεως διακεκοσμημένον, καὶ πολλὰ δεξάμενον ἐκ τῆς φύσεως ἐφόδια εἰς τὴν νοερὰν τῶν θείων ἀντίληψιν. Ἐπὶ δὲ τούτῳ καὶ τίς ὁ καθηγεμὼν τῆς περὶ τούτων ἐπιστήμης, ὑπομιμνήσκει πάλιν, ὅτι γόνιμος καὶ εὑρετικός ἐστι περὶ τὴν διδασκαλίαν· ἔνιοι γὰρ τοσοῦτον προκόπτουσιν, ὅσον αὐτοῖς ἀπόχρη πρὸς ἑαυτούς· ἄλλοι δὲ καὶ ἑτέρους ἀναμιμνήσκειν δύνανται τῆς τῶν πραγμάτων ἀληθείας· διὸ καὶ θαυμαστότερον τουτονὶ κέκληκεν· ἀνάλογον γὰρ ἕστηκεν οὗτος τῷ Πόρῳ, Πενίᾳ δὲ ὁ μανθάνων, μεταξὺ δὲ ἄρα ἀμφοῖν ὁ Ἔρως ὁ τὸν ἀτελέστερον συνάπτων πρὸς τὸν τελειότερον. Τρίτον δὴ οὖν ἐπὶ τούτοις παραδίδωσι τί τὸ τέλος τῆς διδασκαλίας· ὅτι τὸν μανθάνοντα καὶ δεχόμενον ἐπιστήμην ἱκανῶς διευκρινήσασθαι δεῖ τὰ γένη τῶν ὄντων, καὶ τὰς διωρισμένας τῶν πραγμάτων αἰτίας θεωρῆσαι τελεώτατα πόθεν ἄρχονται, πόσαι τάξεις αὐτῶν, πῶς ἐν ἑκάστῃ τάξει τῶν ὄντων ὑφεστήκασι, πῶς μετέχονται, πῶς τὰ πάντα προειλήφασι, καὶ ἁπλῶς ἕκαστα τῶν τοιούτων, ἃ καὶ ἡμεῖς ἔμπροσθεν διειλόμεθα. Ταῦτα καὶ περὶ τούτων· τῶν δὲ λέξεων, τὸ μὲν διευκρινησάμενον δηλοῖ τὴν ἀσύγχυτον καὶ καθαρὰν ἐκείνων ἑκάστου νοερὰν ἐπιβολήν· ἡ γὰρ εὐκρίνεια σαφήνειά τίς ἐστι τῆς ἑκάστων ἰδιότητος ἀφοριστική. Τὸ δὲ γένος τι ἑκάστου σημαίνει τὴν πρωτουργὸν αἰτίαν ἑκάστης σειρᾶς τὴν ἐν τοῖς θείοις προϋπάρχουσαν· τὸ γὰρ εἶδος πρός τι ἄλλο ἄτομον ὡς ἐν ἐκείνοις εἶδος ὂν γένος ἐστὶν, ὡς ὁλικώτερον τῶν αἰσθητῶν εἰδῶν καὶ ὡς περιεκτικὸν τῶν οὐ παντάπασιν ἀλλήλοις ὁμοειδῶν· πῶς γὰρ ὁμοειδὴς ὁ χθόνιος ἄνθρωπος τῷ ἐν οὐρανῷ ἢ ἄλλῳ στοιχείῳ λαχόντι τὴν ὑπόστασιν; ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. |
| in Prm 977 (5) [10] | Συγχωρῶ σο ι , ἔφ η , ὦ Παρμενίδ η , ὁ Σωκράτη ς · πάνυ γάρ μοι κατὰ νοῦν λέγει ς . (P. 135 B.) Τοῦτο ἐκεῖνο τὸ ἐν Γοργίᾳ ῥηθὲν καὶ ἐνταῦθα φαίνεται καλῶς διὰ τῶν ἔργων ὁ Σωκράτης ἐπιδεικνύμενος· Ὁ γὰρ ἀνέλεγκτος, φησὶ, βίος τοῖς μὴ ἀγαθοῖς οὐκ ἀγαθὸν, ὥστε οὐκ ἂν ἀηδέστερον ἐλεγχθείην, εἴ τι λέγοιμι μὴ ὀρθῶς, ἢ αὐτὸς ἄλλον ἐλέγξαιμι. Τοῦτο τοίνυν ἐκ παιδὸς ἐπιτετηδευκὼς, δῆλός ἐστι καὶ νῦν ἀσπασάμενος τὸν ἔλεγχον, καὶ οὐχ ὅπως τραχέως διατεθεὶς, ἀλλὰ καὶ κατὰ τὸν νοῦν αὑτῷ γεγονέναι διαῤῥήδην αὐτὸν εἰπών. Ὡς γὰρ οἱ φιλόνεικοι κατὰ πάθος ὑποδέχονται τοὺς ἐλεγκτικοὺς λόγους, οὕτως οἱ φιλόσοφοι κατὰ νοῦν ἀντιλαμβάνονται τῶν πρὸς αὑτοὺς ἀποριῶν. Ἀλλὰ μὴν καὶ ὁ Παρμενίδης τοῦτο ἐκεῖνο πέφηνε ποιῶν, ὃ παρακελεύεται ποιεῖν ὁ Πλάτων αὐτὸς ἐν Ἐπιστολαῖς, ἐνδείκνυσθαι τοῖς ἐφιεμένοις τινὸς θεωρίας τὴν χαλεπότητα τὴν περὶ αὐτὴν, καὶ τὴν δυσκολίαν ἐξαίρειν πάνυ θαυμαστῶς· ἵνα ὁ μὲν ἐπιτήδειος πρὸς τὴν ἀντίληψιν αὐτῆς ἐπιδειχθῇ προθυμότερος γενόμενος πρὸς τὴν μετουσίαν, ὁ δὲ ἀνεπιτήδειος ἐξελέγχοιτο, κατοῤῥωδήσας μὲν τὴν ἀπειλουμένην δυσκολίαν, φυγὰς δὲ ἀπ’ αὐτῆς γενόμενος. Τοῦτο γοῦν καὶ ὁ Παρμενίδης πεποίηκεν, ἐπανατεινόμενος τῷ Σωκράτει τὰς ἀπορίας τὰς περὶ τῶν εἰδῶν, καὶ ἐπιδείξας ὅτι πολλῷ μείζονος ἢ κατ’ αὐτὸν δέονται τῆς διαλύειν μελλούσης αὐτὰς δυνάμεως. Ὁ δέ γε Σωκράτης καὶ ἄγαται τὰς ἀπορίας, καὶ τὸν ἐν αὑτῷ νοῦν ἀνεγείρας οὕτω πειράσεται τῷ Παρμενίδῃ συμβακχεῦσαι περὶ τὴν τῶν θείων θεωρίαν· διὸ καὶ ὁ Παρμενίδης ἤδη τινὰ αὐτῷ βοήθειαν ἐπορέγει πρὸς τὴν ἀντίληψιν τῆς νοερᾶς καὶ ἐπιστήμονος περὶ τὰ θεῖα κατανοήσεως. |
| in Prm 978 (5) [35] | Ἀλλὰ μέντο ι , εἶπεν ὁ Παρμενίδη ς , εἴ γέ τις δ ὴ , ὦ Σώκρατε ς , αὖ μὴ ἐάσει εἴδη τῶν ὄντων εἶνα ι , εἰς πάντα τὰ νῦν δὴ καὶ ἄλλα τοιαῦτα ἀποβλέψα ς , μηδέ τι ὁριεῖται εἶδος ἑνὸς ἑκάστο υ , οὐδὲ ὅποι τρέψει τὴν διάνοιαν ἕξε ι , μὴ ἐῶν ἰδέαν τῶν ὄντων ἑκάστου τὴν αὐτὴν ἀεὶ εἶνα ι , καὶ οὕτω τὴν τοῦ διαλέγεσθαι δύναμιν παντάπασιν διαφθερε ῖ. (P. 135 B.) Συντόμως πάνυ καὶ λίαν ἐπιστημόνως ἐν τούτοις ἡμᾶς ὑπέμνησεν ὅτι τὰ εἴδη τῶν ὄντων ἔστιν. Εἰ γάρ ἐστιν ἡ διανοητικὴ καὶ νοερὰ γνῶσις κρείττων τῆς αἰσθητικῆς, δεῖ τὰ τῆς διανοίας γνωστὰ καὶ τὰ τοῦ νοῦ θειότερα εἶναι τῶν ὑπὸ τῆς αἰσθήσεως γιγνωσκομένων· ὡς γὰρ ἔχουσιν αἱ σύστοιχοι τοῖς οὖσι γνωστικαὶ δυνάμεις, οὕτω δεῖ καὶ τὰ γνωστὰ πρὸς ἄλληλα ἔχειν. Ἡ τοίνυν διάνοια καὶ ὁ νοῦς τὰ χωριστὰ καὶ ἄϋλα θεωροῦσιν εἴδη καὶ τὰ καθόλου καὶ ἐν ἑαυτοῖς ὄντα, ἡ δὲ αἴσθησις τὰ μεριστὰ καὶ ἀχώριστα τῶν ὑποκειμένων. Δεῖ δήπου θειότερα καὶ ἀϊδιότερα εἶναι τὰ τῆς διανοίας θεάματα καὶ τοῦ νοῦ. Τὰ ἄρα καθόλου πρὸ τῶν μερικῶν ἐστι, καὶ τὰ ἄϋλα πρὸ τῶν ἐνύλων· πόθεν οὖν ταῦτα λαβούσης τῆς διανοίας; ἐν ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ κατ’ ἐνέργειάν ἐστι· δεῖ δὲ κατ’ ἐνέργειαν ὄντα προηγεῖσθαι τῶν δυνάμει καὶ νοούντων καὶ ὄντων. |
| in Prm 979 [40] | Ἀλλαχοῦ ἄρα καὶ πρὸ ἡμῶν ἐν ταῖς θείαις καὶ χωρισταῖς οὐσίαις ἔστι τὰ εἴδη, παρ’ ὧν καὶ τὰ ἐν ἡμῖν εἰς τελείωσιν ἄγεται· τούτων δὲ μὴ ὄντων, οὔτ’ ἂν εἴη τὰ ἐν ἡμῖν, οὔτ’ ἂν ἐξ ἀτελῶν γίγνοιτο τέλεια. Πόθεν ἄρα ἡ τελείωσις αὐτοῖς; οὐ γάρ που ἐκ τῶν αἰσθητῶν χειρόνων ὄντων· οὐ γὰρ θέμις τοῖς ἀμείνοσιν ἐκ τῶν χειρόνων εἶναι τὴν γένεσιν ἢ τελείωσιν. Πόθεν δὲ καὶ τὰ πολλὰ ταῦτα ἐν ταῖς πολλαῖς ψυχαῖς; δεῖ γὰρ πανταχοῦ πρὸ τοῦ πλήθους νοεῖν τὸ ἓν ἀφ’ οὗ τὸ πλῆθος· ὡς γὰρ οὐκ ἂν ἐγένετο τὰ αἰσθητὰ πολλὰ μὴ ἐξ ἑνὸς, ὅ ἐστι κρεῖττον τῶν αἰσθητῶν καὶ ὃ τὸ ἐν τοῖς καθ’ ἕκαστα κοινὸν ὑπέστησεν, οὕτως οὐδ’ ἂν τὰ ἐν ταῖς ψυχαῖς ὑποσταίη, πολλὰ ὄντα καὶ ταῦτα· τὸ γὰρ αὐτοδίκαιον καὶ ἕκαστον τῶν εἰδῶν ἔστιν ἐν ἑκάστῃ τῶν ψυχῶν· ταῦτ’ οὖν πολλὰ ὄντα δεῖται τοῦ ὑποστήσαντος ἑνὸς, ὃ καὶ κρεῖττόν ἐστι τῶν ψυχικῶν, ὥσπερ καὶ τὸ τῶν αἰσθητῶν γεννητικὸν ἀνωτέρω τῆς αἰσθητῆς οὐσίας ἐστὶ, πᾶσαν αὐτῶν ἑνιαίως περιέχον τὴν ποικιλίαν. Πῶς δὲ καὶ οὐκ ἀναγκαῖον πρὸ τῶν αὐτοκινήτων εἶναι τὸ ἀκίνητον εἶδος; ὡς γὰρ τῶν ἑτεροκινήτων ὑπεραναβεβήκασιν οἱ αὐτοκίνητοι λόγοι καὶ τὰ εἴδη τῶν ἑτεροκινήτων γεννητικὰ, τὸν αὐτόν που τρόπον καὶ τῶν αὐτοκινήτων ὑπερίδρυται τὰ ἀκίνητα καὶ ἐν αἰῶνι ποιούμενα τὰς ἐνεργείας, ἐπειδὴ καὶ πανταχοῦ δεῖ τὴν μόνιμον αἰτίαν προηγεῖσθαι τῆς κινουμένης. Εἰ ἄρα ἔστι τὰ εἴδη τὰ ἐν ταῖς ψυχαῖς πολλαῖς οὔσαις, ἔστι πρὸ αὐτῶν πολλῷ πρότερον τὰ νοερὰ, πρὸ τῶν αὐτοκινήτων τὰ ἀκίνητα, πρὸ τῶν πεπληθυσμένων τὰ μοναδικὰ, πρὸ τῶν ἀτελῶν τὰ τέλεια καὶ πρὸ τῶν δυνάμει τὰ κατ’ ἐνέργειαν ὄντα· ὥστε εἰ μὴ ἔτι τὰ εἴδη τὰ νοερὰ, οὐδὲ τὰ ψυχικὰ ἔστιν· οὐδαμοῦ γὰρ ἀπὸ τῶν ἀτελῶν καὶ ἀπὸ τῶν πολλῶν ἡ φύσις ἄρχεται· οὐδὲ γὰρ θέμις μὴ περὶ τὰς μονάδας προϊέναι τὸ πλῆθος, καὶ περὶ τὸ τέλειον τὰ ἀτελῆ, καὶ περὶ τὸ ἀκίνητον τὰ κινούμενα. |
| in Prm 980 [15] | Εἰ δὲ μὴ ἔστι τὰ ψυχικὰ εἴδη, οὐδὲ ὅποι τις τρέψει τὴν διάνοιαν ἕξε ι, καθά φησι καὶ ὁ Παρμενίδης· τὴν μὲν γὰρ φαντασίαν καὶ αἴσθησιν εἰς τὰ σύμφυλα αὑταῖς ἀνάγκη βλέπειν. Τὴν δὲ διάνοιαν περὶ τίνα τῶν ὄντων διατρίβειν φήσομεν; τίνων γὰρ ἔσται γνῶσις ἐν ἡμῖν διανοητικὴ, τῶν τοιούτων εἰδῶν ἀνῃρημένων; οὐ γάρ που περὶ τῶν ὑστερογενῶν ποιησόμεθα τὴν θεωρίαν· ταῦτα γὰρ αὐτὰ τῶν αἰσθητῶν ἐστιν ἀτιμότερα καὶ τῶν ἐν αὐτοῖς κοινῶν. Πῶς οὖν τὰ τῇ διανοίᾳ σύστοιχα γνωστὰ καταδεέστερα τῶν ὑπὸ τῆς αἰσθήσεως ἔσται γιγνωσκομένων; Λείπεται ἄρα μηδὲν ἄλλο γιγνώσκειν ἡμᾶς ἢ τὰ αἰσθητά. Πόθεν οὖν αἱ ἀποδείξεις; ἐκ γὰρ τούτων αἱ ἀποδείξεις, ἃ καὶ αἴτια τῶν ἀποδεικτικῶν ἐστι, καὶ πρότερα κατὰ φύσιν καὶ οὐχ ὡς πρὸς ἡμᾶς, καὶ τιμιώτερα τῶν ἐξ αὐτῶν δεικνυμένων. Ἀλλὰ μὴν ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά ἐστι καθόλου, ἀλλ’ οὐ μερικά ἐστι· πρότερα ἄρα τὰ καθόλου καὶ αἰτιώτερα καὶ τιμιώτερα τῶν μερικῶν· ὅθεν, οἶμαι, καὶ οἷς μὴ δοκεῖ εἶναι τὰ εἴδη, βιασθέντες ὑπὸ τῆς ἀληθείας ἐν τοῖς περὶ ἀποδείξεως λόγοις τὸ καθόλου σεμνύνουσι καὶ θειότερον καλοῦσι τῶν καθέκαστα· τοῦτο γὰρ ποιεῖ τὰς ἀποδείξεις τοιαύτας οἵας ἐκεῖνοί φασι. Πόθεν δὲ οἱ ὁρισμοί; καὶ γὰρ ὁ ὁρισμὸς διὰ τὸν ἐν τῇ ψυχῇ πρόεισι λόγον· τὸ γὰρ ἐν τοῖς καθέκαστα κοινὸν ὁρίζομεν, τὴν πρώτην ἔνδον ἔχοντες τὸ εἶδος, οὐ τὸ ἐν τούτοις εἴδωλον. Εἰ τοίνυν ἀρχὴ τῆς ἀποδείξεως ὁ ὁρισμὸς, χρὴ καὶ ἄλλον ὁρισμὸν εἶναι πρὸ τούτου τῶν πολλῶν εἰδῶν καὶ οὐσιωδῶν ἐν ψυχαῖς λόγων· ἐπεὶ γὰρ ἐν ἑκάστῃ ψυχῇ τὸ αὐτοδίκαιον, ὡς εἴπομεν, δῆλον ὡς πολλά ἐστι δίκαια τὰ ἐν ἡμῖν ἔχοντά τι κοινὸν, ὅθεν καὶ ἑκάστη ψυχὴ γνοῦσα τὸν ἐν αὑτῇ τοῦ δικαίου λόγον εἶδε τὸν ἐν ἁπάσαις ταῖς ἄλλαις ὁμοίως· εἰ δὲ ἔχει τι κοινὸν, τοῦτο τὸ κοινὸν ἀφοριζόμεθα δήπου τί ἐστι αὐτὸ λέγοντες, καὶ τοῦτό ἐστιν ἀποδείξεως ἀρχὴ, ἀλλ’ οὐ τὸ ἔνυλον καὶ θνητόν πως ὂν κατατεταγμένον· δεῖ γὰρ ἐν ταῖς ἀποδείξεσι καὶ τοῖς ὁρισμοῖς ὅλον τὸ μερικὸν ὑπὸ τοῦ καθόλου καὶ τὸν ὁρισμὸν τελεῖν· οἱ δὲ τῶν ἐν τοῖς καθέκαστα κοινῶν ὁρισμοὶ οὐ περιλαμβάνουσιν ὅλα τὰ καθέκαστα· ποῦ γὰρ ὁ Σωκράτης ὅλος ζῶον λογικὸν θνητὸν, ὄντων ἐν αὐτῷ καὶ ἄλλων ἃ ποιεῖ τὸ καλούμενον ἰδίως ποιόν; Ὁ δὲ τοῦ ἐν ἡμῖν ἀνθρώπου λόγος ὅλον ἕκαστον περιέχει τὸ καθέκαστον· πάσας γὰρ περιέχει τὸ καθέκαστον τὰς δυνάμεις ἑνοειδῶς, ὅσαι περὶ τὰ καθέκαστα θεωροῦνται. |
| in Prm 981 [5] | Καὶ τὸ ζῶον ὁμοίως τὸ μὲν ἐν τοῖς καθέκαστα ἔλαττον καὶ αὐτῶν τῶν καθέκαστα καὶ τῶν εἰδῶν· οὐ γὰρ ἔχει πάσας ἐνεργείᾳ τὰς διαφορὰς, ἀλλὰ δυνάμει μόνον, ὅθεν καὶ ὥσπερ ὕλη γίγνεται τῶν ἐπιγιγνομένων εἰδοποιῶν διαφορῶν· τὸ δὲ ἐν ἡμῖν κρεῖττον τοῦ ἀνθρώπου καὶ περιληπτικώτερον· πάσας γὰρ περιέχει τὰς διαφορὰς ἡνωμένως, καὶ οὐ δυνάμει καθάπερ ἐκεῖνο, ἀλλὰ κατ’ ἐνέργειαν. Εἰ ἄρα ὁρισμὸν εὑρήσομεν, ὃς ἔσται ἀποδείξεως ἀρχὴ, δεῖ τοιούτου πράγματος εἶναι τὸν ὁρισμὸν, ὃ ἔσται παντὸς τοῦ μερικωτέρου περιληπτικόν· τοιαῦτα δὲ τὰ ἐν ἡμῖν εἴδη καὶ οὐ τὰ ἐν τοῖς καθέκαστα. Ἀναιρεθέντων ἄρα τούτων οὐδὲ ὁρίζεσθαι δυνατόν· οἰχήσεται οὖν εἰκότως καὶ ἡ ὁριστικὴ μετὰ τῆς ἀποδεικτικῆς, ἀπολιποῦσα τὴν ἀνθρωπίνην νόησιν· ἀλλὰ μὴν καὶ ἡ διαιρετικὴ μετὰ τούτων ὄνομα ἔσται μόνον· αἱ γὰρ διαιρέσεις οὐδὲν ἄλλο ποιοῦσιν, ἢ διακρίνουσι τὰ πολλὰ ἀπὸ τοῦ ἑνὸς, καὶ τὰ ἑνιαίως ἐν τῷ ὅλῳ προϋπάρχοντα ἐν ταῖς οἰκείαις χωρίζουσι διαφοραῖς, οὐκ ἔξωθεν προστιθεῖσαι τὰς διαφορὰς, ἀλλ’ ἔνδον ἐν αὐτοῖς οὔσας τοῖς γένεσι καὶ τὰ εἴδη διαιρούσας ἀπ’ ἀλλήλων θεωροῦσαι. Ποῦ δὴ οὖν ἔσται τὸ ταύτης ἔργον, τῶν οὐσιωδῶν ἐν ἡμῖν οὐκ ὄντων εἰδῶν; τὸ γὰρ ἐν τοῖς ὑστερογενέσι τούτοις τὴν πραγματείαν αὐτῆς ποιεῖν, οὐδέν ἐστιν ἐπῃσθημένων τῆς κατ’ αὐτὴν δυνάμεως· δοξαστικῆς γάρ ἐστι διαιρετικῆς τὰ ὑστερογενῆ διαιρεῖν, διανοητικῆς δὲ καὶ ἐπιστημονικῆς τὰς οὐσιώδεις τῶν ἐν ψυχῇ λόγων διαφορὰς θεωρεῖν, καὶ τὰς ἡνωμένας δυνάμεις ἀναπτύσσειν, καὶ ἀπὸ τῶν ὁλικωτέρων ὁρᾷν ἀποφυόμενα τὰ μερικώτερα. |
| in Prm 982 [10] | Πολλῷ δὴ οὖν πρότερον τῆς τε ὁριστικῆς καὶ τῆς ἀποδεικτικῆς αὐτὴ παντελῶς ἂν εἴη μάταιος, εἰ μὴ ἕξουσιν αἱ ψυχαὶ τοὺς οὐσιώδεις λόγους· σεμνότερον γὰρ τῆς ἀποδείξεως ὁ ὁρισμὸς καὶ ἀρχικώτερον, καὶ τοῦ ὁρισμοῦ πάλιν ἡ διαίρεσις· δίδωσι γὰρ ἡ διαιρετικὴ τῇ ὁριστικῇ τὰς ἀρχὰς, ἀλλ’ οὐκ ἔμπαλιν· καὶ οὐ δήπου τῆς ἀποδείξεως ἐν τοῖς ὑστερογενέσιν ἀθυρεῖν οὐκ ἀνασχομένης, ὁ ὁρισμὸς καὶ ἡ διαίρεσις περὶ ταῦτα καὶ τὰ τούτων εὐτελέστερα ποιήσεται τὴν πραγματείαν. Πᾶσαν ἄρα τὴν διαλεκτικὴν ἀναιρήσομεν εἰ μὴ προσησόμεθα τοὺς οὐσιώδεις λόγους τῶν ψυχῶν· ἡ γὰρ τοῦ διαλέγεσθαι δύναμις τῶν κατὰ ταὐτὸν ταύταις χρῆται ταῖς μεθόδοις, ἐπεὶ καὶ τὴν ἀναλυτικὴν ἀνάγκη συναιρεῖσθαι ταύταις· ἀντίκειται γὰρ τῇ μὲν ἀποδεικτικῇ, ὡς ἀπὸ τῶν αἰτιατῶν ἀναλύουσα εἰς τὰ αἴτια· τῇ δὲ ὁριστικῇ, ὡς ἀπὸ τῶν συνθέτων εἰς τὰ ἁπλούστερα· τῇ δὲ διαιρετικῇ, ὡς ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ καθολικώτερα· τοσαυταχῶς γὰρ ἡ ἀνάλυσις, ὥστε ἐκείνων διαφθειρομένων πάσχοι ἂν καὶ αὐτὴ ταὐτόν. Εἰ ἄρα μὴ ἔστι τὰ εἴδη, οὐδὲ οἱ ἐν ἡμῖν ἔσονται λόγοι τῶν πραγμάτων· εἰ δὲ μὴ εἰσὶν οἱ ἐν ἡμῖν λόγοι τῶν πραγμάτων, οὐκ ἔσονται αἱ διαλεκτικαὶ μέθοδοι καθ’ ἃς τὰ ὄντα γιγνώσκομεν, οὐ δ ’ ὅποι τρέψωμεν τὴν διάνοιαν ἕξομε ν· αὕτη γὰρ ἡ δύναμις μάλιστα τῆς ψυχῆς ποθοῦσα τὴν αἰτίαν ἐπὶ τὰ εἴδη καταφεύγει καὶ τὰς μονάδας τὰς γεννητικὰς τῶν πολλῶν, ἡ δὲ δόξα καὶ τοῖς ὑστερογενέσιν ἀρκεῖται καὶ τοῖς ἐν τοῖς καθέκαστα κατατεταγμένοις. Πῶς οὖν ἀποδώσει τὰς τούτων αἰτίας, καὶ εἰς ποίας ἀρχὰς ἀνάγουσα τὴν θεωρίαν; τὰ γὰρ ὡς ἀληθῶς αἴτια τῶν ὄντων ἐστὶ παραδειγματικὰ καὶ ποιητικὰ καὶ τέλεια, καὶ μὴ ὄντων δὲ τῶν εἰδῶν οὔτε παραδείγματα εἶναι δυνατόν· ταῦτα γὰρ ἦν τὰ εἴδη τῶν παραδειγμάτων τὰ κυριώτατα· οὔτε ποιητὴν θεὸν τῶν ἐγκοσμίων· ἔχοι γὰρ ἂν τὰ εἴδη τῶν γιγνομένων αὖ τὸ ποιοῦν καὶ τὰς αἰτίας· οὔτε τελικὸν αἴτιον· τὸ γὰρ τοῦ εἶναι τελικὸν αἴτιον μεταξὺ τοῦ τε ὄντος δι’ αὑτοῦ καὶ ἑαυτοῦ ποιητικὴν ἀρχὴν ἀποφαίνει, καθ’ ἣν τὰ πρὸς αὐτὰ ὄντα τυγχάνει τοῦ οἰκείου τέλους. |
| in Prm 983 [5] | Οὐκ ἄρα δυνατὸν αἰτίας τῶν ὄντων ἀποδοῦναι πῶς ἐστιν ἕκαστα. Διὸ καὶ ὁ μὴ προσιέμενος τὴν ὑπόθεσιν ταύτην ὁμοῦ τοῖς παραδείγμασι καὶ τὴν δημιουργικὴν αἰτίαν ἀνεῖλεν ἐκ τῶν ὅλων, τὸ δὲ τελικὸν ἀτελῶς ὑπέθετο· τῆς γὰρ κινήσεως αὐτὸ ποιεῖ τέλος, ἀλλ’ οὐ τοῦ εἶναι πάντων. Τοῦ τοιούτου μὲν οὖν μοι δοκεῖς καὶ μᾶλλον ᾐσθῆσθα ι . — Ἀληθῆ λέγει ς , φάνα ι . — Τί οὖν ποιήσεις φιλοσοφίας πέρ ι ; ποῖ τρέψει ἀγνοουμένων τούτω ν ; Οὐ πάνυ μοι δοκῶ καθορᾷν ἔν γε τῷ παρόντ ι. (P. 135 C.) Πρώτην μὲν βοήθειαν εἰς τὸν Σωκράτη κατεβάλετο μετὰ τὸν ἐκ τῶν ἀπορητικῶν λόγων ἴλιγγον, τὴν συντομωτάτην καὶ ἀληθεστάτην ἀπόδειξιν τῆς τῶν εἰδῶν ὑποθέσεως, ἧς καὶ πρὸ τῶν ἑαυτοῦ λόγων ἀντειλῆφθαί φησι καὶ αὐτὸν, ἀλλ’ ἀτελῶς· τὸ γὰρ ᾐσθῆσθαι γνώσεώς ἐστι τῆς φαυλοτάτης καὶ ἀτελεστάτης ἴδιον· οὐδὲ γὰρ ἦν εἰκὸς τελέως ἀντιλαμβανόμενον τῆς ὑπάρξεως τῶν εἰδῶν ἔτι θορυβεῖσθαι διὰ τούτων τῶν ἀποριῶν. Δευτέραν δὲ ἄλλην καταβάλλεται βοήθειαν, τὴν πορείαν ὑπογράφων αὐτῷ καθ’ ἣν προσθήσει τὸ ἐλλεῖπον, καὶ τελέως καταδράξεται τῆς τῶν εἰδῶν θεωρίας· ἔστω γὰρ εἶναι τὰ εἴδη· ἀλλὰ δέδεικται ὅτι, εἰ ἔστι γνωστὰ ἡμῖν, οὐκ ἔστιν· πῶς οὖν φιλοσοφήσομεν περὶ αὐτὰ ὄντα, γνώσεως αὐτῶν ἡμῖν ὑποστῆναι μὴ δυναμένης, ὡς ὁ τῶν ἀποριῶν ἐδείκνυ λόγος; Πρὸς δὴ τοῦτο πάνυ μὲν ὁ Σωκράτης ἠπόρησεν· εὗρε δὲ τὴν δευτέραν βοήθειαν ὁ Παρμενίδης, ἐφ’ ἣν καὶ παρακαλεῖ τὸν Σωκράτη πατρικῶς καὶ κηδεμονικῶς, ἵνα προσλαβὼν τὸ ἐλλεῖπον τῆς παρασκευῆς ἄξιος ἀναφανῇ τῶν εἰδῶν θεατής. |
| in Prm 984 [40] | Πρῴην γὰ ρ , εἰπεῖ ν , πρὶν γυμνασθῆνα ι , ὦ Σώκρατε ς , ὁρίζεσθαι ἐπεχείρεις καλόν τε τί καὶ δίκαιον καὶ ἀγαθὸν καὶ ἓν ἕκαστον τῶν εἰδῶ ν · ἐνενόησα γὰρ καὶ πρῴην σου ἀκούων διαλεγομένου ἐνθάδε Ἀριστοτέλει τῷδ ε. (P. 135 C.) Κατὰ μὲν τὴν εὐφυΐαν καὶ τὴν προθυμίαν, οὐδὲν ἔχει τὸν Σωκράτη παντάπασιν ὡς ἐλλείποντα τοῦ μέτρου τοῦ προσήκοντος ἐπανορθοῦν· κατὰ δὲ τὴν ἐμπειρίαν μόνην αὐτὸν ἐνδεῶς ἔχειν ὑπείληφεν, ὅθεν καὶ παραινεῖ πολυπειρότερον αὐτὸν γενέσθαι διὰ τῆς διαλεκτικῆς ἐπὶ πολλῶν γυμνασάμενον, καὶ τὰς ἀκολουθίας κατιδόντα τῶν ὑποθέσεων ἔπειτα οὕτως ἐπὶ τὴν τῶν εἰδῶν τραπέσθαι θεωρίαν· ὅσα γὰρ νῦν ἠπόρηται, ταῦτα τοῖς περὶ διαλεκτικὴν γεγυμνασμένοις ἐστὶν εὐδιάλυτα. Καὶ τοῦτο μὲν ἔστι τὸ ὅλον τῶν λόγων τέλος· ταύτην δὲ τὴν γυμνασίαν οὐ τοιαύτην εἶναι νομιστέον, οἵαν τὴν ἐπιχειρηματικὴν μέθοδον λέγειν εἰώθασιν· ἐκείνη μὲν γὰρ πρὸς δόξαν βλέπει· ταύτην δὲ καταφρονεῖν φησι τῆς τῶν πολλῶν δόξης· οὐδὲν γοῦν αὐτὴν εἶναι τοῖς πολλοῖς, καὶ ἀδολεσχίαν διὰ ταύτην τὴν αἰτίαν ὑπ’ αὐτῶν προσονομάζεσθαι. Καὶ γὰρ ἐκείνη μὲν περὶ ἓν πρόβλημα πολλὰς παραδίδωσιν ἐπιχειρήσεις, ἀφ’ ὧν δυνησόμεθα κατασκευάζειν ἢ ἀνασκευάζειν ἐνδόξως τὸ προτεθέν· αὕτη δὲ περὶ τὰ πολλὰ καὶ διαφέροντα προβλήματα τὴν αὐτὴν ἡμῖν παραδίδωσι μέθοδον, τῶν μὲν ἀντικειμένων ἐξεταστικὴν, ἄλλως δὲ τὰ μὲν κρατύναι, τὰ δὲ ἐλέγξαι τῶν μαχομένων· ὥστε ἑτέρα μὲν αὕτη παρ’ ἐκείνην, τοσούτῳ δὲ καλλίων ἐκείνης, ὅσῳ καὶ ταῖς ἐκείνης τιμιωτέραις μεθόδοις ἄνωθεν αὐτὴ χρῆται πρὸς τὸ οἰκεῖον ἔργον, καὶ γὰρ διαιρέσεσιν καὶ ὁρισμοῖς καὶ ἀποδείξεσιν. |
| in Prm 985 [5] | Ἐὰν οὖν γυμνασώμεθα κατὰ ταύτην τὴν μέθοδον, πολλὴ ἐλπὶς ἡμᾶς γνησίως ἀντιλαβέσθαι τῆς τῶν εἰδῶν θεωρίας, διαρθρωτικοὺς μὲν τῶν ὑποσυγκεχυμένων ἐννοιῶν γενομένους, διαλυτικοὺς δὲ τῶν φαινομένων ἀπόρων, ἀποδεικτικοὺς δὲ τῶν νῦν ἀγνοουμένων· πρὶν δὲ ταύτης κρατήσομεν, οὐ δυνησόμεθα μετ’ ἐπιστήμης ἕκαστον ἀφορίζεσθαι τῶν εἰδῶν. Καὶ πῶς φαίη ἄν τις ὅλως δυνατὸν ὁρίζεσθαι τὰ εἴδη; τὰ γὰρ ἁπλᾶ καὶ ἀμέριστα ποικιλίαν λόγων οὐκ ἐπιδέχεται καὶ σύνθεσιν· πᾶν γὰρ ὁριστὸν ἐπιστητόν πώς ἐστιν· οὐδαμοῦ δὲ τὸ εἶδος ἐπιστητόν. Ἔδειξε δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς, ὅτι τὸν αὐτόκυκλον οὔτε ὄνομα ποιεῖ γνωστὸν ἡμῖν, οὔτε ὁ χαρακτὴρ, οὔτε ὁ ὁρισμὸς, οὔτε ἡ ἀπόδειξις, ἀλλ’ ἡ νόησις. Ἢ τὸ μὲν ὁρίζεσθαι δηλοῖ καὶ νῦν, ὡς ἔμπροσθεν, οὐ τὸ ὁριστικὰς ἀποδόσεις ποιεῖσθαι τῶν εἰδῶν, ἀλλὰ τὸ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ὑφεστάναι τούτων λέγει διακεκριμένον ἀπὸ τῶν ἄλλων, χωριστὸν ἀπὸ τῶν μετεχόντων. Εἰ δὲ δὴ καὶ τοῦτο αὐτὸ ζητοῖμεν ἐφ’ ἑαυτοῦ, πότερον ὁρίζεσθαι τὰ εἴδη δυνατὸν ἢ οὐ δυνατὸν, οἷον τὸ αὐτόκαλον ἢ τὸ αὐτοδίκαιον, διὰ μὲν τοὺς ἐν Ἐπιστολαῖς ῥηθέντας ὑπ’ αὐτοῦ λόγους ἀνάγκης οὔσης νοήσει μόνῃ εἶναι φάναι ληπτὸν ἕκαστον εἶδος, μητὲ ὄνομα αὐτοῦ παραλαβεῖν δύνασθαι μήτε λόγον ἱκανῶς, διὰ δὲ τὸ τὴν διαλεκτικὴν περὶ τὰ εἴδη τὴν πραγματείαν ἔχειν, καὶ τὰς διαιρέσεις ἐκείνων τινὰς εἶναι ὅρους (ταύτης γὰρ εἶναι τῆς διαλεκτικῆς ἑκατέραν τὴν ἐνέργειαν)· εἰ δ’ οὖν διὰ ταῦτα [αὐτὸ] ζητοῖμεν ἐφ’ ἑαυτοῦ πότερον ὁριστὰ δεῖ τὰ εἴδη λέγειν ἢ οὒ, ῥητέον ὅτι τὸ αὐτόκαλον καὶ τὸ αὐτοδίκαιον καὶ τὸ αὐτοάγαθον οὐ μόνον ἔστιν ἐν τῷ νῷ, ἀλλὰ καὶ ἐν ψυχαῖς καὶ ἐν τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν οὐκ ἔστιν ὁριστὰ, τὰ δὲ ἔστι· καὶ οὐ χρὴ διὰ τὴν τοῦ αὐτοῦ προσθήκην εὐθὺς ἐπὶ τὰ νοητὰ ὡς ἀληθῶς εἴδη τὰς ζητήσεις ἀναπέμπειν· ὃ δὴ παθόντες τινὲς καὶ τῶν κακῶν ἰδέας ἔθεντο καὶ τῶν τεχνητῶν, διὰ τὴν αὐτοκερκίδα τὴν ἐν Κρατύλῳ καὶ τὸ αὐτοανόσιον ἐν Εὐθύφρονι, πάντων τῶν εἰδῶν κατὰ τὴν πρὸς τὰ καθέκαστα διαφορὰν τῷ αὐτῷ χαρακτηριζομένων. |
| in Prm 986 [5] | Τούτου δὲ διακριθέντος, εἰ δεῖ συντόμως εἰπεῖν τὸ δοκοῦν, τὰ μὲν νοερὰ εἴδη, κἂν ἐν πολλοῖς ᾖ τοῖς μερικοῖς, οὐκ ἔστιν ὁριστὰ διὰ τὴν ἁπλότητα αὐτῶν, καὶ διότι διὰ νοήσεώς ἐστι ληπτὰ καὶ οὐ συνθέσεως, καὶ διότι πάντα τὰ ὁριστὰ μετέχειν δεῖ καὶ κοινοῦ τινος οἷον ὑποκειμένου καὶ ἄλλου παρ’ ἑαυτά τινος. Ἐν δὲ τοῖς θείοις εἴδεσιν οὐδέν ἐστι τοιοῦτον· οὐδὲ γὰρ τὸ ὂν εἰς ἄλλο τι χωρεῖ, καθά φησιν ὁ Τίμαιος· ἀλλὰ, κἂν πρόοδον ποιῆταί τινα ἀφ’ ἑαυτῶν, τρόπον τινὰ αὐτά ἐστιν ἐκεῖνα κατὰ δευτέραν γενόμενα τάξιν. Τὰ δὲ ψυχικὰ καὶ αἰσθητὰ ὁριστά ἐστι, καὶ ἁπλῶς ὅσα κατὰ παραδειγματικὴν αἰτίαν γέγονε, καὶ ὅσα τῶν εἰδῶν λέγεται μετέχειν· ἃ δὲ μήτε ὡς παραδείγματα προῆλθε τὰ πρώτιστα εἴδη, μήτε μετέχει ἐκείνων, ταῦτα οὐκ ἔστιν ὁριστὰ, ἀλλὰ νοητὰ μόνον· καὶ γὰρ τὴν διαλεκτικὴν ἐκεῖνα μὲν τὰ πρῶτα θεωρεῖν, ἁπλαῖς ἐπιβολαῖς καὶ αὐτὴν χρωμένην, ὁριζομένην δὲ ἢ διαιροῦσαν εἰς τὰς εἰκόνας αὐτῶν ὁρᾷν. Πῶς γὰρ ἂν εἶεν διαιρέσεις τῶν ἀμερίστων, ἢ ὁρισμοὶ κυρίως τῶν ἀσυνθέτων; Εἰ οὖν τὸ καθαρώτατόν ἐστι νοῦ καὶ φρονήσεως ἡ τοιαύτη ἐπιστήμη, δῆλον δὴ ὅτι καὶ νοήσεσι χρῆται καθαραῖς ταῖς περὶ τὰ νοητὰ, καὶ μεθόδοις πολυειδέσιν, αἷς καταδεῖται τὰ ἐν δευτέραις ὄντα τάξεσιν ἀπ’ ἐκείνων θεάματα· καὶ οὕτως οἱ τοῦ Πλάτωνος ἀληθεύουσι λόγοι περί τε τῶν πρωτίστων εἰδῶν καὶ περὶ τῶν τῆς διαλεκτικῆς μεθόδων. Ταῦτα μὲν οὖν εἰρήσθω μοι περὶ τῶν ζητηθέντων· εἰ δὲ καὶ ἄλλα ἄττα ὁριζόμεθα ὧν μὴ ἔστιν εἴδη, θαυμαστὸν οὐδὲν, οἷον τῶν τεχνητῶν ἕκαστον καὶ τῶν μορίων καὶ τῶν κακῶν· τῷ γὰρ εἶναι τοὺς λόγους ἐν ἡμῖν τῶν τε ὅλων καὶ τῶν κατὰ φύσιν ὄντων καὶ τῶν ἀγαθῶν, καὶ ταῦτα γιγνώσκομεν, ὅσα ἢ συμπληρωτικὰ τῶν ὅλων ἐστὶν, ἢ ὅσα μιμεῖται τὴν φύσιν, ἢ ὅσα παρυφίσταται τοῖς ἀγαθοῖς· ὡς γὰρ ἔστιν ἕκαστα τούτων, οὕτω καὶ γνωστὰ ἡμῖν ἐστι καὶ ὁριστὰ, καὶ διαλεγόμεθα περὶ αὐτῶν ἀπὸ τῶν ἐν ἡμῖν ὡρισμένως ἑστώτων λόγων· ὥστε τοῦτο μὲν οὐ δεῖ θαυμάζειν. |
| in Prm 987 [5] | Ἐκεῖνο δὲ μᾶλλον χρὴ συνορᾷν, καὶ διὰ τοῦτο καὶ ὁ Σωκράτης ἐπὶ τὸ τί ἐστιν ἕκαστον ἀνάγει κατὰ τὰς συνουσίας, τοὺς ἐν ψυχῇ λόγους θεωρεῖν ἐφιέμενος, αὐτὸ τὸ καλὸν ἐπιζητῶν, καθὸ πάντα καλὰ φαινόμενά ἐστι, τὸν ἐν ψυχῇ προϋπάρχοντα τῶν καλῶν λόγον καὶ αὐτὴν ἐπιστήμην τὴν οὐσιωδῶς οὖσαν ἐν ταῖς ψυχαῖς, οὐ τὴν νοερὰν, οὔτε τὴν νοητήν· οὐδὲ γὰρ δυνατὸν τοῖς προσδιαλεγομένοις αὐτῷ πρὸς ἐκείνην ἀναφέρεσθαι τὴν οὐσίαν, ἀλλ’ ὅπου καὶ ζητεῖ τὸ νοητὸν κάλλος, ἐνθουσιαστικῶς μᾶλλον διαγίγνεται, καὶ οὐ μαιευτικῶς, οὐδὲ πειραστικῶς. Ὅθεν καὶ ὁ Ἱππίας περὶ τοῦ καλοῦ καὶ ὁ Φαῖδρος, οὐ θαυμαστὸν εἰ ὁ μὲν ζητεῖ τὸ αὐτόκαλον τὸ ἐν ψυχαῖς, οὐδὲ τὸ νοερὸν κάλλος, ἀφ’ οὗ πάντα καλὰ τὰ καλά· καὶ γάρ ἐστιν ὁ μὲν πειραστικός· πρέπουσι δὲ αἱ λογικαὶ μέθοδοι τοῖς περὶ τὰ ψυχικὰ στρεφομένοις εἴδη, πεῖραι καὶ ἔλεγχοι καὶ ὁρισμοὶ καὶ ἀποδείξεις καὶ διαιρέσεις, συνθέσεις τε καὶ ἀναλύσεις. Ταῦτα καὶ περὶ τούτων· ὅπως δὲ ὁ Σωκράτης ἐκ νεότητος τελειωτικὸς μὲν ἦν τῶν ἀτελεστέρων, καθήκων δὲ περὶ τοὺς ὑψηλότερον τὰ ὄντα θεωμένους, δείκνυσι καὶ διὰ τούτων ὁ Πλάτων· ὁ γὰρ τὸν Ἀριστοτέλη τὸν νέον μαιευόμενος καὶ ἐξετάζων τοὺς ἐν αὐτῷ λόγους, νῦν τῷ Παρμενίδῃ πρόσεισι καὶ τῆς παρ’ αὐτοῦ τυχεῖν ὑφηγήσεως ἀξιοῖ, καὶ ὁ περὶ τῶν ὁρισμῶν ἐκείνων ἀναδιδάξας αὐτὸς τελεωτέρους ὑποδέχεται παρ’ ἄλλου κανόνας. Καλὴ μὲν οὖν καὶ θεί α , εὖ ἴσθ ι , ἡ ὁρμὴ ἣν ὁρμᾷς ἐπὶ τοὺς λόγου ς · ἕλκυσον δὲ σαυτὸν καὶ γύμνασαι μᾶλλον διὰ τῆς δοκούσης ἀχρήστου εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχία ς , ἕως ἔτι νέος ε ἶ · εἰ δὲ μ ὴ , σὲ διαφεύξεται ἡ ἀλήθει α. |
| in Prm 988 [10] | (P. 135 D.) Οἱ μὲν οὔτε ὁρμῶσιν οὔτε ἐπτόηνται περὶ τὴν τῶν ὄντων θεωρίαν, οἱ δὲ ἤδη τελειότητος ἀντελάβοντο κατὰ τὴν γνῶσιν· οἱ δὲ ὥρμηνται μὲν, δέονται δὲ τελειώσεως καὶ πείρας λογικῆς καὶ γυμνασίας εἰς τὴν τεῦξιν τοῦ τέλους. Ἐν δὴ τούτοις ἐστὶ τοῖς μέσοις καὶ ὁ Σωκράτης· ὅθεν ἀποδέχεται μὲν αὐτοῦ τὴν ὁρμὴν ὁ Παρμενίδης, καὶ καλεῖ θείαν μὲν αὐτὴν ὡς φιλόσοφον· τὸ γὰρ τῶν ὁρωμένων ὑπερορᾷν καὶ τὴν ἀσώματον οὐσίαν φαντάζεσθαι, φιλόσοφόν ἐστι καὶ θεῖον· καὶ γὰρ τὸ θεῖον πᾶν τοιοῦτον φαινόμενον, καὶ ἐν νοήσεσιν ἀΰλοις ὑφεστός· καλὴν δὲ, ὡς εἰς τὸ ὄντως ἄγουσαν καλὸν, ὃ δὴ ἔστιν οὐκ ἐν τοῖς πρακτικοῖς, ὡς ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς ἐνόμισαν, ἀλλ’ ἐν ταῖς νοεραῖς ἐνεργείαις, καὶ ὡς τῷ ἀληθινῷ ἔρωτι πρέπουσαν· τὸ γὰρ ἐρωτικὸν εἶδος τῆς ζωῆς τοῦ κάλλους μάλιστα ἀντέχεται καὶ τῆς ἐν τοῖς θεοῖς αὐτοῖς καλλονῆς. Ἀποδέχεται οὖν τὴν ὁρμὴν ὡς θείαν διὰ ταῦτα, καὶ ὡς καλὴν εἰκότως, ὡς ἐπὶ νοῦν ἀνάγουσαν καὶ ἐπὶ τὸ ἓν (ὡς μὲν γὰρ θεία τοῦ ἑνὸς ἀντέχεται, ὡς δὲ καλὴ τοῦ νοῦ, παρ’ ᾧ τὸ πρώτως καλὸν), καὶ ὡς ἐκκαθαίρουσαν τὸ ὄμμα τῆς ψυχῆς, καὶ τὸ θειότατον αὐτῆς ἐπεγείρουσαν. Προτείνει δὲ τὴν ὁδὸν τὴν διὰ τῆς διαλεκτικῆς ὡς ἄπταιστον καὶ ἀνυσιμωτάτην, συμφυῆ μὲν οὖσαν τοῖς πράγμασι, δυνάμεσι δὲ χρωμένην πολλαῖς εἰς τὴν τῆς ἀληθείας κατάληψιν, μιμουμένην δὲ τὸν νοῦν καὶ τὰς ἀρχὰς ἀπὸ νοῦ δεχομένην, ἀνατείνουσαν δὲ καλῶς δι’ εὐτάκτων ἐπαναβασμῶν ἐπὶ τὸ ὂν καὶ παύουσαν τῆς περὶ τὰ αἰσθητὰ πλάνης, μεθόδοις τε ἀνελέγκτοις ἕκαστα πιέζουσαν ἕως ἐπ’ αὐτὴν ἀφίκηται τὴν τοῦ ἑνὸς καὶ τἀγαθοῦ περιωπήν. Καὶ ταῦτα μὲν εἰρήσθω περὶ αὐτῶν ἡμῖν τῶν πραγμάτων· ἐπειδὴ δέ τινες, τοῦ τῆς γυμνασίας ὀνόματος δραξάμενοι, τὴν παρὰ τοῖς Περιπατητικοῖς ἐπιχειρηματικὴν οἴονται μέθοδον ταύτην εἶναι τὴν γυμνασίαν (καὶ γὰρ ἐκείνης τὸ χρήσιμον λέγων ὁ Ἀριστοτέλης πρὸς τὴν γυμνασίαν αὐτὴν εἶναί φησι συντελοῦσαν), εἴρηται μὲν ἡμῖν ἐκ προοιμίων πολλὰ πρὸς τούτους· νυνὶ δὲ συντόμως τι πάλιν εἰπεῖν ἐθέλοντας πρὸ πάντων ἄξιον ἐκεῖνο διορίσασθαι τί τὸ γυμναστικὸν τῆς διαλεκτικῆς ταύτης· καὶ γὰρ ὁ ἐν Πολιτείᾳ Σωκράτης γυμνάζειν φησὶ δι’ αὐτῆς τοὺς παιδευομένους. |
| in Prm 989 [15] | Τρία τοίνυν ἔργα τῆς διαλεκτικῆς· τὸ μὲν καθαρτικὸν διὰ τῶν ἐλέγχων, ὡς αὐτὸς ἐν Σοφιστῇ φησιν· ᾧ καὶ ὁ Σωκράτης χρῆται πολλῷ πρὸς τὸ σοφιστικὸν φῦλον, τὴν διπλῆν ἄγνοιαν σωφρονίζων· τὸ δὲ ἀπ’ ἐναντίας τούτῳ τῶν ὄντων ἀναμνηστικὸν, ᾧ τοὺς εὖ πεφυκότας ἀνῆγεν ἐπὶ θεωρίαν, αὐτὸ μόνον ἐμφαίνων τὸ ἀληθές· τὸ δὲ ἐπ’ ἄμφω διατεῖνον, καὶ τὰ μὲν ἐλέγχον, τὰ δὲ προκαλούμενον εἰς τὴν ἀλήθειαν· ὥστε ἐν πολλοῖς τε ἄλλοις ὁ Σωκράτης διαλόγοις καὶ ἐν τῷ Λύσιδι δῆλός ἐστι γυμνάζων τοὺς λόγους. Ταύτην τοίνυν τῆς διαλεκτικῆς τὴν πᾶσαν διὰ τῶν ἀντικειμένων λόγων βάσανον ἐν τούτοις μοι δοκεῖ γυμνασίαν καὶ πλάνην ἀποκαλεῖν, καὶ οὐκέτι διὰ ταῦτα διοικίζειν τὴν νυνὶ παραδοθησομένην μέθοδον τῆς ὑπ’ αὐτοῦ θαυμαζομένης διαλεκτικῆς. Καὶ τοῦτο μὲν τοιοῦτον· δοκεῖ δέ μοι καὶ τῆς λέξεως τὸ μὲν εὖ ἴσθι προσκείμενον βεβαιοῦν αὐτῷ τὸν ἔπαινον ὃν ἐπῄνεσε· τὸ δὲ ἕλκυσο ν, δεῖξιν ἔχειν τῆς συμπαθείας αὐτοῦ καὶ τῆς πτοίας τῆς περὶ τὸ ὄν· ὡς γὰρ ἐπί τινων δυσαποσπάστων καὶ δυσμεταθέτων, οὕτως εἶπε τὸ ἕλκυσο ν, ἕλξιν προσειπὼν τὴν ἐν τῷ παρόντι περὶ τὰ διαλεκτικὰ θεωρήματα μελέτην καὶ ἐπὶ ταῦτα μετάστασιν ἀπὸ τῆς τῶν ὄντως ὄντων θεωρίας· τὸ δ ὲ , γύμνασαι μᾶλλον διὰ τῆς ἀχρήστου δοκούσης εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχία ς, ἐνδείκνυται τίνα οἴεται εἶναι τὴν διαλεκτικὴν τὴν κατ’ αὐτόν· ὅτι δοκοῦσαν μὲν ἄχρηστον εἶναι, οὖσαν δὲ δύναμιν ἀναγωγὸν ἐπὶ τὴν ἀλήθειαν τῶν ψυχῶν, καὶ ὅτι παρὰ μὲν τοῖς πολλοῖς ἀδολεσχίαν προσαγορευομένην, κυριώτατα δὲ οὖσαν ἀληθινὴν σωτηρίαν τῶν ψυχῶν, ἐξ ὧν φανερὸν ὅτι ταὐτόν ἐστι τῇ θεωρητικῇ τῶν ὄντων καὶ κριτικῇ τῆς ἀληθείας δυνάμει· καὶ οὐκ ἐν ἐπιχειρήμασι ψιλοῖς καὶ λογικαῖς μεθόδοις ἔχουσαν τὴν ὑπόστασιν· τὴν μὲν γὰρ τοιαύτην μέθοδον καὶ θαυμάζει τὸ πλῆθος, τὴν δὲ νῦν παραδεδομένην, ὡς ἀσυνήθη καὶ μηδὲν αὐτῷ σαφὲς λέγουσαν, ἐκτρέπεται καὶ ἀηδῆ προσονομάζει. |
| in Prm 990 [5] | Τὸ δ ὲ , ἕως νέος ε ἶ, πάνυ προσέθηκε καλῶς· νέων γὰρ οἱ μεγάλοι πόνοι, καὶ ὅτι μεταῤῥυθμίζειν τὴν ζωὴν ἐπὶ τῶν νέων ῥᾷον, καὶ ὅτι κατὰ τάξιν ὁδὸς οἰκειοτέρα τούτοις, ὡς ἀποχρῶντος τοῦ χρόνου πρὸς τὴν διὰ τῶν μέσων πορείαν. Τὸ δὲ, εἰ δὲ μ ὴ , σὲ διαφεύξεται ἡ ἀλήθει α, τὸν κίνδυνον ἐδήλωσε τὸν ἀπειλούμενον ἡμῖν ἐκ τῆς προπετοῦς ὁρμῆς καὶ ἀτάκτου πρὸς τὰ ἄβατα τοῖς ἀγυμνάστοις ὁπόσος ἐστὶν, ὅτι τῆς ὅλης ἀληθείας ἀπόπτωσις. Καὶ γὰρ ἐπὶ θεωρίας καὶ ἐπὶ τελεστικῆς καὶ τοῦτό ἐστι τὸ ποιοῦν ἀσφαλῆ καὶ ἄπταιστον ἡμῖν τὴν ἄνοδον, ἡ ἐν τάξει πρόοδος· ὡς γοῦν φησι καὶ τὸ Λόγιον· Οὐδενὸς εἵνεκεν ἄλλου ἀποστρέφεται θεὸς ἄνδρα, Καὶ ζώσῃ δυνάμει κενεὰς ἐπιπέμπει ἀταρποὺς , ὡς ὅταν ἀτάκτως καὶ πλημμελῶς ἐπὶ τὰ θειότατα τῶν θεωρημάτων ἢ τῶν ἔργων, καὶ τὸ λεγόμενον, ἀμυήτοις στόμασιν ἢ ἀνίπτοις ποσὶ ποιησώμεθα τὴν ἄνοδον· τῶν γὰρ οὕτω μετιόντων ἀτελεῖς μὲν εἰσὶ διαβάσεις, κεναὶ δὲ ὁρμαὶ, τυφλαὶ δὲ αἱ ἀτραποί· διὸ καὶ τῷ Πλάτωνι καὶ τοῖς Λογίοις πειθόμενον διὰ τῶν ἡμῖν προσεχεστέρων ἀεὶ ποιητέον ἐπὶ τὰ κρείττω καὶ ἀπὸ τῶν χαμαιζηλοτέρων διὰ τῶν μέσων ἐπὶ τὰ ὑψηλότερα τὰς ἀνόδους. |
| in Prm 991 [5] | Ἀπὸ δὴ τούτων τινὲς τῶν ἐξηγητῶν ὁρμηθέντες ἀξιοῦσι τὴν γυμνασίαν ταύτην μὴ εἶναι τὴν διαλεκτικὴν, διὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὡς ἀδολεσχίας ταύτης εἶναι κατεψηφισμένης· ἑτέραν δὲ, ὡς νέοις προσήκειν λεγομένης τῆς διαλεκτικῆς, παρ’ αὐτῷ τὸ καθαρώτατον εἶναι νοῦ καὶ φρονήσεως ἐν τῷ Φιλήβῳ σαφῶς ὑμνουμένης, καὶ τῷ καθαρῶς καὶ γνησίως φιλοσοφοῦντι προσήκειν ἐν Σοφιστῇ κεκριμένης, καὶ νέοις οὐ παραδοτέας, ὡς αὐτὸς ἐν Πολιτείᾳ λέγει, μή πη λάθωσιν εἰς παρανομίαν ἐλάσαντες τῶν κατὰ φύσιν ἐν ἡμῖν οὐσῶν ἐννοιῶν περὶ τῶν καλῶν καὶ δικαίων ἐκ τῆς τοιαύτης δυνάμεως· οὐ γὰρ ῥᾴδιον δυνάμεως κρατεῖν οὐ τῆς ἐκτὸς τὸν μὴ κεκτημένον νοῦν τῆς δυνάμεως. Ὑπὸ δὴ τίνων τῷ Πλάτωνι προκειμένων, τὸ μὲν τῆς ἀδολεσχίας ὄνομα τοῦ Παρμενίδου σαφῶς οὐκ ἀπὸ τῆς ἑαυτοῦ κρίσεως εἰπόντος, ἀλλὰ ἀπὸ τῆς τῶν πολλῶν φήμης, φήσομεν τὴν γυμνασίαν ταύτην διορίζειν τῆς διαλεκτικῆς; οὕτω γὰρ οἱ πολλοὶ τοὺς διαλεκτικοὺς ἐκάλουν πάντας, ὥσπερ καὶ αὐτὸν τὸν Σωκράτη τῶν κωμικῶν τινες πτωχὸν ἀδολέσχην ἀποσκώπτοντες προσηγόρευον, καθάπερ εἰπὼν οἶδα καὶ πρὸ τῶν ἐξηγήσεων· καὶ αὐτὸς μὴν ἑαυτὸν οὑτωσὶ καλεῖν ἀξιοῖ διὰ τὴν παντοίαν τῶν ζητουμένων ἣν εἴωθε ποιεῖσθαι βάσανον, καὶ δυσαπαλλακτέαν τῶν λόγων πρὸ τῆς εὑρέσεως τἀληθοῦς, ὡς καὶ τοῦτο προεῖπον· δεινὸν γὰρ πρᾶγμα, φησὶν αὐτὸς ἐν Θεαιτήτῳ, ἀδολέσχης ἀνὴρ, ἑαυτὸν λέγων ἄνω καὶ κάτω στρέφοντα τοὺς λόγους περὶ ὧν ἐκεῖ τὴν ζήτησιν ἐποιεῖτο· καὶ ἐν Φαίδωνι δὲ περὶ τοῦ τῶν κωμικῶν σκώμματός φησι τό γε μὴ ἀνέξεσθαι τῶν ἀδολέσχην αὐτὸν ἀποκαλούντων· περὶ προσηκόντων γὰρ ποιεῖσθαι τοὺς λόγους, μέλλων εἰς ᾅδου ἰέναι, καὶ ζητῶν εἰ ὑπομένουσιν αἱ ψυχαὶ ἐν ᾅδου μετὰ τὸν τοῦ σώματος χωρισμόν. |
| in Prm 992 [35] | Τοῦτο μὲν οὖν τοὔνομα παρὰ τῶν πολλῶν εἰς τοὺς διαλεκτικοὺς φέρει, ὃ οὐκ ἔδει προσάγειν εἰς μέσον ὡς κατηγοροῦν τῆς προκειμένης γυμνασίας. Τὸ δὲ ἐν Πολιτείᾳ μὴ παραδιδόναι νέοις τὴν διαλεκτικὴν ἀληθὲς μὲν, ἔχει δὲ αἰτίαν εὐλόγιστον, διότι τοὺς ἐκεῖ παιδευομένους νέους ἀνώμαλον ἔχειν ἀνάγκη τὴν φύσιν, καὶ οὐ πάντως ἀρίστην· καὶ διὰ τοῦτο δέος εἶναι, μὴ καί τινες αὐτῶν εἰς τὴν εἰρημένην παρανομίαν ἐλάσωσι. Τῷ δὲ Σωκράτει θείαν ὁρμὴν ἔχοντι καὶ εὐφυΐαν ἀκροτάτην ἐνταῦθα παρακελεύεται μετιέναι τοὺς διαλεκτικοὺς λόγους Παρμενίδης, οὐδὲν εὐλαβούμενος μὴ πάθῃ τι τοιοῦτον οἷον οἱ πολλοὶ πάθοιεν ἂν τῶν ἐν πολιτείᾳ κοινῇ παιδευομένων νέων· οὐ γὰρ ταὐτὸν μίαν τε φύσιν τὴν ἀρίστην ἄγειν καὶ πολλὰς καὶ ἀνομοίους ἀλλήλαις, ἐν αἷς τὰς μὴ ἀρίστας ἀνάγκη πολλάκις παραφέρεσθαι πρὸς τὸ χεῖρον. Ἀμφότεροι οὖν ὀρθῶς, καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἀγέλης νέων παιδείαν ἐκτιθέμενος, καὶ ὁ ἐνταῦθα Παρμενίδης τὸν ἄριστον τῶν νέων παραλαβὼν καὶ ἀξιῶν ὁδεύειν διὰ ταύτης τῆς ἀγωγῆς, ἣν τῷ πλήθει τῶν νέων ἐφαρμόζειν οὐκ ἦν δυνατόν. Τίς οὖν ὁ τρόπο ς , φάνα ι , ὦ Παρμενίδ η , τῆς γυμνασία ς ; — Οὗτο ς , εἰπεῖ ν , ὅνπερ ἤκουσας Ζήνωνο ς. (P. 135 D.) Ἐκ τῶν προειρημένων ἁπάντων περὶ μὲν τὴν τῶν πραγμάτων διάσκεψιν ταῦτα ληπτέον, ὅτι εἰσὶν ἰδέαι, καὶ τίνων εἰσὶ, πῶς μετέχονται, ὁποῖαί εἰσιν· εἴρηται γὰρ ὅτι οὐ σωματικαὶ, οὐ φυσικαὶ, οὐ ψυχικαὶ, ἀλλὰ νοεραὶ καὶ παραδειγματικαὶ καὶ ἄσχετοι, καὶ πᾶσι παροῦσαι τοῖς δευτέροις ἀμιγῶς· καὶ ἔτι πόσαι τάξεις αὐτῶν· καὶ γὰρ τοῦτο διειλόμεθα, καὶ ποῦ περατοῦνται, καὶ ποῦ πρῶτον ἐκφαίνονται, καὶ πῶς διὰ τῶν μέσων εὐτάκτως ποιοῦνται τὴν πρόοδον. |
| in Prm 993 [10] | Περὶ δὲ τὴν τῶν προσώπων διάθεσιν, ὅτι πάντων μὲν ἔστι τελεσιουργὸς ὁ Παρμενίδης, καὶ παρακελεύεται τῷ Σωκράτει [τὸν Ζήνωνα] ζηλοῦν· τρίτος δὲ ὁ Σωκράτης ὁ δι’ ἀμφοῖν ἀναγόμενος. Περὶ δὲ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι διὰ τῶν εἰδῶν ὁδεύσας ὁ Πλάτων κατὰ πάντας τοὺς θείους διακόσμους, καὶ ἀναδραμὼν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ, ἄνωθεν πάλιν ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος ἐπιδείξει πῶς ἁπάντων ἐστὶν αἴτιον τῶν ὄντων, καὶ πῶς ὑποστατικὸν τῶν ἑνάδων τῶν πρωτίστων, ἀφ’ ὧν συνέχονται πᾶσαι τῶν ὄντων ἀρχαί· καὶ ὅτι προτέλεια τῆς τοιαύτης ἐστὶ θεωρίας ἡ περὶ τὰ εἴδη γυμνασία· πρὶν δὲ ἄρξεται τῆς ἐποπτικωτάτης μυσταγορίας, βούλεται παραδοῦναι τὴν μέθοδον καθ’ ἣν ποιήσεται τοὺς λόγους, καὶ τὴν δύναμιν ἀφ’ ἧς ὁρμώμενος πάσας διαπλέξει τὰς ὑποθέσεις καὶ τοὺς τρόπους τῶν ἐπιχειρήσεων, οἷς χρώμενος ὁδεύει διὰ τῶν πραγμάτων, φῶς τοῦτο προσανάπτων ταῖς ψυχαῖς τῆς ὅλης μυστικῆς. Παρακαλεῖ μὲν οὖν πρὸς τὴν μέθοδον ταύτην ὁ Παρμενίδης τὸν Σωκράτη καὶ τὴν κατ’ αὐτὴν γυμνασίαν· τοῦ δὲ ἐρομένου τίς ὁ τῆς γυμνασίας τρόπο ς, ἀποβλέπειν αὐτῷ παρακελεύεται πρὸς τοὺς Ζήνωνος λόγους, δηλῶν διὰ τούτων, ἅμα μὲν ὅτι ἐξαίρετος ἦν οὗτος ὁ τρόπος τῆς γυμνασίας παρὰ τῷ Ἐλεατικῷ διδασκαλείῳ· οὐ γὰρ ἔσχεν ἄλλον εἰπεῖν τῇ μεθόδῳ ταύτῃ χρησάμενον ἢ Ζήνωνα τὸν ἑαυτοῦ μαθητήν· ἅμα δὲ ὅτι τοῖς ἐσχάτοις ἀρχὴ σωτηρίας ἐστὶν ἡ πρὸς τὰ μέσα σύνταξις· διὰ τούτων γὰρ ἀπολαύουσι καὶ τῶν πρώτων ἀγαθῶν. Καὶ ταῦτα μὲν περὶ τῆς τῶν ἑπομένων προθέσεως ἡμῖν εἰρήσθω πάντων λόγων· εἰ δὲ δὴ πάλιν γυμνασίαν καλοίη ταύτην τὴν διαλεκτικὴν οὐκ οὖσαν ἐπιχειρηματικὴν, οὐ χρὴ θαυμάζειν· πᾶσαν γὰρ ἡ λογικὴ διέξοδος καὶ ἡ ἀνέλιξις αὕτη τῶν θεωρημάτων, ὡς πρὸς τὴν νοερὰν ζωὴν, γυμνάσιόν ἐστιν· ὥσπερ γὰρ τὴν καρτερίαν γυμνασίαν πρὸς ἀνδρείαν, καὶ τὴν ἐγκράτειαν πρὸς σωφροσύνην καλοῦμεν, οὕτω καὶ τὴν λογικὴν πᾶσαν θεωρίαν ὡς πρὸς τὴν νοερὰν γνῶσιν γυμνασίαν προσονομάζειν ἀξιώσομεν· καὶ ὡς ἡ δοξαστικὴ δύναμις πρὸς ἀμφότερα παρεσκευασμένη δοξαστικῶς γυμνάζει πρὸς τὴν ἀπαραλόγιστον τῆς ἀποδείξεως ἀντίληψιν, οὕτως ἡ ἐπιστημονικὴ τῆς διανοίας διέξοδος γυμνάσιόν ἐστι διανοητικὸν πρὸς τὴν ἁπλουστάτην νόησιν τῆς ψυχῆς. |
| in Prm 994 [15] | Πλὴν τοῦτό γέ σου καὶ πρὸς τοῦτον ἠγάσθη ν , εἰπόντος ὅτι οὐκ εἴας ἐν τοῖς ὁρωμένοις οὐδὲ περὶ ταῦτα τὴν πλάνην ἐπισκοπεῖ ν , ἀλλὰ περὶ ἐκεῖνα ἃ μάλιστά τις ἂν λόγῳ λάβοι καὶ εἴδη ἂν ἡγήσαιτο εἶνα ι. (P. 135 E.) Πάλιν καὶ ἐν τούτοις δῆλός ἐστιν ὁ Παρμενίδης τὴν ἄπτοιαν τοῦ Σωκράτους τὴν περὶ τὰ νοητὰ καὶ ἄϋλα τῶν εἰδῶν ἀγασθείς. Οὐδὲν γὰρ ἄλλο φησὶν ἀποδέξασθαι τῶν ἐκείνου λόγων ἢ τοῦτο, τὸ μετάγειν ἀπὸ τῶν αἰσθητῶν τὴν δύναμιν τὴν διαλεκτικὴν ἐπὶ τὰ νοητὰ, καὶ τούτου τὴν αἰτίαν προσέθηκε· τὰ γὰρ μάλιστα λόγῳ ληπτὰ νοητά ἐστιν· ἐπεὶ καὶ ὁ Τίμαιος εἴρηκεν ὡς ὁ μὲν περὶ τῶν αἰσθητῶν λόγος οὐκ ἔστι μόνιμος οὐδὲ ἀραρὼς, ἀλλὰ εἰκαστικὸς, ὁ δὲ περὶ τῶν νοητῶν ἀκίνητος καὶ ἀνέλεγκτος· τὰ γὰρ αἰσθητὰ τοῦτο ὃ λέγεται ἀκριβῶς οὐκ ἔστι, τὰ δὲ νοητὰ κυρίως ὄντα καὶ γνωσθῆναι μᾶλλον δυνατά. Εἴποι δ’ ἄν τις καὶ ἕτερον τρόπον εἶναι τὰ νοητὰ εἴδη λόγῳ μάλιστα γνωστὰ, ἀπὸ τῶν γνωστικῶν δυνάμεων ὁρμώμενος· αἴσθησις μὲν γὰρ οὐδ’ ὅλως ἀντιλαμβάνεται τῆς ἐκείνων γνώσεως, φαντασία δὲ εἰκόνας αὐτῶν ὑποδέχεται μορφωτικὰς, δόξα δὲ λογικῶς μὲν αὐτῶν ἀντιλαμβάνεται καὶ ἀμορφώτως, ἔχει δὲ ὅμως καὶ αὐτὴ τὸ ποικίλον καὶ ὅλως τὸ ὅτι μόνον γιγνώσκειν πέφυκε. Μόνος δὲ οὖν ὁ ἐν ἡμῖν λόγος ἱκανῶς τῶν εἰδῶν ἐστὶ θεωρὸς, καὶ διὰ τοῦτο καὶ ὁ Τίμαιος ἔλεγε νοήσει μετὰ λόγου περιληπτὸν τὸ ὄντως ὄν· ὥστε τὰ μάλιστα λόγῳ ληπτὰ ταῦτά ἐστι τὰ εἴδη ἃ κυρίως ἐστὶν εἴδη· εἰκότως· τὰ μὲν γὰρ αἰσθητὰ πάντα μερικά ἐστιν, ἐπειδὴ πᾶν σῶμα μερικόν· οὐδὲν γὰρ τῶν σωμάτων τὰ πάντα εἶναι δυνατὸν, οὐδὲ ἓν ἐν πολλοῖς εἶναι μεριστῶς· τὰ δὲ φυσικὰ νεύει περὶ τὰ σώματα, καὶ μεριστὰ περὶ αὐτοῖς ἐστι· τὰ δὲ ψυχικὰ ποικιλίας μετέχει, καὶ τῆς ἁπλότητος ἀπολιμπάνεται τῶν νοερῶν εἰδῶν· ὥστε τὰ μάλιστα λόγῳ καταληπτὰ ταῦτά ἐστιν ὅσα νοερά τε καὶ νοητὰ λέγομεν, καὶ ὅσα ποῤῥωτέρω τῆς ὕλης ἐστὶ, ταῦτα κυριώτερόν ἐστιν εἴδη, σώζοντα τὴν ἑαυτῶν ἄχραντον καθαρότητα. |
| in Prm 995 [5] | Δεῖ τοίνυν τῆς πλάνης τῆς διαλεκτικῆς πρὸς τὴν τούτων θεωρίαν τῶν εἰδῶν, προγυμναζούσης ἡμᾶς καὶ προτελούσης εἰς τὴν ἐκείνων ἀντίληψιν· καὶ μὴν καὶ τὴν γιγνομένην πλάνην αὐτὴν ταύτην, οὐ τὴν δι’ ἐνδόξων, ὡς εἴρηται πολλάκις, ἐπιχείρησιν εἶναι φήσομεν, ἀλλὰ τὴν ὅλην τὴν διαλεκτικὴν, ἣν θριγκὸν ἐν Πολιτείᾳ τῶν μαθημάτων ἐκάλεσεν, ἐν λογικαῖς ἡμᾶς ἀνελίξεσι καὶ διεξόδοις γυμνάζουσαν πρὸς τὴν ἀκριβεστέραν νόησιν τῶν ἀΰλων καὶ χωριστῶν πραγμάτων. Καὶ μὴ θαυμάσῃς εἰ τὴν ἐπιστημονικὴν θεωρίαν πλάνην προσηγόρευσεν αὐτός· ὡς γὰρ πρὸς τὴν νόησιν τὴν καθαρὰν πλάνην αὐτὴν προσεῖπε καὶ πρὸς τὴν ἁπλῆν τῶν νοητῶν ἀντίληψιν· πλάνη γὰρ τὸ μὴ μόνον τἀληθῆ σκοπεῖν ὅπως ἀποδεκτέον, ἀλλὰ καὶ τὰ ψευδῆ διὰ τῶν αὐτῶν μεθόδων ἐκπεριτρέχειν ἐλέγχοντα. Καὶ τί θαυμάζομεν εἰ πλάνην τὴν τοιαύτην πορείαν ὠνόμασεν; ὅπου τῶν μετ’ αὐτόν τινες καὶ ἐν νῷ πλάνην τὴν ποικιλίαν τῶν νοήσεων ἐπονομάζειν οὐκ ὤκνησαν, καὶ ταῦτα νόησιν ἀμετάβατον οὖσαν, διὰ τὸ μίαν οὖσαν ὁμοῦ καὶ πεπληθυσμένην εἶναι διὰ τὸ τῶν νοητῶν πλῆθος. Καὶ τί δεῖ περὶ νοῦ λέγειν; ἀλλὰ καὶ θεῶν αὐτῶν πλάνας, οὐ μόνον τῶν κατ’ οὐρανὸν ἀπλανῶς ἰόντων, ἀλλὰ καὶ νοερῶν, λέγειν εἰώθασι τῶν ἐνθεαζόντων οἱ ἄκροι, τὴν πρόοδον αὐτῶν αἰνιττόμενοι καὶ τὴν ἐπὶ πάντα τὰ δεύτερα παρουσίαν καὶ τὴν γόνιμον ἄχρι τῶν ἐσχάτων πρόνοιαν· πᾶν γὰρ τὸ εἰς πλῆθος προϊὸν πλανᾶσθαι λέγουσιν, ἐν δὲ τῷ μονίμῳ καὶ ἑνοειδεῖ μόνως εἶναι τὸ ἀπλανές. |
| in Prm 996 [40] | Καὶ ἔοικεν ἡ πλάνη τέτταρα δηλοῦν, ἢ πλῆθος ἐνεργειῶν κἂν ὁμοῦ πᾶσαι ὦσιν, ἢ πλῆθος μεταβατικὸν, ἢ πλῆθος ἀπὸ τῶν ἀντικειμένων εἰς τὰ ἀντικείμενα χωροῦν, ἢ πλῆθος ἀτάκτων κινήσεων. Τούτων δὲ τεττάρων ὄντων, ἡ διαλεκτικὴ λέγεται γυμνασία πλάνη κατὰ τὸ τρίτον, ὁδεύουσα διὰ τῶν ἀντικειμένων ὑποθέσεων. Δοκεῖ γάρ μο ι , ἔφ η , ταύτῃ γε οὐδὲν χαλεπὸν εἶνα ι , καὶ ὅμοια καὶ ἀνόμοια καὶ ἄλλο ὁτιοῦν τὰ ὄντα πάσχοντα ἀποφαίνει ν . — Καὶ καλῶς γ’ , ἔφ η. (P. 135 E.) Ταῦτα ἐκεῖνα ἃ καὶ πρότερον ὁ Σωκράτης ἔλεγε, καὶ νῦν φησιν ἐν τούτοις· ὅτι μίξιν τῶν εἰδῶν ἐν μὲν τοῖς αἰσθητοῖς ῥᾴδιον ἰδεῖν (περὶ γὰρ ἓν ὑποκείμενον θεωρεῖται τὰ ἐναντία πολλάκις ἄλλως καὶ ἄλλως ὑφεστηκότα), ἐν δὲ τοῖς νοητοῖς χαλεπόν· καὶ ταῦτά φησιν οὐ πρὸς τὸν Ζήνωνος λόγον ἐνιστάμενος (οὐδὲ γὰρ ἐκεῖνος οὕτως ἔλεγεν), ἀλλὰ τὴν ἑαυτοῦ λέγων ψῆφον τῆς τῶν εἰδῶν κοινωνίας, ἣν καὶ παρεκάλει διαρθρῶσαι τὸν Ζήνωνα. Ταῦτά τοι καὶ ὁ Παρμενίδης οὐκ ἂν ἐπῄνεσεν αὐτὸν, εἴγε πρὸς ἔλεγχον τοῦ Ζήνωνος εἴρητο τὰ εἰρημένα· εἰ γὰρ ὁ μὲν Ζήνων ὅμοια καὶ ἀνόμοια κατὰ ταὐτὸν ἀπέφηνε τὰ πολλὰ, Σωκράτης δὲ κατ’ ἄλλα, καὶ ἄλλο τὸ ὅμοιον ἐλάμβανε καὶ ἀνόμοιον, καὶ ταύτῃ τὸν ἐκείνου λόγον διέβαλλε, πῶς ἂν ὁ Παρμενίδης ἐπαινέτης ἐγένετο τοῦ Σωκράτους; ἔπαινος γὰρ τὸ καλῶς γ ε , ἔφ η. Κάλλιον γοῦν οὐκ ἔλεγχον ταῦτα Ζήνωνος ὑπολαμβάνειν, ἀλλὰ ἄλλο εἶδος ἀπορίας τοῦ Σωκράτους, ἀξιοῦντος ἰδεῖν πῶς τὰ ἐν τοῖς νοητοῖς εἴδη συγκέκραται καὶ τίς ὁ τρόπος τῆς κοινωνίας αὐτῶν· ὅμοιον γὰρ καὶ ἀνόμοιόν ἐστιν ἐν τοῖς αἰσθητοῖς ἅμα, βουλόμεθα δὲ θεωρῆσαι αὐτῶν καὶ τὴν ἐν τῷ νοητῷ συμπλοκήν. |
| in Prm 997 [15] | Ταῦτα καὶ ὁ Σωκράτης, καταφρονῶν μὲν τῆς τῶν ὁρωμένων μίξεως, ἀνατρέχων δὲ ἐπὶ τὴν τῶν νοητῶν κοινωνίαν, φθέγγεται, καὶ ὁ Παρμενίδης ὡς ψυχῆς ὄντα δόγματα γενναίας καὶ μεγαλόφρονος ἀποδέχεται. Χρὴ δὲ καὶ τόδε ἔτι πρὸς τούτῳ ποιεῖ ν , μὴ μόνον εἰ ἔστιν ἕκαστον ὑποθέμενον σκοπεῖν τὰ συμβαίνοντα ἐκ τῆς ὑποθέσεω ς , ἀλλὰ καὶ εἰ μὴ ἔστι τὸ αὐτὸ τοῦτο ὑποτίθεσθα ι , εἰ βούλει μᾶλλον γυμνασθῆνα ι . (P. 135 E.) Εὖ μοι δοκεῖ παρὰ τῶν πρεσβυτέρων λέγεσθαι, τὸ τὸν Πλάτωνα τὰ συγγράμματα τελειοῦν ἀμφοτέρων, τοῦ τε Ζήνωνος καὶ τοῦ Παρμενίδου· τοῦ μὲν τὴν γυμνασίαν εἰς ἄμφω τὰ ἀντικείμενα προσάγοντα, τοῦ δὲ τὴν θεωρίαν ἐπ’ αὐτὸ τὸ ὄντως ἓν ἀνάγοντα, καὶ ταῦτα ἄμφω διὰ τοῦ Παρμενίδου ποιοῦντα· τό τε γὰρ τελειοῦσθαι παρὰ τοῦ ἐραστοῦ καὶ καθηγεμόνος ἀνεπαχθὲς τῷ Ζήνωνι, καὶ τὸ αὐτὸν ἑαυτὸν εἰς τὴν ἀληθεστέραν τῶν ὄντων ἑνάδα μεθιστάνειν πρεπωδέστατον τῷ δι’ ἡλικίαν νεωτέραν δυναμένῳ τὰ πράγματα καθορᾷν, καὶ τὸ ὡς ἀληθῶς αἴτιον τῶν πάντων ἀνακλίναντι τὴν τῆς ψυχῆς αὐγὴν, ὡς αὐτὸς ἐν Πολιτείᾳ φησὶ, θεωρεῖν. Τὴν μὲν οὖν τοῦ Παρμενιδείου συγγράμματος τελείωσιν ἐν τοῖς ἑπομένοις ἀνευρήσομεν· τὴν δὲ τοῦ Ζηνωνείου διὰ τούτων ἤδη κατίδωμεν. Ὁ μὲν δὴ τοῦ Ζήνωνος λόγος ὑποθέμενος εἴδη τὰ πολλὰ κεχωρισμένα τοῦ ἑνὸς συνῆγε τὰ ἄτοπα, σκοπῶν τί ἕπεται, καὶ τί οὐχ ἕπεται, καὶ τί ἕπεταί τε καὶ οὐχ ἕπεται· καὶ γὰρ ὅτι ὅμοια ἔσται συνῆγε καὶ ὅτι οὐχ ὅμοια, καὶ ἐπὶ ἑνὸς καὶ πλήθους, καὶ κινήσεως καὶ στάσεως ὁμοίως. Ὁ δέ γε Παρμενίδης ἀξιοῖ μὴ μόνον ὑποτίθεσθαι τὸ εἰ ἔστιν ἐν ταῖς διαλεκτικαῖς ζητήσεσιν, ἀλλὰ καὶ τὸ εἰ μὴ ἔστ ι , καὶ θεωρεῖν τί τὸ συμβαῖνον καὶ ἐκ ταύτης τῆς ὑποθέσεως· οἷον, μὴ μόνον εἰ ἔστιν ὁμοιότης, ἀλλὰ καὶ εἰ μὴ ἔστιν ὁμοιότης, τί τὸ συμβαῖνον ἦν ὡς ἑπόμενον, ἢ ὡς οὐχ ἑπόμενον, ἢ ὡς ἑπόμενόν τε καὶ οὐχ ἑπόμενον· τί δὴ τοῦτο προστιθεὶς καὶ διὰ ποίαν αἰτίαν; ὅτι, φήσω, ἐὰν μὲν μόνον ὑποθώμεθα τὸ εἰ ἔστι καὶ εὕρωμεν τί τὸ συμβαῖνον, οὐ πάντως εὕρομεν οὗ καθ’ αὑτό ἐστιν αἴτιον τὸ ὑποτεθέν· ἐὰν δὲ προσαποδείξωμεν, ὡς εἰ μὴ ἔστι ν , οὐκ ἔτι τὸ αὐτὸ τοῦτο συμβήσεται ὃ ἦν ἐκ τοῦ εἰ ἔστι τεθέντος συμβαῖνον, γίγνεται δῆλον ἡμῖν ὅτι ἄρα διὰ τὸ εἶναι ἐκεῖνο καὶ τοῦτο ἔστι· συνέβαινε γὰρ ἂν, ἐκείνου μὴ εἶναι τεθέντος, ἐκεῖνο τῇ ἑαυτοῦ φύσει τούτου μὴ ἦν αἴτιον· καὶ διὰ τὸ ἐκεῖνο εἶναι καὶ τοῦτο συνέβαινεν. |
| in Prm 998 [10] | Εἰ γὰρ ὑποθέμενος εἶναι ψυχὴν δείξαιμι συμβαῖνον τὸ εἶναι κίνησιν, ἔπειτα εἴπω, ἀλλὰ δὴ μὴ ἔστω ψυχὴ, δείξαιμι κίνησιν μηκέτι συμβαίνουσαν, τῷ εἶναι τὴν ψυχὴν ἔσται κίνησις· ἔσται οὖν ἀρχὴ καὶ αἰτία κινήσεως· εἰ δὲ μὴ οὔσης ψυχῆς συμβαίνει κίνησις, δῆλον ὡς οὐκ ἀπὸ ψυχῆς ἡ κίνησις. Οὕτω καὶ αὐτὸς ἐν Φαίδρῳ, τὴν αὐτοκινησίαν ἀρχὴν εἶναι τοῖς ἄλλοις κινήσεως ἀποδεικνὺς, ἔλαβε μὴ ὂν τὸ αὐτοκίνητον, καὶ ἔφατο πάντα μὲν οὐρανὸν, πᾶσαν δὲ γένεσιν συμπεσόντα στήσασθαι. Καὶ ἐν Νόμοις, πάντων ἑστώτων, κινήσας τὸ αὐτοκίνητον, ἐπεισήγαγε τοῖς ἑστῶσι κίνησιν· οὐκοῦν εἰ μὲν εἴη τὸ αὐτοκίνητον, ἔσται κίνησις· εἰ δὲ μὴ εἴη, οὐκ ἔστιν· μόνον ἄρα τὸ αὐτοκίνητον αἴτιον κινήσεως. Οὐ μόνον ἄρα ἐξαρκεῖ τὸ εἰ ἔστι σκοπεῖν, ἀλλὰ δεῖ καὶ τὸ εἰ μὴ ἔστιν ἐξετάζειν, εἰ μέλλοι τις ὄψεσθαι καὶ γνώσεσθαι τίνος αἴτιόν ἐστι τὸ προκείμενον, ἢ τί καθ’ αὑτὸ αὐτῷ ὑπάρχει καὶ ᾗ αὐτό· καὶ γὰρ ἐπὶ τούτων εἰ ἔστημεν ἐν μόνῳ τῷ εἰ ἔστι ν, οὔπω δῆλον ἦν εἰ μόνον καθ’ αὑτὸ τὸ αὐτοκίνητον ἦν τοῖς ἄλλοις αἴτιον κινήσεως τί γὰρ ἐκώλυε καὶ ἄλλο τι τὴν αὐτὴν ἔχειν δύναμιν; δειχθέντος δὲ καὶ τοῦ εἰ μὴ ἔστι τὸ αὐτοκίνητον μηδὲν κινεῖσθαι τῶν ἄλλων, οὐκ ἔστιν ἀληθὲς εἶναί τι καὶ ἄλλο κινήσεως αἴτιον· ἐκίνει γὰρ ἂν ἐκεῖνο καὶ μὴ ὄντος τοῦ αὐτοκινήτου, καὶ οὐκέτι δυνατὸν ἦν συνάγειν, εἰ μὴ ἔστι τὸ αὐτοκίνητον, μηδὲν κινεῖσθαι τῶν ἄλλων. |
| in Prm 999 [10] | Πρὸς τοῦτο μὲν οὖν ἐστιν ἀναγκαῖον τὸ μὴ μόνον ὑποτιθέμενον τὸ εἰ ἔστι σκοπεῖν τὸ συμβαῖνον, ἀλλὰ καὶ εἰ μὴ ἔστι τὸ αὐτὸ τοῦτ ο. Ζητήσειε δ’ ἄν τις εἰκότως πῶς ὅλως δυνατὸν τῷ μὴ ὄντι εἶναί τι συμβαῖνον· τί γὰρ ὑπάρξειεν ἐν τῷ μὴ ὄντι; πῶς δ’ ἂν δεικτικὸν γένοιτό τινος ἐκεῖνο τὸ μηδ’ ὅλως ὄν; ἅπαξ γὰρ ἀναιρεθὲν οὔτε αὐτὸ καθ’ αὑτό τι πάσχειν δυνατὸν, οὔτε πρὸς τὰ ἄλλα τι πεπονθέναι· μόνως γάρ ἐστι τὸ μὴ ὄν. Ῥητέον δὲ καὶ πρὸς ταύτην τὴν ζήτησιν ὅτι τὸ μὴ ὂν, ὡς ἐν Σοφιστῇ μεμαθήκαμεν, λέγεται καὶ τὸ μηδαμῆ μηδαμῶς ὂν καὶ ἡ στέρησις· καθ’ αὑτὸ γάρ ἐστι μὴ ὂν, κατὰ συμβεβηκὸς δὲ ὄν· καὶ ἡ ὕλη· μὴ ὂν γὰρ, ὡς ἀνείδεος κατὰ τὴν ἑαυτῆς φύσιν καὶ ἀόριστος καὶ ἄμορφος· καὶ ἔτι τὸ ἔνυλον πᾶν, ἅτε φαινομένως μὲν ὂν, κυρίως δὲ οὐκ ὄν· καὶ ἔτι τὸ αἰσθητὸν πᾶν· γιγνόμενον γάρ ἐστι καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· καὶ πρὸ τούτων τὸ ἐν ταῖς ψυχαῖς μὴ ὂν, καθὸ καὶ αὗται λέγονται πρῶται τῶν γιγνομένων εἶναι καὶ οὐκ ὄντως εἶναι τῶν ὄντως ὄντων τῶν ἐν τοῖς νοητοῖς τεταγμένων· καὶ ἔτι πρὸ τῶν ψυχῶν τὸ ἐν αὐτοῖς τοῖς νοητοῖς μὴ ὂν, ἡ πρώτη ἑτερότης τῶν ὄντων, ὡς ὁ Σοφιστὴς ἡμᾶς ἀνεδίδαξεν, ὃ καὶ αὐτοῦ τοῦ ὄντος οὐ παρ’ ἔλαττον εἶναί φησι· καὶ ἔτι τούτων ἐπέκεινα τὸ πρὸ τοῦ ὄντος μὴ ὂν, ὃ καὶ αἴτιόν ἐστι τῶν ὄντων ἁπάντων ἐξῃρημένων τοῦ ἐν τοῖς οὖσι πλήθους. Εἰ δὲ τοσαυταχῶς λέγεται τὸ μὴ ὂν, δῆλον ὡς τὸ μὲν μηδαμῆ μηδαμῶς ὂν οὐδέποτε ὑποθετέον· οὐδὲ γὰρ λέγειν ἐκεῖνο δυνατὸν, οὐδὲ γιγνώσκειν, ὡς ἐν Σοφιστῇ δέδειχεν ὁ Ἐλεάτης ξένος, κρατύνων τὸν Παρμενίδειον περὶ αὐτοῦ λόγον· ὃς καὶ ἔλεγεν ἄγνωστον εἶναι τὸ μηδαμῶς ὂν καὶ ἄῤῥητον, πάσης γνώσεως καὶ οἰήσεως πάσης τι γιγνωσκούσης καί τι ἀπαγγελλούσης, τοῦ δὲ μηδαμῆ ὄντος οὐδενὸς ὄντος· τὸ γὰρ οὐκ ὂν οὐδὲν αὐτὸς ἦν ὁ λέγων ὁ Παρμενίδης, ὅπερ ἀδύνατόν τι καὶ τὸ οὐδέν. |
| in Prm 1000 [40] | Ὅταν δὲ λέγωμεν μὴ εἶναι τὰ πολλὰ, ἢ μὴ εἶναι τὸ ἓν, ἢ μὴ εἶναι ψυχὴν, οὕτως ἀποφάσκομεν ὡς ἄλλο μὲν εἶναί τι, ψυχὴν δὲ μὴ εἶναι, καὶ τὸ τούτῳ συμβαῖνον ζητοῦμεν· οἷον εἰ φαμὲν, ἀλλὰ δὴ μὴ ἔστω τῶν ὄντων ὁ νοῦς, οὐ τοῦτο λέγομεν ὅτι ἔστω τὸ μηδαμῶς ὂν, ἀλλ’ ὅτι νοῦς ἀπὸ τῶν ὄντων ἀνῃρήσθω· τοῦτο δὲ ταὐτὸν τῷ, πάντων τῶν ὄντων μὴ ἔστω νοῦς· ἄλλο οὖν ὂν, ἄλλο λέγεται μὴ εἶναι· καὶ οὕτως οὐκ ἐπὶ τοῦ μηδαμῶς ὄντος ἡ ὑπόθεσις, ἀλλ’ ἐπὶ τοῦ πῆ μὲν ὄντος, πῆ δὲ οὐκ ὄντος, ἢ τοδὶ μὲν ὄντος, τοδὶ δὲ οὐκ ὄντος· ὅλως γὰρ αἱ ἀποφάσεις ἔγγονοι τῆς ἑτερότητός εἰσι τῆς νοερᾶς· διὰ τοῦτο γὰρ οὐχ ἵππος ὅτι ἕτερον, καὶ διὰ τοῦτο οὐκ ἄνθρωπος ὅτι ἄλλο· καὶ αὐτὸς ἐν Σοφιστῇ διὰ τοῦτο ἔλεγεν, ὅτι ἡνίκα ἂν λέγωμεν μὴ ὂν, ἄρνησιν μόνον λέγομεν τοῦ ὄντος, ἀλλ’ οὐκ ἐναντίον τῷ ὄντι, λέγων ἐναντίον ὃ πλεῖστον τοῦ ὄντος ἀφέστηκε καὶ τελέως αὐτοῦ ἀποπέπτωκεν· ὥστ’ οὐκ εἰ πάντες μὴ εἶναι τὸ μηδαμῶς ὂν εἰσάγομεν, οὐδὲ ὑποτιθέμενοι τὸ μὴ ὂν ἐκεῖνο ὑποτιθέμεθα, ἀλλ’ ὅσον δύναται γνωστὸν εἶναι καὶ λόγῳ ῥητὸν τοῦ μὴ ὄντος σημαινόμενον. Ταῦτα μὲν εἰρήσθω περὶ τούτων· ἐπειδὴ δὲ τὴν Ἐλεατικὴν μέθοδον ἐν τούτοις παραδίδωσιν ὁ Πλάτων, φέρε τὸ λογικὸν αὐτῆς πρός γε τὸ παρὸν θεωρήσομεν. Δεῖ δὴ νοεῖν ἐκ μιᾶς ὑποθέσεως δύο τινὰς ἀποφυομένας, ἔπειτα τρεῖς καθ’ ἑκάστην τῶν τριῶν, ὥστε τὰς μετὰ τὴν μονάδα καὶ τὴν δυάδα γενομένας ἓξ ὑποθέσεις τετραπλασιαζομένας εἰς τὸν εἰκοστὸν τέταρτον καταλήγειν ἀριθμόν. |
| in Prm 1001 [40] | Ἔστι δὲ μοναδικὴ μὲν ὑπόθεσις καὶ ἁπλουστάτη, τίνι τί συμβαίνει· τοῦτο γοῦν κοινὸν ἐπὶ πασῶν ἐστι τῶν ὑποθέσεων· καὶ γὰρ ὁ τὸ καταφατικὸν ἢ ἀποφατικὸν λέγων συμβαῖνόν τι λέγει πάντως, καὶ ὁ τὸ πρὸς ἑαυτὸ, καὶ ὁ τὸ πρὸς ἄλλο λαμβάνων, δῆλον ὡς τὶ καὶ τὶ λαμβάνει· καὶ τοῦτο ἐναργές ἐστι. Δυαδικὴ δὲ ἡ τὴν εἰς δύο παρασχομένη διαίρεσιν, ὅταν μὴ ἁπλῶς εἴπῃς ὅ τινι συμβέβηκεν, ἀλλὰ διέλῃς τίνι ὄντι συμβέβηκε· πρώτη γὰρ διαίρεσις γίγνεται κατ’ ἀντίφασιν, εἰς τὸ εἶναι τὸ προκείμενον καὶ μὴ εἶναι. Καὶ δύο ἔστωσαν αὗται ὑποθέσεις· ἑκατέρα δὲ τούτων τρεῖς ἡμῖν ὑποθέσεις γεννᾷ· πρότερον μὲν γὰρ τό τινι λαβόντες ὂν καὶ μὴ ὂν ἐδιχοτομοῦμεν τὴν ὑπόθεσιν· νῦν δὲ ἂν τὸ συμβαῖνον τριχῶς λάβωμεν, ἑκατέραν τῶν ὑποθέσεων τριπλασιάσομεν. Τὸ τοίνυν συμβαῖνον, ἢ ὡς ἑπόμενον ληπτέον, ἢ ὡς μὴ ἑπόμενον, ἢ ὡς ἅμα καὶ ἑπόμενον καὶ οὐχ ἑπόμενον· ἢ γὰρ καταφατικόν ἐστι τὸ συμβαῖνον, ἢ ἀποφατικὸν, ἢ πῆ μὲν καταφατικὸν, πῆ δὲ ἀποφατικόν· οὐ γὰρ τοῦτό φησιν ὁ λόγος ὅτι ἡ ἀντίφασις συναληθεύει καὶ ἅμα τὰ ἀντικείμενα ἕπεται, ἀλλ’ ὅτι τὸ αὐτὸ πῶς μὲν ὑπάρξει τῷ αὐτῷ, πῶς δ’ οὔ. Ταῦτα οὖν τὰ τρία καὶ ὄντος τοῦ πράγματος καὶ μὴ ὄντος σκοποῦντες, δῆλον ὅτι τὰς δύο τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἑξαπλασιάσομεν· ἔσονται οὖν ἓξ ὑποθέσεις· εἰ ἔστι, τί ἕπεται, καὶ τί οὐχ ἕπεται, καὶ τί ἅμα ἕπεταί τε καὶ οὐχ ἕπεται· καὶ εἰ μὴ ἔστιν, ὁμοίως· τό τε γὰρ τί διπλοῦν γέγονεν, ὄν τε καὶ μὴ ὂν, καὶ τὸ συμβαῖνον τριπλοῦν, ἑπόμενον, καὶ οὐχ ἑπόμενον, καὶ ἑπόμενον ἅμα καὶ οὐχ ἑπόμενον· δυὰς δὲ ἐπὶ τριάδα πάντως εἰς ἑξάδα καταλήγει. Πάλιν ἑκάστη τῶν ἓξ τούτων ὑποθέσεων τετραπλασιάζεται διὰ τὴν τοῦ συμβαίνοντος κατὰ τὸ ὑποκείμενον διαφοράν· ἢ γὰρ αὐτῷ τι συμβαίνει, ἢ τοῖς ἄλλοις· καὶ τούτων ἑκατέρῳ διχῶς· ἢ αὐτῷ πρὸς ἑαυτὸ, ἢ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις ἢ πρὸς ἑαυτὰ, ἢ πρὸς αὐτό· ταύτας δὲ τὰς τέτταρας διαφορὰς ἐὰν καθ’ ἑκάστην πλέκῃς τῶν ἓξ πρώτων ὑποθέσεων, δῆλον ὅτι τέτταρας καὶ εἴκοσι ποιήσεις τὰς ὅλας ὑποθέσεις. |
| in Prm 1002 [40] | Νοείσθω δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπογεγραμμένων, εἰ ἔστι, τί ἕπεται αὐτῷ πρὸς αὑτό· εἰ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς αὑτό· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· πάλιν εἰ ἔστι, τί ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα. Πρώτη μὲν ἑξὰς αὕτη· δευτέρα δὲ τοιαύτη· εἰ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· πάλιν εἰ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό. Δευτέρα μὲν οὖν ἑξὰς αὕτη· τρίτη δὲ ἥδε· εἰ μὴ ἔστι, τί ἕπεται αὐτῷ πρὸς ἑαυτό· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· πάλιν εἰ μὴ ἔστι, τί ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα. Τρίτη μὲν οὖν ἑξὰς αὕτη· τετάρτη δὲ ἥδε· εἰ μὴ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· πάλιν εἰ μὴ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό. Τέτταρες μὲν οὖν ἑξάδες αὗται νοείσθωσαν, αἷς χρήσεται καὶ ὁ Παρμενίδης ἐν ταῖς ὑποθέσεσιν· ἐννέα μὲν ὑποθέσεις ἐξετάζων διὰ τὴν τῶν πραγμάτων φύσιν ἐξ ἧς ποιεῖται τὴν ὑφήγησιν, ἐν δὲ ταῖς ὑποθέσεσι ταύταις, κατὰ μὲν τὰς πέντε ταῖς δύο πρώταις ἑξάσι κεχρημένος, ἐν δὲ ταῖς λοιπαῖς τέτρασι, ταῖς δύο ταῖς λοιπαῖς ἑξάσι· καὶ πάλιν ἐπὶ τῶν πέντε, τῇ μὲν μιᾷ τετράδι κατὰ τὰς πρώτας τρεῖς ὑποθέσεις, τῇ δὲ ἑτέρᾳ κατὰ τὰς δύο τῶν πέντε· ἐπὶ δὲ τῶν τεττάρων, τῇ μὲν μιᾷ τετράδι ἐπὶ τῶν δύο τῶν πρώτων, τῇ δὲ ἑτέρᾳ ἐπὶ τῶν λοιπῶν, ὡς εἰσόμεθα τοῦ λόγου προϊόντος. |
| in Prm 1003 [5] | Τὸ μὲν οὖν εἶδος ὅλον τῆς διαλεκτικῆς μεθόδου τοιοῦτον, νοερὸν ὄντως καὶ ἐπιστημονικὸν, ἀλλ’ οὐχὶ δοξαστικὸν καὶ παντελῶς ἄστατον καὶ ἀόριστον κατὰ τὴν γνῶσιν. Ὑπὸ δὲ ταύτην μίαν καὶ ὅλην μέθοδον αἱ τέτταρες τελοῦσι δυνάμεις, ὁριστικὴ, καὶ διαιρετικὴ, καὶ ἀποδεικτικὴ, καὶ ἀναλυτική· καὶ γὰρ ὅπου μὲν διελεῖν ἀναγκαῖον ἢ ὡς ἀπὸ ἑνὸς γένους εἰς εἴδη, ἢ ὡς ἀπὸ ὅλου εἰς μέρη διάφορα, ἢ ἄλλως ὁπωσοῦν· ὅπου δὲ ὁρίσασθαι δεῖ, τάς τε ὁριστικῶν εἰδέναι διαφορὰς καὶ τὰς τῶν ὁρισμῶν καθ’ ἑκάστην τάξιν τῶν ὄντων· ὁρίζεσθαι γὰρ δυνατὸν καὶ ἀπὸ εἴδους καὶ ἀπὸ τῆς ὕλης καὶ δι’ ἀμφοτέρων· ὅπου δὲ ἀποδεῖξαι, καὶ ἐνταῦθα τάς τε τῶν αἰτιῶν ἀνάγκη διαγιγνώσκειν διαφοράς· ἄλλως γὰρ ἐπὶ τῶν ἐνύλων τὰ αἴτια καὶ ἄλλως ἐπὶ τῶν ἀΰλων ληπτέον, ἄλλως ἐπὶ τῶν κινουμένων, καὶ ἄλλως ἐπὶ τῶν ἀκινήτων· ὅπου δὲ ἀναλῦσαι μέχρι τῶν πρώτων· καὶ γὰρ ἡ ἀπὸ τοῦ ζητουμένου μετάβασις ἐπὶ τὰ ἄλλα τοτὲ μὲν ὡς ἐπὶ τὰ αἴτια γίγνεται ἀναλυτικῶς, τοτὲ δὲ ὡς ἐπὶ συναίτια, τοτὲ δὲ ὡς ἐπ’ ἀμφότερα· ταῦτα δὲ ἀναγκαῖόν ἐστι μὴ παρέργως ἐπισκοπεῖν τὸν τῇ μεθόδῳ χρώμενον, διότι δὴ καὶ τὸ προκείμενον ἢ ὡς τὸ ἀκρότατόν ἐστιν, ἢ ὡς τὸ ἔσχατον ἐν τοῖς οὖσιν, ἢ ὡς μέσην τάξιν ἔχον. Δῆλον δὲ κἀκεῖνο πρὸς τούτοις, ὅτι πάντων τῶν τρόπων οἱ μὲν ἡμίσεις ἀληθὲς δεικνύουσιν, οἱ δὲ λοιποὶ τὸ ἀδύνατον συμπεραίνουσιν, ὅπως ἂν ἔχοι τὸ προτεθὲν ἢ ὑπάρξεως ἢ ἀνυπαρξίας· καὶ ὅτι ποτὲ μὲν ἀπὸ τοῦ προκειμένου ποιούμεθα τὴν μετάβασιν ἐπὶ τὸ ἓν, οἷον εἰ ἔστιν ὁμοιότης, πῶς ἔχει πρὸς τὴν ἀνομοιότητα; ποτὲ δὲ ἐπὶ πολλὰ, οἷον εἰ ἔστιν ὁμοιότης, πῶς ἔχει ἐπὶ πάντα τὰ εἴδη; ποτὲ δὲ ἐπὶ πάντα, οἷον εἰ ἔστι νοῦς, πῶς ἔχει πρὸς τὰ ὄντα πάντα τά τε νοητὰ τά τε αἰσθητά; ἐπειδὴ τούτοις ἅπασι τοῦ ἐπιστήμονος ἔργον συνορᾷν, ὅθεν ἀρξάμενος ὁδὸν παρέξει ῥᾴστην καὶ καλλίστην ταῖς τῶν προκειμένων ἀποδείξεσι· πολλάκις μὲν γὰρ ἀπὸ τῶν καταφάσεων ἄρχεσθαι δεήσει, πολλάκις δὲ ἀπὸ τῶν πρὸς τὸ ἄλλο ἢ τὰ ἄλλα συμβαινόντων· ἁπλῶς δὲ ἀπὸ τῶν γνωριμωτάτων πανταχοῦ ποιήσεται τὴν ἀρχὴν καὶ διὰ τοῦτο κατασκευάσει τὰς ἐφεξῆς, ἑπόμενος ταῖς προκειμέναις τῶν τρόπων διαιρέσεσι. |
| in Prm 1004 [5] | Τύποι μὲν οὖν τῆς μεθόδου τοιοίδε τινὲς ἔστωσαν· εἰ δὲ δεῖ, πρὶν ὁ Παρμενίδης ἐφάψηται τῶν οἰκείων ὑποθέσεων, ἡμᾶς ἐπί τινος ὑποθέσεως γνωριμωτέρας γυμνάσαι τὴν μέθοδον, ὑποκείσθω ψυχὴ, καὶ σκοπῶμεν αὐτήν τε καθ’ ἑαυτὴν καὶ πρὸς τὰ σώματα καὶ ζητῶμεν τί ἕπεται, τί οὐχ ἕπεται, τί ἕπεται καὶ οὐχ ἕπεται τῇ ψυχῇ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ σώματα, καὶ τοῖς σώμασι πρὸς ἑαυτὰ καὶ πρὸς ψυχήν. Οὐκοῦν εἰ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς ἑαυτὴν τὸ αὐτοκίνητον, τὸ αὐτόζωον, τὸ αὐθυπόστατον· οὐχ ἕπεται δὲ τὸ ἑαυτῆς φθαρτικὸν, τὸ ἑαυτὴν ἀγνοεῖν πάντη καὶ μηδὲν τῶν ἑαυτῆς ἐπιγιγνώσκειν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μεριστὸν καὶ τὸ ἀμέριστον (πῶς μὲν γάρ ἐστι μεριστὴ, πῶς δὲ ἀμέριστος), καὶ τὸ ἀεὶ ὂν καὶ μὴ ἀεὶ ὂν (πῶς μὲν γάρ ἐστιν αἰώνιος, πῶς δὲ μεταβλητὴ), καὶ πᾶν ὅσον αὐτῇ κατὰ τὸ ἴδιον ὑπάρχει τῆς μεσότητος τοιοῦτόν ἐστιν. Πάλιν εἰ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς τὰ σώματα τὸ ζωογόνον, τὸ χορηγὸν κινήσεως, τὸ συνεκτικὸν τῶν σωμάτων, ἕως ἂν παρῇ τοῖς σώμασι, τὸ δεσπόζειν αὐτῶν καὶ ἄρχειν κατὰ φύσιν· οὐχ ἕπεται δὲ τὸ ἔξωθεν κινεῖν (ἴδιον γὰρ τῶν ἐμψύχων τὸ ἔνδοθεν κινεῖσθαι), καὶ τὸ τῆς ἠρεμίας αἰτίαν εἶναι τοῖς σώμασι καὶ ἀμεταβλησίας· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ παρεῖναι αὐτοῖς καὶ χωρὶς αὐτῶν παρεῖναι· καὶ γὰρ πάρεστιν αὐτοῖς τῇ προνοίᾳ, καὶ αὐτῶν ἐξῄρηται τῇ οὐσίᾳ. Πρώτη μὲν ἑξὰς αὕτη· δευτέρα ἐκείνη· εἰ ἔστι ψυχὴ, ἕπεται τοῖς ἄλλοις, τοῖς σώμασι λέγω, πρὸς ἑαυτὰ τὸ συμπαθές· κατὰ γὰρ τὴν αἰτίαν τὴν ζωοποιὸν καὶ ταῦτα συμπάθειαν ἔχει πρὸς ἄλληλα· οὐχ ἕπεται δὲ τὸ ἀναίσθητον· ἀνάγκη γὰρ ψυχῆς οὔσης πάντα εἶναι αἰσθητικὰ, τὰ μὲν ἰδίως, τὰ δὲ ὡς μέρη τοῦ παντός· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἑαυτὰ κινεῖν τὰ σώματα ψυχούμενα, πῶς δ’ οὔ· πολλοὶ γὰρ καὶ τρόποι τῆς αὐτοκινησίας. |
| in Prm 1005 [5] | Πάλιν εἰ ἔστι ψυχὴ, ἕπεται τοῖς σώμασι πρὸς αὐτὴν τὸ ἔνδοθεν κινεῖσθαι ὑπ’ αὐτῆς, καὶ ζωοποιεῖσθαι παρ’ αὐτῆς, καὶ σώζεσθαι καὶ συνέχεσθαι δι’ αὐτῆς, καὶ ὅλως ἐξηρτῆσθαι αὐτῆς· οὐχ ἕπεται δὲ τὸ σκεδάννυσθαι ὑπ’ αὐτῆς καὶ ἀζωΐας ἀναπίμπλασθαι· ζωῆς γὰρ ἐκεῖθεν μεταλαγχάνει καὶ συνοχῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται, τὸ μετέχειν τε αὐτῆς καὶ μὴ μετέχειν· ἀληθὲς γὰρ ἑκάτερον, ὅτι πῶς μὲν αὐτῆς ἐκείνης μετέχει τὰ σώματα, πῶς δὲ οὐκ αὐτῆς. Δευτέρα μὲν οὖν ἑξὰς αὕτη· τρίτη δὲ τοιάδε· εἰ μὴ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς ἑαυτὴν τὸ ἄζωον, τὸ ἀνούσιον, τὸ ἄνουν· οὔτε γὰρ οὐσίαν οὔτε ζωὴν ἕξει μὴ οὖσα· οὐχ ἕπεται δὲ τὸ ἑαυτῆς σωστικὸν, τὸ ἑαυτῆς ὑποστατικὸν, τὸ ἑαυτῆς κινητικὸν, πᾶν τὸ τοιοῦτον· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἄγνωστον καὶ τὸ ἄλογον ὑφ’ ἑαυτῆς· μὴ οὖσα γὰρ πῶς μὲν ἄγνωστός ἐστι καὶ ἄλογος, ὡς μήτε λογιζομένη μήτε γιγνώσκουσα ἑαυτὴν ὅλως, πῶς δὲ οὔτε ἄλογος οὔτε ἄγνωστος, εἰ ταῦτα σημαίνει φύσιν τινὰ οὖσαν, μὴ λογικὴν δὲ μηδὲ γνώσεως τυγχάνουσαν. Πάλιν εἰ μὴ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς τὰ σώματα τὸ ἄγονον αὐτῶν, τὸ ἄμικτον πρὸς αὐτὰ, τὸ ἀπρονόητον αὐτῶν· οὐχ ἕπεται δὲ τὸ κινητικὸν αὐτῶν, τὸ ζωοποιὸν, τὸ συνεκτικόν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἕτερον αὐτὴν εἶναι τῶν σωμάτων, τὸ μὴ κοινωνεῖν αὐτοῖς· καὶ γὰρ ἀληθές πώς ἐστι τοῦτο καὶ οὐκ ἀληθὲς, εἰ οὕτω λαμβάνει τις τὸ ἕτερον ὡς ὂν μὲν, ἐξηλλαγμένον δέ· οὕτω μὲν γὰρ ἕτερον· οὐχ ἕτερον δὲ αὖ πάλιν, ὡς μηδ’ ὅλως ὂν, καὶ ταύτης ἕτερον, ὅτι μὴ ὄν. Τρίτη μὲν ἑξὰς αὕτη Τετάρτη δέ· εἰ μὴ ἔστι ψυχὴ, ἕπεται τοῖς σώμασι πρὸς ἑαυτὰ τὸ ἀκίνητον, τὸ ἀδιάφορον κατὰ τὴν ζωὴν, τὸ ἀσυμπαθὲς πρὸς ἄλληλα· οὐχ ἕπεται δὲ τὸ αἰσθήσει γιγνώσκειν ἄλληλα, τὸ ὑφ’ ἑαυτῶν κινεῖσθαι· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ πάσχειν ὑπ’ ἀλλήλων· πῶς μὲν γὰρ πείσεται, πῶς δὲ οὐ πείσεται· σωματικῶς γὰρ μόνον, ἀλλ’ οὐχὶ ζωτικῶς. |
| in Prm 1006 [40] | Πάλιν εἰ μὴ ἔστι ψυχὴ, ἕπεται τοῖς ἄλλοις πρὸς αὐτὴν τὸ μὴ προνοεῖσθαι μηδὲ κινεῖσθαι ὑπ’ αὐτῆς· οὐχ ἕπεται δὲ τὸ ζωοποιεῖσθαι, τὸ συνέχεσθαι παρ’ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ καὶ ὁμοιοῦσθαι πρὸς αὐτὴν καὶ μὴ ὁμοιοῦσθαι· καθόσον μὲν γὰρ ἐκείνης μὴ οὔσης οὐδ’ ἂν ταῦτα εἴη, ὁμοιοῦται πρὸς αὐτήν· πάσχει γὰρ ταὐτὸν ἐκείνῃ· καθόσον δὲ οὐ δυνατὸν ὅμοιον εἶναί τινι τὸ μὴ ὂν, κατὰ τοῦτο πάλιν οὐκ ἀκολουθήσει τουτωνὶ πρὸς αὐτὴν ὁμοιότης. Κατὰ πάντας ἄρα τοὺς τρόπους διεξήλθομεν ἐπὶ τοῦ παραδείγματος τὴν μέθοδον, καὶ συνάγομεν ἀπὸ τούτων τῶν λόγων, ὅτι ἄρα ἡ ψυχὴ ζωῆς αἰτία καὶ κινήσεως καὶ συμπαθείας τοῖς σώμασι, καὶ ὅλως τοῦ τε εἶναι καὶ σώζεσθαι· καὶ γὰρ οὔσης ψυχῆς, ταῦτα συνεισήγετο, καὶ μὴ οὔσης, ταῦτα συνανῄρητο· μόνως ἄρα ἀπὸ ψυχῆς ταῦτα καὶ διὰ ψυχὴν ὑπάρχει τοῖς σώμασι· καὶ τοῦτο γίγνεται τῆς ὅλης μεθόδου τέλος, ἀνευρεῖν τὴν ἰδιότητα τοῦ πράγματος, καὶ ὅσων ἐστὶ καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις παρεκτικόν. Καὶ ὁρᾷς ὡς ἐν ταύταις ταῖς ὑποθέσεσι γένοιτ’ ἂν ῥᾷον ὁ λόγος οὐκ ἀπ’ αὐτῆς ἡμῶν ἀρξαμένων τῆς ψυχῆς, ἀλλ’ ἀπὸ τῶν σωμάτων· ταῦτα γὰρ γνωριμώτερα τῆς ψυχῆς, καὶ τῶν ἑπομένων ἐκείνῃ καὶ οὐχ ἑπομένων τὰ τούτοις ἑπόμενα καὶ οὐχ ἑπόμενα, τῷ μετέχειν ἢ μὴ μετέχειν ψυχῆς· μετέχοντα γὰρ καὶ ζῶντά ἐστι καὶ κινούμενα καὶ συμπαθῆ πρὸς ἑαυτὰ, τὰ μὴ μετέχοντα δὲ ἀκίνητα καὶ ἀργὰ καὶ ἄπονα. Δείξαντες οὖν ταῦτα πρῶτον ὅσα τοῖς σώμασιν ἕπεται καὶ οὐχ ἕπεται, τῷ εἶναι καὶ μὴ εἶναι ψυχὴν, πρός τε ἑαυτὰ καὶ τὴν ψυχὴν, ῥᾷον καὶ ἐπ’ αὐτῆς ταῦτα δείξομεν· οἷον ὅτι αὐτοκίνητος, ὅτι ἀθάνατος, ὅτι ἀσώματός ἐστιν· ἀφ’ ὧν γὰρ τὰ σώματα παρ’ αὐτῆς ἔχει, τὴν ἐκείνης ἰδιότητα δείξομεν. |
| in Prm 1007 [40] | Οὕτως ἄρα ἀληθὲς τὸ ἄλλο τε ἀπ’ ἄλλων ὑποθέσεων χρῆναι ποιεῖσθαι τὴν ἀρχὴν τοὺς ἀπὸ τῶν γνωριμωτάτων ἄρχεσθαι βουλομένους, ἢ ἀπὸ τῶν καταφατικῶν ἢ ἀπὸ τῶν ἀποφατικῶν ἢ ἀπὸ τῶν προκειμένων ἢ ἀπὸ τῶν ἀντεξεταζομένων. Οἶδα μὲν οὖν ὅτι καὶ ὁ Ἀριστοτέλης, ταύτην τὴν μέθοδον μιμούμενος, ἀξιοῖ λαμβάνειν ἐπὶ τῶν κατηγορικῶν συλλογισμῶν τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα καὶ τὰ ἀλλότρια τοῦ τε ὑποκειμένου καὶ τοῦ κατηγορουμένου, τί τε ἕπεται λέγων αὐτῷ καὶ τί οὐχ ἕπεται· πολλῷ δὲ ἐνταῦθα γέγονε τελεωτέρα παράδοσις, πάντων τῶν τρόπων ἐκ διαιρέσεως ληφθέντων, δι’ ὧν ἀνάγκη πορεύεσθαι τὸν περὶ ἕκαστον τῶν ὄντων γυμνάζοντα τὸν οἰκεῖον νοῦν, τό τε ζητητικὸν τῆς ψυχῆς ἀνακινοῦσα διὰ πασῶν τῶν εἰρημένων ὑποθέσεων καὶ τὸ εὑρετικὸν τελειοῦσα τῆς περὶ ἕκαστον ἀληθείας. Ζητοῦντες τὰ πράγματα, μᾶλλον διὰ ταύτης εὑρήσομεν τἀληθὲς ἢ δι’ ἐκείνης, γλαφυρώτερον διὰ τῶν πολλῶν τούτων ὑποθέσεων ἀνιχνεύοντες τὸ ζητούμενον· καὶ ὡς μὲν ἐπὶ τὸ πλεῖστον τοῖς ὑποθετικοῖς χρησόμεθα λογισμοῖς, τά τε ἑπόμενα καὶ οὐχ ἑπόμενα τοῖς ὑποτεθεῖσιν ἀεὶ λαμβάνοντες· καὶ γὰρ οὗτοι διαφερόντως ἡμᾶς ἐφιστᾶσι ταῖς τῶν πραγμάτων κοινωνίαις τί πρὸς ἄλληλα ἔχουσι καὶ ταῖς ἀπ’ ἀλλήλων αὐτῶν διαιρέσεσι· χρησόμεθα δὲ καὶ τοῖς κατηγορικοῖς, ὅταν δεώμεθα κατασκευάζειν ἢ τὸ συνημμένον ἑκάστης ὑποθέσεως ἢ τὴν πρόσληψιν. Πῶς λέγει ς ; φάνα ι . — Οἷο ν , ἔφ η , εἰ βούλει περὶ ταύτης τῆς ὑποθέσεω ς , ἣν Ζήνων ὑπέθετ ο , εἰ πολλὰ ἔστ ι , τί χρὴ συμβαίνειν καὶ αὐτοῖς τοῖς πολλοῖς πρὸς αὑτὰ καὶ πρὸς τὸ ἓ ν , καὶ τῷ ἑνὶ πρός γε αὑτὸ καὶ πρὸς τὰ πολλ ά · καὶ αὖ εἰ μὴ ἔστι πολλ ὰ , πάλιν σκοπεῖ ν , τί συμβήσεται καὶ τῷ ἑνὶ καὶ τοῖς πολλοῖς καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλ α. |
| in Prm 1008 [10] | (P. 136 A.) Τὴν ὅλην μέθοδον συνοπτικώτατα παραδεδομένην διὰ τῶν προειρημένων ἑλεῖν ὁ Σωκράτης οὐ δυνηθεὶς ἐπανήρετο περὶ αὐτῶν, ἵνα σαφέστερον ὁ Παρμενίδης ὑφηγήσηται καὶ διαθῇ τὸν ὑπὲρ αὐτῆς λόγον. Τοῦτο δὴ οὖν καὶ ποιεῖ διὰ τούτων, ἐπὶ παραδείγματος αὐτὴν γυμνάζων πάλιν καὶ ἐνταῦθα λογικῶς καὶ συνοπτικῶς· ὅσους γὰρ ἡμεῖς εἴπομεν τρόπους, τοσούτους καὶ ἐν τούτοις παραδίδωσι, τοὺς εἰκοσιτέτταρας εἰς ὀκτὼ συλλαβών· τί γὰρ συμβαίνει, παραλαμβάνει, καὶ τὸ ἕπεται καὶ οὐχ ἕπεται, καὶ τὸ συναμφότερον· ὥστε πάλιν δυνατὸν τοὺς ὀκτὼ διὰ τούτων ἡμᾶς τριπλασιάζειν. Ἀλλὰ φέρε τοὺς ὀκτὼ τούτους, ὥσπερ εἴρηται, θεασώμεθα συντόμως ἐπὶ τῆς Ζήνωνος ὑποθέσεως. Εἰ τοίνυν πολλὰ ἔστιν, ἁπλῶς συμβαίνει τοῖς πολλοῖς, πρὸς ἑαυτὰ μὲν τὸ διακρίνεσθαι, τὸ ἀρχὰς μὴ εἶναι, τὸ ἀνομοίως ἔχειν· πρὸς δὲ τὸ ἓν, τὸ περιέχεσθαι ὑπὸ τοῦ ἑνὸς, τὸ γεννᾶσθαι ὑπὸ τοῦ ἑνὸς, τὸ ὁμοιότητος καὶ ἑνώσεως μετέχειν ἀπὸ τοῦ ἑνός· τῷ δὲ ἑνὶ, τὸ κρατεῖν τῶν πολλῶν, τὸ μετέχεσθαι ὑπ’ αὐτῶν, τὸ πρὸ αὐτῶν εἶναι· καὶ τοῦτο μὲν πρὸς τὰ πολλά· πρὸς δὲ ἑαυτὸ, τὸ ἀμέριστον, τὸ ἀπλήθυντον, τὸ κρεῖττον τοῦ εἶναι καὶ ζῇν καὶ γιγνώσκειν, καὶ πᾶν ὅ τι τοιοῦτον. Πάλιν εἰ μὴ ἔστι πολλὰ, συμβαίνει τοῖς πολλοῖς πρὸς ἑαυτὰ μὲν τὸ ἀδιάκριτον ἀπ’ ἀλλήλων καὶ ἀδιαίρετον· πρὸς δὲ τὸ ἓν, τὸ ἀνεκφοίτητον ἀπὸ τοῦ ἑνὸς, τὸ ἀδιάφορον πρὸς τὸ ἕν· αὐτῷ δὲ τῷ ἑνὶ, πρὸς ἑαυτὸ μὲν, τὸ μηδὲν ἔχειν ἐν τῇ ἑαυτοῦ φύσει δραστήριον καὶ τέλειον· τοιοῦτον γὰρ ὂν ἐγέννησε τὰ πολλά· πρὸς δὲ τὰ πολλὰ, τὸ μὴ προηγεῖσθαι αὐτῶν, τὸ μὴ δρᾷν εἰς αὐτὰ μηδέν. Οὕτω δὲ λαβόντες, συνάγομεν ὅτι τὸ ἓν πανταχοῦ τοῦ πλήθους ἑνοποιόν ἐστι καὶ αἴτιον καὶ κρατητικόν. Καὶ ὁρᾷς ὅτι ἐνταῦθα ἡ μετάβασις ἀπὸ τοῦ ζητουμένου γέγονεν ἐπὶ τὸ αἴτιον αὐτῶν· τὸ γὰρ ἓν τοιοῦτον· δεῖ τοίνυν ἀεὶ μετὰ τὰς πολλὰς ἐξόδους καὶ ὑποθέσεις εἶναί τι τὸ κεφαλαιούμενον· οὕτω γὰρ καὶ αὐτὸς διὰ πασῶν ἐπιδείξει τῶν ἐπιβολῶν ὅτι τὸ ἓν πάντως ὑποστατικὸν ὄντων καὶ τῶν ἐν τοῖς οὖσιν ἑνάδων, ὃ δὴ καὶ τοῦ διαλόγου παντὸς εἶναι τέλος λέγομεν· οὐ γὰρ ἁπλῶς ὑποθέσεις εἰσὶν ἀσυμπληρέσταται· τῷ δὲ ἀμφότερα τίθεσθαι καὶ τὸ εἰ ἔστι καὶ τὸ εἰ μὴ ἔστ ι, δυνάμεθα λαμβάνειν τι συμπέρασμα διωρισμένον καὶ ἀκριβὲς καὶ ᾗ αὐτὸ ἕκαστον ἐκ τῶν ποικίλων τούτων καὶ πολυσχεδῶν ὑποθέσεων. |
| in Prm 1009 [40] | Καὶ αὖθις αὖ ἐὰν ὑποθ ῇ , εἰ ἔστιν ὁμοιότης ἢ εἰ μὴ ἔστ ι , τί ἐ φ ’ ἑκατέρας τῆς ὑποθέσεως συμβήσεται καὶ αὐτοῖς τοῖς ὑποτεθεῖσι καὶ τοῖς ἄλλοις καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλ α · καὶ περὶ ἀνομοίου ὁ αὐτὸς λόγο ς. (P. 136 B.) Πάλιν καὶ ἐπὶ τούτων κατὰ τὴν αὐτὴν μέθοδον ἐροῦμεν· εἰ ἔστιν ὁμοιότη ς, συμβήσεται αὐτῇ πρὸς ἑαυτὴν τὸ μοναδικὸν, τὸ ἀΐδιον, τὸ γόνιμον, τὸ πρῶτον· πρὸς δὲ τὰ αἰσθητὰ, τὸ ἀφομοιοῦν αὐτὰ τοῖς νοεροῖς, τὸ μὴ ἐᾷν αὐτὰ διαπίπτειν εἰς τὸν τῆς ἀνομοιότητος πόντον, τὸ συνάπτειν τὰ μέρη ταῖς ἑαυτῶν ὁλότησι· τοῖς δὲ αἰσθητοῖς πρὸς μὲν ἑαυτὰ, τὸ κοινωνεῖν ἀλλήλοις, τὸ μετέχειν ἀλλήλων, τὸ χαίρειν ἀλλήλοις· τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις καὶ χαίρει καὶ συμπάσχει καὶ συγκεράννυται· πρὸς δὲ ἐκείνην, τὸ μετέχειν αὐτῆς, τὸ ὁμοιοῦσθαι πρὸς αὐτὴν, τὸ ἑνίζεσθαι κατ’ αὐτήν. Εἰ δὲ μὴ ἔστιν ὁμοιότη ς, αὐτῇ μὲν συμβαίνει πρὸς αὑτὴν τὸ ἀνούσιον, τὸ μήτε γόνιμον δύναμιν ἔχειν μήτε πρωτουργὸν οὐσίαν· πρὸς δὲ τὰ ἄλλα, τὸ μὴ κρατεῖν αὐτῶν, τὸ μὴ κατὰ τὸ αὑτῆς εἶδος ὅμοια ἐκεῖνα ποιεῖν, μᾶλλον δὲ τὸ συναιρεῖν ἑαυτῇ καὶ τὸ ἐν ἐκείνοις ὅμοιον· τῆς γὰρ ἀρχῆς τῶν ὁμοίων οὐκ οὔσης, οὐδ’ ἂν ταῦτα ὅμοια εἴη· τοῖς δὲ αἰσθητοῖς, πρὸς μὲν ἑαυτὰ, τὸ ἀκίνητον, τὸ ἄμικτον, τὸ ἀσυμπαθές· πρὸς δὲ αὐτὴν ἐκείνην, τὸ μήτε κατ’ αὐτὴν εἰδοποιεῖσθαι μήτε συνέχεσθαι ὑπ’ αὐτῆς. |
| in Prm 1010 [40] | Οὕτω δὲ καὶ ἐπὶ τοῦ ἀνομοίου φήσομεν· εἰ γὰρ ἔστιν ἀνομοιότης, συμβήσεται αὐτὴν πρὸς αὑτὴν μὲν εἶδος εἶναι καθαρὸν καὶ ἄϋλον καὶ μονοειδὲς, μετὰ τοῦ ἑνὸς ἔχον καὶ πλῆθος· πρὸς δὲ τὰ ἄλλα, τὰ αἰσθητὰ λέγω, διακριτικότης ἐν ἑκάστῳ ὡρισμένης παραγραφῆς καὶ διαιρέσεως αἴτιον· τοῖς δὲ ἄλλοις πρὸς αὑτὰ μὲν, τὸ τὴν οἰκείαν ἕκαστον ἰδιότητα σώζειν καὶ τὸ ἀσύγχυτον τῶν εἰδῶν· πρὸς δὲ ἐκείνην, τὸ ἐξηρτῆσθαι αὐτῆς καὶ διακεκοσμῆσθαι κατά τε ὅλα καὶ μέρη πρὸς αὐτήν. Εἰ δὲ μὴ ἔστιν ἀνομοιότης, αὐτὴ μὲν οὔτε εἶδος ἔσται καθαρὸν καὶ ἄϋλον, οὔτε ὅλως ἓν καὶ οὐχ ἕν· οὐχ ἕξει δὲ πρὸς τὰ ἄλλα τὴν αἰτίαν τῆς ἑκάστης διακεκριμένης οὐσίας· τά τε ἄλλα καὶ σύγχυσιν ἕξει παντοίαν ἐν ἑαυτοῖς, καὶ οὐκ ἔσται μιᾶς μετέχοντα διακριτικῆς τῶν ὅλων δυνάμεως. Συνάγομεν γοῦν ἐκ τούτων, ὅτι ὁμοιότης μὲν αἰτία κοινωνίας καὶ συμπαθείας τῆς τῇδε καὶ συγκράσεως, ἀνομοιότης δὲ διακρίσεως καὶ εἰδοποιΐας καὶ τῆς ἀσυγχύτου καθαρότητος τῶν ἐν αὐτοῖς δυνάμεων, καθ’ αὑτὸ καὶ ᾗ αὐτό· καὶ γὰρ ταῖς θέσεσιν αὐτῶν ταῦτα ἕπεται, καὶ ταῖς διαιρέσεσι τὰ τούτων ἐναντία. Καὶ περὶ κινήσεως καὶ στάσεω ς , καὶ περὶ γενέσεως καὶ φθορᾶ ς , καὶ περὶ αὐτοῦ τοῦ εἶναι καὶ τοῦ μὴ εἶνα ι. (P. 136 B.) Τὸν αὐτὸν τοῖς προειρημένοις τρόπον καὶ ἐπὶ τούτων γυμναστέον. Εἰ μὲν ἔστι κίνησις, αὐτῇ συμβαίνει πρὸς μὲν ἑαυτὴν τὸ αἰώνιον, τὸ ἀπειροδύναμον· πρὸς δὲ τὰ τῇδε, τὸ κινητικὸν αὐτῶν, τὸ ζωοποιὸν, τὸ προόδων αἴτιον καὶ ποικίλων ἐνεργειῶν· τούτοις δὲ πρὸς μὲν ἑαυτὰ, τὸ ἐνεργητικὸν, τὸ ζωτικὸν, τὸ μεταβατικὸν (ἕκαστον γὰρ μεταβάλλει τὸ ἐκείνης εἶναι, τὸ ἐκ τοῦ δυνάμει εἰς τὸ κατ’ ἐνέργειαν χωρεῖν)· πρὸς δὲ ἐκείνην, τὸ τελειοῦσθαι ὑπ’ αὐτῆς, τὸ τῆς ἑαυτῶν δυνάμεως τυγχάνειν, τὸ ἀφομοιοῦσθαι τοῖς ἑστῶσιν ἀϊδίως δι’ αὐτήν· τὰ γὰρ μὴ δυνάμενα τυγχάνειν τοῦ ἀγαθοῦ μονίμως διὰ κινήσεως αὐτοῦ μεταλαγχάνει. |
| in Prm 1011 [15] | Εἰ δὲ μὴ ἔστι κίνησις, αὐτὴ μὲν ἀδρανὴς ἔσται καὶ ἀργὸς καὶ ἀδύναμος, αἰτίαν δὲ οὐχ ἕξει τῶν τῇδε, οὔτε ποιητικὰς ἕξει δυνάμεις, οὔτ’ οὐσίαν πρὸς τὸ ποιεῖν ... καὶ πρὸς ἐκείνην ἀσύντακτα καὶ ἀόριστα καὶ ἀτελῆ, τῆς πρώτης κινήσεως οὐκ οὔσης. Ἀλλὰ μὴν καὶ ἐπὶ στάσεως τοιαῦτα ἄττα ῥητέον· ὡς εἰ μὲν ἔστιν ἡ αὐτοστάσις, συμβήσεται αὐτῇ πρὸς αὑτὴν μὲν τὸ μόνιμον καὶ αἰώνιον καὶ μονοειδές· πρὸς αὐτὰ δὲ, τὸ ἕκαστον ἐν τοῖς οἰκείοις ὅροις διαμένειν, καὶ τοῖς αὐτοῖς μέτροις ἢ τοῖς τόποις σταθερῶς ἐνιδρύεσθαι ... πρὸς δὲ ἐκείνην, πανταχόθεν ὁρίζεσθαι ὑπ’ αὐτῆς, καὶ κρατεῖσθαι, καὶ βεβαιότητος ἐν τῷ εἶναι τυγχάνειν. Εἰ δὲ μὴ ἔστιν, αὐτῇ μὲν συμβαίνει πρὸς ἑαυτὴν μὲν, τὸ ἀνέδραστον καὶ ἄστατον· αὐτῇ δὲ πρὸς τὰ ἄλλα, τὸ μὴ παρέχειν αὐτοῖς μόνιμον καὶ ἀσφαλὲς καὶ ἑδραῖον· τοῖς δὲ ἄλλοις πρὸς ἑαυτὰ μὲν, τὸ πολυπλανὲς καὶ ἀνίδρυτον καὶ ἀτελὲς καὶ ἀνέστιον· πρὸς αὐτὴν δὲ, τὸ μήτε τοῖς μέτροις αὐτοῖς δουλεύειν μήτε κατ’ αὐτὴν τυγχάνειν τοῦ εἶναι, πάντη δὲ πλημμελῶς φέρεσθαι, τοῦ συνέχοντος αὐτὰ καὶ στηρίζοντος οὐκ ὄντος. Ἔστιν ἄρα ἡ μὲν αὐτοκίνησις δραστηρίου δυνάμεως χορηγὸς καὶ ζωῆς καὶ ἐνεργείας πολυειδοῦς· στάσις δὲ, ἑδραιότητος καὶ μονίμου καταστάσεως καὶ τῆς ἐν τοῖς οἰκείοις ὅροις ἱδρύσεως. Ὡσαύτως δὲ καὶ περὶ γενέσεως ῥητέον καὶ περὶ φθορᾶς, καὶ περὶ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. Τάχα δὲ καὶ πρὸ τούτων σκεπτέον, πόθεν ἡ γένεσις καὶ ἡ φθορὰ, καὶ εἰ καὶ τούτων αἰτίας ἐν τοῖς εἴδεσιν ὑποθετέον· ἢ τοῦτο μὲν καὶ ἀναγκαῖον, οὐ μόνον δὲ ὅτι ταῦτα τῶν ἀϊδίων ἐστίν· οὔτε γὰρ γένεσιν μὴ εἶναι δυνατὸν, οὔτε φθορὰν ἀπόλλυσθαι παντελῶς, ἀλλ’ ἀνάγκη ταῦτα ἐν τῷ κόσμῳ συνυπάρχειν ἀλλήλοις, καθόσον καὶ αὐτὸν τὸν κόσμον ἀνέκλειπτον εἶναι ἀναγκαῖον, γιγνόμενον ὄντα καὶ ἀπολλύμενον, ὡς ὁ Τίμαιος ἡμᾶς ἀνεδίδαξεν· ἀλλὰ καὶ ὅτι τὴν μὲν γένεσιν μετέχειν οὐσίας καὶ τοῦ ὄντος λέγομεν, τὴν δὲ φθορὰν τοῦ μὴ ὄντος· ἕκαστον γὰρ, καθόσον μὲν γίγνεται, πρὸς οὐσίαν ἀνάγεται καὶ τυγχάνει τοῦ ὄντος· καθόσον δὲ φθείρεται, πρὸς τὸ μὴ ὂν καὶ τὴν τοῦ ἔστι πρὸς ἄλλο εἶδος μετάθεσιν· διὰ τοῦτο γὰρ ἄλλο εἰς ἄλλο φθείρεται, διότι προϋπάρχει τὸ μὴ ὂν τὸ διαιρετικὸν τῶν εἰδῶν· καὶ ὥσπερ ἐν ἐκείνοις οὐ παρ’ ἔλαττον ἔστι τοῦ ὄντος τὸ μὴ ὂν, εἰ θέμις εἰπεῖν κατὰ τὸν Ἐλεάτην ξένον, οὕτως ἐνταῦθα τῆς γενέσεως οὐ παρ’ ἔλαττον ἔστιν ἡ φθορὰ συντελοῦσα πρὸς τὸ πᾶν· καὶ ὡς ἐκεῖ τὸ τοῦ ὄντος μετέχον καὶ τοῦ μὴ ὄντος ἀπολαύει, καὶ τοῦτο τοῦ ὄντος μεταλαμβάνει, οὕτως ἐν τούτοις καὶ τὸ γιγνόμενον φθορᾶς ἐστι δεκτικὸν, καὶ τὸ φθειρόμενον γενέσεως. |
| in Prm 1012 [5] | Αἰτία μὲν οὖν αὕτη γενέσεως καὶ φθορᾶς τὸ ὂν καὶ τὸ μὴ ὄν· δεῖ δὲ καὶ ἐπὶ τούτων τὸν αὐτὸν γυμνάσασθαι τρόπον, ὑποθεμένους εἶναι γένεσιν, τί ἕπεται αὐτῇ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ ἄλλα, καὶ ἐκείνοις πρός τε ἑαυτὰ καὶ πρὸς αὐτήν· καὶ μὴ εἶναι πάλιν ὁμοίως· οἷον, εἰ μὲν ἔστι γένεσις, ἀτελής ἐστι καθ’ αὑτὴν καὶ αἰτία τοῖς ἄλλοις τῆς πρὸς οὐσίαν ὁμοιότητος· τά τε ἄλλα, πρὸς μὲν ἑαυτὰ, τὸ μεταβάλλειν ἐξ ἀλλήλων ἕξει· πρὸς δὲ ἐκείνην, τὸ ἀεὶ μετέχειν αὐτῆς ἐν ἑαυτοῖς οὔσης. Εἰ δὲ μὴ ἔστιν, αὕτη μὲν ἀδόξαστος ἔσται, τοῖς δὲ ἄλλοις οὐδενὸς εἴδους οὐδὲ τάξεως καὶ τελειώσεως αἰτία· τὰ δὲ ἄλλα ἀγέννητα ἔσται καὶ ἀπαθῆ, κοινωνίαν δὲ οὐδεμίαν ἕξει πρὸς αὐτὴν, οὐδὲ μεταλήψεται δι’ αὐτῆς τοῦ ὄντος. Εἰ δὲ καὶ ἐπὶ τῆς φθορᾶς ἐθέλοις ὁμοίως λέγειν, εἰ μὲν ἔστι φθορὰ, συμβήσεται αὐτῇ πρὸς μὲν ἑαυτὴν τὸ ἀνέκλειπτον καὶ τὸ ἀπειροδύναμον καὶ τοῦ μὴ ὄντος πεπλησμένον, πρὸς δὲ τὰ ἄλλα τὸ μετρητικὸν τοῦ εἶναι, τὸ τῆς ἀειγενεσίας αἴτιον· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ μεταῤῥεῖν εἰς ἄλληλα, τὸ μὴ συνέχειν αὑτά· πρὸς δὲ ἐκείνην, τὸ ἀεὶ παρ’ αὐτῆς ἐξαλλάττεσθαι, τὸ συνεζευγμένον ἔχειν τῷ ὄντι τὸ μὴ ὂν, τὸ δι’ αὐτὴν τὰ ὅλα δι’ ὅλων αὐτῆς μετειληφέναι. |
| in Prm 1013 [5] | Εἰ δὲ μὴ ἔστι φθορὰ, πρὸς μὲν ἑαυτὴν αὐτῇ συμβήσεται τὸ μὴ εἶναι ἑαυτῆς ἀφανιστικήν· οὖσα γὰρ ἑαυτὴν ἀφανίζει πρὸς τοῖς ἄλλοις· πρὸς δὲ τὰ ἄλλα, τὸ μὴ σκεδαννύναι αὐτὰ, τὸ μὴ τρέπειν αὐτὰ εἰς ἄλληλα, τὸ μὴ ἀπαργεῖν τοῦ εἶναι καὶ τῆς οὐσίας· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ ἀμετάβλητον εἰς ἄλληλα, τὸ μὴ πάσχειν ὑπ’ ἀλλήλων, τὸ τὴν αὐτὴν φυλάττειν ἕκαστον τάξιν· πρὸς δὲ ἐκείνην, τὸ ἀπαθὲς ὑπ’ αὐτῆς. Ἴδιον ἄρα γενέσεως μὲν τὸ κινεῖν ἐπὶ τὸ εἶναι, φθορᾶς δὲ ἀπάγειν τοῦ εἶναι· τοῦτο γὰρ ἀπὸ τῶν προειρημένων συνάγομεν ὑποθέσεων, ἐπειδή περ ἡμῖν ἐφάνη τεθέντα μὲν ταῦτα μεταβολῶν αἴτια πρὸς τὸ εἶναί τι καὶ μὴ τοῖς ἄλλοις, ἀναιρεθέντα δὲ ἀκινησίας καὶ ἀμεταβλησίας. Ταῦτα μὲν οὖν περὶ τούτων ἡμεῖς γυμναζόμενοι προείπομεν, ἄμεινον εἶναι νομίζοντες πρὸ τῆς θείας τοῦ Παρμενίδου διεξόδου γυμνάσαι τὴν διάνοιαν ἡμῶν, ὡς διὰ πλειόνων καὶ αὐτὸς ἡμῖν παραδειγμάτων παρεμνημόνευσε. Τὰς δὲ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι ὑποθέσεις ἕξομεν παρ’ αὐτῷ μὲν τυχούσας, εἰ ἔστι τὸ ὂν ὄντως καὶ μὴ ἔστιν· ὥστε οὐδὲν δεῖ πολυπραγμονεῖν ἡμᾶς περὶ τούτων ἅπερ αὐτῷ συνεξετάσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον· πλὴν τοσοῦτον ἰστέον, ὡς ἐπὶ τῶν ἀρχικωτάτων πραγμάτων πλείων ἡ ἀπορία· οἷον ἐπὶ τοῦ ἑνὸς, ἐπὶ τοῦ ὄντος, ἐπὶ κινήσεως, ἐπὶ στάσεως· ἐλάττων δὲ ἐπὶ τῶν μερικωτέρων. Καὶ ἑνὶ λόγῳ περὶ ὅτου ἂν ἀεὶ ὑποθῇ ὡς ὄντος καὶ οὐκ ὄντος καὶ ὁτιοῦν ἄλλο πάθος πάσχοντο ς , δεῖ σκοπεῖν τὰ συμβαίνοντα πρὸς αὑτὸ καὶ πρὸς ἓν ἕκαστον τῶν ἄλλων ὅ τι ἂν προέλ ῃ , καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντα ὡσαύτω ς · καὶ τἄλλα αὖ πρὸς αὑτά τε καὶ πρὸς ἄλλο ὅ τι ἂν προαιρῇ ἀε ὶ , ἐάν τε ὡς ὂν ὑποθῇ ὃ ὑπετίθεσ ο , ἐάν τε ὡς μὴ ὂ ν , εἰ μέλλεις τελέως γυμνασάμενος κυρίως διόψεσθαι τὸ ἀληθέ ς. |
| in Prm 1014 [5] | (P. 136 C.) Διχῶς τὴν τῶν πραγμάτων ἐξέτασιν μέτιμεν· ποτὲ μὲν εἰ ἔστιν ἢ οὐκ ἔστιν ἕκαστον θεωροῦντες, ποτὲ δὲ εἰ τόδε τι αὐτῷ ὑπάρχει ἢ οὐχ ὑπάρχει, οἷον εἰ ἀθάνατός ἐστιν ἡ ψυχή· καὶ νῦν μὴ μόνον ἐπὶ τοῦ εἰ ἔστι καὶ οὐκ ἔστι θεάσασθαι πάντα τὰ συμβαίνοντα αὐτῷ τε πρὸς αὑτὸ τῷ ὑποτεθέντι καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς αὑτὰ καὶ τὸ ὑποτεθὲν, ἀλλὰ καὶ ἐπὶ τοῦ ὑπάρχειν καὶ μὴ ὑπάρχειν· οἷον (γιγνέσθω γὰρ ἐπὶ παραδείγματος ὁ λόγος), εἰ μὲν ἀθάνατος ἡ ψυχὴ, συμφυᾶ ζωὴν ἔχει ἡ ἀρετὴ αὐτῇ, αὐτάρκης ἐστὶ πρὸς εὐδαιμονίαν, καὶ ταῦτα μὲν αὐτῇ συμβήσεται πρὸς ἑαυτήν· πρὸς δὲ τὰ ἄλλα, τὸ χρῆσθαι αὐτοῖς ὡς ὀργάνοις, τὸ χωριστῶς αὐτῶν προνοεῖν, τὸ ζωὴν αὐτοῖς χορηγεῖν· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ γίγνεσθαι ἐξ ἀλλήλων τὰ ζῶντα καὶ τὰ τεθνεῶτα, τὸ ἐπείσακτον ἔχειν ἀθανασίαν τὸν κύκλον τῆς γενέσεως· πρὸς δὲ αὐτὴν, τὸ κοσμεῖσθαι ὑπ’ αὐτῆς, τὸ αὐτοκινησίας μεταλαμβάνειν τινὸς, τὸ ἐξηρτῆσθαι αὐτῆς ἐν τῷ ζῇν. Εἰ δὲ μὴ ἀθάνατος, οὐκ ἔσται ἀεικίνητος, οὐ νοερὰ κατ’ οὐσίαν, οὐκ αὐτόζωος, οὐδὲ αἱ μαθήσεις αὐτῆς ἀναμνήσεις· φθαρήσεται ὑπὸ τῆς ἰδίας κακίας, καὶ οὐκ ἔσται γνωστικὴ τῶν ὄντως ὄντων, καὶ ταῦτα μὲν πρὸς ἑαυτήν· πρὸς δὲ τἄλλα, μεμιγμένη τοῖς σώμασιν ἔσται καὶ ἔνυλος, καὶ οὐχ οἵα τε ἔσται κρατεῖν αὐτῶν οὐδὲ ἄγειν αὐτὰ ὅπη βούλεται, ταῖς τε κράσεσι τῶν σωμάτων ἐπακολουθήσει, καὶ πᾶσα αὐτῆς ἡ ζωὴ σωματοειδὴς ἔσται καὶ γενεσιουργός· τὰ δὲ ἄλλα, πρὸς μὲν ἑαυτὰ τοιαύτην ἕξει τάξιν, οἵαν τὰ ἐξ ἐντελεχείας ὄντα καὶ σώματος· ζῶα γὰρ ἔσται μόνον ἐξ ἀορίστου ζωῆς καὶ σωμάτων συγκείμενα· πρὸς δὲ αὐτὴν οὕτως, ὥστε διάγειν αὐτὴν καὶ συμμεταβάλλειν ταῖς ἑαυτῶν κινήσεσι, καὶ ἐν ἑαυτοῖς ἔχειν αὐτὴν, ἀλλ’ οὐκ ἔξωθεν ἐπιστατοῦσαν, καὶ μετ’ αὐτῆς ζῇν, ἀλλ’ οὐκ ἀπ’ αὐτῆς. |
| in Prm 1015 [40] | Ὁρᾷς οὖν ὅτι κατὰ τοῦτον τὸν τρόπον εὕρομεν ὅπως οὐ μόνον τὸ εἰ ἔστι καὶ εἰ οὐκ ἔστιν ὑποτίθεσθαι δυνατὸν, ἀλλὰ καὶ ἄλλο ὁτιοῦν πάθος πεπονθὸς, οἷον τὸ ἀθάνατον ἢ τὸ οὐκ ἀθάνατον, ὥστε τοῦτο μὲν ἡμῖν διὰ τούτων φανερόν. Ἐπειδὴ δὲ τὸ πρὸς ἄλλο ποικίλως ἐστὶ λαμβάνειν (ἢ γὰρ πρὸς ἓν μόνον, οἷον πῶς ἔχει ἡ ὁμοιότης τεθεῖσα πρὸς τὴν ἀνομοιότητα; ἢ πρὸς πλείω, οἷον πῶς ἔχει οὐσία εἶναι ὑποτεθεῖσα πρὸς στάσιν καὶ κίνησιν; ἢ πρὸς πάντα, οἷον, ἐὰν ᾖ τὸ ἓν, πῶς ἕξει πρὸς πάντα τὰ ὄντα;), οὐδὲ τοῦτο παρῆκεν ὁ Πλάτων, ἀλλὰ προσέθηκεν ὅτι δεῖ σκοπεῖν καὶ πρὸς ἓν μόνον ὅ τι ἂν προαιρ ῇ , καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντ α. Δεῖ μὴν ἐκεῖνο τὸ ἓν ἢ πλείω ἐκεῖνα συγγενῶς ἔχειν πρὸς τὸ προκείμενον· οἷον ὡς τῷ ἀνομοίῳ τὸ ὅμοιον, σύστοιχα γὰρ ταῦτα ἀλλήλοις· καὶ τῇ οὐσίᾳ κίνησις καὶ στάσις, ἐν αὐτῇ γὰρ ταῦτα καὶ περὶ αὐτήν. Εἰ δὲ, διαφορᾶς οὔσης κατὰ τὸ ἄλλο τὸ πρὸς ἓν καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντα, ἡμεῖς εἰκοσιτέτταρας τρόπους εἴπομεν, μοναχῶς τὸ πρὸς ἄλλο παραλαμβάνοντες, μή τοι θαυμάσῃς· ἡ γὰρ τοῦ πρὸς ἄλλο διαφορὰ τῆς ὕλης ἐστὶν, ὅταν ἓν ἢ μὴ ἓν ᾖ τὸ ὑποκείμενον· ἡμεῖς δὲ αὐτὸ τὸ εἶδος τῆς μεθόδου παραδοῦναι προὐθέμεθα, καὶ τὰς εἰδητικὰς ἐν αὐτῇ διαφορὰς, ἀλλ’ οὐχὶ τὰς ὑλικάς. Ἀλλὰ τί δὴ προσέθηκεν ἡμῖν τῆς γυμνασίας ταύτης τέλος; τὴν θέαν, φησὶ, τῆς ἀληθείας. Οὐχ ἁπλῶς οὖν ἀκουσόμεθα τὴν ἀλήθειαν, ἀλλ’ αὐτὴν τὴν νοητὴν περὶ ἧς ἡμᾶς ἐν ἄλλοις ἐδίδαξεν, οὗ ἕνεκα ἡ πολλὴ σπουδὴ τὸ ἀληθείας ἰδεῖν πεδίον οὗ ἐστι. Πᾶσα τοίνυν ἡμῶν ἡ ζωὴ γυμνάσιόν ἐστι πρὸς ἐκείνην τὴν θέαν, καὶ ἡ διὰ τῆς διαλεκτικῆς πλάνη πρὸς τὸν ὅρμον ἐκεῖνον ἐπείγεται· διὸ καὶ πάνυ θαυμαστῶς εἴρηται τὸ διόψεσθα ι· διὰ πολλῶν γὰρ μεσοτήτων αἱ ψυχαὶ τυγχάνουσι τῆς ἐκείνων θέας. |
| in Prm 1016 [15] | Ἀλλ’ ἵνα πάλιν ἡμῖν καὶ ἐπ’ ἄλλου παραδείγματος ἡ μέθοδος γένηται καταφανὴς, φέρε εἰκοσιτέτταρας τρόπους ἐπὶ τῆς προνοίας ἐξετάσωμεν· ὑποκείσθω γὰρ εἶναι πρόνοιαν· οὐκοῦν εἰ ἔστιν, ἕπεται αὐτῇ μὲν πρὸς ἑαυτὴν τὸ ἀγαθοειδὲς, τὸ ἀπειροδύναμον, τὸ δραστήριον· οὐχ ἕπεται δὲ τὸ παρατρέπεσθαί πως αὐτὴν, τὸ ἀμετάβλητον εἶναι, τὸ ἀθελητὸν αὐτήν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μίαν εἶναι καὶ οὐ μίαν· πρὸς δὲ τὰ ἄλλα, ἕπεται μὲν τὸ ἄρχειν αὐτῶν, τὸ σώζειν ἕκαστα, τὸ ἀρχὰς καὶ τέλη πάντων ἔχειν, εὐθείως τὰ ὅλα περαίνουσαν· οὐχ ἕπεται δὲ τὸ βλαπτικὴν εἶναι τῶν προνοουμένων, τὸ τοῦ παρὰ δόξαν χορηγὸν, τὸ ἀταξίας αἰτίαν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ παρεῖναι πᾶσι καὶ ἐξῃρῆσθαι ἀπ’ αὐτῶν, τὸ γιγνώσκειν αὐτὰ καὶ μὴ γιγνώσκειν· ἄλλως γὰρ γιγνώσκει καὶ οὐ ταῖς συστοίχοις τῶν γνωστῶν δυνάμεσι. Τοῖς δὲ ἄλλοις πρὸς αὑτὰ ἕπεται μὲν τὸ μηδὲν ὑπ’ ἀλλήλων πάσχειν εἰκῇ, τὸ μηδὲν ἀδικεῖσθαι παρὰ μηδενός· οὐχ ἕπεται δὲ τὸ εἶναί τι ἀπὸ τύχης αὐτοῖς, τὸ ἀσύντακτα εἶναι πρὸς ἄλληλα· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ πάντα εἶναι ἀγαθά· τοῦτο γὰρ πῆ μὲν αὐτοῖς ὑπάρχει, πῆ δὲ οὔ· τοῖς δὲ ἄλλοις πρὸς αὐτὴν ἕπεται μὲν τὸ ἐξηρτῆσθαι αὐτῆς, καὶ πανταχόθεν φρουρεῖσθαι καὶ ἀγαθύνεσθαι παρ’ αὐτῆς· οὐχ ἕπεται δὲ τὸ ἐνίστασθαι αὐτὴν, τὸ διαφεύγειν αὐτήν· οὐδὲν γὰρ οὔθ’ οὕτω σμικρὸν ὡς διαφεύγειν αὐτὴν, οὔθ’ οὕτως ὑψηλὸν ὡς μὴ καταγωνίζεσθαι ὑπ’ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μετέχειν ἕκαστα τῆς προνοίας· πῶς μὲν γὰρ αὐτῆς μεταλαγχάνει, πῶς δὲ οὐκ αὐτῆς, ἀλλὰ τῶν ἀπ’ αὐτῆς εἰς ἕκαστον ἀπομεριζομένων ἀγαθῶν. Ἀλλὰ δὴ μὴ ἔστω πρόνοια· πάλιν τοίνυν αὐτῇ πρὸς αὑτὴν ἕπεται μὲν τὸ ἀτελὲς, τὸ ἄγονον, τὸ ἀδρανὲς, τὸ ἑαυτοῦ μόνον· οὐχ ἕπεται δὲ τὸ ἄφθονον, τὸ ὑπερπλῆρες, τὸ ἱκανὸν, τὸ ἐκτενές· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἄπραγμον καὶ ἀόχλητον· πῶς μὲν γὰρ ὑπάρξει ταῦτα τῷ μὴ προνοοῦντι, πῶς δ’ οὒ, μὴ κρατουμένων ὑπ’ αὐτοῦ τῶν δευτέρων· πρὸς δὲ τὰ ἄλλα, δῆλον ὡς ἕπεται μὲν τὸ ἄμικτον, τὸ ἀκοινώνητον πρὸς πάντα, τὸ μηδὲν γιγνώσκειν· οὐχ ἕπεται δὲ τὸ πρὸς ἑαυτὴν ἀφομοιοῦν τὰ ἄλλα, τὸ πᾶσιν ἀγαθοῦ μεταδιδόναι τοῦ προσήκοντος· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἐφετὸν εἶναι αὐτοῖς· δυνατὸν γάρ πως τοῦτο καὶ οὐ δυνάτον· εἰ μὲν γὰρ δι’ ὑπεροχὴν ἐξῃρημένην ἀπὸ πάντων λέγοιτο μὴ προνοεῖν ὡς κρεῖττον πάσης σχέσεως καὶ ἐνεργείας, οὐδὲν κωλύεται πᾶσιν ἐφετὸν εἶναι τοῖς δευτέροις· εἰ δὲ ὡς παρῃρημένον ταύτης τῆς δυνάμεως, οὐδ’ ἂν ἐφετὸν εἴη. |
| in Prm 1017 [40] | Τοῖς δὲ ἄλλοις ἕπεται μὲν πρὸς αὑτὰ τὸ ἀκόσμητον, τὸ εἰκαῖον ἐν τῷ ποιεῖν, τὸ ἐν τῷ πάσχειν ἀόριστον, τὸ πολλὰ δέχεσθαι τὰ ἐπεισόδια ταῖς αὑτῶν φύσεσι, τὸ πλημμελῶς φέρεσθαι καὶ ἀτάκτως· οὐχ ἕπεται δὲ ἡ ἔντευξις ἡ πρὸς ἓν, ἡ κατ’ ἀξίαν διανομὴ, ἡ κατὰ νοῦν διάθεσις· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἀγαθὸν εἶναι· καὶ γὰρ ὄντα πάντως ἀγαθὰ εἶναι ἀναγκαῖον, καὶ προνοίας οὐκ οὔσης, πόθεν ἔχει τὸ ἀγαθὸν, εἰπεῖν οὐκ ἂν ἔχοι τις· πρὸς δέ γε τὴν πρόνοιαν ἕπεται μὲν αὐτοῖς τὸ ἀπαθὲς ὑπ’ αὐτῆς, τὸ ἀσύντακτον πρὸς αὐτήν· οὐχ ἕπεται δὲ τὸ μετρεῖσθαι καὶ ὁρίζεσθαι παρ’ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἀγνοεῖν αὐτήν· καὶ γὰρ γιγνώσκειν αὐτὴν ἀνάγκη τοῖς πεφυκόσιν, ὅτι οὐκ ἔστιν εἴπερ μὴ ἔστι, καὶ μὴ γιγνώσκειν· οὐδὲν γάρ ἐστιν αὐτοῖς κοινὸν πρὸς αὐτήν. Εἰς τέλος ἄρα νῦν ἀφίγμεθα τοῦ περὶ τῆς προνοίας λόγου, κατ’ αὐτὴν γυμναζόμενοι τὴν μέθοδον· παρακελευόμεθα δὲ καὶ διὰ πλειόνων παραδειγμάτων ἄλλων γυμνάσασθαι τοῖς ἐσομένοις προσήκουσιν ἀκροαταῖς τῆς τοῦ Παρμενίδου διδασκαλίας· ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς μέτιμεν λέξεις τοῦ Πλάτωνος. Ἀμήχανο ν , ἔφ η , λέγει ς , ὦ Παρμενίδ η , πραγματεία ν , καὶ οὐ σφόδρα μανθάν ω · ἀλλά μοι τί οὐ διῆλθες αὐτὸς ὑποθέμενός τ ι , ἵνα μᾶλλον καταμάθ ω; (P. |
| in Prm 1018 [10] | 136 C.) Ὥσπερ ἡ τῶν εἰδῶν οὐσία τοῖς μὲν νοερῶς αὐτὴν θεάσασθαι βουλομένοις εὔληπτός ἐστι καὶ φανοτάτη, τοῖς δὲ δι’ αἰσθήσεως καὶ φαντασίας καὶ δόξης αὐτὴν εὑρεῖν ἐφιεμένοις ἄγνωστος καὶ ἀθεώρητος, οὕτω δὴ καὶ ἡ τοῦ Παρμενίδου διδασκαλία τοῖς μὲν συνοπτικοῖς καὶ τελείοις ἤδη κατὰ τὴν ἕξιν εὐμήχανός ἐστι, τοῖς δὲ ἀτελέστερον διακειμένοις ἀμήχανος· ὃ δὴ καὶ νῦν ὁ Σωκράτης πεπονθὼς, καὶ τὸ πέλαγος ὄντως τῆς μεθόδου ταύτης ἰδὼν καὶ τὴν εὐπορίαν τῶν ἐπιβολῶν καὶ τὴν μεταχείρισιν καὶ τὴν εὐταξίαν, ἀμήχανον αὐτὴν ἀπεκάλεσε πραγματεία ν· διὰ μὲν τοῦ ἀμηχάνου τό τε δυσπερίληπτον ὁμοῦ καὶ τὸ αὐτοφυὲς αὐτῆς κάλλος ἐνδείξασθαι βουλόμενος· οὐδὲν γὰρ μεμηχανευμένον οὐδὲ κεκομψευμένον ἐπ’ αὐτῆς ἐστιν ἰδεῖν, ὥστε καὶ ἀμήχανός ἐστιν ὡς αὐτοφυὴς, καὶ εὐμήχανος ὡς νοερὰ καὶ μιμουμένη τὴν τῶν ὄντων συμπλοκήν τε καὶ διαίρεσιν· διὰ δὲ τοῦ τῆς πραγματείας ὀνόματος, τὸ διὰ τῶν πραγμάτων αὐτῶν ὁδεύειν αὐτὴν καὶ μὴ ἐν ψιλοῖς ὑφεστάναι τοῖς λογικοῖς κανόσι δηλῶν. Δύσληπτος γοῦν ἐστι τοῖς ἀτελέσι καὶ δυσμεταχείριστος· ὅθεν καὶ ἐπήνεγκεν, οὐ σφόδρα μανθάν ω· πάντως γὰρ ἐφήψατο τῆς περὶ αὐτῶν θεωρίας, ἀτελέστερον δὲ, ὡς ὁ Παρμενίδου λόγος ἐδείκνυτο· διὸ καὶ οὐ σφόδρα μανθάνω φησίν. Ἔτι δὲ μειζόνως ἀντέχεται τῆς κατανοήσεως αὐτῆς, ὅσῃ δυσπερίληπτον οὖσαν τὴν μέθοδον κατεῖδεν· ἴδιον δὲ τούτου τὸ τῶν πρὸ τῆς ἀληθείας συγγενῶν ἐστιν, ὡς αὐτὸς εἴρηκεν ἐν Ἐπιστολαῖς· τὸ δὲ ἐκ τῆς χαλεπότητος καὶ τῆς δυσκολίας τῶν προβλημάτων προσφαινομένης ἐῤῥωμενέστερον ἀντιλαμβάνεσθαι τῆς θεωρίας αὐτῶν, καὶ μὴ διαφεύγειν τὸν ἐκ τῆς ζητήσεως τόνον, ἀλλ’ οἷον ὑπὸ θεοῖς ἀθλοθέταις ἀγωνιζομένους προθύμως μετιέναι τὴν ἀντίληψιν αὐτῶν· οὕτω γὰρ καὶ πρὸς τὸν νοῦν ἡ ψυχὴ βλέπουσα, καὶ θεωμένη τὴν μίαν αὐτοῦ καὶ ἁπλουστάτην καὶ διαιώνιον νόησιν, ἀμήχανον μὲν αὐτὴν οἴεται εἶναι· παρ’ αὐτῇ γὰρ αἱ παντοῖαι μηχαναὶ καὶ πλοκαὶ τῶν εἰδῶν· ἔτι δὲ καὶ πλέον ἐρᾷ τῆς ἐκείνου τελειότητος, εἰ κἂν ἀνελίξαι μὴ δύναται τὴν νόησιν αὐτοῦ μηδὲ τὴν ἁπλότητα τῆς θείας ἐκείνου ζωῆς, περιτρέχουσα δὲ αὐτὸν καὶ ἀντεχομένη, τῷ ἑαυτῆς ποικίλῳ μιμεῖται τὸ ἐκείνου ἑνοειδὲς καὶ τῷ διῃρημένῳ τὸ ἀμέριστον ἐν τῷ νοεῖν. |
| in Prm 1019 [5] | Ταὐτὸν δὴ οὖν ποιεῖ καὶ ἐν τούτοις ὁ Σωκράτης· οὐ γὰρ καταθεασάμενος τὸ χαλεπὸν τῆς μεθόδου ταύτης καὶ τὸ συνοπτικὸν ὁμοῦ τῆς ὑφηγήσεως, ᾤχετο ἀποδρὰς καὶ ἀποδειλιάσας πρὸς τὸν πόρον τῆς περὶ αὐτὴν γυμνασίας· ἀλλ’ ὁμολογεῖ μὲν τὴν ἔνδειαν τὴν ἑαυτοῦ καὶ τὴν ὕφεσιν τῆς γνώσεως ταύτης, ἀντέχεται δὲ προθυμότερον τῆς ὅλης περὶ αὐτὴν θεωρίας, παρακαλεῖ δὲ τὸν Παρμενίδην εἰς λογισμὸν ἀπὸ νοῦ καταβάντα καὶ ἀπὸ τοῦ καθόλου πρός τι παράδειγμα μερικὸν ἐπὶ τούτου γυμνάσαι τὴν μέθοδον· οὕτω γὰρ καὶ ἐν τοῖς οὖσι τὰς ἔνδον καὶ ἐν αὐτοῖς τοῖς θεοῖς ἐνεργείας οὐ δυνάμενοι γιγνώσκειν, διὰ τῶν ἐκτὸς προϊουσῶν καὶ ἐκείνας δυνάμεθα συλλογίζεσθαι, καὶ διὰ τῶν μερικωτέρων τὰ καθολικώτερα γιγνώσκομεν· οὕτω δὴ οὖν καὶ ὁ Παρμενίδης ἑαυτὸν ἀνέφηνε διὰ τῶν λόγων, ἀπὸ τῶν ἡνωμένων νοήσεων εἰς τὴν διέξοδον ταύτην καὶ ποικιλίαν τῆς ὑφηγήσεως προϊὼν, ὃ καὶ αἰτεῖ νῦν ὁ Σωκράτης ἀνάλογον τεταγμένος ταῖς τρίταις τάξεσιν, αἳ τῶν πρώτων μετέχουσι κατὰ τὰς εἰς αὐτοὺς προϊούσας ἐκεῖθεν δυνάμεις, καὶ οὐδὲ τούτων ἀμέσως, ἀλλὰ διὰ τῶν μεταξὺ γενῶν. Πολὺ ἔργο ν , φάνα ι , ὦ Σώκρατε ς , προστάττεις ὡς τηλικῷδ ε. (P. 136 D.) Ἅμα μὲν εἰς μείζω καὶ τελειοτέραν ἐπιτηδειότητα προκαλεῖται τὸν Σωκράτη, καὶ τήν τε χαλεπότητα τοῦ πράγματος ἐξαίρων καὶ τὴν διέξοδον ταύτην παραιτούμενος· καὶ τοῦτο καὶ αὐτὸς ὁ Σωκράτης ἐπ’ ἄλλων φαίνεται ποιῶν νέων καὶ ἀκοῦσαί τι παρ’ αὐτοῦ σπουδαζόντων, τοὺς οἰκείους πατέρας μιμούμενος. |
| in Prm 1020 [40] | Ἅμα δὲ καὶ ἀλήθειαν ὁ λόγος ἔχει πολλὴν, εἴτε πρὸς τὴν ψυχὴν, εἴτε πρὸς τὸ ζῶον αὐτοῦ θεωρήσειας· εἰ μὲν γὰρ πρὸς τὴν ψυχὴν, φαίης ἂν ὡς οὐ προσήκει τῷ νοεῖν τὰ θεῖα δυναμένῳ διὰ τῆς λεκτικῆς φαντασίας καὶ τοῦ σώματος ἐνεργεῖν, ἀλλὰ μένειν ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ τοῖς οἰκείοις ἤθεσιν· ἔργον οὖν τῷ νοερῶς ζῶντι τὸ λογικῶς ἐνεργῆσαι καὶ φανταστικῶς, καὶ τῷ πρὸς ἑαυτὸν ἐστραμμένῳ τὸ πρὸς ἄλλον, καὶ τῷ ἁπλῷ τῆς γνώσεως τὸ ποικίλον τῶν λόγων· εἰ δὲ πρὸς τὸ ζῶον, εἴποις ἂν ὡς τῷ πρεσβύτῃ τὸ τοιούτους ἄθλους ὑφίστασθαι πολὺ ἔργον ἐστί· τὸ γὰρ διανεῦσαι τοιοῦτόν τε καὶ τοσοῦτον πέλαγος λόγων δεῖται καὶ ὀργάνου τοῦ πρὸς τὴν ἐνέργειαν ταύτην ἀκινήτως ὑπηρετήσοντος, δῆλον ὡς ἀκμάζοντος· ὥστε διχῶς τό τε ἔργον καὶ τὸ τηλικῷδε λαμβάνοντες, ἀμφοτέρως εὑρήσομεν ἀληθεύοντα τὸν λόγον. Καὶ μέντοι καὶ ὡς πρὸς αὖ τὰ ὑποκείμενα πράγματα πολλὴν ὁ λόγος ἀλήθειαν ἔχει· πολλαχοῦ γὰρ οἱ καθολικοὶ κανόνες εἰσὶν εὔληπτοι· περὶ δὲ τὴν χρῆσιν αὐτῶν οὐκ ὀλίγη δυσκολία πειρωμένοις φαντάζεται, καθάπερ ἐν γεωμετρίᾳ τοὺς καλοὺς λόγους ἐγνωκόσιν ὅμως εἰς τὸ δι’ ἐκείνων ἐπιχειρεῖν τὰ προτεινόμενα λήμματα φαίνεται χαλεπόν. Δηλοῖ δὲ τῆς μεθόδου τῆς εἰρημένης τὴν ἐν τῷ χρησάσθαι δυσκολίαν τὸ μηδένα τῶν μετὰ Πλάτωνα κατὰ ταύτην διαθεῖναί τι τῶν ἑαυτοῦ συγγραμμάτων· τὸν γὰρ Ἀμμίκαρτον χαίρειν ἐάσομεν ὅστις ποτὲ ἦν· διόπερ ἡμεῖς ἐπειράθημεν πλείοσιν ἔμπροσθεν αὐτῆς χρήσασθαι παραδείγμασιν. Ἀλλ’ οὖν, ὅτι τῶν καθόλου λόγων ἡ μὲν γνῶσίς ἐστι πολλάκις εὐσύνοπτος, ἡ δὲ χρῆσις δύσκολος, ἔστω διὰ τούτων δῆλον· ὅθεν εἰκότως πολὺ ἔργον αὑτῷ προστάττεσθαί φησιν ὁ Παρμενίδης ὑπὸ τοῦ Σωκράτους, οὐ μόνον δι’ ἃς εἴπομεν ἀλλὰς αἰτίας, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν τῶν ζητουμένων φύσιν τοιαύτην οὖσαν. |
| in Prm 1021 [5] | Ἀλλὰ σ ὺ , εἰπεῖν τὸν Σωκράτ η , Ζήνω ν , τί οὐ διῆλθες ἡμῖ ν; (P. 136 D.) Ἀεὶ τὰ τρίτα κατὰ τὴν ἀξίαν διὰ τῶν μέσων τυγχάνει τῆς τῶν πρώτων μετουσίας· τὸ δὲ ἄτακτον τῆς μεθέξεως τῆς ἀμέσου ταύτης καὶ χωρὶς τῶν προσεχῶν ἑκάστοις ἐξώρισται τῶν θεῶν. Ταῦτα δὴ μιμούμενος ἐν τοῖς διαλόγοις ὁ Πλάτων αὐτόθεν μὲν πληρωθῆναι τῶν τοῦ Παρμενίδου νοήσεων τὸν Σωκράτη βουλόμενον ἁμαρτάνοντα ποιεῖ τῆς ἐλπίδος, διὰ Ζήνωνος δὲ ταὐτὸν τοῦτο ποιοῦντα καὶ λίαν τυγχάνοντα τῆς αἰτήσεως. Ὁ Ζήνων, ὡς εἴρηται πολλάκις, εἰκόνας φέρει τῆς θείας μεσότητος· καὶ εἴρηται πολλάκις τὰ αἴτια, καὶ τίσιν ἀνάλογον οἱ τρεῖς ὧν Ζήνων μέσος. Τοῦτον οὖν ὁ Σωκράτης λιπαρῶν, καὶ δι’ αὐτοῦ βουλόμενος ἑνωθῆναι πρὸς τὸν πατέρα τῶν λόγων, καὶ ἀνακινῶν αὐτὸν πρὸς τὴν δυσκολίαν, μετέχει καὶ αὐτοῦ Παρμενίδου. Μέχρι μὲν οὖν τῆς περὶ τῶν εἰδῶν θεωρίας αὐτόθεν ὁ Σωκράτης μετεῖχε τῆς τοῦ πρεσβύτου συνουσίας, διότι καὶ αὐτὸς παρ’ ἑαυτοῦ πρὸς τὴν τῶν εἰδῶν ἠρέθιστο θέαν· ἐπειδὴ δὲ βαθυτέρων γενήσεται νοημάτων πρόοδος, ἀναγκαίως δεῖ τῆς μεσότητος, ἣν καὶ νῦν ὁ Σωκράτης ἀνεγείρει, καὶ αἰτεῖ τοῦτο γενέσθαι πρὸς αὐτὸν, ὃ πρὸς ἐκεῖνον ὁ Παρμενίδης. Ἔοικεν οὖν πάλιν ὁ Παρμενίδης τῇ πατρικῇ αἰτίᾳ· πάντων γάρ ἐστι κοινὸς οὗτος ἐν τοῖς λόγοις πατήρ· ὁ δὲ Ζήνων τῇ δυνάμει τῇ τοῦ πατρὸς, ὅθεν καὶ προβέβληται τοῦ πατρὸς καὶ πᾶν καταγωνίζεται πλῆθος τὸ τοῦ ἑνὸς ἀφιστάμενον· ὁ δὲ Σωκράτης τῷ νῷ τῷ διὰ ζωῆς καὶ δυνάμεως ἐπιστρέφοντι πρὸς τὸν ἑαυτοῦ πατέρα· καὶ κατὰ ταύτας εἰ βούλει τὰς ἀναλογίας μετιέναι τὸν τόπον, πολλὴν εὑρήσεις ἐν ὀλίγοις κεκρυμμένην θεωρίαν. Καὶ τὸν Ζήνωνα ἔφη γελάσαντα φάνα ι · Αὐτο ῦ , ὦ Σώκρατε ς , δεώμεθα Παρμενίδο υ · μὴ γὰρ οὐ φαῦλον ᾖ ὃ λέγε ι · ἢ οὐχ ὁρᾷς ὅσον ἔργον προστάττει ς; (P. |
| in Prm 1022 [40] | 136 D.) Οὕτω καὶ ἐν τοῖς θεοῖς τὸ μὲν τρίτον ἑαυτὸ συνάπτει τῷ δευτέρῳ, καὶ ἐφίεται τῆς παρ’ αὐτοῦ πληρώσεως· τὸ δὲ δεύτερον, ἅτε ἐνιδρυμένον τῷ πρώτῳ, προάγει τὴν ἀπ’ ἐκείνου δόσιν ἐπὶ πάντα. Θαυμαστὸν δὲ ἐν τούτοις καὶ ὅτι πρότερον, ὅτε μειδίαμα μόνον ἦν, ἐμειδίων ἀμφότεροι, ὁ Ζήνων καὶ ὁ μέγας Παρμενίδης· νῦν δὲ, ὅτε οὐκ ἔτι μειδιᾷν λέγεται, μόνος ὁ Ζήνων γελᾷ, τοῦ Παρμενίδου μένοντος ἐν τῷ ἠρεμίῳ καταστήματι· διότι, τοῦ καθηγεμόνος παρόντος, τὸν ἐκείνου μαθητὴν παρακαλεῖ τὸν καὶ αὐτῷ τῷ καθηγεμόνι χαλεπὸν εἶναι δοκοῦντα λόγον μεταχειρίζεσθαι· τοῦτο γὰρ οὐκ ἦν ἀνδρὸς τὸ καθῆκον τῷ καθηγεμόνι φυλάττοντος· διὸ καὶ ὅτε τὸ σύγγραμμα ἀνεγίνωσκε, μὴ παρόντος ἐποίει τοῦτο Παρμενίδου, καθάπερ εἴρηται ἐν προοιμίοις, ὡς φορτικῆς οὔσης τῆς ἀναγνώσεως ἐπὶ τοῦ καθηγεμόνος. Τὸ μὲν οὖν μειδίαμα τὴν ἀφανῆ μιμεῖται τῶν θείων ἐνέργειαν καὶ τὸ κρύφιον· ὁ δὲ γέλως, τὴν πρόοδον τὴν ἐπὶ τὸ ἐμφανέστερον· αἰσθητικώτερον γὰρ ὁ γέλως τοῦ μειδιάματος· οὐκοῦν ὁ μὲν μιμεῖται τὸν μένοντα καὶ ἠρεμοῦντα καὶ κεκρυμμένον θεὸν, ὁ δὲ τὸν ἄνω μένοντα, προϊόντα δὲ ἤδη καὶ ἐκφαινόμενον. Καὶ ὃ τούτων ἔτι θαυμασιώτερον· ὁ γὰρ Ζήνων μειδιᾷ μὲν πρὸς τὸν Παρμενίδην ἀποβλέπων, οὕτω γὰρ εἴρηται πρότερον, γελᾷ δὲ πρὸς τὸν Σωκράτη τὸν λόγον ποιούμενος· καὶ γὰρ ἐν τοῖς θείοις ἡ μεσότης μὲν κρύφιος καθὸ συνήνωται τῷ πρὸ αὑτῆς, ἐκφαίνεται δὲ καθὸ κοινωνεῖ τῷ μεθ’ αὑτήν· γελᾷ μὲν οὖν διὰ ταῦτα ὁ Ζήνων ἐκφαίνων ἑαυτὸν τῷ Σωκράτει καθὸ συντάττων αὐτὸν ἑαυτῷ, καὶ διὰ τῆς ἑνώσεως ταύτης τὴν τοῦ Παρμενίδου προκαλούμενος νόησιν· ἐπιστρέφει γὰρ καὶ τοῦτον εἰς τὸν ἑαυτοῦ καθηγεμόνα, καὶ πάντως ἀνάγει πρὸς ἐκεῖνον ὡς πρωτουργὸν αἴτιον τῆς θεωρίας καὶ πάσης νοήσεως τῆς παρ’ αὐτοῦ γεννητικόν. |
| in Prm 1023 [5] | Τούτου δὲ τὴν αἰτίαν προσέθηκεν αὐτός· μέγα γὰρ, φησὶ, προστάττει ς· τὰ δὲ μεγάλα καὶ ἐξῃρημένα τῶν ἀποτελεσμάτων τοιούτων δεῖται καὶ τῶν αἰτιῶν· τὰ δὲ μέσα τῶν μέσων ἐστὶν ἀγαθῶν αἴτια, καὶ οὐ τῶν ἀκροτάτων οὐδὲ τῶν ἐξῃρημένων ἀπὸ τῶν πολλῶν. Εἰ μὲν οὖν πλείους ἦμε ν , οὐκ ἂν ἄξιον ἦν δεῖσθα ι · ἀπρεπῆ γὰρ τὰ τοιαῦτα πολλῶν ἐναντίον λέγει ν , ἄλλως τε καὶ τηλικούτ ῳ · ἀγνοοῦσι γὰρ αὐτὸ οἱ πολλοὶ ὅτι ἄνευ ταύτης τῆς διὰ πάντων διεξόδου τε καὶ πλάνης ἀδύνατον ἐντυχόντα τῷ ἀληθεῖ νοῦν ἔχει ν . Ἐγὼ μὲν οὖ ν , ὦ Παρμενίδ η , Σωκράτει συνδέομα ι , ἵνα καὶ αὐτὸς διακούσω διὰ χρόνο υ. (P. 136 D.) Ἤδη τις καὶ τῶν πρὸ ἡμῶν ἐπέστησε μετρίως ὅτι πανταχοῦ τὸ καθῆκον ἐν ταῖς μιμήσεσιν ἀποσώζει τοῖς προσώποις ὁ Πλάτων, ὡς ἔστι διὰ τούτων δῆλος. Ἐν Γοργίᾳ μὲν γὰρ σοφιστῶν παραδοὺς συνουσίαν, ὑφαρπάζοντα τὸν μαθητὴν εἰσάγει τὰς ἀποκρίσεις τοῦ καθηγεμόνος καὶ προπηδῶντα ἐν τοῖς λόγοις ἀτάκτως· τοιοῦτος γὰρ ὁ ἐκεῖ Πῶλος, ἀχαλίνωτος ὢν καὶ πλημμελὴς καὶ περὶ αὐτὸν τὸν πατέρα τῆς τέχνης. Ἐνταῦθα δὲ φιλοσόφους μιμούμενος, ὑπεξιστάμενον παραδίδωσι τὸν Ζήνωνα τῷ Παρμενίδῃ, καὶ δεόμενον ὅπως ἂν αὐτὸς ὁ λέγων ᾖ καὶ τοὺς παρόντας εὐεργετῶν· ἔοικε γὰρ ἡ μὲν τῶν σοφιστῶν σύνοδος τῇ ἐνύλῳ συστοιχίᾳ πάσῃ, παρ’ ᾗ καὶ τὰ ἔκγονα πολλάκις κατὰ τῶν οἰκείων αἰτιῶν ἐξανίσταται κρατεῖν ἐθέλοντα τῶν ἀμεινόνων· ἡ δὲ τῶν φιλοσόφων κοινωνία τῇ τῶν θεῶν τάξει, παρ’ ᾗ τὰ καταδεέστερα προκαλεῖται μὲν τὰς τῶν ὑπερτέρων δυνάμεις, ὑπεξίσταται δὲ αὐτῶν ταῖς ἀπείροις καὶ γεννητικαῖς περιουσίαις. Ἀλλὰ τοῦτο μὲν περὶ τοῦ ἤθους τῶν ἀνδρῶν ἔστω μοι λελεγμένον· ὅτι δὲ ἀπρεπῆ τὰ θειότατα τῶν δογμάτων ἐστὶν εἰς ἀκοὰς καταφερόμενα τῶν πολλῶν, οὐδὲν δεῖ λέγειν, αὐτοῦ Πλάτωνος εἰπόντος ὡς πάντα ταῦτα καταγέλαστα μὲν ἔστι τοῖς πολλοῖς, θαυμασμοῦ δὲ ἄξια τοῖς σοφοῖς. |
| in Prm 1024 [40] | Οὕτω δὲ καὶ οἱ Πυθαγόρειοι τῶν λόγων τοὺς μὲν ἔφασκον εἶναι μυστικοὺς, τοὺς δὲ ὑπαιθρίους· καὶ οἱ ἐκ τοῦ Περιπάτου τοὺς μὲν ἐσωτερικοὺς, τοὺς δὲ ἐξωτερικούς· καὶ αὐτὸς Παρμενίδης τὰ μὲν Πρὸς ἀλήθειαν ἔγραψε, τὰ δὲ Πρὸς δόξα ν· καὶ ὁ Ζήνων δὲ τοὺς μὲν ἀληθεῖς ἐκάλει τῶν λόγων, τοὺς δὲ χρειώδεις· ὥστε εἰκότως εἴρηται καὶ νῦν ἀπρεπεῖς εἶναι παρὰ τοῖς πολλοῖς τοὺς τοιούσδε λόγους, ὡς ἀδέκτων τούτων ὄντων τῆς τοιαύτης ἀκροάσεως. Εἰ δέ τις καὶ ἤδη ἐν γήρᾳ ὢν περὶ τούτων ποιοῖτο τοὺς λόγους ἐπὶ τῶν πολλῶν, ἔτι μᾶλλον ἀπρεπὲς αὐτοῖς εἶναι δοκεῖ καὶ αἰσχύνης ἄξιον· περὶ νέῳ μὲν γὰρ ἧττον τὰ τοιαῦτα φαινόμενα διασύρουσιν, ὥσπερ φησὶ καὶ Καλλικλῆς ὁ τῶν πολλῶν εἷς καὶ τὰ ἐκείνων πάθη πεπονθώς· προήκοντα δὲ κατὰ τὴν ἡλικίαν περὶ ταῦτα διατρίβειν ἡγοῦνται πάντων εἰς γέλωτα εἶναι πραγμάτων εὐδοκιμώτατον. Τί οὖν αἴτιον αὐτῆς τῆς τοιαύτης δόξης, οὐ χρὴ παρ’ ἄλλου ζητεῖν· αὐτὸς γὰρ ὁ Πλάτων ἤνεγκεν ὅτι δι’ ἄγνοιαν τοῦτο πεπόνθασι· μεγάλων ἄρα κακῶν ἡ ἄγνοια τὴν αἰτίαν ἔχει ταῖς ψυχαῖς· καὶ δείκνυσιν ὅτι πάλιν τὰ ἁμαρτήματα ἀκούσια τῶν πολλῶν· πᾶν γὰρ τὸ δι’ ἄγνοιαν πλημμελούμενον καὶ ἀκούσιόν ἐστι καὶ συγγνώμης ἄξιον. Ἀγνοοῦσιν οὖν οἱ πολλοὶ πόση τις ἄρα ἐστὶν ἡ τῆς διαλεκτικῆς δύναμις, καὶ ὅτι τέλος ἐστὶ τῆς πλάνης ταύτης ἡ ἀλήθεια καὶ ὁ νοῦς· οὐ γάρ ἐστιν ἄλλως ἡμᾶς ἀπὸ τῶν ἐσχάτων ἀναδραμεῖν ἐπὶ τὰ πρῶτα, μὴ διὰ τῶν μέσων πορευθέντας ὁδῶν τῆς ζωῆς· ὡς γὰρ ἡ κάθοδος ἡμῖν διὰ πολλῶν γέγονε τῶν μεταξὺ, τῆς ψυχῆς ἀεὶ ἐπὶ τὸ συνθετώτερον χωρούσης ἀπὸ τῶν ἁπλουστέρων ἐνεργειῶν, οὕτω καὶ ἡ ἄνοδος διὰ πολλῶν ἔσται μεσοτήτων, τῆς ψυχῆς ἀναλυούσης ὃν συνέθηκε τῆς ζωῆς διάκοσμον. |
| in Prm 1025 [10] | Δεῖ οὖν πρῶτον καταγνῶναι τῶν αἰσθήσεων ὡς οὐδὲν ἀκριβὲς οὐδὲ ὑγιὲς γιγνώσκειν δυναμένων, ἀλλὰ πολὺ τὸ συγκεχυμένον καὶ ἔνυλον καὶ παθητικὸν ἐχουσῶν, ἅτε καὶ ὀργάνοις τοιούτοις δή τισι χρωμένων· ἔπειτα τὰς φαντασίας ἀφελεῖν, τὰς ἐν ἡμῖν πετομένας Στυμφαλίδας ὄρνιθας, ὥσπερ κακὰ μορφωτικὰ καὶ ἐσχηματισμένα νοούσας, τὸ δὲ ἀσχημάτιστον καὶ ἀμερὲς εἶδος ἑλεῖν οὐδαμῆ δυναμένας, ἀλλὰ παραποδιζούσας τὴν καθαρὰν καὶ ἄϋλον νόησιν τῆς ψυχῆς τῷ παρεμπίπτειν καὶ θόρυβον αὐτῇ παρέχειν ἐν ταῖς ζητήσεσι· τρίτον δὲ ἐπὶ τούτοις τὰς δόξας τὰς πολυειδεῖς ἐκκόψαι καὶ τὴν περὶ ταύτας πλάνην τῶν ψυχῶν· οὐ γὰρ ἐφάπτονται τῆς αἰτίας, οὐδὲ ἐπιστήμην ἡμῖν ἐμποιοῦσιν οὐδὲ τοῦ χωριστοῦ νοῦ μετουσίαν· τέταρτον τοίνυν, ἐπὶ τὸ τῶν ἐπιστημῶν ἀναδραμόντα πέλαγος, ἐκεῖ τῇ διαλεκτικῇ θεωρεῖν τὰς διαιρέσεις αὐτῶν καὶ συνθέσεις καὶ ὅλως τῶν ἐν ἡμῖν εἰδῶν τὴν ποικιλίαν, καὶ διὰ τῆς θεωρίας ἐξυφήνασαν τὸν ἑαυτῆς διάκοσμον τὴν διάνοιαν ἡμῶν ἰδεῖν· ὅτι περ αὐτῆς ἀποστῆναι δεῖ τῆς συνθέσεως καὶ νοερῶς ἤδη προσβάλλειν τοῖς ὄντως οὖσι· νοῦς γάρ ἐστιν ἐπιστήμης κρείττων, καὶ ἡ κατὰ νοῦν ζωὴ τῆς κατ’ ἐπιστήμην προτιμοτέρα. Πολλαὶ οὖν αἱ πλάναι καὶ αἱ δινεύσεις τῆς ψυχῆς· ἄλλη γὰρ ἡ ἐν ταῖς φαντασίαις, ἄλλη πρὸ τούτων ἡ ἐν δόξαις, ἄλλη ἡ ἐν αὐτῇ τῇ διανοίᾳ· μόνη δὲ ἡ κατὰ νοῦν ζωὴ τὸ ἀπλανὲς ἔχει, καὶ οὗτος ὁ μυστικὸς ὅρμος τῆς ψυχῆς, εἰς ὃν καὶ ἡ ποίησις ἄγει τὸν Ὀδυσσέα μετὰ τὴν πολλὴν πλάνην τῆς ζωῆς, καὶ ἡμεῖς, ἐὰν ἄρα σώζεσθαι θέλωμεν, μᾶλλον ἑαυτοὺς ἀνάξομεν. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων. Ἤδη δὲ εἴρηται κἀκεῖνα πρότερον, ὅτι προσεχὴς ὁ Ζήνων τῷ Παρμενίδῃ, καὶ πάντων συνειλεγμένων μονάς τίς ἐστι· καὶ ὅτι πρῶτος ἐπιστρέφει πρὸς αὐτὸν, καὶ ἑαυτῷ συνεπιστρέφων τοὺς ἄλλους, διὰ τοῦ Σωκράτους ἔχοντος πρὸς τοὺς λοιποὺς ὑπεροχήν· ἀλλ’ αὐτὸς μὲν καὶ ἄλλοτέ φησιν ἀκηκοέναι τῶν λεχθησομένων, οὗτοι δὲ νῦν πρῶτον ἀκούσονται· διὰ τούτων ἐνδεικνυμένου τοῦ Πλάτωνος ὅτι καὶ ἐν τοῖς θείοις τὰ προσεχῆ τοῖς πατράσιν αἴτια τῶν μὲν ἐξῃρημένως καὶ κρυφίως μετέχει παρὰ τῶν πατέρων, ὧν καὶ μόνα μετέχει καὶ πρῶτα διὰ τὴν ἄῤῥητον πρὸς ἐκείνους ἕνωσιν, τῶν δὲ ἅμα τοῖς ἄλλοις τοῖς ἀπὸ τῶν αὐτῶν προελθοῦσιν. |
| in Prm 1026 [40] | Ἀνάλογον οὖν ἡ μὲν πρώτη συνουσία τοῦ Ζήνωνος πρὸς τὸν Παρμενίδην τῇ μυστικῇ νοήσει τῶν δευτέρων, ἡ δὲ κοινὴ πρὸς τοὺς ἄλλους ταῖς ἐπὶ πάντα ὁμοίως ποιούσαις ἀπὸ τῶν πραγμάτων μεταστάσεσιν. Ἐπειδὴ δὲ ὑφεῖται τῆς προτέρας ἡ δευτέρα, καθόσον καὶ ὁ Παρμενίδης συνοπτικώτερον ὡς τὸ εἰκὸς αὐτὴν διετίθει πρὸς τὸν Ζήνωνα, ἅτε συνήθη τοῖς ἑαυτοῦ λόγοις ὄντα, ποικιλώτερον δὲ πρὸς πάντας, διὰ δὴ τοῦτο τὴν ὕφεσιν ταύτην ἐνδεικνύμενος διὰ χρόνου φησὶν ἐλθεῖν ἀκοῦσα ι· τοῦτο γὰρ σύμβολόν ἐστι τῶν διαφόρων ἐνεργειῶν, τῆς νεωτέρας καὶ πρεσβυτέρας ἐν θεοῖς, οὐ κατὰ χρόνον, ἀλλὰ κατὰ τὴν ἀξίαν, οὕτω προσαγορευομένων. Εἰ δὲ καὶ πρὸς τὸ σχῆμα τῆς λέξεως ἀπίδῃς ὅπως εἴρηται περὶ τοῦ Ζήνωνος, ἐγὼ μὲ ν , ὦ Παρμενίδ η , Σωκράτει συνδέομα ι, καὶ τούτῳ μηδὲν ἄλλο προσθέντος, εὕροις ἂν ὡς οὐδὲ τοῦτο παρὰ τῷ Πλάτωνι μάτην, οὐδὲ κόσμου χάριν, ἀλλ’ ἐνδεικνύμενος παρείληπται πῶς πᾶσαν τὴν ἑαυτοῦ ὠφέλειαν ἐξήρτησεν ὁ Ζήνων τῆς τοῦ Παρμενίδου βουλήσεως· καὶ οὐδὲν ἄλλο λέγων, ἢ ὅτι δεῖται· τί δὲ ἑξῆς καὶ ὀφειλόμενον τῇ δεήσει, παραλείπων ἐκεῖνο, καθάπερ δὴ καὶ ὁ λόγος ἐνδεὴς εἶναι δοκεῖ τινος, μιμούμενος τὴν τοῦ λέγοντος διάνοιαν, τὸ σέβας φυλάττοντος ὃ δὴ προσήκειν ᾤετο τῷ πατρὶ τῶν τοιούτων λόγων. Ταῦτα δὴ εἰπόντος τοῦ Ζήνωνο ς , ἔφη ὁ Ἀντιφῶν φάναι τὸν Πυθόδωρο ν , αὐτόν τε δεῖσθαι τοῦ Παρμενίδου καὶ τὸν Ἀριστοτέλη καὶ τοὺς ἄλλου ς , ἐνδείξασθαι ὃ λέγοι καὶ μὴ ἄλλως ποιεῖ ν. |
| in Prm 1027 [5] | (P. 136 E.) Ἁπάντων μὲν τῶν τὴν συνουσίαν πληρούντων ταύτην μονάς ἐστιν ὁ Παρμενίδης, ὥσπερ τὸ ἓν ὂν τῶν ὄντων ἁπάντων μονάς· τῶν δὲ τοῦ Παρμενίδου μεθεξόντων ὁ Ζήνων μονάς· διὸ καὶ δεῖται ὑπὲρ αὐτῶν, κατὰ τὴν ἀνακλητικὴν δύναμιν τῶν προελθόντων ἐπὶ τὸν ἑαυτοῦ πατέρα τεταγμένος· τῶν δὲ εἰσεληλυθότων πρὸς αὐτοὺς ὁ μὲν Ζήνων ἔφατο Σωκράτει συνδεῖσθαι τοῦ Παρμενίδου, τὴν ἐξῃρημένην αὐτοῦ κατὰ τῶν ἄλλων ὑπεροχὴν μαρτυρῶν· τούτων δὲ ἀμφοτέρων δεομένων, πάντα κινεῖται τὰ δεύτερα πρὸς τὴν ἀντοχὴν τῶν πρώτων· καὶ γὰρ ὁ Πυθόδωρος καὶ ὁ Ἀριστοτέλης καὶ οἱ ἄλλοι πάντες, ἐν ὅσῳ μὲν ὁ Σωκράτης ἐδεῖτο μόνος, ἡσύχαζον οἱ ἄλλοι· οὐ γὰρ ἦν οὗτος πάντων τῶν μετεχόντων ὁ πρώτιστος· Ζήνωνος δὲ δεηθέντος, αὐτοφυῶς ἀνακινοῦνται πάντες· οὕτω γὰρ καὶ ἐν θεοῖς τῶν ἐγκοσμίων θεῶν ἑπομένων τοῖς ἀπολύτοις ἡγεμόσι συνέπεται αὐτοῖς πάντα, καὶ ἄγγελοι καὶ δαίμονες καὶ μερικαὶ ψυχαί· πάντα γὰρ ἐθέλει μετὰ τῶν οἰκείων ἀκροτήτων ἐνεργεῖν. Τίς οὖν ἡ δέησις, αὐτὸς προσέθηκεν, ἐνδείξασθαι ὃ λέγο ι· συμβολικὸς ἄρα καὶ ἐνδεικτικὸς ἔσται καὶ αἰνιγματώδης ὁ τῆς διδασκαλίας τρόπος, καὶ πρέπων τοῖς μυστικωτάτοις τῶν δογμάτων, ἀλλ’ οὐκ ἐπιχειρηματικὸς καὶ ἐν κοινοῖς ἀγῶσι τὴν πραγματείαν ὅλην ποιούμενος. Τὸν οὖν Παρμενίδη ν , Ἀνάγκ η , φάνα ι , πείθεσθα ι · καίτοι δοκῶ μοι τὸ τοῦ Ἰβυκείου ἵππου πεπονθένα ι · ᾧ ἐκεῖνος ἀθλητῇ ὄντι καὶ πρεσβυτέρ ῳ , ὑ φ ’ ἅρματι μέλλοντι ἀγωνιεῖσθαι καὶ δ ι ’ ἐμπειρίαν τρέμοντι τὸ μέλλο ν , ἑαυτὸν ἀπεικάζων ἄκων ἔφη καὶ αὐτὸς οὕτω πρεσβύτης ὢν εἰς τὸν ἔρωτα ἀναγκάζεσθαι ἰένα ι. (P. 137 A.) Πάντα μὲν, ὥσπερ εἴρηται, μεθέξοντα κεκίνηται πρὸς τὴν ἀντοχὴν, καὶ λιπαρῶς ἀντιλαμβάνεται τῆς μεθεκτικῆς αὐτῆς δυνάμεως, καὶ τῇ ἑαυτῶν μονάδι τῇ συντεταγμένῃ κατὰ τοῦτο συνῆψεν ἑαυτά· μέλλει δὲ ἄρα καὶ τῆς ἐξῃρημένης ἀπολαύειν· καὶ γὰρ οὕτως ἀεὶ ἐν τοῖς οὖσι τὰ τῶν δευτέρων τελείως ἐξηρτημένα δύναται καὶ τῶν πρὸ αὐτῶν μετέχειν ἱκανῶς. |
| in Prm 1028 [40] | Οὐκοῦν συνεληλύθασι μὲν οἱ ἄλλοι τῷ Σωκράτει, συνδέονται δὲ τῷ Ζήνωνι, συνέρχονται δὲ τῷ Παρμενίδῃ, καὶ πρὸ τῶν λόγων ἐν τοῖς προσώποις ἀναφαίνεται θεῖός τις ὡς ἐν εἰκόσι διάκοσμος· ὅπως τῆς διὰ πάντων τῶν θείων διηκούσης τριάδος πάντα ἐξήρτηται τὰ δεύτερα, καὶ ὑφιστάμενα καὶ τελειούμενα δι’ αὐτῆς· καὶ ὅπως τοῖς διὰ τῶν προσεχῶν εὐτάκτως ἀνιοῦσιν ἐπὶ τὰ τέλη τὰ πρώτιστα τῶν αἰτίων ἀναφαίνεται· καὶ ὅπως τοῖς λιπαρῶς ἀντεχομένοις τῶν θείων ἕτοιμός ἐστι καὶ ἡ παρ’ αὐτῶν δόσις ἄφθονος· οὕτω γὰρ καὶ ταῖς τούτων δεήσεσιν ἐπινεύσει λοιπὸν ὁ Παρμενίδης, καὶ τὴν αἰτίαν τῆς ἐπινεύσεως εἴρηκε, τὴν ἀνάγκην αἰτιασάμενος, τὴν θείαν δηλαδὴ, καὶ πρὸς ἣν οὐδὲ θεοὺς μάχεσθαί φησιν ὁ Ἀθηναῖος ξένος· θεοειδοῦς ἄρα αἰτίας καὶ θείας δυνάμεώς ἐστιν ἴδιον πᾶσι παρεῖναι τοῖς μετέχειν αὑτῆς δυναμένοις. Ἀλλ’ ἵνα πάλιν αὐτοῖς ἐνδείξηται πόσος ἐστὶν ὁ ἀγὼν καὶ τὸ ἆθλον οἷον, ἑαυτὸν ἐλάττω φησὶν εἶναι τῆς διεξόδου ταύτης, καὶ ταὐτὸν τῷ Ἰβύκῳ πεπονθέναι, τῷ πρὸς τὰ ἐρωτικὰ διὰ γῆρας ἑαυτὸν ἐπιδιδόναι κατοκνοῦντι μὲν, ἀναγκαζομένῳ δὲ, καὶ δὴ καὶ ἀπεικάζοντι τὴν παροῦσαν αὑτῷ ταύτην ἀνάγκην ἵππῳ πρεσβύτῃ καὶ ἤδη πολλάκις ἠγωνισμένῳ, καὶ δι’ ὑπερβολὴν ἐμπειρίας τρέμοντι τὸ μέλλον. Λέγει δέ πως οὕτως ὁ μελοποιός· Ἔρος δ’ αὖτέ με κυανέοισιν ὑπὸ βλεφάροις τακέρ’ ὄμμασι Δερκόμενος, κηλήμασι παντοδαποῖς ἐς ἄπειρα Δίκτυα Κύπριδος βάλεν. Ἦ μὰν Τρομέω νιν ἐπερχόμενον, Ὥστε φερέζυγος ἵππος ἀεθλοφόρος ποτὶ γήραϊ Ἀέκων σὺν ὄχεσφι θοοῖς ἐς ἅμιλλαν ἔβα. Τὰ μὲν οὖν ἀναγκαῖα πρὸς τὴν τοῦ Παρμενίδου ῥῆσιν τοῦ ἅρματος ταῦτά ἐστι. |
| in Prm 1029 [10] | Πάλιν δὲ καὶ ἐκ τούτων λάβοις ἂν ὅπως ἀεὶ τὰ καταδεέστερα τὰς ἑαυτῶν εἰκόνας εἰς τὰς ὑποδεεστέρας ἀποπέμπει τάξεις· ὁ μὲν γὰρ Παρμενίδης εἰκόνα τοῦ ἑαυτοῦ πάθους ἐποιήσατο τὸν Ἴβυκον· οὗτος δ’ αὖ πάλιν τὸν ἵππον· ἀπὸ νοῦ γὰρ εἰς ψυχὴν λογικὴν αἱ τῶν εἰδῶν εἰκόνες, καὶ ἀπὸ ταύτης εἰς φύσιν, ἣ μάλιστα ἐν τοῖς ἀλόγοις ζώοις ἔχει τὸ κράτος. Καὶ οἱ ἀγῶνες δὲ τῶν ἵππων καὶ τὰ ἐρωτικὰ πρὸς τὰς ἀναγομένας ψυχὰς οἰκείως ἔχουσι· καὶ γὰρ ἐν ταύταις βρίθει μὲν ὁ τῆς κάκης ἵππος μετέχων, ᾧ μὴ καλῶς ᾖ τεθραμμένος τῶν ἡνιόχων, φέρεται δὲ εὔλυτος ὁ πρὸς αὐτὸ τὸ ὂν ἁμιλλᾶσθαι δυνάμενος· καὶ ἡ ἄνοδος δὲ αὐταῖς καὶ ἡ σωτηρία διὰ τοῦ ἔρωτος· διὰ τοῦτο γὰρ αὐτῶν καὶ τὸ ἅρμα ὑπόπτερον, ὡς τὸ διὰ ἐρωτικῆς μανίας ἐπὶ τὸ νοητὸν κάλλος ἀνατρέχον καὶ τὴν θέαν τῶν ὄντως ὄντων. Ταῦτα μὲν περὶ αὐτῶν εἰρήσθω τῶν πραγμάτων, οἷς τὰ προκείμενα τέτακται κατὰ τὸ ἀνάλογον. Ὁ δὲ Ἴβυκος ὅτι μελοποιὸς καὶ ὅτι περὶ τὰ ἐρωτικὰ ἐσπουδακὼς καὶ ὅτι πρεσβύτης ὢν καὶ εἰς τὸ γράφειν ἐρωτικὰ προαγόμενος διὰ τὸν τόνον τοῦ ἐρῶντος κατοκνεῖν φησι τὴν γραφὴν ἔν τινι τῶν ἑαυτοῦ μελῶν, οὐκ ἄδηλον τοῖς τῶν ἐκείνου διακηκοόσιν. Κἀγώ μοι δοκῶ μεμνημένος μάλα φοβεῖσθαι πῶς χρὴ τηλικόνδε ὄντα διανεύσαι τοιοῦτόν τε καὶ τοσοῦτον πλῆθος λόγω ν · ὅμως δ ὲ , δεῖ γὰρ χαρίζεσθα ι , ἐπειδὴ καὶ ὁ Ζήνων λέγε ι , αὐτοὶ ἐσμέ ν. (P. 137 A.) Οἶδεν ὅση τίς ἐστιν ἡ πλάνη τῆς ψυχῆς, οὐ μόνον ἐν αἰσθήσεσι καὶ φαντασίαις καὶ δόξαις, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ἀνελίξεσι ταῖς διανοητικαῖς τῶν λόγων· καὶ τοῦτο εἰδὼς, καὶ μεμνημένος τῶν οἰκείων ἄθλων, φοβεῖται πάλιν εἰς τὴν τοιαύτην κατιέναι πλάνην, οἷόν τις Ὀδυσσεὺς, ἐπανελθὼν μὲν οἴκαδε καὶ ἤδη τὸ οἰκεῖον ἔχων ἀγαθὸν, παρακαλούμενος δὲ ἐπί τινας ὁμοίους πολέμους βαρβαρικοὺς, καὶ δι’ ἐμπειρίας ἐκστῆναι τῆς ἑαυτοῦ πατρίδος οὐχ αἱρούμενος, ἅτε μεμνημένος ὧν ἔσχε πραγμάτων ἔν τε τοῖς πολέμοις καὶ ἐν τῇ πλάνῃ πολυχρονίως· ἀναβὰς οὖν εἰς λογισμὸν ἀπὸ φαντασιῶν καὶ αἰσθήσεων καὶ εἰς νοῦν ἀπὸ λογισμοῦ, δέδοικεν εἰκότως τὴν εἰς λογισμὸν κάθοδον καὶ τὴν ἐν διανοίᾳ πλάνην, μή πη λάθῃ εἰς τὰς φαντασίας καὶ αἰσθήσεις ὑπενεχθείς· οὐ γὰρ ἀσφαλὴς ἡ ἀπὸ νοῦ κάθοδος, οὐδὲ δεῖ τῶν πρώτων ἀφίστασθαι, μή που λάθοιεν ἐν τοῖς χείροσι μείναντες. |
| in Prm 1030 [15] | Οὕτω καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης ἀναγκασθεὶς ὑπὸ τοῦ Φαίδρου καὶ τὸ φυσικὸν ἱστόρησε κάλλος καὶ τὸ ἐν τοῖς μέσοις εἴδεσι θεωρούμενον, ἔπειτα ἀποστὰς τοῦ θείου ἔρωτος ἐπὶ τὸ νοητὸν κάλλος ἀνατείνει τὰς ψυχὰς, τόλμαν καλεῖ καὶ ἀσέβειαν καὶ ἁμάρτημα τὴν ἀπὸ τούτου κάθοδον ἐπὶ τὰ δεύτερα καὶ ὕφεσιν τῆς τοῦ πρωτίστου κάλλους νοήσεως. Ταῦτα οὖν καὶ ὁ Παρμενίδης διευλαβούμενος, καὶ μεμνημένος τῆς ἑαυτοῦ πλάνης καὶ ἐν ὅρμῳ γεγονὼς, αὖθις κατοκνεῖ πρὸς τὸ πλῆθος κατιέναι τῶν λόγων ἀπὸ τοῦ νοεροῦ καὶ ἁπλοῦ τῆς ἐνεργείας εἴδους· κάτεισι δὲ ὅμως τοῦ ἀγαθοῦ ἕνεκα ἐπ’ εὐεργεσίᾳ τῶν δευτέρων· ἡ γὰρ χάρις αὕτη μίμησίς ἐστι τῆς προνοίας τῶν θεῶν. Τοιαύτας ἄρα δεῖ καὶ τὰς ἀπὸ τοῦ νοητοῦ καθόδους εἶναι τῶν θείων ψυχῶν, ἐχομένας τῶν θείων καὶ εἰδυίας καλῶς τὰ κακὰ τὰ ἐκ τῆς πλάνης, καὶ ἐπ’ εὐεργεσίᾳ μόνῃ κατιούσας, ἀλλ’ οὐκ ἀποπληρώσει τῆς φιλογενέσεως, καὶ μὴ εἰς βάθος καταπιπτούσας μηδὲ προσκολλωμένας τοῖς ἀρίστοις εἴδεσι τῆς ζωῆς· τὸ γὰρ μονὰς εἶναι τῆς ἀφειμένης παντὸς τοῦ ἐνύλου πλήθους ζωῆς σύμβολόν ἐστιν. Πόθεν οὖν δὴ ἀρξόμεθ α ; καὶ τί πρῶτον ὑποθησόμεθ α; (P. 137 A.) Ἐπιδοὺς ἑαυτὸν ταῖς ἀνελίξεσι τῶν λόγων ὁ Παρμενίδης, καὶ εἰς ἐπιστημονικὰς διεξόδους ἀπὸ τῆς νοερᾶς αὑτοῦ περιωπῆς καταβαίνων καὶ ἀπὸ τοῦ ἀσχέτου πρὸς τὸ ἐν σχέσει τῆς ζωῆς εἶδος, ἐπανερωτᾷ τοὺς ἑαυτοῦ μεθέξοντας πόθεν ἄρξεται, καὶ ἐπὶ ποίας ὑποθέσεως ποιήσεται τὸν λόγον· οὐχὶ τῆς ἐκείνων κρίσεως ἐξάπτων τὸν ἑαυτοῦ νοῦν, οὐδὲ ὑπ’ ἐκείνων ἑαυτῷ τὸ δέον ἀφορισθῆναι βουλόμενος (οὐδὲ γὰρ θέμις τοῖς ἀμείνοσιν ἐκ τῶν χειρόνων μετρεῖσθαι τὴν ἐνέργειαν), ἀλλ’ ἐπιστρέφων αὐτοὺς εἰς ἑαυτὸν καὶ ἀνεγείρων εἰς τὴν ἑαυτοῦ κατανόησιν, ἵνα μὴ ὡς ἀνοήτοις ἐντιθῇ τοὺς λόγους, ὥσπερ ἡ φύσις τοῖς σώμασιν, ἀλλ’ ὡς καὶ αὐτοὶ ἑαυτοὺς ἀνάγωσι καὶ συνεξορμῶσιν ἐπὶ τὸ ὄν· οὕτω γὰρ καὶ ὁ νοῦς ἀνάγει τὰς ψυχὰς, οὐ μόνον παρ’ ἐκείνου πρὸς τὸ ἄνω φερομένας, ἀλλὰ καὶ ἑαυταῖς βοηθεῖν παρεσκευασμένας. |
| in Prm 1031 [5] | Φυλάττειν οὖν αὐτὰς παρακελεύεται τὴν ἑαυτοῦ μεταχείρισιν, καὶ ὁρᾷν ὅθεν τε ἄρχεται καὶ ὅπου λήγει καὶ δι’ οἵων πρόεισι τῶν μέσων, ἀλλ’ οὐχὶ ζητεῖ τὸ πρέπον αὑτῷ παρ’ ἐκείνων μαθεῖν· δῆλον δέ· οὐ γὰρ ὑπέμεινε τὴν ἀπόκρισιν, ἀλλ’ ἐπήνεγκε δεδογμένον αὑτῷ καὶ πρὸς τοῦτο ποιεῖται τοὺς λόγους. Δοκεῖ δέ μοι καὶ τὸ πόθεν ἄρξομα ι, καὶ τὸ τί πρῶτον ὑποθήσομα ι, πάντα ταῦτα οἰκείως μὲν ἔχειν πρὸς τὸ ἓν, περὶ οὗ ποιήσεται τὴν πραγματείαν (καὶ γὰρ ἡ ἀρχὴ καὶ τὸ πρῶτον ἐκείνῳ πρεπωδέστατον τῶν ὀνομάτων), διαφέρειν δὲ ἀλλήλων, καθόσον ζητῶν μὲν ὅθεν ἄρξεται, δῆλός ἐστιν ἀξιῶν ἑαυτὸν μὴ πρὸς τὰ ἔξω βλέπειν, ἀλλ’ ἀφ’ ἑαυτοῦ καὶ τῆς ἔνδον γνώσεως τὴν πολλὴν ταύτην ἐξυφαίνειν τῶν λόγων πραγματείαν. Πάντως δὲ καὶ τρόπων ὄντων πλειόνων, εἰκότως ζητεῖ πόθεν δεῖ ποιήσασθαι τὴν ἀρχήν· οὐ γὰρ ἐπὶ πάσης ὕλης ἀπὸ τῶν αὐτῶν ἀρκτέον, ὡς εἴρηταί μοι πρότερον ἐν τοῖς τῆς μεθόδου κανόσι· ζητεῖ δὲ τί πρῶτον ὑποθήσεται· πολλῶν δὲ οὐσῶν ὑποθέσεων καὶ περὶ τὰ νοητὰ καὶ αἰσθητὰ, ζητεῖ ποίαν ὑποθέμενος δυνήσεται περὶ ἁπάντων τῶν ὄντων εἰπεῖν, καὶ μηδὲν ὅλως ἀδιερεύνητον καταλιπεῖν μήτε τῶν αἰσθητῶν πραγμάτων, ὥστε ὑπόθεσιν μὲν καλεῖσθαι τὴν τοῦ προβλήματος θέσιν, ἀρχὴν δὲ τῆς ὑποθέσεως τὸ πρῶτον μέρος τῆς συμπάσης διεξόδου πολυσχεδοῦς οὔσης τῶν προκειμένων λόγων. |
| in Prm 1032 [5] | Ἢ βούλεσθ ε , ἐπειδή περ δοκεῖ πραγματειώδη παιδιὰν παίζει ν , ἀ π ’ ἐμαυτοῦ ἄρξωμαι καὶ τῆς ἐμαυτοῦ ὑποθέσεω ς , περὶ τοῦ ἑνὸς αὐτοῦ ὑποθέμενο ς , εἴτε ἓν ἔστιν εἴτε μὴ ἓ ν , τί χρὴ συμβαίνει ν ; — Πάνυ μὲν οὖ ν , φάναι τὸν Ζήνων α. (P. 137 B.) Ἡ μία τοῦ Παρμενίδου μέθοδος μίαν ὑπόθεσιν παραλαμβάνει, καὶ ἐπ’ αὐτῆς ποιεῖται τὸν σύμπαντα λόγον, οὐχ ἥτις ἂν δόξειεν εἶναι μία τῶν πολλῶν, ἀλλ’ ἣ πασῶν ἐστιν ὑποθέσεων περιληπτικὴ καὶ ἔστι μία πρὸ τῶν πολλῶν· πάντα γὰρ ἀναφαίνει τὰ ὄντα καὶ τὴν ὅλην τῶν πραγμάτων διακόσμησιν τῶν τε νοητῶν καὶ αἰσθητῶν, καὶ ἔτι τὰς ἑνάδας αὐτῶν, καὶ τὴν μίαν καὶ ἄῤῥητον ἑνάδα καὶ πασῶν τούτων πηγήν· τὸ γὰρ ἓν πάντων ἐστὶν αἴτιον, καὶ ἀπὸ τούτου πάντα ἀπογεννήσει προϊών. Ἀλλ’ ἴσως αὐτὸ τοῦτο ἄν τις ἡμᾶς ἐπανέροιτο, πῶς ὁ Παρμενίδης ὁ περὶ τὸ ἓν οὐ διατρίβων ἑαυτοῦ κέκληκεν ὑπόθεσιν τὸ ἓν, καὶ ἀπὸ τῆς οἰκείας ἀρχῆς ταύτης ἄρξασθαί φησιν. Ἤδη μὲν οὖν τινες εἰρήκασι καὶ ὅτι, τοῦ Παρμενίδου περὶ τὸ ἓν ποιουμένου τὴν ὅλην πραγματείαν, ὁ Πλάτων εὑρὼν ὅτι τὸ ἓν ἐπέκεινα καὶ ὄντος καὶ οὐσίας πάσης ἐστὶ, διορθούμενος τὸν Παρμενίδην αὐτὸν παραδίδωσιν ἀπὸ τοῦ ἑνὸς ποιούμενον τὴν ἀρχήν· ὥσπερ γὰρ καὶ Γοργίας καὶ Πρωταγόρας καὶ ἕκαστος τῶν ἄλλων ἄμεινον παρὰ τῷ Πλάτωνι διατίθησιν ἢ παρ’ αὑτῷ καὶ τὰς οἰκείας ὑποθέσεις, οὕτω καὶ ὁ Παρμενίδης φιλοσοφώτερός ἐστι παρ’ αὐτῷ καὶ ἐποπτικώτερος ἢ καθ’ αὑτὸν ὁρώμενος· ἐπεὶ καὶ ἐν τούτοις, εἰ ἓν ἔστ ι, φησὶν, οὐχὶ εἰ ἓν ὂν ἔστιν, ὡς ἂν περὶ μόνου τοῦ ἑνὸς ποιούμενος τὸν λόγον, ἀλλ’ οὐχὶ περὶ τοῦ ἑνὸς ὄντος· καὶ ἐπὶ τῶν ἑξῆς ὑποθέσεων, εἰ ἓν οὐκ ἔστ ι, καὶ ἐπὶ τέλει πασῶν, εἴ τι ἓν ἔστιν ἢ οὐκ ἔστ ι , πάντα δ ’ ἔστι καὶ οὐκ ἔστι ν, ὡς ἂν τὸ ἓν σκοπῶν ἐν πάσαις, ἀλλ’ οὐχὶ τὸ ἓν ὄν. |
| in Prm 1033 [5] | Πλατωνικὸς οὖν ὁ Παρμενίδης ὢν ἑαυτοῦ κέκληκεν ὑπόθεσιν τὴν τὸ ἓν ὑποθεμένην· ὃ γὰρ τῇ ἐκείνου θεωρίᾳ προσέθηκεν ὁ Πλάτων, τοῦτο ἐκείνῳ, φασὶ, φέρων ἀνέθηκεν. Οὐκ ἂν δὲ θαυμάσειν φαῖεν ἂν οἱ ταῦτα λέγοντες, εἰ περὶ αὐτοῦ τοῦ ἑνὸς ἐν μὲν τοῖς ποιήμασιν οὐ φαίνεταί τι λέγων ὁ Παρμενίδης (ἄῤῥητον γάρ ἐστιν), ὡς ὑπὲρ τῶν αὑτοῦ ποιημάτων ἀπολογούμενος ἀπὸ τοῦ ὄντος τὰ ὄντα πάντα γεννώντων· ἐν δὲ ταῖς ἀγράφοις πρὸς τὸν Ζήνωνα συνουσίαις ἐνεδείκνυτό τι περὶ αὐτοῦ, καθόσον λόγοις ἦν δυνατόν. Εἰκότως δ’ οὖν ἑαυτοῦ ταύτην τὴν ὑπόθεσιν ἀπεκάλεσε, τὴν τοῦ ἑνὸς πραγματείαν. Εἰ δὲ δεῖ τἀληθέστατα λέγειν, οὑτωσὶ ῥητέον ὡς ὁ ἡμέτερος ὑφηγεῖτο καθηγεμὼν, ἄρχεσθαι μὲν αὐτὸν ἀπὸ τοῦ ἑνὸς (τὸ γὰρ εἰ ἓν ἔστι ν, ἔχον πρὸς τῷ ἓν καὶ τὸ ἔστ ι, ταύτῃ προσήκει τῇ τάξει τῶν πραγμάτων), ἀνατρέχειν δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος ἐπὶ τὸ ἓν, δεικνύντα σαφῶς ὅτι τὸ κυρίως ἓν μόνον τοῦτο βούλεται τὸ ἓν εἶναι καὶ ἁρπάζει ἑαυτὸ ἀπὸ τοῦ ὄντος· καὶ ὡς δεύτερον ἀπὸ τούτου τὸ ἓν ὂν διὰ τὴν ὕφεσιν εἰς τὸ εἶναι προελθὸν, αὐτὸ δὲ τὸ ἓν κρεῖττον καὶ τοῦ ἔστ ι· καὶ ὡς εἰ ἔστι ν, ἅμα γὰρ τῷ ἔστιν οὐ μένει τὸ κυρίως ἕ ν· ὥστε καὶ ὅτι τὸ ὄντως ὂν ὑποτίθεται καὶ τὸ ἓν ὂν, ἀληθὲς, καὶ ὅτι διὰ τῆς ὑποθέσεως ταύτης ἄνεισιν ἐπ’ αὐτὸ τὸ ἓν, ὅπερ αὐτὸς ἀνυπόθετον ἐν Πολιτείᾳ προσονομάζει· δεῖν γάρ φησιν ἀεὶ δι’ ὑποθέσεων χωρεῖν, ἵνα τελευτήσωμεν ἀνιόντες ἐπὶ τὸ ἀνυπόθετον ἕν· πᾶσα γὰρ ὑπόθεσις ἔκ τινός ἐστιν ἄλλης ἀρχῆς. Εἰ δέ τις τὴν ὑπόθεσιν ἀρχὴν ποιήσαιτο, περὶ τούτου ταῦτα ῥητέον, ἀπὸ τῶν γεωμετρικῶν ἐκεῖνος εἴρηκεν· ᾧ γὰρ ἀρχὴ μὲν ὃ οὐκ οἶδε, τελευτὴ δὲ καὶ μέσα ἐξ ὧν οὐκ οἶδε [συμπέπλεκται], οὐδεμία μηχανὴ τὸ τοιοῦτον ἐπιστήμην εἶναι· μόνον οὖν καὶ ἀνυπόθετον τὸ ἓν, ὥστε τὸ ὑποτιθέμενον ἄλλο τί ἐστι καὶ οὐ τὸ ἕν· ἄνεισι δὲ ἀπὸ τούτου πρὸς τὸ ἓν, ὡς ἀπὸ ὑποθέσεως ἐπὶ τὸ ἀνυπόθετον. |
| in Prm 1034 [10] | Ὅθεν δὴ καὶ θαυμάσειεν ἄν τις τὸν Παρμενίδην τῆς ὅλης μεταχειρίσεως τῶν λόγων· εἴτε γὰρ τὸ ἀνυπόθετον ὂν εἰς ὑπόθεσιν παρέλαβε, καὶ τὸ ἄναρχον ὡς ἐξ ἀρχῆς ἔθηκεν, οὐκ ἂν ἠκολούθει τῇ μεθόδῳ λεγούσῃ πάντως ὑποθέμενόν τι σκοπεῖν τὸ ἑξῆς· εἴτε μὴ τὸ ἀνυπόθετον, ἀλλά τι τῶν ποῤῥωτέρω τοῦ ἑνὸς, οὐκ ἂν τὴν ἐπ’ αὐτὸ ῥᾳδίαν ἐποιήσατο μετάβασιν, οὔτ’ ἂν αὐτοφυῶς καὶ ἀβιάστως ἀνέφηνεν ἡμῖν τὴν πρὸ τοῦ ὄντος αἰτίαν. Ἵν’ οὖν καὶ τὸ ἓν ἀνυπόθετον μένῃ, καὶ ὅμως ἀπό τινος ὑποθέσεως οἰκείας αὐτὸς ἐπὶ τὸ ἓν ἀναδράμῃ, τὸ ἓν ὂν ὑπέθετο προσεχῶς ὂν μετὰ τὸ ἓν, ἐν ᾧ τάχα καὶ πρώτως τὸ ἓν κυρίως· ἐπὶ γὰρ τοῦ ἑνὸς τοῦ ἐπέκεινα οὐδὲ τοῦτο κυρίως. Καὶ οὕτως ἀπό τε τῆς οἰκείας ὑποθέσεως, φησὶν, ἄρχεται τοῦ ἑνὸς ὄντος, καὶ τοῦτό ἐστι τὸ εἰ ἓν ἔστ ι· καὶ ἐπὶ τὸ ἀνυπόθετον ἐκεῖθεν μεταστὰς, ἀναφαίνει τὴν ἀπὸ τῆς ἐξῃρημένης ἑνάδος τῶν ὄντων ἁπάντων ὑπόστασιν· ὅθεν εἰπὼν ὑποθήσεσθαι τὸ ἑαυτοῦ ἓν ἐν τῷ δεικνύναι τὰ ἑπόμενα καὶ οὐχ ἑπόμενα, ποτὲ μὲν ὡς τῷ ἑνὶ μόνῳ χρώμενος ἀποδείκνυσι τὸ ἔστι καταφάσεσι χρώμενος, ποτὲ δὲ καὶ τὴν ἔννοιαν τοῦ ἔστι συμπαραλαμβάνει, πανταχοῦ δὲ ὡς εἰς τὸ ἓν βλέπων ἢ τὸ ἀμέθεκτον ἢ τὸ μεθεκτὸν, ἵνα δείξῃ πάντα διὰ τὸ ἓν ὄντα καὶ χωρὶς τοῦ ἑνὸς ἐξαφανίζοντα καὶ τὸ εἶναι ἑαυτῶν· καὶ γὰρ τὸ εἶναι ὂν διὰ τὸ ἓν ἔστι. Πῶς οὖν ἔτι, φαίης ἂν, πολλαὶ ὑποθέσεις, εἰ περὶ τοῦ ἑνὸς λοιπὸν ἡ πᾶσα πραγματεία; ὅτι, φήσω, τοῦ ἑνὸς λεγομένου τριχῶς· ἔστι γὰρ ἓν καὶ τὸ τῶν ὄντων ἐξῃρημένον, καὶ τὸ συνὸν τοῖς οὖσιν, ὃ καὶ μετὰ τοῦ ὄντος ὑφίστησι τὰς πολλὰς τάξεις τῶν ὄντων, καὶ ἔτι τρίτον τὸ καταδεέστερον τοῦ ὄντος καὶ οἷον ὑπ’ αὐτοῦ καταπινόμενον· τριχῶς δ’ οὖν τοῦ ἑνὸς λεγομένου κατὰ τὰς πρώτας τρεῖς ὑποθέσεις, περὶ ἑκάστου τούτων ὁ λόγος, πῶς ἔχει πρός τε ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα τούτων ἕκαστον· ἐν δὲ ταῖς δύο ταῖς λοιπαῖς τῶν πρώτων, πῶς τὰ ἄλλα πρός τε αὑτὰ καὶ πρὸς τὸ ἓν, μετέχοντά τε τοῦ ἑνὸς καὶ ἀμέτοχα θεωρούμενα. |
| in Prm 1035 [15] | Πάλιν ἐπειδήπερ αἱ λοιπαὶ τέτταρες ὑποτίθενται μὴ εἶναι τὸ ἓν, διχῶς δὲ τὸ μὴ ὂν, ἢ τὸ μηδαμῶς ὂν, ἢ τὸ πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν θεωρεῖ· τὰς μὲν δύο τῶν δευτέρων περὶ ἑκατέρου τούτων ὅπως ἔχει πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα, τὰς δὲ λοιπὰς δύο περὶ τῶν ἄλλων μετεχόντων τε τοῦ μὴ ὄντος καὶ αὖ μὴ μετεχόντων· καὶ οὕτω συμπληροῖ τὰς ἐννέα ὑποθέσεις, ἐπὶ τέλει συναγαγὼν ὅτι τὸ ἓν αἴτιον πάντων· καὶ ὡς εἰ τὸ ἓν μὴ ἔστιν, οὐδὲν ἔστιν· οὐδὲ γὰρ θέμις, αἰτίας ἀνῃρημένης, εἶναι τὰ ἀπ’ αὐτῆς. Ταῦτα μὲν οὖν καὶ αὖθις ἀκριβέστερον θεωρήσομεν· δοκεῖ δέ μοι γε τοῖς προειρημένοις συμφώνως ἀποδοῦναι τὰ προκείμενα, τῷ μὲν πόθεν ἄρξομαι τὸ ἀ π ’ ἐμαυτο ῦ, τῷ δὲ καὶ τί πρῶτον ὑποθήσομαι τὸ καὶ τῆς ἐμαυτοῦ ὑποθέσεω ς· καὶ οὐ ταὐτὸν ἐνδείκνυσθαι δι’ ἀμφοῖν· οὐ μὲν γὰρ τὸν τρόπον ἀφορίζεται τῆς ἐνεργείας, ὅτι ἔνδοθεν, ἔξω καὶ ἀπὸ τῆς ἡνωμένης νοήσεως εἰς τὴν ποικιλίαν προϊεὶς τῶν λόγων· ὅπου δὲ τὸ ὑποκείμενον αὐτῇ πρᾶγμα περιποιήσεται τὴν διέξοδον τῆς εἰρημένης μεθόδου. Καὶ οὐ ταῦτα μόνον ἀπὸ τούτων λάβοις ἂν, ἀλλὰ καὶ ὅτι θεοειδὴς καὶ ὁ τρόπος ταύτης ἐστὶ τῆς ἐνεργείας· ἕκαστον γὰρ τῶν θείων ἀφ’ ἑαυτοῦ ἄρχεται ἐνεργεῖν· τὸ μὲν συνεκτικὸν, ἑαυτὸ πρῶτον συνέχον· τὸ δὲ ἀναγωγὸν, ἑαυτὸ πρὸ τῶν ἄλλων ἀνάγον· τὸ δὲ γεννητικὸν, ἑαυτὸ γεννῶν, καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τοῦτο, τὸ θεῖον μιμούμενος, ὁ Παρμενίδης ἀναφθέγγεται, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνο τὸ πραγματειώδη παιδιὰν παίζει ν· θεῖον γὰρ δὴ οὖν καὶ τοῦτο, τὰς ἐμφάσεις καὶ πολυμερίστους ἐνεργείας παιδιὰς καλεῖν· παίγνιον γὰρ θεῶν καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ἕκαστον, ὁπόσα κατὰ τὰς ἔξω προϊούσας αὐτῶν ἐνεργείας ὑφέστηκε· παιδιὰν μὲν διὰ ταῦτα πᾶς ὀξὺς λόγος πρὸς τὴν ἤρεμον αὐτοῦ καὶ ἡνωμένην τοῦ ὄντος νόησιν, πραγματειώδη δὲ ὅμως, ὅτι τῆς τῶν ὄντων ἅπτεται θεωρίας, καὶ ἀνελίττει τὸ ἁπλοῦν τῆς ἔνδον νοήσεως, καὶ οὐδὲν ἄλλο ἐστὶν ἢ νοήσεων οἷον ἐξάπλωσις καὶ τῆς ἀμεροῦς γνώσεως σπαραγμός. |
| in Prm 1036 [40] | Ταῦτα ὁ μὲν Παρμενίδης προτείνει· ὁ δὲ Ζήνων ἑτοίμως προσήκατο, τὸ βάθος τῆς θεωρίας ἐπιστάμενος· ἔδει γὰρ αὐτὸν εἶναι τὸν συγκατατιθέμενον, ἅτε μονάδος ἔχοντα λόγον πρὸς ἅπαντας ὁμοῦ τοὺς μεθέξοντας λόγων τῶν ῥηθησομένων, ἄλλως τε καὶ προακηκοότα πολλάκις τὰ περὶ τούτων δόγματα καὶ εἰδότα τὸ μέγεθος αὐτῶν. Τίς οὖ ν , εἰπεῖ ν , μοὶ ἀποκρινεῖτα ι ; ἢ ὁ νεώτατο ς ; ἥκιστα γὰρ ἂν πολυπραγμονο ῖ , καὶ ἃ οἴεται μάλιστα ἂν ἀποκρίνοιτ ο · καὶ ἅμα ἐμοὶ ἀνάπαυλα ἂν εἴη ἡ ἐκείνου ἀπόκρισι ς. (P. 137 B.) Ὅλως μὲν ἀξιοῖ τινα αὐτῷ ἀποκρίνασθαι, ὅτι προστέτακται τὴν διαλεκτικὴν γυμνάσαι μέθοδον· χρὴ οὖν εἶναί τινα τὸν κατανευσόμενον καὶ ἀνανευσόμενον· αἱρεῖται δὲ τόν γε νεώτατον, ἵνα πρὸς τοῦτο μόνον ὑπηρετῆται μὴ πράγματα παρέχων ἐν ταῖς ἀπορίαις· δεδικασμένοις γὰρ ἐοίκασιν οἱ πρεσβύται, προκατεσχημένοι δι’ ἐμπειρίαν πλειόνων τοῖς ἑαυτῶν δόγμασι· καὶ ἵνα τὰ ἀπὸ ψυχῆς λέγῃ, μὴ διὰ φιλονεικίαν ἄλλως ἀποκρινόμενος, ἀλλὰ τὰ ἀπὸ τῶν ἀδιαστρόφων ἐννοιῶν, ἀφ’ ὧν καὶ αὐτὸς ποιήσεται τοὺς λόγους, ἀπλάστους δεικνύμενος τὰς ὑποκρίσεις· καὶ τρίτον, ἵνα μετὰ ῥαστώνης αὐτὸς διεξίῃ, πρὸς ὑπεῖκον καὶ ἁπαλὸν καὶ ἄβατον ἦθος ἐνεργῶν. |
| in Prm 1037 [35] | Ταῦτα μὲν οὖν αὐτὸς εἴρηκεν αἴτια τῆς τοῦ νεωτάτου προτιμήσεως· θεωρήσειας δ’ ἂν τοῦτο καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος καὶ ὅλως ἐπὶ τῶν πρωτίστων αἰτιῶν, ὅπως ἡ δύναμις αὐτῶν καὶ τὰ ἔσχατα ἐπιστρέφει πρὸς τὰ πρῶτα. Τί γάρ ἐστιν ὃ μὴ μετέχει τοῦ ἑνός; κἂν αὐτὴν εἴποις τὴν στέρησιν, εὑρήσεις τοῦ ἑνὸς ἴνδαλμα φέρουσαν. Τί δὲ τῶν ὄντων, ὃ μὴ τοῦ ὄντος ἀπολαύει; κἂν τὴν ὕλην εἴποις, ἔστι πως καὶ ἐν ταύτῃ δυνάμει τὸ ὄν. Καὶ ὅλως τὰ περιληπτικώτατα τῶν αἰτίων καὶ ὑφίστησι καὶ ἐπιστρέφει πρὸς ἑαυτὰ καὶ ἔσχατα τῶν ὄντων· τοῦτο δὴ οὖν καὶ ὁ Παρμενίδης μιμούμενος τὸν νεώτατον ἐκλέγεται πρὸς τὴν ἀκρόασιν, ἵνα καὶ τοῦτον ἐπιστρέφῃ πρὸς τὸν ἑαυτοῦ λόγον. Εἰ δὲ βούλει καὶ τούτων τι κατιδεῖν ὡς ἐν εἰκόσιν ἀποῤῥητότερον, ἐννόησον ὅπως τῶν πρωτίστων μονάδων ἀπολαύουσιν αἱ δεύτεραι καὶ τρίται τάξεις τῶν θείων, ὅτι μυστικῶς, ὅτι ἠρέμα, ὅτι ἀκλινῶς· πῶς δὲ αἱ τῶν ἀγγέλων ἀκρότητες, ὅτι θεοπρεπῶς, ὅτι προσιδρύσασαι ἑαυτὰς τοῖς θείοις· πῶς δὲ αἱ μερικαὶ ψυχαὶ, ὅτι μεταβατικῶς, ὅτι μετὰ πλάνης τινός. Καὶ ἐννοήσας ὅπως καὶ ἐν τούτοις ... θέασαι λοιπόν· οἱ μὲν ἄλλοι πάντες ἡσυχάζοντες πληροῦνται τῆς θεωρίας, Ζήνων, Σωκράτης, Πυθόδωρος· Ἀριστοτέλης δὲ μετὰ κινήσεως, ὁ κατὰ τὴν ψυχὴν τὴν ἀνηγμένην ἐνταχθεὶς, αὖθις δὲ εἰς τὴν ἔνυλον ζωὴν ὑπενεχθησομένην. Δῆλον δὲ καὶ ἐν τούτοις, ὡς ἐν ταῖς ἁγιωτάταις τελεταῖς, πῶς οἱ μέν εἰσι μυούμενοι τῶν παρόντων, οἱ δὲ ἐποπτεύοντες, οἱ δὲ νῦν πρῶτον ἀκούοντες, οἱ δὲ καὶ πρόσθεν ἀκηκοότες· καὶ ὅπως προμηθεῖται τῆς ἐν τῷ λέγειν ῥαστώνης ὁ Παρμενίδης, διότι θεῖόν ἐστι τοῦτο τὸ μετὰ ῥαστώνης ἐνεργεῖν· τὸ γὰρ ἄκμητον παρ’ ἐκείνοις, οἷς Ἥβη τὸ νέκταρ ἐπινάει, καὶ ἡ πρόνοια μετὰ τὴν πόσιν τοῦ νέκταρος, ἄφετος οὖσα καὶ ἀνεμπόδιστος. |
| in Prm 1038 [35] | Ἕτοιμός σο ι , ὦ Παρμενίδ η , φάναι τοῦτο τὸν Ἀριστοτέλ η · ἐμὲ γὰρ λέγει ς , τὸν νεώτατον λέγω ν · ἀλλὰ ἐρώτα ὡς ἀποκρινομένο υ. (P. 137 C.) Ὁ μὲν Παρμενίδης καθολικῶς καὶ ἀπεριορίστως εἶπεν ὅτι χρὴ τὸν νεώτατον εἶναι τὸν ἀποκρινόμενον. Ὁ δέ γε Ἀριστοτέλης ἑαυτὸν ὑπήγαγε τῷ λόγῳ, τὸ μερικὸν τῷ καθόλου συνάπτων· εἰ γὰρ αὐτὸς ὁ νεώτατος, αὐτὸν εἶναι δεῖ τὸν ἀποκρινόμενον. Πάλιν δὴ καὶ ταῦτα φέρει τινὰ τῶν θείων ἔνδειξιν· τὸ γὰρ ὁλικὸν καὶ ἡνωμένον τῆς νοήσεως τῶν θείων αἱ ψυχαὶ μερικῶς ὑποδέχονται κατὰ τὴν ἑαυτῶν τάξιν, καὶ οὐχ αἱ ψυχαὶ μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν θεῶν αἱ δεύτεραι τάξεις μερικῶς ὑποδέχονται τὰς τῶν ὑπερτέρων καθολικὰς νοήσεις. Οὕτω καὶ παρὰ τῷ θειοτάτῳ ποιητῇ, τῆς Ἥρας ἀορίστως καὶ ἁπλῶς εἰπούσης, Ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, ποιεῖ τὸ ἑαυτῆς μερικῶς ἡ ἀρχαγγελικὴ θεός· Ὡς ἔφατ’· ὦρτο δὲ Ἶρις ἀελλόπος [ἀγγελεύουσα]. Καίτοι γε οὐ πρὸς αὐτὴν ἄντικρυς εἴρητο παρὰ τῆς Ἥρας, ἀλλ’ ἐκείνη νοοῦσα τὸ προσταχθὲν, καὶ ὡς αὑτῇ προσῆκον ἔγνω, καὶ γνοῦσα ποιεῖ τὸ ἑαυτῆς ἔργον· ταύτης γὰρ ἴδιον συνάγειν τὰ δεύτερα πρὸς τὰς οἰκείας ἀρχὰς κατὰ τὸν νοῦν τὸν δημιουργικὸν, καὶ μάλιστα πρὸς τὴν ἡγεμόνα τῶν ἐν τῷ κόσμῳ θηλειῶν θεῶν. Ταῦτα οὖν δι’ εἰκόνων ὁ Πλάτων μιμούμενος ἐξανίστησι τὸν Ἀριστοτέλη καὶ ὑπάγει ταῖς τοῦ Παρμενίδου προστάξεσιν· ὁ δὲ καὶ τοῦτον εἰς ἑαυτὸν ἐπιστρέψας ἅπτεται τῶν προκειμένων λόγων. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. |
| in Prm 1039 [20] | Εἶεν δ ὴ , φάνα ι · εἰ ἓν ἔστι ν , ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕ ν . — Πῶς γὰρ ἄ ν ; — Οὔτε ἄρα μέρος αὐτο ῦ , οὔτε ὅλον αὐτὸ δεῖ εἶνα ι . — Τί δ ή; (P. 137 C.) Πρῶτον περὶ τοῦ πῶς τὸ πλῆθος τῶν ὑποθέσεων ὁ Παρμενίδης τοσοῦτον ἀναπέφηνεν, ὅσον δὴ καὶ ἔστιν, ἐπισκεπτέον ὥσπερ ἐξ ἀρχῆς ἡμῖν μετιοῦσι τὴν ζήτησιν. Εἴτε γὰρ τέτταρες, εἴτε ἕξ εἰσιν αἱ ὑποθέσεις, εἴτε ὀκτὼ, εἴτε ἐννέα, εἴτε δέκα, πόθεν τὸ πλῆθος τοῦτο παρεισέδυ, κατιδεῖν ἄξιον. Καὶ γὰρ ἄν τις ἀπορήσειε λογικῶς τὴν πρώτην μήποτε παρέλκουσιν αἱ πλείους, καὶ οὐδὲν πρὸς τὴν εἰρημένην μέθοδον. Ἀπὸ γὰρ ταύτης, εἴπερ ἄρα, δύο μόνας ὑποθέσεις ἔχομεν· τὴν μὲν εἰ ἔστι τὸ ἓν, τὴν δὲ εἰ μὴ ἔστι, τί χρὴ συμβαίνειν; Πλείους δὲ τούτων οὔκ εἰσιν, εἴγε μεμνήμεθα τῶν προειρημένων κανόνων. Πῶς οὖν τοσαῦται γεγόνασιν ἀντὶ δυοῖν; Βούλομαι δὴ, πρὸς ταύτην πρῶτον ἀπαντήσας τὴν ζήτησιν, οὕτω τῆς πραγματειώδους ἀντιλαβέσθαι τῶν προκειμένων ἐξετάσεως. Καὶ δὴ καὶ λέγω τὸ πλῆθος τῶν ὑποθέσεων ἀκολούθως ἀναπεφάνθαι τοῖς ὅροις, ἐξ ὧν ἡ ὑπόθεσις. Εἴτε γάρ ἐστι τὸ ἓν, πέντε γένοιντο ἂν ὑποθέσεις διὰ τὴν τοῦ ἑνὸς διάφορον ὕπαρξιν, ὃ καὶ πρότερον ἐνεδειξάμεθα· εἴτε μὴ ἔστι, τέτταρες, διὰ τὴν τοῦ μὴ ὄντος διάφορον ἐπίνοιαν. Τό τε γὰρ ἓν λέγεται τριχῶς, τὸ μὲν ὡς κρεῖττον τοῦ ὄντος, τὸ δὲ ὡς τῷ ὄντι σύστοιχον, τὸ δὲ ὡς ὑφειμένον τοῦ ὄντος· καὶ τὸ μὴ ὂν διχῶς, τὸ μὲν ὡς μηδαμῶς ὂν, τὸ δὲ ὡς πῆ μὲν ὂν, πῆ δὲ οὐκ ὄν. Ἀναγκαίως τοίνυν κατὰ πάντα τὰ σημαινόμενα προϊὼν ὁ λόγος τῶν δύο τούτων ὅρων ποικίλλει τὰς ὑποθέσεις· ἐν μὲν τῇ πρώτῃ ζητῶν πῶς ἔχει τὸ ἓν τὸ κρεῖττον τοῦ ὄντος πρός τε ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ δευτέρᾳ, πῶς τὸ τῷ ὄντι συνόν· ἐν δὲ τῇ τρίτῃ, πῶς ἔχει τὸ ἓν τὸ καταδεέστερον τοῦ ὄντος πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ τετάρτῃ, πῶς τὰ ἄλλα μετασχόντα τοῦ ἑνὸς ἕξει πρός τε αὑτὰ καὶ πρὸς τὸ ἕν· ἐν δὲ τῇ πέμπτῃ, πῶς τὰ ἄλλα μὴ μετασχόντα τοῦ ἑνὸς ἕξει πρός τε αὑτὰ καὶ πρὸς τὸ ἕν· ἐν δὲ τῇ ἕκτῃ, πῶς τὸ ἓν, εἰ μὴ ἔστιν οὕτως, ὡς πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν, ἕξει πρός τε αὑτὸ καὶ τὰ ἄλλα· ἐν δὲ τῇ ἑβδόμῃ, πῶς τὸ ἓν, εἰ μὴ ἔστιν οὕτως, ὡς μηδαμῆ ὂν, ἕξει πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ ὀγδόῃ, πῶς τὰ ἄλλα πρὸς αὑτὰ καὶ πρὸς τὸ ἓν μὴ ὂν ἕξει, συνταττόμενα τῷ πῆ μὲν ὄντι, πῆ δὲ οὐκ ὄντι· ἐν δὲ τῇ ἐννάτῃ, πῶς τὰ ἄλλα πρός τε αὑτὰ καὶ τὸ ἓν μὴ ὂν ἕξει, συνταττόμενα τῷ ἑνὶ μηδαμῶς ὄντι· καὶ οὕτως ἐν ταύτῃ λαμβάνει τέλος ἡ μέθοδος, ἐπεξελθοῦσα πᾶσι τοῖς σημαινομένοις τοῦ τε ἑνὸς καὶ τοῦ μὴ ὄντος, καὶ διὰ πάντων τελεωσαμένη τὴν θεωρίαν εἰς ἐννέα συνῃρημένην ὑποθέσεις. |
| in Prm 1040 [10] | Ἐπὶ μὲν γὰρ ἑνὸς σημαινομένου τοῦ ἑνὸς ἀληθεύειν [καὶ τὰ καταφατικὰ] καὶ τὰ ἀποφατικὰ καὶ τὰ συναμφότερα, τῶν ἀδυνάτων ἦν· οἷον ὅτι τὸ ἓν οὔτε ταὐτόν ἐστιν οὔτε ἕτερον· καὶ τὸ αὐτὸ τοῦτο, ταὐτὸν καὶ ἕτερον· καὶ πάλιν τὸ αὐτὸ τοῦτο, καὶ ταὐτὸν καὶ οὐ ταὐτὸν, καὶ ἕτερον καὶ οὐχ ἕτερον. Ἀνάγκη οὖν δὴ τὸν θέλοντα πάντα ἐπὶ τοῦ αὐτοῦ συνάγειν ὄντως ἀθύρειν, καὶ παιδιὰν οὐ πρεσβυτικὴν, ἀλλὰ παιδαριώδη, μετιέναι κατ’ ἐκείνης φερόμενον. Εἰ δὲ δεῖ πάντα ἀληθεύειν, ὅσα συμπεραίνεται περὶ τὸ ἓν ὡς εἶναι λαβὼν τὸ ἓν, ἀναγκαίως ἑπόμενα τῷ εἶναι τὸ ἓν, ὥστε ψεύδεσθαι τὰ ἑπόμενα τῷ μὴ εἶναι τὸ ἓν (ἀδύνατον γὰρ ἢ ἀληθῆ τοῖς μαχομένοις ἀμφοτέροις ἀκολουθεῖν, ἢ τῷ αὐτῷ τὰ μαχόμενα ὑπάρχειν, εἰ μὴ κατ’ ἄλλο καὶ ἄλλο τῶν ἑπομένων ἀναγκαίων ὄντων), δῆλον δήπουθεν ὅτι τὸ ἓν ληπτέον ἄλλως καὶ ἄλλως, ἵν’ ἐπ’ ἄλλου μὲν αἱ ἀποφάσεις ἀληθεύωσιν, ἐπ’ ἄλλου δὲ αἱ καταφάσεις, ἀναγκαίως ἑπόμεναι τῇ θέσει τοῦ ἑνός. |
| in Prm 1041 [40] | Καὶ οὕτω δὴ πλῆθος εἰς ἑνώσεις ἀκτέον τῶν ὑποθέσεων, κἂν ὦσι πᾶσαι περὶ τοῦ Παρμενιδείου ἑνὸς, τοῦ λόγου θεωροῦντος αὐτὸ καθὸ ἓν ἢ καθὸ ὂν ἢ ἅμα καθὸ ἓν καὶ καθὸ ὂν, καὶ διάφορα διὰ ταῦτα συνάγοντος· καὶ πάλιν ὅταν μὴ εἶναι τεθῇ τὸ ἓν, ἢ τὸ πῆ μὴ ὂν ἡμῶν λαμβανόντων ἢ τὸ ἁπλῶς μὴ ὂν, καὶ συνάγοντος ἐπ’ ἀμφοτέρων ἀδύνατα, διὰ δὲ τούτων πάντων ἐννέα τὰς ὑποθέσεις ἀποτελοῦντος, ὡς διείλομεν. Καὶ ὅτι μὲν τὸ ἓν τριχῶς, ἢ τὸ μόνως ἓν, ἢ τὸ μετεχόμενον μὲν ὑπὸ τοῦ ὄντος, αὐτοτελὲς δὲ ὑπάρχον, ἢ τὸ μετεχόμενον μὲν, οὕτω δὲ, ὡς ἕξις, δῆλον. Καὶ γὰρ νοῦς ὁ μὲν ἀμέθεκτος, ὁ δὲ μετεχόμενος, ἀλλ’ οὐσιώδης, ὁ δὲ μετεχόμενος, ἀλλ’ ὡς ἕξις· καὶ ψυχὴ ἡ μὲν ἀμέθεκτος, ἡ δὲ μετεχομένη μὲν, χωριστὴ δὲ τῶν μετεχόντων, ἡ δὲ καὶ μετεχομένη καὶ ἀχώριστος· καὶ ἔχομεν πάντα ταῦτα τὰ σημαινόμενα παρ’ αὐτῷ, καὶ τοῦ νοῦ καὶ τῆς ψυχῆς, ἐν Τιμαίῳ διακεκριμένως. Ὅτι δὲ καὶ τὸ μὴ ὂν διχῶς, ἢ τὸ πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν, ἢ τὸ μηδαμῶς ὂν, αὐτὸς ἐν Πολιτείᾳ διεῖλεν· ὥστε εἰ τὸ μὲν τριχῶς, τὸ δὲ διχῶς, εἰκότως τοσοῦτόν ἐστι τῶν ὑποθέσεων πλῆθος. Καὶ γὰρ τὰ ἄλλα, τοῦ ἑνὸς ὑποτεθέντος μὲν εἶναι διχῶς, ἐξ ἀνάγκης διὰ τοῦ μετέχειν τοῦ ἑνὸς ἢ μὴ μετέχειν· πάλιν δὲ ὑποτεθέντος μὴ εἶναι διχῶς, ἢ τοῦ πῆ ὄντος ἑνὸς, ἀλλὰ ὄντος, ἢ τοῦ μηδαμῶς ὄντος ἑνὸς, καὶ ἔχοντα ἢ τὸ πῆ ὂν καὶ ἓν, ἢ τὸ μηδαμῶς ἕν· ὥστε ἐννέα ἂν εἶεν ἐξ ἀνάγκης αἱ ὑποθέσεις. Ὅτι γὰρ τοσοῦτόν ἐστιν αὐτῶν τὸ πλῆθος, ἱκανῶς ἐπιστώσαντο καὶ οἱ τὸ λογικὸν ἐπισκεψάμενοι τοῦ διαλόγου μόνον καὶ οἷον τὰ ἴχνη τῶν τοῦ Πλάτωνος λόγων μεταδιώξαντες. |
| in Prm 1042 [40] | Ἀπ’ αὐτῶν γὰρ τούτων, ὥσπερ ἰχνῶν, οἱ πρὸ ἡμῶν καὶ τῆς ἀληθοῦς τοῦ φιλοσόφου διαθέσεως καὶ τῆς πραγματειώδους οἰκονομίας οὐκ ἠστόχησαν. Καὶ τί δεῖ πολλὰ λέγειν; Αὐτὸς γὰρ ἡμῖν ὁ φιλόσοφος ποιήσει κατάδηλον τὴν διαίρεσιν, ὅταν εἴσω αὐτῶν γενώμεθα τῶν ῥημάτων· ὡς ὅσοι τὸ πλῆθος αὐτῶν ἢ συνέστειλαν ἢ ἐμήκυναν οὐ δέον, οἱ μὲν τὰς διαφερούσας συνέχεαν, οἱ δὲ τὰς ἡνωμένας καὶ ἐκ μιᾶς ἀρχῆς ἠρτημένας κατέτεμον. Ἡμῖν δὲ ἐπὶ τούτων μενετέον τῶν ὅρων, καὶ τοσαύτας εἶναι τὰς ὑποθέσεις ῥητέον, ὁπόσας καὶ αὐτὸν οἰόμεθα τὸν Πλάτωνα γνωρίμους ἡμῖν ποιήσειν τοῦ λόγου προϊόντος· οὐ γὰρ ἀλλαχόθεν ἢ ἐκ τῶν κειμένων δεῖ λαμβάνειν τὴν ὅλην διαίρεσιν. Εἰσὶ τοίνυν ἐννέα ὑποθέσεις, τοσαῦται γενόμεναι κατὰ τὸν εἰρημένον τρόπον, τοῦ τε ἑνὸς καὶ τοῦ μὴ ὄντος διαφόρως ἐπινοουμένων· ὥστε πρὸς ταύτην γε τὴν ζήτησιν οὐδὲν δεῖ πλείω λέγειν, ἀλλ’ ἱκανὰ τὰ εἰρημένα πρὸς τὴν λογικὴν τῶν προκειμένων ἐπίσκεψιν. Ἤδη δέ τινες πραγματειωδεστέρων ἁπτόμενοι λόγων οὐκ ἀξιοῦσι πολλὰς εἶναι τὰς ὑποθέσεις, οὐδὲ ὅλως εἶναι περὶ πολλῶν καὶ διαφερόντων τὰς πολυτρόπους καὶ ποικίλας ἐπιφορὰς, ἀλλ’ ἐρωτῶσι πότερον ἓν καὶ ταὐτὸν παραλαμβάνεται σημαινόμενον τοῦ ἑνὸς ἐν ταῖς ὑποθέσεσι πάσαις, ἢ οὐχ ἓν, ἀλλ’ ἄλλο κατ’ ἄλλην· εἰ μὲν γὰρ μοναχῶς παραλαμβάνοιτο τὸ ἓν, οὔτε πολλαὶ αἱ ὑποθέσεις, ἀλλὰ μία· καθ’ ἕκαστον γὰρ πρᾶγμα μία ὑπόθεσις, οὔτε περὶ ἀρχῶν ὁ διάλογός ἐστιν, ὥς φατε (φαῖεν ἂν), ἀλλὰ ἄρα περὶ ἀρχῆς· τὸ γὰρ ἓν περὶ οὗ ὁ λόγος ἀρχὴ μέν ἐστιν, ἀρχαὶ δὲ οὐδαμῶς· εἰ δὲ πλεοναχῶς λέγεται τὸ ἓν, καὶ ἄλλοτε ἐπ’ ἄλλῳ σημαινομένῳ πλέκει τὰ συνημμένα καὶ ποικίλλει τὰς ὑποθέσεις, ἁμαρτάνει τοῦ σκοποῦ τῆς προειρημένης μεθόδου· δεῖ γὰρ ἓν καὶ τὸ αὐτὸ τιθέμενον καὶ ἀναιροῦντα σκοπεῖν τὰ συμβαίνοντα, καὶ μὴ μεταπηδᾷν ἐπ’ ἄλλο καὶ ἄλλο σημαινόμενον. |
| in Prm 1043 [30] | Ἔστι μὲν οὖν, ὅπερ ἔφην, ἡ ζήτησις αὕτη πραγματειώδης μᾶλλον, λογικωτέρα δὲ ἡ πρὸ αὐτῆς. Δεῖ δέ με, πρὶν ἐπὶ τὴν διάλυσιν αὐτῆς τράπωμαι, καὶ περὶ ἀρχῆς ὀλίγα ἄττα διελθεῖν, ὁπόσα πρὸς τὴν τῶν προκειμένων ἡμῖν συντελέσει διάρθρωσιν. Τὴν τοίνυν ἀρχὴν τῶν ὄντων ἁπάντων καὶ μὴ ὄντων τὸ ἓν λέγοντες (ἐπειδὴ τὸ ἡνῶσθαι πᾶσίν ἐστιν ἀγαθὸν καὶ τὸ τῶν ἀγαθῶν μέγιστον, τὸ δὲ παντεπόπτου ἑνὸς διαιρεῖσθαι κακὸν καὶ κακῶν ἔσχατον· ἀνομοιότητος γὰρ καὶ ἀσυμπαθείας ἡ διαίρεσις αἰτία γίγνεται καὶ τῆς τοῦ κατὰ φύσιν ἐκστάσεως), τὴν δ’ οὖν ἀρχὴν τῶν ὅλων, ὡς τοῦ μεγίστου τῶν ἀγαθῶν πᾶσι χορηγὸν, ἑνοποιὸν τῶν πάντων καὶ ἓν διὰ τοῦτο προσαγορεύσαντες, ἐντεῦθεν ἤδη καὶ πᾶσαν ἀρχὴν, καθὼς ταύτην ἔλαχε τὴν ἀξίαν ἐν τοῖς οὖσιν, ἑνάδα τινά φαμεν ὑπάρχειν, καὶ τὸ ἐν ἑκάστῃ τάξει τῶν πραγμάτων ἑνικώτατον· πρῶτον μὲν οὐκ ἐν τοῖς μέρεσιν, ἀλλ’ ἐν τοῖς ὅλοις τιθέμενοι τοῦτο τὸ ἀρχικὸν, οὐδὲ ἔν τινι τῶν πολλῶν, ἀλλ’ ἐν ταῖς μονάσι ταῖς συνεκτικαῖς τοῦ πλήθους, ἔπειτα καὶ τῶν μονάδων ἐν ταῖς ἀκρότησι καὶ τοῖς ἑνικωτάτοις αὐτὸ μάλιστα θεωροῦντες, καθὸ καὶ αὗται συνήνωνται πρὸς τὸ ἓν καὶ τεθέωνται καὶ ἀνεκφοίτητοι τῆς μιᾶς εἰσιν ἐκείνης ἀρχῆς. Οἷον ὃ λέγω (γιγνέσθω γὰρ ἐπ’ αὐτῶν τῶν πραγμάτων ἡμῖν ὁ λόγος), τοῦ φωτὸς αἴτια πολλὰ καθορώμενα, τὰ μὲν οὐράνια, τὰ δὲ ὑπὸ σελήνην· καὶ γὰρ ἐκ τοῦ ἐνύλου πυρὸς καὶ ἀπὸ σελήνης καὶ ἀπὸ τῶν ἄλλων ἄστρων πρόεισιν ἄλλο ἄλλως εἰς τὸν τῇδε τόπον. |
| in Prm 1044 [30] | Ἀλλ’ εἴ τις παντὸς τοῦ ἐγκοσμίου φωτὸς τὴν μονάδα τὴν μίαν ἐπιζητήσειεν, ἀφ’ ἧς καὶ τὰ ἄλλα φωτεινὰ καὶ χορηγὰ φωτός ἐστιν, οὐκ ἄλλην, οἶμαι, θήσεται ταύτην ἢ τὴν φαινομένην ταύτην τοῦ ἡλίου περιφοράν· αὕτη γὰρ ἄνωθέν ποθεν ἐκ τοῦ κρυφίου, φασὶ, προελθοῦσα καὶ ὑπερουρανίου διακόσμου πᾶσιν ἐνέσπειρε τοῖς ἐγκοσμίοις τὸ σύμμετρον ἑκάστου φῶς. Ἢ πόθεν ἄλλοθεν τά τε ἄστρα καὶ τὸ ἀφεγγὲς τῆς ὕλης τοῦ φωτὸς μεταλαγχάνει; Τί οὖν; ἆρα τὸ φαινόμενον τοῦτο σῶμα τοῦ φωτὸς ἀρχὴν προσεροῦμεν; ἀλλὰ διαστατόν ἐστι καὶ μεριστὸν, καὶ ἄλλο ἐξ ἄλλου μορίου τῶν ἐν αὐτῷ πρόεισι φῶς· ἡμεῖς δὲ ἐπιζητοῦμεν τὴν μίαν ἀρχὴν τοῦ φωτός. Μήποτε οὖν τὴν ψυχὴν τὴν ποδηγοῦσαν αὐτογεννητικὴν ὑποληπτέον τοῦ φωτός; ἀλλὰ γεννᾷ μὲν καὶ αὕτη τὸ φῶς, οὐ μέντοι πρώτως· πλῆθος γάρ ἐστι καὶ αὕτη· τὸ δὲ φῶς ἔμφασιν ἔχει τῆς ἁπλῆς καὶ ἑνοειδοῦς ὑποστάσεως. Μήποτε οὖν ὁ νοῦς ὁ τῆς ψυχῆς αἴτιος; ἀλλὰ καὶ οὗτος μᾶλλον μὲν ἥνωται τῆς ψυχῆς, οὔπω δὲ ἡ κυρίως ἀρχὴ καὶ πρώτως. Λείπεται δὴ τὸ ἓν, τοῦ νοῦ τούτου καὶ τὴν ὕπαρξιν καὶ τὸ οἷον ἄνθος, τοῦτο εἶναι τὴν πρώτην ἀρχὴν καὶ τούτου τοῦ φωτός· τοῦτο γάρ ἐστιν ὁ κυρίως ἥλιος ἐν τῷ ὁρατῷ βασιλεύων, ἔγγονος ὢν ἀγαθοῦ. Πᾶσα γὰρ ἑνὰς ἐκεῖθεν, καὶ πᾶσα θεότης ἐκ τῆς ἑνάδος τῶν ἑνάδων καὶ τῆς πηγῆς τῶν θεῶν. |
| in Prm 1045 [35] | Καὶ ὥσπερ ἐκείνη τοῦ ἐκεῖ φωτός ἐστιν ἀρχὴ τοῖς νοητοῖς, οὕτω δὴ καὶ τῆς ἡλιακῆς τάξεως ἑνὰς τοῦ τῇδε φωτός ἐστιν ἀρχὴ τοῖς ὁρατοῖς· ὡς εἰ χρὴ μίαν αἰτίαν καὶ ἀρχὴν λαβεῖν παντὸς τοῦ ἐγκοσμίου φωτὸς, ταύτην τὴν ἑνάδα ληπτέον ἀνάλογον οὖσαν τῷ ἑνὶ καὶ ἐν αὐτῷ κρυφίως ἱδρυμένην καὶ ἀνεκφοίτητον οὖσαν ἐξ αὐτοῦ. Ταύτης δὲ τῆς ἑνάδος πρὸ τοῦ νοῦ τοῦ ἡλιακοῦ τεταγμένης, ἔστι καὶ ἐν τῷ νῷ, καθὸ νοῦς, τὸ ἓν ὑπ’ αὐτοῦ μετεχόμενον, οἷον σπέρμα καταβεβλημένον εἰς αὐτὸν, δι’ οὗ συνῆπται πρὸς ἐκείνην, καὶ οὐκ ἐν τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐν τῇ ἡλιακῇ ψυχῇ· καὶ γὰρ αὕτη κατὰ τὸ ἑαυτῆς ἓν ἀνάγεται διὰ μέσου τοῦ ἐν τῷ νῷ ἑνὸς πρὸς αὐτήν. Ὡσαύτως καὶ ἐν τῷ σώματι τῷ ἡλιακῷ πάντως ἐστί τι καὶ ἐκείνης ἀπήχημα· καὶ γὰρ τοῦτο δεῖ μετέχειν τῶν ὑπὲρ αὐτὸ, τῆς μὲν ψυχῆς κατὰ τὴν ζωὴν τὴν εἰς αὐτὸ σπαρεῖσαν, τοῦ δὲ νοῦ κατὰ τὸ εἶδος, τῆς δὲ ἑνάδος κατὰ τὸ ἓν, ἐπεὶ καὶ ἡ ψυχὴ καὶ νοῦ μετέχει καὶ ἐκείνης, καὶ αἱ μεθέξεις ἄλλαι τῶν μετεχομένων· καὶ εἴποις ἂν τοῦ ἡλιοειδοῦς φωτὸς αἴτιον εἶναι προσεχῶς τοῦτο τὸ ἓν, ὅπερ ἔχει κατὰ τὴν τῆς ἑνάδος ἐκείνης μέθεξιν. Ὡσαύτως, εἰ ζητοίημεν τὴν πάντων σωμάτων οἷον ῥίζαν, ἀφ’ ἧς ἐβλάστησε τὰ ἐν οὐρανῷ καὶ τὰ ὑπὸ σελήνην, τά τε ὅλα καὶ τὰ μέρη, λέγοιμεν ἂν ταύτην εἶναι τὴν φύσιν οὐκ ἀπεικότως, ἀρχὴν κινήσεως οὖσαν καὶ ἠρεμίας πᾶσι τοῖς σώμασιν, ἐν αὐτοῖς ἡδρασμένην τοῖς κινουμένοις καὶ ἠρεμοῦσι (λέγω δὲ φύσιν τὴν μίαν ζωὴν τοῦ κόσμου παντὸς ὑπερέχουσαν, καὶ μετασχοῦσαν μετὰ νοῦν καὶ ψυχὴν, διὰ νοῦ καὶ ψυχῆς, γενέσεως), καὶ ταύτην μᾶλλον ἢ τῶν πολλῶν τι καὶ μερικῶν· οὐ μὴν οὐδὲ ταύτην κυρίως ἀρχήν· καὶ γὰρ αὐτὴ πλῆθος ἔχει δυνάμεων, καὶ δι’ ἄλλων ἄλλα κατευθύνει μέρη τοῦ παντός. |
| in Prm 1046 [35] | Ἡμεῖς δὲ τὴν μίαν καὶ κοινὴν πάντων ἀρχὴν ἐν τῷ παρόντι ζητοῦμεν, ἀλλ’ οὐ τὰς διῃρημένας καὶ πολλὰς ἀρχάς. Ἀλλ’ εἰ δεῖ τὴν μίαν ἐκείνην ἀρχὴν ἀνευρεῖν, ἐπὶ τὸ ἑνικώτατον τῆς φύσεως ἀναδραμεῖν χρὴ καὶ τὸ ἄνθος αὐτῆς, καθὸ καὶ ἡ φύσις θεὸς, καὶ ὃ τῆς οἰκείας ἐξήρτηται πηγῆς, καὶ ὃ συνέχει τὸ πᾶν καὶ ἑνοῖ καὶ ἑαυτῷ ποιεῖ συμπαθές· ἐκεῖνο οὖν ἐστι τὸ ἓν, ἡ ἀρχὴ πάσης γεννήσεως καὶ ταῖς πολλαῖς τῆς φύσεως δυνάμεσι καὶ ταῖς μερικαῖς φύσεσι καὶ ἁπλῶς πᾶσι τοῖς ὑπὸ φύσεως βασιλευομένοις. Τὸ δὴ τρίτον λέγομεν ἐπὶ τῆς γνώσεως· φαμὲν γὰρ εἶναι καὶ γνώσεως ἀρχὴν, οὐ δήπου φαντασίαν καὶ αἴσθησιν λέγοντες· οὐδὲν γὰρ ἐν ταύταις ἀμερές ἐστι καὶ ἄϋλον καὶ ἀσχημάτιστον γνωστόν. Ἀλλ’ οὐδὲ τὴν δοξαστικὴν καὶ διανοητικὴν γνῶσιν ἀρχὴν γνώσεως ἐροῦμεν· ἡ μὲν γὰρ οὐκ οἶδε τὰς αἰτίας, ἀλλ’ ἔστιν ἄλογος, ὥς φησι καὶ ἡ Διοτίμα· τὸ γὰρ ὅτι μόνον διερευνᾶται τῶν πραγμάτων· ἡ δὲ εἰ καὶ τὴν αἰτίαν οἶδεν, ἀλλὰ μεριστῶς ἀντιλαμβάνεται τῶν πραγμάτων, καὶ οὐκ ἔχει τὸ ὅλον, οὐδὲ τὸ ἀεὶ καὶ ὡσαύτως καὶ τὸ ἄθρουν καὶ ἀσύνθετον καὶ τὸ ἁπλοῦν· οὐδ’ ἄρα ταῦτα ἀρχὰς τῆς γνώσεως θετέον. Μήποτε οὖν ὁ νοῦς ἀρχὴ τῆς γνώσεως; καὶ γὰρ ὁμοῦ πᾶσα ἡ ἐν αὐτῷ γνῶσις καὶ ἀμετάβατος καὶ ἀμέριστος. Ἀλλ’ εἰ μὲν ἀπλήθυντος ἦν ἡ τοῦ νοῦ γνῶσις, ὡς ἀπλήθυντος εἶναι πάντη καὶ μία, τάχα ἂν αὐτὴν ἀρχὴν ἐθέμεθα γνώσεως ἐπεὶ δὲ οὐ μία μόνον ἐστὶν, ἀλλὰ καὶ ποικίλη, καὶ νοήσεις ἐν αὐτῷ πολλαὶ, καὶ ὅλου νοήσεις οὐχὶ καὶ τῶν ἄλλων ἐστὶν ὁμοίως νοητῶν (ὡς γὰρ τὰ νοητὰ διακέκριται ἀλλήλων, οὕτω καὶ αἱ νοήσεις), ἀνάγκη μηδεμίαν τούτων εἶναι γνώσεως ἀρχήν· ὁμοίως γάρ εἰσι πᾶσαι νοήσεις. Ἀλλ’ εἰ χρὴ τὴν μίαν ἀρχὴν τῆς γνώσεως εἰπεῖν, τὸ ἓν αἰτιατέον τοῦ νοῦ τὸ γεννητικὸν πάσης τε τῆς ἐν αὐτῷ γνώσεως καὶ τῆς ἐν ταῖς δευτέραις τάξεσι τῶν ὄντων θεωρουμένης. |
| in Prm 1047 [35] | Τοῦτο γὰρ ἐξῃρημένον τῶν πολλῶν ἀρχὴ τῆς γνώσεώς ἐστιν αὐτοῖς, οὐ τοιοῦτον ὑπάρχον, οἷον ἡ τῶν νοητῶν ταυτότης· αὕτη γὰρ τῇ ἑτερότητι σύστοιχος καὶ καταδεεστέρα τῆς οὐσίας ἐστί· τὸ δὲ ἓν ἐπέκεινα τῆς νοερᾶς οὐσίας καὶ συνεκτικὸν αὐτῆς, καὶ διὰ τοῦτο τὸ ἓν θεός ἐστι καὶ νοῦς, ἀλλὰ οὐ διὰ τὸ ταὐτὸν οὐδὲ διὰ τὴν οὐσίαν· οὐδὲ γὰρ ὅλως, καθὸ νοῦς, θεός· νοῦς γὰρ δὴ καὶ ὁ μερικὸς νοῦς, ἀλλ’ οὐ θεός· καὶ νοῦ μὲν ἴδιον τὸ θεωρεῖν καὶ νοεῖν τὰ ὄντα καὶ κρίνειν· θεοῦ δὲ, τὸ ἑνίζειν, τὸ γεννᾷν, τὸ προνοεῖν, [καὶ] ἕκαστον τῶν τοιούτων. Τῷ οὖν ἑαυτοῦ μὴ νῶ θεός ἐστιν ὁ νοῦς· καὶ τῷ ἑαυτοῦ μὴ θεῷ νοῦς ἐστιν ὁ ἐν αὐτῷ θεός· καὶ ὁ θεῖος νοῦς, τὸ ὅλον, οὐσία νοερὰ μετὰ τῆς οἰκείας ἀκρότητος καὶ τῆς οἰκείας ἐστὶν ἑνότητος, ἑαυτὴν μὲν γινώσκουσα καθόσον νοερὰ, μεθύουσα δὲ, ὥς τίς φησι, τῷ νέκταρι, καὶ ὅλην γεννῶσα τὴν γνῶσιν, καθόσον ἐστὶν ἄνθος τοῦ νοῦ καὶ ὑπερούσιος ἑνάς. Πάλιν οὖν καὶ τὴν ἀρχὴν τῆς γνώσεως ζητοῦντες ἐπὶ τὸ ἓν ἀναβεβήκαμεν. Καὶ οὐκ ἐπὶ τούτων μόνων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάντων ὁμοίως ἂν εὕροιμεν τὰς μὲν μονάδας ἡγουμένας τῶν οἰκείων ἀριθμῶν, τὰς δὲ τῶν μονάδων ἑνάδας ἀρχὰς κυριωτάτας τῶν πραγμάτων ὑπαρχούσας· πανταχοῦ γὰρ ἀρχὴ τὸ ἕν ἐστι. Καὶ περὶ ταύτης ἂν φήσειε τῆς ἀρχῆς καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τὸ, ἀρχὴ δὲ ἀγένητον. Εἰ γὰρ καὶ μηδὲν τῶν εἰδῶν ὅλον ἐκλείπειν δυνατὸν, πολλῷ δήπου μᾶλλον καὶ τὴν μίαν ἀρχὴν ἑκάστου σώζεσθαι καὶ μένειν ἀϊδίως ἀναγκαῖον, ἵνα περὶ ταύτην καὶ πᾶν ὑφίστηται τὸ πλῆθος οἰκείως ἀφ’ ἑκάστης ὁρμωμένων. |
| in Prm 1048 [35] | Ταὐτόν ἐστιν εἰπεῖν ἑνάδα καὶ ἀρχὴν, εἴπερ ἡ ἀρχὴ πανταχοῦ τὸ ἑνικώτατον· ὥστε ὁ περὶ τοῦ ἑνὸς παντὸς διαλεγόμενος περὶ ἀρχῶν ἂν ποιοῖτο τὸν λόγον, καὶ οὐδὲν ταύτῃ διενήνοχε περὶ ἀρχῶν λέγειν εἶναι τὴν πρόθεσιν ἢ περὶ τοῦ ἑνός. Πᾶσαν οὖν τὴν ἀσώματον οὐσίαν ἓν ἠξίουν καὶ οἱ ἄνδρες ἐκεῖνοι προσαγορεύειν, ἄλλα δὲ τὴν σωματικὴν καὶ ὅλως μεριστήν· ὥστε ὅπως ἂν λαμβάνοις τὸ ἓν, οὐκ ἐκβαίνεις τὴν τῶν ἀσωμάτων ὑποστάσεων καὶ τῶν ἀρχικῶν ἑνάδων θεωρίαν· πᾶσαι γὰρ αἱ ἑνάδες ἐν ἀλλήλαις εἰσὶ καὶ ἥνωνται πρὸς ἀλλήλας, καὶ πολλῷ μείζων ἡ ἕνωσις ἐκείνων τῆς ἐν τοῖς οὖσι κοινωνίας καὶ ταυτότητος. Ἔστι μὲν γὰρ καὶ ἐν τούτοις σύγκρισις τῶν εἰδῶν, καὶ ὁμοιότης καὶ φιλία καὶ μέθεξις ἀλλήλων· ἡ δὲ ἐκείνων ἕνωσις, ἅτε ἑνάδων οὖσα, πολλῷ μᾶλλόν ἐστιν ἑνοειδὴς καὶ ἄῤῥητος καὶ ἀνυπέρβλητος· πᾶσαι γάρ εἰσιν ἐν πάσαις, ὃ μὴ ἔστιν ἐν τοῖς εἴδεσι· ταῦτα γὰρ μετέχει μὲν ἀλλήλων, πάντα δὲ ἐν πᾶσιν οὐκ ἔστιν. Ἀλλ’ ὅμως καὶ ταύτης οὔσης ἐκεῖ τῆς ἑνώσεως, οὕτω θαυμαστή τίς ἐστι καὶ ἀμιγὴς αὐτῶν ἡ καθαρότης, καὶ ἡ ἑκάστων ἰδιότης πολλῷ τελεώτερον τῆς τῶν εἰδῶν ἑτερότητος, ἀσύγχυτα τηροῦσα τὰ θεῖα καὶ διακεκριμένας τὰς οἰκείας δυνάμεις· ὥστε ἄλλα μὲν εἶναι τὰ ὁλικώτερα, ἄλλα δὲ τὰ μερικώτερα, καὶ ἄλλα μὲν τὰ κατὰ τὴν μονὴν, ἄλλα δὲ τὰ κατὰ τὴν πρόοδον, ἄλλα δὲ τὰ κατὰ τὴν ἐπιστροφὴν, καὶ ἄλλα μὲν τὰ γεννητικὰ, ἄλλα δὲ τὰ ἀναγωγικὰ, ἄλλα δὲ τὰ δημιουργικὰ, καὶ ἁπλῶς ἄλλην ἄλλων εἶναι θεῶν ἰδιότητα συνοχικὴν, τελεσιουργὸν, δημιουργικὴν, ἀφομοιωτικὴν, καὶ ὅσας μετὰ τούτων ὑμνουμένας παρειλήφαμεν. Οὔσης δὲ ἐκεῖ καὶ ἑνώσεως ἀφράστου καὶ τῆς ἑκάστων ἰδιότητος (καὶ γὰρ πᾶσαι ἐν πάσαις αἱ ἑνάδες, καὶ ἑκάστη χωρὶς), ἡμεῖς ἀπὸ τῶν δευτέρων καὶ τῶν ἐξηρτημένων τήν τε ἕνωσιν αὐτῶν καὶ τὴν ἰδιότητα γινώσκομεν. |
| in Prm 1049 [20] | Καὶ γὰρ ἐπὶ τῶν ἐμφανῶν θεῶν ἄλλην μὲν εἶναι τὴν ἡλιακὴν ψυχὴν, ἄλλην δὲ τὴν χθονίαν λέγομεν, ὁρῶντες καὶ τὰ φαινόμενα σώματα πολλὴν ἔχοντα τὴν ἐξαλλαγὴν κατά τε τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὴν ἐν τοῖς ὅλοις ἀξίαν. Ὥσπερ οὖν ἐκ τῆς αἰσθήσεως ὁρμώμενοι τὴν τῶν ἀσωμάτων οὐσιῶν διαφορὰν λαμβάνομεν, οὕτω δὴ καὶ ἐκ τῆς τῶν ἀσωμάτων οὐσιῶν ἐξαλλαγῆς τὴν τῶν πρώτων ἑνάδων καὶ ὑπερουσίων ἀμιγῆ διάκρισιν γινώσκομεν καὶ τὰς ἑκάστων ἰδιότητας· ἑκάστη γὰρ ἑνὰς ἔχει πλῆθος ἐξηρτημένον, ἡ μὲν νοητὸν, ἡ δὲ νοερὸν, ἐχούσης τῆς μὲν καὶ νοητὸν ἅμα καὶ νοερὸν ἁπλῶς, καὶ ταύτης ᾗ μὲν ἀμέθεκτον, ᾗ δὲ μεθεκτὸν, καὶ ταύτης ᾗ μὲν ὑπερκόσμιον, ᾗ δὲ ἐγκόσμιον· καὶ μέχρι τούτων ἡ τῶν ἑνάδων πρόοδος. Θεωροῦντες οὖν τὸ πλάτος τῆς ἀσωμάτου πάσης ὑποστάσεως τῆς ὑπεστρωμένης αὐτοῖς καὶ τὴν κατὰ μέτρα προϊοῦσαν ἐξαλλαγὴν ἀπὸ τοῦ κρυφίου πρὸς τὸ διακεκριμένον, εἶναι δήπου καὶ ἐν αὐταῖς ταῖς ἑνάσιν ἰδιότητα καὶ τάξιν μετὰ τῆς ἑνώσεως πιστεύομεν. Ἐκ γὰρ τῆς τῶν μετεχόντων διαφορᾶς τὴν τῶν μετεχομένων διάκρισιν γνωρίζομεν· οὐ γὰρ ἂν τοῦ αὐτοῦ μετέχοντα ἀπαραλλάκτως τοσαύτην ἔσχε τὴν πρὸς ἄλληλα διαφοράν. Ἀλλὰ ταῦτα μὲν εἰρήσθω περί τε τῆς ὑποστάσεως τῶν πρώτων ἑνάδων καὶ τῆς ἐν ἀλλήλαις αὐτῶν κοινωνίας τε καὶ διακρίσεως, ὧν τὴν μὲν ἰδιότητα, τὴν δὲ ἕνωσιν καλεῖν εἰώθαμεν, ἀντιδιαστέλλοντες αὐτὰς καὶ τοῖς ὀνόμασιν ἀπὸ τῆς ἐν ταῖς οὐσίαις ταὐτότητος καὶ ἑτερότητος· ὑπερούσιοι γὰρ αἱ ἑνάδες αὗται, καὶ, ὥς φησί τις, ἄνθη καὶ ἀκρότητες. Οὔσης δὲ ἐν αὐταῖς, ὥσπερ εἴπομεν, καὶ τῆς ἑνώσεως καὶ τῆς διακρίσεως, τοῦτο πραγματευόμενος ὁ Παρμενίδης, ὅπως ἂν ἐκφαίνῃ πᾶσαν αὐτῶν τὴν πρόοδον ἄνωθεν ἀπὸ τῆς ἐξῃρημένης ἑνάδος, παραλαμβάνει μὲν εἰς ὑπόθεσιν τὸ ἓν τὸ ἑαυτοῦ, τοῦτο δέ ἐστι τὸ ἐν τοῖς οὖσι θεωρούμενον, καὶ τοῦτο τεθέαται ποτὲ μὲν ᾗ ἓν, ποτὲ δὲ ᾗ μετεχόμενον· τὸ μὲν ἡγούμενον φυλάττεται ταὐτὸν ἀεὶ θεωρῶν αὐτὸ πλεοναχῶς, ἐξαλλάττει δὲ τὸ ἑπόμενον, ἵνα διὰ μὲν τῆς τοῦ ἡγουμένου ταυτότητος τὴν ἕνωσιν ἐνδείξηται τῶν θείων ἑνάδων (ἣν γὰρ ἂν τούτων λάβοις, τὴν αὐτὴν ταῖς ἄλλαις λαμβάνεις, διότι δὴ πᾶσαι καὶ ἐν ἀλλήλαις εἰσὶ καὶ ἐνεῤῥίζωνται τῷ ἑνί· καθάπερ γὰρ τὰ δένδρα ταῖς ἑαυτῶν κορυφαῖς ἐνίδρυνται τῇ γῇ καὶ ἔστι γήϊνα κατ’ ἐκείνας, τὸν αὐτὸν τρόπον καὶ τὰ θεῖα ταῖς ἑαυτῶν ἀκρότησιν ἐνεῤῥίζωνται τῷ ἑνὶ, καὶ ἕκαστον αὐτῶν ἑνάς ἐστι καὶ ἓν διὰ τὴν πρὸς τὸ ἓν ἀσύγχυτον ἕνωσιν)· διὰ δὲ τῆς ἐξαλλαγῆς τοῦ ἑπομένου, ποτὲ μὲν τὸ ὅλο ν, ποτὲ δὲ τὸ σχῆμ α, ποτὲ δὲ ἄλλο τι προσλαμβάνων, καὶ ταῦτα καταφατικῶς ἢ ἀποφατικῶς, τὴν διάκρισιν αὐτῶν καὶ τὴν ἰδιότητα τῶν θείων τάξεων ἑκάστης· διὰ δὲ τοῦ συνημμένου παντὸς, ὁμοῦ τήν τε κοινωνίαν τῶν θείων καὶ τὴν ἄμικτον ἑκάστων καθαρότητα. |
| in Prm 1050 [10] | Καὶ διὰ τοῦτο, ἓν μὲν τὸ ἡγούμενον, πολλὰ δὲ τὰ ἑπόμενα καὶ πολλὰ τὰ συνημμένα καὶ ὑποθέσεις πλείους δυοῖν, τοῦ Παρμενίδου διὰ τῆς τοῦ ἑνὸς ὄντος ὑποθέσεως ποτὲ μὲν ἐπὶ τὸ ἓν τὸ πρὸ τῶν μεθεκτικῶν ἑνάδων ἀνατρέχοντος, ποτὲ δὲ τὸ ἐν τοῖς οὖσι πλάτος αὐτῶν διεξιόντος, ποτὲ δὲ τὴν ὑφειμένην τοῦ ὄντος αὐτῶν ὑπόστασιν ἀνευρίσκοντος. Ὅλως δὲ, ἐπειδὴ προείρηται περὶ τῆς μεθόδου ταύτης ὅτι σκοπὸς αὐτῇ θεμένῃ τόδε τι κατιδεῖν τί ἕπεται αὐτῷ πρὸς αὑτὸ καὶ τὰ ἄλλα καὶ τί οὐχ ἕπεται, καὶ αὖ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς τὸ ὑποτεθὲν, ὀψόμεθα ὅπως καὶ αὐτὸς κατὰ μὲν τὴν πρώτην ὑπόθεσιν λαμβάνει τίνα οὐχ ἕπεται τῷ ἑνὶ καὶ πρὸς αὑτὸ καὶ πρὸς τὰ ἄλλα, κατὰ δὲ τὴν δευτέραν τίνα τὰ ἑπόμενα, κατὰ δὲ τὴν τρίτην τίνα τὰ ἑπόμενα καὶ οὐχ ἑπόμενα· καὶ ὅπως ἐν ταῖς δύο πάλιν ὑποθέσεσι θεωρεῖ τίνα τὰ ἑπόμενα τοῖς ἄλλοις πρὸς αὑτὰ καὶ τὸ ὑποτεθὲν καὶ οὐχ ἑπόμενα, καὶ αὐτὸς πῶς ἐν ταῖς λοιπαῖς τέτρασι διαποικίλλει τὰς ὑποθέσεις ὁμοίως· ὥστε οὐ χρὴ ταράττεσθαι πρὸς τὸ πλῆθος βλέποντα τῶν ὑποθέσεων, οὐδὲ οἴεσθαι αὐτῶν ἐκβαίνειν τὴν προκειμένην μέθοδον, οὐδὲ ἀφίστασθαι τῆς περὶ τῶν ἀρχῶν ἑνάδος θεωρίας, ἀλλ’ ὁμοῦ τήν τε ἕνωσιν αὐτῶν ἐπιδεικνύναι καὶ τὴν διάκρισιν· πᾶσαι γάρ εἰσιν ἐν τῷ μένειν ἐν ἑνὶ συνηνωμέναι, καὶ διακέκρινται τῷ διάφορον τὴν πρόοδον ἀπὸ τοῦ ἑνὸς πεποιῆσθαι. |
| in Prm 1051 [10] | Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τῶν θείων ἑνάδων ταῦτα λέγομεν· ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν νοερῶν οὐσιῶν οὕτως εἰώθαμεν καλεῖν ἀμέριστον οὐσίαν καὶ μίαν πᾶσαν τὴν νοερὰν, καὶ τοὺς νοῦς πάντας ἕνα, καὶ τὸν ἕνα τοὺς πάντας, διὰ τὴν ταυτότητα τὴν συναγωγὸν καὶ συνεκτικὴν πάσης τῆς νοερᾶς ὑποστάσεως. Εἰ δὲ ἐπὶ τούτων οὕτως, τί χρὴ περὶ αὐτῶν οἴεσθαι τῶν ἐν τοῖς οὖσιν ἑνάδων; οὐχ ὡς ἥνωνται διαφερόντως; οὐχ ὡς ἐν ἀλλήλαις εἰσίν; οὐχ ὡς ἡ σύγκρασις αὐτῶν ἐστιν ἀνυπέρβλητος; οὐχ ὡς ἀνεκφοίτητοι τοῦ ἑνός εἰσιν; οὐχ ὡς μορφὴν ἔχουσι πᾶσαι τοῦ ἑνός; Πανταχοῦ γοῦν τὰ πρῶτα μορφὴν ἔχει τῆς ἑαυτῶν αἰτίας. Καὶ γὰρ τῶν σωμάτων τὸ πρώτιστον ζωτικώτατον ψυχῇ παραπλησίως, καὶ ψυχῶν ἡ πρώτη νοειδὴς, καὶ ὁ νοῦς ὁ πρώτιστος θεός· ὥστε καὶ τῶν ἀριθμῶν ὁ πρώτιστος ἑνοειδὴς καὶ ἑναδικός ἐστι καὶ ὑπερούσιος, ὡς τὸ ἕν. Εἰ οὖν καὶ αἱ ἑνάδες καὶ ἀριθμός ἐστι, καὶ τὸ πλῆθος ἐκεῖ καὶ ἡ ἕνωσις. Ταῦτα μὲν οὖν προειρήσθω περὶ τούτων ἡμῖν. Ἐπεὶ δὲ ἄλλα κατ’ ἄλλας ὑποθέσεις καὶ ἀναιρεῖ καὶ τίθησιν ὁ Παρμενίδης, καὶ τὰ αὐτὰ πολλάκις ὡδὶ μὲν ἀποφάσκει, καταφάσκει δὲ ἐπ’ ἄλλων, καὶ ὅλως δῆλός ἐστιν ὄντως πραγματειώδη παιδιὰν παίζων καὶ δι’ αὐτῆς ὁδεύων τῆς φύσεως, ἀλλ’ οὐχ, ὥς τινες ὕθλησαν, ἄψυχόν τινα καὶ κενὴν τῶν πραγμάτων μετιὼν τὴν λογικὴν γυμνασίαν οὐδὲ ἐπὶ τοῖς ἐνδόξοις ἐπιχειρήμασι μεγαλοπρεπῶς καλλωπιζόμενος, ἔδοξε τοῖς πρὸ ἡμῶν, ὅσοι δὴ καὶ γνησίως ἐφήψαντο τῆς τοῦ Πλάτωνος ἀκροάσεως, καὶ πράγματα ἄττα ταῖς ὑποθέσεσιν ἐφαρμόσαι ταύταις οἰκείως, ἵνα καθ’ ἑκάστην ὑπόθεσιν ἀναφαίνηταί τις τάξις τῶν ὄντων ἀνευρισκομένη ταῖς τοῦ Παρμενίδου μεθόδοις καὶ θεωρουμένη τὸ διάφορον τῶν ἄλλων ὑφεστηκότων, καὶ τῆς αὐτῆς, καὶ ἣν ἔχει πρὸς τὰ ἄλλα συντέλειαν. |
| in Prm 1052 [5] | Καὶ τοῦτο δόξαν αὐτοῖς, ἄλλοι κατ’ ἄλλας ἀτραποὺς τῶν πραγμάτων πεποίηνται διανομήν. Τοσοῦτον μὴν προδιοριστέον τῶν ῥηθησομένων τί καλοῦσιν ὑπόθεσιν, οἷς ἐμέλησε τοῦ πράγματός τισιν ἐφαρμόσαι τὰς ἀποδείξεις· καὶ ὅτι οὐ πρὸς τὴν μέθοδον ἁπλῶς ὁρῶσι (δύο γάρ εἰσι κατ’ ἐκείνην ὑποθέσεις, ἡ μὲν εἶναι τιθεῖσα τὸ προκείμενον, ἡ δὲ μὴ εἶναι μόνον), ἀλλὰ ταύτην ὀνομάζουσιν ὑπόθεσιν, ἥτις ἀναλαβοῦσα τῆς μεθόδου τὸ μέρος συνάγει τὰ ὅμοια συμπεράσματα ἢ πάντα καταφατικὸν ἢ ἀποφατικὸν ἢ ἀμφότερα. Διαφέρει δὲ αὐτοῖς οὐδὲν, εἴτε πρὸς ἑαυτὸ εἴτε πρὸς ἄλλο τι ταῦτα συνάγομεν, ἀλλ’ εἰ τὸ ποιὸν εἴη μόνον ταὐτόν· καὶ οὑτωσὶ ποιοῦσιν ἄλλας μὲν ὑποθέσεις ἐπὶ τοῦ ἑνὸς, ἄλλας δὲ καὶ ἐπὶ τῶν ἄλλων τοῦ ἑνός· ἐφ’ ἑκάστων δὲ ἁπλῶς, τῶν αὐτῶν ἡγουμένων, ἐὰν τὰ ἑπόμενα τῷ ποιῷ διαφέρῃ, τοῦτο καλοῦσιν ὑπόθεσιν. Τούτου δὲ διορισθέντος, ἐπὶ τὰ ἑπόμενα χωροῦμεν. Οἱ μὲν οὖν εἰς ὀκτὼ τὰς ὑποθέσεις πάσας διελόντες, ἐν μὲν τῇ πρώτῃ φασὶ περὶ τοῦ ἑνὸς αὐτῷ γεγονέναι τὸν λόγον ἐν δὲ τῇ δευτέρᾳ περὶ τοῦ νοῦ καὶ τῆς νοερᾶς ὑποστάσεως, ἐν δὲ τῇ τρίτῃ περὶ ψυχῶν τῶν λογικῶν, ἐν δὲ τῇ τετάρτῃ περὶ τῶν ἀλόγων ψυχῶν, ἐν δὲ τῇ πέμπτῃ περὶ ὕλης ᾗ πρόσεστιν ἤδη τις ἐπιτηδειότης πρὸς τὴν μετουσίαν τῶν εἰδῶν, ἐν δὲ τῇ ἕκτῃ περὶ ὕλης, ἀλλὰ τῆς κεκοσμημένης λοιπὸν καὶ κατ’ ἐνέργειαν τὰ εἴδη καταδεδεγμένης, ἐν δὲ τῇ ἑβδόμῃ περὶ ὕλης μὲν, ἀλλὰ τῆς ἐστερημένης πάντη τῶν τε εἰδῶν αὐτῶν καὶ τῆς πρὸς τὴν μετουσίαν αὐτὴν ἐπιτηδειότητος, αὐτῆς καθ’ ἑαυτὴν ψιλῶς λαμβανομένης, ἐν δὲ τῇ ὀγδόῃ περὶ τοῦ ἐνύλου εἴδους· τοῦτο γάρ ἐστιν ὑπόλοιπον μὲν ταῖς ἀρχαῖς μετὰ τὸ ἓν, μετὰ τὸν νοῦν, μετὰ τὰ διττὰ γένη τῶν ψυχῶν, μετὰ τὴν πολυθρύλλητον ὕλην. |
| in Prm 1053 [10] | Ἀλλ’ αὕτη μὲν ἡ διάταξις κατορθοῦσα περὶ τὸ φυλάττειν ἑκάστην ἀρχῶν (καὶ γὰρ τὸ ἔνυλον εἶδος ἀρχή τίς ἐστιν, εἰ καὶ στοιχειώδης καὶ ὕλη· καὶ ἡ ψυχὴ δὲ ἀρχὴ πάντως, εἰ καὶ ἄλλως μὲν ἡ ἄλογος, ἄλλως δὲ ἡ λογική· καὶ αὐτὸς πρὸς τούτοις ὁ πολυτίμητος νοῦς, καὶ πολλῷ πλέον ὁ θεός)· ταῦτα δ’ οὖν φυλάττουσα, πλημμελεῖ περὶ τὸν ἀριθμὸν καὶ τὴν τάξιν αὐτῶν· σαφῶς γὰρ ἐννέα τῶν ὑποθέσεων οὐσῶν, ὡς ἐπ’ αὐτῶν δειχθήσεται τῶν τοῦ Πλάτωνος λέξεων, συστέλλει τὸν ἀριθμὸν αὐτῶν οὐ δεόντως· καὶ δὴ καὶ τὴν τάξιν ἀναιρεῖ τῶν πραγμάτων, ἔσχατον εἰσάγουσα τὸ εἶδος, ὃ κρεῖττόν ἐστι τῆς ὕλης τῆς ἐστερημένης οὐχὶ τῶν εἰδῶν μόνων, ἀλλὰ καὶ τῆς ἐπιτηδειότητος αὐτῆς· καὶ ἄλλως πρὸ τῆς κεκοσμημένης ὕλης τάττουσα τὴν ἀκόσμητον καὶ ἐμφάσεις ἔχουσαν ψιλὰς τῶν εἰδῶν. Τοῦτο μὲν οὖν καὶ λόγου τινὸς παρ’ αὐτοῖς τοῖς ἐπιστήσασιν ἔτυχε· πρώτη γὰρ, φασὶν, ἡ κατ’ ἐπιτηδειότητα μόνον τῆς ὕλης ὑπόθεσις ἄγεται, διότι τρανεστέρα μέν ἐστι τῆς μηδὲ τὴν ἐπιτηδειότητα ταύτην καταδεδεγμένης, ἀμυδροτέρα δὲ τῆς ἤδη κεκοσμημένης, καὶ μᾶλλον δεικνύναι δύναται τὴν τῆς ὕλης φύσιν τῆς ἤδη τοῖς εἴδεσι κατεχομένης, ἧττον δέ ἐστιν ἄμεμπτος λογισμῷ τῆς πάντη μετὰ τῆς στερήσεως θεωρουμένης. Ἀλλὰ τούτοις μὲν καὶ ἄλλοι πλείους καὶ ἐπέστησαν καὶ ἀντέγραψαν· τῶν δὲ εἰς ἐννέα πεποιημένων τὰς τῶν ὑποθέσεων διαιρέσεις, οἱ μὲν οὕτως τὰ πράγματα διανέμουσιν· ἡ πρώτη περὶ θεοῦ τοῦ πρωτίστου (πάντες γὰρ τοῦτο κοινὸν ἔχουσιν), ἡ δευτέρα περὶ τοῦ νοητοῦ πλάτους, ἡ τρίτη περὶ ψυχῆς (ἀλλ’ οὐχὶ τῆς λογικῆς μόνον, ὡς οἱ πρὸ αὐτῶν ἔλεγον), ἡ τετάρτη περὶ σώματος κεκοσμημένου τινὸς, ἡ πέμπτη περὶ ἀκοσμήτου σώματος, ἡ ἕκτη περὶ ὕλης κεκοσμημένης, ἡ ἑβδόμη περὶ ὕλης, ἀκοσμήτου δὲ ταύτης, ἡ ὀγδόη περὶ τῶν ἐνύλων εἰδῶν ἐν τῷ ὑποκειμένῳ μέντοι θεωρουμένων, ἡ ἐννάτη περὶ τῶν ἐνύλων εἰδῶν ἐφ’ ἑαυτῶν χωρὶς τῆς ὕλης ἐξεταζομένων. |
| in Prm 1054 [20] | Τούτοις δὲ ὑπάρχει μὲν ἡ τάξις ἐστὶν ὅπη καὶ τὸ εὐδιαίρετον· δὶς δὲ τὰ αὐτὰ παραλαμβάνουσιν· ἡ γὰρ κεκοσμημένη ὕλη τίνι διαφέρει τοῦ ἀκοσμήτου σώματος ἢ κεκοσμημένου, λέγειν οὐχ ἕξομεν· εἴτε γὰρ τὸ ἄποιον γενομένη σῶμα κεκόσμηται, ταὐτόν ἐστι τῷ ἀκοσμήτῳ σώματι καὶ δὴ ἔσται ταὐτόν. Καὶ ἔτι οὐκ ἀρχὰς τῶν ὄντων εἰσάγουσι· πῶς γὰρ ἡ ἀρχὴ τῷ σώματι κεκοσμημένον; πῶς δὲ οὐχὶ τοῦτό ἐστι τὸ ἐκ τῶν ἀρχῶν ὑφιστάμενον; πῶς δὲ καὶ ἡ πέμπτη περὶ ἀκοσμήτου σώματος; αὕτη μὲν συνάγει διαῤῥήδην ὡς οὔτε ἕστηκεν οὔτε κινεῖται τὰ ἄλλα μὴ μετέχοντα τοῦ ἑνός· τὸ δὲ ἀκόσμητον σῶμα, πλημμελῶς μὲν καὶ ἀτάκτως, κινούμενον δὲ ὁ Τίμαιος προσηγόρευκε. Πῶς δὲ καὶ τὸ ἄνευ ὕλης κατ’ ἐπίνοιαν λαμβανόμενον εἶδος ἀρχὴ ἂν εἴη τινός; αἱ γὰρ ἀρχαὶ κατ’ ἐπίνοιαν τὴν ὑπόστασιν οὐκ ἔχουσιν, ἀλλὰ καθ’ ὕπαρξιν· ἐφ’ ὧν γοῦν ἡ ἐπίνοια τὸ κῦρος ἔλαχεν, ἀρθείσης τῆς ἐπινοίας οἴχεται καὶ ἡ τῶν ὑπονοουμένων ὑπόστασις· αἱ δὲ ἀρχαὶ δι’ ἑαυτάς εἰσιν ἀρχαὶ καὶ οὐ διὰ τὰς ἡμετέρας ἐπινοίας. Καὶ ὅλως πολλὰ καὶ πρὸς ταύτην ἀντείρηται τὴν δόξαν σαφῶς, καὶ τῆς ἐννάτης ὑποθέσεως πάντα ἀνατρεπούσης, καὶ οὐδὲν οὔτε κατ’ ἐπίνοιαν ἐώσης τῶν ὄντων τινὸς, καὶ ἀντιφθεγγομένης πρὸς τοῦτο τὸ κατ’ ἐπίνοιαν λεγόμενον εἶδος. Οἱ δὲ μετὰ τούτους κατ’ ἄλλον τρόπον εἰσάγοντες τὰ ὄντα, τὴν μὲν πρώτην λέγοντες εἶναι περὶ θεοῦ καὶ θεῶν· οὐ γὰρ μόνον περὶ τοῦ ἑνὸς, ἀλλὰ καὶ περὶ πασῶν τῶν θείων ἑνάδων αὐτὴν ποιεῖσθαι τὸν λόγον νοητῶν· τὴν δὲ τρίτην, οὐκ ἔτι περὶ ψυχῆς, ὡς οἱ πρὸ αὐτῶν, ἀλλὰ περὶ τῶν κρειττόνων ἡμῶν γενῶν, ἀγγέλων, δαιμόνων, ἡρώων (ταῦτα γὰρ τὰ γένη προσεχῶς ἐξηρτῆσθαι τῶν θεῶν καὶ εἶναι καὶ αὐτῶν κρείττονα τῶν ὅλων ψυχῶν· τοῦτο δὴ τὸ παραδοξότατόν φασι, καὶ διὰ τοῦτο τὴν πρὸ τῶν ψυχῶν ἐν ταῖς ὑποθέσεσι τάξιν λαβεῖν)· τὴν δὲ τετάρτην περὶ ψυχῶν τῶν λογικῶν, τὴν δὲ πέμπτην περὶ τῶν προσυφαινομένων ταῖς λογικαῖς ψυχαῖς δευτέρων ψυχῶν, τὴν δὲ ἕκτην περὶ τῶν ἐνύλων εἰδῶν καὶ πάντων τῶν σπερματικῶν λόγων, τὴν δὲ ἑβδόμην περὶ αὐτῆς λοιπὸν τῆς ὕλης, τὴν δὲ ὀγδόην περὶ τοῦ οὐρανίου σώματος, τὴν δὲ ἐννάτην περὶ τοῦ γεννητοῦ καὶ ὑπὸ σελήνην σώματος· οὗτοι δὲ κατορθοῦσι μὲν ὅτι δὶς ταὐτὸν οὐ παραλαμβάνουσι, τὰ δὲ κρείττονα γένη παρεισκυκλοῦσιν οὐ δεόντως· εἴτε γὰρ νοερά ἐστιν, ἔχομεν ἐν τῇ δευτέρᾳ ὑποθέσει περὶ παντὸς τοῦ νοεροῦ πλάτους λόγον· εἴτε ψυχικὰ, δῆλον ὡς εἰς τὴν περὶ ψυχῆς ὑπόθεσιν περιλήψεται καὶ τὴν τούτων θεωρίαν. |
| in Prm 1055 [10] | Πρόσεστι δὲ καὶ τούτοις ἀποτελέσματα παραλαμβάνειν, ἀλλ’ οὐκ ἀρχὰς ἐν ταῖς τελευταίαις ὑποθέσεσι. Κοινὸν δὲ πάντων ἐστὶ παρόραμα ἐν τούτοις, τὸ μὴ κατιδεῖν ὡς αἱ μὲν πέντε τῶν ὑποθέσεων ἀληθῆ συνάγουσιν, αἱ δὲ λοιπαὶ τέσσαρες ἄτοπά τινα δεικνύουσι· καὶ γὰρ τοῦτο ἦν τὸ τῷ Παρμενίδῃ προκείμενον δεῖξαι πῶς, τοῦ ἑνὸς ὄντος, πάντα ἀπογεννᾶται τὰ ὄντα, καὶ πῶς, μὴ ὄντος, ἀναιρεῖται τὰ πάντα καὶ οὐδὲν ἔτι οὐδαμοῦ ἔσται· καὶ ἡ πᾶσα μέθοδος τοῦτο παρακελεύεται δεικνύναι καὶ διὰ τῆς θέσεως τῶν ἀληθῶν καὶ διὰ τῆς ἀναιρέσεως τῶν ψευδῶν. |
| in Prm 1056 [5] | Οἷόν ἐστι τὸ ὑποτεθέν· εἰ μέν ἐστι πρόνοια, πάντα ὀρθῶς ἕξει τὰ ὄντα· εἰ δὲ μὴ ἔστι πρόνοια, οὐδὲν ἕξει καλῶς, ἀλλὰ καὶ τὰ ὅλα καὶ τὰ μέρη πολιτεύσεται κακῶς· ἔστιν ἄρα πρόνοια· καὶ γὰρ τὸ εἶναι αὐτὴν ἀγαθῶν αἴτιον, καὶ τὸ μὴ εἶναι κακῶν. Ἔδει τοίνυν ἐπιστῆσαι καὶ τούτους ὅτι τῷ Παρμενίδῃ σκοπὸς δεῖξαι τῷ μὲν εἶναι τὸ ἓν πάντα τὰ ὄντα λαγχάνοντα τὴν ὑπόστασιν, τῷ δὲ μὴ εἶναι πᾶσαν ἄρδην ἀφανιζομένην τῶν πραγμάτων τὴν φύσιν (ὃ δὴ καὶ ἐν τῷ συμπεράσματι πασῶν τῶν ὑποθέσεων λέγει διαῤῥήδην αὐτός)· καὶ τοῦτο συνιδόντας μὴ πάντως καὶ ἐν ταῖς λοιπαῖς τέτρασι τῶν ὑποθέσεων πράγματα εἰσάγειν ἕτερα μηδὲ οἷον εὐθεῖαν ὁδεύειν, ἀλλὰ διὰ μὲν τῶν πέντε ὑποθέσεων θεωρεῖν τὰς τῶν ὄντων ἀρχὰς, διὰ δὲ τῶν τεσσάρων ἰδίας μὲν φύσεις μὴ ζητεῖν, ἀπελέγχειν δὲ ὅπως ἀναιρουμένου τοῦ ἑνὸς πολλὰ καὶ ἀδύνατα συμβαίνει τῶν δοκούντων ἡμῖν εἶναι δυνατῶν. |
| in Prm 1057 [30] | Τοῦτο δὴ τὸ παρόραμα πρῶτος, ὧν ἡμεῖς ἴσμεν, ὁ ἐκ Ῥόδου φιλόσοφος φυλαξάμενος ἄλλον τρόπον καὶ αὐτὸς διατίθησι τὰς ὑποθέσεις. Δέκα μὲν γὰρ ποιεῖ τὰς πάσας, ἀντιπαρατείνει δὲ ταῖς πέντε τὰς λοιπὰς πέντε, τὴν μὲν πρώτην δεικνύναι τιθέμενος ὡς, εἰ ἔστι τὸ ἓν, ἀκολουθεῖ τὰ ἐνθουσιαστικώτατα δόγματα φιλοσοφίας, ὅσα περὶ τοῦ ἑνὸς ὁ Πλάτων καὶ ἐν ἄλλοις ἡμᾶς ἀνεδίδαξε· τὴν δὲ ἕκτην ὡς, εἰ μὴ ἔστι τὸ ἓν, οὐδὲν συμφωνήσει τῇ ὑποθέσει ταύτῃ τῶν περὶ τοῦ ἑνὸς φιλοσοφεῖσθαι δυναμένων· ἐν δὲ τῇ δευτέρᾳ καὶ ἑβδόμῃ τὰ περὶ νοῦ καὶ νοητοῦ ἐξετάζεσθαι, ὅπου μὲν, ὡς εἰ ἔστι, πάντα ἕπεται τὰ κάλλιστα δόγματα περὶ αὐτῶν, ὅπου δὲ, ὡς εἰ μὴ ἔστι, πᾶσαν ἀνατρέπομεν τὴν περὶ αὐτῶν ἀλήθειαν· ἐν δὲ τῇ τρίτῃ καὶ ὀγδόῃ, περὶ τῶν διανοητῶν· ταῦτα γὰρ ἐφεξῆς εἶναι τοῖς νοητοῖς, ποὺ μὲν, ὡς εἰ ἔστι, δεικνυμένων ταῖς ἐννοίαις ἡμῶν συμφώνων, ποὺ δὲ διαφώνων ἀποφαινομένων, εἰ μὴ ἔστιν· ἐν δὲ τῇ τετάρτῃ καὶ ἐννάτῃ, περὶ τῶν σωματικῶν εἰδῶν· ταῦτα γάρ ἐστι μὲν τὰ διανοητὰ, κατὰ τὴν ἐν Πολιτείᾳ διαίρεσιν τῆς γραμμῆς· ὡς ὄντος μὲν τοῦ ἑνὸς, ἔστι ταῦτα, μὴ ὄντος δὲ, οὐδὲ ταῦτα εἶναι δυνατόν· ἐν δὲ ταῖς λοιπαῖς δύο, τῇ πέμπτῃ καὶ τῇ δεκάτῃ, περὶ τῆς ὑποδοχῆς τῶν σωμάτων, ὅπου μὲν συμφωνούσης τῇ πέμπτῃ ὑποθέσει τοῦ εἶναι τὸ ἕν. |
| in Prm 1058 [30] | Ταῦτα καὶ τῆς τάξεως μὲν ἕνεκα θαυμάζειν χρὴ καὶ τῆς συνέσεως, τοῦ ποτὲ μὲν ὡς ἄτοπα τὰ συναγόμενα ληπτέον, ποτὲ δὲ ὡς ἀληθῆ καὶ ἑπόμενα τῇ φύσει τῶν πραγμάτων· ἄλλως δὲ, καὶ ὅτι καινοτομεῖ περὶ τὸν ἀριθμὸν τῆς ὑποθέσεως καὶ οὐδὲν συνεισφέρουσαν ὑπόθεσιν ἀναπλάττει μίαν τινὰ, παραιτητέον· καὶ ὅτι πάντως σπουδάζει ταῖς πέντε τοσαύτας ἄλλας ἀντιπαρατείνειν, ἑκάστην πρὸς ἑκάστην. Ὅλως γὰρ οὐδὲ ἄτοπόν ἐστι τὸ λέγειν μὴ εἶναι τὸ ἓν, οὐδ’ ἂν συναγάγοι τις περὶ αὐτοῦ οὐδὲν τῶν ἀδυνάτων, τοιαύτην ὑπόθεσιν παραλαβών· ἐκεῖνο γὰρ τὸ ἓν τὸ πρώτιστον τῶν ὅλων οὐκ ἔστιν, ἀλλὰ καὶ τοῦ εἶναι κρεῖττόν ἐστιν. Ἀλλὰ τὰ ἄτοπα περὶ τὰ μετ’ αὐτὴν ἀκολουθεῖν ἀναγκαῖον, ὥστε οὐκ ἂν τὴν ἕκτην ὑπόθεσιν πρὸς τὴν πρώτην ἀποδιδοῖμεν· οὔτ’ ἄρα τὰς ἄλλας πρὸς τὰς ἄλλας· αὕτη γὰρ αὐτὸν ἡ τάξις ἀνέπεισε καὶ κατατεμεῖν τὴν μίαν ὑπόθεσιν καὶ πλείω ποιῆσαι τὸν ἀριθμόν. Ἐπὶ τούτοις Πλούταρχος ὁ ἡμέτερος προπάτωρ (ἐκ μὲν τῆς τῶν παλαιῶν διδασκαλίας λαβὼν ὡς ἐννέα τὸν ἀριθμὸν αἱ ὑποθέσεις, ἐκ δὲ τῆς νεωτέρας ταύτης ὅτι κατὰ μὲν τὰς πέντε τῷ εἶναι τὸ ἓν συνάγει τὰ ἀληθῆ τῶν δογμάτων, ἐν δὲ ταῖς λοιπαῖς ἄτοπα δείκνυσιν ἑπόμενα τῷ μὴ εἶναι τὸ ἕν· καὶ ὅτι περὶ ἀρχῶν ἡ πραγματεία) παραλαμβάνει τὰς πρωτίστας καὶ ἀρχικὰς τῶν ὄντων ὑποστάσεις τῷ εἶναι τὸ ἓν, τάς τε ἐξῃρημένας καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ἀναφαινομένας, καὶ τῷ μὴ εἶναι τὸ ἓν ἄρδην ἀφανιζομένην εὑρίσκει τὴν τάξιν τῶν πραγμάτων. |
| in Prm 1059 [5] | Καὶ ταῦτα λαβὼν, τὴν μὲν πρώτην ὑπόθεσιν εἶναι περὶ θεοῦ διατάττεται, τὴν δὲ δευτέραν περὶ νοῦ, τὴν δὲ τρίτην περὶ ψυχῆς, τὴν δὲ τετάρτην περὶ τοῦ ἐνύλου εἴδους, τὴν δὲ πέμπτην περὶ τῆς ὕλης, ἐν αἷς τὰ ἄλλα ὑπόκειται τοῦ ἑνός (ἔθος γὰρ ἦν, ὡς εἴπομεν, καὶ τοῖς Πυθαγορείοις ἓν μὲν προσαγορεύειν πᾶσαν τὴν ἀσώματον καὶ χωριστὴν οὐσίαν, ἄλλα δὲ τὴν σωματικὴν καὶ ἐν σώμασιν ὑφεστηκυῖαν)· ὥστε εἰκότως αἱ μὲν τρεῖς αἱ ζητοῦσαι πῶς ἔχει πρός τε αὑτὸ καὶ πρὸς ἄλλα τὸ ἓν περὶ τῶν τριῶν εἰσιν ἀρχικῶν αἰτιῶν τῶν χωριστῶν, αἱ δὲ λοιπαὶ δύο, ζητοῦσαι πῶς ἔχει τὰ ἄλλα πρός τε ἄλληλα καὶ τὸ ἓν, εἰσάγουσι τό τε εἶδος καὶ τὴν ὕλην· ταῦτα γὰρ ἄλλα ἐστὶν ὄντως καὶ ἄλλων, ἀλλ’ οὐχ ἑαυτῶν, καὶ συναίτια μᾶλλον ἢ αἴτια, ὡς ἐν Φαίδωνι διώρισται. Ταῖς πέντε ταύταις ὑποθέσεσι τὰς ἀρχὰς ταύτας, τάς τε ἔξω τῶν πραγμάτων καὶ τὰς ἐν αὐτοῖς οὔσας, καταθεασάμενος τῷ εἶναι τὸ ἓν τῷ Παρμενίδῃ εἰσενηνεγμένας, ἐν ταῖς λοιπαῖς τέτρασι δείκνυσθαί φησιν ὡς εἰ μὴ ἔστιν ἐκεῖνο τὸ ἐν τοῖς οὖσιν ἓν, εἰ μὲν οὕτω λάβοις τὸ μὴ ὂν ὡς πῆ μὲν ὂν, πῆ δὲ οὐκ ὂν, μόνον ἔσται τὸ αἰσθητὸν (νοητὸν γὰρ οὐκ ὂν, αἰσθητὸν μόνον ἔσται τὸ ἓν), καὶ τῶν γνώσεων αἴσθησις, ὅπερ ἐν τῇ ἕκτῃ δείκνυται ὡς ἄτοπον, τὸ μόνην εἶναι τὴν αἴσθησιν ἐν ταῖς γνώσεσιν καὶ μόνα τὰ αἰσθητὰ ἐν τοῖς γνωστοῖς. Εἰ δὲ μὴ ἔστιν ὄντως τὸ ἓν ὡς μηδαμῆ μηδαμῶς ὂν, οἰχήσεται καὶ πᾶσα γνῶσις καὶ ἅπαν τὸ γνωστὸν, ὅπερ ὡς ἄτοπον ἐν τῇ ἑβδόμῃ δείκνυται τῶν ὑποθέσεων· τά τε ἄλλα, οὕτω μὲν τοῦ ἑνὸς μὴ ὄντος, ὡς εἶχεν ἡ ἕκτη ὑπόθεσις, ὀνείρασιν ἐοικότα ἔσται καὶ σκιαῖς, ὃ δείκνυσιν ὡς ἄτοπον ἡ ὀγδόη τῶν ὑποθέσεων· οὕτω δὲ μὴ ὄντος ὡς τοῦ μηδαμῶς ὄντος, οὐ μέχρι τῆς ὀνειρωτικῆς φαντασίας ἕξει τὴν ὑπόστασιν, ὃ δείκνυσι περιφανῶς ἡ ἐννάτη τῶν ὑποθέσεων· ὥστε εἰ φαίης τὴν μὲν πρώτην ὑπόθεσιν τοῦτον ἔχειν πρὸς τὰς ἄλλας λόγον ὃν ἡ μία τῶν ὅλων ἀρχὴ πρὸς τὰ ὄντα, τὰς δὲ λοιπὰς τέσσαρας τῶν πρώτων περὶ τῶν μετὰ ἓν ἀρχῶν πραγματεύεσθαι, τὰς δὲ μετὰ ταύτας τέσσαρας συνάγειν ὅτι τοῦ ἑνὸς ἀνῃρημένου πάντα ἄρδην ἀναιρεῖται τὰ ἐν τοῖς τέτρασι δεδειγμένα, τάχα ἂν ὀρθῶς εἰσηγήσαιο. |
| in Prm 1060 [5] | Τῆς γὰρ τρίτης δεικνύσης ὡς, εἰ ἔστι τὸ ἓν ὂν, ἔσται πᾶσα ἡ τῆς ψυχῆς τάξις, ἡ ἑβδόμη δείκνυσιν ὡς, εἰ μὴ ἔστιν, ἀνῄρηται πᾶσα γνωστικὴ δύναμις, αἰσθητικὴ, φανταστικὴ, λογική· τῆς δὲ τετάρτης δεικνύσης ὡς, εἰ ἔστιν ἐκεῖνο τὸ ἓν, ἔστι πως καὶ τὰ ἔνυλα εἴδη (καὶ γὰρ ταῦτα μετέχει πως τοῦ ἑνὸς ὄντος), ἡ ὀγδόη δείκνυσιν ὡς, εἰ μὴ ἔστιν ἐκεῖνο αὐτὸ μόνον, ἔσονται τὰ αἰσθητὰ πολλὰ καὶ ὀνείρατα, καὶ οὐδαμῶς οὐσίας μετέχοντα καὶ διακρίσεως εἰδητικῆς· τῆς δὲ πέμπτης ἀποφαινούσης ὡς, εἰ ἔστι τὸ ἓν, ἔσται καὶ ἡ ὕλη (μὴ μετέχουσα μέντοι τοῦ ἑνὸς ὄντος, καθόσον ἐστὶν ὂν, ἀλλὰ καθόσον μόνον ἓν), ἡ ἐννάτη δείκνυσιν ὡς οὐδὲν ὅλως ἔσται οὔτε μετέχει σκιᾶς, εἰ μὴ ἔστι τὸ ἕν· ποῦ γὰρ, ἀνῃρημένης ἐκείνης τῆς αἰτίας, εἶναί τι τῶν πάντων δυνατόν; Ἔχομεν οὖν κατὰ ταύτην τὴν διάταξιν, τὴν μὲν πρώτην περὶ τοῦ ἑνὸς, ὃ καὶ ἐν Πολιτείᾳ διαῤῥήδην ὁ Πλάτων ἐπέκεινα οὐσίας ἔθετο καὶ τοῦ ὄντος· τὰς δὲ λοιπὰς τέσσαρας περὶ τῶν ὄντων, ὧν αἱ μὲν δύο περὶ τῶν ἀεὶ ὄντων, αἱ δὲ δύο περὶ τῶν γεννητῶν, κατὰ τὴν ἐν Τιμαίῳ διαίρεσιν, τῶν νοήσει μετὰ λόγου περιληπτῶν, ἀπὸ τῶν δόξῃ μετ’ αἰσθήσεως γνωστῶν· ἢ, εἰ βούλει, κατὰ τὴν ἐν Πολιτείᾳ γραμμὴν αἱ τέσσαρες, ἧς τὸ μὲν ἀπένειμε τοῖς νοητοῖς, τὸ δὲ τοῖς αἰσθητοῖς, τὸ μὲν ταῖς ἑνάσι, τὸ δὲ τοῖς ἄλλοις ἐνταῦθα κεκλημένοις· καὶ τοῦ μείζονος τὸ μὲν ἐν τοῖς νοητοῖς, τὸ δὲ ἐν τοῖς διανοητοῖς, ὥσπερ τῶν δύο ὑποθέσεων ἡ μὲν περὶ νοῦ, ἡ δὲ περὶ ψυχῆς· καὶ τοῦ ἐλάσσονος τὸ μὲν τοῖς αἰσθητοῖς, τὸ δὲ τοῖς εἰκαστοῖς, ὥσπερ καὶ ἐνταῦθα τὴν μὲν τετάρτην περὶ τῶν ἐνύλων εἰδῶν εἰρήκαμεν εἶναι, ἅ ἐστι κυρίως αἰσθητὰ, τὴν δὲ πέμπτην περὶ ὕλης, ἥτις ἐστὶν ἀνάλογον τοῖς εἰκαστοῖς διὰ τὴν ἀοριστίαν τῆς περὶ αὐτὴν ἡμῖν ἐπιγινομένης γνώσεως. |
| in Prm 1061 [20] | Τέσσαρες οὖν αἱ ἀρχαὶ μετὰ τὴν μίαν, δύο μὲν ἐξῃρημέναι, δύο δὲ συμπληρωτικαί· τέσσαρες δὲ καὶ ὑποθέσεις μετὰ τὴν πρώτην, τεθέντος εἶναι τοῦ ἑνὸς, καὶ ἄλλαι τέσσαρες αἱ δεικνῦσαι τὰ ἑπόμενα ἄτοπα τοῖς ἀναιροῦσι τὸ ἕν. Ταῦτα καὶ παρὰ τούτου ληπτέον τοῦ ἀνδρὸς ἐπιστημόνως διακρίνοντος ἀπ’ ἀλλήλων τοὺς τῶν ὑποθέσεων σκοποὺς, καὶ τὰς κυριωτάτας εἰσαγαγόντος ἀρχὰς πάσας ἀπαραλείπτως, καὶ συνειδότος τὴν ὅλην τοῦ Παρμενίδου μεταχείρησιν, καὶ διαρθρώσαντος τὰ παρὰ τοῖς πρεσβυτέροις συγκεχυμένως ἀναγεγραμμένα. Τί οὖν ἡμεῖς ἐροῦμεν ἐπὶ τοσούτοις καὶ τοιούτοις ἐξηγηταῖς τοῦ Πλάτωνος, καὶ τί προσθήσομεν ἐκ τῆς ἡμετέρας ἑστίας; Τάχα γὰρ δὴ καὶ ἡμῖν ἁρμόσει τοῦτο δὴ ἐκεῖνο τὸ Ὁμηρικὸν ἀνακραγεῖν, Λοῖσθος ἀνὴρ ὥριστος ὁ τούτων ἡμῖν τῶν λόγων καθηγεμὼν γενόμενος Ἀθήνησι, καὶ φῶς ἀνάψας νοερὸν τῆς περὶ ταῦτα πραγματείας, τὰ μὲν ἐπὶ θεολογικώτερον εἶδος τῆς ἐξηγήσεως ἀνενεγκὼν, τὰ δὲ καὶ ὀλίγον μεταθεὶς αὐτῷ τῷ Πλάτωνι καὶ τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἑπομένως. Δοκεῖ μὲν γὰρ δὴ καὶ αὐτῷ τήν τε πρώτην ὑπόθεσιν εἶναι περὶ θεοῦ τοῦ πρωτίστου, καὶ τὴν δευτέραν περὶ τῶν νοητῶν· ἀλλ’ ἐπειδὴ πλάτος ἐστὶν ἐν τοῖς νοητοῖς καὶ πολλαὶ αἱ τάξεις εἰσὶ τῶν θεῶν, ἑκάστην τούτων τῶν θείων τάξεων συμβολικῶς ὑπὸ τοῦ Πλάτωνος ὀνομάζεσθαι, καὶ πάσας δι’ ὀνομάτων φιλοσόφων ἐκφέρεσθαι, καὶ οὔτε εἰωθότων ὑπὸ τῶν τὰς θεογονίας γραψάντων ὑμνεῖσθαι οὔτε τῶν τὰς ὑπάρξεις αὐτῶν δηλούντων, οἷαι δή εἰσιν αἱ παρὰ τῶν θεῶν ἐκδεδομέναι τῶν θείων ἐπωνυμίαι γενῶν· ἀλλ’, ὡς ἔφην, διὰ τῶν γνωρίμων τοῖς φιλοσόφοις, οἷον ὁλότητο ς , πλήθου ς , ἀπειρία ς , πέρατο ς, οἰκείως ἐχόντων πρὸς αὐτὰς παραδίδοσθαι, τάξιν ἐχόντων πρέπουσαν, καὶ πάσας ἀπαραλείπτως ἀφερμηνεύεσθαι τὰς θείας προόδους, νοητὰς, νοερὰς, ὑπερκοσμίους, καὶ διὰ τοῦτο παραλαμβάνεσθαι ἑπόμενα πάντα, σύμβολα τῶν θείων ὄντα διακόσμων, καὶ ἐπὶ τούτοις πάντα ὅσα καταφατικῶς ἐν τῇ δευτέρᾳ λέγεται τῶν ὑποθέσεων, ταῦτ’ ἀποφάσκεσθαι κατὰ τὴν πρώτην, εἰς ἔνδειξιν τοῦ τὴν μὲν πρώτην αἰτίαν πασῶν ἐξῃρεῖσθαι τῶν θείων διακοσμήσεων, ἐκείνας δὲ ἄλλως κατ’ ἄλλας ἀφωρισμένας ἰδιότητας προεληλυθέναι· τὸ γὰρ ἐν ταύτῃ ἓν οὔτε τὸ πρῶτόν ἐστι (συμπέπλεκται γὰρ πάντα τῷ ὄντι), οὔτε τὸ ἀχώριστον τοῦ ὄντος καὶ οὕτως, ὡς ἕξις τις, ἐν αὐτῷ ὄν. |
| in Prm 1062 [35] | Σαφῶς οὖν αὐτὸ διακρίνει, καὶ χωρὶς εἶναί φησι τοιοῦτον τὸ ἓν τοῦτο· δῆλον δὲ ὅτι θείας ἑνάδος ἐστὶν αὐτοτελοῦς σημαντικόν· πᾶν γὰρ τὸ χωριστὸν αἴτιον πλήθους ἡγούμενον διττὸν ἀπογεννᾷ πλῆθος, τὸ μὲν χωριστὸν ἑαυτῷ ὅμοιον, τὸ δὲ ἀχώριστον τῶν μετεχόντων. Ὡς γοῦν ἡ μία ψυχὴ τὰς μὲν ἐγεννήσατο ψυχὰς σωμάτων χωριστὰς, τὰς δὲ ἀχωρίστους· ὡς ὁ εἷς καὶ ὅλος νοῦς ὑπέστησε τοὺς μὲν νόας χωριστοὺς τῶν ψυχῶν, τοὺς δὲ ἐν αὐταῖς ὄντας καθ’ ἕξιν, οὕτω καὶ τὸ ἓν παρήγαγε τὰς μὲν αὐτοτελεῖς ἑνάδας ἐξῃρημένας τῶν μετεχόντων, τὰς δὲ ὡς ἑνώσεις ἄλλων οὔσας τῶν κατ’ αὐτὰς ἡνωμένων καὶ ἐν οἷς εἰσι. Πᾶσαν οὖν τὴν δευτέραν ὑπόθεσιν ἐκφαίνειν ἡμῖν ἑνάδων πλῆθος αὐτοτελῶν, ὧν ἐξήρτηται ταῦτα περὶ ὧν διδάσκει ἡμᾶς ἡ δευτέρα ὑπόθεσις, τὰς ἰδιότητας αὐτῶν διὰ τούτων, ὁποῖαι δή τινές εἰσιν, ἡμῖν ἐμφανίζουσα πάσας ἐφεξῆς. |
| in Prm 1063 [10] | Εἰ δὲ τοῦτο ἀληθὲς, δεῖ σκοπεῖν ἕκαστα τῶν συμπερασμάτων ποίαις προσήκει τάξεσι θείαις, καὶ οὕτω δὴ κατ’ ἄρθρα ποιεῖσθαι τὴν τῆς δευτέρας ὑποθέσεως διαίρεσιν. Τήν γε μὴν τρίτην οὐχ ἁπλῶς εἶναι καὶ περὶ πάσης ψυχῆς, ἀλλ’ ὅση μετὰ τὴν θείαν προελήλυθε· πᾶσαν γὰρ τὴν θείαν ἐν τῇ δευτέρᾳ περιέχεσθαι. Σαφῶς γὰρ ἐν ἐκείνῃ καὶ αὐτὸς ὁ Πλάτων εἴρηκεν ὅτι ἄρα τὸ ἓν καὶ χρόνου μετέχει· τὸ δὲ χρόνου μετέχειν ψυχαῖς προσήκει πρώταις, καὶ οὐ ταῖς νοεραῖς οὐσίαις, παρ’ αἷς οὔτε τὸ ἦν οὔτε τὸ ἔσται, ἀλλὰ μόνον τὸ ἔστι τὸ αἰώνιον. Διῃρημένης οὖν τῆς ὅλης οὐσίας εἴς τε τὴν ἐκθεουμένην καὶ τὴν καθ’ αὑτὴν ὁρωμένην, πᾶσαν ἁπλῶς τὴν ἐκθεουμένην ἐν τῇ δευτέρᾳ παραδίδοσθαι τῶν ὑποθέσεων, εἴτε νοητὴν, εἴτε νοερὰν, εἴτε ψυχικὴν ὑπάρχουσαν· ὥστε, εἴπερ ἐθέλεις καὶ κατ’ αὐτὴν τὴν θεωρίαν ἀκοῦσαι τὰς ὑποθέσεις ἑξῆς ὅπως διετάχθησαν, τὴν μὲν πρώτην ὑπόθεσιν τίθει περὶ τοῦ ἑνὸς εἶναι θεοῦ, πῶς γεννᾷ καὶ διακοσμεῖ πάσας τὰς τάξεις τῶν θεῶν· τὴν δὲ δευτέραν περὶ τῶν θείων τάξεων πασῶν, πῶς προεληλύθασιν ἀπὸ τοῦ ἑνὸς καὶ τῆς συνεζευγμένης ἑκάσταις οὐσίαις· τὴν δὲ τρίτην περὶ τῶν ψυχῶν τῶν ὁμοιουμένων μὲν θεοῖς, οὐσίαν δὲ ἐκθεουμένην οὐ κληρωσαμένων· τὴν δὲ τετάρτην περὶ τῶν ἐνύλων, πῶς παράγεται κατὰ ποίας τάξεις ἀπὸ τῶν θεῶν· τὴν δὲ πέμπτην περὶ ὕλης, ὅπως ἀμέτοχός ἐστι τῶν εἰδητικῶν ἑνάδων, ἄνωθεν ἀπὸ τῆς ὑπερουσίου καὶ μιᾶς μονάδος λαχοῦσα τὴν ὑπόστασιν· μέχρι γὰρ τῆς ὕλης τὸ ἓν καὶ ἡ τοῦ ἑνὸς ἥκει ἔλλαμψις φωτίζουσα καὶ τὸ ταύτης ἀόριστον. |
| in Prm 1064 [10] | Ταῦτα μὲν οὖν κοινῇ προειρήσθω μοι περὶ τῶν ὑποθέσεων· δεῖ δὲ καὶ περὶ ἑκάστης χωρὶς ἀποδοῦναι τοὺς οἰκείους λόγους. Ἀρκτέον οὖν ἡμῖν πάλιν ἀπὸ τῆς ἀρχῆς τῶν λέξεων τῆς πρώτης ὑποθέσεως, καὶ θεωρητέον τὸν ἴδιον περὶ αὐτῆς λόγον· Εἶεν δ ὴ , φάνα ι · εἰ ἓν ἔστι ν , ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕ ν ; — Πῶς γὰρ ἄ ν; (P. 137 C.) Πρῶτον εἰπεῖν χρὴ τίς ὁ τῆς πρώτης ὑποθέσεως σκοπός· ἆρα περὶ θεοῦ μόνον, ἢ περὶ θεοῦ καὶ περὶ θεῶν, καθάπερ λέγουσί τινες; Ὅτι μὲν γὰρ περὶ πράγματος ὕπαρξιν ἔχοντος ὁ λόγος, καὶ οὐχ, ὥσπερ ὑπέλαβόν τινες, ἀνυπόστατόν ἐστι τοῦτο μόνως ἓν, καὶ ἀδύνατον συνάγει ἡ ὑπόθεσις· εἰ καὶ μαρτύρονται τὸ πρὸς τῷ τέλει τῆς ὑποθέσεως εἰρημένον, Ἢ οὐ δυνατὰ ταῦτα περὶ τὸ ἕν (ἐκεῖνο μὲν γὰρ ἀφ’ ἧς εἴρηται διανοίας ἐκεῖ, ῥηθήσεται παρ’ ἡμῶν)· ὅτι δὲ, ὥσπερ ἔφην, οὐκ ἀνυπόστατον τοῦτο οὗ πάντα ἀποφάσκει νῦν ὁ λόγος, δῆλον. |
| in Prm 1065 [30] | Πᾶν γὰρ ὅσον ἀδύνατόν τι συμπέρασμα λίαν συνημμένον δείκνυται ὂν, διὰ τὴν ὑπόθεσιν δείκνυσι τὸ ἀδύνατον ἢ διὰ τὴν ἀκολουθίαν· ἀμφοῖν δὲ ὄντοιν τούτοιν δυνατοῖν, καὶ τὸ δεικνύμενον δυνατόν· ἀλλὰ μὴν καὶ ἡ ὑπόθεσις ἀληθὴς εἶναι τὸ ἕν. Δηλοῖ δὲ καὶ ὁ Ἐλεάτης ξένος, ὡς εἰς ἄτοπον ἁπάντων τὸ μὴ εἶναι τὸ ἓν, τοῦτο τὸ ἓν πεπονθότος μόνου ὑφεστῶτος πανταχοῦ τοῦ ὡς ἀληθῶς προϋπάρχοντος· καὶ γὰρ αὖ καὶ ὡρίσατο ἐκεῖ τὸ ὡς ἀληθῶς εἶναι ἓν πάντως ἀμερές· τοῦτο δέ ἐστι τὸ ἐν τῇ ὑποθέσει ταύτῃ πρῶτον δεικνύμενον, τὸ ἓν μὴ ἔχειν μέρη, καὶ τούτῳ πάντα ἑξῆς ἕπεται τὰ λοιπὰ συμπεράσματα ἐξ ἀναγκαίων δεικνύμενα λημμάτων. Εἰ οὖν ἀνάγκη εἶναι τὸ ὡς ἀληθῶς ἓν (καὶ γὰρ πάντα τἄλλα ἐστὶν ἀληθῶς), πρὸ τῶν ἀληθῶς· γελοῖον γοῦν ἀνύπαρκτον φάναι τὸ ἀληθῶς· τὸ δὲ ἀληθῶς ἕν ἐστι τὸ ἀμερές· τοῦτο δὲ τὸ [ἓν] ἐν τῇ πρώτῃ ὑποθέσει δεικνύμενον ἐπέκεινα πάντων, εἴπερ τῷ μέρη μὴ ἔχειν ἕπεται πάντα δι’ ὧν δείκνυται πρὸ πάντων τὸ ἕν. Ἀνάγκη δήπου πάντως εἶναι τοῦτο τὸ ἓν, οὗ πάντα ἀποφάσκεται· καὶ γὰρ αὐτό ἐστιν ἀναγκαίως, εἴπερ ἀληθῶς ἐστιν ἓν τὸ ἀμερές· τοιοῦτον γὰρ, ὡς ἐν Σοφιστῇ λέλεκται, τὸ ἀληθῶς ἓν, οἷον καὶ ἐνταῦθα δέδεικται τὸ ἕν. |
| in Prm 1066 [15] | Δῆλοι οὖν καὶ ἡ ἀκολουθία τῶν συνημμένων ἀναγκαία οὖσα· πάντα ἄρα δείκνυται δι’ αὐτῆς περί τι τῶν ὕπαρξιν ἐχόντων. Εἰ οὖν ὑφεστώς τί ἐστι περὶ οὗ ὁ λόγος, πάλιν ὅτι μὲν οὐχὶ οὐσιῶδές ἐστι, δῆλον· καὶ γὰρ αὐτὴν ἀποφήσει τοῦ ἑνὸς τὴν οὐσίαν. Λείπεται οὖν ἢ τῶν μετὰ τὴν οὐσίαν εἶναι τοῦτο πάντως, οἷον γένεσιν ἢ ὕλην, ἢ τῶν ὑπὲρ τὴν οὐσίαν, ἀλλὰ μὴν οὐχὶ τῶν μετὰ τὴν οὐσίαν (πᾶν γὰρ τὸ τοιοῦτον μετέχει χρόνου ὡς γένεσις· τοῦ δὲ ἑνὸς ἀποφάσκει αὐτὸ καὶ τοῦτο τὸ χρόνου μετέχειν)· καὶ ἔστι πως ὡς ἡ ὕλη· τοῦτο δὲ οὐδὲ εἶναι δείκνυσιν· ὑπὲρ τὴν οὐσίαν ἄρα ἐστὶ τοῦτο, περὶ οὗ αἱ ἀποδείξεις εἰσὶ κατὰ τὴν πρώτην ὑπόθεσιν. Ἀνάγκη τοίνυν, εἴπερ μόνον καὶ ἅπαν τὸ θεῖον ὑπὲρ οὐσίαν ἐστὶν, ἢ περὶ τοῦ πρώτου θεοῦ μόνον εἶναι τὸν παρόντα λόγον, ὃς δὴ μόνος ἐστὶν ὑπὲρ οὐσίαν, ἢ περὶ πάντων θεῶν καὶ τῶν μετ’ ἐκεῖνον, ὥσπερ ἀξιοῦσί τινες τῶν ἡμῖν αἰδοίων. Ἐπειδὴ γὰρ πᾶς θεὸς, καθὸ θεὸς, ἑνάς ἐστι (τοῦτο γάρ ἐστι τὸ πάσης οὐσίας ἐκθεωτικὸν, τὸ ἕν)· διὰ δὴ τοῦτο συνάπτειν ἀξιοῦσι τῇ περὶ θεοῦ τοῦ πρώτου θεωρίᾳ τὴν περὶ θεῶν ἁπάντων ὑφήγησιν· πάντες γάρ εἰσιν ἑνάδες ὑπερούσιοι, καὶ τοῦ πλήθους τῶν ὄντων ὑπερανέχουσαι, καὶ ἀκρότητες τῶν οὐσιῶν. Ἀλλ’ εἰ μὲν ὡσαύτως τήν τε πρωτίστην αἰτίαν ἓν λέγομεν καὶ τοὺς ἄλλους θεοὺς, ἔδει μίαν αὐτοῖς ὑπόθεσιν ἀποκληροῦν· οὐδὲν γὰρ ἂν ἄλλο μᾶλλον περὶ τοῦ πρώτως ἑνὸς ἢ τῶν λοιπῶν ἑνάδων φαμὲν αὐτὸν ποιεῖσθαι τὸν λόγον. Εἰ δὲ τὸ μὲν πρώτιστον ἓν, ὡς δοκεῖ που καὶ αὐτοῖς μάλιστα, πάντων μόνως ἐστι, καὶ ἀσύντακτον πρὸς τὰ ἄλλα πάντα, καὶ ἀμέθεκτον, φασὶν, αὑτὸ ἁρπᾶσαν πρὸς τῶν ὅλων, καὶ ἄγνωστον τοῖς πᾶσιν ἐξῃρημένον, ἑκάστη δὲ τῶν ἄλλων ἑνάδων μεθεκτή πώς ἐστι, καὶ οὐ μόνον ἑνὰς, ἀλλὰ καὶ πλήθους οἰκείου μετέχουσα, καὶ οὐσίας ἢ νοητῆς ἢ νοερᾶς ἢ ψυχικῆς ἢ καὶ σωματικῆς· μέχρι γὰρ ταύτης πρόεισιν ἡ μέθεξις· τί χρὴ τὸ μὴ συναριθμούμενον τοῖς οὖσιν ἓν, μηδὲ συνταττόμενον ὅλως τοῖς πολλοῖς, εἰς μίαν ὑπόθεσιν ἀναφέρειν ταῖς μετεχομέναις μὲν ἀπὸ τῶν ὄντων, συνεκτικαῖς δὲ τῶν πολλῶν ἑνάσιν; Οὐδὲ γὰρ περὶ ψυχῆς τῆς τε ἀμεθέκτου καὶ τῆς μεθεκτῆς ὁ αὐτὸς λόγος· οὐδὲ τῆς μεθεκτῆς ἰδιότητες ἐφαρμόσειαν ἄν ποτε τῇ ἀμεθέκτῳ, οὐδὲ αἱ τῆς κρείττονος ταῖς τῆς καταδεεστέρας· οὐδὲ γὰρ ἂν ἡ μὲν ἐξῄρητο τῶν πολλῶν αὐτὴ καθ’ αὑτὴν, ἡ δὲ συνετάττετο τῷ πλήθει τῶν ψυχῶν. |
| in Prm 1067 [35] | Ἀλλ’ οὐδὲ νοῦν τὸν ἀμέθεκτον συναριθμεῖν χρὴ τοῖς πολλοῖς, οὐδὲ αἱ αὐταὶ πάντων ἰδιότητες· οὐδὲ γὰρ ἂν ὁ μὲν μονάδος ἐπεῖχε λόγον, οἱ δὲ ἀριθμοῦ περὶ τὴν μονάδα ταύτην ὑφεστηκότος. Εἰ δὲ καὶ τοὺς τρεῖς βασιλέας τοὺς ἐν Ἐπιστολαῖς διὰ τοῦ δευτέρου εἶναι τοῦ ἑνὸς ἀξιοῦσιν οἱ τούτων πατέρες τῶν περὶ τῆς πρώτης ὑποθέσεως λόγων (ὥσπερ οὖν ἀξιοῦσιν ἐν τοῖς περὶ αὐτῶν λόγοις οἱ τὴν πρώτην ὑπόθεσιν οὐ μόνον εἶναι περὶ θεοῦ λέγοντες, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς θεῶν, ἵνα μὴ οὖν συναριθμῆται τὸ ἓν τοῖς δευτέροις, κρεῖττον ὑπάρχον ἁπάσης πρὸς τὰ μετ’ αὐτοῦ συναριθμήσεως καὶ οὐδενὶ συντάττεσθαι δυνάμενον· ταῦτα γοῦν γράφουσι περὶ τῆς τοῦ Πλάτωνος θεολογίας), πῶς ἔτι κατὰ μίαν ὑπόθεσιν θεὸν καὶ θεοὺς τάξομεν, καὶ τὰς αὐτὰς ἀποφάσεις ὁμοίως τοῖς πᾶσιν ἐφαρμόσομεν; Ἔστω μὲν γὰρ καὶ πᾶς θεὸς ἕν· ἀλλ’ οὐχ οὕτως χωριστὸν ἐν αὐτῷ τὸ ἓν, οὐδὲ οὕτως ἄγνωστον, οὐδ’ οὕτως ἀπερίγραφον, ὡς αὐτὸ τὸ πρώτιστον ἕν. |
| in Prm 1068 [5] | Εἰ δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐπὶ τέλει τῆς πρώτης ὑποθέσεως οὐδὲ οὐσίας καὶ τοῦ εἶναί φησι μετέχειν τὸ ἓν, οὐδὲ εἶναι ἓν τὸ ὑπὸ οὐσίας τινὸς μετεχόμενον, πῶς ἐστι τοῦτο ταῖς ἄλλαις ἑνάσιν ἐφαρμόσαι δυνατόν; πᾶσαι γὰρ ὑπὸ οὐσιῶν μετέχονται. Καθάπερ οὖν εἴ τις μηδενὶ σώματι χρῆσθαι τὴν ψυχὴν ἔλεγεν, οὐ περὶ πάσης ἂν ἐποιεῖτο ψυχῆς τὸν λόγον, ἀλλὰ περὶ τῆς ἀμεθέκτου μόνης· καὶ εἰ μηδὲ ὅλως μετέχεσθαι τὸν νοῦν ὑπὸ ψυχῆς, μόνον ἂν ἔλεγεν νοῦν τὸν ἀμέθεκτον· κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ τὸ ἓν ὑπερούσιον παντελῶς τιθέμενος πάσης οὐσίας καὶ τοῦ εἶναι παντὸς ἐξῃρημένον, μόνον τὸ πρώτιστον ἓν λέγει καὶ ἀμέθεκτον, ἀλλ’ οὐ πᾶν τὸ ὁπωσοῦν ἕν. Εἰ δὲ δὴ καὶ τοῦ ἑνὸς ἐπέκεινα καὶ τῆς οὐσίας αὐτός φησιν εἶναι τὸ ἓν (οὐδὲ γὰρ τοῦτο κυρίως ἐπονομάζεσθαι), πῶς ἂν ἐπὶ τῶν μετὰ τὸ πρῶτον ἑνάδων ἐπαληθεύσειε; τὸ γὰρ ὑπὸ πλήθους μετεχόμενον ἓν καὶ τὸ τοῖς οὖσι συνὸν οὐκ ἔστι κρεῖττον καὶ τοῦ ἓν ὀνομάζεσθαι παντελῶς, ὃ μηδὲ ἁπλῶς ἐξήρτηται τοῦ ὄντος· ὅμοιον ὡς εἴ τις καὶ τὴν ψυχὴν τοῖς σώμασι κοινωνήσασαν κρείττονα ἔλεγεν εἶναι ψυχῆς. Εἰ δὲ καὶ πᾶν τὸ πλῆθος τῶν θεῶν καὶ πᾶν τὸ ἓν τὸ μετεχόμενον ὑπὸ τοῦ ὄντος ἔχομεν ἐν τῇ δευτέρᾳ παραδεδομένον ὑποθέσει, τοῦτο ἐκεῖνο, ὅπερ ζητοῦντες συνωθοῦσι τὸν περὶ θεῶν λόγον εἰς τὴν πρώτην ὑπόθεσιν, τί χρὴ ταράττειν ἐνταῦθα τὸν λόγον, τοῖς περὶ τοῦ πρώτου σκέμμασι προστιθέντα τὴν περὶ τοῦ πλήθους τῶν θεῶν ἐξήγησιν; Τί γὰρ ἄλλο ἐστὶ τὸ ἓν ἐκεῖνο τὸ τῷ ὄντι συντεταγμένον καὶ μετὰ τοῦ ὄντος προϊὸν, ἢ τὸ πλῆθος τῶν θεῶν, τὸ πάσης ἐκθεωτικὸν τῆς τοῦ ὄντος ὑποστάσεως καὶ παντὸς τοῦ οὐσιώδους πλήθους συνεκτικόν; Πᾶσα γὰρ θεία οὐσία ταῖς ἑνάσιν ὑπέστρωται τῶν θεῶν, καὶ πᾶν τὸ μεθεκτὸν ἓν οὐσίας ἐστὶν ἑνωτικὸν νοητῆς ἢ νοερᾶς ἢ πρὸς ταύτῃ καὶ ψυχικῆς ἢ σωματοειδοῦς, καὶ οὐδὲν ἄλλο ἐστὶν ἕκαστος τῶν θεῶν ἢ τὸ μετεχόμενον ἕν. |
| in Prm 1069 [10] | Ὡς γὰρ ὁ κυρίως ἄνθρωπος κατὰ ψυχὴν, οὕτως ὁ κυρίως θεὸς κατὰ τὸ ἕν· ἑκάτερον γὰρ κυριώτατον τῶν συμπληρούντων ἑκάτερον· κατὰ δὲ τὸ κυριώτατον ἕκαστον ὑφέστηκε τῶν πάντων. Ἀναγκαῖον ἄρα τὴν πρώτην ὑπόθεσιν περὶ θεοῦ μόνον εἶναι, καθόσον ἐστὶ γεννητικὸς οὗτος τῶν πολλῶν θεῶν, αὐτὸς ἐξῃρημένος τοῦ πλήθους καὶ ἀσύντακτος ὢν πρὸς τοὺς ἀπ’ αὐτοῦ προεληλυθότας. Διὸ καὶ πάντα ἀποφάσκεται τούτου τοῦ ἑνὸς, ὡς πάντων ὑπεριδρυμένου καὶ ἀπὸ πάντων ἐξῃρημένου, καὶ πάσας μὲν παράγοντος τὰς τῶν θεῶν ἰδιότητας, αὐτοῦ δὲ ἀπεριορίστου καὶ ἀπεριγράφου τοῖς πᾶσιν ὑπάρχοντος· οὐ γάρ τι ἕν ἐστιν, ἀλλ’ ἁπλῶς ἕν· καὶ οὐδὲ νοητὸν ἢ νοερὸν, ἀλλ’ ὑποστατικὸν καὶ τῶν νοητῶν καὶ τῶν νοερῶν ἑνάδων. Πάσης γὰρ ἀρχικῆς τάξεως προηγεῖσθαι χρὴ πρὸ τοῦ μετεχομένου πλήθους τὸ ἀμέθεκτον αὐτῶν καὶ πρωτουργὸν εἶδος, εἰ καὶ εἴδους κρεῖττον αἴτιον· οὕτω πω καὶ πρὸ τῶν ἐνύλων εἰδῶν ἔστι τὰ ἄϋλα, καὶ πρὸ τῆς ἐν ἄλλῳ γενομένης ζωῆς ἡ χωριστὴ καὶ ἑαυτῆς οὖσα καὶ ἀμιγὴς, καὶ πανταχοῦ τῶν ἄλλου γεγονότων προηγεῖται τὰ ἐν αὑτοῖς ὑφεστηκότα· καὶ τῶν πολλῶν ἄρα ψυχῶν καὶ τὰ σώματα κατανειμαμένων ἡγεῖται κατ’ οὐσίαν ἡ ἀμέθεκτος ψυχὴ, τὸν ὑπερουράνιον τόπον ἐπιστρεφομένη· καὶ τῶν πολλῶν νόων ὁ εἷς ἀμέθεκτος νοῦς, ὁ χωριστὸς καὶ ἐν ἑαυτῷ διαιωνίως ἱδρυμένος καὶ συνέχων ἄνωθεν πᾶσαν τὴν νοερὰν οὐσίαν· καὶ τῶν πολλῶν ὄντων τὸ πρώτιστον ὑπερήπλωται νοητὸν, τὸ ἄμικτον καὶ καθ’ ἑαυτὸ μονοειδῶς ὑφεστηκός· ἄλλο γὰρ τὸ ἐν ἑκάστῳ νῷ νοητὸν, καὶ ἄλλο τὸ ἐφ’ ἑαυτοῦ προϊδρυμένον, καὶ τοῦτο μὲν μόνως νοητὸν, ἐκεῖνο δὲ ὡς ἐν νοεροῖς νοητόν. |
| in Prm 1070 [30] | Καὶ τῶν πολλῶν ἄρα καὶ μετεχομένων ἑνάδων ἐπέκεινα τὸ ἀμέθεκτόν ἐστιν ἓν, πάντων, ὥσπερ εἴρηται, τῶν θείων διακόσμων ἐξῃρημένον. Πολλοῦ ἄρα δεήσομεν ἡμεῖς τοῦ νοητοῦ τὴν ἀκρότητα λέγειν τὸν θεὸν τὸν πρῶτον, ὥσπερ ἀκούω τινῶν ἐν θεολογίᾳ πρωτευσάντων, καὶ τὸν ἐκεῖ πατέρα ποιεῖν τῷ πάντων αἰτίῳ τὸν αὐτόν· οὗτος μὲν γὰρ ἑνάς ἐστι μεθεκτή· νοητὸς γοῦν λέγεται πατὴρ καὶ ἡ τῶν νοητῶν ἀκρότης, καὶ εἰ παντὸς τοῦ νοητοῦ συνεκτικὸς, ἀλλὰ πατήρ· ὁ δὲ πρῶτος θεὸς διὰ τῆς πρώτης ὑποθέσεως ὑμνούμενος οὔτε πατὴρ, ἀλλὰ κρείττων καὶ πάσης τῆς πατρικῆς θεότητος. Ἐκεῖνος μὲν γὰρ ἀντιδιῄρηται πρὸς τὴν δύναμιν καὶ τὸν νοῦν, ὧν λέγεται πατὴρ, καὶ συμπληροῖ τριάδα μίαν μετ’ ἐκείνων· οὗτος δὲ ὁ πρῶτος ὄντως θεὸς ἐξῄρηται πάσης πρὸς πάντα καὶ ἀντιδιαιρέσεως καὶ συντάξεως, οὔτε πολλῷ πλέον νοητὸς πατήρ. Οὐδενὸς γάρ ἐστι τῶν δευτέρων, οὐδὲ μεθεκτὸς ὅλος ἐστὶν, οὔτ’ ὢν ὑπὸ νοερὰν οὔτε ὑπὸ νοητὴν οὐσίαν, ἀλλ’ ὑπερήνωται μὲν πασῶν τῶν μετεχομένων ἑνάδων, ὑπερήρπασται δὲ πασῶν τῶν τοῦ ὄντος προόδων. |
| in Prm 1071 [15] | Σκοπὸς μὲν οὗτος ἡμῖν νοείσθω τῆς πρώτης ὑποθέσεως, ἀναδραμεῖν ἀπὸ τοῦ ἑνὸς ὄντος ἐπ’ αὐτὸ τὸ ἓν ὡς ἀληθῶς, καὶ θεωρῆσαι πῶς ἐξῄρηται τῶν ὅλων ἐκεῖνος, καὶ πῶς οὐδενὶ συναριθμεῖται τῶν θείων διακόσμων. Δεύτερον δὲ ἐπὶ τούτων κατίδωμεν, ποῖος τρόπος ἁρμόσει τῶν λόγων πρὸς τὴν τοιαύτην θεωρίαν, καὶ πῶς ἂν πρεπόντως ἀντιλαβοίμεθα τῆς τῶν προκειμένων ἐξηγήσεως, καὶ λογικῶς, φαίην ἂν ἐγὼ, καὶ νοερῶς ὁμοῦ καὶ θείως ἐνεργῆσαι δυνηθείημεν, ἵνα καὶ τὴν ἀποδεικτικὴν τοῦ Παρμενίδου δύναμιν ἑλεῖν δυνηθῶμεν, καὶ ταῖς ἐπιβολαῖς αὐτοῦ ταῖς τοῦ ὄντος ὄντως ἐχομέναις παρακολουθήσωμεν, καὶ πρὸς τὴν ἄῤῥητον καὶ ἀπερίληπτον τοῦ ἑνὸς συναίσθησιν ἐνθεαστικῶς ἀναδράμωμεν. Ἔχομεν γὰρ δὴ καὶ ἡμεῖς, ἅτε κατὰ ψυχὰς τεταγμένοι, τῶν πρωτίστων αἰτιῶν εἰκόνας, καὶ μετέχομεν τῆς τε ὅλης ψυχῆς καὶ τοῦ νοεροῦ πλάτους καὶ τῆς θείας ἑνάδος· καὶ δεῖ τὰς ἐν ἡμῖν ἐκείνων δυνάμεις ἀνεγείρειν πρὸς τὴν ἀντίληψιν τῶν προκειμένων. Ἢ πῶς ἐγγυτέρω τοῦ ἑνὸς ἐσόμεθα, μὴ τὸ ἓν τῆς ψυχῆς ἀνεγείραντες, ὅ ἐστιν ἐν ἡμῖν οἷον εἰκὼν τοῦ ἑνὸς, καθὸ καὶ μάλιστα τὸν ἐνθουσιασμὸν γίνεσθαί φασιν οἱ ἀκριβέστεροι τῶν λόγων; Πῶς δ’ ἂν τὸ ἓν αὐτὸ τοῦτο καὶ τὸ ἄνθος τῆς ψυχῆς ἀναλάμψαι ποιήσαιμεν, εἰ μὴ κατὰ νοῦν πρότερον ἐνεργήσαιμεν; Ἡ γὰρ κατὰ νοῦν ἐνέργεια πρὸς τὴν ἤρεμον κατάστασιν καὶ ἐνέργειαν ἄγει τὴν ψυχήν. Πῶς δ’ ἂν τῆς νοερᾶς ἐνεργείας τελείως τύχοιμεν, μὴ διὰ τῶν λογικῶν ἐπιβολῶν πορευθέντες καὶ πρὸ τῶν ἁπλουστέρων νοήσεων συνθετωτέραις χρησάμενοι; Δεῖ τοίνυν ἀποδεικτικῆς μὲν δυνάμεως ἐν ταῖς προσλήψεσι, νοερᾶς δὲ ἐνεργείας ἐν ταῖς τοῦ ὄντος διερευνήσεσιν (αἱ γὰρ τοῦ ὄντος τάξεις ἀποφάσκονται τοῦ ἑνὸς), ἐνθεαστικῆς δὲ ὁρμῆς ἐν τῇ συναισθήσει τοῦ πάντων ἐξῃρημένου τῶν ὄντων, ἵνα μὴ λάθωμεν ἐκ τῶν ἀποφάσεων εἰς τὸ μὴ ὂν καὶ τὴν ἀφάνειαν αὐτοῦ διὰ τῆς ἀορίστου φαντασίας ἀπωσθέντες, ἀλλὰ τὸ ἐν ἡμῖν ἓν ἀνεγείραντες καὶ ἀναθάλψαντες διὰ τούτου τὴν ψυχὴν συνάψωμεν πρὸς αὐτὸ τὸ ἓν, καὶ οἷον ὁρμίσωμεν ὑπὲρ πᾶν τὸ ἐν ἑαυτοῖς νοητὸν στάντες καὶ πᾶσαν ἄλλην ἡμῶν ἐνέργειαν ἀφελόντες, ἵνα ἐκείνῳ μόνῳ συγγενώμεθα καὶ ἐκεῖνο περιχορεύσωμεν, ἀπολιπόντες τὰς περὶ τὰς δευτέρας στρεφομένας τῆς ψυχῆς νοήσεις. |
| in Prm 1072 [35] | Ὁ μὲν οὖν τρόπος τῶν λόγων τοιοῦτος ἡμῖν ἔστω, λογικὸς, νοερὸς, ἐνθεαστικός· οὕτω γὰρ ἄν τις τῆς προκειμένης ὑποθέσεως ἀντιλάβοιτο δεόντως. Σκεπτέον τρίτον ἄλλο τίνες αἱ ἀποφάσεις αὗται, καὶ πότερον κρείττους εἰσὶ τῶν καταφάσεων ἢ χείρους. Δοκεῖ γὰρ πᾶσιν ἡ κατάφασις σεμνοτέρα τῆς ἀποφάσεως εἶναι· στέρησις γὰρ ἡ ἀπόφασις· ἡ δὲ κατάφασις, φασὶν, εἴδους παρουσία καὶ ἕξις τίς ἐστιν. Ἀλλὰ τοῖς μὲν εἴδεσι καὶ τοῖς εἰδοπεποιημένοις προτιμοτέρα τῆς ἀποφάσεως ἡ κατάφασις· αὐτὸ γὰρ τοῦτο δεῖ τοῖς εἴδεσιν ὑπάρχειν, τὴν ἑαυτῶν ἕξιν καὶ τὴν τῆς στερήσεως φυγήν. Καὶ ὅλως τοῖς οὖσι καὶ τὸ εἶναι τοῦ μὴ εἶναι, καὶ ἡ κατάφασις οἰκειοτέρα τῆς ἀποφάσεώς ἐστι· τὸ μὲν γὰρ ὂν τῆς καταφάσεώς ἐστι παράδειγμα, τὸ δὲ μὴ ὂν τῆς ἀποφάσεως. Ὅπως δὲ αὐτὸς ἐν Σοφιστῇ τὸ μὴ ὂν ἔφατο πρὸς τὸ ὂν ἔχειν, οὐκ ἄδηλον, καὶ ὅτι κρεῖττον τὸ ὄν· οὗπερ, ἔλαττον μὲν γὰρ οὐδὲ τὸ μὴ ὂν εἶναί φησιν ἢ τὸ ὂν, ἀλλὰ προσθεὶς τὸ, εἰ θέμις εἰπεῖ ν, ἐδήλωσε τὴν τοῦ ὄντος ὑπεροχήν. Ἐν πᾶσιν ἄρα τοῖς οὖσι κρείττων ἡ κατάφασις ἁπλῶς τῆς ἀποφάσεως. |
| in Prm 1073 [35] | Ἐπειδὴ δὲ πολλαχῶς τὸ μὴ ὂν, τὸ μὲν ὡς κρεῖττον τοῦ ὄντος, τὸ δὲ ὡς τῷ ὄντι συνταττόμενον, τὸ δὲ ὡς στέρησις τοῦ ὄντος· δῆλον δήπουθεν ὅτι τριττὰ καὶ ἀποφάσεων εἴδη θεωρήσομεν, τὸ μὲν ὑπὲρ τὴν κατάφασιν, τὸ δὲ καταφάσεως λειπόμενον, τὸ δὲ παρισούμενόν πως πρὸς τὴν κατάφασιν. Οὐκ ἄρα μονοειδῶς ἡ κατάφασις ἀεὶ τῆς ἀποφάσεως κρείττων, ἀλλ’ ἔστιν ὅπου καὶ τὴν δευτέραν ἔλαχε τάξιν, ὅταν ἡ ἀπόφασις ἐκεῖνο λέγῃ τὸ μὴ ὂν ὅ ἐστιν ἐπέκεινα τοῦ ὄντος. Ἀλλ’ ἐπειδὴ διττὸν καὶ τοῦτο τὸ μὴ ὂν, τὸ μὲν ὑπὸ τοῦ ὄντος κατεχόμενον, τὸ δὲ οὐδενὶ τῶν ὄντων συναριθμούμενον· δῆλον ὡς ἐπὶ τούτου κυρίως οὔτε κατάφασις ἁρμόσειεν ἂν οὔτε ἀπόφασις, ἐπ’ ἐκείνου δὲ μᾶλλον ἡ ἀπόφασις, ἔτι καὶ ἡ κατάφασις καθόσον τῷ ὄντι κεκοινώνηκεν. Ἀλλ’ εἰ καὶ μηδεὶς ἐπὶ ἐκείνου κυρίως λόγος ἀληθὴς (λέγω δὴ τοῦ ἀσυντάκτου πρὸς τὸ ὂν), κυριώτερον ἂν ἡ ἀπόφασις ἐπ’ αὐτοῦ ῥηθείη τῆς καταφάσεως. Ὡς γὰρ ἐπὶ τῶν ὄντων αἱ καταφάσεις, αἱ ἀποφάσεις ἐπὶ τοῦ μὴ ὄντος· ὅλως γὰρ ἡ κατάφασις εἴδους θέλει δράττεσθαί τινος, καὶ ὅταν ἡ ψυχὴ ἄλλῳ ἄλλο λέγῃ παρεῖναι καὶ ποιῇ κατάφασιν, τίθησι τῶν ἑαυτῇ συγγενῶν. Τὸ δὲ πρῶτον ὑπὲρ εἶδός ἐστι, καὶ οὐδὲν αὐτῷ προσήκει τῶν ἐν τοῖς δευτέροις προσάγειν, οὐδὲ τὰ ἐν ἡμῖν οἰκεῖα μεταφέρειν ἐπ’ αὐτό· λήσομεν γὰρ ἑαυτοὺς καὶ οὐκ ἐκεῖνο λέγοντες. Οὐκ ἄρα καταφάσεσιν ἐπ’ αὐτοῦ χρησόμεθα δεόντως, ἀλλὰ μᾶλλον ταῖς τῶν δευτέρων ἀποφάσεσι. Καὶ γὰρ αἱ μὲν καταφάσεις γινώσκειν τι σπεύδουσιν ἄλλο ἄλλῳ ὑπάρχον· τὸ δὲ πρῶτον καὶ ἄγνωστόν ἐστι ταῖς συμφύλοις πρὸς τὰ ὄντα γνώσεσι, καὶ οὐκ ἔστιν αὐτῷ τι λαβεῖν ὡς ὑπάρχον, ἀλλὰ μᾶλλον ὡς μὴ ὑπάρχον· συνθέσεως γὰρ πάσης ἐξῄρηται καὶ μεθέξεως. |
| in Prm 1074 [35] | Καίτοι πρὸς τούτοις, αἱ μὲν καταφάσεις ὡρισμένον τι δηλοῦσιν, αἱ δὲ ἀποφάσεις ἀόριστον ἔχουσι δύναμιν· τὸ γὰρ οὐκ ἄνθρωπος ἀπειρότερόν ἐστι τοῦ ἄνθρωπος. Τὴν οὖν ἀπερίληπτον καὶ ἀπεριόριστον τοῦ ἑνὸς αἰτίαν οἰκειότερόν ἐστιν ἐνδείκνυσθαι διὰ τῶν ἀποφάσεων· ἀποτεμαχίζουσι γὰρ αἱ καταφάσεις τὰ ὄντα, ἀναπλωτικαὶ δέ εἰσιν αἱ ἀποφάσεις ἀπὸ τῶν περιγεγραμμένων ἐπὶ τὸ ἀπερίγραφον καὶ ἀπὸ τῶν διῃρημένων ὅροις οἰκείοις ἐπὶ τὸ ἀόριστον. Πῶς οὖν οὐχ αὗται μᾶλλον πρέπουσι τῇ θεωρίᾳ τοῦ ἑνός; τὴν γὰρ ἀπερίληπτον αὐτοῦ καὶ ἄληπτον καὶ ἄγνωστον ταῖς μερικαῖς ἐπιβολαῖς δύναμιν, εἰ θέμις εἰπεῖν, διὰ τούτων ἐνδείκνυσθαι μόνον δυνατόν. Κρείττους ἄρα τῶν καταφάσεων αἱ ἀποφάσεις, καὶ πρέπουσαι τοῖς ἀναγομένοις ἀπὸ τοῦ μερικοῦ πρὸς τὸ ὅλον καὶ ἀπὸ τοῦ κατατεταγμένου πρὸς τὸ ἀκατάτακτον καὶ ἀπὸ τοῦ τετεμαχισμένου τῆς γνώσεως εἴδους ἐπὶ τὸ ἀπεριόριστον καὶ ἑνιαῖον καὶ ἁπλοῦν τῆς ἐνεργείας εἶδος. Πῶς οὖν αὗται καὶ τίνα τρόπον ἐπὶ τῆς πρώτης αἰτίας ἁρμόσουσι, τέταρτον νοήσωμεν. Οὐχ οὕτω φαίην ἂν ὡς ἐπὶ τῶν δεκτικῶν μὲν τῆς καταφάσεως, οὐ μέντοι δεδεγμένων, οἷον εἰ τὸν Σωκράτη φαῖμεν μὴ εἶναι λευκόν· ὅλως γὰρ οὐδενὸς τὸ ἕν ἐστι δεκτικὸν, ἀλλ’ ἐξῄρηται παντὸς τοῦ ὄντος καὶ πάσης μετοχῆς· οὐδὲ αὖ οὕτως, ὡς τὸ ἄδεκτον πάντη τῆς καταφάσεως, καὶ στέρησιν ἔχον αὐτῆς καὶ ἀμιξίαν πρὸς τὸ εἶδος, οἷον εἴ τις λέγοι τὴν γραμμὴν οὐ λευκὸν, διότι δὴ λευκότητός ἐστιν ἀμέτοχος. Τὸ γὰρ πρῶτον οὐχ ἁπλῶς ἀπέσπασται τῶν ἀποφασκομένων, οὐδὲ ἀκοινώνητά ἐστι πάντα ταῦτα πρὸς τὸ ἓν, ἀλλὰ παράγεται ἐκεῖθεν· καὶ οὐχ ὡς ἡ λευκότης οὔτε γεννᾷ τὴν γραμμὴν οὔτε γεννᾶται ἀπ’ αὐτῆς, οὕτω καὶ τὰ μετὰ τὸ ἓν οὔτε γεννᾶται ἀπὸ τοῦ ἑνός· ὑφέστηκε γὰρ ἐκεῖθεν. |
| in Prm 1075 [35] | Ἀλλ’ οὐδὲ οὕτως, ὡς ἂν φαῖμεν κατὰ τὸν μέσον τρόπον τοῦτον λέγεσθαι τὴν ἀπόφασιν, κατὰ τὸν τῶν μὴ δεκτικῶν μὲν, ἄλλοις δὲ, ἐν οἷς ἐστι, τοῦ δέχεσθαι τὴν κατάφασιν αἰτιῶν· οἷον ἡ κίνησις οὐ κινεῖται, ἀλλὰ τὸ κινούμενον· κατηγορεῖται γοῦν αὐτῆς ἡ ἀπόφασις· οὐ γὰρ κινεῖται, καὶ εἰ ἄλλα κινεῖται δι’ αὐτήν· καὶ ὅλως ἕκαστον τῶν παθῶν ἀπαθές ἐστιν· ἁπλοῦν γὰρ ὂν ἢ ἔστιν ἢ οὐκ ἔστι, τὸ δὲ πάσχον δι’ αὐτὸ τὸ σύνθετόν ἐστιν. Οὐδὲ οὕτως οὖν ἀποφάσκεται τὰ ἀποφασκόμενα τοῦ ἑνός· οὐδὲ γὰρ ἐγγίνεται ἑνὶ τὸ ἓν, ἀλλ’ αἴτιον μέν ἐστι τῶν καταφάσεων ὧν αὐτῷ προσάγομεν τὰς ἀποφάσεις, οὐδαμῶς δὲ ἐγγίνεται τούτοις ὧν ἐστιν αἴτιον· ἀλλ’ εἴ με χρὴ συντόμως εἰπεῖν τὸ δοκοῦν, ὥσπερ τὸ ἓν αἴτιόν ἐστι τῶν ὅλων, οὕτω καὶ ἀποφάσεις αἴτιαι τῶν καταφάσεών εἰσιν. Ὅθεν καὶ ὅσα κατέφησεν ἡ δευτέρα, καθὰ προείπομεν, ὑπόθεσις, τοσαῦτα ἀπέφησεν ἡ πρώτη· πάντα γὰρ τὰ καταφατικὰ ἐκεῖνα πρόεισιν ἐκ τούτων τῶν ἀποφατικῶν, καὶ τούτων αἴτιον τὸ ἓν ὡς πρὸ τῶν πάντων ὄν. Ὡς γὰρ ἀσώματος οὖσα ἡ ψυχὴ τὸ σῶμα παρήγαγεν, ὡς ὁ νοῦς οἷον ἄψυχος ὢν (ὅτι καὶ μὴ ἔστι ψυχὴ) τὴν ψυχὴν ὑπέστησεν, οὕτω τὸ ἓν ἀπλήθυντον ὂν πᾶν τὸ πλῆθος ὑπέστησε, καὶ ἀνάριθμον ὂν τὸν ἀριθμὸν, καὶ ἀσχημάτιστον ὂν τὸ σχῆμα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· οὐδὲν γάρ ἐστιν ὧν ὑφίστησιν. Οὐδὲ γὰρ ἄλλο αἴτιον οὐδὲν ταὐτόν ἐστιν τοῖς ἑαυτοῦ γεννήμασιν. Εἰ δὲ μηδέν ἐστιν ὧν ὑφίστησιν, πάντα δὲ ὑφίστησιν, οὐδέν ἐστι πάντων. Εἰ οὖν τὰ πάντα καταφατικῶς γιγνώσκομεν, ἐκεῖνο ἀποφατικῶς ἀφ’ ἑκάστου τῶν πάντων ἐνδεικνύμεθα, καὶ οὕτω τοῦτο τὸ εἶδος τῆς ἀποφάσεως γεννητικόν ἐστι τοῦ πλήθους τῶν καταφάσεων· οἷον τὸ ἀσχημάτιστον ἐπὶ τοῦ ἑνὸς οὐκ ἔστι τοιοῦτον οἷον τὸ τῆς ὕλης, ὃ κατὰ τὴν στέρησιν θεωρεῖται τοῦ σχήματος, ἀλλ’ ὃ γεννᾷ καὶ παράγει τὴν κατὰ τὸ σχῆμα τάξιν. |
| in Prm 1076 [35] | Ἐπὶ μὲν οὖν τῆς ὕλης αἱ ἀποφάσεις χείρους τῶν καταφάσεων, ἐπειδήπερ στερήσεις εἰσὶν, αἱ δὲ καταφάσεις μεθέξεις ὧν ἐστέρηται καθ’ αὑτήν· ἐπὶ δὲ τῶν ὄντων σύζυγοι πρὸς τὰς καταφάσεις· οὐ γὰρ παρ’ ἔλαττον τὸ μὴ ὂν οὐσίας μετέχει τοῦ ὄντος, ὡς εἴρηται ἐν Σοφιστῇ. Ἐπὶ δὲ τοῦ ἑνὸς, αἰτίας δηλοῦσιν ὑπεροχὴν, καὶ τούτῳ κρείττους εἰσὶ τῶν καταφάσεων. Διὸ καὶ τῶν μετὰ τὸ ἓν τὰ αἴτια τὰς ἀποφάσεις τῶν δευτέρων οὕτως ἔχει κατ’ αὐτῶν ἐπαληθευούσας. Οὕτω γὰρ καὶ τὴν ψυχὴν ὅταν λέγωμεν μήτε φθέγγεσθαι μήτε σιγᾷν, οὐχ οὕτω λέγομεν ταῦτα περὶ αὐτῆς ὡς περὶ λίθων καὶ ξύλων ἢ ἄλλου τινὸς ἀναισθήτου πράγματος, ἀλλ’ ὡς γεννητικῆς οὔσης ἀμφοτέρων ἐν τῷ ζώῳ φωνῆς τε καὶ σιγῆς. Καὶ πάλιν τὴν φύσιν οὔτε λευκὸν οὔτε μέλαν λέγομεν, ἀλλ’ ἀχρώματον καὶ αὖ ἀδιάστατον· ἆρ’ οὖν οὕτως ὡς τὴν ὕλην; οὐδαμῶς (κρείττων γάρ ἐστι τῶν ἀποφασκομένων), ἀλλ’ ὡς γεννητικὴν καὶ χρωμάτων καὶ παντοίων διαστάσεων. Ὁμοίως τοίνυν ἀνάριθμον τὴν μονάδα λέγομεν, οὐχ ὡς ὑφειμένην τῶν ἀριθμῶν καὶ ἀόριστον, ἀλλ’ ὡς γεννῶσαν τοὺς ἀριθμοὺς καὶ ὁρίζουσαν, λέγω δὲ τὴν πρωτίστην μονάδα καὶ ἣν πάντα ἔχειν φαμὲν τὰ εἴδη τῶν ἀριθμῶν. Πάντα οὖν, ὅσα ἀποφάσκει τοῦ ἑνὸς, ἐξ αὐτοῦ πρόεισι· δεῖ γὰρ αὐτὸ μηδὲν εἶναι τῶν πάντων, ἵνα ᾖ πάντα ἀπ’ αὐτοῦ. Διό μοι δοκεῖ πολλάκις καὶ τὰ ἀντικείμενα ἀποφάσκειν, οἷον ὅτι οὔτε ὅλον οὔτε μέρο ς, οὔτε ταὐτὸν οὔτε ἕτερο ν, οὔτε ἑστὼς οὔτε κινούμενο ν· πάσης γὰρ ἐξῄρηται τὸ ἓν ἀντιθέσεως, πάσης ὑπερήπλωται σχέσεως, πάσης δυάδος καθαρεύει, παντὸς πλήθους αὐτῶν καὶ τῶν συστοίχων τῶν διττῶν αἴτιον ὂν καὶ τῆς πρώτης δυάδος καὶ πάσης σχέσεως καὶ πάσης ἀντιθέσεως. |
| in Prm 1077 [5] | Καὶ γὰρ ἡ φύσις αἰτία πασῶν τῶν σωματικῶν ἀντιθέσεων, καὶ ἡ ψυχὴ πασῶν τῶν ζωτικῶν αἰτιῶν, καὶ ὁ νοῦς τῶν ψυχικῶν γενῶν, τὸ δὲ ἓν ἁπασῶν τῶν διαιρέσεων ἁπλῶς (οὐ γὰρ ὧν μέν ἐστιν αἴτιον, ὧν δὲ ἀναίτιον)· τὸ δὲ πάσης ἀντιθέσεως αἴτιον αὐτὸ πρὸς οὐδὲν ἀντίκειται· δέοι γὰρ ἂν καὶ ταύτης εἶναί τι τῆς ἀντιθέσεως αἴτιον ἄλλο, καὶ οὐκέτι πασῶν αἴτιον τὸ ἕν. Τὰς μὲν οὖν ἀποφάσεις διὰ ταῦτα γεννητικὰς εἶναι τῶν καταφάσεων λέγομεν, τὰς ἐν τῇ πρώτῃ παρειλημμένας ὑποθέσει τῶν ἐπὶ τῆς δευτέρας ἐξετασθησομένων· ὅσα γὰρ γεννᾷ τὸ πρῶτον ἐν τῇ πρώτῃ, τοσαῦτα ἐν τῇ δευτέρᾳ γεννᾶται καὶ πρόεισιν ἐν τάξει τῇ οἰκείᾳ, καὶ οὕτως ὁ διακόσμος ἀναφαίνεται τῶν θεῶν ἀπὸ τῆς ἑνάδος τῆς ἐξῃρημένης ὑποστάς. Ἐκεῖνο δ’ ἄν τις πέμπτον εἰκότως ἐπὶ τούτοις ζητήσειε πῶς, εἰ ἀπὸ τοῦ οἰκείου ἑνὸς εἶπε ποιήσεσθαι τὴν ἀρχὴν ὁ Παρμενίδης, ἀπὸ τῶν ἀποφάσεων ἄρχεται τοῦ ἑνὸς, ἀλλ’ οὐχὶ τῶν καταφάσεων, αὐτὸς πάντα καταφάσκων ἐκείνου καὶ οὐδὲν ἀποφάσκων ἐν τῇ ποιήσει· καὶ γὰρ οὐλομελές φησιν αὐτὸ εἶναι καὶ ἀτρεμὲς, εἶναί τέ φησιν αὐτὸ ἀναγκαῖον, μὴ εἶναι δὲ ἀδόκητον, σφάλλεσθαί τε τὸν λέγοντα αὐτὸ μὴ εἶναι. Καὶ γὰρ ἡ μὲν εἶναι φάσκουσα αὐτὸ κέλευθος, πειθοῦς ἐστι κατ’ αὐτόν· ἡ δὲ μὴ εἶναι λέγουσα, καὶ ὡς χρέων ἐστὶ μὴ εἶναι, Τὴν δή τοι φράζω παναπειθέα ἔμμεν ἀταρπόν. |
| in Prm 1078 [5] | Καὶ ὅλως πολλὰ κατατείνει περὶ αὐτοῦ, καὶ ὡς ῥητόν ἐστι γράφων, καὶ ὡς νοητόν. Πῶς οὖν τοῦ Παρμενιδείου ἑνὸς τοιάνδε φύσιν ἔχοντος, ἐν τούτοις εἰπὼν αὐτὸς ἀπ’ ἐκείνου ποιήσεσθαι τὴν ἀρχὴν τῆς προκειμένης αὐτῷ γυμνασίας διὰ τῶν ἀποφάσεων ὁδεύει πρώτων, ὧν αὐτὸς ἐν ἐκείνοις τοῦ οἰκείου κατέφησεν ἑνός; Λεκτέον δὴ καὶ πρὸς ταύτην τὴν ζήτησιν ὅτι καὶ ὁ ἐν Σοφιστῇ ξένος, ἐκ τοῦ διδασκάλου πρώτου ὡρμημένος δεῖξαι τὸ ἓν ὂν ἐπέκεινα τῶν πολλῶν ὄντων καὶ ταύτῃ τὸν Παρμενίδην κατορθοῦντα προτάξαντα τῶν πολλῶν τὸ ἓν ὂν, ἐζήτησεν εἰ ὄντως ἕν ἐστι τὸ Παρμενίδειον ἓν, καὶ ταὐτόν ἐστιν ἑνί γε αὐτῷ εἶναι καὶ ὄντι, ἢ ἄλλο μὲν τὸ ἓν τῇ αὐτοῦ φύσει, ἄλλο δὲ τὸ ὄν· καὶ ζητήσας ἔδειξεν, εἴπερ ὅλον τί ἐστι τὸ ἓν ὂν, ὡς ὁ Παρμενίδης εἶπε, καὶ ἀρχὴν ἔχον καὶ τέλος, μεμερισμένον εἰς ταῦτα καὶ οὐλομελὲς ὂν, πεπονθέναι μὲν αὐτὸ ἀναγκαῖον τὸ ἓν καὶ μετέχειν διὰ τὸ ὅλον τοῦ ἑνὸς, οὐ μέντοιγε αὐτὸ εἶναι τὸ ἀληθῶς ἕν· δεῖν δὲ τὴν ἀρχὴν μηδενὸς ἑτέρου μετέχειν, διότι τοῦ μετεχομένου δεύτερον ἀναγκαῖον εἶναι τὸ μετέχον, ὡς δεόμενον ἄλλου του καὶ οὗ ἐφίεται μετέχειν· ὥστε εἴ τις ἐφέποιτο τῇ θέσει, τοῦ ἑνὸς ἀποφήσει πάντα ὅσα κατέφησεν ὁ πεπονθὸς αὐτὸ θέμενος τὸ ἕν. |
| in Prm 1079 [35] | Ἤρξατο μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ἀπὸ τοῦ οἰκείου ἑνὸς καὶ ἐν τούτοις ὁ Παρμενίδης, ὅπερ ἦν πεπονθὸς τὸ ἓν (ἀπιδὼν δὲ εἰς τὸ ἓν ᾗ ἓν αὐτὸ μόνον καὶ οὐχ ὡς πεπονθὸς τὸ ἓν), ἀλλ’ ὡς ἓν θεασάμενος τὴν μέθεξιν, ἀνήγαγε τὸν λόγον εἰς τὴν ἀκραιφνῆ τοῦ ἑνὸς ἔννοιαν, καὶ διὰ τοῦτο πάντα οἶδεν ἐξ ἀνάγκης ἀποφατικῶς, ὅσα τῷ πεπονθότι τὸ ἓν, ἀλλ’ οὐχὶ τῷ αὐτῷ ἑνὶ ὄντι, προσήγαγε καταφατικῶς. Καὶ δὴ καὶ ἤρξατο τῶν ἀποφάσεων ἀπὸ τοῦ ὅλου, δι’ οὗ καὶ ὁ Ἐλεάτης ξένος ἐδείκνυ πεπονθὸς ὂν τὸ ἓν (τὸ Παρμενίδειον ἓν, ἀλλ’ οὐκ ἀληθῶς ἓν), καὶ τοῦτο συμπεραίνεται πρῶτον ὅτι οὐχ ὅλον τὸ ἕν· καὶ ἔδει τοὺς Πλατωνικοὺς ὁρᾷν ὅπως ταῦτα δείκνυσιν ἐν τούτοις τῇ ἐννοίᾳ τοῦ ἑνὸς ὁ Παρμενίδης, ἅπερ ἐν ἄλλοις αὐτοῦ τὴν δόξαν ἐπανάγων εἰς τὸ ἀληθὲς [ἓν] ὁ Παρμενίδειος σοφὸς ἀπέδειξε, καὶ μὴ καταψηφίζεσθαι τῆς πρώτης ὑποθέσεως ὡς κενολογούσης, ἀλλὰ ζητεῖν ἐπὶ ποίου πράγματός ἐστιν ἡ ὑπόθεσις ἀληθὴς, καὶ τοῦτο λαμβάνειν ἀπὸ τοῦ Πλάτωνος. Ἀλλὰ τοῦτο μὲν ὑπεμνήσθη διὰ τούτων· ἴσως δὲ ἄν τις τοῦτο αὐτὸ λοιπὸν ἡμᾶς ἐπανέροιτο, πότερον τοῖς ἀποφατικοῖς χρώμεθα διὰ τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως οὐ δυναμένης τὴν ἁπλότητα τοῦ ἑνὸς παραλαβεῖν δι’ ἐπιβολῆς τινος ἐπερειστικῆς καὶ θέας καὶ γνώσεως ἐπηρεισμένης, ἢ καὶ τὰ κρείττονα τῆς ἡμετέρας ψυχῆς κατὰ τὸ ἀνάλογον ἀποφατικῶς γινώσκει τὸ ἕν. Φαμὲν δὴ ὅτι καὶ ὁ νοῦς ταῖς μὲν συζύγοις πρὸς τὰ εἴδη νοήσεσιν αὐτὰ γινώσκει καὶ περιλαμβάνει τὰ νοητὰ, καὶ ἔστιν αὐτὴ καταφατική τις ἡ γνῶσις, ἐὸν γὰρ ἐόντι πελάζε ι· καὶ ὃ νοεῖ τοῦτό ἐστιν, ὃ δὲ λέγει, τοῦτο νοεῖ· ὃ ἄρα ἐστὶ, τοῦτο λέγει πως ὁ νοῦς διὰ τῆς ἑαυτοῦ νοήσεως. |
| in Prm 1080 [10] | Τῇ δὲ ὑπὲρ νοῦν ἑνάδι συνῆπται πρὸς τὸ ἓν, καὶ διὰ τῆς ἑνώσεως ταύτης γινώσκει τὸ ἓν, τῷ μὴ ὄντι τὸ [μὴ] ὄν· ἀποφατικῶς ἄρα γινώσκει τὸ ἕν. Διττὰς γὰρ ἔχει τὰς γνώσεις, τὴν μὲν ὡς νοῦς, τὴν δὲ ὡς μὴ νοῦς· καὶ τὴν μὲν ὡς ἑαυτὸν γινώσκων, τὴν δὲ μεθύων, φησί τις, καὶ αὑτὸν ἐνθεάζων τῷ νέκταρι, καὶ τὴν μὲν ὡς ἔστι, τὴν δὲ ὡς οὐκ ἔστι. Τὴν μὲν ἄρα ἀποφατικὴν ἔχει τῶν γνώσεων, τὴν δὲ καταφατικὴν καὶ αὐτὸς ὁ πολυΰμνητος νοῦς. Ἀλλὰ μὴν εἰ νοῦς καὶ αἱ θεῖαι ψυχαὶ, κατὰ μὲν τὰς ἑαυτῶν ἀκρότητας καὶ τὰς ἑνότητας ἐνθουσιῶσι περὶ τὸ ἓν καὶ εἰσὶ θεῖαι ψυχαὶ τὸ μάλιστα ταύτης ἕνεκα τῆς ἐνεργείας, κατὰ δὲ τὰς νοερὰς δυνάμεις ἐξήρτηνται τοῦ νοῦ καὶ περιχορεύουσιν αὐτὸν, κατὰ δὲ τὰς νοητικὰς ἑαυτὰς γιγνώσκουσι καὶ τὴν ἑαυτῶν οὐσίαν ἀχράντως οὖσαν καὶ τοὺς ἑαυτῶν λόγους ἀνελίττουσι, κατὰ δὲ τὰς δοξαστικὰς τὰ αἰσθητὰ πάντα προειλήφασί τε καὶ κατευθύνουσι δεόντως. Καὶ πᾶσαι μὲν αἱ ἄλλαι γνώσεις αὐτῶν εἰσι καταφατικαὶ (τὰ γὰρ ὄντα ὡς ἔστι γινώσκουσι, τοῦτο δέ ἐστι καταφάσεως ἴδιον), τῇ δὲ ἐνθεαστικῇ περὶ τὸ ἓν ἐνεργείᾳ τὸ ἀποφατικόν ἐστι καὶ ἐν ταύταις τῆς γνώσεως· οὐ γὰρ ὅ τι ἐστὶ τὸ ἓν γινώσκουσιν, ἀλλ’ ὅ τι οὐκ ἔστι κατὰ τὸ κρεῖττον τοῦ ἔστιν· ἡ δὲ τοῦ ὅ τι οὐκ ἔστι νόησις ἀπόφασίς ἐστιν. Εἰ τοίνυν καὶ αἱ θεῖαι ψυχαὶ καὶ αὐτὸς ὁ πολυΰμνητος νοῦς δι’ ἀποφάσεως γινώσκει τὸ ἓν, τί χρὴ καταγινώσκειν ἀδυναμίαν τῆς ἡμετέρας ψυχῆς ἀποφατικῶς αὐτοῦ τὸ ἀπερίληπτον ἐνδείκνυσθαι σπουδαζούσης; Τοῦ γὰρ πρώτου, φησὶν, οὐδέν ἐστι τοιοῦτον οἷον γινώσκειν εἰώθαμεν. Οὕτως, ὡς αὐτὸς ἐν Ἐπιστολαῖς εἴρηκε, τοῦτό ἐστι τὸ πάντων αἴτιον τῇ ψυχῇ κακῶν, τὸ τὴν ἰδιότητα τοῦ πρώτου ζητεῖν καὶ λογισμῷ τὴν ἐκείνου γνῶσιν ἐπιτρέπειν, δέον ἀνεγείρειν τὸ ἐν ἡμῖν ἓν, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον, εἰ θέμις εἰπεῖν, γνῶναί πως κατὰ τὴν ἡμετέραν τάξιν δυνατοὶ γενώμεθα· ὡς γὰρ δόξῃ τὰ δοξαστὰ γινώσκομεν, καὶ ὡς διανοίᾳ τὰ διανοητὰ, καὶ ὡς τῷ νοερῷ τῷ ἐν ἡμῖν τὸ νοητὸν, οὕτω καὶ τῷ ἑνὶ τὸ ἕν. |
| in Prm 1081 [5] | Τοῦτο δὲ ταὐτὸν τῷ μὴ ὄντι τὸ ἓν, τοῦτο δὲ ταὐτὸν τῷ τῇ ἀποφάσει τὸ ἕν· ἀπόφασις γὰρ τὸ μὴ ὂν, ἀλλ’ οὐχ οὕτως ὡς τὸ μηδαμῶς ὄν. Ἐκεῖνο γὰρ μὴ ὂν καὶ οὐδέν ἐστι πρὸς τῷ μὴ ὄντι· διὸ πάσης ἀποπέπτωκεν ὑποστάσεως καὶ αὐτοῦ τοῦ ἑνὸς ἀφῃρημένον· λέγεται γοῦν οὐδὲ ἓν ὡς πρὸς τοῖς ἄλλοις πᾶσι, καὶ τοῦτο παντελῶς ἀμέτοχον ὂν τὸ μὴ [ἑνὸς] μετέχον ἀνυπόστατόν ἐστιν· ἔσχατον γὰρ ἀπολείπει τὰ πράγματα· πρὸ γὰρ αὐτοῦ τὸ ὂν, καὶ πρὸ τοῦ ὄντος τὸ ζῇν, καὶ πρὸ τούτου τὸ νοεῖν· ὅθεν μὴ νοοῦν ζῇν τι καὶ εἶναι δυνατὸν, καὶ μὴ ζῶν εἶναι, καὶ μὴ ὂν ἕν πως ὑπάρχειν· τὸ δὲ μηδὲ ἓν ὑπάρχον πρὸς τοῖς ἄλλοις πάντων ἀναγκαῖον ἐκπεπτωκέναι, καὶ τοῦτό ἐστι τὸ μηδαμῶς ὄν. |
| in Prm 1082 [5] | Τὸ δὲ αὖ πρὸ τοῦ ὄντος ἓν μὴ ὂν μὲν ἔστιν, οὐ μέντοι καὶ οὐδέν· ἓν γὰρ ὂν, ἀδύνατον αὐτὸ λέγειν οὐδέν. Μὴ ὂν οὖν αὐτὸ φῶμεν καὶ νοῶμεν τῷ ἐν ἡμῖν ὁμοίῳ (καὶ γὰρ ἐν ἡμῖν ἔνι τι σπέρμα ἐκείνου τοῦ μὴ ὄντος), καὶ οὕτως ἐξῃρημένον αὐτὸ τῶν ὄντων λέγωμεν μόνον ὂν, μὴ πρὸς ἀόριστον ὑπενεχθέντες λάθωμεν, καὶ φανταστικῶς τὸ μὴ ὂν, ἀλλ’ οὐκ ἐνθεαστικῶς προβάλλωμεν· τοῦτο γὰρ ἡμᾶς οὐ τοῦ ἑνὸς ἀποστήσει μόνον, ἀλλὰ καὶ τῆς ὄντως γνώσεως. Ὅπως μὲν οὖν οἰκεῖαι πρὸς τὸ ἓν αἱ ἀποφάσεις, καὶ τίνα τρόπον ἀποφάσκεται πάντα ἀπ’ αὐτοῦ, καὶ ὅτι πᾶσα γνῶσις τοῦ ἑνὸς δι’ ἀποφάσεώς ἐστι, ἐκ τούτου δῆλον. Πάλιν δὲ ἡμῖν ἕβδομον ἐπὶ τούτοις σκεπτέον, εἴτε πάντα τὰ ὄντα ἀποφάσκεται τοῦ ἑνὸς, εἴτε μὴ πάντα, καὶ εἰ μὴ πάντα, τίς ἡ ἀποκλήρωσις καὶ διὰ τί μέχρι τούτων ἐστὶ καὶ πρὸς τί βλέπων ὁ λόγος. |
| in Prm 1083 [10] | Πρῶτον δὲ ἴσως ἀπολογήσασθαι χρὴ πάντα τὰ ἐπὶ τῆς πρώτης ὑποθέσεως ἀποφασκόμενα τοῦ ἑνός· ἔστι δὲ ταῦτα κατὰ τὸ ἑξῆς οὑτωσὶ κατατεταγμένα, ὅτι οὐ πολλ ὰ , ὅτι οὔτε ὅλον οὔτε μέρο ς , ὅτι οὔτε ἀρχὴν ἔχον οὔτε μέσον οὔτε τελευτὴ ν , ὅτι οὐδὲν ἔχει πέρα ς , ὅτι ἀσχημάτιστο ν , ὅτι οὔτε ἐν ἄλλῳ ἐστὶν [ οὔτε ἐν ἑαυτ ῷ , ὅτι οὔτε ἕστηκε ν ] οὔτε κινεῖτα ι , ὅτι οὔτε ταὐτόν ἐστιν οὔτε ἕτερο ν , ὅτι οὔτε ὅμοιον οὔτε ἀνόμοιο ν , ὅτι οὔτε ἴσον οὔτε μεῖζον οὔτε ἔλαττο ν , ὅτι οὔτε πρεσβύτερον οὔτε νεώτερο ν , ὅτι γενέσεως οὐδαμῆ μετέχει χρόνου μὴ μετέχο ν , ὅτι οὐδὲ τοῦ εἶναι μετέχε ι , ὅτι οὔτε ὀνομαστὸν οὔτε ῥητόν ἐστι ν , ὅτι οὔτε δοξαστὸν οὔτε ἐπιστητόν ἐστ ι. Τὰ μὲν οὖν ἀποφασκόμενα ταῦτά ἐστιν, ὡς ἕκαστον συντόμως εἰπεῖν· δι’ ἣν δὲ αἰτίαν ταῦτα μόνα παρείληπται, ζητοῦμεν· καὶ εἰ μὴ πάντα τὰ ὁπωσοῦν ὄντα, πῶς οὐ πάντα καὶ δι’ ἣν αἰτίαν, ἐπιστῆσαι δήπου καὶ ἡμᾶς ἄξιον· ἤδη γὰρ καὶ τοῖς πρὸ ἡμῶν πολλὴν τοῦτο παρέσχεν ἀπορίαν. Καὶ τοῖς μὲν ἄλλοις παραλείπω πάντα, ὅσοι τὰ δύο εἴδη τοῦ ποσοῦ, τό τε διωρισμένον καὶ τὸ συνεχὲς, ἀποφάσκεσθαι τοῦ ἑνὸς εἰρήκασιν· οὔτε γὰρ δύο μόνα εἴδη τοῦ ποσοῦ κατά τε τοῦς Πυθαγορείους καὶ Πλάτωνα, πανταχοῦ καὶ αὐτὸν βοῶντα τρεῖς εἶναι τὰς περὶ τὸ ποσὸν ἐπιστήμας, ἀριθμητικὴν, μετρητικὴν, στατικὴν, οὔτε πάντα ὅσα παρείληπται τῆς τοῦ ποσοῦ φύσεώς ἐστιν, οἷον τὸ σχῆμα, τὸ κινεῖσθαι, τὸ ἑστάναι· ἢ ὅσοι τὰς δέκα κατηγορίας ἐν τούτοις ἀνελίττουσιν· οὐ γὰρ ταῦτα μόνον ὑπὸ τὰς δέκα κατηγορίας, ἀλλὰ καὶ ἄλλα πολλὰ ἂν εἴποι τις ὧν οὐδεμίαν ὁ Παρμενίδης πεποίηται μνήμην· ἢ εἴ τινες τὰ πέντε γένη θρυλλοῦσι τοῦ ὄντος· καὶ ταῦτα μὲν ἀπέφησε τοῦ ἑνὸς, τὴν οὐσίαν, τὸ ταὐτὸν, τὸ ἕτερον, τὴν κίνησιν, τὴν στάσιν, οὐ μέντοι ταῦτα μόνον, ἀλλὰ καὶ τὸ σχῆμα καὶ τὸ ὅλον καὶ τὸν χρόνον καὶ τὸν ἀριθμὸν καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, ἃ μή ἐστι γένη τοῦ ὄντος. |
| in Prm 1084 [5] | Ὅσοι δὲ ἐν τῇ μονάδι ταῦτα πάντα δεικνύειν ἐθέλουσι, πάντων εἰσὶ πιθανώτατοι· καὶ γὰρ πολλὰ ἡ μονάς ἐστι κρυφίως, καὶ ὅλον καὶ μέρη, καὶ σχημάτων περιεκτικὴ, καὶ ἐν ἑαυτῇ καὶ ἐν ἄλλῳ καθὸ πᾶσι πάρεστι τοῖς ἐξ αὐτῆς, καὶ ἕστηκε καὶ κινεῖται, μένουσα ἅμα καὶ προϊοῦσα καὶ ἐν τῷ πολλαπλασιάζεσθαι μηδέποτε αὑτῆς ἐξισταμένη, καὶ τὸ ὅμοιον ἐπ’ αὐτῆς ἐστι δῆλον, καὶ τὰ ἄλλα ὁμοίως· ἀλλ’ ὅτι μὲν ἐν τῇ μονάδι ταῦτα δεικνύειν ῥᾴδιον, προθετέον αὐτοῖς καὶ ὅτι νοῦ μίμημά ἐστιν ἡ μονὰς, ὥστε πολλῷ πρότερον ἐν τῷ νῷ ταῦτα πάντα προείληπται καὶ διὰ τοῦτο ἀποφάσκεται τοῦ ἑνὸς, ὅτι ὑπὲρ νοῦν ἐστι καὶ πᾶσαν τὴν νοερὰν οὐσίαν. Καὶ γὰρ ταῦτα καὶ ὁ Παρμενίδης θεώμενος ἐν τοῖς ἔπεσι περὶ τοῦ ὄντως ὄντος ἐκεῖ καὶ σφαῖραν ἐπιτίθεται καὶ ὅλον καὶ ταὐτὸν καὶ ἕτερον· ἅμα γὰρ αὐτὸ καὶ σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντη, καὶ οὐλομελὲς ἐπονομάζει καὶ ἀτρεμές· ὥστε πάντα ταῦτα πρώτως μέν ἐστιν ἐν τῷ νῷ, δευτέρως δὲ καὶ εἰκονικῶς ἔν τε τῇ μονάδι καὶ τῷ αἰσθητῷ παντὶ, φυσικῶς μὲν ἐν τούτῳ, μαθηματικῶς δὲ ἐν ἐκείνῃ· ἡ σφαῖρα γὰρ νοητὴ μὲν καὶ ὁ νοῦς, διανοητὴ δὲ ἡ μονὰς, αἰσθητὴ δὲ ὁ κόσμος οὗτος εἰκόνας φέρων ἐν ἑαυτῷ τῶν ἀϊδίων θεῶν. Οὕτω μὲν οὖν ἕξουσι τὸ τέλειον οἱ τὴν μονάδα παρεισάγοντες, εἰ μεταβαίνοιεν ἀπ’ αὐτῆς ἐπὶ τὸν νοῦν καὶ ἀποφάσκοιεν ταῦτα τοῦ ἑνὸς ὡς ὑπὲρ νοῦν ὄντος· οὐδὲν γὰρ μέγα καὶ σεμνὸν, εἰ τῆς μονάδος ὑπερέχοι τὸ ἓν, ἧς καὶ ὁ νοῦς ὑπέρτερος, ἀλλ’ εἰ αὐτοῦ κρεῖττον εἴη τοῦ νοῦ καὶ τῶν τοῦ νοῦ πληρωμάτων. |
| in Prm 1085 [25] | Οὐ μὴν οὐδὲ οὗτοι τὴν αἰτίαν λέγουσι δι’ ἣν ταῦτα μόνον παρείληπται, πλείω δὲ τούτων ἢ ἐλάττω τῶν κειμένων οὐδαμῶς· οὐδὲ γὰρ τῇ μονάδι ταῦτα μόνον ἐστὶν, ἀλλὰ καὶ ἕτερα ἂν εὕροις πολλά· καὶ γὰρ περιττὴ καὶ ἀρτία, καὶ ἕκαστον ἔχει τῶν ὑπὸ ταῦτα εἰδῶν. Διὰ τί οὖν ταῦτα μόνα ἐκ πάντων, οὐδὲν λέγουσι σαφές. Μόνος οὖν ἐκ πάντων, ὧν ἡμεῖς ἴσμεν, ὁ ἡμέτερος καθηγεμὼν αὐτῷ τῷ Πλάτωνι συγχορεύσας ἐν τῇ τῶν θείων γνώσει, κατεῖδεν ὅτι πάντα μὲν ὅσα ἐν τάξει καταφάσκει διὰ τῆς δευτέρας ὑποθέσεως, ταῦτα ἀποφάσκει τοῦ ἑνὸς, ὡς εἴρηται πολλάκις, ἕκαστον δὲ τούτων τάξεώς ἐστιν ἐκεῖ τινος θείας σύμβολον, τὰ πολλ ὰ, τὸ ὅλο ν , τὸ σχῆμ α , τὸ ἐν αὑτῷ καὶ ἐν ἄλλ ῳ, τῶν ἑξῆς ἕκαστον· οὐ γὰρ ἐν πάσῃ τάξει τοῦ ὄντος πάντα ὁμοίως ἀναφαίνεται, ἀλλὰ ἀλλαχοῦ μὲν τὸ πλῆθος, ἀλλαχοῦ δὲ ἄλλη τις τῶν θείων ἰδιότης. Ὡς γὰρ ἐν Σοφιστῇ μεμαθήκαμεν, πρώτιστον μὲν τὸ ἓν ὂν, δεύτερον δὲ τὸ ὅλον, τρίτον δὲ τὸ πᾶν, καὶ ὡς ἐν Φαίδρῳ μετὰ τοὺς νοητοὺς θεοὺς πρωτίστη μὲν ἡ ἀχρώματος καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία, δεύτερον δὲ τὸ χρῶμα, τρίτον δὲ τὸ σχῆμα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ ἐν ἄλλῃ τάξει τοῦ ὄντος ἄλλων ἔκφανσις γίνεται πραγμάτων. |
| in Prm 1086 [5] | Εἰ τοίνυν πάντα μὲν ταῦτα δηλοῖ τὸ πλάτος τοῦ ἑνὸς ὄντος, ἑξῆς καὶ ἀπαραλήπτως· εἰ βούλεται δὲ τὸ ἓν ἐπέκεινα πάντων ὑπερεῖναι τῶν ὄντων, εἰκότως ἂν ταῦτα μόνον ἀποφάσκει τοῦ ἑνός· ὅπως δὲ ἕκαστα τούτων διῄρηται ταῖς θείαις τάξεσιν, ἐπὶ τῆς δευτέρας ὑποθέσεως ἀκριβέστερον γνωσόμεθα. Τίνα μὲν οὖν ἐστι τὰ ἀποφασκόμενα τοῦ ἑνὸς καὶ ὅτι τοσαῦτα μόνον ἀναγκαίως (τοσαῦται γάρ εἰσι τῶν ὄντων διηριθμημέναι τάξεις), ἀπὸ τούτων δῆλον· τοσοῦτον δὲ καὶ νῦν δῆλον ὅτι πάντα ἀπὸ τῆς τοῦ ὄντος ἰδιότητος εἴληπται, καὶ οὐκ ἀπὸ τῆς γνώσεως· τὸ γὰρ βούλεσθαι καὶ ὀρέγεσθαι καὶ πᾶν ὅ τι τοιοῦτον τῶν ζώντων ἴδια, τὸ δὲ νοεῖν ἢ διανοεῖσθαι ἢ αἰσθάνεσθαι τῶν γνωστικῶν· ταῦτα γὰρ τῶν ὁπωσοῦν ὄντων κοινά. Πάντα οὖν τὰ εἰρημένα ὑπάρχει καὶ ἐμψύχοις πᾶσιν, ὡς ἂν τοῦ εἶναι παρακολουθήματα, καὶ εἰκότως· ἦν γὰρ ἡ ὑπόθεσις, εἰ ἓν ἔστι ν , τί ἕπετα ι. Τοσαῦτα ἀποφάσκει τοῦ ἑνὸς, ἵνα τελευταῖον ἀποφήσῃ καὶ αὐτὸ τὸ ἕν ἐστιν, εἰπὼν, εἰ ἄρα ἓν ἔστ ι , τοῦτο τὸ ἓν οὐκ ἔστι ν, ὡς κρεῖττον ὂν καὶ τοῦ ἔστιν· οὐδενὸς γάρ ἐστι δεκτικὸν τῶν τῷ ἔστι παρακολουθούντων, καὶ ἔοικε ταῦτα εἶναι μόνον τὰ τοῖς οὖσιν ὑπάρχοντα ᾗ ὄν ἐστιν, ὅσα καταφάσκει μὲν ἡ δευτέρα ὑπόθεσις, ἀποφάσκει δὲ πρώτη, καὶ οὐκ ἂν εὕροιμεν τῶν ὄντων κοινὰ ἁπάντων πλὴν τούτων, καὶ τούτων τὰ μὲν ἀνωτέρω ὁλικώτερα, τὰ δὲ κατωτέρω μερικώτερα· διὸ καὶ τὰ ἀνωτέρω ἀνελὼν ἀναιρεῖ τὰ ἑξῆς κατὰ τὴν ὑπόθεσιν. |
| in Prm 1087 [35] | Θαυμαστῶς ἄρα ἐξεῦρε τίνα ἐστὶ τὰ ἑπόμενα τῷ ὄντι ᾗ ὂν, καὶ ταῦτα κατέφησε μὲν ἐν τῇ δευτέρᾳ, ἀπέφησε δὲ ἐν τῇ πρώτῃ δεῖξαι βουλόμενος τὸ ἓν τῶν ὄντων ἐπέκεινα, δείξας αὐτὸ τῶν κοινῶν πᾶσι τοῖς οὖσιν ἐπέκεινα ὑπάρχον· ταῦτα δέ ἐστι πάντα τὰ ἀποφασκόμενα τοῦ ἑνὸς κατὰ τὴν πρώτην ὑπόθεσιν, ὥστε, εἰ τούτων ἄδεκτόν ἐστι, καὶ αὐτοῦ τοῦ ἔστιν. Εἰ δέ τις ἀδύνατα συνάγειν οἴεται τὴν ὑπόθεσιν ταύτην, ἀναμεμνήσθω καὶ τῶν ἐν Σοφιστῇ γεγραμμένων ἐν οἷς ὁ Ἐλεάτης, βασανίζων τὸν περὶ τοῦ ὄντος λόγον τοῦ Παρμενίδου καὶ δεικνὺς ὡς οὐ δύναται εἶναι ἓν, καὶ μάλιστα κατ’ αὐτὸν ὅλον λέγοντα τὸ ὂν ἐπήγαγε σαφῶς, ἀμερὲς γάρ που δεῖ τὸ ὡς ἀληθῶς ἕν. Μηδὲ μάτην ἐνεκαλεῖτο Παρμενίδης διὰ τούτων· ἐκεῖνος γὰρ εἶπέ που τὸ ὡς ἀληθὲς ἓν, ὥστε καὶ ἀμερὲς, ὥστε οὐ μέρη ἔχον· ὥστε πάντα τὰ ἑξῆς τούτῳ δειχθέντα πάντα ἕπεται τὰ συμπεράσματα τῆς πρώτης ὑποθέσεως· ὥστε πᾶσα ἀληθὴς καὶ ἐφαρμόζουσα μόνῳ τῷ ὡς ἀληθῶς ἑνὶ, τοῦτο δέ ἐστι τὸ πάντων αἴτιον τῶν ὄντων. Καὶ αἱ ἀποφάσεις οὐκ εἰς τὸ μηδαμῶς [ὂν] ἡμᾶς ἄγουσιν, ἀλλ’ εἰς τὸ ἓν αὐτὸ τὸ ὡς ἀληθῶς ἕν· καὶ γὰρ ἄτοπον τὸ μὲν ὡς ἀληθῶς ὂν εἶναι (καὶ τί λέγω τὸ ὄν; ἀλλὰ καὶ τὸ ὡς ἀληθῶς ἴσον, ἢ καὶ καλὸν καὶ ἕκαστον τῶν εἰδῶν), τὸ δὲ ὡς ἀληθῶς ἓν μηδαμοῦ εἶναι τῶν πάντων, ἀλλ’ ὄνομα μόνον, δι’ ὃ τὰ ὄντα πάντα σώζεται καὶ ἔστιν. Εἰ δὲ ἔστι, δῆλον ὡς οὐ πολλά ἐστι· οὐ γὰρ ἦν ὡς ἀληθῶς ἓν τοῦ μηδενὸς ἀναπεπλησμένον· τὰ γὰρ πολλὰ οὐχ ἕν· εἰ δὲ μή ἐστι πολλὰ, πάλιν ἕπεται πᾶσα ἡ πρώτη ὑπόθεσις, τούτου ληφθέντος, καὶ οὐ δεῖ κατηγορεῖν αὐτῆς ὡς ἀδύνατα λεγούσης. |
| in Prm 1088 [5] | Τοῦτο μὲν οὖν δέδεικται διὰ τούτων. Πάλιν δὲ ὄγδοον ἐκεῖνο σκεπτέον περὶ τῆς τάξεως τῶν ἀποφάσεων, εἴτε ἄνωθεν ἄρχονται καὶ ἀπὸ τῶν πρώτων, πῶς τὰ πολλὰ πρῶτον ἀναιρεῖ, τελευταῖον δὲ τὸ εἶναι καὶ αὐτὸ τὸ ἕν (σεμνότερον δὲ δοκεῖ καὶ ἡμῖν τοῦ πλήθους εἶναι τὸ ἓν, καὶ τὸ ὂν δὴ ἐν τοῖς οὖσι σεμνότατον)· εἴτε ἀπὸ τῶν τελευταίων, πῶς μετὰ τὰ γένη τοῦ ὄντος ὅμοιον καὶ ἀνόμοιον παραλαμβάνει, καὶ ἴσον καὶ ἄνισον, καὶ μεῖζον καὶ ἔλασσον· ταῦτα γὰρ καταδεέστερα τῶν γενῶν εἰσι τοῦ ὄντος. Ἄμεινον οὖν λέγειν ὡς ἄνωθέν τε ἄρχεται καὶ πρόεισι μέχρι τῶν τελευταίων διὰ τῶν ἀποφάσεων. Οὕτω γὰρ καὶ ἐν Φαίδρῳ τῆς ἀκροτάτης τῶν νοερῶν τάξεων ἀποφάσκων τὰς ἑξῆς αὐτῇ καὶ ἀπ’ αὐτῆς προελθούσας ἄνωθεν πεποίηται τὴν ἄρσιν, ἀχρώματον αὐτὴν πρῶτον εἰπὼν καὶ ἀσχημάτιστον ἑξῆς καὶ τρίτον ἀναφανῆ· καὶ γὰρ ἦν ἐκείνη τριῶν βασιλεύουσα νοερῶν τριάδων, τῆς συνοχικῆς ἣν κατὰ τὸ χρῶμα τάττει, τῆς τελεσιουργικῆς δευτέρας ἣν κατὰ τὸ σχῆμα παρελάμβανε, τῆς νοερᾶς ἣν διὰ τῆς ἁφῆς ἡμῖν συμβολικῶς ἀνεδείκνυτο, καθάπερ ὑπομέμνηται διὰ τῶν εἰς τὴν παλινῳδίαν ἡμῖν πεπραγματευμένων, καὶ ταὐτὴν ἔλαχον αἱ τριάδες αὗται τάξιν, ἣν καὶ αἱ ἀποφάσεις. Οὕτως οὖν καὶ ἐν τούτοις ἄνωθεν αἱ ἀποφάσεις ἄρχονται καὶ συμπροέρχονται τῇ τάξει τῶν θείων διακόσμων, ὧν ἁπάντων γεννητικὸν τὸ ἕν. Ὅπως δὲ ἐπὶ τέλει τὸ ἓν αὐτὸ καὶ τὸ εἶναι ἀφεῖλε, μὴ θαυμάσωμεν. Ἐὰν γὰρ τῇ ὅλῃ τάξει τοῦ λόγου παρακολουθήσωμεν, ἔσται ἡμῖν καὶ τοῦτο γνωριμώτατον· καὶ γὰρ δῆλον οἶμαι καὶ αὐτόθεν ὡς, ἐπὶ μὲν τῶν καταφατικῶν συμπερασμάτων, ἀπὸ τῶν μάλιστα συγγενῶν ἄρχεσθαι δεῖ καὶ διὰ τούτων δεικνύναι τὰ ἧττον συγγενῆ ἑπόμενα τῇ ὑποθέσει· ἐπὶ δὲ τῶν ἀποφάσεων, ἀπὸ τῶν μάλιστα ἀλλοτρίων, καὶ διὰ τούτων δεικνύναι τὰ ἧττον ἀλλότρια μὴ ἑπόμενα τῇ ὑποθέσει· δεῖ γὰρ, ἔφαμεν, τοὺς τῇ μεθόδῳ ταύτῃ χρωμένους ἀπὸ τῶν γνωριμωτάτων ἄρχεσθαι. |
| in Prm 1089 [5] | Διὰ ταῦτα τοίνυν πρῶτον μὲν ἀποφάσκει τὰ πολλὰ τοῦ ἑνὸς, οἷς ἀποφανθεῖσι πρώτοις ἕπεται πάντα τὰ ἑξῆς ὅσα μεταξὺ τῶν πολλῶν ἀποφάσκεται καὶ τοῦ ἑνός· ἔσχατον δὲ αὐτὸ τὸ ἓν, ὅ ἐστι θέσει μὲν αὐτῷ συγγενέστατον, μεταδέχεται δὲ ὑπὸ οὐσίας καὶ διὰ τοῦτό τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ἕν. Ἔδει οὖν, ἀποφατικῶν ὄντων συμπερασμάτων, ἀρχὴν μὲν εἶναι τὸ οὐ πολλὰ τῆς ὑποθέσεως πάσης, τέλος δὲ τὸ οὐχ ἕ ν. Τούτων δὲ διωρισμένων ἡμῖν, τί τὸ πρῶτον ἀποφασκόμενον, ἔννατον θεωρήσωμεν. Οὐκοῦν αὐτός φησιν ὅτι τὸ ἓν οὐ πολλ ά· τὰ ἄρα πολλὰ πρῶτον ἀποφάσκει τοῦ ἑνός. Ποῦ οὖν τὰ πολλὰ ταῦτα καὶ τί τὸ πλῆθος ὃ μὴ ἔστι τὸ ἕν; Εἰσὶ δή τινες, οἵ φασι τὰ πανταχοῦ πολλὰ τοῦ ἑνὸς αὐτὸν ἀφαιρεῖν, διότι παντὸς ὑπερέχει πλήθους τὸ ἓν νοητοῦ τε καὶ αἰσθητοῦ· οὐκ εἶναι οὖν τὸ ἓν οὐδὲν πλῆθος οὔτε νοητὸν οὔτε αἰσθητόν. Ἀλλ’ ἀξιώσομεν αὐτοὺς μεμνῆσθαι καὶ ὅτι ἐν τῇ δευτέρᾳ ὑποθέσει καταφάσκεται τὰ πολλ ά· ποῖον οὖν αἰσθητὸν πλῆθος ἐν ἐκείνῃ θεωροῦμεν; πάντα γὰρ ἐπὶ τῶν ὄντως ὄντων λέγεται, διότι τὸ ἓν ἐκεῖ παρισοῦται καὶ τὸ ὄν. Ἄλλοι δὲ ἔτι σεμνότεροι τούτων τὸ νοερὸν πλῆθος αὐτὸν ἀξιοῦσιν ἀποφάσκειν τοῦ ἑνός· εἶναι γὰρ δὴ τὸ μὲν πρῶτον ἓν ἀπλήθυντον, τὸν δὲ νοῦν ἓν πολλὰ, τὴν δὲ ψυχὴν ἓν καὶ πολλὰ, διὰ τὸν μερισμὸν τῶν συνδέσμων δεηθεῖσαν, τὸ δὲ σῶμα πολλὰ καὶ ἓν, ὡς μεριστὸν τῷ πλήθει χαρακτηριζόμενον, τὴν δὲ ὕλην πολλὰ μόνον· τοῦτο οὖν τὸ πολλὰ τὸ νοερὸν πλῆθος τῆς πρώτης αἰτίας ἀφαιρεῖ, ἵν’ ἓν ᾖ μόνον καὶ ὑπὲρ νοῦν. |
| in Prm 1090 [5] | Τί ποτε οὖν τὸν νοῦν οὗτοι λέγουσιν, ἐρωτήσομεν αὐτούς. Εἰ μὲν γὰρ τὸν κυρίως νοῦν ὃς τοῦ νοητοῦ δεύτερός ἐστιν, οὐ μόνον ἐστὶ τὸ ἓν ἐπέκεινα τοῦ νοεροῦ πλήθους, ἀλλὰ καὶ τὸ νοητὸν, ἅτε τοῦ νοῦ κρεῖττον ὑπάρχον· εἰ δὲ πᾶν τὸ νοητὸν νοῦν προσαγορεύουσιν, ἀγνοοῦσι τὴν διαφορὰν τὴν ἐν τοῖς θείοις καὶ τὴν κατὰ μέτρον προϊοῦσαν τῶν ὄντων ἀπογέννησιν. Ἄλλοι τοίνυν καὶ τούτων ἐνθεαστικώτεροι, χαίρειν εἰπόντες τῷ πλήθει τῷ αἰσθητῷ καὶ μηδὲ τῷ νοερῷ ἀνασχόμενοι, πολλῷ φασι πρὸ τῶν νοερῶν ἀριθμῶν εἶναι τὰς νοητὰς μονάδας, ἀφ’ ὧν ἀνεφάνη πᾶν τὸ νοερὸν πλῆθος κατὰ πολλὰς τάξεις διῃρημένας· ἐκεῖνο οὖν ἀφαιρεῖσθαι τὸ πλῆθος τοῦ ἑνὸς, ὅ ἐστι νοητὸν, ἅτε προσεχὲς ὂν μετὰ τὸ ἓν, ἀλλ’ οὐ τὸ νοερόν· ἀλλ’ οὐ τοῦτο θαυμαστὸν, εἰ τὸ ἓν ἐξῄρηται τοῦ νοεροῦ πλήθους, οὗ καὶ αἱ νοηταὶ μονάδες ὑπερήπλωνται. Θεῖος μὲν οὖν ὁ λόγος ἐπί τινας ἁπλουστέρας αἰτίας ἀναδραμών· δεῖ δὲ καὶ ἐννοεῖν ὅτι ἐν τοῖς νοητοῖς πολλαὶ τάξεις εἰσὶ, καὶ, ὡς ὕμνηται παρὰ τοῖς θεολόγοις, τρεῖς αἱ ἐν ἐκείνοις τριάδες, ἃς ἀποδείξομεν σαφῶς ἐπὶ τῆς δευτέρας ὑποθέσεως ἐξενηνεγμένας· εἰσὶ δὲ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς ἀνάλογοι ἐκείναις τοσαῦται τριάδες. Εἰ δὲ ταῦθ’ οὕτως ἔχει, δῆλον ὅτι καὶ τὰ πολλὰ ταῦτα [ἢ κατὰ τὸ νοητὸν πλῆθος] ἢ κατὰ τὸ πρῶτον [νοερὸν ὂν ἅμα] καὶ νοητὸν πλῆθος ὑποθετέον· ταῦτα γὰρ τὰ πολλὰ, καθὸ πολλὰ, μόνον ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν, ἀφ’ ὧν καὶ τὸ τριαδικὸν ἄνωθεν πρόεισι μέχρι τῶν ἐσχάτων, ἐν νοεροῖς, ἐν ὑπερκοσμίοις, ἐν αἰσθητοῖς, καὶ πᾶν τὸ ὁπωσοῦν τοῦ εἶναι μεταλαγχάνον τῆς τριάδος ταύτης μετείληχεν· Εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα (φησί τις θεῶν), Οὗ τὸ θέλειν κατένευσε, καὶ ἤδη πάντ’ ἐτέτμητο. |
| in Prm 1091 [5] | Τοῦτο οὖν ἐστι πρῶτον πλῆθος τὸ νοητὸν ἀπὸ τοῦ ἑνὸς ἐκφανθὲν, ὃ δόξειεν ἂν πρῶτον ἀποφάσκειν τοῦ ἑνός· καὶ μέχρι ταύτης ἤδη τινὲς τῆς τάξεως ἀναδραμόντες τὸ ἀκρότατον αὐτῆς εἰς ταὐτὸν ἤγαγον πρὸς τὸ ἕν. Ἢ οὖν κατὰ τὸ νοητὸν πλῆθος διὰ ταῦτα θετέον τὰ πολλὰ τοῦ ἑνὸς ἀποφασκόμενα νῦν, ἢ κατὰ τὸ πρώτιστον πλῆθος ἐν τοῖς νοεροῖς ὂν ἅμα καὶ νοητοῖς· τὰς γὰρ πολλὰς ἑνάδας οὐκ ἐν τοῖς νοητοῖς εἶναι θεοῖς, ἀλλ’ ἐν τοῖς μετ’ ἐκείνους εὐθύς. Μία γὰρ ἑνάς ἐστι καθ’ ἑκάστην τριάδα νοητήν· ἑνάδων δὴ πλῆθος κατώφθη πρῶτον κατὰ τὴν πρώτην τῶν νοητῶν καὶ νοερῶν τάξιν, ὡς ἔσται καὶ τοῦτο δῆλον ἐν τῇ δευτέρᾳ ἐκ τῶν δειχθησομένων ὑποθέσει. Νῦν οὖν ληπτέον ὡς ὁ Πλάτων παντὸς τοῦ τῶν ἑνάδων πλήθους ἐξαίρει τὸ ἓν ὡς γεννητικὸν αὐτοῦ καὶ ὑποστατικὸν, καὶ τοῦτο ποιεῖ κατὰ τὰς κοινὰς ἡμῶν ἐννοίας προλαβὼν ὡς οὐ πολλὰ τὸ ἕ ν. Ἀπὸ ταύτης οὖν τῆς τάξεως ἄρχεται τῶν ἀποφάσεων, ἐν ᾗ τὸ πρῶτον τῶν ἑνάδων πλῆθος ἀπὸ τῆς πρώτης ἑνάδος ἀνεφάνη· ποῦ δὲ τὸ πρῶτον πλῆθος τῶν ἑνάδων, ὡς εἴπομεν, ἡ δευτέρα ποιήσει δῆλον ὑπόθεσις. Δείξει γοῦν ὁ λόγος τῶν νοητῶν αὐτὸ θεῶν καὶ νοερῶν ὂν ἐν πρώτοις, ἀλλ’ οὐχὶ τῶν μόνως ὑμνουμένων νοητῶν, εἰ δὲ καὶ ἔστι πλῆθος καὶ ἐν ἐκείνοις ἄλλον τρόπον, καὶ οὐχ ὥστε τὸ ἓν καὶ εἶναι πολλὰ, ἀλλ’ ὥστε εἶναι τὰ πολλὰ ἕν· τῷ μὲν γὰρ τὸ ἓν οὐ πολλὰ δηλονότι ἀντίκειται τὸ ἓν πολλὰ εἶνα ι, τῷ δὲ τὸ ἓν ὂν πολλὰ τὸ ἓν ὂν οὐ πολλ ὰ, ὥστε, εἰ μὲν εἶπε τὸ ἓν ὂν οὐ πολλὰ, τὰ πολλὰ ταῦτα τῶν νοητῶν ἂν ἔθεμεν εἶναι πολλῶν· ἐπειδὴ δὲ τὸ ἓν εἶπεν οὐ πολλὰ ταῦτα, ἐκεῖ θήσομεν ὅπου ποτ’ ἂν δειχθῇ πρῶτον εἶναι τὸ ἓν πολλὰ, καὶ οὐχὶ τὸ ἓν ὄν. |
| in Prm 1092 [5] | Δειχθήσεται δὲ τοῦτο μετὰ τὰς νοητὰς τάξεις, ὡς ἡμεῖς φαμεν, καὶ ἐν τοῖς νοητοῖς ὑμνουμένοις καὶ νοεροῖς διακόσμοις τῶν θεῶν, ὅταν χωρὶς μὲν τὸ ἓν πληθυνόμενον δείξῃ, χωρὶς δὲ τὸ ὂν ὁ λόγος, αὐτὸ δὲ τὸ νοητὸν πλῆθος τελευταῖον ἀφαιρήσει τοῦ ἑνὸς, τέλος ἀρχῇ συνάπτων, ἐν οἷς ἀποδεικνύσιν ὅτι τὸ ἓν οὔτε τὸ ἓν ὂν, ὡς γνωσόμεθα δι’ ἐκείνων. Καὶ ταῦτα μὲν περὶ τούτων· αὐτὴν δὲ τὴν λέξιν λοιπὸν ἐπισκεπτέον, ἵνα καὶ ταύτην ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν ἐπαναγάγωμεν. Ἐκεῖνο οὖν πρῶτον ῥητέον ὅτι τὸ μὴ πολλὰ εἶναι τὸ ἓν οὐδὲ ἀποδείξεως οὐδὲ παραμυθίας ἠξίωσεν, ἀλλὰ κατὰ τὴν κοινὴν ἔλαβεν αὐτὴν καὶ ἀδιάστροφον ἔννοιαν· δεῖ γὰρ ἐν ταῖς περὶ τοῦ πρώτου μάλιστα θεωρίαις ἀνεγεῖραι τὰς κοινὰς αἰτίας, ἐπειδὴ πάντα αὐτοφυῶς εἰς ἐκεῖνο τέτακται καὶ ἀνεπιτηδεύτως καὶ ὅσα κατὰ νοῦν ἐνεργεῖ καὶ ὅσα κατὰ φύσιν μόνον· καὶ ὅλως ἁπάσης ἀποδείξεως ἀρχὴν εἶναι τὸ ἀναπόδεικτον καὶ τὰς κοινὰς ἐννοίας προηγεῖσθαι τῶν ἀποδείξεων, ὥσπερ καὶ γεωμέτραι φασί· τοῦ δὲ, ὅτι τὸ ἓν οὐ πολλ ὰ, γνωριμώτερον οὐδέν ἐστιν ἡμῖν καὶ σαφέστερον, ὅθεν τοῦτο οὐ δεηθεὶς κατασκευῆς οὐδὲ πλείονος λόγου παρέλαβεν. Εἴληπται μὲν οὖν ἀπὸ τῆς κοινῆς ἐννοίας ὅτι οὐ πολλὰ τὸ ἕν· εἰ δὲ χρή τινος αὐτὸ καὶ παραμυθίας ἀξιῶσαι, λέγομεν ὅτι πανταχοῦ τὸ πρώτως ἕκαστον ἓν ἐξῄρηται τῶν οἷον ἀντικειμένων καὶ καθαρῶς ἐστιν ὅπερ ἐστίν· ὥσπερ δὴ καὶ τὸ καλὸν τὸ πρώτως οὐδαμῶς ἐστι μὴ καλὸν, καὶ τὸ ὄντως ὂν οὐχὶ καὶ μὴ ὂν, ὥστε καὶ τὸ πρώτως ἓν οὐχὶ καὶ πολλά· μόνον ἄρα ἓν τοῦτό ἐστι τὸ ἓν, οὐχὶ δὲ καὶ πλῆθος. |
| in Prm 1093 [5] | Εἰ γὰρ δή τι καὶ ἔστιν ἐν αὐτῷ πλῆθος, ἡνωμένον ἔσται καὶ οὐχ ἓν ἁπλῶς· πρὸ δὲ τοῦ ἡνωμένου τὸ ἑνοῦν ἐστιν, ὥσπερ δὴ καὶ πρὸ τοῦ εἰδοποιουμένου τὸ εἰδοποιοῦν· ἔστιν ἄρα τι καὶ τοῦ ἑνὸς ἐπέκεινα πρώτου ὄντος, ὅπερ ἀδύνατον. Καὶ ἐὰν ἐκεῖνο πάλιν ἔχῃ πλῆθος, πρὸ αὐτοῦ ζητήσομεν ἕτερον, καὶ ἢ ἐπ’ ἄπειρον χωρήσομεν, ἢ τὸ μόνως ἓν εὑρόντες ἐκεῖνο φήσομεν εἶναι πάντως μόνον αἴτιον. Τὸ δὲ ἡνωμένον πλῆθος τῇ ἀρχῇ συγγενές ἐστιν, ἀλλ’ οὐκ ἀρχή· οὐκ ἄρα πολλὰ τὸ ἓν, ἀλλ’ αἴτιον τῶν πολλῶν· οὕτω γὰρ οὐ πολλὰ, ὥστε μὴ πολλὰ τῶν πολλῶν εἶναι γεννητικόν. Ἀλλὰ ταῦτα μὲν περὶ τῆς ἀποφάσεως κατὰ τὴν κοινὴν ἔννοιαν ὡς εἴρηται ληφθείσης· αὐτὸ δὲ πάλιν τοῦτο ζητητέον ποῖον ἓν ὁ Παρμενίδης λαμβάνει λέγων, εἰ ἓν ἔστι ν. Εἰ μὲν γὰρ τὸ ἑαυτοῦ ἓν, ψεῦδος τὸ, οὐκ ἂν εἴη πολλὰ τὸ ἕ ν· τὸ γὰρ ἓν ὂν πολλά ἐστιν. Εἰ δὲ τὸ πρώτως ἓν τὸ ἀμέθεκτον, ἀληθὲς μὲν τὸ ἑπόμενον, οὐ μέντοι τοῦτό ἐστι τὸ Παρμενίδειον ἕν· ἦν γὰρ ἐκεῖνο τὸ ἓν ὄν. Ἢ ὡς καὶ πρότερον εἴρηται, καὶ νῦν ὑπομνηστέον ὅτι τὸ ἑαυτοῦ ἓν ἐπαγγειλάμενος ὑποθέσθαι, καὶ τοῦτο μέντοι ὑποθέμενος τῷ λέγειν εἰ ἔστι (τὸ γὰρ ἔστιν ἐπὶ τούτου κυρίως), τῇ ἐννοίᾳ μόνῃ τοῦ ἑνὸς ἀποχρώμενος ἀνατρέχει λοιπὸν ἀπὸ τούτου πρὸς αὐτὸ τὸ ἓν, ὃ μήτε πολλά ἐστι μήτε τῶν ἄλλων μηδέν· ὅλον γὰρ τὸ ἓν ὂν λαβὼν, ποτὲ μὲν τῷ ἑνὶ τὴν διάνοιαν ἐπερείδων, τῷ δὲ ἔστι κατὰ μόνην χρώμενος τὴν δεκτικὴν φαντασίαν ἵνα ποιήσῃ λόγον, εὑρίσκει τὴν πρὸ αὐτοῦ ἑνὸς ὄντος αἰτίαν, ποτὲ δὲ ἀμφοτέροις ὡσαύτως ἐπιβάλλων πᾶν τὸ πλῆθος ἐξελίττει τῆς θείας οὐσίας ἄνωθεν μέχρι τῆς τελευταίας, ποτὲ δὲ τῷ μὲν ἔστιν ὡς προηγουμένῳ προσκείμενος, τῷ δὲ ἑνὶ χρώμενος ἵνα μὴ στερήσας αὐτὸ τοῦ ἑνὸς μηδὲν ὂν ἀποφήνῃ, τὴν ἑπομένην πρὸς τὴν θείαν οὐσίαν ὑπόστασιν ἐκφαίνει. |
| in Prm 1094 [35] | Τὸ μὲν γὰρ ἓν μὴ μετέχειν τοῦ εἶναι δυνατὸν, τὸ δὲ εἶναι μὴ μετέχειν τοῦ ἑνὸς ἀδύνατον· καὶ γὰρ τὸ μὲν μὴ ὂν δυνατὸν ὑπερέχειν· τοιοῦτον γὰρ τὸ ἕν· τὸ γὰρ μηδὲ ἓν ἀμήχανον εἶναί πως ἐστερημένον πάντη τοῦ ἑνός. Ἀπὸ τοῦ ἑνὸς οὖν ὄντος ἢ ἐπὶ τὸ ἄνω ἡ ὁδὸς ἢ ἐπ’ αὐτὸ ἢ ἐπὶ τὸ κατωτέρω· κατὰ δὲ τὴν ἐπὶ τὸ ἄνω ὁδὸν αὐτὸ ὡς ἀληθῶς ἓν ἀναφαίνεται παντὸς ἐκβεβηκὸς τοῦ ὄντος, ὅθεν καὶ τελευταῖον αὐτοῦ καὶ τὸ ἕν ἐστιν ἀφεῖλεν ὡς οὐδὲ τοῦτο τῷ ἑνὶ προσῆκον. Τοσαῦτα καὶ πρὸς ταύτην τὴν ζήτησιν· ἡ δὲ εἰσβολὴ τῆς πρώτης ὑποθέσεως ἐναργῆ τὴν ὁρμὴν ἐποίησε τοῦ λέγοντος σὺν πάσῃ τῇ πρὸς τὸ προσκείμενον τάσει καὶ τὸν ἀκροατὴν εἰς αὐτὸ ἐπιστρέφοντος. Τοῦτο γὰρ τὸ εἶεν ἐνεργητικόν ἐστι τῆς ψυχῆς καὶ ἀναγωγὸν, οὐκ ἐῶν ἡμᾶς οἷον καθεύδειν πρὸς τὴν ῥηθησομένην θεωρίαν οὐδὲ νωθρότητος ὄντας ἀνάπλεως αὐτῇ πελάζειν, μονονουχὶ τὸ περὶ τῶν θεῶν ῥηθὲν λέγον, ὡς ἄρα Ἔκλυσίς ἐστι θεοῦ νωθρὸς βροτὸς ἐς τάδ’ ἔχων Δεῖ γὰρ, εἰ μέλλομεν ταῖς ἀποφατικαῖς ταύταις νοήσεσι προσχωρῆσαι τοῦ ἑνὸς καὶ αὐτοὺς ἐξαναστῆναι τῶν οἰκείων ἠθῶν, ἀφελεῖν τὴν ποικιλίαν τῆς ζωῆς καὶ ἀποδύσασθαι τὰς πολλὰς φροντίδας, μόνην αὐτὴν καθ’ αὑτὴν ποιήσασθαι τὴν ψυχὴν, οὕτω πρὸς τὸ θεῖον αὐτὴν ἀναπλῶσαι καὶ πρὸς τὴν ὑποδοχὴν τῆς ἐνθεαστικῆς δυνάμεως, ἵνα αὐτοὶ [τὸ ἓν] πρότερον ἀποφατικῶς τοῦ ἐν ἡμῖν πλήθους ζητήσαντες, οὕτως ἐπὶ τὴν ἀπλήθυντον τοῦ ἑνὸς ἔννοιαν ἀναδράμωμεν. |
| in Prm 1095 [10] | Ἀλλὰ τοῦτο μὲν δῆλον· ἐκεῖνο δ’ ἄν τις ζητήσειε διὰ τί μὴ, καθάπερ ἐπὶ τῶν ἄλλων τὰ ἀντικείμενα ἀφαιρεῖ τοῦ ὡς ἀληθῶς ἑνὸς, οἷον ὅτι οὐ ταὐτὸν, ὅτι οὐχ ἕτερον δεικνὺς, ὅτι οὐχ ἑστὼς, ὅτι οὐ κινούμενον, οὑτωσὶ καὶ ὅτι οὐ πολλὰ καὶ ὅτι οὐχ ἓν ἐπιδείκνυσιν, ἀλλὰ τοσοῦτον μόνον προσέλαβεν ὅτι οὐ πολλὰ, καὶ οὐκ ἔτι μετὰ τούτου καὶ ὅτι οὐχ ἓν ἀπέδειξεν, ἵνα πανταχοῦ δεικνύηται τῶν ἀντικειμένων ἐκεῖνο καθαρεῦον, μήτ’ ἀμφότερα εἶναι δυνάμενον (οὐ γὰρ τὸ ἓν τὸ ἀμφότερον ὂν), μήτε θατέρῳ μαχόμενον· δέηται προόντος ἑνὸς τοῦ καὶ αὐτὸ κἀκεῖνο ποιήσοντος ἕν. Λέγομεν οὖν λογικῶς μὲν ὅτι τὴν ὑπόθεσιν ἔδει φυλάττειν ἀφ’ ἧς ὁ λόγος πρόεισιν· ἔστι δὲ ἡ ὑπόθεσις εἰ ἓν ἔστ ι, ταύτῃ δὲ ἀκόλουθόν ἐστιν ἐπάγειν τὸ οὐ πολλά ἐστιν (ἀναίνεται γὰρ ἡ τοῦ ἑνὸς ἔννοια τὸ πλῆθος), οὐκ ἀκόλουθον δὲ τὸ οὐχ ἕν ἐστ ι, καὶ εἰ ἄλλο ἐστὶ τὸ ἀντικείμενον ἓν τῷ πλήθει· καὶ εἰ τοῦτο, δυνατὸν ἀφαιρεῖν [τὸ ἓν] τοῦ ὡς ἀληθῶς ἑνὸς, ὃ καὶ ποιήσει τελευταῖον (ἀποφήσει γὰρ τὸ ἓν ἕν ἐστι μετὰ τοῦ ἔστ ι), προσλαβεῖν δὲ αὐτῷ, καθάπερ τὸ μὴ εἶναι πολλὰ, τὸ ἓν [οὕτω μὴ εἶναι τὸ ἓν] οὐκ ἦν [δυνατὸν], διότι τὸν λόγον ἀπὸ τῶν ἀναμφισβητήτων ἔδει προϊέναι πάντως ὁμολογημάτων, καὶ οὐκ ἀπὸ τοῦ λόγου δεομένων· ἓν γὰρ ἦν καὶ τοῦτο παράγγελμα τῶν εἰς τὴν γυμνασίαν ταύτην συντεινόντων. Λογικῶς μὲν οὖν, ὅπερ ἔφην, οὑτωσὶ ῥητέον· εἰς δὲ τὰ πράγματα βλέπουσιν, ὅτι τὸ ἓν ἐκεῖνο πάντως, ᾧ τὰ πολλὰ ἀντίκειται, τῷ πλήθει σύνεστι, καθάπερ τῷ ἑτέρῳ τὸ ταὐτὸν, καὶ οὐκ ἔστιν ἀπλήθυντον ἓν, καὶ οὐδὲ ἄνευ ἑνώσεως τὸ πλῆθος· ἔστι γὰρ τὸ ἓν τῷ πλήθει ἓν, διὸ πεπονθὸς ἦν τὸ πλῆθος τὸ ἕν. Ἅμα οὖν ὁ Παρμενίδης τὰ πολλὰ τοῦ ἑνὸς ἀπέφηνε κἀκεῖνο τὸ ἓν ὡς συναποπεφασμένον παρῆκεν· εἰ γὰρ εἴη ἐκεῖνο τὸ ἓν ὡς ἀληθῶς ἓν, οὐκ ἂν εἴη μόνον οὐ πολλὰ, ἀλλὰ καὶ πολλὰ ὡς συνυπάρχον τοῖς πολλοῖς, καὶ καθ’ αὑτὸ μὲν οὐ πολλὰ, κατὰ συμβεβηκὸς δὲ πολλὰ, καὶ οὐδαμοῦ ἂν εἴη τὸ ἁπλῶς οὐ πολλὰ, ἀλλὰ τό πη οὐ πολλὰ μόνον, καίτοι γε πανταχοῦ τῆς ἐννοίας ἡμῶν πρὸ τοῦ πη τὸ ἁπλῶς ἀπαιτούσης καὶ ἄρχεσθαι ἀπὸ τῶν πη μόνως ὄντων ἅ ἐστιν ἀναινομένης· διὰ γὰρ τοῦτο καὶ τὰ εἴδη πρὸ τῶν αἰσθητῶν ἔθετο, τὰ νοητὰ ζητοῦσα τὰ ἁπλῶς πρὸ τῶν πη ὄντων καὶ ὁμωνύμων ἐκείνοις. |
| in Prm 1096 [5] | Λαβὼν οὖν ὅτι τὸ ἓν οὐ πολλ ὰ, καὶ τοῦτο τὸ οὐ πολλὰ ἁπλῶς οὐ πολλὰ λαβὼν, εἰκότως οὐκ ἐδεήθη καὶ τὸ ἓν συναφελεῖν τό πη οὐ πολλὰ ὂν καὶ οὐχ ἁπλῶς. Ἀπὸ δὴ τούτων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν ὅτι τοῦτό ἐστι τὸ ἓν, ὅπερ ἐν Σοφιστῇ μὲν εἶπεν ὡς ἀληθῶς ἓν ἀμερὲς ὂν καὶ ἄλλο τοῦ πεπονθότος τὸ ἓν, ἐν δὲ Ἐπιστολαῖς τὸ πρῶτον τῶν πάντων ᾧ μὴ δεῖ προσάγειν τὸ ποῖόν τι μή ν· πᾶν γὰρ τὸ ποιὸν οὐκ ἔστιν ἁπλῶς, οἷον τὸ ποιὸν καλὸν ἢ τὸ ποιὸν ἴσον· τὸ γοῦν ποιὸν διαφορὰ ὄν τι ποιεῖ καλὸν καί τι ἴσον, ὥστε καὶ τῷ αὐτῷ ἑνὶ καὶ ἁπλῶς οὐ προσακτέον τὸ ποιὸν, ἵνα μὴ τοιόνδε ἓν γένηται ἀντὶ τοῦ αὐτοενός. Εἰ οὖν τὸ αὐτὸ ἓν καὶ πρῶτον ταὐτὸν, τὸ δὲ πρῶτον θεὸς, δῆλον ὅτι ταὐτὸν τὸ αὐτοὲν καὶ θεὸς, καὶ οὔ τις ἐκεῖνο θεὸς, ἀλλ’ αὐτοθεός· καὶ ὅσοι ἄρα δημιουργὸν λέγουσι τὸν πρῶτον ἢ πατέρα, οὐκ ὀρθῶς λέγουσιν· ὁ γὰρ δημιουργὸς καὶ ὁ πατήρ τις θεός· δῆλον δὲ [τοῦτο]· οὐ γὰρ πᾶς θεὸς ἢ δημιουργὸς ἢ πατὴρ, τὸ δὲ πρῶτον ἁπλῶς θεὸς καὶ πάντες θεοὶ δι’ ἐκεῖνο θεοὶ, τινὲς δὲ ὅσοι δημιουργοὶ διὰ τὸν δημιουργὸν, καὶ πατέρες διὰ τὸν πρῶτον δημιουργὸν ἢ πατέρα. Λεγέσθω οὖν τὸ ἓν ἁπλῶς θεὸς, ὡς πᾶσιν αἴτιον τοῦ εἶναι θεοῖς τοῖς θεοῖς, ἀλλ’ οὐχί τισι θεοῖς, οἷον δημιουργικοῖς ἢ πατρικοῖς ἢ ἄλλο ἔχουσιν εἶδός τι θεότητος μερικὸν, ὃ δὴ ποιόν ἐστι θεῖον, ἀλλ’ οὐχὶ ἁπλῶς· διὰ ταῦτα γὰρ δὴ καὶ ἐν Ἐπιστολαῖς ποῖόν τι μὴν ἐπερωτᾷν τὸ πρῶτον οὐκ ἐδοκίμαζεν, ἵνα μὴ τὸ πρῶτόν τι ποιήσωμεν ἀντὶ τοῦ ἁπλῶς. |
| in Prm 1097 [5] | Καὶ γὰρ τὸ ποιὸν ζῶον ἀληθὲς ἐπὶ τοῦ τινὸς ζώου καὶ οὐ τὸ ἁπλῶς· ἄποιον γὰρ τὸ ἁπλῶς πᾶν, ὡς πρὸ διαφορᾶς ὂν, ἥτις ποιεῖ τὸ ἔχον τι καὶ οὐχ ἁπλῶς· τί γὰρ ζῶον; τὸ ποιὸν ζῶον. Ἔχομεν οὖν διὰ τούτων ὅτι τὸ πρῶτον ταὐτὸν καὶ τὸ ἕν. Προσκείσθω δὲ ὅτι τοῦτ’ ἔστι καὶ τὸ ἐν Πολιτείᾳ τἀγαθὸν ἐπέκεινα τοῦ εἶναι καὶ τῆς οὐσίας ἐκεῖ ῥηθὲν καὶ ὂν ὑπερούσιον· καὶ γὰρ τὸ ἓν καὶ τὸ ἀγαθὸν ταὐτὸν, εἴπερ, ὡς ἐν Φαίδωνι λέγεται, τἀγαθόν ἐστι τὸ πάντα συνέχον, τὸ δὲ πάντα συνέχον τῷ ἑνὶ ταὐτόν. Ἢ ἔστιν ἐπέκεινα τοῦ ἑνὸς, ἢ οὐδέν ἐστιν, ἢ οὐχ ἓν, ἑκάτερον δὲ ἄτοπον. Τὸ ἄρα πρῶτόν ἐστι τὸ ὡς ἀληθῶς ἓν καὶ ὁ πάντων βασιλεὺς καὶ τἀγαθόν. Οὔτε ἄρα μέρος αὐτο ῦ , οὔτε ὅλον αὐτὸ δεῖ εἶνα ι . — Τί δ ή ; — Τὸ μέρος τοῦ ὅλου μέρος ἐστ ί ; — Να ί . — Τί τὸ ὅλο ν ; οὐχὶ οὗ ἂν μέρος μηδὲν ἀπ ῇ , ὅλον ἂν εἴ η ; — Πάνυ γ ε . — Ἀμφοτέρως ἄρα τὸ ἓν ἐκ μερῶν ἂν εἴ η , ὅλον τε ὂν καὶ μέρη ἔχο ν . — Ἀνάγκ η. (P. 137 C.) Πρώτη τοῦ ἑνὸς ἀπόφασίς ἐστιν, ὅτι οὐ πολλὰ τὸ ἕν· πρώτως γὰρ ἦν τῶν πολλῶν γεννητικόν· καὶ γὰρ αὐτὸ τὸ πρῶτον πλῆθος τῶν πάντων ἀκρότατον ἐκ τοῦ ἑνὸς προελήλυθε. Δευτέρα μετὰ ταύτην ἀπόφασις, ὅτι οὔτε ὅλον ἐστὶ ν , οὔτε μέρη ἔχει τὸ ἕ ν· δευτέραν γὰρ ὑφίστησι ταύτην τάξιν τὸ ἓν μετὰ τὸ πρῶτον πλῆθος ὃ πρῶτον ἀπέφησε τοῦ ἑνός· καὶ ἵνα τοῦτο καταμάθωμεν σαφέστατα, λογικῶς αὐτὸ τὴν πρώτην μετέλθωμεν· φανήσεται γὰρ ὃ λέγομεν ὀρθῶς τῷ ταύτῃ μετιόντι τοὺς λόγους. |
| in Prm 1098 [5] | Οὐκοῦν τοῦτο πᾶσίν ἐστι καταφανὲς ὡς ὅταν ᾖ συνημμένον ἐκ τῆς ἀναιρέσεως τοῦ ἡγουμένου τὴν ἀναίρεσιν τοῦ ἑπομένου πιστούμενον, καθολικώτερόν ἐστι τὸ ἡγουμένον; οἷον ἐν τῷ, εἰ μὴ ζῶον, οὐχὶ ἄνθρωπος· ἀλλὰ μὴν οὐ ζῶον, οὐδὲ ἄνθρωπος· ἄρα τὸ ζῶον τοῦ ἀνθρώπου καθολικώτερον. Καὶ πῶς γὰρ ἄλλως ἀναιρεθὲν συναναιροίη θάτερον, εἰ μὴ δύναμιν ἔχει καθολικωτέραν; Καὶ γὰρ ἐπὶ τῶν λεγομένων ἐξισάζειν, ἔστι τις ὑπεροχὴ τῶν συναναιρούντων πρὸς τὰ συναναιρούμενα, κατ’ αὐτὸ τοῦτο τὸ ἡγεῖσθαι θατέρου τῆς ἀναιρέσεως καὶ δι’ ἑαυτὸ κἀκεῖνο ἀναιρεῖν, εἰ καὶ μὴ κατὰ τὸ ποσὸν, ἀλλὰ κατὰ δύναμιν. Τοῦτο δ’ οὖν κείσθω διωρισμένον ὅτι ἐν τοῖς ἀποφατικοῖς συμπεράσμασιν, ὅταν διὰ τῆς ἀναιρέσεως τοῦ ἡγουμένου τὸ ἑπόμενον συμπέρασμα συνάγωμεν ἀποφατικὸν, τὸ ἡγούμενον δυνατώτερόν ἐστιν· ὅταν δὲ διὰ τῆς ἀναιρέσεως τοῦ ἑπομένου τὸ ἡγούμενον ἀναιρῶμεν, τὸ ἑπόμενον· καὶ ἁπλῶς τὸ τῇ ἑαυτοῦ ἀναιρέσει τὸ λοιπὸν συναναιροῦν, εἴτε ἡγούμενον εἴτε ἑπόμενον, κρατητικώτερόν ἐστιν αὐτοῦ καὶ δυνατώτερον. Ἓν μὲν οὖν τοῦτο κείσθω διωμολογημένον· δεύτερον δὲ ἕτερον τοιοῦτον πᾶν τὸ περιληπτικώτερον κατὰ τὴν δύναμίν τινος ἐγγυτέρω τοῦ ἑνός ἐστιν εἰκότως· διότι γὰρ αὐτὸ τὸ ἓν πάντων ἐστὶν, εἰ θέμις εἰπεῖν, περιληπτικώτατον, καὶ οὐδὲν ἔξω τοῦ ἑνὸς, οὐδ’ ἂν αὐτὴν εἴποις τὴν στέρησιν καὶ τὰ ἀμενηνότατα τῶν πραγμάτων· ἀλλ’ εἰ οὐδ’ ὅλως ὑφέστηκεν ἕν πως, ἔστιν ἀνάγκη καὶ τὰ ἐγγυτέρω τοῦ ἑνὸς περιληπτικώτερα εἶναι τῶν ποῤῥωτέρω, μιμούμενα τὴν ἀπεριόριστον αἰτίαν καὶ τὴν ἄπειρον ὑπερβολὴν τοῦ ἑνός. |
| in Prm 1099 [10] | Οὕτω καὶ τὸ ὂν, περιληπτικώτερον ὂν ζωῆς καὶ νοῦ, τοῦ ἑνός ἐστιν ἔγγιον, καὶ ἡ ζωὴ μᾶλλον ἢ ὁ νοῦς. Δύο δὴ τούτων ἡμῖν ἀξιωμάτων ὑποκειμένων, κατίδωμεν ὅπως συλλογίζεται ὁ Παρμενίδης ὅτι τὸ ἓν οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει, καὶ παρακολουθήσωμεν αὐτοῦ τῇ ἀγωγῇ· εἰ ὅλον ἐστὶ, φησὶν, ἢ μέρη ἔχει, πολλά ἐστι τὸ ἕν· ἀλλὰ μὴν οὐ πολλά ἐστιν, ὡς εἴρηται πρότερον, οὔτε ἄρα ὅλον ἔσται, οὔτε μέρη ἕξει τὸ ἕν. Καὶ πάλιν εἰ μὴ πολλὰ τὸ ἓν, οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει τὸ ἕν. Ἐν δὴ ταύταις ἀμφοτέραις ταῖς ἀγωγαῖς τῇ ἀναιρέσει τῶν πολλῶν συναναιρεῖται τὰ μέρη καὶ τὸ ὅλον· ἔκειτο γὰρ ἡμῖν τὸ συναναιροῦν ἑαυτῷ τὸ λοιπὸν ἐν τοῖς συνημμένοις δυνατώτερον καὶ περιληπτικώτερον· τὸ δὲ περιληπτικώτερον ἐγγύτερον τοῦ ἑνός· τὸ ἄρα πολλὰ ταῦτα ἐγγυτέρω τοῦ ἑνός ἐστιν ἢ τὰ μέρη καὶ τὸ ὅλον· καὶ γὰρ τὰ μέρη πολλὰ, τὰ δὲ πολλὰ οὐ πάντως ἐστὶ μέρη, ὥστε τῶν μερῶν τὰ πολλὰ περιληπτικώτερα· ἐπέκεινα οὖν ἐστι τῶν μερῶν. Πρῶτα ἄρα τὰ πολλὰ ἐν τοῖς οὖσίν ἐστι, δεύτερα δὲ τὸ ὅλον καὶ τὰ μέρ η, καὶ διὰ τοῦτο τὰ μὲν πρῶτα παράγει τὸ ἓν, τὰ δὲ δεύτερα διὰ τῶν πολλῶν· ἀεὶ γὰρ τὰ πρῶτα προϊόντα συμπαράγει τοῖς ἑαυτῶν αἰτίοις τὰ ἑξῆς. Εἴπερ οὖν αἱ ἀποφάσεις γεννῶσι τὰς καταφάσεις, δῆλον ὡς ἡ μὲν πρώτη τὰ πρῶτα γεννᾷ, ἡ δὲ δευτέρα τὰ δεύτερα· τὰ .... τοῦ ὅλου καὶ μέρη ἔχοντος κοινότερον· τί γὰρ εἰ ἄπειρα εἴη τὰ πολλὰ, τοῦ μέρη ἔχοντος πάντως ἐκ πεπερασμένων ὄντος; ὥστ’ εἴ τι μὲν ἔχει μέρη, δεῖται τῶν πολλῶν, εἴ τι δὲ πλῆθος, οὐκ ἐξ ἀνάγκης ἐστὶν ὅλον. Καὶ ὅρα τὴν γεωμετρικὴν τάξιν, ὅπως ὅτι μὲν οὐ πολλὰ τὸ ἓν εἴληπται ὡς ἀξίωμα καὶ ὡς κοινὴ ἔννοια, ὅτι δὲ οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει κατασκευάζεται δι’ ἐκείνης τῆς κοινῆς ἐννοίας· καὶ πάλιν ὅτι οὔτε ἀρχὴν ἔχει οὔτε τελευτὴ ν, διὰ τοῦ πρὸ αὐτοῦ καὶ ἑξῆς ἀεὶ κατὰ τὴν χρυσῆν ὄντως σειρὰν τῶν ὄντων ἐφ’ ὧν πάντα μὲν ἐκ τοῦ ἑνὸς, ἀλλὰ τὰ μὲν ἀμέσως, τὰ δὲ διὰ μιᾶς μεσότητος, τὰ δὲ διὰ δυοῖν, τὰ δὲ διὰ πλειόνων, πάντα δὲ ἁπλῶς ἐκ τοῦ ἑνός. |
| in Prm 1100 [10] | Οὕτω μὲν οὖν λογικῶς ἀποδείκνυται τὰ πολλὰ ταῦτα πρὸ τοῦ ὅλου τεταγμένα καὶ τῶν μερῶν· εἰ δὲ θέλοις, καὶ πραγματειωδέστερον ὅρα· τὰ πολλὰ, καθὸ πολλὰ, μίαν αἰτίαν ἔχει τὸ ἕν· οὐ γὰρ ἀλλαχόθεν πᾶν πλῆθός ἐστιν ἢ ἐκ τοῦ ἑνὸς, ἐπεὶ καὶ τὸ τῶν ὄντων πλῆθος, καθόσον μὲν νοητόν ἐστιν, ἐκ τοῦ ὄντος ἐστὶ, καθόσον δὲ πλῆθος, ἐκ τοῦ ἑνὸς ὑφέστηκεν. Εἰ γὰρ ἦν τὸ πλῆθος ἔκ τινος ἄλλης αἰτίας παρὰ τὸ ἓν, ἐκείνην ἀναγκαῖον ἂν ἦν πάλιν ἢ ἓν εἶναι, ἢ οὐδὲν, ἢ οὐχ ἕν· ἀλλ’ εἰ μὲν οὐδὲν ἦν, οὐδ’ ἂν αἰτίαν εἶναι δυνατὸν ἦν αὐτήν· εἰ δὲ οὐχ ἓν πάλιν, οὐχ ἓν οὖσαν μηδὲν διαφέρειν τῶν πολλῶν, τῆς αἰτίας πανταχοῦ διαφερούσης τῶν ἀπ’ αὐτῆς. Λείπεται οὖν, ἢ ἀναίτια εἶναι τὰ πολλὰ καὶ ἀσύντακτα ἀλλήλοις καὶ ἀπειράκις ἄπειρα, μηδενὸς ἐν αὐτοῖς ὄντος ἑνὸς, ἢ τὸ ἓν αἴτιον εἶναι τοῦ εἶναι τοῖς πολλοῖς· ἢ γὰρ οὔτε ἕκαστον τῶν πολλῶν ἓν οὔτε τὸ ἐκ πάντων, καὶ οὕτως ἀπειράκις ἄπειρα ἔσται πάντα· ἢ ἕκαστον μὲν ἓν, τὸ δὲ ἐκ πάντων οὐχ ἓν, καὶ ἀσύντακτα ἔσται ἀλλήλοις (συνταχθέντα γὰρ ἑνὸς ἀνάγκη μετέχειν)· ἢ ἔμπαλιν, καὶ ἕκαστον ἀπειράκις ἔσται ἄπειρον, μηδενὸς ἑνὸς μετέχον, ἢ ἄμφω ἑνὸς μετέχει, καὶ δεῖ πρὸ αὐτῶν εἶναι τὸ ἑνοποιὸν ἀμφοτέρων καὶ τῶν μερῶν καὶ τοῦ ὅλου, μήτε ὅλον μήτε μέρη ἔχον· ἢ πάλιν καὶ τοῦτο ἐπιδεὲς ἔσται ἑνὸς, καὶ εἰ ἐπ’ ἄπειρον ἦν, ἥξομεν εἰς τὸ πρὸ τοῦ ὅλου καὶ τῶν μερῶν ἕν. Πρὸς δὲ τούτοις καὶ εἰ ἄλλο τι αἴτιον ἦν παρὰ τὸ ἓν τῶν πολλῶν, οὐκ ἂν ᾖ πλῆθος ἑνάδων, ἃς παράγει ὡς τὸ ἕν· εἰ ἄρα εἰσὶ πολλαὶ ἑνάδες, αἴτιον τῶν πολλῶν καθὸ πολλὰ τὸ ἕν· τῶν γὰρ ἑνάδων πρώτως αἴτιον ἓν, διὸ καὶ ἑνάδες λέγονται, τὸ δὲ τῶν ὄντων πλῆθός ἐστιν ἐκ τοῦ τῶν ἑνάδων πλήθους, ὥστε πᾶν πλῆθός ἐστιν ἐκ τοῦ ἑνὸς, τὸ δέ γε ὅλον τῶν ὄντων ἐστὶ καὶ τὰ μέρη· κἄν τε γὰρ ὅλον ᾖ τὸ ἓν ὂν, δῆλον δήπουθεν ὅτι μετὰ τοῦ εἶναί ἐστιν ὅλον, κἄν τε τὸ ἓν μετεχόμενον, πάντως καὶ τοῦτο τῷ ὄντι σύνεστι, κἂν αὐτὸ μόνον τὸ ὂν αὐτόθεν, καὶ τοῦτό ἐστιν οὐσία. |
| in Prm 1101 [40] | Εἰ οὖν τὸ ὅλον καὶ τὸ μέρος ὄντα πώς ἐστιν ἢ καθ’ ὕπαρξιν, ἢ κατὰ μέθεξιν, παράγεται μὲν καὶ ταῦτα ἐκ τοῦ ἑνὸς, ἀλλὰ καὶ ἀπὸ τῆς οὐσίας, εἴπερ εἴη τὸ ὅλον τῶν ὄντων καὶ τὸ μέρος. Οὕτως οὖν ὁ Παρμενίδης ἔλεγεν ἐν τῷ ἑνὶ ὄντι ταῦτα τιθέμενος, ὅλον αὐτὸ λέγων εἶναι τὸ ἓν ὂν καὶ μέρη ἔχει ν, καὶ τὸ μὲν ὂν τοῦ ἑνὸς ἐξάψας, τὸ δὲ ὅλον ἐν τῷ ὄντι ἑνὶ θεωρῶν, καί τι ὂν τὸ ὅλον ποιῶν εἰκότως. Πάντα μὲν γὰρ ὅσα ὁλότητος οὐσιώδους μετέχει, ταῦτα καὶ οὐσίας· οὐ πάντα δὲ ὅσα οὐσίας, ταῦτα καὶ ὁλότητος· αὐτὰ γοῦν τὰ μέρη τῆς οὐσίας, καθὸ μέρη ἐστὶ, μετέχοντα τῆς οὐσίας, ὁλότητος δὲ οὐ μετέχει καθὸ τοιαῦτά ἐστιν· εἰ δὲ τοῦτο, ἐπέκεινα τῆς οὐσιώδους ὁλότητος ἡ οὐσία· μετέχει ἄρα τῆς οὐσίας τὸ οὐσιῶδες ὅλον καὶ οὐκ ἔστι τῇ οὐσίᾳ ταὐτόν. Οὕτω δὲ καὶ εἴ τις ἑνοειδής ἐστιν ὁλότης, μετέχει τοῦ ἑνὸς, τὸ δὲ ἑνιαῖον μέρος ἑνὸς μὲν ἀνάγκη μετέχειν, οὐκ ἔτι δὲ ὅλον ἀναγκαῖον ὑπάρχειν, ἀλλὰ καὶ ἀδύνατον καθόσον ἐστὶ μέρος· ἀλλὰ μὴν ἢ οὐσιῶδές ἐστι τὸ ὅλον καὶ μέρος, ἢ ἑνιαῖον (ἔστι γὰρ καὶ ἐν ταῖς οὐσίαις καὶ ἐν ταῖς ἑνάσιν ὅλον καὶ μέρος)· τὸ ἄρα ἓν ἐπέκεινα τοῦ ὅλου καὶ μέρους καὶ τῶν οὐσιωδῶν καὶ τῶν ἑνιαίων. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ πολλὰ τοῦ τε ὅλου προϋπάρχει καὶ τῶν μερῶν· ἑκάτερον γὰρ πάντως πολλά πώς ἐστιν, ὡς ἐδείξαμεν· ἀλλὰ μὴν τὰ πολλὰ τὰ πρώτως ληφθέντα μόνου μετέχει τοῦ ἑνός· ἐπέκεινα ἄρα τὰ πολλὰ τοῦ τε ὅλου καὶ τῶν μερῶν. |
| in Prm 1102 [10] | Ταύτῃ μὲν οὖν καὶ τοῦτο δεικτέον ἡμῖν· θεατέον δὲ τὴν τῶν ἀποδείξεων τούτων ἀλήθειαν· καὶ εἰ οὕτως ἀποδείξεις εἰσὶ, δείξουσιν ὅτι πᾶν ὅλον πάντως συνάγει τι πλῆθος. Πᾶσα οὖν ὁλότης πάντως ἔμφασιν ἔχει τῶν οἰκείων μερῶν· ἡ μὲν γὰρ ἐν τῷ μέρει καὶ πάντως συντέτακται πρὸς τὸ μέρος, καὶ οὐ μόνον ὅλον ἐστὶν, ἀλλὰ καὶ μέρος· ἡ δὲ ἐκ τῶν μερῶν συμπεπλήρωται τοῖς ἑαυτῆς μέρεσιν· ἡ δέ γε πρὸ τῶν μερῶν τὰς αἰτίας ἔχει τῶν μερῶν, ὥστε καὶ πλήθους· οὐδαμῶς ἄρα ὅλον ἐστὶ τὸ ἕν. Εἰ γὰρ πᾶν ὅλον μετὰ πλήθους, τὸ δὲ ἓν ἄνευ πλήθους, οὐκ ἄρα ὅλον τὸ ἕν· πάλιν τὸ μέρος ἄλλου μέρος ἐστὶν, ὥστε τὸ μέρη ἔχον πλῆθος ἔχει· πᾶν γὰρ μέρος ἕν τι μετ’ ἄλλων ἐθέλει συμπληροῦν· τὰ δὲ ἄλλα ταῦτα δῆλον ὡς πολλά ἐστιν· εἰ τοίνυν τὸ ἓν οὐδενός ἐστι πλήθους μετέχον, τὸ δὲ μέρη ἔχον πλῆθος ἔχει, φανερὸν ὅτι τὸ ἓν οὐκ ἂν ἔχοι μέρη αὐτό· δέδεικται δὲ ὅτι οὔτε ὅλον ἐστίν· οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχον τὸ ἕν· εἴτε γὰρ ὅλον ἐστὶν εἴτε μέρη ἔχει, πολλά ἐστιν· ἀλλὰ μὴν οὐ πολλά ἐστιν· οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχον. Καὶ ὁρᾷς ὅτι τοῦτο πρῶτόν ἐστιν ἀποδεδειγμένον διὰ τῶν οὐ πολλῶν, ὥσπερ δὴ καὶ ἐν τοῖς οὖσιν ἡ ὁλότης παράγεται διὰ τοῦ πρώτου πλήθους· τὸ δὲ δι’ αἰτίας δεικνύμενον τοῦτό ἐστι κυρίως ἀποδεικτικόν. Εἰ οὖν τὸ ὅλον ἐστὶ διὰ τὰ πολλὰ, τὸ μὴ εἶναι πολλὰ πάλιν αἴτιον τοῦ μὴ ὅλον εἶναι, ἀμφοτέρων δὲ τούτων ἡ τοῦ ἑνὸς μονότης. Τοῦτο δὲ ἦν ὃ καὶ ὁ Ἐλεάτης ξένος ἐδείκνυ μὴ δυνάμενον εἶναι ὡς ἀληθῶς ἓν, λέγω δὴ τὸ ὅλον· πάθος μὲν γὰρ αὐτό φησιν ἔχειν τοῦ ἑνὸς οὐδὲν κωλύειν, τὸ δὲ ἓν αὐτὸ εἶναι ἀδύνατον. Ὅπερ οὖν ἐκεῖ δέδεικται δεικνὺς ὅτι μὴ ἔστιν ἓν ὡς ἀληθῶς τὸ Παρμενίδειον ἓν, τοῦτο ἐν τούτοις ἀπέδειξε μὴ ὅλον τὸ ὡς ἀληθῶς ἓν, ἀντιστρέψας πρὸς ἐκείνην τὴν ἀπόδειξιν τὴν ἐνταῦθα πρώτην ἔφοδον· ἐκεῖ μὲν γὰρ ἔδειξεν, εἰ ὅλον ἐστὶν, οὐκ ὂν ἀληθῶς ἕν· ἐνταῦθα δὲ, εἰ ἔστιν ὡς ἀληθῶς ἓν, ὅτι οὐχ ὅλον ἐστίν· ὥστε ἢ ἐκείνοις ἀπιστείτω τις ὡς οὐ Πλάτωνος θεάμασιν, ἢ καὶ τούτοις συγχωρείτω, καὶ ταύτην ἡγείσθω κατὰ Πλάτωνα τὴν πρώτην ἀρχὴν, καὶ τὸ ὡς ἀληθῶς ἓν εἶναι τὸ πρῶτον, καὶ τοῦτο μὲν τοιοῦτον. |
| in Prm 1103 [15] | Εἰ δὲ ταὐτόν πως εἶναι δοκεῖ τό τε ὅλον καὶ τὸ μέρη ἔχον, οὐ χρὴ θαυμάζειν· ὁρῶμεν γὰρ ὡς ἡνωμένον τὸ αὐτὸ καὶ ὡς διακεκριμένον· ὡς μὲν ἡνωμένον ὅλον αὐτὸ προσαγορεύομεν, ὡς δὲ διακεκριμένον μέρη ἔχον· τὸ δὲ ἓν οὔτε ἡνωμένον ἐστὶν, ὥστε οὐχ ὅλον, οὔτε διακεκριμένον, ὥστε οὐ μέρη ἔχον· εἴτε γὰρ ἡνωμένον, πολλά ἐστιν, εἴτε διακεκριμένον· καὶ γὰρ τὸ ἡνωμένον πλῆθός ἐστι τῷ ἑνὶ κρατούμενον, τὸ δὲ ἓν ἐπέκεινα παντὸς πλήθους, τοῦ δὴ ὡς ἡνωμένου καὶ πολλῷ μᾶλλον τοῦ διακεκριμένου. Ταῦτα καὶ περὶ τούτων· λοιπὸν δὲ ἄν τις ἐπιζητήσειεν πότερον ταῦτα ἀποφάσκει τοῦ ἑνὸς, αὐτὸ πρὸς αὐτὸ λαμβάνων τὸ οὐχ ἑπόμενον αὐτῷ ἢ πρὸς τὰ ἄλλα. Καὶ γὰρ τοῦτό τισιν ἔδοξεν, ὡς τῶν πολλῶν ἄλλων ὄντων παρὰ τὸ ἓν, καὶ τούτων ἀποφασκομένων τοῦ ἑνὸς, καὶ τοῦ ὅλου καὶ τοῦ σχήματος, καὶ τῶν ἄλλων ὁμοίως. Δῆλός ἐστιν ὁ φιλόσοφος ἐν ἀρχῇ μὲν τῆς ὑποθέσεως παραλαμβάνων ὅσα οὐχ ἕπεται τῷ ἑνὶ αὐτῷ πρὸς αὑτό· καὶ γὰρ ὅτι ἀπλήθυντον καὶ ὅτι οὐχ ὅλον αὐτὸ καθ’ αὑτὸ σκοπούμεθα, καὶ εἰ μηδὲν εἴη τῶν ἄλλων· ἐν μέσοις δὲ ὅσα οὐχ ἕπεται οὔτε αὐτῷ πρὸς ἑαυτὸ οὔτε πρὸς τὰ ἄλλα, οἷον ὅτι οὔτε ταὐτὸν ἑαυτῷ οὔτε ἕτερον ἑαυτῷ, οὔτε ταὐτὸν τοῖς ἄλλοις οὔτε ἕτερον τῶν ἄλλων, οὔτε ὅμοιον οὔτε ἀνόμοιον ὡσαύτως, οὔτε ἁπτόμενον οὔτε χωρὶς ὁμοίως· ἐπὶ τέλει δὲ ὅσα οὐχ ἕπεται τῷ ἑνὶ πρὸς τὰ ἄλλα μόνον, ὅπου καὶ δείκνυται ὡς οὔτε ῥητόν ἐστιν οὔτε δοξαστὸν οὔτε ἐπιστητὸν, οὔτε ὅλως γνωστόν ἐστί τινι τῶν ἄλλων, ἀλλ’ αὐτὸ τῶν ἄλλων ἐστὶν ἐξῃρημένον καὶ γνώσεων καὶ γνωστῶν, εἰ οἷόν τε εἰπεῖν, ἐφ’ ἑαυτοῦ μένον οὐδενὶ τῶν ἄλλων συνταττόμενον, ἀλλ’ ἀπεριόριστον τοῖς πᾶσι· καὶ ὅταν οὖν λέγῃ μὴ εἶναι πολλὰ τὸ ἓν, οὐχὶ τὰ ἄλλα λέγει τοῦ ἑνὸς μὴ εἶναι τὸ ἓν, ὡς ἐκεῖνα τοῦ ἑνὸς ἀποφάσκων, ἀλλ’ αὐτὸ πλῆθος ἐν ἑαυτῷ μὴ ἔχειν, μηδ’ εἶναι τὸ ἓν ἅμα τῷ ἑνὶ καὶ πολλὰ, μόνως δὲ ἓν εἶναι καὶ αὐτοὲν παντὸς πλήθους καθαρεῦον· καὶ γὰρ ὅταν ἐν τῇ δευτέρᾳ ὑποθέσει διίῃ καταφάσκων ὅτι πολλὰ τὸ ἓν, ἀπλήθυντον αὐτὸ εἶναι καὶ μόνως ἓν καὶ οὕτω μήτε ὅλον εἶναι μήτε μέρη ἔχειν, πρὸς ἑαυτὸ σκοποῦσα πῶς ἔχει τοῦτο τὸ ἕν. |
| in Prm 1104 [40] | Ἀμφοτέρως ἂν ἄρα οὕτω τὸ ἓν πολλὰ εἴ η , ἀλ λ ’ οὐχ ἕ ν . — Ἀληθ ῆ . — Δεῖ δέ γε μὴ πολλ ὰ , ἀλ λ ’ ἓν αὐτὸ εἶνα ι . — Δε ῖ . — Οὔτε ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξε ι , εἰ ἓν ἔσται τὸ ἕ ν . — Οὐ γά ρ. (P. 137 C.) Συμπεραίνεται μὲν ἐν τούτοις τὴν ὅλην ἀπόδειξιν, ἣν καὶ πρότερον εἴπομεν, καὶ νῦν δὲ ἴσως ὑπομνῆσαι πάλιν εὔκαιρον· τὸ ἓν οὐ πολλὰ, τὸ ὅλον πολλὰ, τὸ ἄρα ἓν οὐχ ὅλον· καὶ πάλιν τὸ ἓν οὐ πολλὰ, τὸ μέρη ἔχον πολλὰ, τὸ ἓν ἄρα οὐκ ἔχει μέρη· ὡς εἶναι τὸν συλλογισμὸν ἐν δευτέρῳ σχήματι, τὸ ἓν ἄρα οὐκ ἔχει μέρη· καὶ ὑποθετικῶς, εἰ ὅλον ἐστὶ, μέρη ἔχει τὸ ἕν· εἰ μέρη ἔχει τὸ ἓν, πολλά ἐστιν· ἀλλὰ μὴν οὐ πολλὰ τὸ ἓν, οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχει. Καὶ θέα μοι τὴν ἀσφάλειαν τοῦ Πλάτωνος, ὅτι οὐκ ἀμερὲς ἔφατο τὸ ἓν, ἀλλὰ μέρη μὴ ἔχον· οὐ γὰρ ταὐτόν ἐστι τὸ ἀμερὲς τῷ μέρη μὴ ἔχειν. Τοῦτο μὲν γὰρ κατὰ τοῦ ἑνὸς λέγειν δυνατὸν, τὸ δὲ ἀμερὲς οὐ πάντως· φύσιν γάρ τινα δηλοῖ τὸ ἀμερές ἐστιν ὅτε καὶ οἷον εἶδός τι, μᾶλλον δὲ καὶ οὐδὲν ἄλλο ἢ ἑνοειδὲς εἶδος, καὶ οὐδὲν ἄλλο ἢ ὅπερ ὁ Τίμαιος κέκληκεν ἀμέριστον· δῆλος γοῦν ἐστι καὶ αὐτὸς ἐν ἐκείνοις τὸ αὐτὸ καὶ ἀμέριστον ἀδιαφόρως καὶ ἀμερὲς ὡς ἓν ἀνθ’ ἑνὸς ἀποκαλῶν, ὡς ἐν τῇ ἀρχῇ τῆς ψυχογονίας γέγραπται. |
| in Prm 1105 [40] | Ἐν δὲ Σοφιστῇ καὶ τὸ ὡς ἀληθῶς ἓν ἀμερὲς ἐκάλεσεν εἰπὼν, ἀμερὲς γάρ που δεῖ τό γε ὡς ἀληθῶς ἓν εἶνα ι, ταὐτὸν ἐν τούτῳ λέγων τὸ ἀμερὲς ὅπερ ἐνταῦθα μέρη μὴ ἔχον εἶπεν, ὥστε εἴ τι μέν ἐστι μέρη μὴ ἔχον, ἀμερές ἐστι κατ’ αὐτόν· οὐκ ἔτι δὲ ἀμερὲς τοῦτο μέρη μὴ ἔχον, εἴπερ ἐστὶν ἕκαστον τῶν γενῶν τοῦ ὄντος, τὸ μὲν ἀμερὲς, τὸ δὲ μεριστὸν, τὸ δὲ μέσον ἀμφοτέρων. Οὕτω δὲ καὶ τὸ σημεῖον ἀμερὲς, ὡς οὐκ ἔχον μέρη, οἷα τοῦ διαστατοῦ μέρη γένοιντ’ ἂν, ἀλλ’ οὐχ ἁπλῶς ἀμερὲς, ὡς μηδὲν ἔχον μέρος· συμπληροῦται γὰρ ὑπό τινων ὁ τοῦ σημείου λόγος, πάντα δὲ τὰ συμπληροῦντα μερῶν ἔχει τάξιν πρὸς τὸ ἀπ’ αὐτῶν συμπληρούμενον. Οὕτω καὶ ἡ μονὰς, διότι μὴ ἔστιν ἐκ διωρισμένων τινῶν μερῶν, ὡς ὁ ἀπ’ αὐτῆς ἀριθμὸς πᾶς· διότι δὲ ἔκ τινῶν ἐστι τῶν μονάδα ποιούντων αὐτὴν καὶ τοῦ σημείου διαφέρειν, μέρη ταῦτά τις εἰπὼν εἶναι τοῦ λόγου τῆς μονάδος οὐκ ἂν ἁμάρτοι· τὰ γὰρ εἰς τὸν ὅρον ἑκάστου εἴδους συντελοῦντα μέρη πάντως ἐστὶν ἐκείνου, καὶ ἐκεῖνο ἐκ τούτων ἐστὶν ὡς μερῶν καὶ ὅλον τι πεπονθὸς ὂν τὸ ἓν, αὐτὸ δὲ οὐκ ὂν τὸ ἓν, μόνον δὲ τὸ ἁπλῶς ἓν οὔτε ὡς ἐκ συνεχῶν ἐστι μερῶν οὔτε ὡς διῃρημένων οὔτε ὡς συμπληρούντων αὐτὸ, μόνως ὂν ἓν καὶ ἁπλῶς ἓν, ἀλλ’ οὐχ ἡνωμένον. Τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. Πολὺν δὲ ἐνταῦθα καθορῶ καὶ θόρυβον ἐγειρόμενον τῶν οἰηθέντων τὰς ἀποφάσεις ταύτας εἰς τὸ μηδαμῶς ὂν ἀπάγειν ἡμᾶς ἢ ἄλλο τι τοιοῦτο, διὰ τῆς ἀοριστίας τῆς ἡμετέρας φαντασίας οὐκ ἐχούσης ὡρισμένου τινὸς ἀντιλαβέσθαι πράγματος, ἅτε μηδενὸς τιθεμένου, πάντων δὲ ἁπλῶς ἀναιρουμένων ἀπὸ τοῦ ἑνὸς, καὶ διὰ ταῦτα ἀναπεπεισμένων ὅτι χρή τινα φύσιν εἰσηγεῖσθαι καὶ ἰδιότητα τοῦ ἑνός. |
| in Prm 1106 [5] | Ταῦτα γὰρ δή τινες ὑπολαβόντες, οἱ μὲν ἀπὸ τοῦ νοῦ καὶ τῆς νοερᾶς οὐσίας ἐπὶ τὸ ἓν ἀναβαίνοντες ἀξιοῦσι τοῦ μὲν νοῦ τὴν νοότητα προτάττειν τῆς νοότητος, ὡς ἁπλουστέρας οὔσης τοῦ νοῦ καὶ οἷον ἕξεως τοῦ νοεῖν· αἱ γὰρ ἐνέργειαι, φασὶ, πρὸ τῶν οὐσιῶν εἰσιν ὡς ἑνικώτεραι αὐτῶν, καὶ πρὸ τούτου τὸ νοοῦν, οὐ τὸ ἐνεργοῦν τοῦτο λέγοντες, ἀλλὰ τὸ τῆς ἐνεργείας αἴτιον ὡς νόησιν ποιοῦν, ὡς εἴ τις λέγοι τὸ ψυχοῦν ἢ τὸ κινοῦν· καὶ πρὸ τούτου πάλιν τὸ νόημα, καὶ τοῦτο εἶναι τὸ πρῶτον ἀξιοῦντες ὡς ἀμερέστατον, καθάπερ τὸ κίνημα τῆς κινήσεως· καὶ οὐκ ἐπὶ ταύτης μόνης τῆς ὁδοῦ τοῦτο ποιοῦντες, ἀλλὰ καὶ ἐφ’ ἑκάστου τῶν εἰδῶν, ὥστε ἀεὶ τελευτᾷν εἰς τὰ ὅμοια, λέγω δὲ οἷον ἀγάθωμα, κάλλωμα, ἀρέτωμα, ταύτωμα, τὰ ὅμοια τούτοις, καὶ πᾶν εἶναι τοιοῦτον ἕν. Οὓς ἐρωτητέον πότερον τὰ πολλὰ ταῦτα τῇ φύσει διαφέροντα ἀλλήλων ἐστὶν, ἢ ὀνόματι μόνον. Οὐδὲ λέγουσι τί τὸ ἓν, ὡς προὔθεντο, ἀλλὰ διακενῆς ἀθύρουσι περὶ τὰ θειότατα τῶν πραγμάτων· εἰ δὲ οὐσίᾳ ταῦτα διενήνοχεν ἀλλήλων, πλῆθος ἐν τῷ ἑνὶ καταλήψουσι, καίτοι γε ὁ Πλάτων τοῦτο πρὸ πάντων ἀνενδοιάστως ἀπέφησε τοῦ ἑνός. Πόθεν δὲ καὶ τὰ ὀνόματα ταῦτα παρειλήφασιν, ἢ ποίων θεολόγων ἀκηκόασι τὰς οὐσίας δευτέρας τῶν ἐνεργειῶν ποιούντων; πανταχοῦ γὰρ καὶ ὁ Πλάτων καὶ οἱ ἄλλοι θεολόγοι τὰς μὲν ἐνεργείας ἀπὸ τῶν δυνάμεων, τὰς δὲ δυνάμεις ἀπὸ τῶν οὐσιῶν ἐξηρτῆσθαι λέγουσιν. Ἀλλὰ πρὸς μὲν τούτους οὐδὲν χρὴ λέγειν, καὶ ἄλλοις εὐθύνας δεδωκότας. Εἰσὶ δὲ οἳ διακρίνειν ἠξίωσαν θεὸν καὶ τὸ θεῷ εἶναι, καὶ ἀπονέμειν τῷ πρώτῳ τὸ θεῷ εἶναι, καὶ ὡς ταύτην ἰδιότητα παραδιδόναι τοῦ ἑνός· οὓς ἐρωτητέον πῶς τὸ εἶναι αὐτῷ τοῦτο ὑπολαμβάνομεν, τοῦ Πλάτωνος καὶ τὸ ἔστιν ἀφαιροῦντος, πῶς δὲ ἐν ἐκείνοις διακρίνομεν ἕκαστον καὶ τὸ εἶναι ἑκάστῳ καὶ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ καὶ θεῖα καὶ ἑνικώτατα τῶν πάντων μεταφέρομεν τοὺς τοσούτους κανόνας· οὐδὲ γὰρ ἐπὶ ψυχῆς ἠνεχόμεθα λέγειν ὡς ἕτερον ψυχὴ καὶ τὸ εἶναι ψυχῇ, οὐδὲ ἐπ’ ἄλλου τούτων ἀΰλων εἰδῶν· πολλῷ ἄρα μᾶλλον ἐπὶ τῶν θεῶν αὐτῶν παραιτησόμεθα τὰς τοιαύτας εἰσάγειν διαφοράς. |
| in Prm 1107 [15] | Καὶ πῶς γὰρ ἄλλο ἔσται τὸ ἓν καὶ τὸ ἑνὶ εἶναι; λήσομεν οὖν οὕτω τὸ ἓν ποιοῦντες οὐχ ἓν, εἴπερ ἀφεῖται τοῦ ἑνὶ εἶναι, καὶ μετέχει κρείττονος ὄντος. Ἄλλοι τοίνυν εἰρήκασιν ὅτι πάντων αἴτιον ὂν τὸ πρῶτον ὑπὲρ ζωὴν, ὑπὲρ νοῦν, ὑπὲρ αὐτὸ τὸ ὂν ἱδρυμένον, ἔχει πως τὰς τούτων αἰτίας ἁπάντων ἀφράστως καὶ ἀνεπινοήτως καὶ τὸν ἑνικώτατον τρόπον καὶ ἡμῖν μὲν ἀγνώστως, καὶ ἔστι τὰ ἐν αὐτῷ κρύφια τῶν ὅλων αἴτια παραδείγματα πρὸ παραδειγμάτων, καὶ τὸ πρῶτον αὐτὸ ὅλον πρὸ ὅλων, οὐ δεηθὲν μερῶν· τὸ μὲν γὰρ πρὸ τῶν μερῶν ὅλον δεῖσθαί πως τῶν μερῶν, καὶ τοῦτο εἶναι, ὅπερ ἂν οἶδεν ὁ Πλάτων, τὸ δὲ ὅλον πρὸ τῶν ὅλων οὐδὲν δεῖσθαι μερῶν. Οἱ δὲ ταῦτα λέγοντες οὐδὲν ἐπαΐουσι τοῦ Πλάτωνος, μόνῃ τῇ ἀφαιρέσει χρῆσθαι δοκιμάζοντες ἐπὶ τοῦ ἑνός· οὐδὲ μνημονεύουσι τῶν ἐν τῇ πρὸς Διόνυσον ἐπιστολῇ γεγραμμένων, καὶ τῆς ἐκεῖ παραινέσεως μηδὲν τῷ ἑνὶ προσφέρειν, ἀλλὰ πάντα ἀφαιρεῖν ἐγκελευομένης, ἵνα μὴ λανθάνωμεν τὸ συγγενές τι καὶ ἡμῖν προσῆκον ἀνατιθέντες· τοῦτο γὰρ δὴ πάντων ἐν ἐκείνοις αἴτιον ἀπεφήνατο κακῶν, τὸ ζητεῖν ὁποῖόν τι τὸ ἕν. Χωρὶς δὲ τούτων, πῶς ἔτι τὸ ἓν φυλάττομεν; τὸ γὰρ τῶν ὅλων ὅλον περιληπτικώτερόν ἐστι τῶν ὅλων ἑνοειδῶς· [ἀλλ’] αὐτὸ τὸ ἓν ἐξῄρηται καὶ ὑπερέχει πάσης ὁλότητος· καὶ τὸ μὲν τῶν ὅλων ὅλον (εἴπερ ἄρα τῇ μέσῃ προσήκει τάξει τῶν νοητῶν, ὡς δείξομεν· αὕτη γὰρ ὑπερέχει τῆς νοερᾶς ὁλότητος, καὶ περιείληφε πανταχόθεν αὐτήν)· τὸ δὲ ἓν ἐπέκεινα τῶν νοητῶν ἐστιν. Εἰ δὲ καὶ μὴ μόνον ἀπὸ νοῦ καὶ ζωῆς καὶ ὄντος ἀνιόντες πάντων τὰς ἀγνώστους αἰτίας ἐν τῷ ἑνὶ θήσομεν, ἀλλὰ καὶ ἀφ’ ἑκάστου τῶν ὄντων, οἷον κάλλους, ἀρετῆς, δικαίου, τῶν ἄλλων ἑκάστου, τοσαῦτα ἔσται τῷ πλήθει τὸ ἓν ὁπόσα καὶ ὁ νοῦς, καὶ οὐκ ἂν ἔτι εἴη οὐδαμῶς ἓν, καὶ οὕτω λάθοιμεν ἂν διπλασιάσαντες τὰ ὄντα· αὐτὰ γὰρ ἔσται καὶ τὰ αἴτια αὐτῶν τὰ ἐν τῷ ἑνὶ ὑπάρχοντα, καὶ περὶ τούτων ζητήσομεν πῶς πολλὰ ὄντα ἥνωται, καὶ ἀναγκάσομεν εἶναι καὶ πρὸ τούτων ἓν, καὶ ἢ κυρίως ἓν αὐτὸ φυλάττοντες πάντα ἀφαιρήσομεν, ἢ πάλιν ἐν ἐκείνῳ πάντα θησόμεθα, καὶ τριπλασιάσομεν τὰ ὄντα καὶ οὕτως ἐπ’ ἄπειρον ἀνιόντες οὐκ ἔτι που στησόμεθα καὶ ἡμεῖς λέγειν πλῆθος ἔχειν καὶ τὸ ἕν· ὅπερ ἤδη τινὲς τῶν Πλάτωνος φίλων ἐτόλμησαν λέγειν, καίτοι παντὸς πλήθους ἀπαιτοῦντος ἄλλο τι τῷ πλήθει τὴν ἕνωσιν διδὸν, ἢ, μηδενὸς ὄντος τοιούτου, τὸ πλῆθος ἐπείσακτον ἔχον ἕνωσιν εἶναι πρῶτον οὐκ αὔταρκες διὰ τὴν ἑνώσεως ἔνδειαν. |
| in Prm 1108 [35] | Κάλλιον οὖν, ὥσπερ ὁ Πλάτων πεποίηκεν, ἐπὶ τῶν ἀποφάσεων ἵστασθαι, καὶ διὰ τούτων ἐνδείκνυσθαι τὴν ἐξῃρημένην τοῦ ἑνὸς ὑπερβολὴν, ὡς οὔτε νοητόν ἐστιν, οὔτε νοερὸν, οὔτε ἄλλο τι τῶν ἡμῖν δι’ ἐπιβολῆς μεριστῆς γιγνωσκομένων οὐδέν· πάντων γὰρ ὂν αἴτιον οὐδέν ἐστι τῶν πάντων· καὶ οὐχ ἡμῖν μὲν ἄγνωστον, ἑαυτῷ δὲ γνωστόν ἐστιν· εἰ γάρ ἐστιν ὅλως ἡμῖν ἄγνωστον, οὐδὲ αὐτὸ τοῦτο γιγνώσκομεν ὅτι ἑαυτῷ γνωστόν ἐστιν, ἀλλὰ καὶ τοῦτο ἀγνοοῦμεν· ἐπεὶ καὶ τὸ λέγειν ὅτι πηγὴ θεότητός ἐστιν, ὥσπερ ἑνὰς τῶν καλῶν πάντων τὸ αὐτὸ καλὸν καὶ τὸ πρώτως καλὸν, καὶ ἑνὰς τῶν ἴσων πάντων τὸ αὐτὸ ἴσον καὶ ἡ πρώτως ἰσότης (οὐδὲ γὰρ ἐπὶ τούτων ζητοῦμεν τί τὸ αὐτὸ καλὸν, ἀλλ’ ἔγνωμεν ὅτι πηγὴ τῶν καλῶν, καὶ τοῦτο ἐξαρκεῖν νομίζομεν), οὕτως ἄρα καὶ τὸ ἓν ἡ πηγὴ θεότητος πάσης, καὶ ὅ ἐστιν αὐτοθεός (πᾶς γὰρ θεὸς, καθὸ θεὸς, ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν)· οὐδὲ τοῦτο οὖν ἁπλῶς ὀρθόν. Εἰ γὰρ, ὥς φησιν ὁ Πλάτων, μηδὲ ὄνομά ἐστιν ἐκείνῳ μηδὲ ν, πῶς ἂν αὐτοθεὸν ἢ ἄλλο τι προσαγορεύοιμεν; ἀλλὰ καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα καταδεέστερα παντελῶς ἐστι τῆς ἀγνώστου τοῦ ἑνὸς ὑπεροχῆς. |
| in Prm 1109 [5] | Εἰ δὲ ὅλως χρή τι καταφατικῶς περὶ αὐτοῦ λέγειν, ὡς ἔμοιγε δοκεῖ, κατὰ τὴν τοῦ Πλάτωνος ψῆφον, ἄμεινον αὐτὸ πηγὴν θεότητος πάσης καλεῖν, ἀλλ’ ὥσπερ, ἐπεὶ καὶ ἀρχὴν αὐτὸ καὶ αἴτιον τῶν πάντων λέγομεν καὶ τέλος πάντων καὶ ἐφετὸν τοῖς πᾶσιν· ἐκείνου γὰρ ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, ὥς φησιν αὐτὸς ἐν Ἐπιστολαῖς· δι’ ὧν οὐκ αὐτὸ λέγομεν τί ἐστιν, ἀλλ’ ὅπως ἔχει τὰ μετ’ αὐτὸ πρὸς αὐτὸ καὶ ὧν ἐστιν αἴτιον. Συντόμως οὖν πᾶσα μὲν θεότης ἐναγής ἐστι, τὸ δὲ αὐτὸ ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ αὐτοθεότης, δι’ ἣν πᾶσιν ὑπάρχει θεοῖς τὸ εἶναι θεοῖς, ὡς πᾶσι νοῖς τὸ εἶναι νοῦς ἐκ τοῦ πρώτου νοῦ, καὶ τὸ εἶναι ψυχὰς ἐκ τῆς πρώτης ψυχῆς· τὸ γὰρ πρώτως ὂν αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι δευτέρως ὅπερ λέγεται πρώτως. Ταῦτα μὲν οὖν περὶ τούτων· προσακτέον δὲ καὶ τῇ λέξει, καὶ ὅπως ὁ Πλάτων ἐνδείκνυται περὶ τῶν ἀποφάσεων τούτων ὡς οὐχὶ στερητικῶν οὐσῶν, ἀλλὰ καθ’ ὑπεροχὴν τῶν καταφάσεων ἐξῃρημένην. Τὸ γὰρ ἓ ν, φησὶν, οὔ τε ὅλο ν , οὔτε μέρη ἔχον εἶναι δε ῖ· τοῦτο δὲ τὸ δεῖ τὴν κατὰ τὸ ἀγαθὸν ὑπεροχὴν ἐνδείκνυται. Τεκμήριον δέ· τοῖς γὰρ ἐστερημένοις οὐ προστίθεμεν τὸ δεῖ· τίς γὰρ ἂν εἴποι, δεῖ τὴν ψυχὴν ἀγνοεῖν ἑαυτήν; ἡ γὰρ ἄγνοια τοῖς γνωστικοῖς στέρησίς ἐστιν· οὕτω καὶ αὐτὸς εἶπε περὶ τῶν κακῶν πάντων ὅτι ἀναγκαῖον αὐτὰ εἶναι ἐν τῷ Θεαιτήτῳ. Τὸ οὖν δεῖ μὴ εἶναι οὐ τοῖς ἐστερημένοις ἐστὶ προσοιστέον, ἀλλὰ τοῖς κρείττοσι τῶν ἕξεων· οἷον, δεῖ τὸ πρῶτον μὴ νοεῖν ἑαυτὸ, ὡς κρεῖττον τοῦ νοεῖν, καὶ δεῖ μὴ πολλὰ εἶναι, ὡς κρεῖττον τοῦ πολλὰ, καὶ δεῖ μὴ ὅλον εἶναι μήτε μέρη ἔχειν, ὡς κρεῖττον καὶ τούτων· τὸ γὰρ δέον οὐκ ἔστι στερήσεως, ἀλλ’ ὑπεροχῆς σημαντικόν. |
| in Prm 1110 [30] | Τοῦτο δὴ οὖν καὶ ὁ Πλάτων ἐνδεικνύμενος, ὅπερ ἔφην, τὸ δεῖ προστίθησιν, εἰς ὑπόμνησιν ἀρκοῦν τῆς τῶν ἀποφάσεων τούτων δυνάμεως, καὶ ἅμα διὰ τούτου δεικνὺς ὅτι περὶ ὑφεστῶτός τινος ποιεῖται τὸν λόγον, ἀλλ’ οὐχὶ περὶ ἀνυπάρκτου πράγματος. Τίς γὰρ ἂν εἴποι περὶ τοῦ ἀνυποστάτου, ὅτι δεῖ αὐτὸ εἶναι ἀνυπόστατον ὄν; τὸ γὰρ δέον φέρεται κατὰ τῶν ὅλων ὕπαρξιν ἐχόντων. Οὐκοῦν εἰ μηδὲν ἔχει μέρο ς , οὔ τ ’ ἀρχὴ ν , οὔτε τελευτὴ ν , οὔτε μέσον ἔχε ι · μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴ η . — Ὀρθῶ ς. (P. 137 D.) Πρότερον ἐχώρισε τὸ ἓν ἀπὸ τοῦ πρώτου πλήθους· δεύτερον ἀφεῖλε τοῦ ἑνὸς τὴν ὁλότητα, ἣ συνέχει τὸν σύνδεσμον τῶν νοερῶν θεῶν· καὶ ὅτι ταύτην ἀφεῖλεν, ἀλλ’ οὐ τὴν νοητὴν μόνον, ἔσται φανερώτατον ἡμῖν ἀπὸ τῆς δευτέρας ὑποθέσεως. Εἰσόμεθα δὲ προϊόντες ἔτι φανερώτερον κἀκεῖνο, δι’ ἣν αἰτίαν ἤρξατο τῶν ἀποφάσεων ἀπὸ τούτου τοῦ πλήθους, ὃ καὶ πρότερον εἴπομεν, ἀλλ’ οὐχὶ τῆς ἀκρότητος νοητῆς, ἥτις ἐστὶν αὐτὸ τὸ ἓν ὂν, ἀλλὰ τοῦτο τελευταῖον ἀφαιρήσει, παντὸς τοῦ νοητοῦ δεικνύων ἐπέκεινα τὸ ἕν. Τρίτον, ἀφαιρεῖ νῦν τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὴν τελευτὴ ν, τάξεως τοῦτο σύμβολον ὑφειμένης ἢ κατὰ τὸ ὅλον καὶ τὸ μέρη ἔχο ν· καὶ ἐπιστήσομεν ὅπως καὶ τοῦτο πάλιν ἐκ τοῦ πρὸ αὐτοῦ δείκνυσιν ἑπόμενος τοῖς ἀποδεικτικοῖς κανόσιν. |
| in Prm 1111 [15] | Εἰ γὰρ μὴ ἔχει μέρη τὸ ἓν, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἕξει· πᾶν γὰρ τὸ ἀρχὴν καὶ μέσον καὶ τέλος ἔχον μέρη ἔχει· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα ἑπόμενον· ἀναιρεθὲν ἄρα τὸ ἡγούμενον συνανεῖλε τὸ ἑπόμενον. Μερικωτέρας οὖν τὸ ἀρχὴν καὶ μέσον καὶ τελευτὴν ἔχον τάξεώς ἐστι σύμβολον· τὸ γὰρ καθολικώτερον αἰτιώτερόν ἐστι, τὸ δὲ μερικώτερον ποῤῥωτέρω τῆς ἀρχῆς, ἐπεὶ καὶ συμβαίνει τοῖς πράγμασι· τὸ γὰρ μέρη ἔχον, οὔπω δῆλον εἰ ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευτήν· τί γὰρ ἐκ δυοῖν εἴη μερῶν ὅλον; καὶ γὰρ ἡ δυὰς ὅλον τί ἐστι τρόπον τινὰ, καὶ οὕτως ὡς ἀρχὴν πάντων τῶν μεριστῶν· τὸ δὲ ἀρχὴν ἔχον καὶ μέσον καὶ τελευτὴν ἐν τριάδι πρῶτον. Εἰ δὲ πᾶν ὅλον λέγει τις εἶναι τριαδικὸν, ἀλλ’ οὐδὲν κωλύει καὶ οὕτως τὸ μέρη ἔχον κατ’ αὐτὸ τοῦτο μήπως εἶναι τέλειον, προϋπάρχον τοῦ τελείου καὶ ὅλου· διὸ καὶ οὐκ ἀπὸ τοῦ ὅλου πεποίηται τὴν ἀπόδειξιν, ἀλλ’ ἀπὸ τοῦ μέρη ἔχειν. Ἀλλὰ τοῦτο μὲν δῆλον καὶ ἀπὸ τῶν προειρημένων· ἀποροῦσι δὲ εἰκότως τινὲς πῶς ἐπήνεγκεν ὁ Παρμενίδης ἀνενδοιάστως τὸ, μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴ η. Τοῦτο μὲν γὰρ ἡμῖν ἐπιδείκνυσι σαφῶς, ὅτι πᾶν τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τέλος μέρη ἔχει τὴν ἑαυτοῦ ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ ἑαυτοῦ τέλος· τὸ δὲ οὐκ ἔστιν ἀληθές· ἡ γοῦν γραμμὴ καὶ ἀρχὴν ἔχει σημεῖον καὶ τέλος, ἀλλ’ οὐ μέρη τοσαῦτά φησι γραμμῆς· οὐδενὸς γὰρ ἄπειρα τὰ μέρη πέρας ἔχοντος, τὰ δὲ σημεῖα ἄπειρά ἐστι, γραμμὴ δὲ ἐκ σημείων οὐκ ἔστιν, οὐδὲ ὅλως ἐκ σημείων εἶναι τὸ μέγεθος δυνατόν. Πρὸς δὴ ταύτην τὴν ἀπειρίαν ῥητέον, πρῶτον μὲν ὅτι Πλάτων ἐπὶ τοῦ ἑνὸς ποιούμενος τὸν λόγον εἰκότως εἴρηκεν, εἰ ἔχει ἀρχὴν καὶ μέσον καὶ τέλο ς , μέρη ἂν αὐτοῦ τὰ τοιαῦτα εἴ η· οὐ γὰρ ἐξ ἀνομοίων ἔσται τὸ ἓν συμπεφορημένον ὡς ἡ γραμμὴ, οὐδὲ ἕξει τοιαύτας ἀποπερατώσεις, ἀλλ’ εἴπερ ὅλως ἐν αὐτῷ τέλος τις ὑποθεῖτο καὶ μέσον καὶ ἀρχὴν, ἔσται ταῦτα συμπληρωτικὰ τοῦ ἑνὸς, ὥστε καὶ μορίων ἂν ἔχοι λόγον πρὸς αὐτό· καὶ γὰρ ταῦτα ἕξει μέρη, ὥσπερ ἡ τριὰς τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ τέλος αὐτὰ ἔχει μέρη· ἔπειθ’ ὅτι καὶ εἴ τι πέρατα ἄττα ἔχει, ταῦτα καὶ ἄλλα ἂν ἔχοι μέρη πάντως τὰ ὑπὸ τούτων ὁριζόμενα· πέρατα γὰρ ὄντα τινῶν ἐστι πέρατα, καὶ τὸ ταῦτα ἔχον καὶ ἐξ ἐκείνων ἔσται πάντως ἐν οἷς ταῦτα, καὶ μέρη ἕξει ἐκεῖνα· ὥστε τὸ μέρη ἂν αὐτοῦ τὰ τοιαῦτα εἴη, οὐ τὰ ὡς πέρατα, ἀλλὰ τὰ ὡς πεπερασμένα ἀκουσόμεθα. |
| in Prm 1112 [35] | Καὶ γὰρ εἴ τι μὲν ἔχει πέρατα, καὶ μέρη ἔχει· οὐκ εἴ τι δὲ μέρη, πάντως καὶ πέρατα ἔχει, ἀλλὰ ἄλλ’ ἄττα τῶν μερῶν, ὥσπερ καὶ ἕκαστος τῶν ἀριθμῶν. Ὀρθῶς οὖν εἶπεν, ὅτι πᾶν τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτὴν ἔχοι ἂν μέρ η· ἢ γὰρ ταῦτα, ἢ ἐν οἷς ταῦτά ἐστι. Πρῶτον μὲν οὖν ταῦτα ῥητέον, δεύτερον δὲ καὶ ὃ πολλῷ φαίη ἄν τις ἀληθέστερον, ὅτι τὸ μέρος τῶν πολλαχῶς ἐστι λεγομένων· καὶ γὰρ τὸ ταὐτά πως τῷ ὅλῳ καὶ πάντα ἔχον μερικῶς, ὅσα τὸ ὅλον ὁλικῶς, μέρος καλοῦμεν, οἷον τοῦ ὅλου νοῦ μέρος εἶναι τῶν πολλῶν ἕκαστον, καίτοι πάντων ὄντων ἐν ἑκάστῳ τῶν εἰδῶν, καὶ τὴν ἀπλανῆ μέρος τοῦ παντὸς, καίτοι καὶ ταύτης τὰ πάντα περιεχούσης, ἀλλ’ ἕτερον τρόπον ἢ ὡς ὁ κόσμος. Καὶ ἔτι δεύτερον τὸ συμπληρωματικόν τινος, ὥσπερ λέγομεν μέρη τοῦ παντὸς τὰς ὅλας σφαίρας, καὶ μέρη τῆς ψυχῆς τὸ διανοητικὸν καὶ δοξαστικόν· τὰ μὲν γὰρ συμπληροῖ τὸ πᾶν, τὰ δὲ τὴν ψυχήν. |
| in Prm 1113 [5] | Καὶ πρὸς τούτοις κατά τι κοινὸν σημαινόμενον μέρος λέγομεν πᾶν τὸ ὁπωσοῦν τισι συντεταγμένον εἰς ἑνὸς συντέλειαν. Οὕτω γὰρ καὶ τοῦ κόσμου μέρος ἂν εἴποις ἕκαστον ἡμῶν· οὐχ’ ὅτι συμπληροῦται τὸ πᾶν ὡς πᾶν δι’ ἡμῶν, οὐδὲ γὰρ ἀτελὲς γίνεται τὸ πᾶν, φθαρέντος τινὸς ἡμῶν· ἀλλ’ ὅτι συντετάγμεθα καὶ ἡμεῖς τοῖς ὅλοις μέρεσι τοῦ παντὸς, καὶ συνδιοικούμεθα τοῖς ἄλλοις πᾶσι, καὶ ἐσμὲν ὅλως ὡς ἐν ἑνὶ ζώῳ τῷ κόσμῳ, καὶ αὐτοὶ μέρη τοῦ παντὸς καὶ συμπληροῦμεν αὐτὸ, οὐχ ᾗ ἐστιν, ἀλλ’ ᾗ γόνιμόν ἐστι. Τριχῶς οὖν λεγομένου τοῦ μέρους, προειπὼν ὁ Πλάτων ὡς οὐδὲν ἔχει μέρος τὸ ἓν δηλονότι πάσας ἀφεῖλεν αὐτοῦ τὰς ἐννοίας τοῦ μέρους· καὶ γὰρ πᾶν τὸ ὁπωσοῦν μέρος ἔχον πλῆθος ἔχει, τὸ δὲ ἓν οὐκ ἔχει πλῆθος, οὐδὲ μέρη ἄρα ἕξει οὐδαμῶς· εἰ τοῦτο, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἂν ἔχοι. Καὶ γὰρ ταῦτα μέρη ἂν φαίης εἶναι τοῦ ἔχοντος αὐτὰ κατὰ τὸ τρίτον σημαινόμενον τοῦ μέρους, ὃ πᾶν τὸ ὁπωσοῦν τισι συντεταγμένον μέρος εἶναι τούτου φησὶ, καὶ διὰ τῆς συντάξεως ἐκείνων συμπεπλήρωται· καὶ γὰρ ἡ γραμμὴ, καθὸ ἂν γραμμὴ, πάντως ἄλλα ἂν ἔχοι μέρη· καθὸ δὲ πέρας, πεπερασμένη πάντως ἐκ τούτων ἐστὶν ὡς συμπληρωτικῶν αὐτῆς· διὰ γὰρ ταῦτα πεπερασμένη καλεῖται, καὶ ταῦτα οὖν πεπερασμένα λέγοιτο ἂν, εἰ καὶ μὴ ὡς γραμμή. Πρὸς μὲν οὖν ταύτην τὴν ἀπορίαν οὕτως ἀπαντησόμεθα τὴν τοῦ μέρους διαφορότητα σημήναντες, καὶ ὅπως ἂν λέγοιτο μέρος καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος ἐκείνου ἐν ᾧ ἐστι. Καθ’ ἑτέραν δὲ αὖ ζήτησιν ἀποροῦσί τινες πῶς ὁ μὲν Ἀθηναῖος ξένος ἐν Νόμοις φησὶ τὸν θεὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων πάντων ἔχειν, ὁ δὲ Παρμενίδης ἐν τούτοις δείκνυσιν ὡς οὔτε ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχει· ταῦτα γὰρ ὑπεναντία, φασὶ, πῶς ἀλλήλοις ἐστί. Πάλιν δὴ πρὸς ταύτην τὴν ἀπορίαν φασί τινες, ὅτι καὶ ἔχει τὸ πρῶτον ἀρχὴν καὶ μέσον καὶ τελευτὴν καὶ οὐκ ἔχει· κρυφίως γὰρ ἔχει, διῃρημένως δὲ οὐκ ἔχει· πάντα γὰρ ἀφράστως ἐν αὐτῷ καὶ ἀνεπινοήτως ἡμῖν, αὐτῷ δὲ γνωστῶς. |
| in Prm 1114 [35] | Οὓς οὐκ ἀποδεξόμεθα πάλιν πληθύοντας τὸ πρῶτον καὶ ὁπωσοῦν· τὸ γὰρ κρύφιον τοῦτο καὶ ἀδιαίρετον πλῆθος ἄλλῃ προσήκει τάξει τῶν δευτέρων τινὶ καὶ οὐκ αὐτῷ τῷ πρώτῳ τῷ παντὸς καθαρεύοντι πλήθους. Ὅλως γὰρ αἱ διαιρέσεις αἱ μὲν μονάδι καὶ μέχρι τῶν νοητῶν εἰσιν, αἱ δὲ εἰς ἀριθμοὺς ἐκτεινόμεναι περὶ τὰς ἐφεξῆς καὶ τούτων θεωροῦνται διακοσμήσεις· τὸ δὲ ἓν πρὸ πάσης ἐστὶ διαιρέσεως καὶ πρὸ παντὸς πλήθους, τοῦ τε ἡνωμένου καὶ διακεκριμένου μόνως ἓν ὑπάρχον. Ἀλλ’ ὁ μὲν τούτων λόγος διαβεβλήσθω σαθρὰ φθεγγόμενος· οὐδὲ γὰρ ἄλλοις ἀντιλέγειν προὐθέμεθα, οὐδὲ τὰ τῶν ἄλλων ἐξετάζειν, εἰ μὴ καθ’ ὅσον πάρεργόν ἐστιν. Οἱ δέ γε χαριέστερον ἀπαντῶντες πρὸς τὴν ἀπορίαν λέγουσιν, ὅτι περὶ θεοῦ μὲν καὶ ὁ Ἀθηναῖος ξένος ποιεῖται τὸν λόγον, περὶ θεοῦ δὲ καὶ ὁ Παρμενίδης, ἀλλ’ οὗτος μὲν περὶ τοῦ πρώτου θεοῦ καὶ παντὸς ἐξῃρημένου πλήθους, ἐκεῖνος δὲ περί τινος θεοῦ κατ’ ἄλλην τεταγμένου τάξιν· καὶ τί γὰρ οὐ δεῖ λέγειν, σαφῶς τοῦ δημιουργοῦ καὶ πατρὸς ὀρθότατα λέγοντος; καὶ γὰρ τὸ περιπορευόμενος οὐδὲν προσήκει τῷ ἑνὶ, καὶ τὸ ἕπεσθαι τὴν Δίκην αὐτῷ παντελῶς ἄλλην ἡμῖν ἐνδείκνυται τάξιν καὶ ἄλλον θεόν· καὶ ἔχει λόγον ἐπὶ τὸν δημιουργὸν ἀναπέμπειν ἐκεῖνα, τὸν τριχῆ μὲν διελόντα τὸ πᾶν κατὰ τὴν τριάδα τὴν δημιουργικὴν, τῇ δὲ νοερᾷ γνώσει τὰ πάντα συμπεριειληφότα, μετὰ δὲ τῆς δίκης τὰ ἄλλα κατευθύνοντα. Εἴρηται μὲν οὖν, ὥσπερ ἔφην, καὶ ταῦτα ὀρθῶς· ἔτι δὲ τελεώτερον ὁ ἡμέτερος καθηγεμὼν ἔλυε τὴν ἔνστασιν, λέγων ὅτι μὴ ταὐτόν ἐστιν ἐπισκοπεῖν ἡμᾶς ὅπως ἔχει πρὸς ἑαυτὸ καὶ πῶς πρὸς τὰ ἄλλα τὸ ἓν, καθάπερ ἐπεσημηνάμεθα πολλάκις. |
| in Prm 1115 [10] | Τούτων δὲ διακεκριμένων τῶν προβλημάτων, εἰκότως ὁ Πλάτων νυνὶ θεωρῶν τίνα οὐχ ἕπεται τῷ ἑνὶ πρὸς ἑαυτὸ, καὶ ἀρχὴν καὶ μέσον αὐτοῦ καὶ τελευτὴν ἀπέφησε· ταῦτα γὰρ πλῆθος ἂν ἡμῖν τῷ ἑνὶ συνεισήνεγκεν. Ὁ δέ γε Ἀθηναῖος ξένος οὐ πῶς ἔχει πρὸς ἑαυτὸν ὁ θεὸς εἴρηκεν, ἀλλὰ πῶς ἔχει πρὸς ἄλλα, καὶ ὅτι τὴν ἀρχὴν ἔχει καὶ τὰ μέσα καὶ τὴν τελευτὴν, τούτων μὲν ἐν τοῖς πᾶσιν ὄντων, ἀλλ’ οὐκ ἐν τῷ θεῷ, τοῦ δὲ θεοῦ, διότι πρὸ πάντων ἐστὶ καὶ τοῦ ἔχειν ἀρχὴν καὶ μέσα καὶ τελευτὴν καθαρεύοντος, συνέχοντος δὲ τὰ ὄντα πάντα, ἐν οἷς τὰ τρία ταῦτά ἐστιν· ὥστε καὶ εἰ περὶ τοῦ πρώτου ποιεῖται τὸν λόγον καὶ ἐν ἐκείνοις, οὐ μάχεται τοῖς ἐνταῦθα λεγομένοις. Οὐ γὰρ ὅτι ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν τὴν τριάδα ταύτην ὁ θεὸς ἔχει, λέγει ὁ Ἀθηναῖος ξένος, ἀλλ’ ὅπως πᾶσιν ἐπιβέβηκε τοῖς οὖσιν ἐν οἷς τὰ τρία ἐστὶ ταῦτα. Εἰ δὲ ἐν Ἐπιστολαῖς περὶ τὸν πάντων βασιλέα τὰ πάντα εἶναί φησι, καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνον αἴτιον πάντων τῶν καλῶν, δῆλον δὴ ὅτι καὶ ἀρχὴ πάντων ἐστὶν ἐκεῖνος καὶ τέλος καὶ μέσον, ἀλλ’ οὐδὲ διὰ τοῦτο αὐτὸς ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευτήν· καὶ γὰρ ἐκεῖνα πῶς ἔχει πρὸς τὰ ἄλλα διδάσκει, καὶ οὐ πῶς ἔχει πρὸς ἑαυτόν. Τῶν οὖν ἄλλων ἐστὶν ἀρχὴ, μέσον, τέλος τὸ πρῶτον, ἀλλ’ οὐ καθ’ αὑτὸ διαιρεῖται εἰς ἀρχὴν καὶ μέσον καὶ τέλος· καὶ γάρ ἐστιν ἀρχὴ μὲν πάντων, ὅτι ἀπ’ αὐτοῦ πάντα· τέλος δὲ, ὅτι ἐπ’ αὐτὸ πάντα· πᾶσα γὰρ ὠδὶς καὶ πᾶσα κατὰ φύσιν ὄρεξις πρὸς τὸ ἓν, ὡς μόνως ἀγαθὸν, ἀνατείνεται· μέσον δὲ, ὅτι πάντα τὰ κέντρα τῶν ὄντων εἴτε νοητῶν, εἴτε νοερῶν, εἴτε ψυχικῶν, εἴτε αἰσθητῶν, εἰς ἓν αὐτὰ διαιρεῖται· ὥστε ἀρχὴ καὶ τέλος ἐστι καὶ μέσον πάντων τὸ ἓν, αὐτὸ δὲ πρὸς ἑαυτὸ τούτων οὐδὲν ἔχει, διότι μηδὲ ἄλλο τι πλῆθος, ἀλλὰ μὴν οὐδὲ πρὸς ἕτερον· οὔτε γὰρ ἀρχὴν ἔχει, διότι μηδὲν αὐτοῦ κρεῖττον μηδὲ ἀπ’ αἰτίας ἐστίν· οὔτε τέλος, οὐδενὸς γάρ ἐστιν ἕνεκά του, πᾶν δὲ τὸ ἔχον τέλος ἕνεκά του πάντως ἐστὶ, τὸ δὲ ἓν μόνον οὗ ἕνεκα, καθάπερ ἡ ὕλη, καὶ τὸ ἔσχατον τῶν ὅλων ἕνεκά του μόνον· οὔτε μέσον ἐστὶ τοῦ ἑνὸς, περὶ ὅ ἐστι ὡς μέσον τὸ ἓν, ἵνα μὴ πολλὰ εἴη τὸ ἓν ὧν ἐστι μέσον· πάντων ἄρα τούτων ἐξῄρηται τὸ ἓν, καὶ οὐδὲν δεῖ τούτων αὐτῷ προσφέρειν, ἀλλ’, ὥσπερ ὁ Πλάτων ὑφηγεῖται, μένειν ἐπὶ τῶν ἀποφάσεων αὐτῶν. |
| in Prm 1116 [5] | Καὶ γὰρ ὅταν αὐτὸ λέγωμεν ἐφετὸν ἢ τέλος, τὴν τῶν ἄλλων δηλοῦμεν ἀνάτασιν· φύσεως γὰρ ἀνάγκῃ πάντα τὰ μετὰ τὸ πρῶτον ἐφίεται τοῦ πρώτου· καὶ πῶς γὰρ ἂν κεκεντρισμένα τῷ πρώτῳ καὶ ἐνεῤῥιζωμένα δύναιτο μὴ ἐφίεσθαι τῆς ἑαυτῶν αἰτίας; Ταῦτα οὖν ἐστι τὰ πρὸς ἐκεῖνο τὴν σχέσιν ἀναδεδεγμένα, ἐκεῖνο δὲ ἁπάντων ὁμοίως ἐξῄρηται. Καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστο υ . — Πῶς δ ’ ο ὔ ; — Ἄπειρον ἄρα τὸ ἓ ν , εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχε ι . — Ἄπειρο ν. (P. 137 D.) Ἐπὶ μὲν τῆς δευτέρας ὑποθέσεως πρὸς τὸ τὴν τριάδα ταύτην ὑποστήσασθαι, τὴν ἀρχὴν λέγω, τὸ μέσο ν , τὴν τελευτὴ ν, ὑφίστησι μετὰ τὸ ἓν καὶ πολλὰ καὶ τὸ ὅλον καὶ μέρη ἔχο ν , τὸ πεπερασμένον καὶ ἄπειρο ν, τὰς τρεῖς ταύτας ἀντιθέσεις συντάττων· μιᾶς γάρ ἐστι τάξεως θείας ταῦτα σημαντικὰ, μενούσης καὶ προϊούσης, καὶ πρὸς ἑαυτὴν συννευούσης καὶ ἑαυτὴν κατ’ ἄκραν ὑπερβολὴν συνεχούσης. Ἔπειθ’ οὑτωσὶ γεννᾷ πρῶτον μὲν τὸ τὰ ἔσχατα ἔχο ν , ἔπειτα τὰ ἔχοντα τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὴν τελευτὴ ν , τρίτον δὲ τὸ εὐθὺ καὶ περιφερὲς καὶ μικτὸν ἄλλης τάξεως θείας δευτέρας ὄντα συνθήματα μετ’ ἐκείνην· ἐν δὲ αὐτοῖς νυνὶ προκειμένοις, μετὰ τὸ ὅλον καὶ τὸ μέρη ἔχον, ἀπέφησε τοῦ ἑνὸς τὴν ἐξῃρημένην τριάδα, τὴν ἀρχὴν, τὸ μέσον, τὴν τελευτὴν, καὶ ἀπὸ τούτου συνήγαγεν ὅτι καὶ ἄπειρόν ἐστι, τὸ τοιοῦτον δέ ἐστι τὸ ἔσχατον οὐκ ἔχον. |
| in Prm 1117 [40] | Ἐν γὰρ τῷ ἀπείρῳ οὐδέν ἐστιν ἔσχατον, οὔτε ὡς ἀρχὴ ὂν, οὔτε ὡς τέλος. Ἠδύνατο μὲν οὖν καὶ ἀπὸ τοῦ μὴ ἔχειν ἔσχατα δεῖξαι τὸ ἓν ἄναρχον καὶ ἀτελεύτητον, τὸ δὲ μὴ ἔχον ἔσχατα ἀπὸ τοῦ μὴ μέρη ἔχειν μηδὲ πολλὰ εἶναι· τὸν δὲ λόγον διὰ τῶν γνωριμωτέρων προάγων ἀπὸ μὲν τοῦ μέρη μὴ ἔχειν εὐθὺς ἔδειξεν ὡς ἄρα ἄναρχόν ἐστι τὸ ἓν καὶ ἀτελεύτητον, ἵνα ᾖ μὴ τρία ἀνθ’ ἑνός. Ἀπὸ τούτου δὲ δειχθέντος ἔλαβεν ὡς πόρισμα λοιπὸν ὅτι καὶ ἄπειρον τὸ ἓν, εἰ ἄναρχόν ἐστι καὶ ἀτελεύτητον, μεταλαβὼν τὴν ἀρχὴν καὶ τὴν τελευτὴν καὶ τὸ πέρας, ὃ δὴ τῷ ἐσχάτῳ ταὐτόν. Δοκεῖ οὖν μοι τὸ μὲν ἄπειρον τοῦτο νῦν οὐχ ἁπλῶς δηλοῦν τὸ τοῦ πέρατος ἀποφατικὸν, ἀλλὰ τὸ τῶν ἐσχάτων ἀναιρετικόν. Ἐν τῇ δευτέρᾳ τοίνυν καταφάσκων τὸ ἔσχατον ἔχειν εἰκότως ἐνταῦθα τοῦτο ἀποφάσκων ἄπειρον ἀποδείκνυσι τὸ ἓν, ὡς μὴ ἔχον ἔσχατα, ἃ δὴ πέρατα καλεῖν εἰώθαμεν· ἐκεῖνο δὲ τὸ πεπερασμένον καὶ τὸ ἀντικείμενον αὐτῷ ἄπειρον, ἃ δὴ μετὰ τὸ ὅλον καὶ τὰ μέρη καταφήσει τοῦ ἑνὸς, κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν παραλείπει, ὡς ἔχων αὐτὸ μετὰ τοῦ ὅλου καὶ τῶν μερῶν ἀνῃρημένον ἐκ πολλοῦ τοῦ περιόντος, ἢ καὶ πρὸ τούτου διὰ τῶν πολλῶν. Πᾶν γὰρ πεπερασμένον καὶ πᾶν ἄπειρον πλῆθος ἢ πολλά ἐστι μόνον, ἢ καὶ ὅλον ἅμα καὶ μέρη ἔχον· εἰ μὲν δυνάμει τὸ ἄπειρον ἔχον, κατ’ ἐνέργειαν δὲ πεπερασμένον καὶ ὅλον τι ὂν, καὶ μέρη ἔχον, διὰ τούτου πολλὰ ὄν· εἰ δὲ χωρὶς μὲν πεπερασμένον ὂν, χωρὶς δὲ ἄπειρον, κατ’ ἐνέργειαν. Ἅμα δὲ ἀδύνατον τῇ μὲν ὅλον τι ὂν καὶ μέρη ἔχον, τῇ δὲ πολλὰ μόνον εἶναι μὴ κωλυόμενον· καὶ γὰρ τὸ ἄπειρον οὐχ ὅλον ὂν πολλὰ ὅμως ἐστίν· ᾗπερ οὖν ἀπέφησε τὸ ὅλον καὶ τὸ μέρη ἔχον, ταύτῃ τὸ πεπερασμένον καὶ τὸ ἄπειρον ἦν ἀποφάσκειν δυνατόν. |
| in Prm 1118 [40] | Ἀλλὰ ταῦτα μὲν ὅτι ποτὲ νοεῖ καὶ ὅπη συντέτακται ἀλλήλοις τὸ ὅλον καὶ τὰ μέρη τῷ πεπερασμένῳ καὶ ἀπείρῳ, δι’ ἐκείνων ἡμῖν ἔσται κατάδηλον, ὅταν περὶ τοῦ πλήθους λέγωμεν τῶν θεῶν· νῦν δὲ ὅπως τὸ ἓν πάντων αἴτιον πρόκειται λέγειν, καὶ ὅπως ὑφίστησι πάντας τοὺς θείους ἀριθμούς. Ζητεῖν δὲ οὖν ἐν τούτοις πάλιν εἰώθασι πῶς ἄπειρον τὸ ἕν· καὶ οἱ μὲν οὕτω φασὶν ἄπειρον προσειρῆσθαι τὸ ἓν, ὡς ἀδιεξίτητον καὶ ὡς πέρας τῶν ὅλων (διχῶς γὰρ λέγεται τὸ ἄπειρον, τὸ μὲν οἷον τὸ ἄληπτον καὶ ἀδιεξίτητον, τὸ δὲ οἷον ὃ πέρας ἐστὶ τὸ μὴ ἔχον ἄλλο πέρας· καὶ τὸ ἓν οὖν ἀμφοτέρως εἶναι ἄπειρον, ὡς ἄληπτόν τε καὶ ἀπεριήγητον πᾶσι τοῖς δευτέροις, καὶ ὡς πέρας τῶν ὅλων καὶ μὴ δεόμενον αὐτὸ πέρατος ἄλλου μηδενός)· οἱ δὲ ὡς ἀπειροδύναμον καὶ ὡς πάντων γεννητικὸν, καὶ ὡς πάσης τῆς ἐν τοῖς οὖσιν ἀπειρίας αἴτιον καὶ δι’ ὅλων τῶν ὄντων ἐκτεῖνον τὴν ἑαυτοῦ δόσιν· πάντα γὰρ ἐν τῷ ἑνὶ κατέχεται καὶ ἔστι διὰ τὸ ἓν, καὶ οὐδ’ ἂν ὑποστῆναι δύναιτο μὴ ἓν γενόμενα κατὰ τὴν ἑαυτῶν φύσιν· οἱ δὲ ὡς, ἐπειδὴ πέρας ὁ νοῦς, ὅτι ὑπὲρ νοῦν τὸ ἓν, διὰ τοῦτο καὶ ἄπειρον εἰρήκασιν αὐτό· δύο γὰρ, φασὶ, ταῦτα μόνον τίθησιν ἐπὶ τοῦ ἑνὸς ὁ Πλάτων, τό τε ἄπειρον καὶ τὸ ἀκίνητον, ἐπειδὴ νοῦς μὲν πέρας, ἡ δὲ ψυχὴ κίνησις, ἐνδεικνύμενος ὅτι κρεῖττον ἐκεῖνο καὶ νοῦ καὶ ψυχῆς· τρεῖς γὰρ εἶναι τὰς ἀρχικὰς ὑποστάσεις, ὧν τὴν πρώτην ἐξηγεῖσθαι ταῖν δυοῖν. Ἡμεῖς δὲ χαρίεντα καὶ τὰ τοιαῦτα πάντα νομίζομεν, εἰ καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἀποδεχόμεθα· πεισόμεθα δὲ τῷ ἡμετέρῳ καθηγεμόνι πάνυ γε σφόδρα, καὶ ἐν τούτοις εὐθυβόλως τὴν τοῦ Πλάτωνος τεθηρακότι διάνοιαν, καὶ ἀξιώσομεν τοὺς τῆς ἀληθείας φιλοθεάμονας ὁρᾷν πρῶτον μὲν πόσαι τάξεις εἰσὶν ἐν τοῖς οὖσι τῆς ἀπειρίας, ἔπειτα ποῖαι ταύταις οἷον ἀντικείμεναι τοῦ πέρατος πρόοδοι, καὶ μετὰ ταῦτα λοιπὸν ἐπισκέπτεσθαι τί τὸ ἐνταῦθα ἄπειρον· τοῖς γὰρ τὸν τρόπον τοῦτον μετιοῦσι τὴν τοῦ προκειμένου ζήτησιν ῥᾳδίως ἀναφανήσεται πᾶν τὸ Πλάτωνος βούλημα. |
| in Prm 1119 [5] | Τὴν τοίνυν ἀπειρίαν, ἵνα κάτωθεν ποιησώμεθα τὴν ἀρχὴν, θεατέον μὲν καὶ ἐπὶ τῆς ὕλης, διότι ἀοριστὸς καθ’ αὑτὴν καὶ ἄμορφος καὶ ἀνείδεος, τὰ δὲ εἴδη καὶ αἱ μορφαὶ πέρατα τῆς ὕλης· θεατέον καὶ ἐπὶ τοῦ ἀποίου σώματος κατὰ τὴν διαίρεσιν· ἐπ’ ἄπειρον γὰρ τοῦτο πρῶτον διαίρετον, ἅτε πρῶτον διαστατόν· θεατέον δὲ κατὰ τὰς περὶ τὸ ἄπειρον πρώτας ὑφισταμένας ποιότητας, ἐν αἷς τὸ μᾶλλόν ἐστι καὶ ἧττον πρώταις· τούτοις γὰρ καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἐχαρακτήρισε τὸ ἄπειρον· θεατέον μὴν καὶ ἐπὶ πάσης τῆς γενέσεως· καὶ γὰρ αὕτη τὸ ἄπειρον ἔχει κατά τε τὴν ἀειγεννησίαν καὶ τὸν ταύτης ἄπαυστον κύκλον, καὶ κατὰ τὰς ἀορίστους τῶν γεννητικῶν ἐξαλλαγὰς γινομένων ἀεὶ καὶ φθειρομένων, ἐν οἷς καὶ ἡ κατὰ πλῆθος ἀπειρία τὴν γένεσιν ἔχει ἐν τῷ γίνεσθαι μόνον οὖσα, περιδεομένου δὲ μηδέποτε οὖσα. Πρὸ δὲ τούτων τὸ ἄπειρον θεατέον ἐπὶ τῆς τοῦ οὐρανοῦ κυκλοφορίας· ἔχει γὰρ καὶ αὐτὴ τὸ ἄπειρον διὰ τὴν ἀπειροδυναμίαν τοῦ κινοῦντος· σῶμα μὲν γὰρ, καθὸ σῶμα, δύναμιν ἄπειρον οὐκ ἔχει, διὰ δὲ τὴν τοῦ νοῦ μετουσίαν καὶ τὸ σῶμα ἀεὶ ἔστι, καὶ ἡ κίνησις ἄπειρος· ἀκατάληκτος γοῦν ἐστι καὶ συνεχὴς τὸ αὐτὸ ποιουμένη τελευτήν τε καὶ ἀρχήν. Καὶ πρὸ τούτων ἐπὶ τῆς ψυχῆς τὸ ἄπειρον ληπτέον· μεταβατικῶς γὰρ νοοῦσα, δύναμιν ἀπαύστου κινήσεως ἔχει καὶ ἔστιν ἀεικίνητος, συνάπτουσα τὰς περιόδους ἀλλήλαις, καὶ ἄτρυτον ποιουμένη τὴν ἐνέργειαν καὶ μίαν ἀεὶ καὶ ἀνέκλειπτον. Ἔτι πρὸ τῆς ψυχῆς ἐπ’ αὐτοῦ τοῦ χρόνου θεατέον τοῦ μετροῦντος τῆς ψυχῆς πᾶσαν περίοδον· καὶ γὰρ οὗτός ἐστιν ἄπειρος ὅλος, διότι ἡ ἐνέργεια αὐτοῦ, δι’ ἧς ἀνελίσσει τὰς κινήσεις τῶν ψυχῶν καὶ δι’ ἧς μετρεῖ τὰς περιόδους αὐτῶν, κατ’ ἀριθμὸν ἰοῦσα ἄπειρός ἐστι κατὰ τὴν δύναμιν· οὐδέποτε γὰρ ἀπολήγει μένουσα καὶ προϊοῦσα, καὶ τοῦ ἑνὸς ἀντεχομένη, καὶ τὸν ἀριθμὸν ἀνελίττουσα τὸν τῶν κινήσεων τῶν ὅλων μετρητικόν. |
| in Prm 1120 [5] | Ἀλλὰ δὴ καὶ πρὸ τοῦ χρόνου θεῶ μοι τὸ ἄπειρον ἐπ’ αὐτοῦ τοῦ νοῦ καὶ τῆς νοερᾶς ζωῆς· αὕτη γὰρ ἀμετάβατος καὶ ἀεὶ πᾶσα καὶ ἀθρόα πάρεστιν, αἰώνιος δὲ καὶ ἀπειροδύναμος· τὸ δ’ ἀεικίνητον αὐτῆς καὶ ἀνέκλειπτον οὐσίας ἐστὶ καὶ δυνάμεως οὐκ ἐπιλειπούσης, ἀλλ’ ἀεὶ τὸ ζῇν ἄγρυπνον ἐχούσης, δι’ ἣν καὶ πᾶν τὸ κινούμενον ἀεὶ δύναται ἀεὶ κινεῖσθαι, μετέχον ἐν τῇ κινήσει τῆς ἑστώσης ἀπειρίας. Καὶ οὐκ ἄχρι τούτων μόνων τὸ ἄπειρον, ἀλλὰ καὶ πρὸ τοῦ νοῦ πάντως αὐτὸς ὁ πολυΰμνητος αἰὼν ἄπειρος, ὃς καὶ πᾶσαν περιέχει τὴν νοερὰν ἀπειρίαν· πόθεν γὰρ τῷ νῷ τὸ αἰωνίως ζῇν ἢ ἐκ τοῦ αἰῶνος; Οὗτος οὖν ἄπειρος πρὸ νοῦ κατὰ τὴν δύναμιν· μᾶλλον δὲ τὰ μὲν ἄλλα κατὰ τὴν δύναμιν ἄπειρα, ὁ δὲ αἰὼν δύναμις· καὶ γὰρ οὐκ ἄλλο τί ἐστιν ἢ δύναμις ὁ πρῶτος αἰών. Ἐπ’ αὐτὴν δὴ τὴν πρωτίστην πηγὴν τῆς ἀπειρίας ἀνάδραμε λοιπὸν καὶ τὴν κρύφιον αἰτίαν πάντων τῶν ὁποιοῦν ἀπείρων γεννήσας, καὶ ἀναδραμὼν ὄψει κατὰ τὴν δύναμιν πάντα ἐκεῖθεν ἄπειρα. Τοιοῦτον γὰρ, εἰ βούλει, τὸ αὐτοάπειρον· τοιοῦτον παρ’ Ὀρφεῖ τὸ χάος, περὶ οὗ καὶ ἐκεῖνος, εἴρηκε τὸ Οὐδέ τι πεῖρας ὑπῆ ν. Ὁ μὲν γὰρ αἰὼν, εἰ καὶ διὰ τὸ ἀεὶ ἄπειρος, ἀλλὰ ὡς μέτρον δήπου τῶν αἰωνίων καὶ πέρας ἐστί· τὸ δὲ χάος πρώτως ἄπειρον καὶ μόνως ἄπειρον, καὶ πηγὴ πάσης ἀπειρίας, νοητῆς, νοερᾶς, ψυχικῆς, σωματικῆς, ὑλικῆς. Ὁρᾷς οὖν ὅσαι τάξεις τῆς ἀπειρίας, καὶ ὡς ἀεὶ αἱ δεύτεραι τῶν πρὸ αὐτῶν ἐξήρτηνται· ἥ τε γὰρ ὑλικὴ ἀπειρία συνέχεται διὰ τῆς ἀειγενεσίας, ἥ τε ἀειγενεσία διὰ τὴν ἀεικινησίαν τοῦ αἰθέρος ἐστὶν ἀνέκλειπτος, καὶ ἡ ἀεικινησία τοῦ αἰθέρος διὰ τὴν τῆς θείας ψυχῆς ἄπαυστον περίοδον ἀποτελεῖται· μίμημα γάρ ἐστιν ἐκείνης, καὶ ἡ ταύτης περίοδος διὰ τὴν τοῦ χρόνου συνεχῆ καὶ ἀνέκλειπτον δύναμιν ἀνελίττεται, τὴν αὐτὴν ἀρχὴν ποιουμένη καὶ τελευτὴν διὰ τὸ νῦν τὸ χρονικὸν, καὶ ὁ χρόνος ἀπείρως ἐνεργεῖ διὰ τὴν νοερὰν ἀπειρίαν τὴν ἀεὶ ἑστῶσαν· τὸ γὰρ κατ’ ἀριθμὸν ἰὸν, ὅταν ἄπειρον ᾖ, διὰ τὴν μένουσαν ἀεὶ αἰτίαν ἄπειρον, περὶ ἣν ἀνελίττεται τοῦτο καὶ ἣν ἀεὶ ὡσαύτως περιχορεύει. |
| in Prm 1121 [10] | Καὶ ὁ νοῦς ἐπ’ ἄπειρον ζῇ διὰ τὸν αἰῶνα· τὸ γὰρ αἰώνιον πᾶσιν ἐκ τοῦ αἰῶνος, καὶ οὗτός ἐστιν ὅθεν ἐξήρτηται πᾶσι, τοῖς μὲν ἐναργέστερον, τοῖς δὲ ἀμυδρότερον, τὸ εἶναί τε καὶ ζῇν· καὶ ὁ αἰὼν ἄπειρος διὰ τὴν πηγὴν τῆς ἀπειρίας, ἣ καὶ οὐσίαις πάσαις καὶ δυνάμεσι καὶ ἐνεργείαις καὶ περιόδοις καὶ γεννέσεσιν ἄνωθεν χορηγεῖ τὸ ἀνέκλειπτον. Καὶ μέχρι ταύτης ἀνιοῦσι καὶ ἀπὸ ταύτης κατιοῦσιν ἡ τῶν ἀπείρων τάξις· καὶ γὰρ ἡ τῶν καλῶν ἀπὸ τοῦ αὐτοκάλλους, καὶ ἡ τῶν ἰσοτήτων ἀπὸ τῆς πρώτης ἰσότητος, καὶ ἡ τῶν ἀπειριῶν ἀπὸ τῆς αὐτοαπειρίας. Ἀλλὰ περὶ μὲν τῶν τοῦ ἀπείρου τάξεων εἰρήσθω τοσαῦτα· τὴν δὲ τοῦ πέρατος σειρὰν ταύτῃ συμπροϊοῦσαν ἄνωθεν ἐπισκεπτέον. Δύο γὰρ ταύτας αἰτίας ἅμα παρήγαγεν ὁ θεὸς, πέρας καὶ ἄπειρον, ἢ εἰ βούλει λέγειν ἡμᾶς Ὀρφικῶς, αἰθέρα καὶ χάο ς. Τὸ μὲν γὰρ ἄπειρον χάος ἐστὶν, ὡς χωρητικὸν πάσης δυνάμεως καὶ πάσης ἀπειρίας, καὶ ὡς περιληπτικὸν τῶν ἄλλων, καὶ οἷον τῶν ἀπείρων τὸ ἀπειρότατον· τὸ δὲ πέρας ὁ αἰθὴρ, ὅτι καὶ οὗτος ὁ αἰθὴρ τὰ πάντα περατοῖ καὶ μετρεῖ. Πρῶτον μὲν οὖν πέρας τὸ αὐτόπερας πηγὴ καὶ στίγμα πάντων ἐστὶ τῶν περάτων, νοητῶν, νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων, μέτρον αὐτὸ τῶν πάντων καὶ ὅρος προϋπάρχον. Δεύτερον δὲ τὸ κατὰ τὸν αἰῶνα· αἰὼν γὰρ ὁμοῦ καὶ ἄπειρός ἐστιν, ὡς εἴρηται, καὶ πέρας· καθὸ μὲν γὰρ ἀνεκλείπτου ζωῆς ἐστιν αἴτιος καὶ ὡς δύναμις τοῦ ἀεὶ χορηγὸς, ἄπειρός ἐστι· καθὸ δὲ μέτρον ἐστὶ πάσης νοερᾶς ἐνεργείας καὶ ὅρος τῆς τοῦ νοῦ ζωῆς ἄνωθεν αὐτὴν ὁρίζων, πέρας ἐστί· καὶ ὅλως καὶ αὐτὸς τῶν μικτῶν ἐστι τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑφισταμένων, ὅθεν αὐτὸν οὔτε τὸ πρώτως ἄπειρον λέγειν ἀξιοῦμεν· τὸ γὰρ πρώτως ἑκατέρου ἐξῄρηται τῶν μικτῶν πάντων, ὥς φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης. |
| in Prm 1122 [5] | Τρίτον τοίνυν τὸ πέρας ἐν τῷ νῷ θεατέον· καθὸ γὰρ ἐν αὑτῷ μένει κατὰ τὴν νόησιν, καὶ μίαν καὶ ἀεὶ καὶ τὴν αὐτὴν ἔχει ζωὴν, ὥρισται καὶ πεπέρασται· τὸ γὰρ ἀμετάβατον καὶ τὸ ἑστὼς πεπερασμένης ἐστὶ φύσεως, καὶ ὅλως ἀριθμὸς ὢν δηλονότι ταύτῃ μετέχει τοῦ πέρατος. Τέταρτον τοίνυν ὁ χρόνος πέρας, καὶ ὡς κατ’ ἀριθμὸν προϊὼν, καὶ ὡς μέτρον τῶν ψυχικῶν περιόδων· πανταχοῦ γὰρ τὸ μετροῦν, καθὸ μετρεῖ, καὶ τὸ ἀφορίζον τὰ ἄλλα, τῆς τοῦ πέρατος αἰτίας μετέχον, μετρητικόν ἐστιν αὐτῶν καὶ ἀφοριστικόν. Πέμπτον ἐπὶ τούτοις ἡ τῆς ψυχῆς περίοδος, καὶ ὁ κύκλος ὡσαύτως ἀποτελούμενος, μέτρον ἐστὶν ἀφανὲς πασῶν τῶν φαινομένων κινήσεων· ἀπὸ γὰρ τῆς ζωτικῆς περιφορᾶς ὁρίζεται πᾶσα τῶν ἑτεροκινήτων ἡ ἀνέλιξις. Ἕκτον ἡ κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ τοῦ αἰθέρος κίνησις περατοῖ πανταχόθεν τὸ ἄτακτον τῶν ἐνύλων καὶ εἰς ἕνα συνελίττει κύκλον καὶ αὐτὴ καθ’ αὑτὴν ὥρισται· τὸ γὰρ ἄπειρον αὐτῆς ἐν τῷ πάλιν καὶ πάλιν ἐστὶν, ἀλλ’ οὐ τῷ μὴ ἀνακάμπτειν, οὐδὲ οἷα κατ’ εὐθεῖαν ἄπειρον, οὐδ’ ὡς ἐστερημένον πέρατος κἀνταῦθα τὸ ἄπειρον· ἡ δὲ μία περίοδος τῷ πολλάκις ἐστὶν ἄπειρος. Ἕβδομον ἡ ἀνέκλειπτος τῶν εἰδῶν ὑπόστασις, τῶν ἐνύλων λέγω, καὶ τὸ μηδὲν τῶν ὅλων ἀπολλύσθαι, καὶ τὸ πάντα ὡρίσθαι, τὰ μὲν καθ’ ἕκαστα τοῖς κοινοῖς, τὰ δὲ μέρη τοῖς ὅλοις, δείκνυσι τὴν ἐνταῦθα τοῦ πέρατος πρὸς τὸ ἄπειρον ἀντίθεσιν· ἀπειραχῶς γὰρ ἐξαλλαττομένων τῶν γεννητῶν, ὅμως ὥρισται τὰ εἴδη καὶ τὰ αὐτὰ διαμένει, μήτε πλείω μήτε ἐλάττω γιγνόμενα. |
| in Prm 1123 [5] | Ὄγδοον καλείσθω πέρας τὸ ποσὸν πᾶν ἰδίως ἐν τοῖς ὑλικοῖς, καθάπερ τὸ ποιὸν ἐλέγετο πρότερον ἄπειρον· οὐ γὰρ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ὡς ἐν Φιλήβῳ λέγει Σωκράτης. Ἔννατον ἄποιον σῶμα ὡς ὅλον πέρας ἐστίν· οὐ γάρ ἐστι κατὰ μέγεθος ἄπειρον, ἀλλὰ τοσοῦτον ὅσον τὸ πᾶν· δεῖ γὰρ ὅλον ὑποκείμενον αὐτὸ λέγεσθαι τοῦ παντός. Δέκατον αὐτὸ τὸ ἔνυλον εἶδος, ὃ κατέχει τὴν ὕλην καὶ περιορίζει τὸ ἀόριστον αὐτῆς καὶ ἄμορφον, εἰς ὃ καὶ ἀπιδόντες τινὲς μόνον, εἰς ὕλην καὶ εἶδος ἀνάγουσι τό τε πέρας καὶ ἄπειρον. Τοσαῦται μὲν οὖν καὶ αἱ τοῦ πέρατος τάξεις· ὡς συλλήβδην γὰρ εἰπεῖν, τούτων πολλὰς θεωρήσομεν διαφορότητας. Λοιπὸν δὲ ἐπισκεπτέον πότερον οὕτως ἄπειρον εἴρηται τὸ ἓν, ὡς τὴν ἐν τοῖς οὖσιν ἀπειρίαν λαμβάνομεν καταφατικῶς, ἢ ἄλλως πως. Ἀλλ’ εἰ πρὸς τοῦτο λέγοιτο τὸ ἄπειρον, ἔδει μᾶλλον αὐτὸ λέγειν οὐκ ἄπειρον· ἐπὶ πάσης γὰρ ἀντιθέσεως ἀναγκαῖον ἢ ἐξαιρεῖσθαι τὸ ἓν ἀμφοτέρων τῶν ἀντικειμένων καὶ μὴ εἶναι μηδέτερον αὐτῶν, ἢ τῷ τοῦ κρείττονος αὐτὸ μᾶλλον ὀνόματι προσαγορεύεσθαι· καὶ γὰρ τῷ πάντων ἀρίστῳ χρὴ προσφέρειν τὸ ἀόριστον, ἀλλ’ οὐ τὸ ὁπωσοῦν καταδεέστερον. Οὕτως ἀντιθέσεως οὔσης τοῦ ἑνὸς πρὸς τὸ πλῆθος, ἓν ἐκεῖνο προσείπομεν, καὶ αἰτίου πρὸς αἰτιατὸν, αἴτιον ἐκεῖνο προσονομάσομεν· κρεῖττον γὰρ τοῦ μὲν αἰτιατοῦ τὸ αἴτιον, τοῦ δὲ πλήθους τὸ ἕν. Δέον δὲ ἦν ἢ καὶ ὑπὲρ αἴτιον, αὐτὸ καὶ ὑπὲρ ἓν ἀποκαλεῖν ἢ ἓν καὶ αἴτιον, ἀλλὰ μὴ πλῆθος καὶ αἰτιατόν τίνι γὰρ ἀπονέμοιμεν τὰ σεμνότερα, τὰ χείρονα αὐτῶν εἰς τὸ ἓν ἀναπέμποντες; Εἰ τοίνυν καὶ τὸ πέρας τοῦ ἀπείρου κρεῖττον, οὐκ ἀπὸ τοῦ ἀπείρου τὸ ὄνομα ἐκείνῳ προσοίσομεν· οὐδὲ γὰρ ἦν θέμις ἀπὸ τοῦ χείρονος εἰς ἐκεῖνο τὰς ἐπωνυμίας ἀναπέμπειν, ἀλλ’ ὅπερ ἐνεδειξάμεθα καὶ πρότερον, κατὰ τὴν ἀπόφασιν ἀπὸ τοῦ κρείττονος· τὸ γὰρ ἄπειρον τοῦτο ταὐτὸν τῷ οὐ πέρας ἔχοντι, ὡς τῷ ἀμερίστῳ τὸ οὐ μέρη ἔχον, ὅταν τάττηται τὸ ἀμερὲς ἐπὶ τοῦ ἑνός. |
| in Prm 1124 [10] | Εἰ δὲ καὶ μήποτε ἀπ’ αἰτίας ἄλλης ἐστὶ μήτε ἔστιν αὐτοῦ ἄλλο τι τελικὸν αἴτιον, εἰκότως ἄπειρον· περατοῦται γὰρ ἕκαστον ἀπὸ τοῦ αἰτίου, καὶ ἔστι τοῦ οἰκείου τέλους τυγχάνον. Εἴτε οὖν νοητόν τί ἐστι πέρας, εἴτε νοερὸν, τὸ ἓν ἐπέκεινά ἐστι πάσης τῆς τοῦ πέρατος σειρᾶς. Εἰ δὲ ἐν Νόμοις μέτρον λέγεται τῶν ὅλων ὁ θεὸς, οὐ χρὴ θαυμάζειν· ἐκεῖ μὲν γὰρ ὡς πάντων ἐφετὸν καὶ ὡς ἀφορίζον πᾶσι τό τε εἶναι καὶ τὴν δύναμιν καὶ τὴν τελειότητα, μέτρον προσηγόρευται πάντων· ἐνταῦθα δὲ ὡς αὐτὸ πέρατος οὐδενὸς οὐδὲ ἄλλου μέτρου δεόμενον, ἄπειρον εἶναι δέδεικται· πάντα γὰρ ὡς αὐτοῦ πρὸς αὐτὸ διὰ τούτων ἀποφασκόμενα. Ἄπειρον οὖν ὡς ὑπὲρ πᾶν πέρας· οὐδὲν γάρ ἐστιν ἐν αὐτῷ πρὸς αὐτὸ πέρας· οὐδὲ γὰρ ἀρχὴ, καθάπερ εἴπομεν, οὐδὲ μέσον, οὐδὲ τέλος. Ὅθεν ἡμεῖς εἰς ταὐτὸν ἤγομεν τὸ ἄπειρον τοῦτο τῷ ἔσχατα μὴ ἔχειν, ὡς τὸ ἀμερὲς τῷ μέρη μὴ ἔχειν, καὶ ἐκεῖνο λέγομεν ἀποφάσκεσθαι τὰ ἔσχατα ἔχον διὰ τοῦ ἀπείρου, μήτε δύναμιν εἰς τὸ ἓν ἀναπέμποντες, μήτε πλῆθος ἀοριστὸν, μήτ’ ἄλλο τι τῶν ὑπὸ τοῦ ἀπείρου σημαινομένων, ἀλλὰ τὸ παρ’ οὐδενὸς ὁριζόμενον οὐδὲ ἔχον ἢ οἰκείαν ἀρχὴν ἢ τελευτὴν, ἅπερ ἔσχατα λέγεται τῶν ἐχόντων αὐτά· μόνον εἰς τὸ ἓν ἀναπέμποντες, ἑπομένως τοῖς ἐν τῇ δευτέρᾳ ὑποθέσει καταφατικῶς δεικνυμένοις. Καὶ ἄνευ σχήματος ἄρ α · οὔτε γὰρ ἂν στρογγύλου οὔτε εὐθέος μετέχο ι . —Πῶ ς; (P. 137 D.) Πρῶτον ἀφεῖλε τοῦ ἑνὸς τὰ πολλὰ, τοῦτο μὲν οὖν ὡς ἀπὸ κοινῆς ἐννοίας· δεύτερον δὲ τὸ μέρη καὶ τὸ ὅλον ἔχον, τοῦτο διὰ τοῦ μὴ εἶναι πολλὰ τὸ ἕν· τρίτον ἀρχὴν καὶ μέσον καὶ τέλος μὴ ἔχειν, τοῦτο διὰ τοῦ μέρη μὴ ἔχειν (τούτῳ δὲ ὡς πόρισμα ἑπόμενον ἔλαβον ὅτι ἐπέκεινα καὶ τοῦ πέρατός ἐστι τοῦ συντεταγμένου τοῖς μέρεσι καὶ ποιοῦντος τὸ ἔσχατον ἔχον· τὸ δὲ πέρας διττὸν, ὡς ἀρχὴ καὶ ὡς τέλος)· τέταρτον νῦν ἀναιρεῖ τὸ εὐθὺ καὶ περιφερὲ ς, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ ὑποθέσει τάξει μετὰ τὸ ἔσχατον ἔχον καὶ τὸ ἀρχὴν καὶ μέσον ἔχον καὶ τελευτήν. |
| in Prm 1125 [5] | Πρὶν δὲ συλλογιστικῶς ἀποδείξῃ τὸ τέταρτον, προαγορεύει τὸ συμπέρασμα λέγων, καὶ ἄνευ σχήματος ἄρ α · δεῖ γὰρ τὰς ἐπιβολὰς νοερὰς ἡγεῖσθαι τῶν ἐπιστημονικῶν συλλογισμῶν, ἐπειδὴ καὶ ὁ νοῦς τὰς ἀρχὰς περιέχει τῆς ἐπιστήμης. Μιμεῖται οὖν ἡ μὲν τοῦ συμπεράσματος πρόληψις τὴν ἀθρόαν ἐπιβολὴν τοῦ νοῦ· ἡ δὲ διὰ τῶν συλλογισμῶν ἀγωγὴ, τὴν τῆς ἐπιστήμης ἀνέλιξιν τὴν ἀπὸ τοῦ νοῦ προερχομένην. Καὶ ὅρα ὅπως τὸ συμπέρασμα κοινότερόν ἐστι τῶν συλλογισμῶν· οἱ μὲν γὰρ χωρὶς ἀπολαβόντες τὸ εὐθὺ καὶ χωρὶς τὸ στρογγύλον οὕτω ποιοῦνται τὴν ἀπόδειξιν, τὸ δὲ ἁπλῶς ἄνευ σχήματος εἶναι τίθεται τὸ ἕν. Τοῦτο μὲν οὖν δῆλον· ἤδη δὲ περὶ αὐτῶν λέγωμεν. Ἔστι δὴ οὖν κοινὰ ταῦτα εἴδη πάντων τῶν διαστημάτων· καὶ γὰρ τὰς γραμμὰς τῷ εὐθεῖ καὶ περιφερεῖ διαιροῦμεν καὶ μικτῷ, καὶ τὰς ἐπιφανείας ὡσαύτως καὶ τὰ στερεὰ, πλὴν ὅτι τὸ μὲν ἐν γραμμαῖς εὐθὺ καὶ περιφερὲς ἀσχημάτιστόν ἐστι, τὸ δὲ ἐν ἐπιφανείαις ἢ στερεοῖς σχήματός ἐστι δεκτικόν· καλεῖται δὲ τὰ μὲν εὐθέα γραμμικὰ, τὰ δὲ περιφερῆ γραμμικὰ, τὰ δὲ μικτὰ ἐκ τούτων. Ἔοικεν οὖν ταῦτα παραλαβεῖν ὁ Πλάτων, ὅσα δηλωτικὰ σχημάτων ἐστὶν, ἀλλ’ οὐκ εἴ τι εὐθὺ μόνον ἢ περιφερὲς ἀσχημάτιστον· εἴρηται γὰρ ἤδη τὸ ἓν καὶ δέδεικται μὴ ἔχον πέρατα, ὥστε τοῦτο δεῖ αὐτοῦ ἀποφάσκεσθαι τὸ εὐθὺ τὸ πέρατα ἔχον· τοιοῦτον δὲ τὸ ἐσχηματισμένον· πέρατα γὰρ τὰ περιληπτικὰ λαμβάνει τῶν πεπερασμένων, ἃ δὴ μόνοις ὑπάρχει τοῖς ἐσχηματισμένοις. |
| in Prm 1126 [40] | Καὶ μὴν καὶ τὴν ἄλλην ἀκρίβειαν τῆς λέξεως θαυμάζειν ἄξιον· οὐ γὰρ εἶπε τὸ μήτε εὐθὺ μήτε στρογγύλον εἶναι (τοῦτο γὰρ οὔπω συνήγαγεν, ὅτι ἄνευ σχήματός ἐστι· τί γὰρ ἐκώλυε τῶν μέσων τι σχημάτων ἔχειν, οἷον κύλινδρον ἢ κῶνον ἢ ἄλλο τι τῶν μικτῶν;), ἀλλὰ μήτε εὐθέος αὐτὸ μήτε στρογγύλου μετέχειν. Καὶ γὰρ εἴ τι τῶν μικτῶν αὐτῷ σχῆμα δοίημεν, μεθέξει τούτων ἀμφοτέρων· λέγω δὲ εἰ ζητοῖμεν πότερον λευκόν ἐστιν ἡ φύσις ἢ μέλαν, εἰ μὲν δείξαιμι μήτε λευκὸν οὖσαν αὐτὴν μήτε μέλαν, οὔπω δέδεικται πάντως ὅτι ἀχρώματός ἐστιν· εἰ δὲ ὅτι μήτε λευκοῦ μετέχει μήτε μέλανος, δέδεικται πάντως ὅτι ἀχρώματος· καὶ γὰρ τὰ μέσα χρῶνται τῇ χρωμάτων μεθέξει τούτων ἀμφοτέρων, ἐπειδὴ τὰ μέσα ἐκ τῶν ἄκρων. Αὐτὸς οὖν καὶ τὸ ἓν ἔφατο μὴ μετέχειν στρογγύλου καὶ εὐθέος, ἵνα μήτε τούτων ἔχῃ μηδέτερον μήτε τῶν μέσων μηδὲν, ἃ τὸ ἔχον τούτων ἀναγκαῖον μετειληχέναι. Καὶ γὰρ ὁ κῶνος καὶ ὁ κύλινδρος ἔχει τινὰ πάντως ἔσχατα καὶ ἀρχὴν καὶ τελευτὴν, διότι μετέχει πως ταῦτα τοῦ στρογγύλου καὶ τοῦ εὐθέος, ὥστε ὁ ταῦτα καὶ τὴν τούτων μέθεξιν ἀναιρῶν λόγος συναναιρεῖ καὶ τὴν τῶν μέσων καὶ ἐσχάτων μέθεξιν. Καὶ μὲν δὴ καὶ τοῦτο δῆλον ὅτι τοῦτο τὸ συμπέρασμα τοῦ πρὸ αὐτοῦ μερικώτερόν ἐστιν· εἴ τι γὰρ μετέχει σχήματος, ἔχει καὶ ἄκρα καὶ μέσον· οὐ μέντοι πᾶν τὸ ἔχον ἄκρα καὶ μέσον ἤδη μετέχει σχήματος· καὶ γὰρ γραμμὴν ἔχειν ἄκρα καὶ μέσον δυνατὸν, καὶ ἀριθμὸν καὶ χρόνον καὶ κίνησιν ὁμοίως, ἃ δὴ πάντα ἐστὶν ἀσχημάτιστα. Καθολικώτερον ἄρα τοῦτό ἐστι μᾶλλον ἢ τὸ σχήματος μετέχειν· διὸ καὶ ἑαυτῷ τοῦτο συναναιρεῖ τὸ σχήματος μετέχειν· ἀλλ’ οὐχὶ τοῦτο αἴτιον τῆς ἐκείνου ἀποφάσεως. |
| in Prm 1127 [35] | Ἀλλὰ μὴν καὶ ἡ ἀπὸ τοῦ σχήματος ἐπὶ τὸ στρογγύλον καὶ εὐθὺ μετάβασις πάνυ γέγονεν εἰκότως· δυνατὸν μὲν γὰρ ἦν καὶ καθόλου τὸ σχῆμα ἀποφῆσαι τοῦ ἑνὸς, ἐνδειξάμενον ὅτι τὸ μὲν σχῆμα πέρας ἔχει καὶ ὅρον, τὸ δὲ ἓν οὐδενὸς πέρατος οὐδὲ ὅρου δεκτικόν ἐστιν· ἀλλὰ βούλεται κατὰ τὰς δύο συστοιχίας ἄνωθεν προσάγειν τὸν λόγον, καὶ οὕτως ἐξ ἀρχῆς ἔλαβε μετὰ τὰ πολλὰ τὸ ὅλον καὶ τὰ μέρη, καὶ πάλιν ἄκρα καὶ μέσον, καὶ πάλιν εὐθὺ καὶ στρογγύλον, καὶ αὖθις τὸ ἐν αὐτῷ καὶ ἐν ἄλλῳ, καὶ ἐφεξῆς τὸ ἑστάναι καὶ κεῖσθαι, καὶ διὰ τῆς λήψεως ταύτης ἐνδεικνύμενος ὅτι τὸ ἓν οὐδέν ἐστι τούτων· οὔτε γὰρ ἄμφω τὰ ἀντικείμενα δυνατὸν αὐτὸ εἶναι (οὐ γὰρ ἂν ἓν ἔτι μένοι κατὰ τὴν ὑπόθεσιν), οὔτε τὸ ἕτερον τούτων· ἔχει γὰρ ἄν τι ἑαυτῷ μαχόμενόν πως καὶ ἀντικείμενον· δεῖ δὲ πρὸ πάσης ἀντιθέσεως εἶναι τὸ ἓν, ἢ οὐ πάντων ἂν εἴη αἴτιον· οὐ γὰρ ὧν καὶ τὸ ἀντικείμενον. Κατὰ τὰς δύο οὖν σειρὰς τῶν ὄντων προϊὼν εἰκότως καὶ νῦν ἀπὸ τοῦ σχήματος ἐπὶ τὸ στρογγύλον καὶ εὐθὺ μετῆλθε, καὶ μετελθὼν οὕτω πεποίηται τὸν λόγον, ὡς ἂν μετὰ τούτων καὶ ἅπαν, ἄλλο σχῆμα τοῦ ἑνὸς ἀποφήσειε, τῷ μετέχειν χρησάμενος, ὃ καὶ τοῖς μικτοῖς ὑπάρχει τῶν σχημάτων. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῶν λέξεων ἡμῖν· Ταῦτα δὲ καὶ ἐν Φαίδρῳ τὴν νοητὴν ἀκρότητα τῶν νοερῶν, ἣν ἐκάλεσεν ὑπερουράνιον τόπον, ἐν ἐκείνοις ἀχρώματον καὶ ἀσχημάτιστον καὶ ἀναφῆ προσείρηκεν, ἆρα ὡσαύτως ἐκείνην τε τὴν τάξιν ἀσχημάτιστον καὶ τὸ ἓν εἶναι φατέον ἡμῖν, ἢ ἄλλον τρόπον, καὶ τίνα τοῦτον; Οὐδὲ γὰρ ὁ αὐτὸς τῆς ἀποφάσεως τρόπος ἐπί τε ἐκείνης καὶ τοῦ ἑνός. Ἐκείνης μὲν γὰρ τὰ μὲν ἀπέφησε, τὰ δὲ κατέφησε· καὶ γὰρ οὐσίαν αὐτὴν εἶπε, καὶ ὄντως οὖσαν καὶ ψυχῆς κυβερνήτῃ μόνῳ θεατὴν [νῷ], καὶ περὶ αὐτὴν εἶναι τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, διότι καὶ πρὸ αὐτῆς ἄλλην· καὶ τῶν μὲν ἐξῄρητο, τῶν δὲ αὕτη μετελάγχανε. |
| in Prm 1128 [35] | Τοῦ δὲ ἑνὸς πάντα ἀποφάσκει, καταφάσκει δὲ οὐδέν· οὐδὲν γὰρ ἦν πρὸ τοῦ ἑνὸς, ἀλλὰ πάντων ὁμοίως ἐξῄρητο τῶν ὄντων. Ἕτερος οὖν ὅ γε τρόπος τῆς ἀφαιρέσεως, καὶ εἰ βούλει μὴ παρέργως προσέχειν καὶ αὐτοῖς τοῖς ὀνόμασιν, εὑρήσεις εἰκότως ἐκείνην μὲν ἀσχημάτιστον οὑτωσὶ κεκλημένην, τὸ δὲ ἓν οὐδενὸς σχήματος μετέχον· ἔστι δὲ οὐ ταὐτὸν τούτων ἑκάτερον τῷ λοιπῷ, καθάπερ οὐδὲ τὸ ἀμερὲς τῷ μηδὲν μέρος ἔχειν· κατὰ τὸν αὐτὸν οὖν τρόπον κἀκείνην μὲν τὴν οὐσίαν ἀσχημάτιστον προσείρηκε, τὸ δὲ ἓν μηδενὸς σχήματος μετέχον. Εἰ οὖν δεῖ τὰ δοκοῦντα διαῤῥήδην εἰπεῖν, ἐκείνη μὲν, ἅτε τὸ νοερὸν σχῆμα παράγουσα, ἀσχημάτιστος εἴρηται, ὡς κρείττων αὐτοῦ παντελῶς ὑπάρχουσα καὶ ὡς γεννητικὴ τοῦ τοιούτου σχήματος. Ἀλλ’ οὐδὲ ἄρα σχήματος ἦν ὑφειμένη τοῦ νοητοῦ· καὶ γὰρ τοῦ σχήματος καὶ τοῦ ὅλου καὶ τοῦ πλήθους καὶ πάντων ὁ νοητὸς νοῦς περιέχει τὰς νοητὰς αἰτίας· καὶ ἔστι σχήματα μὲν πάντη ἄγνωστα καὶ ἄῤῥητα, ὧν ἀπὸ τῶν νοητῶν ἡ ἔκφανσις ἄρχεται, γνώριμα μόνῳ τῷ νοητῷ νῷ, καὶ ἐν ἄλλοις, ᾗ τι τοιοῦτον, ὥσπερ οὖν ἐστι, τῶν μετ’ ἐκεῖνον τῶν θεῶν ἀπ’ ἐκείνου πᾶσιν ἔγκειται· τὰ δὲ γνωστὰ καὶ ῥητὰ ταῖς δυνάμεσι προσήκοντα τῶν θεῶν, ἀλλ’ οὐχὶ ταῖς ὑπάρξεσιν αὐταῖς, καθ’ ἃς ἔχουσι τὸ εἶναι θεοὶ, καὶ ταῖς νοεραῖς οὐσίαις, δι’ ὧν ἐκφαίνονται τοῖς νοεροῖς ὄμμασι τῶν ψυχῶν. Τούτων δὲ πάντων ὁ νοητὸς νοῦς περιείληφε τὴν ἑνοειδῆ καὶ μίαν αἰτίαν, ὁ δὲ ὑπερουράνιος τόπος, ἐν τοῖς νοεροῖς ὢν ἀκρότατος, τῶν νοερῶν σχημάτων ἐστὶν ἀρχὴ πάντων, ὡς ἐνδείκνυμεν ἐξηγούμενοι τὸν Φαῖδρον. Διόπερ ἀσχημάτιστος μὲν, οὐχ ἁπλῶς δὲ παντὸς ἐξῃρημένη σχήματός ἐστι· προῆλθε μὲν κατὰ τὴν ἀκρότητα τὴν τοῦ πατρὸς, καὶ τὸ ἄῤῥητον αὐτοῦ σύνθημα· καταδεέστερος δέ ἐστι τῶν ἐν αὐτῷ σχημάτων. |
| in Prm 1129 [5] | Τὸ δὲ ἓν παντὸς τοῦ τῶν σχημάτων διακόσμου τοῦ τε κρυφίου καὶ τοῦ νοεροῦ τελέως ὑπερίδρυται, τῶν τε ἀγνώστων πάντων καὶ τῶν γνωστῶν ἐξῄρηται σχημάτων. Τίνα δὲ ἔχει ταῦτα διαφορὰν, αὐτοῖς ἐστι γνώριμον τοῖς τῶν θεῶν ὑπηκόοις γενομένοις, καὶ ὅτι καὶ Πλάτων οἶδε καὶ ἐκεῖνα τὰ σχήματα, δι’ ἄλλων δεδείχαμεν λόγων. Διόπερ οὐδενὸς εἰκότως μετέχειν σχήματος λέγει τὸ ἕν· καὶ γὰρ ἡ νοητὴ τῶν σχημάτων αἰτία καὶ τὸ νοερὸν σχῆμα ὑφεῖται τοῦ ἑνός· οὐκ ἄρα ταὐτόν ἐστι τὸ ἀσχημάτιστον τῷ μηδὲν σχῆμα ἔχειν, ὡς οὐδὲ τὸ ἀμέριστον τῷ μηδὲν μέρος ἔχειν, καθάπερ προείρηται. Στρογγύλου γέ πού ἐστι τοῦτο, οὗ ἂν τὰ ἔσχατα πανταχῆ ἀπὸ τοῦ μέσου ἴσον ἀπέχ ῃ ; — Να ί . — Καὶ μὴν εὐθύ γ ε , οὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν εἴ η . — Οὕτω ς. (P. 137 E.) Τὸ εὐθὺ τοῦτο καὶ τὸ στρογγύλο ν, καὶ ὅπως ἐπὶ τῶν θείων πραγμάτων ἐπαληθεύουσιν οἱ ῥηθέντες λόγοι, δῆλον ὡς οὐ μαθηματικῶς ταῦτα καὶ δεδημευμένως ἀκουστέον, ἀλλὰ τῇ προκειμένῃ θεωρίᾳ πρεπόντως. Ἤδη μὲν οὖν τινες τοῦτο τὸ εὐθὺ τὸ ἀκλινὲς εἰρήκασιν εἶναι τοῦ νοῦ καὶ τὸ ἄτρεπτον, τὸ δὲ στρογγύλο ν, τὸ εἰς ἑαυτὸ συννεῦον καὶ τὸ περὶ ἑαυτὸ ἐνεργοῦν. Τοῦτο δὲ ὁ Παρμενίδης μνημονεύει, σφαίρης ἐναλίγκιον ὄγκῳ, Μεσσόθεν ἰσοπαλὲς πάντη, τὸ ὂν ἀποφηνάμενος. Ὅθεν καί φασί τινες τὸν Πλάτωνα διὰ τῆς ἀποδείξεως ταύτης ὑπομιμνήσκειν τὸν ἐν τοῖς ποιήμασι Παρμενίδην, ὡς τὸ ἓν ἐξῄρηται παντὸς σχήματος περιφεροῦς καὶ εὐθέος. Ἡμεῖς δὲ ταῦτα μὲν οὐκ ἀποδεχόμεθα διϊστάντα τῆς τῶν παλαιῶν φιλοσοφίας καὶ αὐτὸν ἑαυτοῦ ποιοῦντα τὸν Παρμενίδην κατήγορον, καὶ ταῦτα ἐν Πλατωνικῇ σκηνῇ, παρ’ ᾗ πολλαὶ καὶ τοῦ Παρμενίδου γεγόνασιν ἀναῤῥήσεις τὸ τοῦ Πλάτωνος περὶ τὸν ἄνδρα ἐκεῖνον σέβας ἀνακηρύττουσαι. |
| in Prm 1130 [20] | Καὶ γὰρ ὁ μὲν εἰς ἄλλο ἓν, ὁ δὲ εἰς ἄλλο βλέπων ἀποφάσκει τὸ σφαιρικὸν εἶδος ἢ καταφάσκει τοῦ ἑνός· τὸ δὲ εὐθὺ τοῦτο καὶ τὸ στρογγύλον ἐξηγούμεθα κατά τε τὴν πρόοδον καὶ τὴν ἐπιστροφήν· ἡ μὲν γὰρ πρόοδος κατὰ τὸ εὐθὺ θεωρεῖται καὶ τοῦτο ποιουμένη τέλος ἑαυτῆς. Ἕκαστον οὖν τῶν νοερῶν καὶ πρόεισιν ἐπὶ πάντα κατὰ τὸ εὐθὺ, καὶ ἔστραπται πρὸς τὸ ἑαυτοῦ ἀγαθὸν, ὃ δὴ μέσον ἐστὶν ἐν ἑκάστῳ, διότι πανταχόθεν ἕκαστον ὁμοίως αὐτὸ περιπτύσσεται, καὶ ὡς εἰς κέντρον ἐκεῖνο συνερείδει πᾶν τὸ ἑαυτοῦ πλῆθος καὶ πάσας ἑαυτοῦ τὰς δυνάμεις. Εἰ τοίνυν λέγοις στρογγύλον μὲν εἶναι τῶν νοερῶν ἕκαστον, ὡς πάντα ἀπὸ τοῦ μέσου ἴσον ἀπέχειν· πάντα γὰρ ἑαυτοῦ κατὰ τὸ ἴσον ἥνωται πρὸς τὸ οἰκεῖον ἀγαθὸν, καὶ οὐ τῇ μὲν μᾶλλον ἀφέστηκεν αὐτοῦ, τῇ δὲ ἧττον, καθάπερ τῆς ἡμετέρας ψυχῆς τῶν ἵππων ὁ μὲν ἄγει πρὸς τὸ ἀγαθὸν, ὁ δὲ βρίθει πρὸς τὴν γῆν, ἀλλὰ πανταχόθεν ὁμοίως αὐτοῦ περιδράττεται κέντρου τάξιν ἔχοντος· εὐθὺ δὲ, οὗ τὸ μέσον ἐπιπροσθοῦν τοῖς ἄκροις. Ὅτι δὴ κατὰ τὴν πρόοδον τὰ πράγματα χωρίζεται ἀλλήλων, ἀπὸ τοῦ μείναντος τὸ προϊὸν, καὶ ἀπὸ τοῦ ἡνωμένου τὸ πληθυνόμενον, ὀρθῶς ἂν λέγοις καὶ τῶν πραγμάτων ἐστοχασμένως· εἰ γὰρ ἐθέλοις κατιδεῖν, εὕροις ἂν ὡς ἡ πρόοδός ἐστιν ἡ διακρίνουσα τὰ πράγματα ἀλλήλων, καὶ ποιοῦσα τὰ μὲν πρῶτα, τὰ δὲ μέσα, τὰ δὲ τελευταῖα, καὶ τὰ μέσα τῶν τελευταίων ὄντα καὶ πρώτων διοριστικὰ, καὶ οἷον ἔμπροσθεν· ἡ δὲ ἐπιστροφὴ πάντα συνάπτει πάλιν, καὶ εἰς ἓν συνελίσσει, καὶ πρὸς ἓν συνάγει τὸ κοινὸν τῶν ὄντων ἐφετόν. Ἔστιν ἄρα ἐν ἐκείνοις καὶ τῶν ὁρισμῶν τούτων ἑκάτερος, ὧν πρώτως μετέχει τὰ νοερὰ γένη τῶν θεῶν [προϊόντα] ἅμα καὶ [ἐπιστρέφοντα] πρὸς ἑαυτά· ταῦτα γάρ ἐστι τὰ κατὰ τὴν ἐπιστροφὴν μάλιστα χαρακτηριζόμενα· δευτέρως δὲ ἀπὸ τούτων αἱ ψυχαὶ μετέχουσι τοῦ τε εὐθέος καὶ τοῦ περιφεροῦς, προϊοῦσαι μὲν γραμμικῶς, εἰς κύκλον δὲ αὖθις κατακαμπτόμεναι καὶ ἐπιστρέφουσαι πρὸς τὰς ἑαυτῶν ἀρχάς· ἐσχάτως δὲ τὰ αἰσθητά· καὶ γὰρ τὰ εὐθύγραμμα σχήματα ἐν τούτοις ἤδη διαστατῶς καὶ μεριστῶς, καὶ τὸ σφαιρικὸν εἶδος τὸ πάντων τῶν ἐγκοσμίων σχημάτων περιληπτικόν· διὸ καὶ ὁ Τίμαιος ὅλον μὲν ἐσφαίρωσε τὸν κόσμον, διὰ δὲ τῶν πέντε σχημάτων, ἰσοπλεύρων ὄντων μόνον καὶ ἰσογωνίων, τὰς πέντε μερίδας αὐτοῦ κατεκόσμησεν, ἐγγράψας αὐτὰ πάντα τῇ σφαίρᾳ καὶ ἀλλήλοις· ᾧ καὶ δῆλον ὅτι τὰ σχήματα ταῦτα ἄνωθεν ἀπό τινος ἥκει θείας τάξεως ὑψηλῆς, πάντων ὄντα κοσμητικὰ τῶν ἀμερίστων ὡς τοῦ νοῦ, τῶν μεριστῶν ὡς τοῦ ὁρατοῦ κόσμου, τῶν μέσων ὡς τῆς ψυχῆς. |
| in Prm 1131 [5] | Ἔξεστι δὲ καὶ ἐν τῇ γενέσει τὰ δύο ταῦτα θεωρεῖν· κατὰ μὲν τὸν κύκλον τὸν ἐνταῦθα (καὶ γὰρ ἡ γένεσις ἀνταποδίδοται κυκλικῶς πρὸς ἑαυτὴν, ὡς ἐν Φαίδρῳ γέγραπται), τὸ περιφερές· κατὰ δὲ τὴν ἑκάστου μίαν πρόοδον ἀπὸ τῆς γενέσεως ἐπὶ τὴν παρακμὴν, τὸ εὐθὺ, καὶ τὸ ἐνταῦθα τῶν ἄκρων ἐπίπροσθεν τὸ μέσον ἡ ἀκμή· τίς γὰρ ἂν ἀφίκοιτο ἐπὶ τὸ ἕτερον, καθάπερ δὴ καὶ ἐπὶ τῆς εὐθείας διὰ τοῦ μέσου πάντως ἡ ἀπὸ θατέρου τῶν ἄκρων ὁδὸς ἐπὶ τὸ λοιπόν; Ἄνωθεν ἄρα ἀπὸ τῶν νοερῶν διήκει ταῦτα μέχρι τῶν γεννητῶν, προόδου μὲν αἴτιον τὸ εὐθὺ γιγνόμενον, ἐπιστροφῆς δὲ τὸ περιφερές. Εἰ τοίνυν τὸ ἓν μήτε πρόεισιν ἀφ’ ἑαυτοῦ μήτε ἐπιστρέφει πρὸς ἑαυτὸ, ὅτι τό τε προϊὸν δεύτερόν ἐστι τοῦ παράγοντος καὶ τὸ ἐπιστρέφον ἐνδεὲς τοῦ ἐφετοῦ, δῆλον ὡς οὔτε εὐθέος μετέχει σχήματος, οὔτε στρογγύλου· καὶ πῶς γὰρ προΐοι μηδὲ μίαν ἔχον ποιητικὴν ἀρχὴν ἑαυτοῦ μήτε ἐν ἑαυτῷ μήτε πρὸ αὐτοῦ, ἵνα μὴ τοῦ ἑνὸς στερῆται δεύτερον ὂν ἢ δυοειδές; πῶς δ’ ἂν ἐπιστρέφοι μηδὲν ἔχον τέλος καὶ ἐφετόν; οὐδὲ ἄρα σχῆμα τῷ ἑνὶ προσήκει μήτε τέλος μήτε ἀρχὴν ἔχοντι, ὡς δέδεικται διὰ τούτων. |
| in Prm 1132 [5] | Οὐ δεῖ δὲ ζητεῖν δι’ ἣν αἰτίαν ἀπὸ τῶν εἰδῶν τοῦ σχήματος, τοῦ περιφεροῦς καὶ τοῦ εὐθέος, ἔδειξε τὸ ἓν ἐπέκεινα παντὸς σχήματος, ἀλλ’ οὐχὶ τὸ γένος αὐτὸ ὁρισάμενος, οἷον ὅτι σχῆμά ἐστι πέρας συγκλεῖον ἢ τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον· δέδοκται γὰρ αὐτῷ διὰ τῶν ἀντικειμένων προϊέναι, καὶ τούτων ἐξῃρημένον δεικνύναι τὸ ἓν, καὶ κατ’ ἐκεῖνον τὸν ἐπὶ πάντων ὄντα λόγον κοινὸν, ὡς οὔτε τὸ χεῖρον εἶναι δυνατὸν τῶν ἀντικειμένων τὸ ἓν, ἵνα μὴ ἔχῃ τι κρεῖττον, οὔτε τὸ κρεῖττον, ἵνα μὴ ἔχῃ τι μαχόμενον. Οὕτως οὖν καὶ τοῦ εὐθέος αὐτὸ δείκνυσι καὶ τοῦ περιφεροῦς καθαρὸν, καὶ ὁρᾷς πάλιν ὅπως καὶ ταῦτα διὰ τῶν προειρημένων συνήγαγεν, ὡς οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχοντος τοῦ ἑνὸς, γεωμετρικαῖς ἀνάγκαις ἀεὶ τὰ δεύτερα διὰ τῶν πρὸ αὐτῶν ἀποδεικνὺς, καὶ πρὸ τούτων μιμούμενος τὴν τῶν ὄντων ἐν τάξει πρόοδον ἀπὸ τῶν πρώτων ἀεὶ πρὸς τὰ δεύτερα καὶ τὰ μερικώτερα τὴν ἀπόβασιν ποιουμένων. Οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴ η , εἴτε εὐθέος σχήματος εἴτε περιφεροῦς μετέχο ι ; — Πάνυ μὲν οὖ ν . — Οὔτε ἄρα εὐθὺ οὔτε περιφερές ἐστι ν , ἐπείπερ οὐδὲ μέρη ἔχε ι . — Ὀρθῶς οὖ ν. (P. 137 E.) Πεπλήρωται πᾶσα ἡ μέση τάξις ἐν τούτοις τῶν τε νοητῶν καλουμένων καὶ νοερῶν, δεδειγμένων πασῶν τῶν ἐν αὐτῇ προόδων ἐπὶ τάδε τοῦ ἑνὸς τεταγμένων, καὶ, ὡς πολλάκις εἴπομεν, ἀπὸ τοῦ ἑνὸς ἐξηρτημένων, ἐπείπερ αἱ ἀποφάσεις, ὡς δέδεικται, μητέρες εἰσὶ τῶν καταφάσεων. |
| in Prm 1133 [5] | Εἰκότως ἄρα καὶ ἐν τῷ συμπεράσματι πᾶσαν ἐπιστρέφων τὴν τάξιν εἰς ἓν ἄνεισι καὶ μέχρι τῶν πρώτων ἀποπεφασμένων· εἰ γὰρ σχῆμα ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη· συνάπτει ἄρα τὸ σχῆμα τοῖς πολλοῖς διὰ τῶν μερῶν, πάντα δὲ ταῦτα τὰ γένη δεύτερα τοῦ ἑνὸς ἀποδείκνυσι. Τοσαύτη παρ’ αὐτῷ διάκρισίς ἐστι τῶν θείων διακόσμων, ὥστε οὐκ ἀνέσχετο συνάψαι τὰς ἑξῆς ἀποφάσεις μὴ ταύτην πρότερον τὴν τάξιν εἰς ἑαυτὴν ἐπιστρέψας, καὶ τὸ σχῆμα τοῖς πολλοῖς συνάψας, καὶ τὴν συγγένειαν τῶν προειρημένων ἁπάντων γενῶν ἐνδειξάμενος. |
| in Prm 1134 [10] | Ἐν ποίᾳ μὲν οὖν τάξει τῶν ὄντων τὸ εὐθὺ καὶ τὸ περιφερές ἐστιν, ἐν τοῖς ἑξῆς γνωσόμεθα σαφέστερον, καὶ ὅτι μέχρι ταύτης τὰ νοητὰ καὶ νοερὰ γένη τῶν ὅλων. Νῦν δὲ τοσοῦτον μόνον δῆλον ὅτι μηδὲ ταύτης ἡμῖν τῆς τάξεως θετέον τὸ ἓν, ἀλλὰ καὶ ταύτην ἀπ’ ἐκείνου παρακτέον, καθάπερ δὴ καὶ τὰς ἄλλας τὰς πρὸ αὐτῆς εἰρημένας. ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ. |
| in Prm 1133 (13) [30] | Καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν [ ἔτ ι ] εἴ η · οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ εἴ η . — Πῶς δ ή; (P. 138 A.) Μέτεισιν ἐφ’ ἑτέραν τάξιν ὁ λόγος τὴν ἀκρότητα τῶν ἰδίως καλουμένων νοερῶν θεῶν, καὶ ταύτην ἀποφάσκει τοῦ ἑνὸς, δεικνὺς ὡς οὐδαμοῦ τὸ ἓν, οὔτε ὡς ἐν ἄλλῃ περιεχόμενον αἰτίᾳ, οὔτε ὡς αὐτὸ ὑφ’ αὑτοῦ περιεχόμενον καὶ αὐτὸ ἑαυτοῦ ὄν. Πρὶν δὲ ἅψεται τῆς τῶν συλλογισμῶν ἀνάγκης, προανεκήρυξε πάλιν τὸ συμπέρασμα πρὸ τῶν ἐπιστημονικῶν ἐφόδων, χρώμενος ταῖς νοεραῖς ἐπιβολαῖς, καὶ οὑτωσὶ ποιήσει καὶ ἐπὶ πάντων ἀεὶ τῶν ἐφεξῆς (ὅτι δὲ ἀπ’ ἄλλης ἄρχεται τάξεως, ἱκανῶς ἡμῖν ἀνεδείξατο καὶ διὰ τοῦ ἔτι καὶ τοῦ τοιοῦτόν γε ὄν)· τὸ ἀποδεδειγμένον πάντων ἐπέκεινα τῶν μέσων ἐν τοῖς θεοῖς γενῶν τῆς τε νοητῆς καὶ νοερᾶς τάξεως πῶς ἂν ἔτι τῶν νοερῶν μετάσχοι τινὸς ἢ τῆς ἀκρότητος τῶν νοερῶν; Τὸ γοῦν τῶν θειοτέρων αἰτιῶν ἐξῃρημένον πολλῷ δήπου μᾶλλον ἐκβέβηκε τῶν τοιούτοις ἐφεξῆς τεταγμένων. |
| in Prm 1134 [5] | Καὶ ταῦτα μὲν περὶ τῆς ὅλης τάξεως τοῦ λόγου κατακολουθοῦντος τῇ τάξει τῶν πραγμάτων· πάλιν δὲ ὅταν λέγωσιν ἐνταῦθά τινες ἀντιλέγειν τῷ Παρμενιδείῳ ἑνὶ τῷ ἐν τοῖς ποιήμασι τὸν Πλάτωνα, οὐκ ἀποδεξόμεθα τὸν λόγον. Λέγει μὲν γὰρ ἐκεῖνος περὶ τοῦ καθ’ ἑαυτὸ ἑνὸς, ὅτι Ταὐτὸν δ’ ἐν ταὐτῷ μίμνει, καθ’ ἑαυτό τε κεῖται· Οὕτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη Πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει. Τούνεκεν οὐκ ἀτέλευτον τοῖον, εἰ θέμις εἰπεῖν. Ἀλλ’, ὡς καὶ αὗται δηλοῦσιν αἱ ῥήσεις, περὶ τοῦ ὄντος φιλοσοφεῖ ταῦτα καὶ οὐ περὶ τοῦ ἑνός· ἃ δὴ καὶ ἡ δευτέρα καταφήσει περὶ ἐκείνου ὑπόθεσις, μετὰ τοῦ ἑνὸς συμπλέκουσα τὸ ὄν. Εἰ οὖν ἐν τούτοις καὶ πέρας οὐκ ἔχον ἀποδείκνυται τὸ ἓν καὶ μὴ κείμενόν που, μήτε ἐν ἑαυτῷ μήτ’ ἐν ἄλλῳ, καὶ οὐχὶ τὸ ὂν, οὐκ ἔλεγχός ἐστι ταῦτα τῆς Παρμενίδου φιλοσοφίας, ἀλλ’ ἐκείνης μενούσης πρόσθεσις τῆς ὑπερτέρας. |
| in Prm 1135 [5] | Ταύτῃ μὲν οὖν ταῦτα διορίζομεν· ὅτι δὲ τὸ οὐδαμοῦ κυριώτατα καὶ ἁπλῶς ἐπὶ τῆς πρώτης αἰτίας λέγομεν, ὑπομνηστέον. Λέγεται μὲν γὰρ καὶ ἡ ψυχὴ πολλάκις οὐδαμοῦ, καὶ διαφερόντως ἡ ἄσχετος· ὑπὸ οὐδενὸς γὰρ κατέχεται τῶν δευτέρων, οὐδὲ περιείργεται διὰ δή τινος σχέσεως ἡ ἐνέργεια αὐτῆς, καθάπερ σχέσει τινὶ δεδομένης πρὸς τὰ μετὰ ταύτην. Λέγεται δὲ καὶ ὁ νοῦς εἶναι οὐδαμοῦ· πανταχοῦ γάρ ἐστιν ὁμοίως, καὶ πᾶσι πάρεστιν ἐξ ἴσου· πολλῷ μᾶλλον καὶ διὰ τῆς τοιαύτης παρουσίας ἐν οὐδενὶ κατέχεται τῶν αὐτοῦ μετεχόντων. Λέγεται καὶ θεὸς εἶναι οὐδαμοῦ, ὅτι πάντων ἐξῄρηται, ὅτι ἀμέθεκτός ἐστιν, ὅτι κρείττων ἐστὶ πάσης κοινωνίας καὶ πάσης σχέσεως καὶ πάσης πρὸς τὰ ἄλλα συντάξεως. Λέγεται μὲν οὖν περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων ὅπερ εἶπον ἕκαστα τούτων ὀρθῶς, ἀλλ’ οὐχ ὁ αὐτὸς τρόπος ἐπὶ πάντων τοῦ οὐδαμοῦ. Ψυχὴ μὲν γὰρ οὐδαμοῦ τῶν μετ’ αὐτὴν, ἀλλ’ οὐχ ἁπλῶς οὐδαμοῦ· πάντως γάρ ἐστι καὶ ἐν ἑαυτῇ ὡς αὐτοκίνητος, καὶ ἐν τῇ αἰτίᾳ τῇ ἑαυτῆς, ἐπειδὴ καὶ πανταχοῦ τὸ αἴτιον προείληφε τὴν τοῦ ἀποτελέσματος καὶ περιείληφεν ἑνοειδῶς δύναμιν· νοῦς δὲ οὐδαμοῦ καὶ αὐτὸς τῶν μετ’ αὐτόν· ἐπεὶ καὶ ἐν ἑαυτῷ ἐστιν αὐθυπόστατος, καὶ ἔτι περιέχεταί γε ὑπὸ τῆς οἰκείας αἰτίας, εἰ μὲν βούλει θεολογικῶς φάναι, τῆς πατρικῆς· πᾶς γὰρ νοῦς πατρός ἐστι νοῦς, ὁ μὲν τοῦ ὅλου πατρὸς, ὁ δὲ τοῦ τῆς οἰκείας τριάδος πατρός· περιέχεται γοῦν ὑπὸ τοῦ πατρὸς ὁ νοῦς· εἰ δὲ κατὰ τοῦτον βούλει τὸν τρόπον οὐχὶ, ἀλλ’ ὅτι πᾶς νοῦς ἐφίεται τοῦ ἑνὸς, καὶ ἐν τῷ ἑνὶ κρατεῖται, καὶ διὰ τοῦτο ψεῦδος οὐδαμοῦ φάναι τὸν νοῦν. Μόνον δὲ τὸ ἓν ἁπλῶς οὐδαμοῦ ἐστιν· οὔτε γὰρ ἐν τοῖς μετ’ αὐτό ἐστιν, ἅτε ἐξῃρημένον ἀπὸ πάντων, ὅπου γε οὐδὲ ὁ νοῦς οὐδὲ ἡ ψυχὴ, αἱ μετὰ τὸ ἓν ἀρχαί· οὔτε ἐν ἑαυτῷ, ἅτε ἁπλοῦν ὂν καὶ παντὸς πλήθους ἄδεκτον· οὔτε ἐν τῷ πρὸ αὐτοῦ, διότι μηδέν ἐστι κρεῖττον τοῦ ἑνός· τοῦτο ἄρα τὸ ἁπλῶς οὐδαμοῦ, πάντα δὲ τὰ ἄλλα δευτέρως ἔχει τὸ οὐδαμοῦ, καὶ πῶς μὲν ἐστὶν οὐδαμοῦ, πῶς δὲ οὐκ ἔστιν. |
| in Prm 1136 [5] | Εἰ γὰρ ἐθελήσεις θεωρῆσαι πᾶσαν τὴν τῶν ὄντων τάξιν, ὄψει τὰ μὲν εἴδη τὰ ἔνυλα ἐν ἄλλοις ὄντα μόνον καὶ ἄλλων ὄντα καὶ ἔν τισιν ὑποκειμένοις ἑδραζόμενα· τὰς δὲ φύσεις, ἐν ἄλλοις μὲν καὶ ταύτας (δύνουσι γὰρ κατὰ τῶν σωμάτων καὶ ἐν ὑποκειμένῳ πῶς εἰσιν), ἤδη μέντοι καὶ τοῦ ἐν ἑαυτῷ φερούσας ἀπήχημά τι καὶ εἴδωλον, καθόσον ζωαί τινες ἤδη καὶ οὐσίαι, καὶ πάσχοντος ἑνὸς μορίου τινὸς ἑαυταῖς συμπάσχουσι· τὰς δὲ ἐν σχέσει ψυχὰς, ὡς μὲν σχέσιν ἐχούσας, ἐν ἄλλῳ καὶ ταύτας (αὐτὴ γὰρ ἡ σχέσις ἡ πρὸς τὰ δεύτερα τὸ ἐν ἄλλῳ πάντως συνεισφέρει), καθόσον δὲ ἐπιστρέφειν εἰς ἑαυτὰς δύνανται, καθαρώτερον ἐν ἑαυταῖς οὔσας (αἱ μὲν γὰρ φύσεις πᾶσαν ἐνέργειαν περὶ τὰ σώματα συντείνουσι, καὶ ὅπερ ἂν ποιοῦσιν, εἰς ἄλλο ποιοῦσιν· αἱ δὲ ψυχαὶ ταῖς μὲν τῶν ἐνεργειῶν περὶ τὸ σῶμα χρῶνται, ταῖς δὲ εἰς ἑαυτὰς ἐνεργοῦσι καὶ πρὸς ἑαυτὰς ἐπιστρέφουσι)· τὰς δὲ ἀσχέτους ἐν ἑαυταῖς ἤδη, καὶ ἐν ἄλλοις μὲν οὐκ ἔτι τοῖς δευτέροις, ἐν ἄλλῳ δὲ τῷ πρὸ αὐτῶν οὔσας· διχῶς μὲν γὰρ τὸ ἐν ἄλλῳ, τὸ μὲν τοῦ ἐν ἑαυτῷ καταδεέστερον τῷ σχέσιν ἔχειν πρὸς τὰ δεύτερα, τὸ δὲ ἤδη κρεῖττον, κἀκεῖνο μὲν μέχρι τῶν ἐν σχέσει ψυχῶν, τοῦτο δὲ μόνον ἀπὸ τῶν θείων ἄρχεται καὶ ὅλως ἀσχέτων· καὶ οἷς μὲν ὑπάρχει τὸ πρότερον· πάντα γὰρ ἐν τοῖς ἑαυτῶν ἐστιν αἰτίοις, ἢ οὐκ ἂν εἴη τῶν αἰτιῶν ἐκφοιτήσαντα τελέως· οἷς δὲ τὸ δεύτερον, ἔλλειψις γὰρ ἐποίει δυνάμεως τὸ πρότερον· ἢ ἐν τοῖς ἐσχάτοις οὖσαν οὐκ ἀνάγκη καὶ ἐν τοῖς πρώτοις εἶναι; Τὰς γοῦν θείας ψυχὰς ἐν τοῖς πρὸ αὐτῶν εἶναι μόνον, οἷον ἐν τοῖς νοῖς ὧν ἐξέχονται· τὸν δὲ νοῦν λοιπὸν ἐν ἑαυτῷ τε καὶ ἐν τῷ πρὸ αὐτοῦ, πατρὶ λέγω καὶ τῇ δυνάμει τοῦ πατρὸς, εἰ βούλει· πάντα γὰρ ἄχρι τούτου τὸ ἐν ἄλλῳ ἔχει, αὐτὸς δὲ πῶς ἂν ἔχοι; Πότερον ἐν ἑαυτῷ μόνον ἐστὶν ἢ καὶ ἐν ἄλλῳ, μετὰ ταῦτα σκεπτέον, ὁπόταν περὶ τοῦ αὐθυποστάτου λέγωμεν. |
| in Prm 1137 [5] | Τὸ τοίνυν οὐδαμοῦ (τοῦτο γὰρ ἡμῖν προκείμενον ἦν κατιδεῖν) τοῖς μὲν ἔχουσι τὸ ἐν ἄλλῳ (τοῦτο δὴ τὸ τοῦ ἐν ἑαυτῷ καταδεέστερον) οὐδαμῶς ἂν ὑπάρχοι· πῶς γὰρ ἂν τοῖς μὲν ἐν ἄλλῳ γεγονόσιν ἐφαρμόσει τὸ οὐδαμοῦ τῷ ἔν τινι μαχόμενον; τοῖς δ’ ἔχουσιν ἐκεῖνο τὸ τοῦ ἐν ἑαυτῷ κρεῖττον ἐν ἄλλῳ, πάρεστι μὲν, ἀλλ’ οὐχ ἁπλῶς· ἔστι γὰρ ἐν ταῖς αἰτίαις ἕκαστα ταῖς ἑαυτῶν· μόνῳ δὲ τῷ ἑνὶ πρώτως ὑπάρχει τὸ οὐδαμοῦ καὶ ἁπλῶς· οὔτε γὰρ ἐν τοῖς μετ’ αὐτὸ, οὐ γὰρ θέμις· οὔτε ἐν τῷ πρὸ αὐτοῦ, οὐ γὰρ ἔστιν· οὔτε ἐν ἑαυτῷ, οὐ γὰρ πέφυκε· τὸ μὲν ὅτι ἄσχετον, τὸ δὲ ὅτι πρώτιστον, τὸ δὲ ὅτι μόνως ἔστιν ἓν, ὥστε οὐδαμοῦ. Τοῦτο μὲν οὖν παντάπασιν ἀληθές· τὸ δὲ πανταχοῦ μετὰ τοῦτο ζητητέον πότερον κρεῖττόν ἐστι τοῦ οὐδαμοῦ καὶ τελειότερον ἢ καταδεέστερον. Εἰ μὲν γὰρ κρεῖττον, διὰ τί μὴ τῷ πρώτῳ τὸ κρεῖττον ἀπονέμομεν, τὸ οὐδαμοῦ δὲ δεδώκαμεν, ἀλλά φαμεν ὅτι οὐδαμοῦ ἐστι μόνον; Εἰ δὲ καταδεέστερον, πῶς οὐκ ἄμεινον ἐπὶ τούτου τὸ μὴ προνοεῖν τοῦ προνοεῖν; τὸ μὲν γὰρ προνοοῦν πᾶσι πάρεστι τοῖς τῆς προνοίας ἀξιουμένοις· τὸ δὲ μὴ προνοοῦν οὐδαμοῦ τῶν δευτέρων εἶναι διηνάγκασται. Μήποτε οὖν τὸ πανταχοῦ διττὸν, τὸ μὲν ὡς πρὸς τὰ μετ’ αὐτὸ λεγόμενον, ὡς ὅταν φῶμεν πανταχοῦ τὴν πρόνοιαν παρεῖναι τῷ μηδενὸς ἀποστατεῖν τῶν δευτέρων, ἀλλὰ πάντα σώζειν καὶ συνέχειν καὶ διακοσμεῖν δι’ αὐτῶν τῇ μεταδόσει διήκουσαν· τὸ δὲ ὡς πρὸς πάντα τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ’ αὐτό. Κυρίως γοῦν πανταχοῦ τοῦτό ἐστιν, ὃ καὶ ἐν τοῖς δευτέροις ἐστὶ καὶ ἐν ἑαυτῷ καὶ ἐν τοῖς πρὸ αὐτοῦ, διότι καὶ κυρίως ταῦτα πάντα ἐστί· καὶ τούτου τοῦ πανταχοῦ ἀπόφασίς ἐστι τὸ οὐδαμοῦ τὸ νῦν παρειλημμένον, δηλοῦν τὸ μήτε ἐν ἑαυτῷ μήτε ἐν τῷ πρὸ αὐτοῦ ὂν, καὶ τοῦτο τὸ οὐδαμοῦ τοῦ πανταχοῦ κρεῖττον καὶ μόνου τοῦ ἑνὸς ἐξαίρετον. |
| in Prm 1138 [40] | Ἄλλο δέ ἐστι μηδαμοῦ τὸ τῷ πανταχοῦ σύστοιχον, ὃ πρὸς τὰ δεύτερα μόνον λέγειν εἰώθαμεν, ὧν ἑκάτερον ἀληθές ἐστι διὰ τὸ λοιπόν· οὐδαμοῦ γὰρ τὸ ὂν, διότι πανταχοῦ· τὸ γὰρ ὑπό τινος τόπου κρατούμενον ἔν τινί ἐστι, τὸ δὲ πᾶσιν ὁμοίως παρὸν οὐδαμοῦ ἐστιν ἀφωρισμένως, καὶ διότι πάλιν οὐδαμοῦ, διὰ τοῦτο πανταχοῦ· διὰ γὰρ τὸ πάντων ὁμοίως ἐξῃρῆσθαι πᾶσιν ὁμοίως πάρεστιν, οἷον ἐξίσου τῶν πάντων ἀφεστώς. Ταῦτα μὲν οὖν σύστοιχα ἀλλήλοις· ἐκεῖνο δὲ τὸ μηδαμοῦ κρεῖττον παντὸς τοῦ πανταχοῦ καὶ τῷ ἑνὶ μόνον δυνάμενον ἐφαρμόζειν, ὡς ἀπόφασις τοῦ ἔν τινι παντός. Εἴτε γὰρ τὸ ὡς ἐν τόπῳ λέγοις, εἴτε τὸ ὡς ἐν ὅλῳ, εἴτε τὸ ὡς ἐν μέρεσιν ὅλον, εἴτε τὸ ὡς ἐν τέλει, εἴτε τὸ ὡς ἐν τῷ ἄρχοντι τὰ τῶν ἀρχομένων, εἴτε ὡς γένος ἐν εἴδεσιν, εἴτε ὡς εἴδη ἐν γένεσιν, εἴτε ὡς ἐν χρόνῳ, πάντων ὁμοίως τούτων ἐξῄρηται τὸ ἕν· οὔτε γὰρ τόπος ἐστὶ περιεκτικὸς τοῦ ἑνὸς, ἵνα μὴ πλῆθος ἀναφανῇ τὸ ἕν· οὔτε ὅλον ἐστί τι περιληπτικὸν [τοῦ ἑνός]· οὐδὲ γάρ ἐστί τινος μέρος, ἵνα μὴ μέρος ὂν καὶ ἐν τῷ ὅλῳ ᾖ, ὅ ἐστι πεπονθὸς τὸ ἕν· πᾶν γὰρ ὅλον πέπονθε τὸ ἓν, καὶ ἐπιδεές ἐστι τοῦ ὡς ἀληθῶς ἑνὸς αὐτὸ μὴ ὡς ἀληθὲς ἐνυπάρχον· οὔτε αὐτὸ ἐν μέρεσίν ἐστιν· οὐδὲ γὰρ ἔχει μέρος, ἀμερὲς ὄν· οὔτε ἄλλο τι αὐτοῦ τέλος ἐστὶ, δέδεικται γὰρ μηδαμῶς ἔχον τέλος· οὔτε ὡς ἐν τῷ ἄρχοντι, δέδεικται γὰρ μηδαμῶς ἔχον τινὰ ἀρχήν· οὔτε ὡς γένος ἐν εἴδεσιν, ἵνα μὴ πάλιν πλῆθος περὶ αὐτὸ συμβῇ διὰ τὴν τῶν εἰδῶν περιοχήν· οὔτε ὡς εἶδος ἐν γένει· τίνος γὰρ εἶδος ἔσται, μηδενὸς ὄντος αὐτοῦ κρείττονος; οὔτε ὡς ἐν χρόνῳ, [τὸ γὰρ ἐν χρόνῳ ὂν] πλῆθός ἐστι· δειχθήσεται οὖν μηδὲ χρόνου μετέχον. |
| in Prm 1139 [30] | Πάντων ἄρα τῶν τρόπων τοῦ ἔν τινι κρεῖττόν ἐστι τὸ ἕν. Εἰ δὲ πᾶν τὸ ἔν τινι ψεῦδος, ἀληθὴς ἡ ἀπόφασις τοῦ οὐδαμοῦ· τὸ γὰρ ἔν τινι τῷ οὐδαμοῦ ἀντίκειται, καθάπερ δὴ καὶ τό τις τῷ οὐδεὶς, ὥστε οὐδαμοῦ ἂν εἴη τὸ ἕν. Τοῦτο μὲν οὖν τοιοῦτόν ἐστι. Πάλιν δὲ διαιρεῖ τὸ ἔν τινι ὂν διχῶς, εἴς τε τὸ ἐν ἑαυτῷ καὶ τὸ ἐν ἄλλ ῳ, πάντας ἐκείνους τοὺς πολυθρυλλήτους τρόπους διὰ τούτων παραλαβὼν, ἵνα, εἴπερ ἐπιδείξει τὸ ἓν μήτε ἐν ἑαυτῷ μήτε ἐν ἄλλῳ δυνάμενον εἶναι, δεδειγμένον ἔχοι τὸ οὐδαμοῦ. Εἰ γὰρ ἔν τινί ἐστιν, ἢ ἐν ἑαυτ ῷ, φησὶν, εἴη ἢ ἐν ἄλλ ῳ· ἀλλὰ μὴν οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ· οὐκ ἄρα ἔν τινί ἐστιν· εἰ μὴ ἔν τινι δὲ ὅλως, οὐδαμοῦ ἂν εἴη. Τούτου δὲ δειχθέντος, φανήσεται τὸ ἓν κἀκείνης ἐξῃρημένον τῆς τάξεως ᾗ τοῦτο προσήκει τὸ σύμβολον, τὸ ἐν ἑαυτῷ λέγω καὶ ἐν ἄλλ ῳ. Τούτου δὲ φανέντος, ἔχοιμεν ἂν ὅτι οὐδὲ ὁ νοῦς τὸ πρῶτον· ἴδιον γὰρ αὐτῷ τὸ ἐν ἑαυτῷ καὶ τὸ ἑαυτὸν γινώσκειν .... ἡ εἰς ἑαυτὴν νεῦσις, ἣ καὶ τῇ ἀκρότητι τῶν νοερῶν διαφερόντως ἐκφαίνεται μετὰ τῆς εἰς τὰ πρῶτα στροφῆς, καὶ ἡ εἰς ἑαυτὴν εἴσοδος καὶ τὸ οἷον ἀγκύλον τῆς οὐσίας ἐν ἑαυτῇ, κατέχειν τε ἑαυτῆς καὶ περιλαμβάνειν ἀεὶ βουλομένης. Ἐν ἄλλῳ μὲν ὂν κύκλῳ που ἂν περιέχοιτο ὑ π ’ ἐκείνου ἐν ᾧ ἂν εἴ η , καὶ πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖ ς · τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῆ κύκλῳ ἅπτεσθα ι . |
| in Prm 1140 [30] | — Ἀδύνατο ν. (P. 138 A.) Ἡ μὲν ὅλη τοῦ προκειμένου συμπεράσματος ἀπόδειξις τοιαύτη τίς ἐστι· τὸ ἓν οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ· πᾶν δὲ τὸ ἔν τινι ὂν ἢ ἐν ἑαυτῷ ἐστιν ἢ ἐν ἄλλῳ· τὸ ἄρα ἓν οὐδαμῶς ἐστιν ἔν τινι, τὸ δὲ μηδαμῶς ἔν τινι ὂν οὐδαμοῦ ἐστι. Λοιπὸν δὲ τὴν προτέραν τῶν προτάσεων ἀποδείκνυσιν οὕτω· τὸ ἓν οὐδενὸς ἅπτεσθαι δύναται πολλοῖς· τὸ ἐν ἄλλῳ ἅπτεται ἐκείνου πολλοῖς ἐν ᾧ ἐστι· τὸ ἄρα ἓν ἐν οὐδενὶ ἄλλῳ ἐστί. Πάλιν τὸ ἓν οὔτε ἀρχὴν ἔχει οὔτε τελευτὴν, οὐθ’ ὅλως περιέχον ἐστὶ καὶ περιεχόμενον· τὸ δὲ ἓν ἐν ἑαυτῷ ὂν ἔξει τὸ μὲν περιέχον, τὸ δὲ περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ· δέδεικται δὲ ὅτι οὐδὲ ἐν ἄλλῳ· τὸ ἓν ἄρα οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ. Καὶ τοιοῦτοι μὲν οἱ τοῦ προκειμένου ἀποδεικτικοὶ συλλογισμοὶ, γεωμετρικῶς ἀπὸ τῶν προωμολογημένων τὸ ζητούμενον ἐπιδεικνύντες ἡμῖν. Ἐπὶ δὲ τὴν τῶν πραγμάτων ἐξέτασιν μετέλθωμεν, καὶ θεωρήσωμεν πῶς φησιν ὁ Παρμενίδης πᾶν τὸ ἐν ἄλλῳ ὂν κύκλῳ περιέχεσθαι ὑπ’ ἐκείνου ἐν ᾧ ἐστι, καὶ ἅπτεσθαι αὐτοῦ πολλαχῇ πολλοῖς. Ἤδη δὲ καὶ τῶν πρὸς ἡμῶν οἱ μὲν μερικώτερον ἤκουσαν τὸ ἐν ἄλλῳ τὸ ἓ ν, τὸ ἐν τόπῳ καὶ τὸ ἐν ἀγγείῳ μόνον λαβόντες, καὶ τούτοις τὴν λέξιν ἐφαρμόσαντες εἰκότως· ἐφάπτεται γὰρ τοῦ τόπου τὸ ἐν τόπῳ, καὶ τοῦ ἀγγείου τὸ ἐν τῷ ἀγγείῳ, καὶ περιέχεται πανταχόθεν ὑπ’ αὐτοῦ· τὸ γὰρ κύκλῳ τῷ πανταχόθεν ἴσον ἐστὶ, τοῦ περιέχοντος δύναμιν δηλοῦν ἐν ἑαυτῇ τὸ περιεχόμενον ἔχουσαν. |
| in Prm 1141 [40] | Τοῦτο οὖν εἶναί φασι τὸ δεικνύμενον ἡμῖν, ὅτι οὐκ ἐν τόπῳ τὸ ἓν, εἴπερ τὸ μὲν ἐν τόπῳ δεῖ εἶναι πολλὰ ὃν καὶ πολλοῖς ἑαυτοῦ τοῦ περιέχοντος ἅπτεσθαι, τὸ δὲ ἓν πολλὰ εἶναι ἀδύνατον. Καὶ τί τοῦτο φαίην ἂν ἔγωγε θαυμαστὸν, εἰ μὴ ἐν τόπῳ τὸ ἕν; οὐδὲν γὰρ τοῦτο σεμνὸν, ὃ καὶ ταῖς μερικαῖς ὑπάρχει ψυχαῖς· ἀλλὰ δεῖ τὸ δεικνύμενον ἐξαίρετον ὑπάρχειν τῷ ἑνὶ καὶ τῇ αἰτίᾳ τῇ πάντων ὑπεριδρυμένῃ τῶν ὄντων. Οἱ δὲ εἰς τὰ πράγματα βλέποντες εἰρήκασιν ὡς πᾶν τὸ ἔν τινι ὂν τοῦ ἑνὸς ἀποφάσκεται, καὶ ὀρθῶς εἰρήκασιν· οὐδαμῶς γὰρ ἔν τινι τὸ ἓν, ὡς παρ’ ἡμῶν εἴρηται πρότερον. Ἀλλὰ πῶς ἔτι τὴν λέξιν ἐφαρμόσομεν τοῖς ἔν τινι τρόποις πολλοῖς οὖσι; τὸ γὰρ σημεῖον ἐν τῇ γραμμῇ λέγεται εἶναι, δῆλον ὡς ἐν ἄλλῳ· καὶ γὰρ ἄλλο μὲν σημεῖον, ἄλλο δὲ γραμμὴ, καὶ οὐκ ἐπειδὴ ἐν ἄλλῳ ἐστὶ, διὰ τοῦτο πανταχόθεν περιέχεται ὑπὸ τῆς γραμμῆς καὶ πολλοῖς ἑαυτοῦ μέρεσιν ἅπτεται τῆς γραμμῆς. Ἔστι μὲν δὴ καὶ πρὸς τοῦτο ἀπαντᾷν λέγοντας ὅτι, εἰ καὶ μὴ διαστηματικῶς περιέχει τὸ σημεῖον ἡ γραμμὴ, ἀλλὰ τρόπον ἄλλον αὐτὸ περιέχει· τὰς γὰρ ἰδιότητας αὐτοῦ περιέχει· πέρας γάρ ἐστι τὸ σημεῖον μόνον, ἡ δὲ γραμμὴ καὶ πέρας καὶ ἄλλο τι μῆκος οὖσα ἀπλατὲς καὶ ἀδιάστατον τὸ σημεῖον. Ἀλλὰ καὶ ἡ γραμμὴ καὶ ἀδιάστατον, καὶ ἀλλαχοῦ διαστατόν· καὶ γὰρ ὅλως, ἐπεὶ οὐ ταὐτὸν σημεῖόν ἐστι καὶ ἓν, ἀνάγκη πολλὰ εἶναι τὸ σημεῖον, οὐχ ὡς μέρη ἔχον διαστηματικῶς, ταύτῃ γὰρ ἀμερὲς, ἀλλ’ ὡς ἰδιότητας πλείονας συμπληρωτικὰς αὐτοῦ καὶ διὰ τοῦτο μερῶν ἐχούσας λόγον, ἃς ἡ γραμμὴ περιέχουσα κατὰ πολλὰ ἂν λέγοιτο τῷ σημείῳ συνάπτεσθαι. Ὅτι δὲ οὐ ταὐτὸν σημεῖόν ἐστι καὶ ἓν, δῆλον· τὸ μὲν γὰρ ἀρχὴ πάντων, τὸ δὲ μεγεθῶν μόνον· ἀλλ’ οὐδὲ τὸ σημεῖον πρὸ τοῦ ἑνός· καὶ γὰρ ἡ μονὰς ἓν καὶ τὸ ἐν τῷ χρόνῳ ἀμερές. |
| in Prm 1142 [5] | Λείπεται μὲν οὖν τὸ σημεῖον εἶναι μετὰ τὸ ἓν καὶ μετέχειν τοῦ ἑνὸς, ὥστε καὶ οὐχ ἕν ἐστιν· εἰ δὲ τοῦτο, κωλύεται οὐδὲν, ἀσωμάτους ἔχον ἰδιότητας πολλὰς αἵ εἰσι καὶ ἐν τῇ γραμμῇ, καὶ περιέχεσθαι ὑπ’ αὐτῆς. Οὕτω μὲν οὖν δυνατὸν ἀπαντᾷν, ἀλλ’ οὐκ ἔστι συνορῶντος ὅπως ὁ Πλάτων ἔλαβε τὸ ἔν τινι καὶ πρὸς τί βλέπων τῶν ὄντων ἀποφάσκει τοῦτο τοῦ ἑνός. Ἄμεινον οὖν, ὡς ὁ ἡμέτερος ὑφηγεῖται πατὴρ, κατ’ ἐκείνην τὴν ἐμφρονεστάτην καὶ ἀσφαλεστάτην ὁδὸν, ταῦτα λέγειν τοῦ ἑνὸς ἀποφάσκειν αὐτὸν, ἃ καταφάσκεται ἐν τῇ δευτέρᾳ τοῦ ἑνὸς ὄντος, καὶ οὕτως ἀποφάσκειν, ὡς ἐν ἐκείνοις καταφάσκεται, καὶ δὴ καὶ τὸ ἐν ἄλλῳ τοιοῦτον θεωρεῖν, οἷον ἐν ἐκείνοις δῆλός ἐστιν ὁ φιλόσοφος λαμβάνων. Σαφῶς οὖν ἐκεῖ τάξιν τινὰ θεῶν ἐκφαίνων, καὶ ἐν ἑαυτῇ φησιν αὐτὴν εἶναι καὶ ἐν ἄλλ ῳ, καθό τι καὶ ἔστραπται πρὸς ἑαυτὴν νοερῶς καὶ μένει διαιωνίως ἐν τοῖς αἰτίοις ἑαυτῆς μοναδικῶς· μονὰς γάρ ἐστιν ἐκείνη τῶν νοερῶν θεῶν, μένουσα μὲν κατὰ τὴν ἑαυτῆς ὑπεροχὴν ἐν τοῖς πρὸ αὐτῆς νοητοῖς θεοῖς, ἐμφαίνουσα δὲ καὶ τὸ ἰδίωμα τὸ νοερὸν κατὰ τὸ ἐν αὑτῇ καὶ περὶ αὑτὴν ἐνεργεῖν. Τὸ τοίνυν ἐν ἄλλῳ τοιοῦτόν ἐστιν, ὁποῖον τὸ ἐν τῇ αἰτίᾳ μένον καὶ περιεχόμενον ὑπὸ τῆς οἰκείας αἰτίας. Τοῦτο οὖν ἐστιν εἰκότως καὶ τὸ πολλαχ ῆ, καὶ πολλοῖς ἑαυτοῦ τῆς αἰτίας ἁπτόμενον· διότι γὰρ περιέχεται ὑπ’ αὐτῆς, μερικώτερόν ἐστιν αὐτῆς· πᾶν δὲ τὸ μερικώτερον μᾶλλον πεπλήθυσται τῆς ἑαυτοῦ περιληπτικωτέρας αἰτίας, μᾶλλον δὲ πεπληθυσμένον ταῖς ἑαυτοῦ ποικίλαις δυνάμεσι συνάπτεται πρὸς ἐκεῖνο καὶ ἄλλως ἄλλαις, τοῦτο γὰρ τὸ πολλαχῆ· κατ’ ἄλλας γὰρ καὶ ἄλλας δυνάμεις ἄλλως καὶ ἄλλως ἑνοῦται πρὸς τὸ πρὸ αὐτῆς νοητόν. Ἀλλ’ αὕτη μὲν ἡ τάξις τῶν ὄντων, ᾗ τὸ ἐν ἑαυτῷ προσήκει μετὰ τοῦ ἐν ἄλλ ῳ, καὶ πολλά ἐστι· μετέχει γὰρ τοῦ νοητοῦ πλήθους καὶ μέρη ἔχει· μετέχει γὰρ τῶν μέσων ἐν ταῖς πρὸ αὐτῆς αἰτίαις γενῶν, καὶ κυκλική πώς ἐστι· μετέχει γὰρ τῆς τελευταίας τῶν μέσων τάξεως, λέγω δὴ τοῦ ἐκεῖ σχήματος, διόπερ οὔτε ἕν ἐστιν ἁπλῶς, ἀλλὰ πολλὰ, οὔτε ἀμερὲς, ἀλλὰ μέρη ἔχουσα, οὔτε ἐπέκεινα σχήματος παντὸς, ἀλλὰ κυκλική. |
| in Prm 1143 [40] | Καὶ, ὡς μὲν πολλὰ οὖσα, δύναται πολλοῖς ἅπτεσθαι τῶν πρὸ αὐτῆς· ὡς δὲ μέρη ἔχουσα, πολλαχῆ αὐτοῖς κοινωνεῖν καὶ διαφόρως· ὡς δὲ ἐσχηματισμένη, κύκλῳ περιέχεσθαι ὑπ’ αὐτῶν· τὸ γὰρ σχηματιζόμενον πᾶν ὑπὸ τοῦ σχηματίζοντος περιέχεται, τὸ δὲ ἓν οὔτε μέρη ἔχει οὔτε κύκλου μετείληχεν. Ὥστε οὐ δυνατὸν αἰτίαν εἶναι πρὸ αὐτοῦ τὴν πολλαχῆ καὶ κύκλῳ τοῦ ἑνὸς ἁπτομένην, ἀλλ’ ἔστιν ἐπέκεινα πάντων, ὡς αἰτίαν κρείττονα οὐκ ἔχον· ἀδύνατον γὰρ εἶναί τι κύκλῳ αὐτοῦ καὶ πολλαχῆ ἁπτόμενον, ἑνὸς ὄντος καὶ ἀμεροῦς καὶ οὐ κύκλου μετέχοντος· ταῦτα γὰρ πάντα προσέθηκεν ἵνα φανῇ τὰ πολλὰ τὸ μέρη ἔχειν, τὸ κύκλου μετέχειν, ἃ δὴ ταύτῃ τῇ τάξει τῶν ὄντων προσήκει πάντα, ἐν ᾗ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ προσφέρομεν· πολλά τε γάρ ἐστιν ὡς πρὸς τὴν νοητὴν ἕνωσιν καὶ μέρη ἔχει καὶ κύκλου μετείληχεν, ἐπειδὴ τὰ δεύτερα δεῖ μετέχειν τῶν πρὸ αὐτῶν. Ἐπεὶ καὶ ὅταν λέγηται μονὰς, ὡς ἐν νοεροῖς ἐστι μονὰς, εἰ καὶ πλῆθός ἐστι πρὸς τὰς νοητὰς μονάδας· καὶ ὅταν λέγηται ὅλη καὶ ἀμέριστος, ὡς ἐν νοεροῖς, καὶ ταῦτα λέγεται παρ’ ἡμῶν· εἰ δὲ μὴ μέρη ἔχει, ἀλλὰ πρός τε τὴν ὁλότητα τὴν νοητὴν μέρη ἔχει· καὶ ὅταν ἀσχημάτιστος, πάλιν ἐν νοεροῖς, ἐπεὶ πάντως αὐτὴν ἀναγκαῖον μετέχειν τοῦ σχήματος τοῦ πρὸ αὐτῆς. Ἀφαιρετέον ἄρα καὶ ταύτην τὴν τάξιν ἀπὸ τοῦ ἑνὸς, καὶ ῥητέον ὡς καὶ ταύτης αἴτιον τὸ ἕν· πᾶσαι γὰρ αἱ τάξεις ἀθρόως ἀπὸ τοῦ ἑνὸς ὑπέστησαν, καὶ τὸ ὑπὲρ πάντα πάντων αἴτιόν ἐστι τῶν ὄντων τὸ ἓν, αὐτοῦ δὲ αἴτιον οὐδέν ἐστιν. Εἰ γὰρ αἴτιον ἔχοι τὸ ἓν, δεῖ δήπου τὸ αἴτιον τὸ πρὸ αὐτοῦ μειζόνων αἴτιον εἶναι καὶ καλλιόνων τοῖς ἐφεξῆς· τὰ γὰρ ὑψηλότερα τῶν αἰτίων ὑψηλοτέρων ἐστὶν ἀγαθῶν τοῖς ἑαυτῶν δευτέροις παρεκτικά. |
| in Prm 1144 [40] | Τί οὖν τοῦ ἑνὸς καὶ τῆς ἑνώσεως θειότερον ἕξει τὰ πράγματα παρ’ ἐκείνης τῆς αἰτίας, ἣν τοῦ ἑνὸς ἐπέκεινα τάττειν ἀξιοῦμεν; Εἰ μὲν γὰρ μηδὲν δώσει τοῖς μεθ’ ἑαυτὴν, ἄγονος ἔσται καὶ ἀκοινώνητος πρὸς πάντα, καὶ οὐδὲ ὅτι ἐστὶν εἰσόμεθα μηδεμίαν ἔχοντες πρὸς αὐτὴν κοινωνίαν· νῦν γὰρ αὐτοφυῶς πάντες τὸ ἓν ἐπιζητοῦμεν καὶ ἀνατεινόμεθα πρὸς αὐτὸ, πρὸς δὲ ἐκείνην τὸ συνάψον οὐκ ἂν ἔχομεν, εἴπερ μηδὲν ἀπ’ αὐτῆς. Εἰ δέ τι δώσει κἀκείνη τοῖς οὖσι, πότερον καταδεέστερόν τι δώσει τοῦ ἑνός; ἀλλ’ οὐ θέμις τὸ κρεῖττον μόνον αἴτιον εἶναι χειρόνων· ἀλλὰ πότερον κρειττόνων; καὶ τί τοῦ ἑνὸς ἔσται κρεῖττον, οὐδὲ πλάσαι δυνατόν· πάντα γὰρ τὰ ἄλλα κρείττω λέγεται καὶ χείρω κατὰ τὴν τούτου μείζω καὶ ἐλάττω μετουσίαν· καὶ αὐτὸ οὖν τὸ κρεῖττον ἑνὸς μετουσίᾳ κρεῖττον. Καὶ ὅλως οὐκ ἂν ἦν τοῦτο πᾶσι περισπούδαστον ἓν, εἴ τι κρεῖττον εἴχομεν αὐτοῦ· οὐδ’ ἂν πάντων οὕτω τῶν ἄλλων κατολιγωροῦντες τὸ ἓν ἐδιώκομεν, καὶ τὸ δίκαιον παρορῶντες καὶ τὸ καλὸν, οὐ προσποιούμενοι διὰ τὴν τοῦ δοκοῦντος ἡμῖν ἑνὸς περιποίησιν. Εἰ τοίνυν τοῦ μὲν ἑνὸς χάριν πάντων τῶν ἄλλων καταφρονοῦμεν, τὸ δὲ ἓν οὐδέποτε τῶν ἄλλων ἕνεκά τινος παρορῶμεν, σεμνότατον ἂν εἴη τὸ ἓν εἰκότως, ὡς συνέχον πάντα καὶ σῶζον ταῖς ἐννοίαις ἡμῶν. Τὸ ἄρα τῆς ἑνώσεως παρεκτικὸν πρώτιστον ἂν εἴη τῶν πάντων· τοῦτο ἄρα πρώτιστον τῶν πάντων· οὐκ ἄρα ἔστι τι τοῦ ἑνὸς ἁπλῶς κρεῖττον αἴτιον· οὐκ ἄρα ἐν ἄλλῳ τὸ ἕν· οὐ σμικρὸν ἄρα τὸ δεικνύμενον, οὐδ’ οἷον τὸ ταῖς ψυχαῖς ἢ τὸ τοῖς δευτέροις ὅλως ὑπάρχειν δυνάμενον· ἀλλ’ ὅτι μὲν οὐκ ἔστιν ἀπ’ ἄλλης αἰτίας τὸ ἓν, διὰ τούτων δῆλον· ὅτι δὲ καὶ τῶν αὐθυποστάτων, εἰ αὐθυπόστατα, κρεῖττον, διὰ τῶν ἑξῆς τούτων ἀποδείκνυται λόγων. Ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂ ν , κἂν ἑαυτὸ εἴη περιέχο ν , ὂν οὐκ ἄλλο ἢ αὐτ ὸ , εἴπερ καὶ ἐν ἑαυτῷ εἴ η · ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατο ν . |
| in Prm 1145 [35] | — Ἀδύνατον γά ρ. (P. 138 A.) Τὸ δεύτερον μέρος τῆς ἑτέρας τῶν προτάσεων διὰ τούτων ἐξήτασται τῶν ῥημάτων· τὸ μὲν γὰρ πᾶν τὸ ἔν τινι ὂν ἢ ἐν ἑαυτῷ ἐστιν ἢ ἐν ἄλλῳ, παντάπασιν ἀληθὲς ὂν, οὐδὲ ὑπομνήσεως ἠξίωσεν· εἰ γάρ ἐστιν ἔν τινι, δῆλον ὡς τὸ ἔν τινι τοῦτο ἐν ᾧ ἐστὶν ἢ αὐτό ἐστιν ἢ οὐκ αὐτὸ καὶ τῷ ἄλλῳ ταὐτόν· ὥστε ἢ αὐτό ἐστιν ἢ ἄλλο τοῦτο ἐν ᾧ ἐστι τὸ ἔν τινι ὄν. Εἰ δὲ τὸ ἓν οὔτε ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ μετά τινος παραμυθίας καὶ ἐπιστάσεως εἴρηκε, καὶ πρότερον μὲν ὅτι οὐκ ἐν ἄλλῳ τὸ ἓν κατεσκεύασε, νῦν δὲ ὅτι οὐκ ἐν ἑαυτῷ, ποιήσεται τὸν λόγον ἀπὸ τοῦ τιμιωτέρου τὴν ἀρχὴν τῆς ἀποδείξεως λαβών· τὸ γὰρ ἐν ἄλλῳ τοῦτο τοῦ ἐν ἑαυτῷ τιμιώτερον, ἐπεὶ καὶ τὸ ἐν τῇ αἰτίᾳ εἶναι κρεῖττον τοῦ ἐν ἑαυτῷ. Καὶ αὕτη μὲν ἡ σύμπασα τῶν λόγων μεταχείρισις· ὅτι δὲ οὐκ ἐν ἑαυτῷ τὸ ἓν, δείκνυσι τὸν τρόπον τοῦτον· τὸ ἓν οὐ τὸ μὲν ἔχει περιέχον ἑαυτοῦ, τὸ δὲ περιεχόμενον· τὸ δὲ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν ἑαυτοῦ περιέχον, τὸ δὲ περιεχόμενον, διὸ καὶ ἐν ἑαυτῷ ἐστιν ὡς περιέχοντι περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ. Ὁ μὲν λόγος τοιοῦτος· τούτων δὲ τῶν δύο προτάσεων, τὴν μὲν ἑτέραν εἰσαῦθις ἐπισκεπτέον, ὅταν αὐτῆς καὶ ὁ Πλάτων μνησθῇ. Πῶς δὲ τὸ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν περιέχον ἑαυτοῦ, τὸ δὲ περιεχόμενον, νῦν ῥητέον· τί γὰρ δή ἐστι τοῦτο τὸ περιέχειν καὶ τί τὸ περιέχον, σκεπτέον. Λέγεται μὲν οὖν ἐν ἑαυτῷ εἶναι πᾶν τὸ ἑαυτοῦ αἴτιον καὶ ὃ αὐθυπόστατόν ἐστιν· οὐ γὰρ ὥσπερ λέγουσί τινες ὅτι πᾶν τὸ παραγόμενον ὑπ’ ἄλλης αἰτίας παράγεται, καὶ ἡμῖν ῥητέον· ἀλλ’ ὥσπερ εἰώθαμεν τὰ αὐτοκίνητα προτάττειν τῶν ἑτεροκινήτων, οὕτω καὶ τὰ αὐθυπόστατα προθετέον τῶν ὑπ’ ἄλλου παραγομένων. |
| in Prm 1146 [5] | Εἰ γάρ ἐστι τὸ ἑαυτὸ τελειοῦν, ἔστι καὶ τὸ ἑαυτὸ γεννῶν· εἰ δὲ ἔστι τὸ αὐθυπόστατον, δῆλον ὅτι τοιοῦτόν ἐστιν, οἷον καὶ παράγειν ἑαυτὸ καὶ παράγεσθαι ὑφ’ ἑαυτοῦ· τοῦτο γὰρ τὸ εἶναι αὐτὸ ἑαυτοῦ ὑποστατικὸν καὶ αὐτογενὲς, λέγω γὰρ αὐθυπόστατον οὐχ ὅτι ἂν μηδὲν παράγῃ. Πρὸς ὅ τινες ἀποδιδόντες τὸ πρῶτον εἶπον αὐθυπόστατον ὡς μηδὲν ἔχον αἴτιον· εἶθ’ ὡς μηδὲν ἔχον αἴτιον, ἀπὸ ταὐτομάτου τὴν ὕπαρξιν ἔχειν ἐκεῖνο [οὐ] τετολμήκασιν εἰπεῖν, ἀλλ’ ὃ ἂν ἑαυτὸ παράγῃ. Τῆς οὖν περιεκτικῆς δυνάμεως κατ’ αἰτίαν ἀεὶ περιεχούσης τὸ ὑφ’ ἑαυτῆς παραγόμενον, ἀνάγκη τὸ ἑαυτοῦ παρακτικὸν ἑαυτοῦ τε εἶναι περιεκτικὸν καθόσον αἴτιόν ἐστιν, ὑφ’ ἑαυτοῦ τε περιέχεσθαι καθόσον αἰτιατόν ἐστιν, ὁμοῦ δὲ αἴτιον ὂν καὶ αἰτιατὸν περιέχον τε εἶναι καὶ περιεχόμενον. Εἰ τοίνυν τὸ ἐν ἄλλῳ τοῦτο ἦν τὸ ὑπ’ ἄλλης αἰτίας τῆς κρείττονος παραγόμενον, τὸ ἐν ἑαυτῷ τοῦτο ῥητέον ὅ ἐστιν αὐτογενὲς καὶ ὑφ’ ἑαυτοῦ παραγόμενον· καὶ ὡς ἐκεῖνο περιείχετο ὑπὸ τῆς ἑαυτοῦ αἰτίας, οὕτω τοῦτο ὑφ’ ἑαυτοῦ περισχεθήσεται, καὶ ἔσται αὐτὸ ἑαυτοῦ περιεκτικὸν καὶ συνεκτικὸν, τὸ αὐτὸ συνέχον ἅμα καὶ συνεχόμενον, περιέχον τε καὶ περιεχόμενον· ἑαυτὸ γὰρ σῶζον ἑαυτὸ περιέξει. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῆς πραγματειώδους τῶν προκειμένων θεωρίας· περὶ δὲ τὴν λέξιν ἐπισημαντέον ὅτι οὐκ ἄλλο ἢ αὐτ ὸ , εἴπερ καὶ ἐν ἑαυτῷ εἴ η, ῥᾳδίως μὲν σαφὲς ποιήσειας αὐτὸ τὸν καὶ σύνδεσμον μεταθεὶς, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον, καὶ οὐκ ἄλλο ἢ αὐτὸ, εἴπερ ἐν ἑαυτῷ εἴη· εἰ γὰρ αὐτὸ ἐν ἑαυτῷ ἐστιν, αὐτό ἐστι τὸ περιέχον καὶ οὐκ ἄλλο, τοιοῦτον γὰρ τὸ αὐθυπόστατον. Ἤδη δέ τινες καὶ ἄλλο πρόσωπον αὐτὸ λέγειν ὑποθέμενοι, τὸ Ἀριστοτέλους δηλαδὴ συννεύοντος τοῖς τοῦ Παρμενίδου λόγοις, ἐξηγήσαντο τῷ Παρμενίδῃ τὸ ἑξῆς ἀπονείμαντες· ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον· ἀλλ’ εἴ γε καὶ οὕτως ἀδύνατον, ὡς προείπομεν, οὐδὲν πρὸς τὴν τῶν πραγμάτων θεωρίαν· ὥστε ἐπὶ τὰ ἑξῆς ῥήματα τοῦ Πλάτωνος ἡμῖν μεταβατέον Οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχο ν , ἕτερον δὲ τὸ περιεχόμενο ν · οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσε ι · καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓ ν , ἀλλὰ δύ ο . |
| in Prm 1147 [40] | — Οὐ γὰρ οὖ ν. (P. 138 B.) Ὁ πᾶς συλλογισμὸς, ὡς προείρηται, τοιοῦτός τίς ἐστι· τὸ ἓν οὐκ ἔχει τὸ μὲν ἑαυτοῦ περιέχον, τὸ δὲ περιεχόμενον, ἵνα μὴ δύο ἀνθ’ ἑνὸς γένηται· τὸ δὲ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν ἑαυτοῦ περιέχον, τὸ δὲ περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ. Τοῦ δὴ συλλογισμοῦ τοιούτου τινὸς ὄντος, ἤδη μὲν καὶ ἐκ τῶν εἰρημένων περὶ τῆς ἑτέρας ἐδίδαξε τῶν προτάσεων· προσθεὶς δὲ ἐν τούτοις καὶ ὅσον ταύτην ἐναργεστέραν ποιεῖ, καὶ ὅσον τὴν ἑτέραν, συμπεραίνεται τὸ προκείμενον· εἰ γὰρ ἕτερον μὲν τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον, οὐκ ἂν εἴη τὸ ἓν περιέχον καὶ περιεχόμενον ὑφ’ ἑαυτοῦ· δέοι γὰρ ἄν που αὐτὸ δύο εἶναι, καὶ οὐχ ἕν· καὶ εἰ ἓν ἐν ἑαυτῷ, ἔστι τοῦτο οὗ τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται. Δεῖ δὴ δυάδα εἶναι τοὐλάχιστον τὸ ἐν ἑαυτῷ ὄν· ἕτερον γὰρ τοῦ περιεχομένου τὸ περιέχον· ὅλον γάρ τι τὸ αὐτὸ κατὰ ταὐτὸν καὶ περιέχειν καὶ περιέχεσθαι ἀδύνατον. Ἡ μὲν οὖν ἀκολουθία τῶν λόγων τοιαύτη· δεῖ δὲ ἕκαστον ἀνασκέψασθαι τῶν λεγομένων. Πρῶτον οὖν θεωρήσομεν πῶς ἀδύνατον ὅλον ἅμα καὶ ποιεῖν ἄμφω καὶ πάσχει ν· τοῦτο γὰρ ὡς κοινὸν καὶ ὡς πάντη διωμολογημένον παρέλαβε. Μήποτε οὖν τὸ αὐτοκίνητον ἡμῖν οὐκ ἔτι μένει τῆς ψυχῆς; οὐ γὰρ ἄλλο μέν τι τὸ κινοῦν ἐν τοῖς αὐτοκινήτοις, ἄλλο δὲ τὸ κινούμενον, ἀλλ’ ὅλον ἅμα κινοῦν τέ ἐστι καὶ κινούμενον, ὡς ἐν ἄλλοις ἡμῖν τοῦτο διὰ πολλῶν ἀποδέδεικται. Πῶς ταῦτα ἀληθῆ κἀκεῖνα, πειστέον καθ’ ὅσον δυνατόν. |
| in Prm 1148 [40] | Τῶν τοίνυν ψυχικῶν δυνάμεων τὰς μὲν εἶναι φῶμεν γεννητικὰς, τὰς δὲ ἐπιστρεπτικὰς τῆς ψυχῆς αὐτῆς πρὸς ἑαυτήν (καὶ γὰρ ἐν τοῖς θεοῖς διαφορὰς τοιαύτας μεμαθήκαμεν εἶναι τῶν ἰδιοτήτων)· καὶ τὰς μὲν γεννητικὰς ἀπ’ αὐτῆς ἀρχομένας τῆς ψυχῆς τὴν ἑαυτῆς παράγειν ζωὴν, καὶ μετὰ ταύτην, τὴν εἰς τὸ σῶμα προϊοῦσαν καὶ ἐν ὑποκειμένῳ γιγνομένην· τὰς δὲ ἐπιστρεπτικὰς συνελίσσειν τὴν ψυχὴν εἰς ἑαυτὴν κατά τινα κύκλον ζωτικὸν καὶ ἐπὶ τὸν νοῦν τὸν πρὸ τῆς ψυχῆς ἱδρυμένον. Ὡς γὰρ αἱ γεννητικαὶ διττὴν ἀποτίκτουσι ζωὴν τῆς ψυχῆς, τὴν μὲν μένουσαν, τὴν δὲ προελθοῦσαν ἐπὶ τάδε, οὕτως αἱ ἐπιστρεπτικαὶ διττὴν ποιοῦνται τὴν ἐπιστροφὴν, καὶ πρὸς ἑαυτὴν, καὶ πρὸς τὸν νοῦν τὸν ἐπέκεινα αὐτῆς. Αὗται οὖν εἰσιν αἱ γεννῶσαι δυνάμεις ἰδίως τὴν ὅλην ζωήν· μετέχει δὲ αὐτῶν πᾶσα ψυχὴ, διότι χωροῦσι δι’ ἀλλήλων αἱ δυνάμεις καὶ ἐνεργοῦσι μετ’ ἀλλήλων, ὅθεν δὴ λέγεται πᾶσα ψυχὴ γεννᾷν ἑαυτήν· ὅλη γὰρ δι’ ὅλης μετέχει τῶν γεννητικῶν δυνάμεων ἑαυτῆς, ὥσπερ ἐπιστρέφει πρὸς ἑαυτήν. Καὶ οὔτε τὸ γεννῶν ἀνεπίστροφον, οὔτε τὸ ἐπιστρέφον ἄγονον διὰ τὴν ἀλλήλων γίγνεται μετουσίαν, ὥστε ἀμφοτέρους ἂν εἴποις εἶναι τοὺς λόγους ἀληθεῖς, τόν τε αὐτὴν ἑαυτὴν τὴν ψυχὴν γεννᾷν ἀποφαινόμενον, καὶ τὸν νῦν λεγόμενον, ὡς οὐ δυνατὸν ὅλον ἅμα ποιεῖν καὶ πάσχει ν· ἄλλη γὰρ ἡ γεννητικὴ δύναμις καὶ εἰς ἓν τὸ παράγον καὶ τὸ παραγόμενον, ἀλλὰ μετὰ τῆς ἑνώσεώς ἐστι καὶ ἑτερότητος, δι’ ἣν οὐκ ἔμεινε τὸ τοιοῦτον ἀπλήθυντον· ὅλον μὲν γὰρ ἔσται παραγόμενον, ἀλλ’ οὐ καθὸ παράγον, κατὰ τοῦτο καὶ παραγόμενον· τὸ γὰρ παράγον πρώτως τὸ γεννητικόν ἐστι τῆς ψυχῆς, ἐπειδή γε δυνατὸν μέρος μέν τι γεννᾷν, μέρος δὲ γεννᾶσθαι, καθάπερ ἐν τῷ κόσμῳ γεννᾷν μὲν τὸν οὐρανὸν λέγομεν καὶ δημιουργεῖν, γεννᾶσθαι δὲ τὰ ὑπὸ σελήνην· καὶ αὖ πάλιν μηδὲν μέρος, ἀλλ’ ὅλον γεννᾶσθαι καὶ γεννᾷν κατ’ ἄλλον καὶ ἄλλον χρόνον, καὶ πάλιν ὅλον ἐν τῷ αὐτῷ χρόνῳ ποιεῖν καὶ πάσχειν, ἀλλὰ ποιεῖν μὲν ἄλλο τι, πάσχειν δὲ αὖ ἄλλο τι καὶ οὐ ταὐτόν. |
| in Prm 1149 [35] | Καὶ τί γὰρ εἰ θερμαῖνον ψύχοιτο καὶ λευκαῖνον μελαίνοιτο; Διὰ δὲ τοῦτο πάσας τὰς τοιαύτας ἐνστάσεις ἀναιρῶν ἀκριβῶς προσέθηκε τὸ ὅλο ν , τὸ ἅμ α , τὸ ταὐτὸ ν, ἵνα μὴ ὡδὶ μὲν ποιῇ, πάσχῃ δὲ ὡδὶ, μηδὲ κατ’ ἄλλον καὶ ἄλλον χρόνον, μηδὲ ἕτερον καὶ ἕτερον. Οὕτω μὲν οὖν καὶ τὸ αὐτοκίνητον καὶ ἅπαν τὸ ἐν ἑαυτῷ ὂν ἀπέφηνε δυάδος μετέχον, καὶ οὐχ ἓν ἑαυτῷ, δῆλον ἀπὸ τούτων· οὐ γὰρ ἔνεστιν ἐν τῷ ἑνὶ δυὰς, πρῶτον ὅτι ἀνῄρηται πᾶν πλῆθος ἐκ τοῦ ἑνὸς, καὶ ἡ δυὰς δὲ πηγὴ καὶ αἰτία πλήθους ἐστὶ καὶ ἔχει πως ἐν ἑαυτῇ πᾶν τὸ πλῆθος· ἔπειθ’ ὅτι καὶ περιέχον ἐν ἑαυτῷ δεῖ καὶ περιεχόμενον εἶναι. Δέδεικται δὲ ὡς οὐδέν ἐστιν ἐν τῷ ἑνὶ τοιοῦτον· οὔτε γὰρ ὡς ὅλον μέρη περιέχειν δυνατὸν, οὔτε ὡς σχῆμά τι μετέχον τοῦ σχήματος, ὥστε μέρει μὲν περιέξει, μέρει δὲ περιέξεται. Προαποπέφαται δὲ τὸ μέρη ἔχειν τοῦ ἑνός· εἰ καὶ μὴ καθ’ ἑαυτὸ ἄρα προὐδέδεικτο τὸ δυάδος μετέχειν τὸ ἓν, ἀλλὰ τοῖς εἰρημένοις ἕπεται καὶ τοῦτο, διόπερ αὐτῷ κέχρηται καὶ νῦν ὁ Παρμενίδης. Τὰ μὲν οὖν ἄλλα μετρίως οἶμαι πεπεῖσθαι διὰ τῶν λεγομένων· ἐκεῖνο δὲ τὸ ἓν τούτοις ἄξιον ἐπισημήνασθαι δεικνύντος τοῦ Πλάτωνος, ὃ καὶ τῶν μετ’ αὐτόν τινες ἱκανῶς κατεσκεύασαν, ἄλλοι δὲ οὐ προσήκαντο, καίτοι τοῦ Πλάτωνος εἶναι βουλόμενοι μύσται καὶ περὶ αὐτὸν χορεύειν ἐφιέμενοι. Τὸ γὰρ πρῶτον οἱ μὲν αὐθυπόστατον λέγειν ἀξιοῦσιν, ὡς τῶν κινουμένων ἀρχὴν τὸ αὐτοκίνητον, οὕτω καὶ τῶν ὁπωσοῦν ὑφεστηκότων ἀρχὴν τὸ αὐθυπόστατον λέγοντες· πάντα γὰρ τὰ μετὰ τὸ πρῶτόν ἐστι καὶ ἐκ τοῦ πρώτου. Τοῦτο οὖν κυρίως αὐθυπόστατον τὸ πρῶτόν ἐστιν, ὡς ἐκ μηδέτινος ἑτέρου τὴν ὑπόστασιν ἔχον, δέον, ὥς φασιν, ἢ ὑφ’ ἑαυτοῦ πᾶν ὑφίστασθαι, ἢ ὑπ’ ἄλλου πάντως. |
| in Prm 1150 [5] | Ἐπινεανιευόμενοι δέ τινες ἤδη καὶ αὐτοκίνητον αὐτὸ προσειρήκασιν, ἀπὸ τοῦ αὐθυποστάτου κατὰ τὸ συγγενὲς ἐπὶ τοῦτο μεταβάντες· καίτοι τοῦτο τὸ αὐτοκίνητον ἀνάγκη κινεῖσθαι καὶ μὴ εἶναι κυρίως ἓν, ἀλλὰ πλῆθος· καὶ τὸ αὐθυπόστατον ἀνάγκη διαιρετὸν εἶναι κατὰ τὸ κρεῖττόν τε καὶ χεῖρον· κρεῖττον γὰρ καθὸ ὑφίστησιν, ᾗ δὲ ὑφίσταται καταδεέστερον· τὸ δὲ ἓν ἀδιαίρετόν ἐστι πάντη καὶ ἀπλήθυντον· οὐ γὰρ ἡνωμένον ἐστὶ πλῆθος οὔτε διακεκριμένον· εἴτε [γὰρ] διακεκριμένον, ἐν πολλοῖς ἔσται οὐχ ἓν, εἴτε ἡνωμένον, ἄλλο ἔσται πρὸ αὐτοῦ τὸ ἑνοῦν· τὸ γὰρ ἡνωμένον πεπονθός ἐστι τὸ ἓν, ἀλλ’ οὐκ αὐτὸ ἓν, ὥς φησιν ὁ Ἐλεάτης ξένος. Εἰ τοίνυν τὸ αὐθυπόστατον ὁπωσοῦν διαιρετόν ἐστι, τὸ δὲ ἓν οὐ διαιρετὸν, οὐκ ἂν εἴη τὸ ἓν αὐθυπόστατον, ἀλλὰ καὶ τῶν αὐθυποστάτων ἁπάντων αἴτιον, τῷ πάντα σώζεσθαι διὰ τὸ ἓν, καὶ ὅσα παρ’ ἑαυτῶν, καὶ ὅσα παρ’ ἄλλων ὑφέστηκεν. Οἱ δὲ ἑπόμενοι τῷ Πλάτωνι κρεῖττον καὶ τούτου τὸ πρῶτον εἶναι διαῤῥήδην εἰρήκασι, κρεῖττον δὲ αὖ καὶ πατρικῆς αἰτίας ἁπάσης εἶναι καὶ γεννητικῆς, ἅτε δὴ καὶ δυνάμεως ἁπάσης ἐξῃρημένον· καίτοι γε τοῦ Πλάτωνος βοῶντος καὶ ἐκεῖνο αἴτιον εἶναι πάντων τῶν καλῶν, ἀλλ’ οὐχ οὕτως αἴτιον ὡς δυνάμει χρώμενον, δι’ ἧς τῶν πάντων ἐστὶ παρακτικόν. Καὶ γὰρ ἡ δύναμις δευτέρα τῶν οἰκείων δυνάμεων ὑφίστησιν ὅσα ὑφίστησι· τῶν δὲ μετὰ τὸ ἓν τὰ μὲν ἐγγυτάτω τοῦ ἑνὸς καὶ ἀῤῥήτως ἀπ’ ἐκείνου φανέντα καὶ κρυφίως πατρικὴν καὶ γεννητικὴν ἀξίαν ἔχειν πρὸς τὰ ὄντα πάντα, καὶ παράγειν ἄλλα ταῖς ἑαυτῶν δυνάμεσιν ἀφ’ ἑαυτῶν, καὶ ταύτῃ τοῦ ἑνὸς πλεονάσαι τῷ γεννᾷν τὰ αὐθυπόστατα τῶν ὄντων· τὰ δὲ ἤδη διακρινόμενα καὶ πληθυόμενα ἐν ἑαυτοῖς τὴν τῶν αὐθυποστάτων εἰληχέναι δύναμιν, ὑφιστάμενα μὲν καὶ ἀπὸ τῶν πρωτουργῶν αἰτιῶν, παραγόμενα δὲ καὶ ἀφ’ ἑαυτῶν· καὶ ταῦτα μὲν εἰς τὰς πατρικὰς αἰτίας ἀνηρτῆσθαι καὶ γεννητικὰς τῶν εἰδῶν, ἐκείνας δὲ εἰς τὸ ἓν τὸ κρεῖττον ἁπάσης τοιαύτης αἰτίας, ἀγνώστως τοῖς πᾶσιν ἐκφῆναν ἀφ’ ἑαυτοῦ τὰ ὄντα κατὰ τὰς τῶν ὄντων ἀρχάς. |
| in Prm 1151 [5] | Εἰ δὴ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι πᾶν μὲν τὸ ἑαυτοῦ ὑποστατικὸν καὶ ἄλλων ἐστὶ παρακτικόν· οὐ γάρ ἐστι τὰ αὐθυπόστατα τῶν ὄντων οὔτε πρῶτα οὔτε ἔσχατα· τὸ δὲ ἄλλων παρακτικὸν ἄνευ τοῦ αὐτὸ ἑαυτὸ παράγειν διττὸν, τὸ μὲν τῶν αὐθυποστάτων κρεῖττον, τὸ δὲ χεῖρον. Τὰ μὲν δὴ παράγοντα τοιαῦτα· τῶν δὲ παραγομένων ἀπ’ αἰτίας παρακτικῆς τὰ μὲν πρῶτα πρόεισι τὰ αὐθυπόστατα, παραγόμενα μὲν, αὐτογόνως δὲ ἀπὸ τῶν σφετέρων αἰτιῶν ὑφιστάμενα· δευτέρα δὲ τάξις, εἰς ἄλλην αἰτίαν ὑποστατικὴν ἀνηρτημένα, ἑαυτὰ δὲ παράγειν οὐ δυνάμενα καὶ ὑφ’ ἑαυτῶν παράγεσθαι· καὶ αὕτη τῶν ὄντων ἡ τάξις ἄνωθεν μέχρι τῶν τελευταίων ἔσχε τὴν πρόοδον. Καὶ γὰρ εἰ ἔστι τὸ ἄλλα γεννῶν, ἑαυτὸ δὲ μὴ γεννῶν, ἔσχατον, εἴ τι δὲ αὑτὸ γεννᾷ καὶ ἄλλα γεννᾷ, δεῖ δὴ καὶ πρὸ τῶν ἑαυτὰ γεννώντων εἶναι τὰ ἄλλων γεννητικά· τὰ γὰρ περιληπτικώτερα ἀρχικώτερα, καὶ εἰ ζητοῦμεν ποῦ τὸ αὐτὸ ἑαυτοῦ γεννητικὸν πρώτως, εἴποιμεν ὅπου ἐνέργεια πρῶτον ἐνέργεια δὲ πρῶτον ἐν τῷ ὄντι ὡς δύναμις ἐν τῇ πρὸ τοῦ ὄντος ἑνάδι, καὶ ὕπαρξις ἐν τῇ πρὸ ταύτης, ὡς τὸ πρώτιστον ὂν ἑαυτοῦ παρακτικὸν, καὶ τοῦτο μὲν οὐσιωδῶς, νοερῶς δὲ τὸ τρίτον ἀπὸ τούτου, ζωτικῶς δὲ τὸ μέσον ἀμφοῖν. Οὐκ ἄρα ἔστι που τὸ ἓ ν , μήτε ἐν ἑαυτῷ μήτε ἐν ἄλλῳ ὄ ν ; — Οὐκ ἔστι ν. (P. 138 B.) Πάνυ γεωμετρικῶς ἐφ’ ἑκάστου τῶν θεωρημάτων πρώτην λέγει τὴν πρότασιν, ἔπειτα τὴν ἀπόδειξιν, καὶ τελευταῖον τὸ συμπέρασμα, διὰ μὲν οὖν τῆς προτάσεως τὴν ἀθρόαν καὶ μόνιμον ἐνέργειαν τοῦ νοῦ μιμούμενος, διὰ δὲ τῆς ἀποδείξεως τὴν πρόοδον τὴν εἰς τὸ πλῆθος τῶν νοήσεων ἑαυτὴν ἀνελίττουσαν, διὰ δὲ τοῦ συμπεράσματος τὴν κατὰ κύκλον ἐπὶ τὴν ἀρχὴν τοῦ νοῦ στροφὴν καὶ τὴν μίαν τελειότητα πάσης νοερᾶς ἐνεργείας. |
| in Prm 1152 [5] | Τοῦτο οὖν καὶ ἐπὶ τῶν πρὸ τούτου θεωρημάτων ποιήσας, διαφερόντως ἐν τούτῳ ποιεῖ· καὶ γὰρ οἰκεῖον τῇ τάξει ταύτῃ τὸ καὶ ἑαυτῆς εἶναι, καὶ μένειν ἐν τοῖς πρὸ αὐτῆς· μιμεῖται οὖν διὰ μὲν τῆς λογικῆς διεξόδου τὸ ἐν ἑαυτ ῷ , διὰ δὲ τοῦ συμπεράσματος καὶ τῆς ἐπὶ τὴν ἀρχὴν ἀνακάμψεως τὸ ἐν ἄλλ ῳ. Ὅρα δ ὴ , οὕτως ἔχον εἰ οἷόν τέ ἐστιν ἑστάναι ἢ κινεῖσθα ι . — Τί γὰρ δὴ ο ὔ ; (P. 138 B.) Καὶ ἐπ’ ἄλλο μὲν αὐτὸς πρόβλημα μετῆλθεν, ἀποφαίνων τὸ ἓν μήτε κινούμενον μήτε ἑστὼς, ὃ δὴ ὁ Παρμενίδης κατέφαινεν ἐν τοῖς ἑαυτοῦ ποιήμασιν εἰκότως, ἅτε περὶ τοῦ ἑνὸς ὄντος ἐν ἐκείνοις φιλοσοφῶν, ὥσπερ καὶ οὗτος ἐν τῇ δευτέρᾳ ὑποθέσει ταῦτα καταφήσει. Λέγει γοῦν ἐκεῖνος ποτὲ μὲν Οὐλομελές τε καὶ ἀτρεμὲς ἤδ’ ἀγένητον· καὶ πάλιν, Αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν· καὶ πάλιν, Ταὐτὸν δ’ ἐν ταὐτῷ μίμνει, καθ’ ἑαυτό τε κεῖται. καὶ πάλιν, Οὕτως ἔμπεδον αὖθι μένει· ποτὲ δὲ, Ταὐτὸν δ’ ἐστὶν ἐκεῖ νοέειν τε καὶ εἶναι· καὶ πάλιν, Οὐ γὰρ ἄνευ τοῦ ἔοντος, ἐφ’ ᾧ πεφατισμένον ἐστὶν, Εὑρήσεις τὸ νοεῖν .... Λεῦσσε δ’ ὅμως ἀπέοντα νόῳ παρεόντα βεβαίως. Διὰ μὲν οὖν τούτων νοεῖν ἐν τῷ ὄντι θέμενος, δῆλός ἐστι κίνησιν αὐτῷ τινα τὴν νοητικὴν δήπου συγχωρῶν ὑπάρχειν, ἣν καὶ Πλάτων οἶδεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι νοῦν ἄνευ κινήσεως οὐδὲ ἐπινοῆσαι δυνατόν· ὥστε εἰ ἔστιν ἐν τῷ ἑνὶ ὄντι νόησις, κατὰ Παρμενίδην, ἔστι καὶ ἡ κίνησις, ἐπεὶ καὶ ζωὴ πάντως ἅμα τῷ νοεῖν ἐστι· πᾶν δὲ τὸ ζῶν κινεῖται κατ’ αὐτὸ τὸ ζῇν. |
| in Prm 1153 [30] | Διὰ δὲ τῶν προτέρων ἀκίνητον δήπου φησὶν εἶναι τὸ ἓν ὂν, ἀτρεμὲς αὐτὸ καὶ μένον καλῶν καὶ αὐτόθεν ἀκίνητον. Οὕτω δὲ καὶ ὁ Πλάτων, ὅπου νοῦς, οὐ κίνησιν μόνην εἶναί φησιν, ἀλλὰ καὶ στάσιν ἤδη. Καὶ περὶ μὲν τὸ ἓν ὂν ἑκατέρος ἀποτίθεται ταῦτα, καθάπερ καὶ διὰ τῆς δευτέρας ἔσται δῆλον ὑποθέσεως, καὶ οὐκ ἂν ἐλέγχοιτο διὰ τῶν ἀποφάσεων τούτων ὁ Παρμενίδης, ἀλλὰ προσθήκην δέχοιτο φιλοσοφίας ἄλλης τῆς περὶ τὸ ὡς ἀληθῶς ἓν διατριβούσης. Τοῦτο μὲν οὖν ὑπομέμνησται καὶ διὰ τῶν προτέρων λόγων· νυνὶ δὲ κατὰ τὴν ἡμετέραν θεωρίαν ῥητέον ὅτι, τῶν νοερῶν τάξεων τριχῇ διῃρημένων, καὶ αὐτῶν τὴν μὲν ἐν αὑτῷ καὶ ἐν ἄλλῳ διὰ τῶν ἔμπροσθεν ἀποφήσας, ἔδειξε τὸ ἓν ὑπὲρ τὴν ἀκρότητα τὴν νοεράν· τὸ δὲ κινεῖσθαι καὶ ἑστάναι διὰ τούτων ἀποφάσκων, μεταβέβηκεν ἐπ’ ἄλλην τάξιν ἀπὸ τῆς νοερᾶς μονάδος ἐπὶ τὴν ζωογόνον, καὶ ταύτης τὸ ἓν ἐξῃρημένον ἀποφαίνων. Δεῖ τοίνυν, ἰδόντας ἡμᾶς τὰ ἰδιώματα καὶ ταύτης τῆς τάξεως, δεῖξαι τὸ ἓν κρεῖττον τῶν τοιούτων ἰδιοτήτων. Ἔστι δὴ οὖν τῆς ζωογόνου ταύτης θεότητος ἐξαίρετα κίνησις καὶ στάσις, ἡ μὲν τὰς πηγὰς ἐκφαίνουσα τῆς ζωῆς, ἡ δὲ ἑδράζουσα αὐτὴν σταθερῶς ἐξῃρημένην τῶν οἰκείων ὀχετῶν. Ἐὰν τοίνυν ἐπιδείξωμεν τὸ ἓν ἁπάσης μὲν στάσεως, ἁπάσης δὲ κινήσεως ὑπεριδρυμένον, ἔχοιμεν ἂν ἐντεῦθεν ὅπως καὶ πάσης ἐκβέβηκε τῆς τοιαύτης σειρᾶς. |
| in Prm 1154 [5] | Ἀλλὰ ταῦτα μὲν εἰσαῦθις· ὅτι δὲ οὐ δεῖ τὰς φυσικὰς μόνον κινήσεις ἀφαιρεῖν τοῦ ἑνὸς, αὐτὸς δηλοῖ λέγων, κατὰ πᾶσαν τοίνυν κίνησιν τὸ ἓν ἀκίνητο ν . Εἰ δὲ πᾶσα ἐνέργεια κατ’ αὐτὸν κίνησις, καὶ πρὸ ἐνεργείας τὸ ἓν, ὥστε καὶ πρὸ δυνάμεως, ἵνα μὴ δύναμιν ἀτελῆ ἔχῃ καὶ ἀνενέργητον· καὶ ταῦτα ἀναγκαίως. Δεῖ γὰρ πάντα τὰ ἀπὸ τοῦ ἑνὸς ἔχειν ἃ καὶ τὸ ἓν, ὡς καὶ τὰ ἀπὸ τοῦ ὄντος ἃ καὶ τὸ ὄν. Ἀλλὰ μὴν ὕλη ἀνενέργητος· τὸ γὰρ ἐνεργοῦν εἰς ἑαυτὸ ἐνεργεῖ ἢ εἰς ἄλλο· καὶ ἡ ὕλη ἓν οὖσα ἀπὸ τοῦ ἑνός ἐστιν· οὐκ ἄρα ἐνέργειαν ἐν τῷ ἑνὶ θετέον, ὥστε οὔτε δύναμιν, ἀλλ’ αὐτὸ τοῦτο τὸ ἓν μόνον. Διὰ τί δὲ προέθηκε τὴν κίνησιν [καὶ τὴν στάσι ν ] ταὐτοῦ καὶ ἑτέρο υ, ῥηθήσεται μὲν καὶ αὖθις ἄλλο αἴτιον ἀπὸ τῆς λογικῆς ἀκολουθίας. Λεγέσθω δὲ καὶ νῦν ἀπὸ τῶν πραγμάτων ὅτι κίνησις καὶ στάσις ἐν ταῖς οὐσίαις ὁρῶνται τῶν ὄντων καὶ ἐν ταῖς ἐνεργείαις· κίνησις γὰρ οὐσιώδης ἡ πρόοδος, καὶ στάσις ἡ ἐν τοῖς αἰτίοις ἵδρυσις· μένον γὰρ δὴ πρόεισι τὸ ἓν ἅπαν, καὶ, ὡς αἰτίαι οὐσιώδεις, πρὸ ταυτότητός ἐστι καὶ ἑτερότητος· ταυτοῦται γὰρ καὶ ἑτεροιοῦται προελθόντα τὰ ὄντα ἀπὸ τῶν αἰτιῶν μετὰ τοῦ μένειν ἐν αὐταῖς, ἑτεροιούμενα μὲν τῷ προελθεῖν ὅλως, ταυτούμενα δὲ τῷ ἐπιστρέψαι πρὸς τὸ μεῖναν, καὶ διὰ ταῦτα ἡ κίνησις καὶ ἡ στάσις προτάττονταί ποτε ταυτότητος καὶ ἑτερότητος, ὡς πρὸ ἐκείνων ἀρχόμεναι. Διὸ καὶ ἐν Σοφιστῇ μετὰ τὸ ὂν τάττει κίνησιν καὶ στάσιν, εἶτα ταὐτὸν καὶ ἕτερον· καὶ γὰρ τὸ μὲν ὂν μοναδικόν ἐστιν, οὐκ ἔχον ἀντίθεσιν· ἡ δὲ κίνησις δυαδικὴ, ποθὲν γάρ ποι πᾶσα πρόοδος· ἡ δὲ στάσις τριαδικὸν, ἀνακάμψασα καὶ ἱδρύσασα μετὰ τὸ προελθεῖν· ἡ δὲ ταυτότης τετραδικὸν, ταυτομήκης γὰρ ἡ πρώτη τῶν ἀριθμῶν ἡ τετράς· ἡ δὲ ἑτερότης πενταδικὸν, διΐστησι γὰρ καὶ αὕτη τὸ ἄρτιον καὶ περιττὸν ἀκρατῶς. |
| in Prm 1155 [40] | Ταῦτα μὲν οὖν ἀπὸ τῆς τῶν πραγμάτων θεωρίας· ἡ δὲ ἀνάγκη τῆς ἀκολουθίας τῶν προβλημάτων ἐν τοῖς προκειμένοις μικρὸν ὕστερον καταφανὴς ἔσται. Ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ ἀλλοιοῖτο ἄ ν · αὗται γὰρ μόναι κινήσει ς . Να ί . ( P. 138 C.) Ἐπειδὴ ζητοῦμεν εἴτε κινεῖται τὸ ἓν εἴτε μὴ, τοῦτο γὰρ πρότερον σκεπτέον, διειλόμεθα τὰς κινήσεις πάσας· ἀλλὰ ταύτας διειλόμεθα μὲν καὶ ἐν Νόμοις κατὰ τὴν παντελῆ τῆς δεκάδος διαίρεσιν, ὀκτὼ μὲν τὰς παθητικὰς εἰπόντες, μίαν δὲ τὴν ἐνεργητικὴν μὲν, ἀλλὰ ἄλλου δεομένην τοῦ κινοῦντος καὶ ἄλλου τοῦ κινουμένου καὶ ἐξ ἀμφοτέρων μίαν ἀποτελουμένην, λοιπὴν δὲ τὴν ἐνεργητικήν τε καὶ ἀφ’ ἑαυτῆς ἀρχομένην καὶ ἓν τὸ κινούμενον ἔχουσαν καὶ κινοῦν, οἵαν τὴν αὐτοκίνητον λέγειν εἴωθε. Νυνὶ δὲ ἄλλον τρόπον συνοπτικώτερον διελεῖν προσῆκεν, ἵνα μὴ φυσιολογοῦντες ἐν τοῖς περὶ τῶν θείων λόγοις διατρίψωμεν. Πῶς οὖν ἂν πάσας συντόμως περιλάβωμεν ἢ εἰς δύο τεμόντες αὐτάς; ὅτι γὰρ δὴ τὰς προκειμένας κινήσεις μὴ μόνον ἡγεῖσθαι σωματικὰς, ἀλλὰ καὶ τῶν ἀσωμάτων κινήσεων πασῶν περιληπτικὰς, δῆλον ἐποίησεν αὐτὸς εἰπὼν, αὗται γὰρ μόναι κινήσει ς. Εἴτε οὖν ψυχῶν εἶεν κινήσεις, εἴτε νοεραὶ, δεῖ λαβεῖν ὅπως ὑπὸ ταύτας ἀναχθήσονται, τὴν φορὰν καὶ τὴν ἀλλοίωσιν. Καὶ δῆλον ὅτι καὶ πᾶν τὸ ζωογονικὸν τῶν θεῶν γένος τῶν τοιούτων ἔσται κινήσεων πασῶν, εἴπερ πᾶσα ζωὴ κίνησις, κατὰ τὴν τοῦ Πλάτωνος ψῆφον, καὶ πᾶσα κίνησις ὑπὸ ταύτας ἀνάγεται τὰς κινήσεις, ὡς ὁ παρὼν διατείνεται λόγος. |
| in Prm 1156 [40] | Ὁρῶμεν δὴ οὖν ἅπαν τὸ κινούμενον· γινέσθω δὲ πρῶτον ἡμῖν ἐπὶ τῶν σωμάτων ὁ λόγος, ἢ τῶν ἐν αὑτῷ τι μεταβάλλον ἢ τῶν ἔξωθεν. Τὸ μὲν γὰρ τόπον ἐκ τόπου μεταβάλλον τῶν ἔξωθέν τινος ὑπομένει μεταβολήν· τὸ δὲ γιγνόμενον ἢ φθειρόμενον ἢ αὐξόμενον ἢ μειούμενον ἢ συγκρινόμενον ἢ διακρινόμενον, τῶν ἐν αὐτῷ τινος μεταβάλλοντος, γίγνεσθαι λέγεταί που καὶ φθείρεσθαι καὶ τὰ ἄλλα πάσχειν. Τὸ μὲν οὖν κατὰ τὸ ἔξωθεν μεταβάλλον φέρεσθαι λέγεται· τοπικὴ γὰρ ἡ τοιαύτη κίνησις, ὁ γὰρ τόπος ἔξω τῶν σωμάτων ἐστί· τὸ δὲ κατά τι τῶν ἐν ἑαυτῷ κινούμενον ἀλλοιοῦσθαι λέγεται πᾶν, εἴτε γένεσιν εἴτε φθορὰν εἴτε αὔξησιν εἴτε μείωσιν εἴτε σύγκρισιν εἴτε διάκρισιν ὑπομένει. Κατὰ τόπον μὲν γὰρ κινούμενον οὐδὲν ἀλλοῖον γίνεται· καὶ δὴ καὶ τοῖς θείοις σώμασιν ἡ τοιαύτη κίνησις ὑπάρχει κατ’ οὐσίαν ἔχουσι τὸ ἀναλλοίωτον· ἐπεὶ γὰρ ἔδει κινητὰ μὲν εἶναι καὶ ἐκεῖνα, διότι τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως, ὡς ἐν Πολιτικῷ μεμαθήκαμεν, πρώτιστα δὲ ὄντα τῶν ὁρατῶν ἀΐδιον ἔχει τὴν ὑπόστασιν. Τὰ γὰρ ἐν ἑκάστῃ τάξει πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν, καὶ κινεῖται μὲν, κατὰ δὲ τὴν κίνησιν μόνην ταύτην ἥτις φυλάττει τὴν οὐσίαν τῶν κινουμένων ἀνεξάλλακτον. Τὸ μὲν δὴ κατὰ τόπον κινούμενον τοιοῦτον, κατὰ δέ τι τῶν ἐν ἑαυτῷ μεταβάλλον ἀλλοῖον γίγνεται. Τὸ γὰρ τοιόνδε μάλιστα προσήκει τοῖς ἐνύλοις εἴδεσιν, ὡς καὶ ὁ Τίμαιος ἀνεδίδαξεν, ὥστε καὶ τὸ ἀλλοῖον οἰκεῖόν ἐστι ταῖς τούτων μεταβολαῖς, εἰσιόντων τε καὶ ἐξιόντων τῶν εἰδῶν. Ἀλλ’ αἱ μὲν σωματικαὶ κινήσεις οὕτω· διὰ δὲ τῆς φορᾶς περιλαμβάνονται πᾶσαι καὶ τῆς ἀλλοιώσεως, εἰς ἃς καὶ ὁ ἐν Θεαιτήτῳ Σωκράτης μόνας ὁρῶν, ἅτε πρὸς Ἡράκλειτον ἀγωνιζόμενος, ταύτην πεποίηται κἀκεῖ τῶν κινήσεων τὴν τομήν. |
| in Prm 1157 [5] | Ἐπὶ δὲ τὰς ψυχὰς ἀναβάντες ὁρῶμεν ὅτι καὶ ἐν ταύταις μὲν ἄλλως τὴν τοπικὴν ἂν εἴποις μεταβολὴν, ἄλλως δὲ τὴν ἀλλοιωτικήν. Καθόσον μὲν γὰρ ἄλλοτε ἄλλοις εἴδεσιν ἐπιβάλλουσι, διὰ τῆς ἐπαφῆς τῶν ποικίλων εἰδῶν ἐξομοιούμεναι τοῖς ἑαυτῶν νοητοῖς, καὶ αὗται πολυειδεῖς πως ἀναφαίνονται, μετέχουσαι ταῖς ἐνεργείαις τῶν νοουμένων ἀεὶ ἄλλων καὶ ἄλλων ὄντων καὶ συνδιατιθέμεναι αὐτοῖς, κατὰ τοσοῦτον, οἶμαι, καὶ ἐν ταύταις ἐστὶν ἡ ἀλλοίωσις· καθόσον δὲ αὖ περὶ τὸν νοητὸν τόπον ἐνεργοῦσι, καὶ πᾶν τὸ πλάτος τῶν εἰδῶν διεξοδεύουσιν ἔξω τε αὐτῶν ὂν καὶ περιέχον αὐτὰς ἁπανταχόθεν, κατὰ τοσοῦτον πάλιν τοπικὴν ποιοῦνται τὴν κίνησιν, καὶ τοῦ Πλάτωνος ἐν Φαίδρῳ τὸν νοητὸν τόπον εἰδότος καὶ περίοδον καλοῦντος ἐκεῖ τὴν περὶ αὐτῶν ψυχῶν ἐνέργειαν καὶ περιφορὰν, ὥστε καὶ ἀλλοιοῦνται καὶ κατὰ τόπον κινοῦνται. Καὶ κατὰ μὲν τὸ ζωτικὸν ἀλλοιούμεναι (τοῦτο γὰρ τὸ συνδιατιθέμενον τοῖς θεάμασι καὶ ἐξομοιούμενον), κατὰ δὲ τὸ γνωστικὸν μεταβαίνουσαι τοπικῶς ἀπ’ ἄλλων εἰς ἄλλα νοητὰ καὶ περιϊοῦσαι ταῖς νοήσεσι καὶ ἀπὸ τῶν αὐτῶν εἰς τὰ αὐτὰ ἀνακάμπτουσαι, μᾶλλον δὲ τῆς ἀλλοιώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς τὰς αἰτίας ἐν ἑαυταῖς προειλήφασιν. Εἰ δὲ καὶ αὐτὸν θεωρήσειας τὸν πολυΰμνητον νοῦν, εὑρήσεις καὶ ἐν τούτῳ τῆς τε ἀλλοιώσεως τὰ παραδείγματα νοερῶς καὶ τῆς κατὰ τόπον κινήσεως· τῷ μὲν γὰρ μετέχειν τῆς τοῦ νοουμένου φύσεως ἐν τῷ νοεῖν καὶ γίγνεσθαι νοητόν τι καὶ αὐτὸς νοήσας ἀλλοῖος γίνεται καὶ περὶ τὴν ἰδιότητα τὴν νοεράν· αἱ γὰρ μεθέξεις διδόναι τι παντελῶς λέγονται τῷ μετέχοντι τῆς αὐτῶν φύσεως ἀλλοιώτερον, μετέχει δὲ τοῦ νοητοῦ ὁ νοῦς, ἀλλ’ οὐκ ἔμπαλιν· τῷ δὲ ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως νοεῖν, καὶ οἷον περὶ κέντρον αὐτοῦ τὸ νοητὸν ὑπάρχον ἐνεργεῖν, τῆς ἐνταῦθα περιφορᾶς τὸ παράδειγμα προείληφεν· οὕτω καὶ ἐν Νόμοις αὐτοῦ τὴν τοῦ νοῦ κίνησιν εἰκάσαντος σφαίρης ἐντόρνου κινήσει, διὰ τὸ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ αὐτὰ κινεῖσθαι καὶ τὸν νοῦν, ὥσπερ καὶ τὴν σφαῖραν. |
| in Prm 1158 [5] | Ἔστι γὰρ ἐν νῷ χορεία, φασὶ, καὶ διέξοδος, ἀλλ’ οὐχ ὡς ἐν ψυχαῖς, ἄλλη τοῦ κεχορευκέναι τε καὶ διεξωδευκέναι κατὰ τὴν μίαν καὶ ἁπλῆν καὶ ἀθρόαν ἐνέργειαν τοῦ νοῦ. Πανταχοῦ ἄρα τὰς κινήσεις εὕρομεν ἀλλοιώσεις οὔσας καὶ φορὰς, νοερῶς ἐν τῷ νῷ, ψυχικῶς δὲ ἐν τῇ ψυχῇ, σωματικῶς δὲ καὶ μεριστῶς ἐν τοῖς αἰσθητοῖς, ὥστε οὐ δεῖ θαυμάζειν ἐὰν αὗται μόναι κινήσεις· πᾶσαι γὰρ διὰ τούτων προελήφθησαν. Οὐδὲ δεῖ λέγειν ὅτι τὴν αὐτοκίνητον ἀφῆκε, διότι καὶ τὸ ἓν αὐτοκίνητον· σαφῶς γὰρ αὐτὸς ἐν τοῖς ἑξῆς ἐρεῖ κατὰ πᾶσαν κίνησιν ἀκίνητον εἶναι τὸ ἕ ν· καὶ γὰρ γελοῖον αὐτοκίνητον φάναι τὸ ἓν, εἴπερ τὸ μὲν ἓν πολλὰ εἶναι ἀδύνατον καὶ μέρη ἔχειν καὶ ἐν ἑαυτῷ [καὶ ἐν ἄλλῳ] εἶναι, τὸ δὲ αὐτοκίνητον κινοῦν ἐστι καὶ κινούμενον, καὶ ἕτερον μὲν πανταχοῦ κινεῖν, ἕτερον δὲ τὸ κινεῖσθαι· διὸ καὶ οὐχ ἁπλῶς ἓν τὸ τοιοῦτον, ἀλλὰ πεπονθὸς καὶ αὐτὸ τὸ ἓν καὶ μετὰ τῆς ἑνώσεως πληθυόμενον. Ἀλλὰ καὶ ἐν Θεαιτήτῳ διελὼν οὕτως ὁ Σωκράτης τὰς κινήσεις, καὶ ἐν τούτῳ ὁ Παρμενίδης οὐδὲ μίαν ἀφίησιν ἔξω κίνησιν ἄλλην, ὅπου μὲν τῶν σωματικῶν, ὅπου δὲ τῶν πασῶν, ἀλλὰ διὰ τῆς δυάδος ταύτης ἐνταῦθα τὴν δεκάδα παραλαμβάνει τῶν ἐν Νόμοις κινήσεων. Ἀλλοιούμενον δὲ τὸ ἓν ἑαυτοῦ ἀδύνατόν που ἓν ἔτι εἶνα ι ; — Ἀδύνατον — Οὐκ ἄρα κα τ ’ ἀλλοίωσίν γε κινεῖτα ι . — Οὐ φαίνετα ι. (P. 138 C.) Ἐζήτει πρῶτον εἰ κινεῖται τὸ ἔν· τοῦτο δὲ ζητῶν διαιρεῖ τὰς κινήσεις εἰς ἀλλοίωσιν καὶ φορὰν, καὶ δείξας ὡς οὔτε ἀλλοιοῦται τὸ ἓν οὔτε φέρεται, συλλογίζεται λοιπὸν ὡς οὐδὲ κινεῖται, τοῦτον τὸν τρόπον· τὸ ἓν οὔτε ἀλλοιοῦται οὔτε φέρεται, πᾶν τὸ κινούμενον ἀλλοιοῦται ἢ φέρεται, τὸ ἓν ἄρα οὐ κινεῖται. |
| in Prm 1159 [40] | Πόθεν οὖν πρῶτον ὅτι οὐκ ἀλλοιοῦται δείξομεν τὸ ἕν; Εἰ δὴ ἀλλοιοῦται, πλῆθος ἂν ἔχοι· κἄν τε γὰρ ἀφ’ ἑαυτοῦ μεταβάλῃ, πάντως εἰς πλῆθος μεταβαλεῖ, καθάπερ δὴ τὸ ὂν εἰς τὸ μὴ ὄν· κἄν τε αὐτὸ μὲν μένῃ, μεταβάλῃ δέ τι αὐτοῦ, πάντως οὐχ ἓν ἔσται, ἀλλὰ πλῆθος· ἔσται γὰρ αὐτό τε τὸ ὑποκείμενον, αὐτό τε τὸ μεταβάλλον· δέδεικται δὲ ὅτι τὸ ἓν οὐδαμῶς μετέχει πλήθους. Καὶ ψυχὴ τοίνυν ἀλλοιουμένη ταῖς περὶ τὰ ὄντα κινήσεσιν ἀναγκαίως οὖσα φαίνεται πλῆθος, ἄλλοτε ἄλλοις ἐξομοιοῦσα τῶν ὄντων ἑαυτὴν καὶ ἀναματτομένη τὴν πρὸς ἕκαστα αὑτὴν συνάπτουσαν ἰδιότητα ζωτικὴν, καὶ νοῦς ὡσαύτως ἐφιέμενος τοῦ νοητοῦ καὶ μετέχων αὐτοῦ μετὰ τοῦ μένειν νοῦς πληθύεται, τοσαῦτα γιγνόμενος καὶ ὣν ὅσα τὸ νοητὸν πλῆθος· ὥστε καὶ τὸ ἓν, εἴπερ ἀλλοιοῖτο μένον ἓν, ὡς ἐκείνων τὸ μὲν ψυχὴ, τὸ δὲ νοῦς, μετέχον ἀλλοίου τινὸς παρὰ τὸ ἓν οὐκέτ’ ἂν εἴη ἓν μόνον· ἀλλ’ ἡ μὲν γίγνεται νοερὰ διὰ τὸ μετασχεῖν τῆς τοῦ νοῦ φύσεως, ὁ δὲ νοητὸς διὰ τὸ μηκέτι νοῦς εἶναι μόνον ἑαυτὸν νοῶν, ἀλλὰ καὶ νοητὸς ἀφ’ ἑαυτοῦ νοηθείς. Οὕτως οὖν εἰ καὶ τὸ ἓν ἀλλοιοῖτο, οὐκέτ’ ἂν εἴη μόνον ἕν· ὃ γάρ τι προσέλαβεν, ἄλλο τι παρὰ τὸ ἓν ὑπάρχον οὐκέτι τὴν τοῦ ἑνὸς ἐᾷ μένειν ἑνότητα. Πολλῷ δὲ αὖ μᾶλλον, εἰ καὶ αὐτὸ τὸ ἓν ἀφ’ αὑτοῦ μετέβαλλεν, ἐγίγνετ’ ἂν οὐχ ἕν· καὶ γὰρ πᾶν τὸ ἀλλοιούμενον εἰς ὃ μή ἐστι μεταβάλλειν ἀναγκαῖον. Οὐκ ἄρα ἀλλοιοῦται τὸ ἕν· ἢ γὰρ μεταβαλεῖ καὶ αὐτὸ τὸ ἓν, ἢ μένον πάλιν οὐκ ἔσται ἓν, ἀλλὰ πολλὰ τὸ μὲν ἑαυτοῦ μεταβάλλον, τὸ δὲ ὑπομένον. Ἀλλὰ τοῦτο μὲν οὐδὲ ἐξήτασεν ὁ Πλάτων ὡς ἤδη διαβεβλημένον ἀπὸ τοῦ μήτε μέρη μήτε πλῆθος ἔχειν τὸ ἕν· ἐκεῖνο δὲ μόνον ὑπέμνησεν ὅτι οὐδὲ αὐτὸ ἀλλοιωθήσεται τὸ ἓν, ἵνα μὴ ἀπολέσῃ τὸ ἕν. |
| in Prm 1160 [10] | Ἀλ λ ’ ἆρα τῷ φέρεσθα ι ; — Ἴσω ς . — Καὶ μὴν εἰ φέροιτο τὸ ἓ ν , ἤτοι ἐν τῷ αὐτῷ ἂν περιφέροιτο κύκλ ῳ , ἢ μεταλλάττοι χώραν ἑτέραν ἐξ ἑτέρα ς . — Ἀνάγκ η. (P. 138 C.) Μεταβέβηκεν ἐπὶ θάτερον τῆς κινήσεως εἶδος, τὸ τῆς φορᾶς· καὶ δείκνυσιν ὡς οὐδὲ κατὰ τοῦτο κινεῖται τὸ ἓν, διελόμενος πρῶτον τὴν φορὰν εἴς τε τὴν περὶ τὸν αὐτὸν τόπον κίνησιν καὶ εἰς τὴν ἀπ’ ἄλλης ἐπ’ ἄλλην χῶραν μεταβολήν· πᾶν γὰρ τὸ κατὰ τόπον κινούμενον, ἢ τὸν αὐτὸν φυλάττει τόπον, ὅλον μὲν ἀμετάστατον μένον, τοῖς δὲ μορίοις μόνοις κινούμενον, ἢ καὶ τῷ ὅλῳ κινεῖται καὶ τοῖς μορίοις, ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γιγνόμενον. Τέτταρα γὰρ ταῦτά ἐστι, τὸ τῷ ὅλῳ κινεῖσθαι καὶ τοῖς μορίοις ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γιγνόμενον, τὸ μήτε τῷ ὅλῳ μήτε τοῖς μορίοις, τὸ τῷ ὅλῳ μὲν, μὴ τοῖς μορίοις δὲ, τὸ τοῖς μορίοις μὲν, μὴ τῷ ὅλῳ δέ. Τούτων δὲ τῶν τεττάρων τὸ μὲν ὅλον κινεῖσθαι, τῶν μορίων μενόντων, ἀδύνατον· ἅμα γὰρ τῷ ὅλῳ κινεῖται καὶ τὰ μέρη, ἐξ ὧν τὸ ὅλον· τὸ δὲ μήτε τὸ ὅλον μήτε τὰ μόρια κινεῖσθαι τοῖς ἑστῶσιν ὑπάρχει. Λείπεται δὴ οὖν ἢ τὸ ὅλον μὴ κινεῖσθαι, τῶν μορίων κινουμένων, ἢ καὶ τὸ ὅλον καὶ τὰ μέρη κινεῖσθαι. Ἀλλὰ τὸ μὲν πρῶτον ποιεῖ σφαιρικὴν ἢ κυλινδρικὴν κίνησιν, ὅταν ταῦτα κινῆται περὶ τοὺς ἑαυτῶν ἄξονας· τὸ δὲ δεύτερον τὴν ἀπ’ ἄλλης χώρας εἰς ἄλλην μετάστασιν, ὅταν καὶ ὅλον ἀμεῖβον τὸν ἑαυτοῦ τρόπον ἄλλον καὶ ἄλλον καταλαμβάνῃ τόπον. Ὅτι μὲν οὖν εἰς ταῦτα γίγνεσθαι τὴν διαίρεσιν τῆς διαφορᾶς ἀναγκαῖον, ἀπὸ τούτων δῆλον. Ὁρῶμεν δὲ, οὐ μόνον ἐν τοῖς αἰσθητοῖς τὰς δύο ταύτας κινήσεις, περὶ μὲν οὖν τὸν οὐρανὸν τὴν κύκλῳ, περὶ δὲ τοὺς ὑπὸ τὴν σελήνην τὴν καθ’ ὅλα μετάστασιν, ἀλλὰ καὶ ἐν τοῖς ἐπέκεινα τούτων, τῆς μὲν μερικῆς ψυχῆς, διὰ τῆς ἄνω τε καὶ κάτω φορᾶς καὶ τῆς κατὰ μῆκος μεταβατικῆς ἐνεργείας, παράδειγμα φερούσης τῶν καθ’ ὅλα κινήσεων, τοῦ δὲ νοῦ διὰ τῆς εἰς τὸ νοητὸν ἀμεταβάτου στροφῆς τὴν κυκλικὴν κίνησιν κραταιὰν προειληφότος, καὶ οὐ τοῦ νοῦ μόνον, ἀλλὰ καὶ πάσης θείας ψυχῆς διὰ τῆς περὶ τὸν νοῦν χορείας προσλαβούσης τὴν ἀσώματον κυκλοφορίαν. |
| in Prm 1161 [30] | Ὅθεν εἴπομεν ἤδη ὡς καὶ ὁ Ἀθηναῖος ξένος ἐν Νόμοις σφαίρας ἐντόρνου μιμήματι τὴν ἐνέργειαν ἀπείκασε τοῦ νοῦ. Καὶ μέντοι καὶ αὐτὸς ὁ Παρμενίδης, σφαῖραν ἀποκαλῶν τὸ ὂν καὶ νοεῖν αὐτὸ λέγων, δηλονότι καὶ τὴν νόησιν αὐτοῦ κίνησιν προσερεῖ σφαιρικήν. Ὁ δὲ δὴ Τίμαιος εἰς κύκλους κατακάμψας τὴν κατὰ μῆκος πρόοδον τῆς ψυχῆς, καὶ τὸν μὲν ἔσω, τὸν δὲ ἔξω τοῖν κύκλοιν ποιήσας, ἀμφοτέρους κατὰ τὴν δημιουργικὴν αἰτίαν, ἀμφοτέρους κατὰ τὴν δημιουργικὴν πρόοδον πρὸ τῶν σωμάτων, καὶ τῶν θεολόγων εἰδότων τὴν ἀσώματον κυκλοφορίαν, ὅταν ὁ μὲν Ἑλλήνων λέγῃ θεολόγος περὶ τοῦ πρώτου καὶ κρυφίου θεοῦ τοῦ πρὸ τοῦ Φάνητος ὃ δ’ ἀπειρέσιον κατὰ κύκλον Ἀτρύτως ἐφορεῖτο. Τὰ δὲ Λόγια πάσας πηγὰς ἀποφαίνεται καὶ ἀρχὰς δινεῖν ἀεί τε μένειν ἀόκνῳ στροφάλιγγ ι. Παντὸς γὰρ τοῦ κύκλῳ στρεφομένου συμμιγῆ τῇ κινήσει τὴν μονὴν ἔχοντος, εἰκότως εἴρηται καὶ ἀεὶ μένειν ἐν τῷ περιστρέφεσθαι, τοῦ ἀόκνου τὴν ἀϋλίαν σημαίνοντος. |
| in Prm 1162 [10] | Ἔχομεν ἄρα καὶ τὰς τῶν ἀσωμάτων κινήσεις ἐν τῇ διαιρέσει ταύτῃ περιεχομένας, καὶ οὕτως ἀκίνητον δείκνυται τὸ ἓν, ὡς πάσης ὑπεριδρυμένον κινήσεως, ἀλλ’ οὐχ ὡς πῆ μὲν ἀκίνητον, πῆ δὲ κινούμενον ὑπάρχον. Οὐκοῦν κύκλῳ μὲν περιφερόμενον ἐπὶ μέσου βεβηκέναι ἀνάγκ η , καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτο ῦ · ᾧ δὲ μήτε μέσου μήτε μερῶν προσήκε ι , τίς μηχανὴ τοῦτο κύκλῳ ποτὲ ἐπὶ τοῦ μέσου ἐνεχθῆνα ι ; — Οὐδεμί α. (P. 138 C.) Μετὰ τὴν διαίρεσιν τῆς φορᾶς δείκνυσιν ὅτι κατ’ οὐδετέραν τῶν κινήσεων τούτων κινεῖται τὸ ἓν, οὔτε κατὰ τὴν τῶν μερῶν περιφορὰν, οὔτε κατὰ τὴν τοῦ ὅλου μετάστασιν, καὶ πρότερον ὅτι κατὰ τὴν τῶν μερῶν περιφορὰν οὐ κινεῖται τὸ ἕν· ταύτης γὰρ ἴδιον τὸ μέσον τι ἔχειν, καὶ δὴ καὶ τὰ ἔσχατα κινεῖσθαι περὶ τὸ μέσον, καὶ ἕτερον αὐτὸ μένειν μὲν κατὰ τὸ ὅλον, φέρεσθαι δὲ κατὰ τὴν τῶν μορίων ἀντιμετάστασιν· τὸ δὲ ἓν οὔτε ὅλον ἐστὶ καὶ μέρη ἔχον, οὔτε μέσον ἐν αὐτῷ τι δυνατὸν εἶναι καὶ ἔσχατον. Πῶς ἂν οὖν περιφέροιτο μηδέτερον τῶν ἰδίων τῆς περιφορᾶς καταδεδεγμένον; Ταῦτα μὲν οὖν οὕτω συλλελόγισται διὰ τῶν προειρημένων, κατὰ τὰς γεωμετρικὰς, φασὶν, ἀνάγκας· περὶ δὲ τὴν λέξιν ἐκείνοις ἐπισημαντέον ὅτι τὸ μὲν ἐπὶ μέσου βεβηκέναι τὴν σφαῖραν εἰκότως εἴρηται, διότι τὸ κέντρον ἐστὶ τὸ πᾶσαν ἑδράζον τὴν περιφορὰν, καὶ ὅτι τοῦτο κινηθὲν κινεῖ τὸ ὅλον, καὶ ἐπὶ τούτου βέβηκε τὸ ὅλον, οἷον ἑστίας αὐτοῦ καὶ συνοχῆς, οὕτω καὶ ἐν Πολιτικῷ τοῦ ἐκεῖ σοφοῦ λέγοντος ἐπὶ σμικροτάτου ποδὸς βεβηκέναι τὸ πᾶν, καὶ τὸ κέντρον πόδα σμικρότατον καλοῦντος. |
| in Prm 1163 [40] | Τὸ δὲ καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ μικρὸν ὑπερβιβάσαι χρὴ, τοῦ σαφοῦς χάριν, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον, καὶ ἔχειν μέρη ἄλλα ἑαυτοῦ πᾶν τὸ περιφερόμενον ἀνάγκ η , ὁποῖα ταῦτα τὰ περιφερόμενα περὶ τὸ μέσο ν· τὰ γὰρ μόρια αὐτοῦ κινεῖται μόνα τοῦ ὅλου μένοντος. Τὸ δὲ ᾧ μήτε μέσου μήτε μερῶν προσήκει σαφῶς ἀντιδιεῖλε τὸ μέσον τοῖς μέρεσιν, ὡς μὴ ὂν μέρος· ἕτερον γὰρ τὸ μέσον παρὰ πάντα ἐστὶ τὰ τοῦ κινουμένου μέρη, μένον αὐτὸ κινουμένων ἐκείνων πάντων. Τὸ δὲ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι τοιοῦτον ῥητέον τι σημαίνειν, οἷον τὸ ἔξωθεν ὂν τοῦ μέσου καὶ ἐπ’ αὐτοῦ φερόμενον, ἀλλ’ οὐκ ἐπ’ αὐτό· τοῦτο γὰρ τῶν εὐθυφορουμένων ἐστὶν ἴδιον, κυκλεῖσθαι πανταχόθεν αὐτὸ περιλαμβάνον. Τὰ μὲν γὰρ ἐπ’ εὐθείας κινούμενα ἢ ἐπὶ τὸ μέσον κινεῖται, ἢ ἀπὸ τοῦ μέσου· τὸ δὲ κυκλικῶς φερόμενον λέγοιτ’ ἂν καὶ περὶ τὸ μέσον κινεῖσθαι, καθάπερ εἶπε πρότερον ἔχειν αὐτὰ μέρη φερόμενα περὶ τὸ μέσο ν, καὶ αὖ ἄλλον τρόπον ἐπὶ τοῦ μέσου ὡς ἐπινηχόμενον αὐτῷ καὶ ἐφαπλούμενον διὰ τὴν ὄρεξιν τῆς κατὰ τὸ μέσον ἕδρας. Εἰ μὴ ἄρα καὶ ἄλλως ἐπὶ τοῦ μέσου κύκλῳ λέγοιτο ἂν κινεῖσθαι ὡς ἐπὶ τούτου μὲν βαῖνον, κύκλῳ δὲ κινούμενον, ὡς εἴρηται καὶ ἐν Πολιτικῷ ἐπὶ σμικροτάτου ποδὸς βαίνειν, ἵνα τὸ μὲν μένῃ, τὸ δὲ φέρηται περὶ τὸ μέσον, καθάπερ ἤδη προείρηκεν ἐπὶ τοῦ μέσου βεβηκέναι τὸ περιφερόμενο ν. |
| in Prm 1164 [40] | Ταῦτα καὶ ἐπὶ τῶν λέξεων· ἐπὶ δὲ τὰ ἑξῆς μεταβατέον τοῦ Πλάτωνος. Ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλο τ ’ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖτα ι ; — Εἴπερ γε δ ή . — Οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτὸ ἀδύνατον ἐφάν η ; — Να ί . — Ἆ ρ ’ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερο ν ; — Οὐκ ἐννοῶ ὅπ ῃ . — Εἰ ἔν τῴ τι γίγνετα ι , οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενο ν , μή τ ’ ἔτι ἔξω ἐκείνου παντάπασι ν , εἴπερ ἤδη ἐγγίγνετα ι ; — Ἀνάγκ η . — Εἰ ἄρα τι ἄλλο πείσεται τοῦτ ο , ἐκεῖνο ἂν μόνον πάσχο ι , οὗ μέρη εἴ η · τὸ μὲν γὰρ ἄν τι αὐτοῦ ἤδη ἐν ἐκείν ῳ · τὸ δὲ ἔξω εἴη ἅμ α . Τὸ δὲ μὴ ἔχον μέρη οὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξ ω . — Ἀληθ ῆ . — Οὗ δὲ μήτε μέρη εἰσὶ μήτε ὅλον τυγχάνει ὂ ν , οὐ πολὺ ἔτι ἀδυνατώτερον ἐγγίγνεσθαί πο υ , μήτε κατὰ μέρη μήτε κατὰ ὅλον ἐγγιγνόμενο ν ; — Φαίνετα ι. (P. 138 D.) Τοῦτό ἐστι τὸ λειπόμενον τῆς κινήσεως εἶδος, ὅταν μεταβάλλῃ τόπον ἐκ τόπου τὸ κινούμενον ὅλον. Ὃ δὴ πρόκειται δεῖξαι διὰ τούτων μηδαμῶς τῷ ἑνὶ προσῆκον, καὶ ἀποδείκνυται καὶ τοῦτο πάλιν διὰ τῶν προδεδειγμένων· ἀποπέφαται γὰρ ἡμῖν τοῦ ἑνὸς τὸ ἔν τινι, καὶ δέδεικται ὡς ἐν οὐδενὶ τὸ ἕν. Πᾶν δὲ τὸ κατὰ τόπον ὅλον κινούμενον γίγνεται ἔν τινι· τὸ ἄρα ἓν οὐ κινεῖται κατὰ τόπον ὅλον. Ὅτι δὲ ἀδύνατον γίγνεσθαι τὸ ἓν ἀπ’ ἄλλου τόπου μεταβαῖνον εἰς ἄλλον, δῆλον. Ἢ γὰρ ὅλον ἑκατέρου ἐστὶν ἐντὸς, ἢ ὅλον ἑκατέρου ἐκτὸς, ἢ τὸ μὲν αὐτοῦ ὡδὶ, τὸ δὲ ἐν ἄλλῳ. Ἀλλ’ εἴ τε ὅλον ἑκατέρου ἐκτὸς, ἐν οὐδετέρῳ ὂν οὐκ ἂν φέροιτο ἐκ τοῦ ἑτέρου εἰς τὸ ἕτερον· εἴτε ὅλον ἑκατέρου ἐντὸς ᾖ πάλιν, οὐκ ἂν πάλιν ἔτι κινοῖτο ἀπὸ τοῦ προτέρου τόπου εἰς τὸν ἐχόμενον. |
| in Prm 1165 [10] | Εἰ δὲ τὸ μὲν αὐτοῦ ὡδὶ εἴη, τὸ δὲ ἐν τῷ λοιπῷ, μεριστὸν ἔσται· τὸ δὲ ἓν οὐδαμῶς μεριστόν· οὐκ ἄρα δύναται γίγνεσθαι ἔν τινι τὸ ἕν· εἰ γὰρ ἔσται μεριστὸν, ἀνάγκη ἢ ὅλον ἐκτὸς εἶναι ἀμφοῖν, ἢ ὅλον ἐντὸς γιγνόμενον τὸ ἕν· ταῦτα δὲ ἀδύνατα· οὐκ ἄρα ἐγγίγνεται [ἔν τινι] τὸ ἕν. Ὅτι δὲ ἀδυνατώτερον τοῦτο τοῦ εἶναι ἔν τινι, δῆλον. Λάβοις γὰρ ἄν τι τῶν ὄντων ὅλον μήτε ἐκτὸς ὂν μήτε ἐντός τινος, ἀλλὰ καὶ ἐκτὸς καὶ ἐντός· οὕτω γὰρ ἡ ψυχὴ καὶ ὁ νοῦς καὶ ἐν τῷ κόσμῳ λέγονται εἶναι καὶ ἔξω τοῦ κόσμου· γιγνόμενον δὲ ἔν τινι ὅλον, ὃ μήτε ἐκτός ἐστιν μήτε ἐντὸς, ἀδύνατον ὑπάρχειν· ἀδυνατώτερον ἄρα τὸ γίγνεσθαι ἔν τινι τοῦ εἶναι ἔν τινι καὶ ὡς ὅλον καὶ ὡς μέρη ἔχον τὸ ἕν. Εἰ ἄρα τὴν ψυχὴν λέγοιμεν μὴ τὴν ἡμετέραν μόνην, ἀλλὰ καὶ τὴν θείαν, τῆς τοιαύτης κινήσεως ἔχειν τὴν αἰτίαν διὰ τὸ μεταβατικῶς ἐνεργεῖν, εἰς τὸ μεριστὸν αὐτῆς ἀποβλέπομεν, καὶ, ὡς διαφόρους ἔχουσαν λόγους, ἄλλο κατ’ ἄλλους ἵστασθαι φήσομεν, μήτε ὅλον κατ’ ἐκεῖνο μόνον τὸ ἐνεργούμενον οὖσαν, μήτε ἐκτὸς ἐκείνου παντελῶς· οὔτε γὰρ ὅλην αὐτὴν ὁμοῦ τοῖς τοῦ νοῦ παράγειν νοήμασιν· οὐ γὰρ ἀθρόως αὐτὰ πέφυκεν ὁρᾷν, οὔτε ὅλη χωρίζεται τοῦ νοῦ, ἀλλὰ κατὰ τὰς διαφόρους αὐτῶν νοήσεις γίγνεταί πως ἐν τοῖς διαφόροις εἴδεσι τοῦ νοῦ, καὶ οἷον εἰσοικίζει τὴν ἑαυτῆς νόησιν εἰς τὸν νοῦν ὡς οἰκεῖον αὐτῆς τόπον. Διὸ καὶ ὁ Τίμαιος οὐκ ὤκνησε καὶ γεννητὸν εἰπεῖν τὴν ψυχὴν, ὡς μεριστὴν αὐτὴν προείρηκεν· οὐ γὰρ ἔχει τὸ ἀθροῦν κατὰ τὴν νόησιν, ἀλλὰ γίνεται αὐτῆς ἡ ἐνέργεια πᾶσα, καὶ ἐν μεταβάσεσιν οὐσίωνται αὐτῆς αἱ νοήσεις· ὅθεν καὶ ἀπ’ αὐτῆς ὁ χρόνος ἄρχεται, καὶ τὰς αὐτῆς μετρεῖ πρώτας ἐνεργείας. Ἔοικεν οὖν ὁ μὲν νοῦς εἰλικρινῶς τῆς κύκλῳ κινήσεως ἔχειν τὸ παράδειγμα, κέντρον μὲν ἔχων τὸ ἑαυτοῦ μένον, τὰς δὲ πολλὰς τῶν εἰδῶν ἀπὸ τοῦ ὄντος τούτου καὶ τῆς οἷον Ἑστίας αὐτοῦ προόδους, ὡς τὰς ἀπὸ τοῦ κέντρου εὐθείας, τὰς δὲ νοερὰς πάσας ἐνεργείας, τὰς νοητικὰς τῶν [εἰδῶν] καὶ τοῦ ὄντος αὐτοῦ, ὡς τὴν μίαν ἐπιφάνειαν τὴν παραθέουσαν τάς τε ἐκ τοῦ κέντρου καὶ τὸ κέντρον· ἡ δὲ θεία ψυχὴ καὶ τῆς εὐθυπορίας εἰληχέναι τὸ παράδειγμα καὶ τῆς κυκλοφορίας, ὡς μὲν περιϊοῦσα τὸν νοητὸν τόπον ταύτης, μένουσα μὲν ὡς ὅλη, ταῖς δὲ μεταβάσεσιν ἐξελίττουσα τὸ νοητὸν, ὡς δὲ ἀεὶ κατὰ τὸ νοούμενον ὅλην ἑαυτὴν ἐπερείδουσα ἐκείνου· καὶ γὰρ ὡς ὅλη μένει τε καὶ κινεῖται. |
| in Prm 1166 [35] | Λοιπὴ δὲ ἡ μερικὴ ψυχὴ ταῖς κατὰ μῆκος κινήσεσι σαφῶς τῆς ἐπ’ εὐθείας κινήσεως ἐκφέρει τὴν ἀσώματον αἰτίαν, ταῖς δὲ κατ’ ἐπιστροφὴν τῆς κυκλοφορίας. Οὔ τ ’ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον χώραν ἀλλάττε ι , οὔ τ ’ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενο ν . — Οὐκ ἔοικ ε . — Κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητο ν . — Ἀκίνητο ν. (P. 139 A.) Ἐν τούτοις συνάγει πάντα τὰ προειρημένα περὶ τῆς κινήσεως συμπεράσματα, καὶ πρότερον ἀπαριθμησάμενος αὐτὰ διῃρημένως, ἓν ποιεῖ καθ’ ὅλου συμπέρασμα ἐπὶ πᾶσι διδάσκων ἡμᾶς καὶ διὰ ταύτης τῆς ἀνόδου, πῶς χρὴ τὴν τοῦ ἑνὸς θέαν συστελλόμενον συναιρεῖν ἀεὶ τὸ πλῆθος ἐπὶ τὸ κοινὸν, καὶ τὰ μέρη διὰ τοῦ ὅλου παραλαμβάνειν. Ἃ γὰρ πρότερον κατεκερμάτισεν ἀπὸ τῆς κινήσεως λαβὼν τὰς τρεῖς κινήσεις, τὴν ἀλλοίωσιν, τὴν περιφορὰν, τὴν εὐθυφορὰν, καὶ ἐφ’ ἑκάστης συλλογισάμενος ὡς οὐ κινεῖται κατὰ ταύτην τὸ ἓν, ταῦτα νῦν ἕκαστα χωρὶς ἀπαριθμησάμενος τῷ εἰπεῖν, οὔτε ποι ἰὸν οὔτε περιφερόμενον οὔτε ἀλλοιούμενο ν, καὶ τὴν ἀπαρίθμησιν εὔτακτον ποιησάμενος, ἀπὸ τῶν προσεχῶς δεδειγμένων ἐπὶ τὰ πρὸ αὐτῶν ἀνατρέχει· ἵνα συνάψῃ τέλος τῇ ἀρχῇ καὶ μιμήσηται τὸν κύκλον τὸν νοερὸν, κοινὸν ἐπήγαγε συμπέρασμα καθολικὸν ἅπασιν, ὅτι κατὰ πᾶσαν κίνησιν ἀκίνητον τὸ ἕ ν. |
| in Prm 1167 [40] | Καὶ ὁρᾷς πάλιν ὡς ἡ μὲν πρότασις καὶ τὸ συμπέρασμα καθολικὰ, αἱ δὲ ἀποδείξεις μετὰ τῶν διαιρέσεων προεληλύθασιν· αἱ μὲν γὰρ μόνιμοι νοήσεις καὶ ἐπιστροφαὶ συναιροῦσι τὸ πλῆθος, αἱ δὲ κατὰ τὴν πρόοδον ἱστάμεναι διαιροῦσι τὸ ὅλον εἰς τὰ μέρη καὶ τὸ ἓν εἰς τὸν οἰκεῖον ἀριθμόν. Ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι περὶ τῆς ὅλης αὐτοῦ μεταχειρήσεως. Ἐπειδὴ δὲ καὶ εἰώθασι πρὸς τοὺς ἀναιροῦντας λόγους ἀπὸ τοῦ ἑνὸς τὴν κίνησιν ἀπορεῖν τινες, φέρε καὶ πρὸς τούτοις ἀπολογισώμεθα συντόμως. Λέγουσι δὲ ὅτι τὸ πρῶτον ἐνεργεῖν εἰς τὰ δεύτερα πάντως ἀναγκαῖον· δίδωσι γὰρ αὐτοῖς τὴν ἕνωσιν πᾶσι, καὶ ἔστι πάντων αἴτιον τῶν μετεχομένων ἑνιαίων εἰδῶν ἐν τοῖς οὖσι. Τί οὖν κωλύει ταύτην αὐτὴν τὴν ἐνέργειαν κίνησιν ἀποκαλεῖν; ὅτι, φήσω, τὴν ἐνέργειαν οὐ δεῖ πρὸ οὐσίας τάττειν, οὐδὲ ὅλως ἐνέργειαν τῷ πρώτῳ διδόναι· πᾶν γὰρ τὸ ἐνεργοῦν δύναται τοῦτο πάντως ὃ ἐνεργεῖ· δέον οὖν ἔσται καὶ δύναμιν τῷ πρώτῳ διδόναι τοὺς τὴν ἐνέργειαν συγχωρήσαντας· δυνάμεως δὲ ἐκεῖ καὶ ἐνεργείας οὔσης, πλῆθος ἡμῖν ἐν τῷ ἑνὶ πάλιν ἀναφανήσεται, καὶ οὐχ ἓν ἔτι τὸ ἕν. Ἡμεῖς δὲ (εἰρήσθω γὰρ τὸ δοκοῦν) εὐθὺς καὶ μετὰ τὸ ἓν κρεῖττον εἶναι δυνάμεώς φαμεν καὶ ὑποστατικὸν τῆς δυνάμεως καὶ πολλῷ μᾶλλον τῆς ἐνεργείας· εἰ γὰρ τῆς πρώτης τριάδος τῶν νοητῶν ὕπαρξις πασῆς ἐστιν ἐπέκεινα δυνάμεως καὶ πάσης ἐνεργείας; πόσον ἄρα μᾶλλον τὸ ἓν, τὸ πᾶσαν ὕπαρξιν ὑπεραῖρον κρεῖττον εἶναι θησόμεθα τοῦ ἐνεργεῖν, καὶ οὐ θαυμασόμεθα πῶς πάντα ἀπὸ τοῦ ἑνὸς, ἐκείνου μὴ ἐνεργοῦντος. Κινδυνεύει γὰρ τὸ τῷ ἐνεργεῖν τι παράγον δι’ ἔλλειψιν τοῦτο πάσχειν δυνάμεως· κρεῖττον δὲ εἶναι τὸ τῷ εἶναι μόνῳ παράγειν· τοῦτο οὖν ἄπραγμόν ἐστι ποιήσεως. Οὕτω καὶ ψυχὴ ζῇν ποιεῖ πᾶν τι ᾧ ἂν παρῇ τῷ εἶναι ζωὴ μόνον, οὐκ ἄλλην ἔχουσά τινα ἐνέργειαν παρὰ τὸ ζῇν, ἀλλ’ ἐν τῷ ζῇν μόνῳ παντὶ τῷ δυναμένῳ ζῇν μεταδιδοῦσα τοῦ ζῇν. |
| in Prm 1168 [40] | Καὶ νοῦς ὑφίστησι τὰ μετ’ αὐτὸν τῷ εἶναι ὅ ἐστιν, οὐκ ἔχων ἄλλην ἐνέργειαν παρὰ τὸ εἶναι τὴν διδοῦσαν τὸ εἶναι οἷς δίδωσιν. Ἐπειδὴ δὲ οὐ μόνον τῷ εἶναι ποιεῖ νοῦς ὢν, ἀλλὰ καὶ νοεῖ ἃ ποιεῖ, καὶ ἡ ψυχὴ γιγνώσκει τοῦτο ὅ τι ποιεῖ ζῇν καὶ τῷ ζῇν, δοκεῖ καὶ νοῦς καὶ ψυχὴ δι’ ἐνεργείας γνωστικῆς ποιεῖν· ποιεῖ δὲ κατ’ ἀλήθειαν μετ’ ἐνεργείας μὲν γνωστικῆς, οὐ δι’ ἐνεργείας δὲ γνωστικῆς· κἂν ἀφέλῃς ταύτην, καταλιπὼν τῇ μὲν τὸ εἶναι ζωὴν, τῷ δὲ ὅ ἐστι, παράξει καὶ ψυχὴ καὶ νοῦς ἃ δὴ μετὰ τοῦ γνωστικῶς ἐνεργεῖν παρῆγεν. Εἰ δὲ ταῦτα τῷ εἶναι παράγει, πολλῷ μᾶλλον τὸ ἓν ἐκεῖνο πρὸ τούτων αὐτῷ τῷ ἓν ὑπάρχειν παράξει τὰ πάντα, μηδὲ ἐνεργείας μετὰ τὸ εἶναι ἓν δεόμενον. Καὶ γὰρ εἰ δι’ ἐνεργείας παρῆγεν, ἔδει ζητεῖν, ἐπειδὴ ἐνεργεῖ, πότερον ὑφίστησι τὴν ἐνέργειαν ἑαυτοῦ τὸ ἓν ἢ οὐχ ὑφίστησιν· εἰ μὲν γὰρ οὐχ ὑφίστησι, δύο ἔσται τὰ πρῶτα, τὸ ἓν καὶ ἡ ἐνέργεια τοῦ ἑνὸς, διαφέροντα ἀλλήλων· εἰ δὲ ὑφίστησιν, ἀνάγκη ταύτην ὑφιστάναι τὸ ἓν πρὸ ἐνεργείας, ἢ ἐπ’ ἄπειρον ἄνιμεν ἐνέργειαν πρὸ ἐνεργείας τιθέντες, ὥστε ἀνάγκη τὸ ἓν πρὸ ἐνεργείας παράγειν αὐτὴν τὴν ἐνέργειαν. Εἰ δὲ τοῦτο, θαυμαστὸν οὐδὲν εἰ καὶ τὸ πάντων αἴτιον οὕτως εἴη πρὸ πάσης ἐνεργείας, εἰ μὴ ἄρα τὸ πρὸ πάσης ἐνεργείας τὸ πρῶτον ἀπ’ αὐτοῦ παραχθὲν ἐνέργειαν αὐτοῦ τις ἐθέλει καλεῖν, πολλαχοῦ καὶ ἐπὶ τῶν τῇδε πραγμάτων τὰ ἀποτελέσματα καλούντων ἡμῶν ἐνεργείας τῶν ἀποτελεσάντων αὐτά. Καὶ εἰ τοῦτο λέγει τις, δῆλον ὅτι οὐκ ἐν αὐτῷ ἡ ἐνέργεια, ἀλλὰ μετ’ αὐτὸν, ὥστε τὸ ἓν οὐ δεηθὲν ἐνεργείας ὑπέστησεν ὃ πρῶτον ὑπέστησεν· ὡς δὲ πρῶτον, οὕτω καὶ πᾶν ὑπέστησε· πάντα ἄρα μὴ ἐνεργῆσαν ὑπέστησεν. Εἰ δ’ αὐτὸ τοῦτο λέγοντες, ὑπέστησε καὶ παρήγαγεν, ἐνεργείας ὀνόματα λέγομεν, οὐδὲ τοῦτο χρὴ θαυμάζειν· ἀπὸ γὰρ τῶν ὄντων αὐτῷ τὰ ὀνόματα προσάγομεν, ὀνόμασιν ἐνεργητικοῖς τὴν ἀνενέργητον ἀπ’ ἐκείνου τῶν πάντων σημαίνοντες ἔκφανσιν. |
| in Prm 1169 [10] | Καί μοι δοκεῖ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης διὰ ταῦτα τὸ καθ’ ἑαυτὸ πρῶτον ἀπλήθυντον φυλάττων τελικὸν αἴτιον τῶν πάντων ποιεῖν μόνον, ἵνα μὴ, ποιοῦν πάντα διδοὺς, ἀναγκασθῇ δοῦναι τὴν πρὸς τὰ μετ’ αὐτὸ ἐνέργειαν αὐτῷ· εἰ γὰρ μόνον τελικόν ἐστι, πάντα μὲν πρὸς αὐτὸ ἐνεργεῖ, αὐτὸ δὲ πρὸς οὐδέν. Ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατο ν . — Φαμὲν γά ρ . — Οὐ δ ’ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστ ι . — Τί δ ή ; — Ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴ η , ἐν ᾧ τῷ αὐτῷ ἐστ ι . — Πάνυ μὲν οὖ ν . — Ἀλ λ ’ οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἓν εἶνα ι . — Οὐ γὰρ οὖ ν . — Οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτ ῷ . — Οὐκ ἔοικε ν . — Ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔ θ ’ ἡσυχίαν ἄγει οὔ θ ’ ἕστηκε ν . — Οὐ γὰρ οἷόν τ ε . — Τὸ ἓν ἄρ α , ὡς ἔοικε ν , οὔ θ ’ ἕστηκεν οὔτε κινεῖτα ι . — Οὔκουν δὴ φαίνεταί γ ε . (P. 139 A.) Τὸ προκείμενον ἦν δεῖξαι ἐξ ἀρχῆς τὸ ἓν στάσεως καὶ κινήσεως ἀπροσδεὲς καὶ ἐπέκεινα ἀμφοῖν καὶ αἴτιον αὐτῶν. Οὐ γὰρ οὕτως ἐπ’ αὐτοῦ τὸ μήτε ἑστάναι μήτε κινεῖσθαι ὡς ἐπὶ τῆς ὕλης, μετέχει γὰρ αὐτῶν ἄχρι δοκήσεως ψιλῆς ἡ ὕλη πάντων, ἀλλ’ ὡς κρεῖττον ἀμφοῖν καὶ ὡς δι’ αὐτὸ καὶ τούτων ἐν τοῖς οὖσι διαφανέντων γενῶν. Διότι γὰρ, ὥς τις ἔφη καὶ τῶν πρὸ ἡμῶν, οὐχ ἕστηκε τὸ ἓν, κεκίνηται τὸ ὂν, καὶ διότι οὐ κινεῖται, ἕστηκε· μιμεῖται γὰρ τῷ μὲν ἑαυτοῦ στασίμῳ τὸ ἐκείνου ἀκίνητον, τῷ δὲ ἑαυτοῦ δραστηρίῳ τὸ ἐκείνου ὑπὲρ τὴν στάσιν καὶ τὴν ἕδραν τὴν ἐν αὑτῷ, καὶ δι’ ἀμφοτέρων ὁμοιοῦται πρὸς τὸ ἓν οὐδέτερον ὄν. Τὸ μὲν οὖν προκείμενον τοιοῦτόν ἐστι· διελὼν δὲ ὁ λόγος τὰ προβλήματα πρῶτον ἔδειξεν ὅτι οὐ κινεῖται τὸ ἓν διὰ τῶν προειρημένων συλλογισμῶν· ἔπειτα αὖθις ἐπιδείκνυσιν ὅτι οὐδὲ ἕστηκε διὰ τούτων τῶν νῦν προκειμένων τοιόνδε τινὰ τρόπον· πᾶν τὸ ἑστὼς ἐν τῷ αὐτῷ βούλεται εἶναι, καθάπερ δὴ καὶ τὸ κινούμενον ἐν διαφόροις εἴδεσίν ἐστιν ἢ τόποις· πᾶν δὲ τὸ ἐν αὐτῷ ὂν ἔν τινι ἐστί· διὰ τοῦτο δῆλον ὅτι ἐν ᾧ ὂν ἐν τῷ αὐτῷ ἐστι· πᾶν ἄρα τὸ ἑστὼς ἔν τινι ἑστώς· τὸ μὲν γὰρ ζωτικῶς ἑστὼς ἐν ἑαυτῷ ἐστι, τὸ δὲ σωματικῶς ἐν ἄλλῳ. |
| in Prm 1170 [40] | Καὶ τὸ ἐν αὑτῷ γε καὶ τὸ ἐν ἄλλῳ πάντως οὐ διαφεύγει τὸ ἔν τινι εἶναι· εἰ δὲ πᾶν τὸ ἑστὼς ἔν τινί ἐστι, τὸ ἔν τινι μὴ ὂν οὐχ ἕστηκε κατὰ τὴν σὺν ἀντιθέσει τῆς προτάσεως ἀντιστροφήν. Εἰ τοίνυν τὸ ἓν μὴ ἔστιν ἔν τινι, καθάπερ δέδεικται πρότερον, τὸ δὲ μὴ ὂν ἔν τινι οὐχ ἕστηκε, δῆλον δήπουθεν ὅτι τὸ ἓν οὐχ ἕστηκεν· ὃ συμπερασμὸν τελευταῖον ἐπήγαγε διὰ μὲν τοῦ καὶ εἶναί γέ φαμεν αὐτὸ ἔν τινι ἀδύνατο ν, τὴν ἐλάσσονα πρότασιν λαβὼν, ὅτι τὸ ἓν οὐκ ἔστιν ἔν τινι, διὰ δὲ τοῦ ὅτι οὐδέποτε ἄρα ἐν τῷ αὐτῷ ἔστ ι, τὴν μείζονα. Μᾶλλον δὲ τὸ συμπέρασμα τὸ ἐξ ἀμφοῖν· ἡ γὰρ μείζων ἦν ὅτι τὸ μὴ ἔν τινι ὂν οὐδὲ ἐν τῷ αὐτῷ ἐστιν, ὃ κατεσκεύασεν ἑξῆς, εἰπόντος τοῦ προσδιαλεγομένου, τί δ ή; καὶ ἐπιζητήσαντος αὐτῷ δειχθῆναι καὶ τὴν μείζονα πρότασιν, ἣν καὶ ἐπιδείξας ὁ Παρμενίδης ἐπήγαγεν, οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτ ῷ, οὐδὲν διαφέρον τοῦ οὐ δ ’ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστι ν, ὅ τι μετὰ τὴν ὑπόμνησιν εἴληπται τῶν προτάσεων ἀμφοτέρως· ἵν’ ᾖ τοιοῦτος ὁ λόγος, τὸ ἓν οὐκ ἔστιν ἔν τινι, τὸ μὴ ὂν ἔν τινι οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν· ἔπειτα δεύτερος λόγος τοιοῦτος, τὸ ἓν οὐδέποτε ἐν τῷ αὐτῷ ἐστι, τὸ μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὐχ ἕστηκε, τὸ ἄρα ἓν οὐχ ἕστηκεν. Ὁ δὲ προσέθηκεν, οὔ θ ’ ἡσυχίαν ἄγε ι· δοκεῖ γὰρ ἑστάναι μὲν καὶ τὸ ἐν ἄλλῳ ἱδρυμένον, ἡσυχίαν δὲ ἄγειν τὸ ἐν ἑαυτῷ μένειν δυνάμενον. |
| in Prm 1171 [10] | Ἀμφότερα δὲ ἀπέφησε τοῦ ἑνὸς, ὡς μήτε ἐν ἄλλῳ ὄντος, καθάπερ δέδεικται πρότερον, [μήτε ἐν ἑαυτῷ]. Εἴτε οὖν γαλήνη τίς ἐστιν ὑμνουμένη νοερὰ παρὰ τοῖς σοφοῖς, εἴτε ὅρμος μυστικὸς, εἴτε σιγὴ πατρικὴ, δῆλον ὡς ἁπάντων τῶν τοιούτων ἐξῄρηται τὸ ἓν, ἐπέκεινα ὂν καὶ ἐνεργείας καὶ σιγῆς καὶ ἡσυχίας καὶ πάντων ὁμοῦ τῶν ἐν τοῖς οὖσιν ἀνυμνουμένων στασίμων συνθημάτων. Διὰ τούτων μὲν οὖν ἐπέδειξεν ὅτι οὐδὲ ἕστηκε τὸ ἕν· κοινὸν δέ ἐστιν ἐπὶ τούτοις πᾶσι, καὶ τοῖς πρότερον ἐπήγαγε συμπέρασμα, τὸ μήτε κινεῖσθαι τὸ ἓν μήτε ἑστάναι, πρὸς τὴν ἐξ ἀρχῆς εἰρημένην πρότασιν τοῦ παντὸς τούτου λόγου τέλος ἐπενεγκών. Ἴσως δ’ ἄν τις ἀπορήσειε πρὸς ἡμᾶς λέγων, τὸ μὲν μήτε κινεῖσθαι τὸ ἓν μήτε ἑστάναι ἱκανῶς εἴρηται· τίς γὰρ ἀντιφθέγξασθαι δύναιτο ἂν τοῖς εἰρημένοις λόγοις; στάσιν δὲ οὐδὲν κωλύει λέγειν αὐτὸ ἢ κίνησιν. Πρὸς δὲ ταύτην λεκτέον ἡμῖν τὴν ζήτησιν τὸν ἔμπροσθεν εἰρημένον πολλάκις κοινὸν περὶ τούτων κανόνα ὄντα τοιοῦτον, ὅτι δυοῖν ἀντικειμένοιν ὁπωσοῦν ὄντοιν, οὔτε συναμφότερόν ἐστι τὸ ἓν, ἵνα μὴ γένηται οὐχ ἓν καὶ πρὸ αὐτοῦ τὸ τὰ ἀντικείμενα μίξαν· οὔτε τὸ κρεῖττον μόνον τοῖν ἀντικειμένοιν, ἵνα μὴ ἔχῃ τι μαχόμενον καὶ ᾖ ἐκεῖνο οὐχ ἓν, καὶ μὴ ἓν ὂν ἐξ ἀπειράκις ἀπείρων ᾖ διὰ τὴν τοῦ ἑνὸς στέρησιν· οὔτε τὸ χεῖρον, ἵνα μὴ ἔχῃ κρεῖττον καὶ τὸ κρεῖττον καθ’ αὑτὸ πάλιν ἐξ ἀπειράκις ἀπείρων. Ῥητέον δὲ καὶ ὅτι ἡ πρώτη στάσις καὶ ἡ πρώτη κίνησις ἀφ’ ἑαυτῶν ἄρχονται, καὶ ἡ μὲν ἔστιν ἑστῶσα, ἡ δὲ κινουμένη, ὥσπερ καὶ ἕκαστον τῶν ὄντων. Ὁ αὐτὸς οὖν λόγος καὶ ὅτι οὐ κινεῖται τὸ ἓν καὶ ὅτι ἡ αὐτοκίνησις οὐκ ἔστι, καὶ ὅτι οὐχ ἕστηκε τὸ ἓν καὶ ὅτι στάσις οὐκ ἔστι· καὶ γὰρ ἡ στάσις ἕστηκεν, οὐχ ὡς ἄλλης τινὸς μετέχουσα στάσεως, ἀλλ’ ὡς ἑαυτῆς οὖσα καὶ ἀφ’ ἑαυτῆς ἀρχομένη τῆς μονίμου δυνάμεως. Ἡ μὲν γὰρ ἐν ἄλλῳ οὐ στάσις αὕτη οὐχ ἕστηκεν, ὥσπερ οὐδὲ ἡ κίνησις κινεῖται, ἡ δὲ ἐν ἑαυτῇ οὖσα ἕστηκεν, ὥσπερ δὴ καὶ ἡ κίνησις κινεῖται· καὶ πῶς γὰρ οὐκ ἔμελλε κρείττων οὖσα ἑκατέρα τῆς ἐν ἄλλοις οὔσης ἑαυτῆς εἶναι καὶ εἰς ἑαυτὴν ἐνεργεῖν; Καὶ πρὸ κινήσεως ἄρα τὸ ἓν καὶ πρὸ κινουμένου παντὸς, καὶ πρὸ στάσεως καὶ πρὸ ἑστῶτος παντὸς, ὥστε οὐδὲ, εἴ τις αὐτὸ λέγει τῶν μὲν ἑστώτων ἑδραιότατον, τῶν δὲ κινουμένων ἐνεργότατον, ἀποδεξόμεθα τὸν τοιόνδε λόγον· αἱ γὰρ ὑπερβολαὶ τῶν μεθέξεων οὐκ ἀφαιροῦσι τὰς μεθέξεις, ἀλλὰ κρατύνουσιν. |
| in Prm 1172 [5] | Εἰ οὖν μήδ’ ὅλως ἕστηκεν, οὐκ ἔστιν ἑδραιότατον· ἢ γὰρ ὄνομα μόνον ἐστὶ τὸ ἑδραιότατον καὶ οὐδὲν λέγει περὶ τοῦ ἑνὸς, ἢ, εἰ τὸ στασιμώτατον δηλοῖ, δίδωσιν ἑστάναι μᾶλλον τὸ μήδ’ ὅλως ἑστώς. Καὶ εἰ μήδ’ ὅλως κινεῖται, οὐκ ἔστιν ἐνεργότατον· εἰ μὲν γὰρ μηδὲν δηλοῖ τὸ ἐνεργότατον, οὐδὲν λέγει περὶ τοῦ ἑνός· εἰ δὲ τὸ κινήσεως μάλιστα μετέχον, οὐκ ἂν εἴη ἐνεργότατον· καὶ γὰρ ἡ ἐνέργεια κίνησίς τίς ἐστι κατὰ Πλάτωνα, εἰ καὶ κατ’ ἄλλους ἡ ἐνέργεια διαφέρει κινήσεως. Δέδεικται δὲ ἡμῖν ἔμπροσθεν ὅτι καὶ πρὸ ἐνεργείας ἐστὶ πάσης τὸ ἓν, οὔτε δι’ ἑαυτὸ οὔτε διὰ τὰ παραγόμενα δεόμενον ἐνεργείας. Οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔστα ι , οὐ δ ’ αὖ ἕτερον οὔτε ἑαυτοῦ οὔτε ἑτέρου ἂν εἴ η . — Τί δ ή; (P. 139 B.) Πᾶσιν ἐπέρχεται τοῖς ἐν Σοφιστῇ μὲν καλουμένοις τοῦ ὄντος γένεσιν, ἐνταῦθα δὲ συνθήμασι θείων καὶ νοερῶν τάξεων, καὶ δείκνυσιν ὅπως τὸ ἓν αἴτιον μὲν αὐτό ἐστι ταῖς καλουμέναις ὑπεραποφάσεσιν, οὐδενὸς δὲ μετείληχεν οὐδὲ ἔστι τι αὐτῶν, ἵνα διὰ τῆς τούτων πάντων ἀναιρέσεως δείξῃ τὸ ἓν ἐπέκεινα ἁπάσης ἱδρυμένον τῆς νοερᾶς διακοσμήσεως. Τοῦτο γὰρ δὴ τὸ ταὐτὸν καὶ ἕτερον ἑαυτῷ καὶ τοῖς ἄλλοις φανήσεται πάντα τὸν δημιουργικὸν ἡμῖν χαρακτηρίζον διάκοσμον, ὥσπερ τὰ πρὸ τούτου τὸν ζωογονικὸν, καὶ τὰ πρὸ τούτου τὸν ἀκρότατον ἐν τοῖς νοεροῖς· φανήσεται δ’ αὖ προσήκοντα μάλιστα τῇ δημιουργίᾳ ταῦτα κατά τε τὰς Πλατωνικὰς περὶ αὐτῆς ὑφηγήσεις, καὶ τὰς τῶν ἄλλων θεολόγων. |
| in Prm 1173 [35] | Καίτοι γε ἀποροῦσί τινες, φιλοσόφως μόνον ταῦτα λαμβάνοντες, τὴν κίνησιν, τὴν στάσιν, τὸ ταὐτὸν, τὸ ἕτερον, καὶ οὐχ ὁρῶντες ὅτι περὶ τὸ ἓν ταῦτα θεωρεῖται πρότερον, ἀλλ’ οὐ περὶ τὸ ὂν, καὶ ὅτι, ὥσπερ ἀριθμὸς διττὸς κατὰ ταὐτὸν ὑπερούσιός τε καὶ οὐσιώδης, οὕτω καὶ ἕκαστον τούτων πρώτως ὑπάρχει ταῖς ἑνάσιν, ἔπειτα τοῖς οὖσι, καὶ ὡς τάξεων αὐτῶν ἐστι ταῦτα συνθήματα θείων καὶ διακόσμων αὐτοτελῶν, ἀλλ’ οὐχὶ μόνον γένη τοῦ ὄντος ἢ εἴδη· πῶς γὰρ καὶ δυνατὸν ἦν, περιληπτῶν ὄντων τῶν εἰδῶν, τάδε μόνον ἀποφῆσαι τοῦ ἑνὸς, ἀλλ’ οὐχὶ πάντα; πῶς δὲ πᾶσιν ἐπεξῆλθε τοῖς εἴδεσιν; Ἀλλ’ οὖν, ὅπερ ἔλεγον, γένη τοῦ ὄντος ταῦτά τινες εἰπόντες τὰ γένη τοῦ ὄντος εἶναι· πάντων γὰρ εἶναι γένη καὶ διὰ πάντων πεφοιτηκέναι τῶν ὁπωσοῦν ὄντων, καὶ τὸ πρώτως ὂν ὅ τί ποτέ ἐστι πάντων εἶναι τῶν γενῶν τούτων περιεκτικόν· καθόσον μὲν ἀπὸ τοῦ ὑπερουσίου προελήλυθεν οὐσία γεγονὸς, καθόσον δὲ ὡμοίωται πρὸς τὸ παράγον, ταυτότητος ἀντὶ τῆς ἑνώσεως τυχὸν, καθόσον δὲ ἐξήλλακται τοῦ ἑνὸς, οὐχ ἑνὸς ὂν ἑτερότης· ὅπου γὰρ ταυτότης, ἐκεῖ καὶ ἑτερότης, διὰ τὴν ἐν τῷ αὐτῷ ταὐτῷ τῆς ἑνότητος ὕφεσιν καὶ τῆς διακρίσεως ἀναφανείσης· καθόσον δὲ πρόεισιν ὅλως εἰς κίνησιν καταστὰν, καθόσον δὲ ἐνίδρυται τῷ ἑνὶ καὶ προελθὸν στάσεως μετασχόν. Ὅλως γὰρ αἱ μὲν πρόοδοι, φασὶ, κινήσεώς εἰσιν αἰτίαι τῷ ὄντι καὶ ἑτερότητος, αἱ δὲ ἐπιστροφαὶ ταυτότητος καὶ στάσεως. |
| in Prm 1174 [5] | Οἱ δὲ ἐν τοῖς νοεροῖς εἶναι γένη ταῦτα διατεινόμενοι· μὴ γὰρ ἂν εὐθὺς ἀπὸ τοῦ ἑνὸς ὑποστῆναι τοσοῦτον ἀριθμόν· ἀνάγκη οὖν, ὥσπερ καὶ δι’ ἄλλων ὑπομέμνησται πολλάκις, ἀπὸ τοῦ ἑνὸς τὸ προσεχῶς ἀναφαινόμενον πλῆθος συγγενέστατον εἶναι πρὸς τὸ ἓν, τῷ μὲν ποσῷ συνῃρημένον, τῇ δὲ δυνάμει ἀπερίληπτον, ἵνα διὰ μὲν τῆς τοῦ ποσοῦ συναιρέσεως μιμῆται τὸ ἄποσον τοῦ ἑνὸς, τῷ δὲ ἀπεριλήπτῳ τῆς δυνάμεως τὸ πρὸ δυνάμεως ἄπειρον· ἡ δὲ πεμπὰς πόῤῥω τοῦ ἑνὸς καὶ τὸν πρῶτον διάκοσμον τῶν ἀριθμῶν ἐκβέβηκε, λέγω δὴ τόν γε τριαδικόν· ἀλλ’ οὖν ὁ Πλάτων τὸ ἀκρότατον τῶν ὄντων ἓν ὂν προσηγόρευσεν ὡς μονάδα τοῦ ὄντος· οἱ δὲ θεολόγοι μονάδας ἀνυμνοῦσι καὶ τριάδας νοητὰς, ἀλλ’ οὐ πεμπάδας οὐδὲ ἄλλους ἀριθμούς· οὐκ ἄρα μετὰ τὸ ἓν εὐθὺς τὰ γένη τοῦ ὄντος. Οὗτοι μὲν οὖν διαποροῦντες τοιαῦτα λέγουσιν. Εἰ δὲ δεῖ καὶ διαιτῆσαι τοῖς λόγοις τῶν οὕτω κλεινοτάτων καὶ θείων ἀνδρῶν, καὶ ταῦτα τῶν προκειμένων ἔξω τῆς τοιαύτης οὔσης ἐν τῷ παρόντι ζητήσεως καὶ ἐν ἄλλοις ἡμῖν διὰ πλειόνων ἐξετασθείσης ἀπὸ τῆς τοῦ καθηγεμόνος ἡμῶν ὑφηγήσεως, ἰστέον καὶ τούτου τὴν κρίσιν ἀξιοῦσαν ἀμφοτέρους λέγειν ὀρθῶς, καὶ τοὺς πανταχοῦ τὰ γένη τιθεμένους, καὶ τοὺς μετὰ τὸ ἓν οὐ προσιεμένους τοῦτον τετάχθαι τὸν ἀριθμόν· εἶναι μὲν γὰρ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς νοεροῖς τὰ γένη κατὰ τὴν αὑτῶν τάξιν, ἀλλὰ ἄλλως μὲν ἐν τοῖς πρώτοις, ἄλλως δὲ ἐν τοῖς δευτέροις, ὅπου μὲν νοητῶς, ὅπου δὲ νοερῶς. Τοῦτο μὲν ταὐτὸν τῷ ὅπου μὲν ἑνοειδῶς καὶ ἀδιακρίτως, ὅπου δὲ διακεκριμένως ἰδίᾳ κατὰ τὸν αὐτὸν ἀριθμὸν, ὥστ’ οὐκ ἂν θαυμάσαιο εἰ ἡ μονὰς ἡ νοητὴ περιέχει τὴν νοερὰν πεμπάδα πᾶσαν ἀδιαιρέτως καὶ ἑνοειδῶς, ὅπου διὰ τὴν ἕνωσιν καὶ ἡ στάσις τρόπον τινὰ καὶ ἡ κίνησις ἓν καὶ ἡ ταυτότης καὶ ἡ ἑτερότης, ἀδιακρίτων πάντων ὄντων κατὰ σκοτόεσσαν ὁμίχλην, φησὶν ὁ θεολόγος. |
| in Prm 1175 [40] | Ὅπου γὰρ καὶ ἡ τῶν μοναδικῶν ἀριθμῶν αἰτία μονὰς πάντας ἀποδείκνυται περιέχουσα τοὺς λόγους οὓς δεκαδικῶς μὲν ἡ δεκὰς περιείληφε, τετραδικῶς δὲ ἡ τετρὰς, τί δεῖ θαυμάζειν εἰ καὶ ἐπὶ τῶν ὄντων μοναδικῶς μὲν ἡ νοητὴ μονὰς περιέχει πάντα τὰ γένη καὶ ἀδιακρίτως, δυαδικῶς δὲ ἄλλη τις τάξις, καὶ ἄλλη τετραδικῶς, ἐπεὶ καὶ τὰς ἰδέας εἶναι καὶ ἐν τοῖς νοητοῖς, ὅμως οὐ τὸν αὐτὸν τρόπον αὐτὰς ὅνπερ ἐν τοῖς νοεροῖς ὑφεστάναι λέγομεν ὁλικῶς, ἡνωμένως, πατρικῶς, ἐνταῦθα δὲ διῃρημένως, μερικῶς, δημιουργικῶς, ἀνάγκη δὲ πανταχοῦ τὸν τῶν ἰδεῶν ἀριθμὸν ἐξηρτῆσθαι τῶν τοῦ ὄντος γενῶν; Εἴπερ οὖν αἱ νοεραὶ ἰδέαι μετέχουσι τῶν νοερῶν εἰδῶν, δηλονότι καὶ αἱ νοηταὶ μεθέξουσι τῶν νοητῶν. Εἰ δὴ κατὰ τὸ πέρας τῶν νοητῶν αἱ πρώτισται τῶν ἰδεῶν τέτταρες, δεῖ πρὸ τῆς εἰδητικῆς τετράδος εἶναι μοναδικὴν ὑπόστασιν τῶν γενῶν· οὕτω γὰρ καὶ ἐν τοῖς νοεροῖς πρὸ τῆς δεκαδικῆς ὑπάρξεως τῶν ἰδεῶν ἡ πεμπαδικὴ τῶν γενῶν ἐστιν αἰτία. Περὶ μὲν οὖν τῶν γενῶν τοῦ ὄντος καὶ αὖθις πλείονα ποιησόμεθα λόγον· νῦν δὲ, εἰ βούλει, τὴν τάξιν κατίδωμεν, δι’ ἣν πρότερον μὲν κίνησιν καὶ στάσιν ἀφεῖλε τοῦ ἑνὸς, ὕστερον δὲ ταὐτὸν καὶ θάτερον. Εἴρηται μὲν οὖν μοι καὶ πρότερον τὸ αἴτιον, ἡνίκα τὴν κίνησιν ἔλεγον διττὴν εἶναι καὶ τὴν στάσιν, καὶ τὰς μὲν πρὸ ταὐτοῦ καὶ ἑτέρου, καθ’ ἃς ἕκαστα πρόεισι καὶ ἐπιστρέφεται πρὸς τὰ αἴτια αὑτῶν, τὰς δὲ μετὰ τὸ ταὐτὸν καὶ ἕτερον ἐν ταῖς ἐνεργείαις ὁρωμένας τῶν ὄντων. Λεγέσθω δὲ καὶ νῦν ἕτερον τρόπον, ἀπὸ τῶν προβλημάτων ἡμῶν ποιουμένων τὴν ἐπιβολὴν τῆς προειρημένης μεθόδου. |
| in Prm 1176 [40] | Ἀποφάσκει κατὰ τὴν πρώτην ὑπόθεσιν τοῦ ἑνός· ἀλλὰ τὰ μὲν ἔμπροσθέν που διειλόμεθα αὐτοῦ πρὸς ἑαυτὸ, τὰ δὲ αὐτοῦ πρὸς ἑαυτὸ καὶ τὰ ἄλλα, τὰ δὲ αὐτοῦ πρὸς τὰ ἄλλα μόνως· τὸ μὲν γὰρ πλῆθος καὶ τὸ ὅλον καὶ τὸ σχῆμα καὶ τὸ ἔν τινι καὶ τὴν κίνησιν καὶ τὴν στάσιν αὐτοῦ πρὸς ἑαυτὸ τοῦ ἑνὸς ἀναιρεῖ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον καὶ ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον καὶ πρεσβύτερον καὶ νεώτερον αὐτοῦ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα. Ταὐτὸν γὰρ οὔτε ἑαυτῷ ἐστι τὸ ἓν οὔτε τοῖς ἄλλοις, καὶ ἕτερον ὁμοίως καὶ τῶν λοιπῶν ἕκαστον· τὸ δὲ δοξαστὸν ἢ ἐπιστητὸν ἢ ὀνομαστὸν ἢ ῥητὸν αὐτοῦ πρὸς τὰ ἄλλα· πᾶσι γάρ ἐστι τοῖς δευτέροις ταύταις ταῖς γνωστικαῖς ἐνεργείαις ἄγνωστον. Τριχῶς οὖν τῶν ἀποφάσεων λαμβανομένων, τῶν μὲν αὐτοῦ πρὸς ἑαυτὸ, τῶν δὲ αὐτοῦ πρός τε ἑαυτὸ καὶ τὰ ἄλλα, τῶν δὲ πρὸς τὰ ἄλλα μόνως, καὶ τῶν μὲν πρώτων, τῶν δὲ μέσων, τῶν δὲ τελευταίων, ἡ κίνησις καὶ ἡ στάσις ἀποφάσκεται τοῦ ἑνὸς ὡς αὐτοῦ πρὸς ἑαυτὸ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον διχῶς αὐτοῦ τε πρὸς ἑαυτὸ καὶ αὐτοῦ πρὸς τὰ ἄλλα, διόπερ ἐκεῖναι μὲν συντάττονται ταῖς πρώταις ἀποφάσεσιν, αὗται δὲ ταῖς μέσαις, καὶ οὐκ ἀπεικότως· περὶ ἐκείνων μὲν πρότερον πεποίηται τὸν λόγον, περὶ τούτων δὲ ὕστερον. Οὕτω δὲ καὶ τὸ ὅμοιον ἀποφήσει καὶ τὸ ἀνόμοιον καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ πρεσβύτερον καὶ τὸ νεώτερον αὐτοῦ τε πρὸς ἑαυτὸ καὶ αὐτοῦ πρὸς τὰ ἄλλα, τούτων πάντων ἀποφάσκων διὰ τούτων καὶ, ὥς φασιν, ἀφαιρῶν τοῦ ἑνὸς τὴν οὐσίαν, τὸ ποιὸν, τὸ ποσὸν, τὸ ποτέ· τούτοις γὰρ ὑπάρχει ταῦτα, τὸ μὲν ταὐτὸν καὶ ἕτερον ταῖς οὐσίαις, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον τοῖς ποιοῖς, τὸ δὲ ἴσον καὶ ἄνισον τοῖς ποσοῖς, τὸ δὲ πρεσβύτερον καὶ νεώτερον τοῖς ποτε οὖσι Σκόπει δὲ ὅπως καὶ ταῦτα, τὸ ταὐτὸν λέγω καὶ τὸ ἕτερον, ἀποφάσκει τοῦ ἑνὸς, εἰδὼς ἐν τῷ ἑνὶ ὄντι τὸν ἐν τοῖς ποιήμασιν αὐτὰ Παρμενίδην εἶναι θέμενον. |
| in Prm 1177 [40] | Λέγει γοῦν ἐκεῖνος· Ταὐτὸν δ’ ἐν ταὐτῷ μίμνει, καθ’ ἑαυτό τε κεῖται . Δεῖ δὴ οὖν τὸ αὐτὸ ἓν ὑπεριδρυμένον τοῦ ἑνὸς ὄντος δειχθῆναι μηδαμῶς ὂν ταὐτὸν, μηδὲ πολλῷ πλέον ἕτερον· συγγενέστερον γὰρ τῷ ἑνὶ τὸ ταὐτόν. Ἀλλ’ οὖν καὶ τοῦτο καὶ τὸ ἕτερον ἀφαιρεῖ τοῦ ἑνὸς, ἵν’ ἐπιδειχθῇ τοῦ ἑνὸς ὄντος ἐκβεβηκὸς, ἐν ᾧ τὸ ταὐτὸν ἦν κατὰ τὸν ἐν τοῖς ἔπεσι Παρμενίδην, καὶ ἕτερον οὐκ ἐκείνων ἐλεγχομένων, ἀλλὰ τούτων προστιθεμένων, καὶ διὰ τὴν ἐκείνων παραδοχήν. Εἰ γὰρ τὸ μετέχον ταυτότητος καὶ ἑτερότητος οὔπω ἓν ὡς ἀληθῶς ἐστιν, ἀνάγκη τὸ ὡς ἀληθῶς ἓν πρὸ τούτων ὑπάρχειν τούτων καθαρεῦον, ἢ μετέχον καὶ αὐτὸ τούτων οὐκ ἔσται μόνως ἓν, ἀνάπλεον ὂν τῶν ἀλλοτρίων τοῦ ἑνός. Ὃ γὰρ ἂν τῷ ἑνὶ προσθῇς, διὰ τῆς προσθήκης ἀφανίζει τὴν ἑνότητα τοῦ προσλαβόντος ἀναινομένην τὸ ἀλλότριον πᾶν. Ἕτερον μέν που ἑαυτοῦ ὂν τοῦ ἑνὸς ἕτερον ἂν εἴ η , καὶ οὐκ ἂν εἴη ἕ ν . — Ἀληθ ῆ. (P. 139 B.) Τεττάρων ὄντων περὶ τὸ ταὐτὸν καὶ ἕτερον ἀποφατικῶν προβλημάτων τοῦ ἑνὸς, ἀπὸ τῶν προτέρων τοῦ ἑνὸς καὶ ἡμῖν εὐληπτοτέρων ἀρχόμενος οὕτω πρόεισι διὰ τῶν λοιπῶν. Ἔστι δὲ τὰ τέτταρα προβλήματα ταῦτα, τὸ ἓν οὐκ ἔστιν ἑαυτοῦ ἕτερον, τὸ ἓν οὐκ ἔστι τῶν ἄλλων ἕτερον, τὸ ἓν οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν, τὸ ἓν οὐκ ἔστι τοῖς ἄλλοις ταὐτόν. Τούτων δὲ σαφέστατα μέν εἰσι τὰ ἄκρα· καὶ γὰρ ὅτι ταὐτὸν τοῖς ἄλλοις οὐκ ἔστι, δῆλον, καὶ ὅτι ἕτερον ἑαυτοῦ οὐκ ἔστι· τὰ δὲ λοιπὰ δύο δυσμεταχείριστα· πῶς γὰρ ἄν τις παραδέξαιτο ὅτι οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν ὅ γε ἕν ἐστιν, ἢ πῶς ἂν πεισθείη τις ὅτι οὐκ ἔστιν ἕτερον τῶν ἄλλων ὅ γε ἐξῄρηται αὐτῶν; Ἀπὸ τῶν σαφεστάτων οὖν ὁ Παρμενίδης ἀρχόμενος δείκνυσι πρῶτον ὡς οὔτε ἑαυτοῦ ἕτερον οὔτε τοῖς ἄλλοις ταὐτόν ἐστι τὸ ἕν. |
| in Prm 1178 [40] | Αὐτοῖν δὲ τούτοιν γνωριμώτερον ὂν, ὅτι οὐχ ἑαυτοῦ ἕτερον τὸ ἓν, πρότερον διὰ τῆς ἀποδείξεως βεβαιοῖ. Καὶ γάρ ἐστιν, ὡς ἔφην, τὸ ταὐτὸν ἐγγυτέρω τοῦ ἑνὸς, τὸ δὲ ἕτερον ποῤῥώτερον· τὸ δὲ ἐγγύτερον χαλεπώτερον ἀφαιρεῖν, ῥᾷον δὲ τὸ ποῤῥώτερον, ἅτε ἀπ’ αὐτοῦ μᾶλλον κεχωρισμένον. Ὅθεν δὴ καὶ οἱ διαλεκτικοὶ λέγειν εἰώθασιν ὅτι τὰς ἀνομοιότητας ἐν τοῖς συγγενέσι ζητεῖν χρὴ, τὰς δὲ ὁμοιότητας ἐν τοῖς διαφόροις, ἀλλ’ οὐκ ἀνάπαλιν, τὸν γυμνασόμενον. Ταῦτα μὲν οὖν εἴρηται τῆς τάξεως ἕνεκα τῶν προβλημάτων· πῶς δὲ αὐτὸ τοῦτο δείκνυται τῶν τεττάρων τὸ πρώτιστον ὅτι οὐχ ἕτερον ἑαυτοῦ τὸ ἓν, νῦν ἡμῖν ῥητέον ἔπειτα αὖθις, εἰ δυναίμεθα, περὶ ἑκάστου τῶν ἄλλων ἐροῦμεν. Δείκνυται μὲν οὖν τὸν τρόπον τοῦτον· εἰ τὸ ἓν ἑαυτοῦ ἕτερον, ἑνὸς ἂν εἴη πάντως ἕτερον· αὐτὸ γάρ ἐστιν ἓν, τὸ δὲ τοῦ ἑνὸς ἕτερον οὐχ ἕν· καὶ γὰρ τὸ ἀνθρώπου ἕτερον οὐκ ἄνθρωπος, καὶ τὸ ἵππου οὐχ ἵππος, καὶ ἁπλῶς τὸ ἑκάστου τινὸς οὐχ ἕκαστον· εἰ τὸ ἓν ἄρα ἑαυτοῦ ἕτερον, τὸ ἓν οὐχ ἕν ἐστιν. Ἀλλὰ μὴν ἄτοπον τοῦτο περιάγον ἡμᾶς εἰς ἀντίφασιν ὅτι τὸ ἓν οὐχ ἕν· οὐκ ἄρα ἕτερον ἑαυτοῦ τὸ ἕν. Ἀπορήσειε δ’ ἄν τις πρὸς τὴν ἀπόδειξιν ταύτην, μήποτε καὶ ἡ ἑτερότης οὕτως ἀποδειχθήσεται μὴ οὖσα ἕτερον ἑαυτῆς· καίτοι γε τοῦτο ἀναγκαῖον. Ἕκαστον γὰρ τῶν ὄντως ὄντων ἀφ’ ἑαυτοῦ τῆς ἐνεργείας ἄρχεται, καθάπερ εἴρηται πολλάκις, καὶ ὁ Ἐλεάτης μὲν ξένος καὶ τὴν θατέρου φύσιν ἔλεγε τῶν ἄλλων γενῶν ἕτερον οὖσαν κατὰ τοῦτο αὐτὴν εἶναι μὴ ὂν, ὡς τὴν κίνησιν καὶ τὴν στάσιν. Ἀλλ’ εἰ ἑαυτῆς ἕτερον ἡ ἑτερότης, ἔσται ἕτερον ἢ ἡ ἑτερότης, οὐκ ἔσται ἑτερότης, ὥσπερ καὶ τὸ ἓν οὐχ ἕν· οὐκ ἄρα ἑαυτῆς ἕτερον ἡ ἑτερότης. Μήποτε οὖν ἀφ’ ἑαυτῆς μὲν ἄρχεται τοῦ ἐνεργεῖν ἡ ἑτερότης καὶ ποιεῖ ἕτερον ἑαυτὴν, οὐχ ἑαυτῆς δὲ ἕτερον, ἀλλὰ τῶν ἄλλων· καὶ γὰρ ἐκεῖνα διακρίνειν ἀπ’ ἀλλήλων δύναται, καὶ ἑαυτὴν ἀπ’ ἐκείνων πολλῷ πρότερον, καὶ οὕτως εἰς ἑαυτὴν ἐνεργεῖ τῷ φυλάττειν ἑαυτὴν ἀσύγχυτον τοῖς ἄλλοις. |
| in Prm 1179 [10] | Εἰ δὲ ἔτι βούλει λέγειν ἀληθέστερον, καὶ ἡ ἑτερότης, καθόσον ἑαυτῆς ἕτερόν ἐστιν, οὐκ ἔστιν ἑτερότης· ἑαυτῆς γὰρ ἕτερον τῷ μετέχειν καὶ τῶν ἄλλων γενῶν· ταύτῃ οὖν οὐχ ἑτερότης, ᾗ τῶν ἄλλων μετείληχε· καὶ οὐδὲν ἄτοπον ἐπί γε τῆς ἑτερότητος, πλῆθος γάρ ἐστιν· ἐπὶ δὲ τοῦ ἑνὸς ἄτοπον· ἓν γάρ ἐστι μόνον, ἄλλο δὲ οὐδέν. Δεῖ δὲ τὴν ἀπόφασιν αὐτοῦ τινος ποιεῖσθαι καὶ μὴ ἄλλου, λέγω οἷον δὲ, εἴ τί ἐστιν ἀνθρώπου ἕτερον, τοῦτο λέγειν οὐκ ἄνθρωπον, καὶ εἴ τι λευκοῦ, τοῦτο οὐ λευκόν· οὐ μέντοι λέγειν, ἐπειδὴ ὁ Δίων τοῦ ἀνθρώπου ἕτερος, εἴπερ τὸ μὲν ἄτομον, τὸ δὲ εἶδος ὁ Δίων ἄνθρωπος οὐκ ἔστιν· αὐτὸ μὲν γὰρ τὸ εἶδος οὐκ ἔστιν, οὗ ἐλέγετο εἶναι ἕτερος· οὐ γάρ ἐστιν ὁ ἄνθρωπος· μετέχει δὲ τοῦ εἴδους, καὶ οὕτως ἐστὶν ἄνθρωπος, ὡς κατὰ μέθεξίν τις ἄνθρωπος ὤν. Καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴ η , αὐτὸ δ ’ οὐκ ἂν εἴ η · ὥστε οὐ δ ’ ἂν οὕτως εἴη ὅπερ ἐστὶ ν , ἓ ν , ἀλ λ ’ ἕτερον ἑνό ς . — Οὐδαμῶ ς. (P. 139 B.) Τοῦτό ἐστι τῶν τεττάρων τὸ δεύτερον εὐληπτότερον μὲν ὂν τῶν ἑξῆς, τοῦ δὲ πρὸς αὐτοῦ χαλεπώτερον. Θαῤῥεῖ δ’ οὖν καὶ τοῦτο τῷ μηδὲν εἰσδέχεσθαι τὸ ἓν ἀπὸ τῶν ἄλλων· τοῦτο γὰρ τὸ ἀξίωμα καὶ ἐπὶ τοῦ ἑνὸς καὶ ἐπὶ τῶν ἄλλων θείων αἰτίων ἐστὶ πάντων ἀληθέστατον. Οὔτε γὰρ ὁ οὐρανὸς εἰσδέχεταί τι τῆς θνητῆς δυσχερείας εἰς ἑαυτὸν, οὔτε ὁ δημιουργὸς ἀπὸ τῆς περὶ τὸν κόσμον ὅλον γενέσεως, οὔτε τὰ νοητὰ ἀπὸ τοῦ νοεροῦ πλήθους καὶ τῆς ἐν αὐτοῖς διαιρέσεως, ὥστε οὔτε τὸ ἓν ἀπὸ τῆς τῶν ὄντων ἰδιότητος ἀναπιμπλάναι δυνατόν. Οὐδαμῶς ἄρα τοῖς ἄλλοις ἔσται ταὐτόν· μετέχοι γὰρ ἂν αὐτῶν ᾗ μετέχοιτο ὑπ’ αὐτῶν, ἢ καὶ αὐτὸ καὶ ἐκεῖνα μετέχοι ἂν ἑνός τινος ἄλλου. Ἀλλ’ οὔτε ἑνὸς ἄμφω μετέχειν δυνατόν· κρεῖττον γὰρ οὐδέν ἐστι τοῦ ἑνὸς οὐδὲ μᾶλλον ἕν· ἦν γὰρ ἄν τι πρὸ τοῦ ἑνός· ἡ γὰρ ἄνοδος ἐπὶ τὸ ἓν, ἀλλ’ οὐκ ἐπὶ τὸ πλῆθος· ἑνικώτερα γὰρ ἀεὶ τὰ ἀνωτέρω, ψυχὴ μὲν σώματος· οὐδὲν γὰρ εἰσδέχεται ἀπ’ αὐτῶν χειρόνων ὄντων, οὔτε μετέχεται ὑπ’ αὐτῶν· ἐξῄρηται γὰρ ἁπάντων ὁμοῦ τῶν ὄντων καὶ ἄλλο ἐστὶ τὸ μεθεκτὸν ἓν, τὸ δὲ πρώτως ἓν καὶ τὸ ἐφετὸν πᾶσι τοῖς οὖσιν ἀμέθεκτον προϋπάρχει τῶν ὅλων, ἵνα μένῃ ἓν ἀπλήθυντον· τὸ γὰρ μετεχόμενον οὐ παντάπασίν ἐστιν ἕν. |
| in Prm 1180 [40] | Οὐδαμῶς ἄρα ταὐτόν ἐστιν τοῖς ἄλλοις τὸ ἕν. Καὶ οὕτω μὲν ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὑπομνήσεις ὡς ἔστιν ὁ λόγος ἀληθής· κατίδωμεν δὲ καὶ τὴν Παρμενίδειον ἀπόδειξιν τοιαύτην τινὰ οὖσαν· εἰ τὸ ἓν ἑτέρῳ τινὶ τῶν πάντων ταὐτόν ἐστιν, οὐχ ἑνὶ ὄντι ἔσται ταὐτόν· αὐτὸ γάρ ἐστι τὸ ἓν, καὶ ἅμα διὰ τούτων δῆλον ὅτι δύο εἶναι τὸ ὡς ἀληθῶς ἓν ἀμήχανον· δῆλον γὰρ ὅτι δύο ἂν εἴη διαφέροντα ἀλλήλων. Ἓν οὖν ἑκάτερον ὂν καὶ τοῦ ἑτέρου διαφέρον μετὰ τῆς διαφορᾶς οὐκέτ’ ἂν εἴη ἕν· ἓν ἄρα μόνως τὸ ἕν· τὸ οὖν ἕτερον αὑτοῦ ὂν οὐχ ἕν. Εἰ οὖν ἑτέρῳ ταὐτὸν τὸ ἓν, οὐχ ἑνὶ δήπου τούτῳ ταὐτόν ἐστι· καὶ γὰρ τὸ τῷ ἑνὶ ταὐτὸν ἕν ἐστι, καὶ τὸ τῷ οὐκ ἀνθρώπῳ ταὐτὸν οὐκ ἄνθρωπος, Εἰ ἄρα ἑτέρῳ παρ’ ἑαυτό τινι ταὐτὸν τὸ ἓν, οὐχ ἕν ἐστι τὸ ἕν· εἰ δὲ οὐχ ἓν, ἕτερον ἑνὸς, ὃ δέδεικται πρότερον ἄτοπον. Ἤρκει μὲν οὖν καὶ τὸ εἰς ἀντίφασιν τῷ διὰ τριῶν παράγειν τὸν λόγον εἰς τὸν τῆς ὑποθέσεως ἔλεγχον. Οὐ μὴν ἀλλὰ κἀκεῖνο προστίθησι, τὸ καὶ ἕτερον τοῦ ἑνὸς, ἵνα καὶ διὰ τοῦ προσεχῶς ἀτόπου δειχθέντος ἀποφαίνῃ σαθρὰν καὶ ταύτην τὴν ὑπόθεσιν. Οὕτω δ’ ἂν ἀποδείξειας καὶ τὴν ταυτότητα αὐτὴν ἔστιν ὅπη ταυτότητα μὴ οὖσαν, εἴπερ εἴη πως τῇ ἑτερότητι ταὐτὸν ἢ ἄλλῳ τινὶ τῶν ὄντων παρ’ ἑαυτήν· λεγέσθω γὰρ ὅτι ἡ ταυτότης ταὐτόν ἐστιν ἑτερότητι, καθόσον μετέχει τῆς ἑτερότητος. Εἰ οὖν τὸ ἑτερότητι ταὐτὸν ἕτερόν ἐστι καὶ οὐ ταὐτὸν, ἡ ἄρα ταυτότης ἕτερον καὶ οὐ ταὐτόν. |
| in Prm 1181 [40] | Καὶ οὐδέν γε ἄτοπόν ἐστι· τῇ μὲν γὰρ οὐσίᾳ τῇ ἑαυτῆς ταυτότης ἐστὶ, τῇ δὲ μετουσίᾳ τῇ ἐκείνης ἕτερον· γίγνεται δὲ ἐκείνη ταὐτὸν τῷ μετέχειν ἐκείνης· ὃ καὶ παραδοξότατόν ἐστι τὸ ἕτερον γενέσθαι τὸ πρὸς τὴν θατέρου γενόμενον φύσιν. Καὶ οὕτω δὴ ὁ λόγος ἠρωτημένος ἐπὶ τοῦ ἑνός ἐστιν ἀληθής. Διότι τὸ ἓν οὔτε γένος ἔχει τι πρὸ ἑαυτοῦ οὔτε εἶδος, τὰ μὲν πρὸ ἑαυτῶν ἔχοντα γένος ἢ εἶδος, οἷον ἄνθρωπος καὶ ἵππος ἢ Σωκράτης καὶ Ζήνων, ταὐτὰ ὄντα κατὰ τὸ γένος ἢ εἶδος, οὐκέτι ἀλλήλοις ἁπλῶς ἐστι ταὐτά· μὴ εἶναι δὲ ἀνάγκη πρὸ τοῦ ἑνὸς γένος ἢ εἶδος, εἰ μὴ γένηται τὸ ἓν, ἢ γένους μετέχον ἢ εἴδους, οὐχ ἕν. Τὸ γὰρ μετέχον τοῦ γένους ἔχει τι παρὰ τὸ γένος, καὶ τὸ μετέχον ὡσαύτως τοῦ εἴδους ἔχει τι παρὰ τὸ εἶδος· καὶ καθόλου πᾶν τὸ μετέχον τινὸς ἔχει τι παρὰ τὸ μετεχόμενον· εἰ γὰρ μηδὲν, αὐτὸ ἂν ἐκεῖνο εἴη παντελῶς καὶ οὐ μετέχον ἐκείνου μόνον. Εἰ οὖν τὸ ἓν μήτε ἐν γένει ἐστὶ μήτε ἐν εἴδει, ταὐτὸν δὲ ᾖ ἑτέρῳ τινὶ, αὐτὸ ἂν ἐκεῖνο εἴη, ᾧ ἐστι ταὐτὸν οὐκ ἄλλῳ ὂν ταὐτόν. Ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔστα ι . — Οὐ γά ρ . (P. 139 C.) Τῶν δύο προβλημάτων ἓν τοῦτο κοινὸν ποιεῖται συμπέρασμα κοινωνίαν ἐχόντων καθόσον ἀντιστρόφως ἀλλήλοις λαμβάνεται, τὸ μὲν ἕτερον πρὸς ἑαυτὸ, τὸ δὲ ταὐτὸν πρὸς τὰ ἄλλα· δοκεῖ γὰρ τὸ μὲν ἕτερον οἰκείως ἔχειν τῇ πρὸς τὰ ἄλλα ἀναλήψει, τὸ δὲ ταὐτὸν τῇ πρὸς ἑαυτό. Διὸ κἀκεῖνα μὲν ῥᾷον πρὸς τὴν ἀπόδειξιν· ἀνοίκεια γὰρ μᾶλλον πρὸς τὸ ἕν· ταῦτα δὲ χαλεπώτερα· μᾶλλον γάρ ἐστι τοῦ ἑνὸς ἐγγὺς ἡ μὲν πρὸς τὰ ἄλλα ἑτερότης διὰ τὴν ἐξῃρημένην τοῦ ἑνὸς ὑπεροχὴν, ἡ δὲ πρὸς ἑαυτὸ ταυτότης διὰ τὴν ἄῤῥητον αὐτοῦ καὶ ἄφραστον ὑπερένωσιν, διχῶς δὲ λεγομένου καὶ τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου. Λέγεται γὰρ ταὐτὸν καὶ ἡ ταυτότης καὶ τὸ μετέχον τῆς ταυτότητος, καὶ ἕτερον ὁμοίως ἡ ἑτερότης καὶ τὸ μετέχον τῆς ἑτερότητος. |
| in Prm 1182 [5] | Δείξει προϊὼν ὁ λόγος ὅτι κατ’ οὐδέτερον τρόπον τὸ ἓν ἕτερον ἢ ταὐτόν· οὔτε γὰρ ὡς ἑτερότης, οὔτε ὡς ἕτερον, τῶν ἄλλων ἕτερον· οὔτε ὡς ταυτότης, οὔτε ὡς ταὐτοῦ μεταλαβὸν, ἑαυτῷ ταὐτόν· ὅπως δὲ ταῦτα εἴρηται, προϊόντες γνωσόμεθα. Ἕτερον δέ γε ἑτέρου οὐκ ἔστα ι , ἕως ἂν ᾖ ἕ ν · οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶνα ι , ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρο υ , ἄλλῳ δὲ οὐδεν ί . — Ὀρθῶ ς . — Τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερο ν · ἢ οἴε ι ; — Οὐ δῆτ α . — Ἀλλὰ μὴ ν , εἰ μὴ τούτ ῳ , οὐχ ἑαυτῷ ἔστα ι · εἰ δὲ μὴ αὑτ ῷ , οὐδὲ αὐτ ό · αὐτὸ δὲ μηδαμῆ ὂν ἕτερο ν , οὐδενὸς ἔσται ἕτερο ν . — Ὀρθῶς (P. 139 C.) Τῶν δύο τῶν λειπομένων προβλημάτων πάλιν τὸ ῥᾷον εἰς τὴν ἀπόδειξιν παραλαμβάνει πρότερον θατέρου· ῥᾷον δὲ ἐκεῖνο τὸ ποῤῥώτερον κείμενον τοῦ ἑνὸς ἀποφάσκειν ἐθέλειν αὐτοῦ τοῦ ἑνός. Τοιοῦτον δὲ ἡ ἑτερότης, ὡς πολλάκις εἴρηται· συγγενέστερον γὰρ ἡ ταυτότης πρὸς τὸ ἕν· διὸ δυσδιάκριτον ἔχει πρὸς αὐτὸ τὴν φύσιν καὶ λόγου δεομένην πλείονος. Καὶ γὰρ αὐτοῦ καὶ τοῦτο παραφυλακτέον ὅτι μετρεῖ τῶν πραγμάτων σαφήνειάν τε καὶ ἀσάφειαν τῶν λόγων τὸ μῆκος, ἵνα μηδὲν μάτην αὐτῷ μηδὲ ἄνευ χρείας πραγματειώδους παραλαμβάνηται. Ταῦτά τοι καὶ πλείω μὲν ἐρεῖ περὶ τοῦ τετάρτου προβλήματος, ἐλάχιστα δὲ εἴρηται περὶ τοῦ πρώτου, ἐλάττω δὲ περὶ τοῦ δευτέρου μᾶλλον ἢ τοῦ τρίτου. Καὶ ταῦτα μὲν περὶ τῆς τάξεως· διχῶς δὲ, ὥσπερ εἴπομεν τοῦ ἑτέρου λεγομένου, καθ’ ἑκάτερον οὔ φησιν ἕτερον εἶναι τὸ ἕν· καὶ πρότερον ὅτι οὐχ ὡς μετέχον ἑτερότητος· τὸ γὰρ ἓν καθὸ ἓν οὐ μετέχει ἑτερότητος· εἰ δὲ μὴ, ἔσται οὐχ ἓν μεταλαβὸν αὐτοῦ· πᾶν δὲ τὸ ἕτερον ἑτέρου λέγεται διὰ τὴν ἑτερότητα· τὸ γὰρ ᾗ ἓν οὐκ ἔστιν ἕτερον, διότι οὐ μετέχει ἑτερότητος· μόνῳ γὰρ ἑτέρῳ εἶναι προσήκει τῷ ἑτέρου ἑτέρῳ, ἀλλ’ οὐ τῷ ἑνί· τοιοῦτον δέ ἐστι τὸ ἑτερότητος μετασχόν. |
| in Prm 1183 [5] | Εἰ δὲ δι’ ἑτερότητα τὸ ἓν ἕτερον ἔσται, μεταλήψεται τῆς ἑτερότητος· ἄλλο γὰρ ἓν, καὶ ἄλλο ἕτερον τὸ μὲν καθ’ αὑτὸ, τὸ δὲ πρὸς ἕτερον λεγόμενον, ὥστ’ οὐ τῷ ἑνὶ ἕτερον τὸ ἕτερον, ἀλλ’ ἐκείνῳ ὃ ποιεῖ ἕτερον. Ἐπὶ δὲ τούτῳ δείκνυσιν ὅτι οὐδὲ ἑτερότης τὸ ἕν· τί γὰρ εἰ ἕτερον μὲν ὡς ἑτερότητος μετέχον μὴ ἔστιν, ἑτερότης δέ ἐστιν; Ἀλλ’ οὐδὲ τοῦτό φησιν ἀληθές· εἰ γὰρ μὴ καθὸ ἓν ἕτερόν ἐστι, οὐκ ἔσται τῷ ἑνὶ ἕτερον· εἰ δὲ μὴ ἔστι τῷ ἑνὶ ἕτερον, οὐδὲ αὐτὸ ἑτερότης ἔσται. Πάνυ δαιμονίως· ἡ γὰρ ἑτερότης ἑαυτῇ καὶ δι’ ἑαυτὴν ἕτερον, τὸ δὲ ἓν οὐχ ἑαυτῷ ἕτερον, ἀλλὰ καὶ ἔννοια παντελῶς ἑνὸς καὶ ἑτέρου· οὐκ ἄρα τὸ ἓν ἡ ἑτερότης ἐστίν. Εἰ ἄρα μὴ ἑαυτῷ τὸ ἓν ἕτερον, οὐδὲ ἑτερότης ἐστί· καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸ εἶπε συντόμως, εἰ δὲ μὴ αὑτ ῷ , οὐδὲ αὐτ ὸ, τουτέστιν εἰ μὴ ἑαυτῷ ἑνὶ ὄντι ἕτερόν ἐστι, διότι ἓν καὶ ἑτερότητος διέστηκεν, οὐδὲ αὐτό ἐστιν ἑτερότης· ἦν γὰρ ἓν ταὐτὸν φάναι τῷ ἑνὶ ἕτερον εἶναι καὶ τῇ ἑτερότητι ἕτερον, εἴπερ τὸ ἓν ἑτερότης, ὅπερ ἀνεῖλεν ὁ λόγος. Ταῦτα δὲ εἰπὼν, κοινὸν ἐπάγει συμπέρασμα τοιοῦτον, αὐτὸ δὲ μηδαμῆ ὂν ἕτερο ν, μήθ’ ὡς ἑτερότης, μήθ’ ὡς μετέχον ἑτερότητος, μηδενὸς ἕτερο ν· πᾶν γὰρ τό τινος ἕτερον ἢ ἑτερότης ἐστὶν, ἢ ἑτερότητος μετέχει· τὸ δὲ ἓν οὔτε ἑτερότης ἐστὶν, οὔτε ἑτερότητος μετέχει· οὐδενὸς ἄρα ἐστὶν ἕτερον. Ὅλως δὲ, εἰ ταυτότης ἀντίκειται καὶ ἑτερότης, κρείττων δὲ ταυτότης ἑτερότητος, οὐδαμοῦ θέμις τὸ χεῖρον ἀνάγειν ἐπὶ τὸ ἕν· ἀλλ’ ἢ μηδέτερον ἢ κρεῖττον τοῖν δυοῖν, ὥσπερ καὶ ἐπὶ τῶν πρότερον ἐλέγομεν. Ἡ γοῦν ἑτερότης καὶ ἀντικειμένως πως ἔχει πρὸς τὸ ἓν, εἰ θέμις εἰπεῖν, καθόσον ἑνώσεως μὲν τὸ ἓν, διαιρέσεως δὲ αἴτιον ἡ ἑτερότης· ἡ δὲ ταυτότης διὰ τῆς συνοχῆς καὶ τῆς κοινωνίας τῶν ὄντων μιμεῖται τὴν ἀπὸ τοῦ ἑνὸς ἐφήκουσαν ἕνωσιν· οὐδαμῶς ἄρα ἕτερόν ἐστι τὸ ἓν, ἀλλὰ μᾶλλον μὲν ταὐτὸν ἢ ἕτερον· οὐ μὴν οὐδὲ ταὐτὸν, ὡς ἔσται προϊοῦσιν εὔδηλον. |
| in Prm 1184 [35] | Ἴσως δ’ ἄν τις ἀπορήσειε πρὸς ἡμᾶς πῶς οὖν ἐξῃρῆσθαι λέγεται τὸ ἓν τῶν πάντων, εἰ μὴ ἔστιν ἕτερον αὐτῶν· τὸ γὰρ ἐξῃρημένον διακέκριται τούτων ὧν ἐξῄρηται, καὶ ἔσται κεχωρισμένον παντὸς, οὗ διῄρηται ἀπ’ αὐτοῦ· πᾶν δὲ τὸ διῃρημένον διὰ τῆς ἑτερότητος διῄρηται· διαιρετικὸν μὲν γὰρ, ὡς εἴπομεν, ἡ ἑτερότης, συνεκτικὸν δὲ ἡ ταυτότης. Πρὸς δὴ ταῦτα φαίην ἂν ὅτι ἐξῄρηται τὸ ἓν ἀπὸ τῶν ὄντων καὶ χωριστόν ἐστι, καὶ οὐ κατὰ τὴν ἑτερότητα τὸ χωριστὸν ἔχει τοῦτο καὶ ἐξῃρημένον πρεσβεῖον τῶν ὄντων, ἀλλὰ κατ’ ἄλλην ἄφραστον ὑπεροχὴν, καὶ οὐχ οἵαν ἡ ἑτερότης παρέχει τοῖς οὖσιν. Ὡς γὰρ ἔστι μὲν ἀεὶ καὶ ὁ κόσμος, ἔστι δὲ ἀεὶ καὶ ὁ νοῦς· ἀλλ’ οὐ ταὐτὸ τὸ ἀεὶ τοῦτο ἐπ’ ἀμφότερα, ἀλλ’ ὅπου μὲν χρονικὸν, ὅπου δὲ αἰώνιον καὶ χρόνου παντὸς ἐπέκεινα· οὕτως ἐξῄρηται μὲν καὶ ὁ νοῦς τῆς ψυχῆς καὶ τὸ ἓν τῶν ὄντων, ἀλλ’ ἐπὶ μὲν νοῦ τὸ ἐξῃρῆσθαι κατὰ τὴν ἑτερότητα τὴν διακριτικὴν τῶν ὄντων, ἐπὶ δὲ τοῦ ἑνὸς πρὸ ἑτερότητος· μιμεῖται γὰρ τὸ ἐξῃρημένον ἐκείνου καὶ τὸ ἀμιγὲς ἡ ἑτερότης, καθάπερ τὴν ἑτερότητα τὴν ἄφραστον ἡ ταυτότης· ἄλλως οὖν ἐκεῖνο κεχώρισται τῶν ὅλων καὶ ἄλλως ἡ ἑτερότης χωρίζει τὰ ὄντα ἀπ’ ἀλλήλων. Δῆλον δὲ καὶ ἐπὶ τῶν οἷον ἀντικειμένων· καὶ γὰρ τὸ μηδαμῶς ὂν οὐκ ἔστιν ἕτερον, φάναι, τοῦ ὄντος, διότι τὸ ἕτερον μὴ ὂν μέν πη καὶ ὄν ἐστι· καὶ οὐ παρ’ ἔλασσον, φησὶ, τοῦ ὄντος τὸ οὕτω μὴ ὄν· καὶ πῶς γὰρ ἂν μηδαμῶς ὂν γένους τινὸς μετέχοι τῶν ὄντων ἕτερον; ἵνα μὴ γενόμενον ἕτερον μὴ πάντων ἐκπεσὸν ᾖ τῶν ὄντων. |
| in Prm 1185 [40] | Οὕτω τὸ ἓν ἐξῃρημένον πάντων τῶν ὄντων, οὐ διότι ἕτερον, ἐστὶν ἐξῃρημένον, ἵνα μὴ ἕτερον ὂν μηκέτι πάντων ᾖ τῶν ὄντων ἐξῃρημένον. Οὐ γὰρ δεῖ τὴν ἀπόφασιν, καθ’ ἣν οὐδέν ἐστι τῶν πάντων, εἰς κατάφασιν μεταλαμβάνειν ἐπὶ τῶν ἀποφάσεων· τὸ δὲ ἕτερον κατάφασις, ἐπεὶ οὐδὲ τὸ ἐξῃρῆσθαι κυρίως λέγομεν, οὐδ’ ἄλλο τι τῶν εἰς τὰ ὄντα φερόντων ὀνομάτων. Οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔστα ι . — Πῶς δ ’ ο ὔ ; — Οὐχ ἥπερ τοῦ ἑνὸς φύσι ς , αὕτη δήπου καὶ τοῦ ταὐτο ῦ ; — Τί δ ή ; — Ὅτι οὐκ ἐπειδὰν ταὐτὸν γένηται τῴ τ ι , ἓν γίγνετα ι . — Ἀλλὰ τί μή ν ; — Τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθα ι , καὶ οὐχ ἕ ν . — Ἀληθ ῆ . — Ἀλ λ ’ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῆ διαφέρε ι , ὁπότε τι ταὐτὸν ἐγίγνετ ο , ἀεὶ ἂν ἓν ἐγίγνετ ο , καὶ ὁπότε ἓ ν , ταὐτό ν . — Πάνυ γ ε . — Εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔστα ι , οὐχ ἓν ἑαυτῷ ἔστα ι · καὶ οὕτως ἓν ὂν οὐχ ἓν ἔστα ι . — Ἀλλὰ μὴν τοῦτό γε ἀδύνατο ν. (P. 139 D.) Τοῦτό ἐστι τὸ τέταρτον τῶν προβλημάτων, ὅτι οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν τὸ ἓν οὔτε ὡς ταυτότης οὔτε ὡς μετέχον ταυτότητος. Καὶ πρότερον, ὅτι οὐχ ὡς ταυτότης· Εἰ γάρ ἐστι ταυτότης τὸ ἓν, δεῖ πᾶν τὸ μετέχον ταυτότητος κατ’ ἐκεῖνο γίγνεσθαι ἓν καὶ μετέχειν τοῦ ταὐτοῦ· κατ’ ἄλλο μὲν γὰρ καὶ ἄλλο, πάντως ἀναγκαῖον. Καὶ ᾗ δεύτερον, ἡ ταυτότης τοῦ ἑνός· οὐδὲν γὰρ ἔστιν ἄνευ τοῦ ἑνός· καὶ γὰρ ἡ ἑτερότης πᾶν ὅ τι περ ἂν ποιῇ μετὰ τοῦ ἑνὸς ποιεῖ· καὶ γὰρ εἶναί τι τῶν ὄντων ἀμέτοχον τοῦ ἑνὸς παντελῶς ἀδύνατον· καθὸ δὲ ταὐτὸν ἔσται, κατὰ τοῦτο ἐξ ἀνάγκης [ἓν], ἐπείπερ ἡ ταυτότης τὸ ἕν ἐστιν· ἀλλὰ μὴν ἔστι τι καθὸ μεταλαμβάνει ταυτότητος πολλὰ γιγνόμενον, οἷον τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον καὶ οὐχ ἕ ν· οὐκ ἄρα ἡ ταυτότης τὸ ἕν. |
| in Prm 1186 [40] | Ὥσπερ γὰρ τὸ τῷ ἀνθρώπῳ ταὐτὸν γιγνόμενον ἄνθρωπός ἐστι, καὶ τὸ τῷ ἵππῳ ἵππος, καὶ τὸ τῷ λευκῷ ταὐτὸν γιγνόμενον λευκὸν, καὶ τὸ τῷ μέλανι μέλαν, καὶ ἐπὶ πάντων ἁπλῶς τὸ ταυτούμενον πρός τι εἶδος ἐκείνου δέχεται πρὸς ὃ λέγεται ταυτοῦσθαι πάντως, οὕτω τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον τῷ πολλὰ γίγνεσθαι ταὐτὸν γίγνεται τοῖς πολλοῖς. Ταὐτὸν οὖν τοῖς πολλοῖς γιγνόμενον, καθὸ πολλὰ, ταὐτόν ἐστιν αὐτοῖς· ἀλλὰ μὴν καθὸ πολλὰ [ἓν] εἶναι ἀδύνατον· οὐκ ἄρα ταυτότης ἐστὶ τὸ ἕν· ἦν γὰρ ἂν πάντα ταυτότητος μετέχοντα κατὰ τὸ αὐτὸ καὶ ἓν γιγνόμενα. Δέδεικται δὲ ἐπὶ τῶν πολλῶν [ὅτι] οὐκ ἔστι, διὰ τῶν πολλῶν οἷον ἀντίθεσιν πρὸς τὸ ἕν· τούτῳ δὲ δειχθέντι συνῆψε καὶ ὅτι οὐχὶ ταὐτὸν οὕτω τὸ ἓν, ὡς ταυτότητος μεταλαβόν· εἰ γὰρ ἔσται ταὐτὸν ἑαυτῷ οὕτως, ὡς μετέχον ταυτότητος ἄλλης οὔσης, οὐχ ἓν ἔσται τὸ ἕν· ἔσται γὰρ τῷ μεταλαβεῖν ταυτότητος ἕν τε καὶ ἄλλο τι ὃ μὴ ἔστι, καὶ οὐκέτι φυλάξει τὴν ἰδιότητα τοῦ ἑνὸς, πλῆθος ἀντὶ τοῦ ἑνὸς γενόμενον. Ταῦτα δὲ πάντα συντόμως περιέλαβεν εἰπὼν ὡς, εἴπερ ἑαυτῷ ταὐτὸν ἔσται τὸ ἓ ν , οὐχ ἓν ἑαυτῷ ἔστα ι· ταυτότης γὰρ ἕτερον δέδεικται τοῦ ἑνός. Δυνάμει οὖν ὁ σύμπας ἐστὶ λόγος τοιοῦτος· πᾶν τὸ ταὐτόν τισιν ὂν ἢ μετέχει ταυτότητος, ἢ αὐτὸ ταὐτόν ἐστι· τὸ δὲ ἓν οὔτε μετέχει ταυτότητος ὡς ἄλλης οὔσης, ἵνα μὴ μετέχον ἄλλου του παρὰ τὸ ἓν ᾖ οὐχ ἕν· οὔτε ἐστὶν αὐτοταυτότης, οὐ γὰρ οἷς ὑπάρχει ταυτότης τούτοις καὶ τὸ ἕν· τὰ γὰρ πολλὰ τοῖς πολλοῖς ταὐτὰ εἶναι δυνατὸν, ἓν δὲ εἶναι οὐ δυνατὸν, ἕως ἂν ᾖ πολλά· οὐκ ἄρα τὸ ἓν ταυτότης, οὔτε ὡς μετέχον ταυτότητος εἶναι δυνάμενον ταὐτόν. Ὁ μὲν οὖν σύμπας λόγος τοιοῦτος. Ἀπορήσειε δ’ ἄν τις πρὸς ἡμᾶς, ἵν’ ἀπὸ τῶν τελευταίων ἀρξώμεθα, ποῦ καὶ ἐν τίσιν ἔδειξεν ὡς ἔστι τι γιγνόμενον ἓν καὶ οὐ ταὐτόν. |
| in Prm 1187 [10] | Ὅτι μὲν οὖν τὸ ταὐτὸν γιγνόμενον οὐ πάντως κατὰ τοῦτο γίγνεται καὶ ἓν, δεδείχθω διότι τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον οὐ γίγνεται ἓν, ἀλλὰ πολλά· τούτου δὲ μόνου προσδειχθέντος, πῶς δύο ἐπήνεγκεν εἰπὼν ὡς, ὁπότε τι ταὐτὸν ἐγίγνετ ο , ἀεὶ ἂν ἐγίγνετ ο , καὶ ὁπότε ἓ ν , ταὐτὸ ν, εἰ ταὐτὸν ἦν ταυτότης καὶ ἕν. Ῥητέον δὲ ὅτι κατὰ τὴν αὐτὴν ὁδὸν τοῦ λόγου καὶ τοῦτο προσθήσομεν· ἓν γάρ τι γιγνόμενον ἕτερον γίγνεται τῶν πολλῶν· καίτοι γε εἰ ταὐτὸν ἦν ταυτότης καὶ ἓν, ἔδει τὸ ἓν γιγνόμενον εὐθὺς γίγνεσθαι καὶ ταὐτὸν, ἀλλὰ μὴ ἕτερον· ὡς γὰρ τοῖς πολλοῖς ταὐτὸν οὐχ ἓν, οὕτω τὸ ἓν οὐ ταὐτὸν τοῖς πολλοῖς. Εἴποι δ’ ἄν τις ὅτι τὸ ἓν γιγνόμενον οὐχ ἓν ὂν πρότερον γίγνεται τῶν οὐχ ἓν, ἑαυτῷ δὲ ταὐτὸν καὶ διὰ τοῦ τὸ ἕτερον τῶν οὐχ ἓν, ὅτι ἑαυτῷ ταὐτόν. Μήποτε οὖν τὸ ἓν γιγνόμενον ἐξ ἀνάγκης μὲν ἕτερον γίγνεται τῶν οὐχ ἓν, οὐ συνάγει δὲ τὴν ἔννοιαν τοῦ αὐτοῦ καθόσον ἐστὶν ἕν· τῶν μὲν γὰρ οὐχ ἓν διὰ τὴν ἀντίθεσιν ἕτερον γίγνεται, καθὸ δὲ ἓν τὸ ἕν ἐστιν, ἓν, οὐκ ὂν τῶν πρός τι· καθ’ αὑτὸ γάρ· τὸ γὰρ ταὐτὸν τῶν πρός τι τὸ ἓν γίγνεσθαί τι τὸ ταὐτὸν οὐ συνεισφέρει· τὰ γὰρ καθ’ αὑτὸ προϋπάρχει πανταχοῦ τῶν πρός τι, διότι τὸ γιγνόμενον ἓν οὐ πάντως ταὐτὸν, διότι τὰ καθ’ αὑτὸ πρὸ τοῦ πρός τι· τὸ δὲ ταὐτὸν τῶν πρός τι λεγομένων ἐστίν· ἅμα γὰρ καὶ οὐ ταὐτόν ἐστί τι καὶ ἕν. Οὐκ ἄρα ἁπλῶς ἓν ἡ ταυτότης καὶ τὸ ἕν. Διόπερ ὁ Πλάτων τῷ λόγῳ θαῤῥῶν ἐπήγαγεν ὡς, εἰ ἦν τὸ ἓν ταυτότης, ἦν ἂν καὶ τὸ ταὐτὸν ἓν καθὸ ταὐτὸν, καὶ τὸ ἓν ταὐτὸν καθὸ ἕν· ἐφάνη δὲ καὶ τὸ ταὐτὸν τοῖς πολλοῖς πολλὰ, καὶ κατὰ ταὐτὸ τὸ οὐχ ἓν, καὶ τὸ ἓν γιγνόμενον οὔπω ταὐτόν. Πάλιν τοίνυν ἀπορήσουσί τινες πῶς ταὐτὸν γίγνεσθαί φαμεν τοῖς πολλοῖ ς· ἴσον γὰρ ἦν δικαιότερον εἰπεῖν, ἀλλ’ οὐ ταὐτόν· ῥητέον δὲ πρὸς αὐτοὺς ὅτι ἔστιν οὐσιῶδες πλῆθος ἐν τοῖς οὖσι, τὸ δὲ καὶ ἔξωθεν ἐπιγιγνόμενον καὶ ἐπεισοδιῶδες, καὶ τὸ μὲν ἐν τοῖς εἴδεσιν ὑφεστηκὸς, τὸ δὲ ἐν τοῖς ἐνύλοις πράγμασιν· ὅταν τῷ οὐσιώδει πλήθει καὶ τῷ ἀριθμῷ γίγνηται ὁ αὐτὸς ἀριθμὸς, οὐχ ὅς ἐστιν ἐν τοῖς ἠριθμημένοις, ἀλλ’ ὅς ἐστιν ἁπλῶς ἀριθμὸς, τηνικαῦτα ταὐτὸν λέγεται γίνεσθαι τὸ πλῆθος τῷ πλήθει, ἀλλ’ οὐκ ἴσον· ἡ γὰρ κατὰ τὴν οὐσίαν κοινωνία ταυτότης ἐστὶν, ἡ δὲ κατά τι ποσὸν ἰσότης οὐ τὸ οὐσιῶδες ποσόν. |
| in Prm 1188 [40] | Ὡς γὰρ ποιὸν, ἄλλο μὲν τὸ μόνως ποιὸν, ἄλλο δὲ τὸ περιουσίαν τὸ ποιὸν ἀφορίζον, οὕτω καὶ ποσὸν ἄλλο μὲν τὸ κυρίως ποσὸν, ἄλλο δὲ τὸ ἐν οὐσίᾳ ποσόν· καὶ ὅταν τοιαῦτα δύο ποσὰ κοινωνῇ πρὸς ἄλληλα, διὰ ταυτότητος κοινωνεῖ, καθάπερ δὴ καὶ τὰ ποιὰ τὰ οὐσιώδη κοινωνεῖ διὰ ταυτότητος, ἀλλ’ οὐ δι’ ὁμοιότητος. Ταῦτα μὲν οὖν πρὸς τὴν ἀπορίαν. Ἐνδείκνυται δὲ καὶ δι’ αὐτῶν τούτων ὁ φιλόσοφος ὅτι ταυτότητα μὲν ἑτερότητι καὶ πλήθει συνεῖναι δυνατόν· ἡ δὲ ἕνωσις καὶ τὸ ἓν ἐπέκεινα τῆς πρὸς τὸ πλῆθος εἴρηται συντάξεως· εἰ γὰρ τὰ πολλὰ ταυτότητος μὲν μετασχεῖν δυνατὸν, ἓν δὲ οὐκ ἔσται καθὸ πολλὰ, καίτοι διὰ τοῦτο ὄντα ταὐτὰ τοῖς ἑτέροις ὅτι πολλὰ, πρόδηλον ὅτι ταυτότης μὲν ἔστι καὶ ἐν πλήθεσιν, ἑνότης δὲ ἐξῃρῆσθαι βούλεται τοῦ πλήθους. Ὅθεν εἰκότως δείκνυται τὸ ἓν ὡς οὐκ ἔστι ταυτότης· οὐ γὰρ ἀποστατεῖ τοῦ πλήθους ἡ ταυτότης, τὸ δὲ ἓν ἔξω τῶν πεπληθυσμένων ἐστίν· ἑκάστη γὰρ τάξις συνεισφέρει τι ἑαυτῷ πάντως ὃ μὴ ἦν πρὸ αὐτῆς, οἷον ἡ μὲν γένεσις τὴν κατ’ οὐσίαν μεταβολὴν ἣν οὐκ εἶχεν ὁ οὐρανὸς, ὁ δὲ οὐρανὸς τὴν κύκλῳ κίνησιν τὴν τοπικὴν ἣν οὐκ εἶχεν ἡ ψυχὴ καθ’ αὑτὴν, ἡ δὲ ψυχὴ τὴν μεταβατικὴν νόησιν ἣν οὐκ εἶχεν ὁ νοῦς, ὁ δὲ νοῦς τὴν τοῦ νοητοῦ ὄρεξιν ἣν οὐκ εἶχε τὸ ὂν, τὸ δὲ ὂν τὴν ταυτότητα καὶ ἑτερότητα, ὧν ἐξῄρηται τὸ ἓν αὐτὸ, μηδὲν δεόμενον τούτων μήτε τῆς ταυτότητος (εἶχε γὰρ ἁπλότητα κρείττονα ταυτότητος), μήτε ἑτερότητος· εἶχε γὰρ ὑπερβολὴν κρείττονα ἑτερότητος. |
| in Prm 1189 [40] | Ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτό ν . — Ἀδύνατο ν. (P. 139 E.) Τῶν δύο τῶν προσεχῶς δεδειγμένων θεωρημάτων κοινὸν τοῦτο συμπέρασμα ἐπήγαγεν· ἀδύνατον γάρ φησιν ἢ ἕτερον εἶναί τινων τὸ ἓν ἢ ἑαυτῷ ταὐτό ν. Τοῦτο μή τι νομίσῃς ἀσθένειαν εἶναι καὶ δυνάμεως ἔλλειψιν, μηδὲ αὖ ὑπερβολὴν δυνάμεως· ἔστι γάρ τοι καὶ τοιοῦτον ἀδύνατον, ὡς εἰώθαμεν λέγειν τὸν σπουδαῖον ἀδύνατον εἶναι ἁμαρτεῖν, ἀλλὰ τὴν κρείττω πάσης δυνάμεως ὑπεροχήν. Οὕτω γὰρ τὸ ἀδύνατον ἐπὶ τοῦ ἑνὸς ἀληθῶς, ὡς πάσης ἐξ αὐτοῦ προϊούσης δυνάμεως, ἑτεροποιοῦ τε καὶ ταυτοποιοῦ τῶν ὄντων· ἐκεῖθεν γὰρ καὶ τὸ πέρας τὸ πάσης ταυτότητος χορηγὸν τοῖς οὖσι, καὶ τὸ ἄπειρον πάσης διακρίσεως καὶ διαιρέσεως γεννητικόν. Ὡς οὖν ὑπὲρ πᾶν πέρας ἐστὶ καὶ ὑπὲρ πᾶσαν ἀπειρίαν, οὕτω καὶ ὑπὲρ πᾶσαν ταυτότητα, πολλῷ μᾶλλον καὶ ὑπὲρ πᾶσαν ἑτερότητα καὶ θείαν τε καὶ ἐν τοῖς οὖσιν ὑφεστῶσαν. Εἴ τις οὖν θεία τάξις κατ’ αὐτὰ χαρακτηρίζοιτο μάλιστα πασῶν τῶν θείων τάξεων ἐπέκεινα, καὶ ταύτης ἂν εἴη τὸ ἕν· καὶ τὸ μὴ εἶναι ταὐτὸν ἢ ἕτερον ἐκφαίνοι τὴν κατὰ ταῦτα διαφερόντως προϊοῦσαν διακόσμησιν τῶν θεῶν. Οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔ τ ’ ἂν αὑτῷ οὔ τ ’ ἂν ἑτέρῳ εἴ η . — Οὐ γὰρ οὖ ν. (P. 139 E.) Τοῦτο κοινόν ἐστι συμπέρασμα τῶν τεττάρων προβλημάτων, ἀνακάμπτον μὲν ἐπὶ τὴν πρώτην πρότασιν, ἀλλοιότερον δέ πως διαπεπραγμένον. Ἐκεῖ μὲν γὰρ εἶπεν, οὐδὲ μὴν ταὐτόν γε οὔ θ ’ ἑτέρῳ οὔ θ ’ ἑαυτῷ τὸ ἓ ν, τοῦ ἑτέρου τὸ ταὐτὸν πρότερον διελὼν, εἶτα τὸ ἕτερον· ἐνταῦθα δὲ ἅμα ἄμφω προσθεὶς τὸ ἕτερον καὶ ταὐτὸν κοινὴν ἐπήγαγε τὴν διαίρεσιν, οὔ τ ’ ἂν αὑτῷ οὐ τ ’ ἂν ἑτέρῳ προσθεὶς, καὶ ἤρξατό γε ἀπὸ τοῦ ἑτέρου καὶ κατέληξεν εἰς τὸ ἕτερον, καὶ διὰ τῆς συντομίας καὶ διὰ τῆς ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ καταλήξεως μιμούμενος τὸν κύκλον τῆς νοερᾶς ἐνεργείας. |
| in Prm 1190 [40] | Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· ἴσως δ’ ἄν τις ἡμᾶς ἐπανέροιτο, τούτων δεδειγμένων, εἰ τά γε ἄλλα τοῦ ἑνὸς ἕτερα αὐτοῦ ἂν εἴη· τὰ γὰρ ἄλλα συνεισφέρειν δοκεῖ καὶ τὴν τοῦ ἕτερα εἶναι φήμην αὐτὰ τοῦ ἑνός· ταῦτα μὲν γὰρ οὐδαμῶς· οὐ γάρ ἐστι καὶ ταῦτα ἕν. Μήποτε δὲ, ὡς εἴπομεν, τὸ πολλὰ τοῦ ἑνὸς ᾗ ἕτερα μὲν τὰ πολλὰ καὶ ἄλλα πάντη πάντως ἐστὶν, οὐχ ἕτερα δὲ τοῦ ἑνός· ὡς γὰρ αὐτὸς προείρηκε τὸ ἕτερον ἑτέρου ἕτερον, καὶ εἰ λέγοιτο οὖν ἄλλα καὶ ἕτερα τοῦ ἑνὸς, οὐχ οὕτως λέγεται ὡς δι’ ἑτερότητος ἀπ’ ἐκείνου ποιησάμενα τὴν πρόοδον· ἦν γὰρ ἂν δευτέρα μετὰ τὸ ἓν ἡ ἑτερότης καὶ μέση τοῦ ἑνὸς καὶ τῶν πολλῶν, ἵνα καὶ ταῦτα προΐῃ κατ’ αὐτήν. Ἀλλ’ ἔσται μὲν τούτοις ὕφεσις περὶ τὸ ἓν, οὐ πᾶσα δὲ ὕφεσις ἑτερότητός ἐστιν ἔγγονος, ἀλλ’ ἐν τοῖς εἰδητικοῖς διακόσμοις ὕφεσις. Ὅθεν δὴ καὶ πᾶν τὸ ἕτερον τῆς οἰκείας αἰτίας καὶ ὑφεῖται αὐτῆς, οὐ πᾶν δὲ τὸ ὑφειμένον ἡτεροίωται πρὸς ἐκεῖνο τὸ αἴτιον ἑαυτοῦ. Τάχα δ’ ἂν καὶ οὕτως λέγοιτο τὰ ἄλλα τοῦ ἑνὸς εἶναι ἕτερα τοῦ ἑνὸς, ὡς διὰ τὴν συνεισελθοῦσαν αὐτοῖς ἑτερότητα τὴν ἀπόστασιν ποιησάμενα τὴν ἀπὸ τοῦ ἑνὸς ἑτεροιωθέντος· τὰ γὰρ αὐτὰ τοῦ ἀνετεροιώτου διὰ τὴν ἁπλότητα τάξιν ὑφειμένην ἔλαχεν, ὥστε καὶ ἄλλα ῥηθήσεται τοῦ ἑνὸς, ὡς διὰ τῶν ἄλλων ἄλλα γενέσθαι χωρισθέντα τοῦ τὴν ἀλλήλων προσηγορίαν ἀναινομένου παντάπασιν ἑνός. Διττῆς οὖν, μᾶλλον δὲ τριττῆς ἐν τοῖς οὖσιν οὔσης τῆς ἑτερότητος, τῆς μὲν τῶν κρειττόνων, τῆς δὲ τῶν χειρόνων, τῆς δὲ τῶν ὁμοστοίχων, ἀντὶ μὲν τῆς τῶν κρειττόνων πρὸς τὰ χείρονα τῶν εἰδῶν ἑτερότητος τὴν ὑπεροχὴν ληπτέον ἐν τοῖς ὑπερουσίοις, ἀντὶ δὲ τῆς τῶν χειρόνων πρὸς τὰ κρείττονα τὴν ὕφεσιν, ἀντὶ δὲ τῆς τῶν ὁμοστοίχων ἀπ’ ἀλλήλων διακρίσεως τὴν ἰδιότητα. Πάντα οὖν ὑφεῖται τοῦ ἑνὸς, καὶ πάντων ὑπερέχει τὸ ἓν, καὶ οὔτε τὸ ἓν ἕτερον τῶν ἄλλων οὔτε τὰ ἄλλα ἕτερα τοῦ ἑνός. |
| in Prm 1191 [5] | Εἰ δέ που καταχρώμεθα τοῖς ὀνόμασι τἄλλα τοῦ ἑνὸς λέγοντες, συγγνώμην ἔχειν δεῖ πρὸς τὴν συνήθειαν ἀποβλέποντας. Ὅτι γὰρ οὐδὲν κυρίως ἐπὶ τοῦ ἑνὸς λέγομεν, προϊόντες ἀκουσόμεθα τοῦ φιλοσόφου δεικνύντος· λέγομεν δὲ ὅμως τι περὶ αὐτοῦ διὰ τὴν αὐτοφυῆ τῆς ψυχῆς ὠδῖνα περὶ τὸ ἕν. Οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐ δ ’ ἀνόμοιον οὔ θ ’ ἑαυτῷ οὔ θ ’ ἑτέρ ῳ . — Τί δ ή; (P. 139 E.) Μεταβέβηκεν ἀπ’ ἄλλης τάξεως ἐπ’ ἄλλην τὴν προσεχῆ, καθάπερ δείξομεν ἐν τῇ δευτέρᾳ ὑποθέσει, καὶ ἀπὸ τῆς δημιουργικῆς τάξεως ἐπὶ τὴν ἀφομοιωτικὴν ὑμνουμένην παρ’ ἄλλων διακόσμησιν, ἧς ἴδιον τὸ μόνως ὑπερκόσμιον εἶναι δι’ ἧς καὶ τὰ ἐγκόσμια πάντα καὶ τὰ ἀπόλυτα γένη τοῖς νοεροῖς ἀφομοιοῦται θεοῖς, καὶ συνάπτεται πρὸς τὴν μονάδα τὴν δημιουργικὴν τὴν ἐξῃρημένως τῶν ὅλων βασιλεύουσαν, καὶ δείκνυσιν ὅπως καὶ ταύτης ὑφειμένον τὸ ἓν γεννητικόν ἐστιν αὐτῆς, εἰ οἷόν τε εἰπεῖν, τάξιν ὅλην ἐκφῆναν μετὰ τῶν πρὸ αὐτῆς, ἀλλ’ οὐχὶ εἶδος ἓν νοερὸν ἀναινόμενον. Οὐδὲ γὰρ τοῦτο σεμνὸν εἰ ἑνός τινος εἴδους ὑπερίδρυται τὸ ἓν, ὁμοιότητος ἢ ἀνομοιότητος, οὐδὲ περὶ ταῦτα διατρίβειν οἰητέον τὸν παρόντα λόγον· πάμπολλα γὰρ τὰ εἴδη, καὶ οὐκ ἂν ἔχοις εἰπεῖν δι’ ἣν αἰτίαν τὰ μὲν παρῆκε, τὰ δὲ πρὸς τὴν ἀφαίρεσιν τὴν ἀπὸ τοῦ ἑνὸς προσήκατο μόνα τῶν ἄλλων. Ἀλλὰ δῆλόν ἐστι τοῖς τὰ θεῖα γένη διῃρημένοις ὅτι τάξεων ὅλων ὑπέρτερον αὐτὸ δείκνυσιν, ὕμνον διὰ τῶν ἀποφάσεων τούτων ἕνα θεολογικὸν ἀναπέμπων εἰς τὸ ἕν. Οὐκ ἄρα ἀποδεξόμεθα τὸν λόγον τὸν ἁπλῶς καὶ ἡμεῖς ὅτι ταῖς δέκα κατηγορίαις ἐφέπεται, τὸ μὲν ταὐτὸν καὶ ἕτερον ἀπ’ οὐσίας λαβὼν, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐκ ποιότητος, τὸ δὲ ἴσον καὶ ἄνισον ἐκ ποσότητος, τὸ δὲ πρεσβύτερον καὶ νεώτερον ἀπὸ τοῦ ποτέ. |
| in Prm 1192 [5] | Καίτοι ταῦτα ἀληθῆ καὶ προείπομεν καὶ ταῦτα ἡμεῖς, ἀλλὰ ταῦτα πάντα ἐν τοῖς αἰσθητοῖς ἐστι καὶ περὶ τὰ αἰσθητά· τοῦ δὲ Πλάτωνος περὶ τὰς ὑπερκοσμίους τάξεις διατρίβοντος κἀκείνων ἐξῃρημένον τὸ ἓν ἀποφαίνοντος, οὐδὲν σεμνὸν, οὐδὲ εἰ πᾶς τις ἀποφήναιτο τῶν κατηγοριῶν καθαρεῦον τὸ ἓν, καὶ μάλιστα κατὰ τοὺς θεμένους εἶναι τὰς κατηγορίας ὑφειμένας τῶν νοητῶν. Ἢ πῶς ἐκεῖ συμβεβηκός τί ἐστι, πῶς δὲ οὐσίαν τοιαύτην ἐκεῖ ῥητέον, ἧς ἴδιον μάλιστα τὸ ταὐτὸν οὖσαν καὶ ἀριθμῷ ἓν δεκτικὴν εἶναι τῶν ἐναντίων; Οὔτε γὰρ τὸ τοιοῦτον ἓν χώραν ἐπὶ τῆς νοητῆς ἔχει καὶ διαγωνίου φύσεως, οὔτε τὰ γένη καὶ τὰ εἴδη τὰ ἀτιμότερα τῶν τοιούτων οὐσιῶν, ὅπου μηδὲ αὗται τιμιώτεραι οὖσαι ἐκείνων, οὔτε πολλῷ μᾶλλον τὰ συμβεβηκότα τῶν τοιούτων γενῶν ἀμυδρότερα καὶ εἰδῶν. Εἰ οὖν καὶ πᾶσαν νοητὴν οὐσίαν τούτων καθαρεύειν φαμὲν τῶν πολυθρυλλήτων κατηγοριῶν, τίνα ἂν ὑπερβολὴν δεικνύοι τοῦ κρείττονος τῶν νοητῶν ἑνὸς ἡ τούτων ἀφαίρεσις; Τὰς μὲν οὖν κατηγορίας διὰ ταῦτα χαίρειν ἐατέον, εἴτε ὀρθῶς διῄρηνται τοῖς θρυλλοῦσιν αὐτὰς, εἴτε καὶ μή· διαφέρει γὰρ πρὸς τὸ παρὸν οὐδέν. Εἰ δέ τις οἴοιτο τῶν νοητῶν ἢ νοερῶν γίνεσθαι διὰ τούτων εἰδῶν τὰς ἀποφάσεις, εἴρηται καὶ πρὸς τοῦτον ὅτι καὶ ταῦτα οὐδὲν ἔχει θαυμάσιον, οἷον εἰ εἴδους ἑνὸς ὑπερέχει τὸ ἓν, πάντων αἴτιον ὂν τῶν νοητῶν. Τούτων γὰρ ἐξῄρηται καὶ ἡ ἑνὰς ἡ τοῦ νοῦ, δι’ ἣν ὁ νοῦς ἐστιν ἑνοειδὴς καὶ αὐτῷ τῷ ἑνὶ διαφερόντως οἷον ἐῤῥιζωμένος, καὶ πάντα μὲν τὰ ὄντα διὰ τοῦ ἐν ἑαυτοῖς ἑνὸς ἐκείνῳ συνῆπται, μάλιστα δὲ ὁ νοῦς, εἴπερ οὗτος μετὰ τὸ ἕν. |
| in Prm 1193 [5] | Ἀλλ’ εἴ τι περὶ τῶν προκειμένων ἀποφάσεων καὶ τούτων ἐνδείξασθαι ἄξιον, ῥητέον ὅτι πρόεισι μὲν ἡ ἀφομοιωτικὴ πᾶσα τάξις ἀπὸ τῆς δημιουργικῆς μονάδος, μιμεῖται δὲ τὴν μὲν ἐκεῖ ταυτότητα διὰ τῆς ὁμοιότητος, τὸ συναγωγὸν αὐτῆς καὶ τὸ συνεκτικὸν τῶν ὅλων μερικώτερον ἐπιδεικνυμένη, τὴν δὲ ἑτερότητα τὴν δημιουργικὴν διὰ τῆς ἀνομοιότητος, τὸ διακριτικὸν αὐτῆς καὶ διαιρετικὸν διὰ τῆς ἀσυγχύτου πρὸς τὰ ἄκρα καθαρότητος ἀπεικονισαμένη. Ταυτότητα μὲν γὰρ ἀνειμένην τὴν ὁμοιότητα λέγειν τοῦτο δὴ τὸ τῶν πρὸ ἡμῶν τισιν ἀρέσαν, ἢ ἑτερότητα ἀνειμένην τὴν ἀνομοιότητα παραιτητέον· οὐδὲ γάρ ἐστιν ἐν τοῖς θεοῖς ἄνεσίς τις καὶ ἐπίτασις, οὐδὲ ἀοριστία καὶ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ πάντα ἐπὶ τῶν οἰκείων ὅρων ἵδρυται καὶ τῶν οἰκείων μέτρων, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν οὐδεμίαν ἐπιδέξασθαι δυνάμενα. Ἐκεῖνα δὲ μᾶλλον ἁρμόσει λέγειν, ὅσα τὰς ἐν τοῖς θείοις ἀναλογίας διασαφεῖ· τὴν γὰρ ἀναλογίαν καὶ αὐτὸς ἐπὶ τῶν θείων προσήκατο, τὸν ἥλιον ἀνάλογον ὄντα τοῖς νοητοῖς καθὸ καὶ τὰ ὁρατὰ θέμενος. Τοῦτο οὖν ἐστιν ἐν τοῖς δευτέροις ἡ ὁμοιότης ὅπερ ἐν τοῖς πρὸ αὐτῶν ἡ ταυτότης, καὶ τοῦτό ἐστιν ἡ ἀνομοιότης ὅπερ ἡ ἑτερότης, καὶ ἡ ὁμοιότης μερικῶς καὶ οἷον ἀρχικῶς, καὶ ἔστι πρῶτα γεννήματα ταυτότητος καὶ ἑτερότητος τὸ ὅμοιον καὶ ἀνόμοιον. Καὶ τὸ ἴσον γὰρ ἐκεῖθεν καὶ τὸ ἄνισον, ἀλλὰ πρὸ τούτων ὁμοιότης καὶ ἀνομοιότης· μᾶλλον γὰρ ἐν εἴδεσι καὶ τὸ ὅμοιον ἢ τὸ ἴσον καὶ μᾶλλον τὸ ἀνόμοιον ἢ τὸ ἄνισον, ὥσπερ δὲ ταῦτα, προσεχῶς ἐξήρτηται τῆς δημιουργικῆς μονάδος· ἐν ἐκείνῃ γὰρ ὅλως καὶ ἡ ἀφομοιωτικὴ προϋφέστηκεν αἰτία. Διὸ καὶ ὁ Τίμαιος οὐ μόνον ποιοῦντα παραδίδωσι τὸν κόσμον τὸν ἐκεῖ δημιουργὸν, ἀλλὰ καὶ ἀφομοιοῦντα αὐτὸν πρὸς τὸ αὐτόζωον μειζόνως ἢ πρότερον, καὶ διὰ τοῦτο πάντα τὸν χρόνον μέτρον ἐσόμενον τῶν περιόδων τοῦ παντὸς, ὥσπερ ὁ αἰὼν τῆς τοῦ αὐτοζώου φύσεως μέτρον προϋπῆρχε. |
| in Prm 1194 [40] | Εἰκότως ἄρα μετὰ τὴν μονάδα τὴν δημιουργικὴν ἐπὶ τὴν ἀφομοιωτικὴν προῆλθε τάξιν, ἀφαιρῶν καὶ ταύτην τοῦ ἑνός· ἡ δὲ μέθοδος τῶν προβλημάτων ἡ αὐτὴ τοῖς προειρημένοις· τέτταρα γὰρ καὶ ἐνταῦθα προβλήματα, εἰ ἑαυτῷ ὅμοιον τὸ ἓν, εἰ ἑαυτῷ ἀνόμοιον τὸ ἓν, εἰ τοῖς ἄλλοις ὅμοιον τὸ ἓν, εἰ τοῖς ἄλλοις ἀνόμοιον τὸ ἕν· αἱ δὲ ἀποδείξεις τούτων, ὡς οὐδὲν αὐτῶν ἐφαρμόζει τῷ ἑνὶ, πᾶσαι ἀπὸ τῆς ταυτότητος ὥρμηνται καὶ ἑτερότητος κατὰ τοὺς ἀποδεικτικοὺς κανόνας τῶν μέσων αἰτίων κυρίως ὄντων τοῦ πράγματος. Ὅθεν δὴ πολλάκις καὶ οὐκ ἐκ τῶν προσεχῶς δεδειγμένων φέρει τὴν ἀπόδειξιν· οὐ γὰρ ἀεὶ τὰ ἀνωτέρω καὶ τὰ πρότερα γεννητικὰ τῶν δευτέρων ἐστὶν, ἀλλὰ τελεσιουργὰ μὲν ἢ φρουρητικὰ ἢ ἄλλως προνοητικὰ, γεννητικὰ δὲ οὐ πάντως· οἷον ἄνωθεν γὰρ, εἰ βούλει, θεώρησον τὴν τάξιν, ὅτι οὐχ ὅλον ἢ μέρη ἔχον ἀπὸ τῶν πολλῶν προαπέδειξεν, ἐκεῖθεν γὰρ ἡ νοερὰ προῆλθεν ὁλότης· ὅτι ἀρχὴν καὶ μέσον καὶ τελευτὴν οὐκ ἔχον ἀπὸ τοῦ ὅλου καὶ τῶν μερῶν, ἐκ τούτων γὰρ παράγεται προσεχῶς· ὅτι οὔτε εὐθὺ οὔτε στρογγύλον ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ μέσου καὶ τῆς τελευτῆς, ἐκεῖθεν γὰρ ἔλαχε τὴν ἀπογέννησιν· ὅτι οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ ἀπὸ τοῦ μήτε ὅλον εἶναι μήτε μέρη ἔχειν· τὸ γὰρ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ὂν ἀπὸ τῆς τάξεως ἐκείνης προῆλθεν, ἀλλ’ οὐκ ἀπὸ τοῦ σχήματος, καίτοι πρὸ αὐτοῦ τεταγμένου κατὰ τὴν πρόοδον· ὅτι οὔτε ἕστηκεν οὔτε κινεῖται πολλαχόθε ν, ἔκ τε τοῦ μὴ εἶναι ἔν τινι καὶ ἐκ τοῦ μὴ ἔχειν μέσον καὶ ἐκ τοῦ μέρη μὴ ἔχειν· ἀπὸ πασῶν γὰρ τούτων τάξεων πρόεισιν ἡ κατὰ τὸ ἑστάναι καὶ κινεῖσθαι τάξις. |
| in Prm 1195 [40] | Καὶ ταῦτα δῆλα ποιήσομεν, ὅταν αὐτῶν ἕκαστα τοῖς θεολόγοις ἐφαρμόσωμεν ὑφηγήσεσι περὶ τῶν θείων προόδων. Ὡς οὖν ἐπὶ τούτων ἀπ’ ἐκείνων πεποίηται τὴν ἀπόδειξιν, ὅσα ὡς αἴτια προηγεῖται τῆς ἀεὶ θεωρουμένης τάξεως, οὕτω δὴ καὶ ἐν τοῖς περὶ ὁμοιότητος καὶ ἀνομοιότητος λόγοις ἀπὸ ταυτότητος καὶ ἑτερότητος φέρει τὰς ἐπιβολὰς τὰς ἀποφατικὰς τοῦ ἑνὸς καὶ τούτων, ἐπειδήπερ ἐκεῖθεν ταύταις ἡ πρόοδος. Τούτων δὴ προειρημένων, ἡμῖν ἑξῆς τὰς ἀποδείξεις αὐτὰς, ἑκάστην ἐν τάξει προχειριζομένοις, ἐπισκεπτέον. Ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιο ν . — Να ί . — Τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτό ν . — Ἐφάνη γά ρ . — Ἀλλὰ μὴν εἴ τι πέπονθε χωρὶς τοῦ ἓν εἶναι τὸ ἓ ν , πλείω ἂν εἶναι πεπόνθοι ἢ ἕ ν · τοῦτο δὲ ἀδύνατο ν . — Να ί . — Οὐδαμῶς ἔστιν ἄρα ταὐτὸν πεπονθὸς εἶναι τὸ ἓ ν , οὔ τ ’ ἄλλῳ οὔ θ ’ ἑαυτ ῷ . — Οὐ φαίνετα ι . — Οὐδὲ ὅμοιον ἄρα δυνατὸν αὐτὸ εἶναι οὔτε ἄλλῳ οὔ θ ’ ἑαυτ ῷ . — Οὐκ ἔοικε ν. (P. 139 E.) Ὁ μὲν συλλογισμὸς διὰ τοῦ κατασκευάζειν τὸ ἓν, ὡς οὐκ ἔστιν ὅμοιον οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, τοιοῦτός τίς ἐστι κατὰ τοὺς γεωμέτρας, πρότερον ἡμῶν ὁρισαμένων τί ποτέ ἐστιν ὅμοιον· ὅτι τὸ ταὐτόν τι πεπονθὸς ὅμοιον ἐκείνῳ λέγομεν ᾧ ταὐτόν τι πέπονθε· τὰ γὰρ δύο λευκὰ φαμὲν ὅμοια καὶ τὰ δύο μέλανα ταὐτόν τι πεπονθότα τὸ μέλαν καὶ τὸ λευκὸν, καὶ αὐτὰ πάλιν ἀλλήλοις· ἐὰν λέγῃς ὅμοια τὸ μέλαν καὶ τὸ λευκὸν, ὅμοια ἐρεῖς τῷ μετέχειν ταὐτοῦ τινος τοῦ κοινοῦ γένους αὐτῶν τοῦ χρώματος. Ὁ δ’ οὖν συλλογισμὸς τοιοῦτος· τὸ ἓν οὐδὲν πέπονθε ταὐτὸν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, τὸ ὅμοιον ἢ ἑαυτῷ ἢ ἄλλῳ ταὐτόν τι πέπονθε, τὸ ἓν ἄρα οὐκ ἔστιν ὅμοιον οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. |
| in Prm 1196 [40] | Τοιούτου δὲ ὄντος τοῦ συλλογισμοῦ, τὴν ἑτέραν μόνην τῶν προτάσεων παραμυθίας ἠξίωσε, τὴν λέγουσαν ὅτι τὸ ἓν οὐ πέπονθέ τι ταὐτὸν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. Πῶς καὶ τίνα τρόπον; τὸ ἓν, φησὶ, χωρὶς ἐφάνη τῆς ταυτότητος· ἐδείχθη γὰρ ὡς οὐδαμῶς ἐστι ταὐτόν· τὸ δὲ χωρὶς ταυτότητος εἰ πεπόνθοι τὸ ταὐτὸν, πλείω ἔσται καὶ οὐχ ἕν· πᾶν γὰρ τὸ ὁτιοῦν πεπονθὸς πολλὰ, ὅ ἐστι καὶ ὃ πέπονθε. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ τὸ ἓν αὐτὸ πεπονθός τι πολλά ἐστιν; οὐ γάρ ἐστιν αὐτὸ τὸ ἓν πεπονθὸς τὸ ἓν, ἀλλὰ τὰ πολλὰ τὰ μετέχοντα τοῦ ἑνός· αὐτὸ δὲ τὸ ἕν ἐστιν ἓν καὶ οὐ πέπονθε τὸ ἕν· εἰ δέ τι ἄλλο πεπόνθοι αὐτὸ, πλείω ἂν εἴη καὶ οὐχ ἕν. Καὶ πάλιν οὖν ῥητέον· εἰ χωρίς ἐστι τῆς ταυτότητος τὸ ἓν, οὐ πέπονθε τὸ ταὐτὸν, ἵνα μὴ γένηται τότ’ ἄλλο τι παθεῖν ὃ μὴ ἔστιν οὐχ ἕν· ἀλλὰ μὴν χωρίς ἐστι τῆς ταυτότητος τὸ ἕν· οὐδαμῶς ἄρα πέπονθε τὸ ταὐτὸν τὸ ἓν οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο· τούτῳ δὲ ἕπεται τὸ μηδὲ ὅμοιον εἶναι τὸ ἓν μήτε ἑαυτῷ μήτε ἄλλῳ· τὸ γὰρ ὅμοιον ταὐτόν τι πέπονθε. Ταῦτα μὲν δὴ περὶ τῆς τῶν προτάσεων ἀκολουθίας· ὅρα δὲ πῶς ἀσφαλῶς οὐκ εἶπε τὸ ἓν πεπονθέναι τὸ ἓν, ἀλλὰ μηδὲν ἄλλο πεπονθέναι, πλὴν τὸ εἶναι· τοῦτο γάρ ἐστι καὶ οὐ πέπονθε· πᾶν γὰρ τὸ ὁτιοῦν πεπονθὸς πολλά ἐστι· πάθος γὰρ καλεῖ τὴν μέθεξιν ἄλλου τινός. Μήποτε δὲ καὶ οὑτωσὶ λέγων τὸ ἓν οὐδὲν ἄλλο πεπονθέναι ἢ τὸ ἓν, πάνυ θαυμαστῶς ἐνδείκνυται ὅτι καὶ τὸ ἓν καταδεέστερόν ἐστι τῆς πάντων ἀρχῆς, ὃ καὶ ἐπὶ τέλει τῆς ὑποθέσεως ἐρεῖ ταύτης, καὶ ὅτι καὶ τοῦτο ὡς ἀλλότριον αὐτῇ προστίθησιν ὁ λόγος, εἰ καὶ τῶν ἄλλων οἰκειότερον, διότι τοῦ ἑνὸς οὐδ’ ἐννοῆσαί τι δυνατὸν σεμνότερον, ὥστε καὶ τοῦτο μὲν πεπονθὸς ἔσται ἐκεῖνο· δεῖ δὲ μέχρι τούτου τὸν λόγον ἵστασθαι, καὶ μηδὲν ἔτι προστιθέναι πλεῖον, ἵνα μὴ τὸ καὶ τοῦ ἑνὸς αὐτοῦ κρεῖττον εἰς πλῆθος ἀγαγόντες λάθωμεν. Εἰ δὲ αὖ τοῦτό τις ἐπιζητοίη πάλιν πόθεν ὅτι τὸ ταὐτὸν πεπονθὸς ὅμοιόν ἐστι, ῥητέον ὅτι τῆς ταυτότητος ἔγγονός ἐστιν ἡ ὁμοιότης, ὥσπερ τοῦ ἑνὸς ἡ ταυτότης. |
| in Prm 1197 [35] | Ἥ τε οὖν ταυτότης μετέχει τοῦ ἑνὸς, καὶ ἡ ὁμοιότης μετέχει τῆς ταυτότητος· τοῦτο δέ ἐστι πεπονθέναι τὸ μετέχειν ἄλλου καὶ προϊέναι κατ’ ἄλλην αἰτίαν πρεσβυτέραν. Καὶ ὁρᾷς ὅπως, ἐπειδὴ τὸ μετέχειν ἐπὶ τοῦ ἑνὸς λαμβάνει νῦν καὶ μὴ μετέχειν, οὐχ ὡς κρείττονος, ἀλλ’ ὡς καταδεεστέρου καὶ ἐξημμένου τοῦ ἑνὸς, ὡς ἐπὶ τῆς δευτέρας ὑποθέσεως, ἢ μὴ ἐξημμένου, ὡς ἐπὶ ταύτης, ἵνα μὴ ταράξῃ τῷ ὀνόματι ταὐτῷ χρώμενος, τὴν ὡς κρείττονος μέθεξιν πάθος προείρηκεν, εἰπὼν τὸ ὅμοιον πεπονθέναι καὶ τὸ ταὐτὸν καὶ τὸ ἀνόμοιον καὶ τὸ ἕτερον· ὁλικώτερα γὰρ ταῦτα ἐκείνων· καθάπερ γὰρ εἴπομεν, καὶ τὸ ἴσον καὶ τὸ ἄνισον ταὐτόν ἐστιν ἐν ποσῷ καὶ ἕτερον. Οὕτω δὲ καὶ ἐν Σοφιστῇ πάθος ἐκάλει τὴν μέθεξιν, καὶ τὸ ὅλον πεπονθέναι τὸ ἓν, οὐκ ὂν αὐτοὲν, ἀλλὰ μετέχον τοῦ ἑνός. Οὐδὲ μὴν ἕτερόν γε πέπονθεν εἶναι τὸ ἕ ν · καὶ γὰρ οὕτω πλείω ἂν πεπόνθοι εἶναι ἢ ἕ ν . — Πλείω γά ρ . — Τό γε μὴν ἕτερον πεπονθὸς ἢ ἑαυτοῦ ἢ ἄλλου ἀνόμοιον ἂν εἴη ἢ ἑαυτῷ ἢ ἄλλ ῳ , εἴπερ τὸ ταὐτὸν πεπονθὸς ὅμοιο ν . — Ὀρθῶ ς . — Τὸ δέ γε ἓ ν , ὡς ἔοικε ν , οὐδαμῶς ἕτερον πεπονθὸς οὐδαμῶς ἀνόμοιόν ἐστιν οὔ θ ’ ἑαυτῷ οὔ θ ’ ἑτέρ ῳ . — Οὐ γὰρ οὖ ν. (P. 140 A.) Πάλιν ἐν τούτοις ὁ συλλογισμὸς τοιοῦτός τίς ἐστι· τὸ ἓν οὐ πέπονθε τὸ ἕτερον οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο, τὸ δὲ ἀνόμοιον ἕτερόν τι πέπονθεν ἢ ἑαυτῷ ἢ ἄλλῳ, τὸ ἓν [ἄρα] οὐκ ἔστιν ἀνόμοιον. Πόθεν οὖν ὅτι τὸ ἓν οὐ πέπονθε τὸ ἕτερον; ὅτι μὲν ἑτερότητος οὐδαμῶς μετέχει, προείρηται· τὸ δὲ ἡτεροιωμένον, δῆλον ὡς ἀνάγκη μετέχειν ἑτερότητος. Εἰ οὖν μὴ δυνατὸν ἄλλο τι εἶναι τὸ ἓν ἢ ἓν, ἵνα μὴ πλείω γένηται τὸ ἓν, οὐκ ἂν πεπόνθοι τὸ ἕτερον. |
| in Prm 1198 [35] | Πόθεν δὲ ὅτι τὸ ἀνόμοιον ἢ ἑαυτῷ ἢ ἄλλῳ ἕτερόν τι πέπονθεν; ὅτι τὸ ἀνόμοιον τῆς κατὰ τὴν ἑτερότητα συστοιχίας ἐστίν. Ὡς οὖν ἡ ἑτερότης μετέχει τῆς ἀπειρίας, οὕτως ἡ ἀνομοιότης μετέχει τῆς ἑτερότητος· πᾶν γὰρ τὸ ἀνόμοιον καὶ ἕτερόν ἐστιν, οὐ πᾶν δὲ τὸ ἕτερον ἤδη καὶ ἀνόμοιόν ἐστιν· ἡ γὰρ οὐσιώδης ἑτερότης ἡ ἀνομοιότης οὐκ ἔστιν, ἀλλ’ ἡ τῶν δυνάμεων κοινωνία ποιεῖ τὴν ὁμοιότητα καὶ ἡ διαφορότης τὴν ἐναντίαν αὐτῇ ἀνομοιότητα. Φαίνεται οὖν καὶ διὰ τούτων τῶν λόγων ὡς οὔτε ταὐτὸν ὁμοιότης καὶ ταυτότης, ἀνομοιότης τε καὶ ἑτερότης· οὔτε ἑτέρα μὲν κρείττων ὑπεριδρυμένη κατὰ τάξιν, ἀλλὰ δευτέρα μετ’ ἐκείνας ἑκατέρα τούτων, ὥσπερ καὶ ὁ Πλάτων ἔταξεν αὐτάς. Καὶ γάρ ἐστιν ἡ μὲν ταυτότης περιληπτικωτέρα τῆς ὁμοιότητος, ἡ δὲ ἑτερότης τῆς ἀνομοιότητος, καὶ τοῦτον ἔχουσι λόγον ἐκεῖναι πρὸς ταύτας ὃν αἱ πηγαὶ, φασὶν οἱ θεολόγοι, πρὸς τὰς ἀπ’ αὐτῶν προελθούσας ἀρχὰς ἢ καὶ ὃν μονάδες ὁλικώταται πρὸς μονάδας ὁλικωτέρας, πρώτας μὲν ὑποστάσας ἀπ’ αὐτῶν, ὑφειμένην δὲ οὐσίαν καὶ δύναμιν ἐπιδεικνυμένας, καὶ εἰ ταύτην τὴν ὕφεσίν τινες μικρὸν παρεγκλίναντες ἄνεσιν προσαγορεύουσιν, ἴσως οὐκ ἂν ἄτοπον λέγοιεν. Οὔτε ἄρα ὅμοιον οὔτε ἀνόμοιον οὔ θ ’ ἑτέρῳ οὔ θ ’ ἑαυτῷ ἂν εἴη τὸ ἕ ν . — Οὐ φαίνετα ι. (P. 140 B.) Τοῦτό ἐστι τὸ κοινὸν συμπέρασμα τῶν τεττάρων προβλημάτων, καὶ ἐφύλαξέ τι σχῆμα ταὐτὸν τῆς ἀπαγγελίας πρὸς τὴν πρότασιν· καὶ γὰρ ἐκεῖ τὸ ὅμοιον καὶ ἀνόμοιον προσθεὶς κοινῶς ἐπήγαγε περὶ ἀμφοῖν τὸ οὔτε ἑαυτῷ οὔτε ἑτέρ ῳ. Προσφόρως οὖν τῇ τάξει ταύτῃ τῇ ἀφομοιωτικῇ πεποίηκε, καὶ ἐνταῦθα .... ἀρχῇ τὸ τέλος ἀφομοιοῦται τῶν περὶ αὐτῆς λόγων· ἄλλον δὲ τρόπον ἐπὶ τῶν πρώτων τοῦτο ἐγίνετο συμπερασμάτων, καθόσον ἐκείνων ἑκάστη τῶν τάξεων συνένευεν εἰς ἑαυτὴν, καὶ ἀνεκφοίτητος ἦν ἑαυτῆς. |
| in Prm 1199 [5] | Εἰ δέ τις ἀποροίη πότερον τὰ ἄλλα τοῦ ἑνὸς ὅμοια πρὸς ἕν ἐστιν ἢ οὔ (καὶ γὰρ εἰώθασί τινες τὸν νοῦν λέγειν εἰκόνα τοῦ ἑνὸς ὡς ἑνοειδῆ καὶ ἀμέριστον, εἴπερ ἀμερὲς τὸ ἕν)· εἰ οὖν τις ταῦτα ζητοίη, τίς ἡ τοιαύτη ὁμοιότης καὶ πῶς οὐ καὶ τὸ ἓν ὅμοιον ἔσται τοῖς ἄλλοις, ἐροῦμεν ὅτι τὸ ὅμοιον, εἴτε τὸ ἓν, γένος εἴη τι ἢ εἶδος τοῦ ὄντος· εἴτε καὶ πᾶσα λέγοιτο τῶν θεῶν ἡ ἀφομοιωτικὴ τάξις, οὐ ποιεῖ πάντα ὅμοια πρὸς τὸ ἕν· οὐ γάρ ἐστιν ἀκρότης τῶν ὄντων ἢ τὸ εἶδος τῶν εἰδῶν ἢ ἡ τάξις τῶν .... πασῶν τάξεων, ἀλλ’ ἔχουσι μέσην ἔν τε τοῖς εἴδεσι καὶ τοῖς θείοις γένεσι πρόοδον. Καὶ εἰ ὅμοια οὖν τὰ πάντα λέγοις πρὸς τὸ ἓν, ἀλλ’ οὐ κατὰ ταύτην ὅμοια τὴν ὁμοιότητα φήσεις, ἀλλὰ κατ’ αὐτὴν μόνην τὴν ἀπὸ τοῦ ἑνὸς ἐφήκουσαν ἕνωσιν πᾶσι τοῖς οὖσι, καὶ τὴν αὐτοφυῆ τῶν πάντων ἔφεσιν περὶ τὸ ἕν· πάντα γάρ ἐστιν ἅ ἐστι πόθῳ τοῦ ἑνὸς διὰ τὸ ἓν, καὶ κατὰ τὴν ὠδῖνα ταύτην ἕκαστον ἑνώσεως τῆς αὐτῷ προσηκούσης πληρούμενον ὁμοιοῦται πρὸς τὴν μίαν τῶν πάντων αἰτίαν, καὶ οὐ πρὸς ὅμοια ὁμοιοῦται, ἵνα καὶ ἐκείνη φανῇ ὁμοία τοῖς ἄλλοις, ἀλλ’, εἴπερ θέμις εἰπεῖν, πρὸς παράδειγμα τῶν ὁμοίων πρὸς αὐτήν. Καὶ ὁμοιοῦται ἄρα τὰ ὄντα πρὸς τὸ ἓν, ἀλλὰ διὰ τὴν ἔφεσιν τὴν ἄῤῥητον τοῦ ἑνὸς ὁμοιοῦται, καὶ οὐ διὰ τὴν ἀφομοιωτικὴν ταύτην τάξιν ἢ τὸ ἓν τῆς ὁμοιότητος εἶδος· οὐ γὰρ ταύτῃ δυνατὸν πάντα τὰ ὄντα συνάπτειν πρὸς τὸ ἓν καὶ ἀνασπᾷν, ἀλλὰ ταύτης τὸ ἔργον πρὸς τὴν νοερὰν μονάδα τὴν δημιουργικὴν ἀνέλκειν τὰ μετ’ αὐτὴν, ὥσπερ ἄλλης πρὸς τὴν νοητὴν, ἥτις ἔχει διαπόρθμιον δύναμιν, ὡς οἱ θεολόγοι λέγουσι, πάντων ἀπ’ ἐκείνης μέχρι τῆς ὕλης καὶ πάλιν ἐπ’ ἐκείνην τῶν πάντων. Ταύτης οὖν ἴδιον πρὸς τὴν νοερὰν ἐπιστρέφειν δι’ ὁμοιότητος, καὶ συνάγειν τοὺς διῃρημένους ἀπ’ αὐτῆς τῶν ὄντων διακόσμους· καὶ γὰρ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐπιδεές ἐστι τοῦ ἑνὸς καὶ μετέχει ἑκάτερον ἐκείνου καὶ ἔστιν ὅ ἐστι, καὶ ἄλλοις αἴτιόν ἐστι τοῦ εἶναι τοῖς μετέχουσιν αὐτῶν, καὶ οὐ δι’ ὁμοιότητος αὐτοῖς, ἀλλὰ δι’ ἑνώσεως ἡ πρὸς πάντα τὰ ὄντα κοινωνία γίνεται καὶ πρὸς αὐτὸ τὸ ἓν ἐπέκεινα τῶν πάντων ὄν. |
| in Prm 1200 [40] | Κἂν λέγωμεν οὖν πᾶσαν πρόοδον δι’ ὁμοιότητος ἀποτελεῖσθαι καὶ τὴν ἀπὸ τοῦ ἑνὸς τῶν ὄντων ὡσαύτως, συγγινώσκειν χρὴ τοῖς ὀνόμασιν, οἷς ἐπὶ τῶν ὄντων εἰθισμένοι χρῆσθαι καὶ παραδείγματα καὶ εἰκόνας λέγειν καὶ ἐπὶ τοῦ ἑνὸς αὐτοῖς χρώμεθα καὶ τῆς ἀπ’ ἐκείνων τῶν ὄντων ἐκφάνσεως. Ὡς γὰρ αὐτὸ προσείπομεν .... αὐτῷ τῶν ὀνομάτων προσάγοντες, οὐδὲν ἐν τοῖς οὖσι τούτου σεμνότερον οὐδὲ ἁγιώτερον βλέποντες, οὕτω καὶ τὴν ἀπ’ αὐτοῦ τῶν πάντων πρόοδον ὁμοιότητι χαρακτηρίζομεν, οὐκ ἔχοντες ταύτης ὄνομα τῇ προόδῳ τιθέσθαι τελειότερον. Καὶ ἐπεὶ, ὡς εἴπομεν, εἰ τὰ ἄλλα ὅμοια τῷ ἑνὶ λέγοι τις εἶναι, καθόσον ἑνός τινος ἕκαστα μετέχοι, οὐ κατὰ τοῦτο καὶ ἐκεῖνο τοῖς ἄλλοις ὅμοιόν ἐστιν· οὐδὲ γὰρ ἐπὶ τῶν εἰδῶν τὰ ὅμοια τοῖς εἴδεσιν ὁμοίοις ὅμοια συγχωροῦμεν ὑπάρχειν (ἀλλὰ καὶ τοῦτο ἓν τῶν Παρμενιδείων ἦν ἀποριῶν), ἀλλὰ καὶ παραδείγμασιν ὅμοια. Καὶ τὰ μετασχόντα οὖν τοῦ ἑνὸς ὅμοια θέντες τῷ ἑνὶ, οὐκ ἀντιστρέψομεν ὅτι καὶ ἐκεῖνο τοῖς μετέχουσιν ὅμοιον, ἀλλ’, εἰ θέμις εἰπεῖν, παραδείγμασιν ὅμοιον· τὰ γὰρ ἁ .... ἐν τούτοις ρ .... τοῦ ἑνός εἰσι δόσεις καὶ οἷον εἰκόνες. Καὶ εἰ οὕτως ἔλεγον τὸ ἓν ἄν τινες, οὐ κακῶς ἔλεγον, μόνον εἰ μετὰ ἀσφαλείας λέγοιεν καὶ μὴ διὰ τὸ τῆς ἰδέας ὄνομα καὶ τοῦ παραδείγματος ἢ πλῆθος ἐκεῖνο ποιοῖμεν ἢ τοῖς εἴδεσιν αὐτὸ συναριθμοῖμεν, ἀλλὰ κατὰ τὴν ἀναλογίαν μόνην αὐτὸ προσαγορεύοιμεν ἰδέαν, ὡς ὁ Σωκράτης ἔφατο τἀγαθοῦ ἰδέαν τἀγαθὸν τοῦτο οὖσαν πρὸς τὰ ὄντα πάντα, ὅπερ ἕκαστον τῶν νοητῶν εἰδῶν πρὸς τὴν οἰκείαν σειρὰν τὴν ἀπ’ αὐτοῦ καὶ πρὸς αὐτὸ ὑποστᾶσαν. |
| in Prm 1201 [5] | Λάβοις δ’ ἂν καὶ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ὁμοίου τὴν λύσιν· εἶναι γὰρ ὅμοιον τὸ ταὐτόν τι πεπονθὸς ὡρίσατο, τὸ δὲ ἓν πέπονθεν οὐδὲν ἢ ταὐτὸν ἢ οὐ ταὐτὸν, ἀλλὰ ἔστιν ἓν αὐτὸ μόνον· τὰ δὲ μετέχοντα αὐτοῦ πέπονθεν ἀλλήλοις ταὐτὸν τὴν τοῦ ἑνὸς μετουσίαν, ὥστε ἀλλήλοις μὲν ἔστιν ὅμοια κατὰ τὸ ἓν, τῷ δὲ ἑνὶ οὐχ ὅμοια, διότι μὴ ἔστιν ἐκεῖνο πεπονθὸς τὸ ἓν, ἀλλ’ αὐτοέν. Πολλοῦ ἄρα δεῖ τὸ ἓν ὅμοιον εἶναι τοῖς ἄλλοις, ὅπου μηδὲ τὰ ἄλλα κατὰ τοῦτον τὸν ὅρον ὅμοιά ἐστι τῷ ἑνὶ τὰ μηδὲν πεπονθότα τῆς ὁμοιότητος, τῆς ἐν τοῖς ταὐτόν τι πεπονθόσι κατ’ αὐτὸ τὸ πεπονθέναι τὸ ταὐτὸν περιγεγραμμένης· οὐ γὰρ εἴρηται ὅμοιον εἶναι ἄλλο ἄλλῳ τὸ ἐκεῖνο πεπονθὸς, ὅ ἐστιν ὅμοιον, ἀλλὰ τὸ ταὐτὸν ἐκείνῳ πεπονθὸς, ἵν’ ᾖ ἄμφω ταὐτὸν πεπονθότα ὡσαύτως. Ταῦτα καὶ πρὸς ταύτην ὑφ’ ἡμῶν ἀποκεκρίσθω τὴν ἀπορίαν. Ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Πλάτωνος ἡμῖν μεταβατέον. Καὶ μὴν τοιοῦτόν γε ὃν οὔτε ἴσον οὔτε ἄνισον ἔσται οὔτε ἑαυτῷ οὔτε ἄλλ ῳ . — Π ῆ; (P. 140 B.) Μετὰ τὴν ἀφομοιωτικὴν τάξιν τῶν θεῶν ὑπερκόσμιον μόνως οὖσαν, τὴν ἀπόλυτον ἰδίως προσαγορευομένην οἱ θεολόγοι τάττειν ἀξιοῦσιν, ἧς ἴδιόν ἐστιν, ὡς ὁ ἐκείνων λόγος, καὶ ἐξῃρῆσθαι τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ κοινωνεῖν αὐτοῖς καὶ προσεχῶς ἐπιβεβηκέναι τοῖς ἐγκοσμίοις θεοῖς· διὸ τὴν μεσότητα κεκληρῶσθαι αὐτήν φασιν τῶν τε ὑπερκοσμίων μόνως ὄντων καὶ τῶν ἐγκοσμίων θεῶν. Ταύτην δὴ οὖν τὴν ἀπόλυτον τάξιν παραδώσει μὲν καὶ αὐτὸς ἐν τῇ δευτέρᾳ ὑποθέσει, καὶ ἐρεῖ τὸ ἴδιον ἐκεῖ ὅ πότ’ ἐστὶν αὐτῆς καὶ ὅτι τοῦτο ἅπτεσθαι οἷον [ καὶ οὐχ ἅπτεσθα ι], ὅτι καὶ ἐγκόσμιός πώς ἐστι καὶ ὑπερκόσμιος, συναγωγὸς μὲν οὖσα τῶν ἰδίως καλουμένων ἐγκοσμίων θεῶν, προάγουσα δὲ εἰς πλῆθος τὴν ἕνωσιν τῆς ἀφομοιωτικῆς καὶ ὑπερκοσμίου μόνως οὔσης πάσης σειρᾶς. |
| in Prm 1202 [5] | Ἐκεῖ μὲν οὖν, ὅπερ ἔφην, παραδώσει καὶ ταύτην τὴν τάξιν· ἐνταῦθα δὲ παρῆκεν αὐτὴν καὶ μεταβέβηκεν ἐπὶ τοὺς ἐγκοσμίους μόνως ὄντας θεούς· δι’ ἣν δὲ αἰτίαν, ἐν ἐκείνοις ἀκριβέστερον ἐπιγνωσόμεθα· τότε γὰρ, εἰ θεοῖς φίλον, καὶ πᾶσαν αὐτῶν τὴν τάξιν κατανοήσομεν. Ἀλλ’ ἵνα μὴ θαυμάζωμεν καὶ ἐν ἐκείνοις, προεπεσημηνάμεθα καὶ ἐν τούτοις καὶ ἅμα ὅπως πρὸς τὸ ζητεῖν τὴν αἰτίαν τρέψωμεν τοὺς τῆς ἀληθείας φιλοθεάμονας. Μεταβέβηκε μὲν οὖν ἐπὶ τοὺς ἐγκοσμίους θεοὺς, ὧν ἐστιν ἴδιον τὸ ἴσον καὶ ἄνισο ν, τὸ μὲν διὰ τὸ πλῆρες αὐτῶν καὶ μήτε προσθήκην οὐδεμίαν μήτε ἀφαίρεσιν δεχόμενον (τοιοῦτον γὰρ τὸ ἴσον ἑαυτῷ τὸν αὐτὸν ὅρον ἀεὶ διαφυλάττον), τὸ δὲ διὰ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὴν ἐν αὐταῖς ὑπεροχὴν καὶ ἔλλειψιν· ἐπὶ τούτων γὰρ αἱ διαιρέσεις μάλιστα καὶ αἱ ποικιλίαι τῶν δυνάμεων καὶ αἱ τῶν προόδων διαφορότητες καὶ ἀναλογίαι καὶ οἱ διὰ τούτων δεσμοὶ τὴν χώραν ἔλαχον, ἀφ’ ὧν καὶ ὁ Τίμαιος ὑπέστησε τὰς ἐξημμένας αὐτῶν ψυχὰς, οἷς ἀπὸ τῆς ἰσότητος πᾶσιν ἡ γένεσις. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑπομένοις γενήσεται γνωριμώτερα μᾶλλον ἡμῖν, εἰ καὶ ἔστι δῆλον, ὡς εἴπομεν καὶ ἐκ τῶν ἐν Τιμαίῳ ῥηθέντων, ὅτι καὶ αἱ ψυχαὶ τῶν σωμάτων δι’ ἀναλογίας συνέστησαν, ὧν τὰς αἰτίας δεῖ προϋπάρχειν ἐν τοῖς προσεχῶς αὐταῖς ὑφεστῶσι θεοῖς. Ἐκείνων οὖν ἴδιον εἰκότως τὸ ἴσον καὶ τὸ ἄνισον· ποιεῖται δὲ τὰς περὶ τῶν ἀποφάσεων τοῦ ἴσου καὶ ἀνίσου νῦν ἀποδείξεις ἔκ τε τῆς ταυτότητος καὶ ἐκ τῶν πολλῶν, ἀλλ’ [οὐχ] ἐκ τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου, καίτοι ταῦτα προείρηται προσεχῶς εἰκότως· πᾶσα γὰρ ἡ ἐγκόσμιος θεότης ἀπὸ τῆς δημιουργικῆς πρόεισι μονάδος καὶ τοῦ πρωτίστου πλήθους, ὃ πρῶτον ἀπέφησε τοῦ ἑνός· ὅπως δὲ καὶ ταῦτα ἀληθῆ, προϊοῦσιν ἔσται κατάδηλον. |
| in Prm 1203 [40] | Πάνυ δ’ οὖν τοῦτο πειστέον ὅτι ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά εἰσιν αἴτια προηγούμενα τούτων περὶ ὧν ὁ λόγος, ὥστε καὶ τὸ ἴσον καὶ τὸ ἄνισον, καθόσον ἀπὸ τοῦ ἑνὸς καὶ διὰ τῆς ταυτότητος ὑφέστηκε καὶ τῶν πολλῶν, κατὰ τοσοῦτον ἀποφάσκεται διὰ τούτων τοῦ ἑνός· διὸ καὶ οὕτως ἤρξατο τοῦ λόγου, καὶ μὴν τοιοῦτόν γε ὂ ν, οὐχ οἷον νῦν, ἀλλ’ οἷον ἔμπροσθεν ἐδείχθη παντελῶς ἄδεκτον ταὐτοῦ καὶ ἑτέρου καὶ ἀπλήθυντον. Τοιοῦτον οὖν ὂν οὔ τ ’ ἴσον ἐστιν οὔ τ ’ ἄνισον οὔτε ἑαυτῷ οὔτε τοῖς ἄλλοι ς· πάλιν γὰρ καὶ ταῦτα διπλᾶ ἐστι τὰ συμπεράσματα, καθάπερ τὰ περὶ τοῦ ὁμοίου καὶ ἀνομοίου καὶ ταὐτοῦ καὶ ἑτέρου. Καὶ εἰ ταῦθ’ οὕτως ἔχοι, καὶ ἀπὸ τοῦ ταὐτοῦ καὶ ἑτέρου δεικνύοιτο μήτε ἴσον ὂν μήτ’ ἄνισον, εἰκότως ἐπέκεινα τὸ ταὐτὸν δήπου καὶ ἕτερον τοῦ ὁμοίου καὶ ἀνομοίου, διότι μὴ τούτοις ὑπάρχει μόνοις, ἀλλὰ καὶ τοῖς ἴσοις καὶ ἀνίσοις, καὶ ὡσαύτως τοῦ τε ὁμοίου καὶ ἀνομοίου ὁλικώτερα· ὑπάρχει γὰρ καὶ τοῖς ἴσοις καὶ ἀνίσοις· τὸ γὰρ ἀπὸ πλειόνων μετεχόμενον ὁλικώτερόν ἐστι. Καὶ τοσαῦτα μὲν περὶ τῆς τάξεως τῶν προβλημάτων. Ὅτι δὲ καὶ ταῦτα τὰ δύο τῆς διττῆς ἤρτηται συστοιχίας τῶν θείων οὐκ ἄδηλον· ἀνατέταται γὰρ τὸ μὲν ἴσον εἰς τὸ ὅμοιον καὶ ταὐτὸν καὶ τὸ ἐν ἄλλῳ καὶ τὸ περιφερὲς καὶ τὸ ὅλο ν, τὸ δὲ ἄνισον εἰς τὸ ἀνόμοιον καὶ τὸ ἕτερον καὶ τὸ ἐν ἑαυτῷ καὶ τὸ εὐθὺ καὶ τὸ μέρη ἔχο ν, πάλιν δὲ τούτων τὰ μὲν εἰς τὸ πέρας, τὰ δὲ εἰς τὸ ἄπειρον. Καί μοι δοκεῖ καὶ διὰ τοῦτο κατά τινας οἷον ἀντιθέσεις προάγειν τὸν λόγον, ἵνα δείξῃ τὸ ἓν ἐπέκεινα πάσης ἀντιθέσεως μηδενὶ συνταττόμενον, ἅπαν δ’ ἓν ἀντικείμενον ἁπάντων ὁμοίως ἐξῃρημένον. |
| in Prm 1204 [5] | Καὶ γὰρ αὖ, ὡς εἴπομεν πολλάκις, εἰ μὲν τὸ χεῖρον τῆς ἀντιθέσεως, ἄτοπον· οὐδὲν γὰρ κρεῖττον ἔσται αἴτιον τοῦ χείρονος, ἀλλὰ κοινωνήσει μέν πως αὐτῷ, κυρίως δὲ αἴτιον οὐκ ἔσται· οὔτε γὰρ ἡ ταυτότης ὑφίστησι τὴν ἑτερότητα, οὔτε ἡ στάσις τὴν κίνησιν, οὔθ’ ὅλως ἐστὶ τὸ τοῦ παράγοντος πρὸς τὸ παραγόμενον, ἀλλὰ περιοχὴ καὶ ἕνωσις ἀπὸ τοῦ κρείττονος ἐφήκει τῷ χείρονι. Ἴσον μὲν ὂν τῶν αὐτῶν μέτρων ἔσται ἐκείνῳ ᾧ ἂν ἴσον ᾖ . — Να ί . — Μεῖζον δέ που ἢ ἔλαττον ὂ ν , οἷς μὲν ἂν ξύμμετρον ᾖ , τῶν μὲν ἐλαττόνων πλείω μέτρα ἕξε ι , τῶν δὲ μειζόνων ἐλάττ ω . — Να ί . — Οἷς δ ’ ἂν μὴ ξύμμετρο ν , τῶν μὲν σμικροτέρω ν , τῶν δὲ μειζόνων μέτρων ἔστα ι . — Πῶς γὰρ ο ὔ; (P. 140 B.) Τὸ μὲν ἴσον καὶ τὸ ἄνισον τὸ νῦν παραλαμβανόμενον ὡς οὔτε τὸ φυσικὸν ἁπλῶς ἐκληπτέον οὔτε τὸ μαθηματικὸν οὔτε τὸ ἐν λόγοις ἱδρυμένον ψυχικοῖς οὔτε αὐτὸ τὸ νοερὸν εἶδος, εἴρηται ἡμῖν διὰ τῶν ἔμπροσθεν· πάντα γὰρ ταῦτα μερικῶς ἐφάπτεται τῶν θείων πραγμάτων καὶ ἔστιν ἀνάξια τῆς περὶ τοῦ ἑνὸς ὑποθέσεως· ποῦ γὰρ ἂν εἴη σεμνὸν, ὡς ἤδη προείπομεν, ὡς ἑνὸς εἴδους νοεροῦ; τί γὰρ ἂν λέγοις τὰ ἄλλα κρεῖττον εἶναι τὸ ἕν; Ἀλλ’, ὥσπερ εἴπομεν, ἑνὸς ἰσότητα καὶ ἀνισότητα ληπτέον τὴν διὰ πάσης φοιτῶσαν τῆς ἐγκοσμίου θεότητος, εἰ καὶ ἐφαρμόζουσιν αἱ ἀποδείξεις καὶ τοῖς φυσικοῖς ἴσοις καὶ τοῖς μαθηματικοῖς καὶ τοῖς ἐν τοῖς λόγοις τοῖς ψυχικοῖς καὶ τοῖς ἐν τοῖς εἴδεσι τοῖς νοεροῖς. Δεῖ γὰρ ἄνωθεν ἐπὶ πάντων ἄρχεσθαι τὰς ἀποδείξεις καὶ διατείνειν διὰ πάντων τῶν δευτέρων, ἵνα πάντων ἐξῃρημένον ἀποδεικνύηται τὸ ἓν τῶν θείων, τῶν νοερῶν, τῶν ψυχικῶν, τῶν μαθηματικῶν, τῶν φυσικῶν εἰδῶν. Πάντα οὖν ὅσα λέγεται νῦν ἀξιώματα περί τε τῶν ἴσων καὶ ἀνίσων, ἐφαρμοστέον τῇ τάξει ταύτῃ τῶν θεῶν· ἐπεὶ γάρ εἰσι καὶ ἐν ταύτη πολλαὶ δυνάμεις, αἱ μὲν ἀλλήλαις σύστοιχοι καὶ πρὸς τὸ αὐτὸ τέλος καὶ ἀγαθὸν ἀνατεινόμεναι, αἱ δὲ διαφέρουσαι κατά τε ὑπεροχὴν καὶ ὕφεσιν, ἐκείνας μὲν κατὰ τὴν ἰσότητα χαρακτηρίζεσθαι ῥητέον· τὸ γὰρ ἀγαθὸν μέτρον ἑκάστων· τὰ γοῦν τῷ αὐτῷ ἀγαθῷ συνηνωμένα τῷ αὐτῷ μέτρῳ μεμέτρηται καὶ ἔστιν ἴσα ἀλλήλοις. |
| in Prm 1205 [10] | Τὰ δέ γε μὴν ἀσυστοίχους ἀλλήλαις κατὰ τὸ ἄνισον πεποιῆσθαι τὴν πρόοδον θετέον, ἐπειδὴ τὰς μὲν ὑπερέχειν, τὰς δὲ ὑφεῖσθαι λέγομεν. Ἀλλ’ ἐπεὶ καὶ τῶν ἀνίσων τὰ μὲν σύμμετρα, τὰ δὲ ἀσύμμετρα, δῆλον ὅτι καὶ ταῦτα τοῖς θείοις ἐφαρμόσομεν, τὴν μὲν συμμετρίαν, ἐφ’ ὧν τὰ δεύτερα συνανακεράννυται τοῖς πρὸ αὐτῶν καὶ ὅλων μετέχει τῶν κρειττόνων (οὕτω γὰρ καὶ ἐν τοῖς συμμέτροις τὸ ἔλαττον ἐθέλει μέτρον κοινὸν ἔχειν πρὸς τὸ μεῖζον, ὅλον ἑκάτερον τοῦ αὐτοῦ μετροῦντος)· τὴν δὲ ἀσυμμετρίαν, ἐφ’ ὧν τὰ καταδεέστερα διὰ τὴν τῶν κρειττόνων ἐξῃρημένην ὑπεροχὴν μετέχει μέν πως αὐτῶν, ὅλοις δὲ αὐτοῖς συνάπτεσθαι διὰ τὴν ἑαυτῶν ὕφεσιν ἀδυνάτως ἔχει. Ταῖς γὰρ μερικαῖς αἰτίαις καὶ πολλοσταῖς ἀπὸ τῶν πρώτων ἀσύμμετρός ἐστιν ἡ πρὸς ἐκεῖνα κοινωνία, καὶ ἡ πρὸς τὸ αὐτὸ νοητὸν ἀγαθὸν ἐκείνοις ἀνάτασις· καὶ ἔοικεν, εἰ τῶν ἐγκοσμίων ἐστὶ θεῶν ταῦτα συνθήματα, τὸ ἴσον λέγω καὶ τὸ ἄνισον, εἰκότως ἐνταῦθα καὶ τὸ σύμμετρον ἀναφανῆναι τοῦτο καὶ τὸ ἀσύμμετρο ν. Ἐν μὲν γὰρ τοῖς ἀσωμάτοις καὶ ἀΰλοις χώραν ἡ τούτων ἀντίθεσις οὐκ ἔχει, πάντων ἐκεῖ ῥητῶν ὄντων καὶ ἐν εἴδεσι καθαροῖς ὑφεστώτων· ὅπου δέ ἐστι καὶ ὑλικὸν ὑποκείμενον καὶ μίξις εἴδους καὶ ἀνειδέου τινὸς, εἰκότως καὶ συμμετρίας ἐστὶν ἐνταῦθα ἀντίθεσις, ὧν οἱ ἐγκόσμιοι θεοὶ προσεχῶς εἰσι, συνεκτικοὶ ψυχῶν καὶ σωμάτων εἴδους καὶ ὕλης. Εἰκότως ἄρα πέφυκεν ἐν αὐτοῖς κατὰ τὴν ἄνισον διαίρεσιν τὸ σύμμετρον καὶ ἀσύμμετρον· διὸ καὶ τούτων ὁ ἐπαπορῶν ἐμνημόνευσε λόγος. Ταῦτα μὲν οὖν καὶ εἰσαῦθις ἐπιπλέον ἀνασκεψόμεθα· νῦν δὲ ὅτι γεωμετρικῶς πρὸ τῶν ἀποδείξεων ὅρους λαμβάνει τοῦ ἴσου, τοῦ συμμέτρου, τοῦ ἀσυμμέτρου, λεκτέον· ἴσον μὲν λέγων τὸ τοῖς αὐτοῖς μέτροις μετρούμενον, σύμμετρον δὲ τὸ τῷ αὐτῷ μέτρῳ μετρούμενον, ἐὰν μὲν μεῖζον ᾖ, πλεονάκις ἢ τὸ ἔλαττον, ἐὰν δὲ ἔλαττον, ἐλαττονάκις ἢ τὸ μεῖζον· ἀσύμμετρον δὲ τὸ διαιρούμενον εἰς ἴσα μὲν κατ’ ἀριθμὸν, ἄνισα δὲ κατὰ μέγεθος, εἰ μὲν ἔλαττον εἴη, δῆλον ὡς εἰς ἐλάττονα, εἰ δὲ μεῖζον, δῆλον ὡς εἰς μείζονα· τὸ μὲν ἔλαττον σμικροτέρων ἔσται μέτρων ἴσων κατ’ ἀριθμὸν, τὸ δὲ μεῖζον μειζόνων. |
| in Prm 1206 [5] | Ἐὰν γὰρ λάβῃς τὴν πλευρὰν καὶ τὴν διάμετρον, καὶ διέλῃς ἑκατέραν δίχα, δῆλον ὡς ἡ μὲν μείζων ἕξει τῶν μερῶν ἑκάτερον, ἡ δὲ ἔλαττον. Ἐπ’ ἀμφοτέρων δὲ τῶν συμμέτρων καὶ τῶν ἀσυμμέτρων ὁμοίως πρὸς μείζονα καὶ ἐλάττονα τῆς παραβολῆς οὔσης, ἐφ’ ὧν μὲν τῶν μέτρων τῶν αὐτῶν ὄντων, ἀλλ’ ἢ πλεονάκις ἢ ἐλαττονάκις, ἐφ’ ὧν δὲ εἰς ἴσα μὲν τῆς διαιρέσεως γιγνομένης, ἀλλ’ ἢ εἰς μείζονα κατὰ τὸ μέγεθος ἢ εἰς ἐλάττονα, ὅπου μὲν κατὰ τὸ πλῆθος τῆς διαφορᾶς οὔσης, ὅπου δὲ κατὰ τὸ μέγεθος ἀσυμμέτρων ὑπαρχόντων. Τούτων δὴ τῶν ὅρων προειλημμένων ἑξῆς ἐπάγει τὰς ἀποδείξεις, δι’ ὧν ἀποδείκνυται πρῶτον μὲν ὅτι οὐκ ἔστιν ἴσον τὸ ἓν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, ἔπειτα ὅτι οὔτε ἄνισον πάλιν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. Λέγει δὲ οὕτως· Οὐκοῦν ἀδύνατον τὸ μὴ μετέχον τοῦ αὐτοῦ ἢ μέτρων τῶν αὐτῶν εἶναι ἢ ἄλλων ὡντινωνοῦν τῶν αὐτῶ ν . — Ἀδύνατο ν . — Ἴσον μὲν ἄρα οὔ τ ’ ἂν ἑαυτῷ οὔτε ἄλλῳ εἴ η , μὴ τῶν αὐτῶν μέτρων ὄ ν . — Οὐκοῦν φαίνεταί γ ε. (P. 140 B.) Συλλογισμὸς ἐπὶ τοῦ ἴσου γενόμενος καὶ ἀφαιρῶν αὐτὸ τοῦ ἑνὸς τοιοῦτός ἐστι· τὸ ἓν οὐδενὸς μετέχει ταὐτοῦ, τὸ ἴσον μετέχει πως τοῦ ταὐτοῦ κατὰ τὴν τοῦ μέτρου δύναμιν, τὸ ἓν ἄρα οὐδαμῶς ἐστιν ἴσον ὅτι δὲ ταὐτόν .... Τὸ γὰρ ταὐτὸν πολλαχῶς ἐστι· καὶ γὰρ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατά τι μέτρον καὶ κατὰ τὸν χρόνον ἐστὶ καὶ κατὰ τὸν τόπον τῶν πραγμάτων ταυτότητας λαβεῖν· ἔστι γὰρ καὶ τῷ μέτρῳ ταὐτὰ ἀλλήλοις καὶ τῷ χρόνῳ καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ καὶ ἄλλοις πολλοῖς, δι’ ὧν ἡ τῆς ταυτότητος διήκει δύναμις. |
| in Prm 1207 [35] | Τὸ μὲν οὖν ἴσον ὡς δεύτερον τῆς ταυτότητος ὑφίσταται κατ’ αὐτὴν ἀπὸ τοῦ ἑνός· τὸ δὲ ἓν ἐπέκεινα ταυτότητος ὂν πολλῷ δήπου μᾶλλον ἐξῄρηται καὶ τῆς ἰσότητος, ὅπου γε οὐδὲ, εἰ μέγεθός τι εἴη, μὴ ὁμοειδὲς δὲ πρὸς ὃ ἀντεξετάζεται, οὐκ ἄν ποτ’ ἐκεῖνο ῥηθείη οὔτ’ ἴσον οὔτ’ ἄνισον· ἐν γὰρ τοῖς ὁμοειδέσι ταῦτα μόνον ἐστί. Τίς οὖν ἂν εἴη εἰς γραμμὴν καὶ ἐπιφάνειαν ἴσην καὶ ἄνισον, ἐπίπεδον καὶ στερεόν; οὐ γὰρ συμβλητὰ ταῦτα ἀλλήλοις, καλῶς καὶ τοῦ Ἀριστοτέλους ἐν τοῖς περὶ κινήσεως λόγοις τὰς ὁμοειδεῖς ὁρίζοντος εἶναι συμβλητὰς, ἀλλ’ οὐχὶ τὰς ἀνομοειδεῖς, οἷον αὔξησίν τε καὶ ἀλλοίωσιν ἢ γένεσιν καὶ τοπικὴν κίνησιν. Τὸ οὖν ἓν ἀσύμβλητον πᾶσι τοῖς μετ’ αὐτὸ καὶ ἀπ’ αὐτοῦ τὴν ὕπαρξιν ἔχουσιν οὔτ’ ἴσον οὔτ’ ἄνισον εἶναι δύναιτο ἐκείνοις, ἀλλ’ οὐδ’ ἑαυτῷ, τὴν ἑνοειδῆ κρείττονα οὖσαν ἔχον, καὶ οὐδὲν ἰσότητος δεόμενον· ᾧ καὶ δῆλον ὅτι οὐχ ὡς ποσόν τι λέγεται τὸ ἓν, ἵνα καὶ ἰσότητος ᾖ δεκτικὸν, ἀλλ’ ὡς τῆς ἁπλότητος αὐτοῦ καὶ τῆς ἀμερίας διὰ τούτου μόνου σημαίνεσθαι δυναμένης· τὸ γὰρ ἐκβεβηκὸς ἀπὸ πά ... δείξασθαι θέλοντες ἓν αὐτὸ προσείπομεν, οὐχ ὡς ὁμοταγὲς τοῖς πεπληθυσμένοις οὐδ’ ὡς τῶν μονάδων ἐν τοῖς ἀριθμοῖς ἓν τιθέντες, ἀλλ’ ὡς ὕπαρξιν οὐδὲν οὖσαν τῶν πάντων σημαίνοντες, ἧς ὁ μετασχὼν πάντως ἅψεται πῶς ἐκεῖνό ἐστιν ἕν. Δέδεικται δ’ οὖν μέχρι τούτων ὅτι μηδαμῶς ἐπιδέχεται τὸ ἴσον, διότι μηδὲ τὸ ταὐτὸν μήτε κατὰ χρόνον μήτε κατὰ ἀριθμὸν μήτε κατ’ ἄλλον τινὰ τρόπον, ὡς ταυτότητος ὅλως ἄδεκτον ὑπάρχον. |
| in Prm 1208 [35] | Ἀλλὰ μὴν πλειόνων γε μέτρων ὂν ἢ ἐλαττόνω ν , ὅσων περ μέτρω ν , τοσούτων καὶ μερῶν ἂν εἴ η · καὶ οὕτως αὖ οὐκέτι ἓν ἔστα ι , ἀλλὰ τοσαῦτα ὅσα περ καὶ τὰ μέτρ α . — Ὀρθῶ ς . — Εἰ δέ γε ἑνὸς μέτρου εἴ η , ἴσον ἂν γίγνοιτο τῷ μέτρ ῳ · τοῦτο δὲ ἀδύνατον ἐφάν η , ἴσον τῳ αὐτὸ εἶνα ι . — Ἐφάνη γά ρ. (P. 140 C.) Δεύτερος ἐπὶ τούτοις παραδίδοται συλλογισμὸς, ἀναιρῶν τὴν ἀνισότητα παντελῶς ἀπὸ τοῦ ἑνὸς, τοιοῦτος· τὸ ἓν πολλῶν μέτρων ἢ καὶ μερῶν οὐκ ἔστι δεκτικόν· ἅπαν δὲ ἄνισον πολλῶν ἐστι μερῶν δεκτικόν· τὸ ἓν ἄρα οὐκ ἔστιν ἄνισον. Κἄν τε γὰρ πλειόνων ᾖ μέτρων τὸ ἄνισον κἂν ἐλαττόνων, πλῆθος ἔχει τι τῶν μέτρων· πᾶν δὲ πλῆθος ἀφείλομεν ἐκ τοῦ ἑνὸς, τό τε ἔλαττον καὶ τὸ πλέον· τὸ ἄρα ἄνισον κατωτέρω μὲν ἔστι τοῦ πλήθους τοῦ πρώτου καὶ ὑφέστηκε κατ’ αὐτὸ, μετέχει δὲ καὶ τῆς τοῦ ἑνὸς αἰτίας· ἡ γὰρ ἀπόφασις γένεσίς ἐστιν, ὡς πολλάκις εἴρηται, τῆς καταφάσεως. Διὰ τούτων μὲν οὖν ἔδειξε τὸ ἓν καὶ τῆς ἀνισότητος ἐξῃρημένον· ἐπειδὴ δὲ εἴποι ἄν τις ἀπορῶν, ἀλλὰ ἴσως μήτε ἐλαττόνων ἔσται μέτρων μήτε πλειόνων, ἀλλ’ ἑνὸς, ἵνα μὴ πλῆθος ἐν τῷ ἑνὶ καταλίπωμεν, αὐτὸ οὖν ἔστω ἑαυτοῦ μέτρον· διὰ δὴ τοῦτο λύων τὴν ἀπορίαν ταύτην ἐπήνεγκεν ὅτι ἄρα, εἴ τις τοιοῦτον ὑποθεῖτο τὸ ἓν, ἔσται ἴσον τινὶ πάντως τῷ ἑαυτοῦ μέτρῳ· καὶ εἰ μὴ αὐτῶν τὸ ἴσον καὶ τὸ ἓν, διότι τὸ μὲν καθ’ αὑτὸ, τὸ δὲ πρός τι, δῆλον ὡς ἴσον ὂν τὸ ἓν ἔσται καὶ οὐχ ἓν διὰ τὸ ἴσον οὐχ ἓν ὄν· ὃ γὰρ ἂν αὐτῷ προσθῇ, ἀφαιρεῖ τὸ ἕν· ἀναινομένου τοῦ ὡς ἀληθῶς ἑνὸς παντὸς, ἀλλ’ οὐ προσθήκην προστιθέντος, οὐκέτι μόνον ἔσται μετ’ ἄλλου ἓν, οὐδὲ αὐτοὲν, ἀλλά τι ἓν τὸ μετὰ τοῦ προστιθέντος φανταζόμενον. |
| in Prm 1209 [35] | Ἔσται οὖν οὐχ ἓν ἴσον ὂν, κἄν τε ὑπ’ ἄλλου τινὸς ἑνὸς μετρῆται κἄν τε ὑφ’ ἑαυτοῦ· δέδεικται δὲ ὡς οὐδὲν τὸ ἓν ἴσον ἐστίν· οὔτε ἄρα ἓν ἔχει μέτρον τὸ ἓν, οὔτε πολλά· καὶ γὰρ εἰ μὲν ἑαυτοῦ μέτρον εἴη, σχιζ ....... ἀνέκφατον· ἔσται μετροῦν ἑαυτὸ καὶ ὑφ’ ἑαυτοῦ μετρούμενον, καὶ ἔσται οὐχ ἓν ὡς ἀληθῶς, ἀλλὰ δυοειδές. Τοῦτο δὲ ἡμᾶς ἀνέπεισεν ἀπογνῶναι καὶ ὅτι ἐν ἑαυτῷ ἐστιν, ᾧ καὶ δῆλον ὅτι καθ’ αὑτὸ μὲν ἀποδοτέον τῷ ἑνὶ, πρὸς ἑαυτὸ δὲ οὐδὲν, ἵνα μὴ διπλασιάσαντες αὐτὸ λάβωμεν καὶ ποιήσαντες πεπονθὸς τὸ ἓν, ἀλλ’ οὐκ αὐτοέν .... μετ’ αὐτὸ μέτρον συντεταγμένον ἔσται τοῖς μετρουμένοις καὶ ἐν αὐτοῖς ὂν ἑαυτῷ, κἀκεῖνα μετροῦν ὡς τὸν ἀριθμὸν ἡ μονὰς ἐν τῷ ἀριθμῷ οὖσα· δεῖ δὲ ἐξῃρημένον αὐτὸ πάντων ὑπάρχειν· καὶ μέρος οὐδὲν ὅσον, ἵνα μὴ ἀτελέστερον ᾖ τῶν ἄλλων ὧν ἐστι μέρος· πᾶν γὰρ μέρος ἀτελές. Εἰ οὖν ὡς μέρος τῶν μετρουμένων εἴη μέτρον, ἀτελέστερον ἔσται τῶν ἄλλων· οὐκ ἄρα ἐκείνων ἐστὶ μέτρον τὸ ἓν ἐπέκεινα· εἴ ἐστι μέρος ἄλλων τι, ἓν ἔσται καὶ οὐκ αὐτοέν· ἡ γὰρ πρὸς τὰ ἄλλα μέρη διαφορότης τι ἓν αὐτὸ ποιήσει· καὶ γὰρ ἐκείνων ἕκαστον μέρος ὂν ἕν τί ἐστι πάντως. Εἰ οὖν μηδὲ ὅλον ἐστὶ τὸ αὐτὸ, ἵνα μὴ πεπονθὸς ᾖ τὸ ἓν, ὡς ἐν Σοφιστῇ δέδειχε, πολλῷ μάλλον μέρος οὐκ ἔστιν, ἵνα μὴ καὶ ἀτελὲς ᾖ πρὸς τῷ καὶ πεπονθὸς εἶναι τὸ ἕν. Ἐκ δὲ τούτου φανερὸν ὡς οὐκ ἔστι τὸ αὐτοὲν τῶν εἰδῶν τι ἕν· πᾶν γὰρ εἶδος μέρος ἐστὶ τοῦ νοητοῦ παντὸς, ἀλλ’ ἐξῄρηται καὶ τοῦ ὅλου νοητοῦ καὶ τῶν ἐν αὐτῷ εἰδῶν μερῶν ὄντων. Πῶς οὖν λέγεται μέτρον αὐτὸ τῶν ὅλων ἢ πῶς τὰ μέτρα πᾶσι χορηγοῦν; οὕτω γὰρ καὶ ἓν ἐπονομάζεται ὡς τῆς ἑνώσεως καὶ τῆς συνοχῆς πᾶσιν αἴτιον, ἐπεὶ καθ’ αὑτό γε τούτων οὐδέν ἐστι. Καὶ πῶς γὰρ ἂν εἴη μέτρον, ἐπέκεινα παντὸς πέρατος ὂν καὶ ὅρου καὶ ἑνότητος; πᾶν δὲ μέτρον πέρας ἐστὶ τοῦ μετρουμένου καὶ ὅρος. |
| in Prm 1210 [35] | Ὅταν οὖν ὁ Πλάτων ἐν Νόμοις μέτρον λέγῃ τὸ θεῖον τῶν πάντων, καὶ πολὺ μᾶλλον ἢ τὸν ἄνθρωπον, ὥς πού τις τολμᾷ τῶν πρὸ αὐτοῦ λέγειν, δεῖ νοεῖν πῶς αὐτὸ εἶναί φησι μέτρον, εἰ περὶ τοῦ πάντων ἐπέκεινα ποιοῖτο τὸν λόγον, καὶ ὅτι, ὡς ἀφορίζον πᾶσι τό τε εἶναι τοῖς οὖσι καὶ τὸ εὖ εἶναι, τῶν ἐν ἑκάστοις μέτρων ὄντων προαίτιον. Δηλοῖ γοῦν καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ἐν τῇ ἀπαριθμήσει τῶν τοιούτων ἀγαθῶν, ἐν τοῖς πρώτοις μετεχομένοις ἀγαθοῖς καὶ οὔπω περατοειδέσι θέμενος μέτρον, ὥσπερ καὶ τὸν καιρὸν καὶ τὸ μέτρον, καὶ περὶ ταῦτα εἶναι τὸ πρῶτον εἰπὼν ἀγαθὸν, ἀλλ’ οὐ τῶν πάντων ἐπέκεινα τῶν ὁπωσοῦν ἢ μικτῶν ἢ περατοειδῶν ἢ τῆς ἀπείρου φύσεως εἶναι λεγομένων· ὥστ’ εἰ λέγειν τολμῴη τις ἐκεῖνο μέτρον, ὡς πάντων ὂν ἐφετὸν αὐτὸ θήσεται μέτρον, ἀλλ’ οὐχ ὡς ὁμοταγὲς τοῖς ὑπ’ αὐτοῦ μετρουμένοις· τοιοῦτον δὲ ὂν, οὐδὲ ἄνισον οἷς ἐστιν ἀσύντακτον. Οὔτε ἄρα ἑνὸς μέτρου μετέχον οὔτε πολλῶν οὔτε ὀλίγω ν , οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχο ν , οὔτε ἑαυτῷ ποτ ε , ὡς ἔοικε ν , ἔσται ἴσον οὔτε ἄλλ ῳ · οὐ δ ’ αὖ μεῖζον οὐδὲ ἔλαττον οὔ θ ’ ἑαυτοῦ οὔ θ ’ ἑτέρο υ . — Παντάπασι μὲν οὕτω ς. (P. 140 D.) Παρατηρητέον ἐν τούτοις ὅπως ἐν τῷ συμπεράσματι κατὰ τάξιν ἀπὸ τῶν προσεχῶς δεδειγμένων ἀνατρέχει διὰ τῶν μέσων ἐπὶ τὴν ἀρχὴν τῶν προβλημάτων· Οὔτε γὰ ρ, φησὶν, ἑνὸς μέτρου μετέχον ἐστὶ τὸ ἓν, τοῦτο δὲ ἦν τὸ ἔσχατον τῶν δεδειγμένων· οὔτε πολλῶν οὔτε ὀλίγω ν, ταῦτα δὲ ἦν ἅπερ ἐν τοῖς μέσοις ἐδείκνυμεν· οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχο ν, τοῦτο δὲ ἦν ὃ πρώτιστον εἴρηται· δείκνυσι δ’ ὅμως ὡς οὐδαμῶς ἐστιν ἴσον τὸ ἓν, ἔπειτα λοιπὸν αὐτὸ τὸ πρόβλημα τὸ μήτε ἴσον εἶναι μήτε ἄνισον αὐτό. |
| in Prm 1211 [40] | Διεῖλε δὲ τὸ ἄνισον ἐν τῷ συμπεράσματι, μεῖζον καὶ ἔλαττον εἰπὼν, ἅπερ ὠνόμαζεν ἐν τῇ προτάσει κοινῶς διὰ τοῦ ἀνίσου παραλαμβάνων, ἀμφότερα δεικνὺς ἡμῖν καὶ διὰ ταύτης τῆς τάξεως ὅτι ἄρα καὶ τὸ τῶν ἐγκοσμίων θεῶν γένος, οἷς προσήκει τὸ ἴσον τοῦτο καὶ ἄνισον, ἄνω μὲν καὶ κατὰ τὰς ἄκρας αὐτῶν ἡνωμένον ἐστὶ, κάτω δὲ καὶ κατὰ τὸ προϊὸν διῄρηται καὶ μέχρι τῶν μερικωτάτων προϊὸν ἀπὸ τῶν αὐτῶν μέτρων ἐπὶ τὰ πολλὰ καὶ τὰ ὀλίγα· καὶ τὸ ἓν οὐ δεῖ .... καὶ μὴ μέτρον ἰσότητι κρατούμενον ἀνακαλύπτει καὶ συνελίσσεται πάλιν ἐπὶ τὴν ἀρχήν· ἡ γὰρ ἀνισότης πᾶσα αὐτῶν κρατεῖται πανταχόθεν ὑπὸ τῆς ἰσότητος. Δέδεικται ἄρα τὸ ἓν ἐπέκεινα τῶν ἐγκοσμίων θεῶν ἁπάντων, εἴπερ τούτων ἴδιον τὸ ἴσον καὶ ἄνισον. Ὅπως μὲν οὖν τῇ τούτων τάξει προσήκειν φαμὲν τὴν ἀντίθεσιν ταύτην, ἐν τοῖς ἐφεξῆς γνωσόμεθα, τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἑπόμενοι· λάβωμεν δὲ νῦν ἐκ τῶν προῤῥηθέντων τοσοῦτον, ὡς ἄρα τὸ ἓν οὐ δεῖ λέγειν οὔτε κατὰ τὴν ἕνωσιν οὔτε κατὰ τὴν ἀμέρειαν οὔτε κατὰ τὸν τῆς αἰτίας λόγον τῶν μετὰ τὸ ἓν, οὔτε μεῖζον οὔτε ἔλαττον οὔτε ἴσον· ἐν οἷς γάρ ἐστι σύγκρισις, ταῦτα μόνον ἔχει χώραν. Ἔστι δὲ καὶ παραβολὴ τοιάδε σύγκρισις ἐν οἷς ταὐτόν τί ἐστιν ἐπίτασιν καὶ ἄνεσιν δεδεγμένον· ὅπου δὲ μηδέν ἐστι ταὐτὸν, πῶς ἄν τι τῶν κατὰ σύγκρισιν ἢ παράθεσιν ὀνομάτων λέγειν εἴη δυνατόν; Οὐδ’ ἄρα τὰς ὑπερθέσεις ἐπ’ ἐκεῖνο τῶν ἄλλων ἀνοιστέον πᾶσιν, ἃς εἰώθασί τινες αὐτῷ προσφέρειν, ἐθέλοντές τι πλέον τῶν ἀποφάσεων περὶ αὐτοῦ διδάσκειν, στασιμώτατον αὐτὸ καὶ ἐνεργητικώτατον ὑμνοῦντες· καὶ γὰρ τῶν τοιούτων ὑπερθέσεων ἐκεῖνο κρεῖττόν ἐστι, πάντων ἄδεκτον ὂν ἐκείνων ἀφ’ ὧν αἱ ὑπερθέσεις ἐλήφθησαν, αἴτιον δὲ πάντως· τὸ γὰρ μηδόλως λευκὸν οὐκ ἄν τις εἴποι λευκότατον, καὶ τὸ μηδόλως μέλαν μελανώτατον· δεύτεραι γὰρ αἱ ὑπερθέσεις τῶν ἁπλῶν μεθέξεων. |
| in Prm 1212 [5] | Τί δ έ ; πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τὸ ἓν δοκεῖ τῷ δυνατὸν εἶνα ι ; — Τί δὴ γὰρ ο ὔ; (P. 140 E.) Μέχρι τῶν ἐγκοσμίων θεῶν προῆλθεν ὁ λόγος, ἀφαιρῶν ἀεὶ τὰ ἐφεξῆς ἀπὸ τοῦ ἑνὸς διὰ τῶν μέσων γενῶν· μᾶλλον δὲ, ἵνα σαφέστερον εἴπω, παράγων ἀεὶ τὰ δεύτερα διὰ τῶν τῷ ἑνὶ προσεχῶν ἀπὸ τῆς ἐξῃρημένης τῶν ὅλων αἰτίας. Μέλλει δὲ ἄρα λοιπὸν τὴν θείαν οὐσίαν αὐτὴν, τὴν πρώτως μετέχουσαν τῶν θεῶν καὶ ὑποδεξαμένην τὴν εἰς τὸν κόσμον πρόοδον αὐτῶν, χωρίζειν τοῦ ἑνὸς, μᾶλλον δὲ καὶ ταύτην παράγειν ἐκ τῆς ἀῤῥήτου τῶν ὄντων ἁπάντων, ἵν’ οὕτως εἴπω, πηγῆς, δι’ ἣν πάντα τὰ θεῖα μετέχει τῆς ἰδιότητος ταύτης, τά τε πρώτως θεῖα καὶ τὰ ἀπὸ τούτων ἐκθεούμενα. Καθάπερ γὰρ ἀπὸ τῆς μονάδος τῶν ὄντων ὑφίσταται πᾶν τὸ ὁπωσοῦν ὂν, τό τε ὄντως ὂν καὶ τὸ ὁμοιούμενον πρὸς ἐκεῖνο καὶ καθ’ ἑαυτὸ μὲν οὐκ ὂν, διὰ δὲ τὴν πρὸς τὸ ὄντως ὂν κοινωνίαν ἀμυδρὰν ἔμφασιν τοῦ εἶναι παραδεχόμενον· κατὰ τὰ αὐτὰ δὴ καὶ ἐκ μιᾶς ἑνάδος πάσης θεότητος, ἧς ἴδιον, εἰ θέμις εἰπεῖν, τὸ θεοῦν πάντα κατά τινα ὑπεροχὴν ἐξῃρημένην καὶ ἄφραστον, ὑπέστη πᾶς τε θεῖος ἀριθμὸς, καθ’ ὅν ἐστι τὸ εἶναι, μᾶλλον δὲ προεῖναι τοῖς θεοῖς, καὶ πᾶσα ἡ ἐκθεουμένη τάξις τῶν ὄντων. Σκοπὸς μὲν οὖν καὶ ταύτης, ὥσπερ εἴπομεν, τῆς οὐσίας ἐξῃρημένον ἀποφῆναι τὸ ἕν· καί μοι προσέχειν ἀξιῶ τὸν νοῦν ἐκείνους, οἳ ψυχὴν ἢ ἄλλο τι τοιοῦτον εἰρήκασι τὸ πρῶτον, ὅπως αὐτῶν περιαιρεῖ τὴν ὑπόθεσιν ὁ Παρμενίδης, δεικνὺς ὅτι τὸ ἓν ἄδεκτον χρόνου, τὸ δὲ ἄδεκτον χρόνου ψυχὴν ἀδύνατον εἶναι· πᾶσα γὰρ ψυχὴ μετέχει χρόνου καὶ χρῆται περιόδοις ὑπὸ χρόνου μετρουμέναις· τοῦ μὲν δὴ νοῦ κρεῖττον καὶ ἐπέκεινα τὸ ἓν, διότι νοῦς πᾶς κινεῖται καὶ ἕστηκε, τὸ δὲ ἓν δέδεικται μήτε κινούμενον μήτε ἑστώς· τῆς δὲ ψυχῆς, διότι πᾶσα ψυχὴ μετέχει χρόνου, τὸ δὲ ἓν δειχθήσεται χρόνου μὴ μετέχον· ἀλλὰ μὴν καὶ νοῦς ψυχῆς ἕτερος διὰ τὰ αὐτὰ, χρονικῆς ἐνεργείας καθαρεύων, ὥστε διὰ τούτων τὰς τρεῖς ἀρχικὰς ὑποστάσεις ἔχοιμεν ἂν γνωρίμους γεγενημένας. |
| in Prm 1213 [5] | Ὅτι δὲ τὸ ἓν χρόνου παντελῶς ἐστιν ἀμέτοχον, δείκνυσιν ἀποδείξας πρότερον μήτε νεώτερον αὐτὸ μήτε πρεσβύτερον μήτε ἰσήλικον ἑαυτοῦ μήτε ἑτέρου τινός· τὸ γὰρ χρόνου μετέχον πᾶν τούτων ἀνάγκη μετέχειν, ὥστε, ἂν τούτων δειχθῇ καθαρεῦον τὸ ἓν ἃ δὴ συμπτώματά ἐστι τῶν χρόνου μετεχόντων πάντων, δεδειγμένον ἔσται μηδὲ χρόνου μετέχον. Τοῦτο δὴ τὸ δοκοῦν ἄπιστον εἶναι πολλοῖς, καὶ μάλιστα τοῖς πρὸ αὐτοῦ φυσιολόγοις, οἳ πάντα περιέχεσθαι ᾤοντο ὑπὸ τοῦ χρόνου, καὶ εἴ τι ἀΐδιόν ἐστι, ἄπειρον εἶναι τὸν χρόνον, μηδὲν δὲ ἀκαταμέτρητον ὑπὸ τοῦ χρόνου τῶν πάντων εἶναι· καὶ γὰρ ὥσπερ ἐν τόπῳ πάντα ᾤοντο εἶναι, σώματα οἰόμενοι πάντα ὑπάρχειν, ἀσώματον δὲ μηδὲν, οὕτω καὶ ἐν χρόνῳ πάντα εἶναι, κινούμενα ὄντα, ἀκίνητον δὲ μηδέν· συνεισῆγε γὰρ τὸν μὲν τόπον ἡ τῶν σωμάτων ἔννοια, τὸν δὲ χρόνον ἡ κίνησις. Ὡς οὖν δέδεικται τὸ ἓν οὐκ ὂν ἐν τόπῳ, διότι μηδόλως ἐν ἄλλῳ καὶ διὰ τοῦτο ἀσώματον, οὕτω δείκνυται μηδὲ ἐν χρόνῳ διὰ τούτων τῶν ἐφόδων, καὶ διὰ τοῦτο μηδὲ ψυχὴ μηδὲ ἄλλο τι τῶν χρόνου δεομένων καὶ χρόνου μετεχόντων ἢ κατὰ τὴν οὐσίαν ἢ κατὰ τὴν ἐνέργειαν, ὥστε διὰ τούτων εἶναι δεδειγμένον πάντων ὅτι οὔτε σῶμα τὸ ἓν οὔτε ψυχὴ οὔτε νοῦς, τὸ μὲν διότι μὴ ἔστιν ἐν ἄλλῳ, τὸ δὲ διότι μὴ μετέχει χρόνου, τὸ δὲ διότι μὴ κινεῖται καὶ ἕστηκε. |
| in Prm 1214 [5] | Ταῦτα δὴ τοῖς πολλοῖς τῶν ἐξηγητῶν εἰωθότα φιλοσοφεῖσθαι περὶ τοῦ ἑνὸς, ὃ δὴ πρῶτον θέμενοί φασιν οὔτε σῶμα εἶναι, ὡς ἔλεγον οἱ ἀπὸ τῆς Στοᾶς, οὔτε ψυχὴν ἀσώματον, ὡς Ἀναξαγόρας ἔλεγεν, οὔτε νοῦν ἀκίνητον, ὡς Ἀριστοτέλης ὕστερον· οἷς καὶ διαφέρειν τὴν τοῦ Πλάτωνος φιλοσοφίαν τῶν ἄλλων ἐπ’ αὐτὸ τὸ ὑπὲρ νοῦν αἴτιον ἀναδραμοῦσαν. Τοιαύτης δ’ οὖν προθέσεως οὔσης, ἤδη τὴν ἐπὶ τὸ πεπληθυσμένον τοῦ λόγου πρόοδον ἡμῖν ἐνδεικνύμενος, οὐκ ἠνέσχετο μεῖναι κατὰ τὸν αὐτὸν τρόπον τοῖς προειρημένοις ἐπὶ τῆς δυάδος, ἀλλὰ τριαδικῶς τὰ ἴδια τῆς τάξεως ταύτης ἀπηριθμήσατο, τὸ πρεσβύτερο ν, τὸ νεώτερο ν, τὸ τὴν αὐτὴν ἡλικίαν ἔχο ν, καίτοιγε δυνατὸν κἀνταῦθα δυαδικῶς εἰπεῖν, ἰσήλικόν τε καὶ ἀνισήλικον, ὥσπερ ἐκεῖ τό τε ἴσον καὶ ἄνισον· ἀλλ’ ἐκεῖ μὲν προτέραν τὴν δυάδα θεὶς, οὕτως ἀπὸ τῆς τοῦ ἀνίσου διαιρέσεως εἰς τὴν τριάδα κατήντησεν, ἐνταῦθα δὲ ἀπὸ τῆς τριάδος αὐτῆς πεποίηται τὴν ἀρχήν· ἐκεῖ μὲν γὰρ προηγεῖτο τοῦ πλήθους ἡ ἕνωσις καὶ τὸ ὅλον τῶν μερῶν, ἐπὶ δὲ ταύτης τῆς τάξεως τῶν ὄντων καὶ τὸ πλῆθος ἐκφανέστατόν ἐστι καὶ ἡ εἰς τὰ μέρη διαίρεσις, ὥς φησιν ὁ Τίμαιος, ἣν καὶ ἐν τούτοις ὁ Παρμενίδης ἀπομιμούμενος ἄρχεται μὲν ἀπὸ τριάδος, πρόεισι δὲ ἄχρι τῆς ἑξάδος· καὶ γὰρ τὸ πρεσβύτερον καὶ τὸ νεώτερον καὶ τὸ τὴν αὐτὴν ἡλικίαν ἔχον διπλασιάζεται τῷ ἑαυτῷ καὶ τῷ πρὸς ἄλλο τεμνόμενον. |
| in Prm 1215 [35] | Ὅπως δὲ καὶ ἡ τριὰς οἰκεία τῇ τάξει ταύτῃ καὶ ἡ ἑξὰς, οὐκ ἄδηλον· τό τε γὰρ τριφυὲς αὐτῆς ἐξ οὐσίας καὶ ταὐτοῦ καὶ θατέρου γεγονός· καὶ τὸ τριδύναμον ἔκ τε τοῦ ἡνιόχου καὶ τῶν ἵππων συμπεπληρωμένον δηλοῖ τὴν πρὸς τριάδα συγγένειαν αὐτῆς, καὶ τὸ τὴν οὐσίαν ἔχειν ἀρτιοπέριττον ἐξ ἀμφοῖν συμπεπλεγμένην δείκνυσι τὴν πρὸς τὴν ἑξάδα κατὰ φύσιν αὐτῆς οἰκειότητα. Ταῦτα μὲν οὖν ῥᾴδια καταμαθεῖν· ἴσως δὲ ἐκεῖνο προσήκει ζητῆσαι πρώτιστον ἐν τούτοις, τίς ποτε ἄρα ὁ χρόνος οὗτός ἐστιν, οὗ φησι ταύτην μετέχειν τὴν τάξιν τῶν ὄντων ἧς ἐξαιρεῖ αὐτὸ τὸ πρῶτον. Οὐ γάρ τι σμικρόν ἐστιν, ἀλλ’, ὡς λέγεται, χαλεπὸν τὴν ἰδιότητα αὐτοῦ καὶ τὴν φύσιν ἐνδείξασθαι· δηλοῦσι δὲ αἱ τῶν πρὸ ἡμῶν ἐξηγήσεις καὶ αἱ πρὸς ἀλλήλους αὐτῶν διαμάχαι· τοῖς μὲν γὰρ πλείστοις τῶν ταῦτα μεμεριμνηκότων ἤρεσε τόνδε τὸν ἐμφανῆ καὶ συνεγνωσμένον χρόνον παραλαμβάνεσθαι νῦν ὑπὸ τοῦ Πλάτωνος, σαφῶς λέγοντος τὸ γίγνεσθαι προσήκειν τοῖς χρόνου μετειληχόσιν· οὓς ἐρωτητέον ποῖον ἔτι σεμνὸν ἢ θαυμαστὸν τὸ τούτου τοῦ χρόνου κρεῖττον ἀποδείκνυσθαι τὸ ἓν, οὗ καὶ αἱ ψυχαὶ κρείττους εἰσὶ τοῦ τὰς κινήσεις τῶν αἰσθητῶν χρόνου μετροῦντος αὐταὶ πρὸ σωμάτων οὖσαι, πῶς δὲ ἔτι κατὰ τὴν δευτέραν ὑπόθεσιν ὁ χρόνος οὗτος καταφάσκεται τοῦ ὄντως ὄντος, ὡς αὐτοί φασι, καὶ τῆς νοερᾶς οὐσίας οὐ προσιεμένης τὸν τοιοῦτον χρόνον· ἅμα γὰρ ἐκείνην τε λέγει περὶ τοῦ ὄντος εἶναι καὶ χρόνον τὸν συνεγνωσμένον· χρόνου γὰρ μέρη τὸ ἦν καὶ τὸ ἔστα ι , ταῦτα δὲ οὐδὲν προσήκει τοῖς ὄντως οὖσι κατ’ αὐτὸν τὸν Τίμαιον. |
| in Prm 1216 [10] | Τοῖς δὲ εἰς ταύτην ἀποβλέψασι τὴν δυσκολίαν, καὶ κατὰ τὴν δευτέραν ὑπόθεσιν ἀκούουσιν ὅτι χρόνου μετέχει τὸ ἓν ἐπ’ αὐτὸν τὸν πολυΰμνητον αἰῶνα μεταφέρειν ἤρεσε τὸν χρόνον, ἵνα δὴ τῷ Πλάτωνι τά τε ἄλλα κατ’ ἐπίκρυψιν εἰρῆσθαι δοκῇ καὶ ἀποῤῥήτως ὁ αἰὼν δηλῶται διὰ τοῦδε τοῦ χρόνου· πρὸς οὓς οὐ χαλεπὸν ἀπαντᾷν ἀντιπαρατείνοντας τὴν τοῦ Πλάτωνος λέξιν πᾶν τὸ χρόνου μετέχον γίγνεσθαι καὶ γεγονέναι λέγουσαν, ὃ μηδέτερον εἰς τὸ ὄντως ὂν καὶ τὰ αἰώνια τῶν πραγμάτων μετάγειν ὁ Τίμαιος παρεκελεύσατο. Τοῖς δὲ καὶ διαιρεῖν ἔδοξε, καὶ τὸν μὲν πρῶτον θεὸν καιρὸν ἀποκαλεῖν, τὸν δὲ δεύτερον αἰῶνα, περὶ δὲ τὸν τρίτον ἐνταῦθα καταλείπειν τὸν χρόνον, ἵνα δὴ χρόνου καὶ αἰῶνος ἐπέκεινα φυλάττηται τὸ ἕν· οἷς συμβαίνει πολλ’ ἄττα ἄλλα δυσχερῆ καὶ ὅσα τοῖς πρὸ αὐτῶν ἐξ ἀνάγκης. Οὐδὲ γὰρ ἡ προσθήκη τὸν καιρὸν εἶναι τὸ ἓν ἀφέλοιτο ἂν αὐτοὺς τῆς περὶ τὸν χρόνον τοῦτον ἀγνοίας, πρὸς τῷ καὶ τὸν Πλάτωνα καὶ τὸν καιρὸν καὶ τὸ μέτρον, ὡς ἐν Φιλήβῳ μεμαθήκαμεν, οὐχὶ περὶ τὸ πρῶτον ἀπολιπεῖν, ἀλλὰ περὶ τὸ τῶν μετεχόντων ἐκείνου πρώτιστον, εἰ καὶ τοῖς Πυθαγορείοις ἐδόκει τὸ πάντων πρῶτον καιρὸν ἀποκαλεῖν δι’ ἥντινά ποτε αἰτίαν· καὶ γὰρ εἰ τοῦτο τις προσεῖτο, συγκλώθειν ἀμήχανον τὸν χρόνον καὶ τὸν καιρὸν ἄλλως τε καὶ κατὰ τοὺς μέσον τὸν αἰῶνα τιθεμένους ἀμφοτέρων, καὶ λέγειν μὴ μετέχειν χρόνου τὸ ἓν διότι καὶ ἔστι· μᾶλλον δὲ ἦν τοῦτο περὶ τοῦ αἰωνίου λέγειν, ἀληθῶς καὶ περὶ τοῦ αἰῶνος, περὶ δὲ τοῦ ἑνὸς ὅτι οὐκ αἰὼν οὐδὲ αἰώνιον. Τοῖς δὲ οὔτε τὸν αἰῶνα λέγειν, οὔτε ἐπὶ τοῦτον φερομένοις τὸν συνεγνωσμένον χρόνον, ἀλλά τινα μεταξὺ φύσιν ἀναζητήσασιν, ἔδοξε τὸ τῆς τάξεως τῆς νοερᾶς αἴτιον, ὅ τι ποτ’ ἐστὶ, τὸν χρόνον εἶναι τὸν ἐνταῦθα παραδεδομένον· καὶ τὸ μὲν πρεσβύτερον τὴν κατ’ οὐσίαν ὑπεροχὴν δηλοῦν, τὸ δὲ νεώτερον τὴν ὕφεσιν, τὸ δὲ ἐπὶ τῆς ὁμοίας ἱδρυμένον συστοιχίας διὰ τοῦ τὴν αὐτὴν ἡλικίαν ἔχοντος· ἀλλ’ οὐδὲ οὗτοι διασαφοῦσι τί τὸ τῆς τάξεως ταύτης αἴτιον, οὐδέ πω ὁ Πλάτων τῷ γίγνεσθαι χρῆται καὶ τῷ γεγονέναι περὶ πραγμάτων γενέσεως μὲν πάσης καθαρευόντων, τάξει δὲ μόνῃ διαφερόντων τοὺς λόγους ποιούμενος. |
| in Prm 1217 [5] | Μήποτε οὖν ἄμεινον κἀνταῦθα τῆς τοῦ καθηγεμόνος ἡμῶν μεμνῆσθαι παραδόσεως, ὅτι δὴ περὶ τῶν θείων ψυχῶν ὁ λόγος· αὗται γὰρ ἐκθεοῦνται τῷ μετέχειν ἀεὶ τῶν θεῶν, ταύταις δὲ προσήκει χρόνος ὁ πρώτιστος, οὐχ ὁ προελθὼν εἰς τὸ ἐμφανὲς, ἀλλ’ ὁ ἀπόλυτος καὶ ἄσχετος, καθ’ ὃν αἱ περίοδοι πᾶσαι μετροῦνται τῶν ψυχῶν, καὶ περὶ τὸ νοητὸν χορεῖαι καὶ ἀνακυκλήσεις. Ἄνωθεν γὰρ ἄρχεται μιμούμενος τὸν αἰῶνα τῶν πάντων περιεκτικὸν καὶ συνέχει πᾶσαν κίνησιν, εἴτε ψυχικὴν εἴτε ζωτικὴν εἴτε ὁπωσοῦν ὑφίστασθαι λεγομένην, καὶ ἀνελίττει καὶ τελεῖοι, καὶ ἔστι νοῦς μὲν αὐτὸς κατ’ οὐσίαν, χορείαις δὲ ταῖς θείαις καὶ τῆς περὶ τὸ νοητὸν ἀπείρου κινήσεως αἴτιος, δι’ ὧν ὃ καὶ ἐν ταύταις ἐστὶ τὸ πρεσβύτερον καὶ τὴν αὐτὴν ἡλικίαν ἄγον. Καὶ ταῦτα πάντα διχῶς· τό τε γὰρ πρεσβύτερον ἐν αὐταῖς πρὸς μὲν ἑαυτὰς, καθόσον ταῖς κρείττοσιν ἑαυτῶν δυνάμεσι μᾶλλον ἀπολαύουσι τῆς ἀπειρίας τοῦ χρόνου καὶ πλέον αὐτοῦ μετέχουσιν· οὐ γὰρ τῆς ὁμοίας πληροῦται τελειότητος ἀπὸ τῶν θειοτέρων κατὰ πάσας ἑαυτῶν δυνάμεις, ἀλλὰ ταῖς μὲν πλέον, ταῖς δὲ ἔλαττον, τὸ δὲ πλείονος χρόνου μετέχον πρεσβύτερόν φαμεν· πρὸς δὲ τὰ ἄλλα, καθόσον αἱ μὲν αὐτῶν τὴν ὅλην ἀποδέχονται τοῦ χρόνου μέτρησιν καὶ τὴν πᾶσαν ἔκτασιν τὴν εἰς τὰς ψυχὰς προϊοῦσαν, αἱ δὲ μερικωτέραις καταμετροῦνται περιόδοις· πρεσβύτεραι οὖν ὧν ἡ περίοδος ὁλικωτέρα καὶ ἐπὶ χρόνον πλείω ἐκτεινομένη. |
| in Prm 1218 [35] | Καὶ δὴ καὶ τὸ νεώτερο ν, ἄνω μὲν οἷον πολιούμενον τῷ συνεκτείνειν ἑαυτὸ πρὸς τὴν ὅλην τοῦ χρόνου δύναμιν, κάτω δὲ ἔτι νεάζον τῷ μερικώτερον ἀπολαύειν τοῦ χρόνου· ὡς δὲ πρὸς τὰ ἄλλα, κατὰ τὴν ὕφεσιν τῆς ἐνεργείας· τὸ γὰρ δι’ ἐλάττονος περιόδου μετρουμένην ἔχον τὴν ἑαυτοῦ περιφορὰν νεώτερόν ἐστι τοῦ διὰ πλείονος. Τό γε μὴν τὴν αὐτὴν ἡλικίαν ἄγον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις οὐκ ἄδηλον, ὅπως ἑνὶ τῶν συστοίχων θεωρητὰς πραγμάτων, ἐφ’ ὧν ἡ αὐτὴ μέθεξις καὶ τὸ αὐτὸ τῆς τελειότητος μέτρον· πᾶσα δὲ θεία ψυχὴ, κἂν καθ’ ἕτερον χρόνον αὐτῆς ἡ περίοδος μετρῆται, καθ’ ἕτερον δὲ τοῦ ἐξημμένου σώματος ἑαυτῆς, ἀλλ’ ἔχει τὴν ἴσην ἀποκατάστασιν, αὕτη δὲ κατὰ τὸν αὑτῆς ἀεὶ χρόνον, κἀκεῖνο κατὰ τὸν ἑαυτοῦ· διὸ πάλιν ἰσήλικός ἐστιν ἑαυτῇ τε καὶ ἐκείνῳ κατὰ τὸ ἀνάλογον. Οὐκ ἄρα ἐπὶ τὸν συνεγνωσμένον χρόνον ἀναγκασθησόμεθα καταφεύγειν διὰ τὸ γίγνεσθαι τοῦτο καὶ γεγονένα ι· καὶ γὰρ ταῦτά ἐστιν ἐν ταῖς περιόδοις τῶν θείων ψυχῶν· οὐδ’ αὖ ἐπὶ τὸν αἰῶνα καταβησόμεθα διὰ τὴν δευτέραν ὑπόθεσιν καταφάσκουσαν τὸν χρόνον· πᾶσαν γὰρ ἐκεῖ φαμεν κατὰ τὸ ἑξῆς παραδεδόσθαι τὴν τοῦ ὄντος πρόοδον ἄνωθεν ἀπὸ τῶν νοητῶν μονάδων διὰ τῶν νοερῶν τάξεων καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων ἐπὶ τὴν ἐκθεουμένην ἀσώματον οὐσίαν καταντήσασαν. Ἑπόμεθά γε μὴν τῷ Πλάτωνι καὶ ἐν Τιμαίῳ τὸν χρόνον πᾶσι μέτρον ἀποφηναμένῳ ζωῆς μεταβατικῆς, καὶ τὴν ψυχὴν ἄρξασθαι θείας ζωῆς καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον· καὶ ἐν τῷ Φαίδρῳ τὸ ὂν αὐτὰς λέγοντι καθορᾷν, διότι χρονικῶς, ἀλλ’ οὐκ αἰωνίως ὁρῶσι. |
| in Prm 1219 [5] | Καὶ οὐδὲν δεησόμεθα τὸ πρεσβύτερον καὶ νεώτερον καὶ τὴν αὐτὴν ἡλικίαν ἄγον ἐπὶ τάξεως ἀκούειν καὶ τῆς κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορᾶς, οὐδὲ ζητεῖν τί τὸ τῆς τάξεως ἐκείνης αἴτιον, ἀλλ’ αὐτοφυῶς ἐπὶ τῶν χρονικῶν μέτρων τὰ τοιαῦτα παραλαμβάνομεν τῶν τε μειζόνων καὶ ἐλαττόνων καὶ τῶν ἄλλοις ὁμοστοίχων. Ὅτι που ἡλικίαν τὴν αὐτὴν ἔχον ἢ ἑαυτῷ ἢ ἄλλῳ ἰσότητος χρόνου καὶ ὁμοιότητος μεθέξε ι , ὧν ἐλέγομεν οὐ μετεῖναι τῷ ἑν ὶ , οὔτε ὁμοιότητος οὔτε ἰσότητο ς . — Ἐλέγομεν γὰρ οὖ ν. (P. 140 E.) Ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔμπροσθεν ἀντιθέσεων πρῶτον ἔδειξεν οὐχ ὅμοιον τὸ ἓν, εἶτα ὅτι οὐκ ἀνόμοιον, καὶ πάλιν ὅτι οὐκ ἴσον, εἶτα ὅτι οὐκ ἄνισον, οὕτω καὶ ἐπὶ τούτων τῶν προβλημάτων πρῶτον δείκνυσιν ὅτι οὐκ ἰσήλικον τὸ ἓν, εἶθ’ οὕτως ὅτι οὔτε πρεσβύτερον οὔτε νεώτερον οὔτε ἑαυτοῦ οὔτε ἄλλου. Δεῖ γὰρ δειχθῆναι τὸ ἓν ἐπέκεινα καὶ τῆς θείας πάσης ψυχῆς πρὸ τῶν ἄλλων ψυχῶν, ὡς δέδεικται πρὸ τῶν ὄντως ὄντων καὶ αἴτιον πάντων· καὶ οὐ διὰ τοῦτο ἀπαιτητέον τὰς αἰτίας αὐτὸ περιέχειν τῶν πάντων, καὶ εἶναι διὰ τοῦτο πλῆθος· ἔστι γὰρ πᾶν αἴτιον μιᾶς ἰδιότητός τινος αἴτιον, οἷον τὸ αὐτόζωον τοῦ ζώοις μόνον εἶναι αἴτιον, καὶ ἕκαστον ὡσαύτως τῶν νοητῶν. Καὶ τὸ ἓν οὖν αἴτιον ἑνάδων ἐστὶ καὶ ἑνώσεως τοῖς πᾶσι, καὶ πάντα ἐκεῖθεν, ὡς ἢ ἑνάδες ὄντα ἢ ἔκ τινων ἑνάδων· καὶ γὰρ τὸ ὂν αὐτὸ καὶ πᾶν ἁπλῶς ἢ ἕν ἐστιν ἢ ἔκ τινων ἑνάδων· εἰ γὰρ ἡνωμένον, δῆλον ὡς ἔκ τινών ἐστι· ταῦτα δὲ εἰ μὲν ἑνάδες, δῆλον τὸ συμβαῖνον· εἰ δὲ ἡνωμένα, πάλιν εἰς τὰ ἐξ ὧν ἐστι μεταβατέον, καὶ ἢ ἐπ’ ἄπειρον ἢ εἴς τινας ἑνάδας καταληκτέον, ἐξ ὧν τὸ ἡνωμένον ἐστὶν ὡς ἐκεῖ στοιχείων. Ἀφ’ ὧν καὶ λάβοις ἂν ὅτι πάντα τὰ πράγματα ἢ ἑνάδες εἰσὶν ἢ ἀριθμοί· τὸ γὰρ μὴ ὂν ἑνὰς, ἀλλ’ ἡνωμένον, εἴπερ ἐστὶν ἔκ τινων ἑνάδων πεπερασμένων, ἀριθμός ἐστι, καὶ οὗτος ἂν εἴη πρῶτος ἀριθμὸς ὁ ἐξ ἀδιαιρέτων ὑποστάς· ἑκάστη γὰρ ἑνὰς ἀδιαίρετος· ὁ δὲ τῶν ὄντων ἀριθμὸς καὶ ἐξ ὄντων, οὐκ ἐξ ἀδιαιρέτων· ὥστε εἴ τι μὲν αἴτιον τῶν ὄντων, εἰκότως οὐ πάντων ἐστὶν αἴτιον, εἴ τι δὲ τῶν ἑνάδων ἐξ ὧν τὰ πάντα, εἰκότως πάντων αἴτιον· οὐδὲν γάρ ἐστιν ὃ μὴ ἔστιν ἢ ἑνὰς ἢ ἐξ ἑνάδων. |
| in Prm 1220 [40] | Οὐκ ἄρα δεῖ πάντων αἰτίας ἐν τῷ ἑνὶ εἶναι λέγειν, εἰ δὲ μὴ τοῦτο λέγοντας, τινῶν αἴτιον ἡγεῖσθαι τὸ ἓν ὡς τῶν ἑνάδων αἴτιον, εἴπερ πάντα ἐκ τούτων ὑφέστηκεν. Ἐπειδὴ τοίνυν καὶ τῆς θείας ψυχῆς ἐστιν αἴτιον, καθόσον καὶ ταύτῃ ἡ ὑπόστασίς ἐστιν ὡς πᾶσι τοῖς οὖσιν ἐξ ἑνάδων, εἰκότως ἐπέκεινα αὐτὸ δεῖ δειχθῆναι καὶ ταύτης· καὶ γὰρ αἱ θεῖαι ψυχαὶ, καθόσον μέν εἰσι νοεραὶ, νοῦν ἔχουσιν αἴτιον, καθόσον δὲ οὐσίαι, τὸ ὂν, καθόσον δὲ ἑνοειδεῖς, τὸ ἓν, ἀπ’ ἐκείνου λαβοῦσαι τὴν ὑπόστασιν, ᾗ ἑκάστη πλῆθός ἐστί τινων ἑνάδων, καὶ τούτων μὲν ὡς στοιχείων· ἔχει δὲ καὶ ἑκάστη ἑνίζον τὸ πλῆθος ἓν, διὸ καὶ ὅλον ὅ τι ἐστὶν ἑκάστη, καὶ οὐχὶ πλῆθος ἀσύντακτον. Ὅτι δ’ οὖν καὶ τούτων ἐπέκεινα τὸ ἓν, διὰ τῶν προκειμένων ἀποδείκνυται ἐφόδων· οὐ πᾶσαί γε μὴν ἀποδείξεις ἔκ τε ἰσότητος [καὶ ἀνισότητος] καὶ ἐκ τοῦ ὁμοίου καὶ ἀνομοίου, διότι τὸ ἰσήλικον καὶ ὁμήλικον λέγεται καὶ τὰ ἀντικείμενα τούτοις. Πάλιν ἀπὸ τῶν αἰτιῶν προϊοῦσι τῆς θείας ψυχῆς τῶν τε γεννητικῶν καὶ τῶν προσεχῶς αὐτῶν ἐκθεωτικῶν, δι’ ὧν μέσων καὶ τῶν πρωτίστων ἐξήρτηνται θεῶν καὶ αὐτοῦ μετέχουσι τοῦ ἑνός. Τὸ μὲν γὰρ ἴσον καὶ ἄνισον τῶν ἐγκοσμίων ἂν εἴη ἴδια θεῶν, παρ’ ὧν αἱ θεῖαι ψυχαὶ πάντως ἐκθεοῦνται· νοῦν γὰρ θεῖον λαβοῦσαι θεῖαί εἰσιν, ὡς ἐν Νόμοις ἠκούσαμεν. Τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐκ τῶν ἀφωμοιωτικῶν, ὧνπερ αἱ ψυχαὶ μετέχουσι πρώτως· αὗται γὰρ εἰκόνες πρῶται τῶν ὄντων εἰσὶν, οἷον ψυχαὶ εἰκόνες οὖσαι πάντως ἀπὸ τούτων ὑφεστᾶσιν, ὥστε εἰκότως διά τε ἰσότητος καὶ ὁμοιότητος χαρακτηρίζεται τὸ ἰσήλικον καὶ ἀνισήλικον, καὶ τὸ ὁμήλικον καὶ τὸ ἀνομήλικον. |
| in Prm 1221 [5] | Ἀλλ’ ὅπως μὲν δείκνυται τὸ μήτε πρεσβύτερον ἑαυτοῦ ἢ ἄλλου του μήτε νεώτερον εἶναι τὸ ἓν, μικρὸν ὕστερον ἐξετάσομεν· ὅπως δὲ ὅτι οὐκ ἰσήλικον ἑαυτῷ ἢ ἄλλῳ, νῦν σκεπτέον. Τὸ ἓν δὴ, φησὶν, οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο μετέχει τοῦ τε ἴσου καὶ τοῦ ὁμοίου, δέδεικται γὰρ ἀμφότερα· πᾶν δὲ τὸ ἰσήλικον, εἴτε πρὸς ἑαυτὸ ἦν τοιοῦτον εἴτε πρὸς ἄλλο, μετέχει τοῦ τε ἴσου καὶ τοῦ ὁμοίου πρὸς ὃ καὶ ἔστιν ἰσήλικον· τὸ ἓν οὖν οὔτε ἑαυτῷ φατέον οὔτε ἄλλῳ τινὶ τῶν πάντων ἰσήλικον· δεῖ γὰρ ἀμφοῖν εἰς τὴν καθ’ ἡλικίαν ταυτότητα καὶ τοῦ ἴσου καὶ τοῦ ὁμοίου· τά τε γὰρ τοῦ ἴσου χρόνου, εἰ μὴ καὶ ὁμοίως ἔχῃ, τὴν αὐτὴν ἡλικίαν οὐκ ἂν ἄγειν λέγοιτο. Οὔκουν οὐδὲ ἄνθρωπος τριακοντούτης ἰσήλικός ἐστι φοίνικι τριακοντούτῃ· κωλύει γὰρ οὐδὲν τὸν μὲν ἤδη πρεσβύτην εἶναι, τὸν δὲ νεώτερον, διότι μήδε ὁ σύμπας βίος ὁ αὐτὸς ἀμφοῖν· καὶ τὰ ὅμοια ἀλλήλοις, εἰ μὴ καὶ τὸν ἴσον εἴη βεβιωκότα χρόνον, οὐκ ἂν ἔχοι τὴν αὐτὴν ἡλικίαν· πρεσβύτης γὰρ ἄνθρωπος ἵππῳ πρεσβύτῃ δῆλον ὅτι ὅμοιός ἐστιν, ἀλλ’ οὐκ ἰσῆλιξ· ἡ γὰρ, οἶμαι, χρόνου ἰσότης οὐ ποιεῖ ταυτότητα τῆς ἡλικίας. Ἀμφότερα ἄρα συλληπτέον, τό τε ὅμοιον καὶ τὸ ἴσον, εἰς τὸ καθ’ ἡλικίαν ταὐτόν· διὸ καὶ τὸ μὲν ἰσήλικον ὀνομάζεται, τὸ δὲ ὁμήλικον, τὸ μὲν ἀπὸ τῆς κατὰ τὸ τοῦ χρόνου πλῆθος ἰσότητος, τὸ δὲ ἀπὸ τῆς κατὰ τὸ τῆς ἡλικίας εἶδος ὁμοιότητος, καὶ οὕτω μὲν φυσικῶς. Ἔτι δὲ κάλλιον εἴποις ἂν, ὅτι τούτων τῶν δύο τάξεων ἐξήρτηται προσεχῶς ἡ θεία πᾶσα ψυχὴ, καὶ διὰ τούτων ὁμοιοῦται τοῖς θείοις, καὶ ἀνάγεται καὶ ἐκθεοῦται καὶ μετέχει τοῦ ἑνὸς, ὡς μὲν ἐκθεουμένη, τῶν ἐγκοσμίων δεομένη θεῶν τῶν ἐκθεούντων αὐτὴν, ὡς δὲ εἰκαζομένη, τῶν ὑπερκοσμίων, οὓς καὶ πρώτους ἀφομοιοῦν πάντα οὖσιν ἐλέγομεν. Ἐκεῖθεν οὖν καὶ ἡ ἰσότης καὶ ἡ ὁμοιότης ἐφήκει τοῖς τὴν αὐτὴν ἡλικίαν ἄγουσι· καὶ γὰρ τὸν χρόνον ἀμφότεραι γεννῶσιν αἱ τάξεις, αἱ μὲν ὡς πρῶται ἐλλάμπουσαι τοῖς ἐν τῷ κόσμῳ τοῦδε χρόνου μετέχουσιν, αἱ δὲ ὡς πρώτων εἰκόνων οὐσῶν τῶν ὑπὸ τοῦ χρόνου μετεχομένων, μᾶλλον δὲ ὡς πρώτης εἰκόνος ὄντος τοῦ χρόνου, καθάπερ καὶ ὁ Τίμαιός φησι· πρὸ γὰρ τῶν ὑπὸ τοῦ χρόνου καταμετρουμένων ἐστὶν εἰκὼν ὁ χρόνος αὐτὸς τοῦ αἰῶνος, ὡς ἐκεῖνός φησι. |
| in Prm 1222 [10] | Καὶ μὴν καὶ ὅτι ἀνομοιότητός τε καὶ ἀνισότητος οὐ μετέχε ι , καὶ τοῦτο ἐλέγομε ν . — Πάνυ μὲν οὖ ν . — Πῶς οὖν οἷόν τε ἔσται τινὸς ἢ πρεσβύτερον ἢ νεώτερον εἶνα ι , ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τῷ τοιοῦτον ὄ ν ; — Οὐδαμῶ ς . — Οὐκ ἄρα ἂν εἴη νεώτερον οὐδὲ πρεσβύτερον οὐδὲ τὴν αὐτὴν ἡλικίαν ἔχον τὸ ἓ ν , οὔτε αὑτῷ οὔτε ἄλλ ῳ . — Οὐ φαίνετα ι. (P. 140 e.) Τὰ λοιπὰ προβλήματα διὰ τούτων ἀποδείκνυται τῶν ῥημάτων ὡς οὔτε πρεσβύτερον οὔτε νεώτερόν ἐστι τὸ πρῶτον οὔτε ἑαυτοῦ οὔτε ἄλλου τινός· ἡ δὲ ἀπόδειξις ἀπὸ τῶν ἀντικειμένων τοῖς προειρημένοις, τῆς ἀνομοιότητος λέγω καὶ τῆς ἀνισότητος, τοιόνδε τινὰ προαγομένη τρόπον· τὸ ἓν οὔτε ἄνισον ἑαυτῷ ἐστιν ἢ ἄλλῳ οὔτε ἀνόμοιον, ἃ δὴ πρότερον προαποδέδεικται· πᾶν δὲ τὸ πρεσβύτερον εἴτε ἑαυτοῦ εἴτε ἄλλου ἄνισόν ἐστι κατὰ χρόνον καὶ ἀνόμοιον ἐκείνῳ οὗ ἂν ᾖ νεώτερον ἢ πρεσβύτερον· τὸ ἄρα ἓν οὔτε νεώτερον οὔτε ἑαυτοῦ οὔτε ἄλλου οὔτε πρεσβύτερον· τὸ μὲν γὰρ τῆς κατὰ χρόνον ἀνισότητος μὴ μετέχον καὶ ἀνομοιότητος οὐ κωλύεται καθ’ ἕτερον τρόπον ἄνισον εἶναι καὶ ἀνόμοιον. Οὔκουν ἐν τοῖς αἰωνίοις ἐστὶν ἡ κατὰ χρόνον ἀνισότης καὶ ἀνομοιότης, ἔστι δὲ ὅμως ἄλλως καὶ οὐ κατὰ χρόνον ἐν τοῖς πλήθεσιν αὐτῶν καὶ ἐν ταῖς δυνάμεσι· τὸ δὲ μηδαμῶς τοῦ ἀνίσου καὶ τοῦ ἀνομοίου δεκτικὸν, δῆλον ὡς οὐδ’ ἂν τῆς κατὰ χρόνον ἀνισότητος μετέχοι καὶ ἀνομοιότητος. Πολλῷ ἄρα μᾶλλον τὸ ἓν ἐξῄρηται τῆς κατὰ χρόνον ἐνεργούσης θείας οὐσίας, ὅσῳ δὴ καὶ τῶν αἰτιῶν αὐτῆς ὑπερέχει τῶν τελειωτικῶν· τοῦτο γὰρ δὴ καὶ αὐτὸς ἡμῖν ἐνδεικνύμενος προσέθηκε τὸ τοιοῦτον ὄ ν· τὸ γὰρ ὁμοιότητος καὶ ἀνομοιότητος ἐπέκεινα πῶς ἂν μετέχοι τῶν ὁμοιότητος καὶ ἀνομοιότητος μετεχόντων; καὶ τὸ ἰσότητος καὶ ἀνισότητος ἐξῃρημένον πῶς ἂν συντάττοιτο τοῖς μερικῶς τούτων μετειληφόσι; τὸ γὰρ κατὰ χρόνον ἄνισον καὶ ἴσον οὐ πάσης μετέσχε τῆς τοῦ ἀνίσου τε καὶ ἴσου δυνάμεως. |
| in Prm 1223 [10] | Συμπερανάμενος δὴ οὖν καὶ ταῦτα τὰ λοιπὰ δύο προβλήματα, τὸ μήτε πρεσβύτερον εἶναι μήτε νεώτερον τὸ ἓν, ἐπάγει κοινὸν συμπέρασμα τῆς τριάδος ταύτης· ὡς ἄρα οὔτε πρεσβύτερόν ἐστιν οὔτε νεώτερον οὔ θ ’ ἑαυτοῦ οὔτε ἄλλου τὸ ἓν οὔτε τὴν αὐτὴν ἡλικίαν ἔχο ν, συναιρῶν τὸ πλῆθος ὅλον εἰς μίαν καὶ κοινὴν ἀρχήν· προσθεὶς δὲ καὶ τὸ, οὔ θ ’ ἑαυτῷ οὔτε ἄλλ ῳ, καὶ τὴν εἰς ἓξ διαίρεσιν ἡμῖν παραδέδωκεν, καὶ τὴν διὰ τῆς τριάδος ἄνοδον ἐπὶ τὴν δυάδα τὴν θείαν δεδήλωκε· διὰ δυάδος δὲ ἡμῖν πάσας τὰς τάξεις παραδοὺς τὰς θείας ἐνταῦθα διὰ τριάδος πεποίηται τὴν ἔκφανσιν τῆς θείας ψυχῆς, καὶ εἴπομεν δι’ ἣν αἰτίαν. Ἵν’ οὖν πάλιν δυαδικῶς καὶ ταύτην ὑφεστῶσαν θεωρήσωμεν, τὸ οὔ θ ’ ἑαυτῷ οὔτε ἄλλῳ προσέθηκεν ἐν τῷ συμπεράσματι. Ἆ ρ ’ οὖν οὐδὲ ἐν χρόνῳ τὸ παράπαν δύναιτο ἂν εἶναι τὸ ἓ ν , εἰ τοιοῦτον εἴ η ; ἢ οὐκ ἀνάγκ η , ἐάν τι ᾖ ἐν χρόν ῳ , ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθα ι ; — Ἀνάγκ η. (P. 141 A.) Μετὰ τὴν τριάδα τὴν πρώτως θεωρουμένην ἐπὶ τῆς θείας ψυχῆς ἐθέλει καὶ πᾶσαν χρονικὴν μέθεξιν ἀποφῆσαι τοῦ ἑνός. Ἔστιν οὖν ἡ ἀπόδειξις τοιαύτη· τὸ ἓν οὔτε πρεσβύτερον ἑαυτοῦ ἐστιν οὔτε νεώτερον οὔτε ἰσήλικον, ὥσπερ δέδεικται· πᾶν δὲ τὸ χρόνου μετέχον ἑαυτοῦ πρεσβύτερόν ἐστιν ἅμα καὶ νεώτερον καὶ ἰσήλικον· τὸ ἄρα ἓν οὐ μετέχει χρόνου. Καὶ πῶς γὰρ ἂν τοῦ ὅλου χρόνου καὶ αὐτοῦ τοῦ αἰῶνος ἐξῃρημένον μερικῶν τινων ἀπ’ αὐτοῦ μετέχοι περιοδικῶν μετρήσεων; καίτοι καὶ τοῦτο ζητήσεως ἄξιον, πῶς οὐκ αἰῶνος ἐπέκεινα τὸ πρῶτον ἔδειξεν, ἀλλὰ χρόνου μόνον· κωλύεται γὰρ οὐδὲν πρὸ χρόνου παντὸς ὑφεστὼς εἶναι αἰώνιον· ἢ καὶ τοῦτο τότε δείξει προελθὼν ὁ λόγος, ὅταν αὐτὸ δείξῃ μηδὲ τοῦ ἔστιν ἀνεχόμενον, καὶ πολλῷ πλέον, ὅταν μηδὲ τοῦ ἑνὸς τοῦ σὺν τῷ ἔστ ι· πᾶν γὰρ τὸ αἰώνιον ἅμα τῷ ἔστιν ὑφέστηκεν, εἴπερ τὸ ἀεὶ εἶναι προσήκει τοῖς αἰωνίοις. |
| in Prm 1224 [5] | Νῦν δὲ ἐπειδὴ τὴν ἀρχὴν πεποίηται τῶν ἀποφάσεων ἀπὸ τῶν πολλῶν, ἃ δὴ μετὰ τῶν νοητῶν ἐστιν, ἐν δὲ νῷ καὶ ὁ αἰὼν, εἰκότως τῶν μὲν χρόνου μετεχόντων δείκνυσι τὸ ἓν ἐξῃρημένον καὶ χρόνου παντὸς, τὸν δὲ αἰῶνα καὶ τὰ αἰώνια σεσίγηκε, καίτοι γε ἀμφοτέρων μέτρων ὄντων, τοῦ μὲν ἐν τοῖς οὖσι, τοῦ δὲ ἐν τοῖς γιγνομένοις· καὶ ὄντων καὶ αἰωνίων πολλῶν καὶ χρόνων, τὸ πρῶτον ὑπὲρ πάντα τὰ μέτρα ταῦτά ἐστι, δι’ αὐτὴν τὴν ἑνότητα πάντων ὂν μέτρων καὶ τῶν αἰώνων καὶ τῶν χρόνων, παρ’ ᾧ τὸ μετρεῖσθαι τοῖς οὖσιν ὑπάρχει καὶ τοῖς γιγνομένοις. Εἰ δὲ βούλει καὶ τοῦτο λεγέσθω πρὸς τὴν προκειμένην ζήτησιν, ὅτι, δείξας τὸ ἓν μὴ ἑστὼς ἐν τοῖς ἔμπροσθεν, ἔχει καὶ ὅτι οὐκ αἰώνιον οὐδ’ αἰών· μένει γὰρ ἐν ἑνὶ καὶ αἰὼν, καὶ πᾶν τὸ αἰώνιον ἕστηκεν ἐν τῷ αὐτῷ· δι’ ἐκείνων τοίνυν δεδειγμένον εἰκότως οὐκ ἠξίωται λόγου χωρίς. Μήποτε οὖν, φαίη ἄν τις, χρόνου μὲν οὐδαμῶς ἐστι μετέχον τὸ ἓν, χρόνος δέ ἐστιν αὐτό· καὶ γὰρ οἱ Πυθαγόρειοι καιρὸν αὐτὸ προσηγόρευον, καὶ Ὀρφεὺς χρόνον ἀποκαλεῖ τὸ πρώτιστον. Μὴ χρόνος μὲν οὖν ἐστιν ἵνα μὴ μέχρι ψυχῶν καὶ ὅλως τῶν κινουμένων ἡ ἀπ’ αὐτοῦ καθήκῃ τελειότης τὰ γὰρ αἰώνια κρείττω τῶν κατὰ χρόνον ἐνεργούντων ἐστὶ, καὶ οὐ τῶν μὲν χειρόνων ἐστὶν ὑποστατικὸν, τῶν δὲ κρειττόνων ἀναίτιον. Καιρὸς δὲ ἐκαλεῖτο παρὰ τοῖς Πυθαγορείοις ὅτι τοῦ [προσφόρου] καὶ τοῦ δέοντος αἴτιός ἐστιν· ὁ γὰρ καιρὸς τοιοῦτος νέμων ἑκάστῳ κατὰ τὸ πρόσφορον τὴν αὐτῷ προσήκουσαν ὠφέλειαν· εἴρηται δὲ ἔμπροσθεν ὅπως κατὰ Πλάτωνα καὶ ὁ καιρὸς τῶν μετὰ τὸ πρῶτόν ἐστιν, ἐκ τῶν ἐν Φιλήβῳ κεκηρυγμένων. |
| in Prm 1225 [40] | Χρόνος δὲ ὑπὸ Ὀρφέως ὀνομάζεται κατὰ δή τινα θαυμαστὴν ἀναλογίαν· γενέσεις γὰρ ὁ θεολόγος τῶν ἀγεννήτων μυστικὰς παραδοὺς, καὶ τὸ αἴτιον τῆς ἐκφάνσεως τῶν θείων χρόνον συμβολικῶς ὠνόμασεν· ὅπου γὰρ γένεσις, ἐκεῖ καὶ χρόνος· ἥ τε γὰρ τῶν αἰσθητῶν γένεσις κατὰ χρόνον ἐστὶ τὸν ἐγκόσμιον, καὶ ἡ τῶν ψυχῶν κατὰ τὸν ὑπερουράνιον, καὶ ἡ τῶν ἀϊδίων κατὰ τὸ ἓν, ἐπειδὴ καὶ ταύτην γέννησιν κεκλήκαμεν τὴν ἀπόῤῥητον αὐτῶν ἐπικρύπτοντες πρόοδον. Ὥσπερ οὖν τὴν ἄγρυπνον τῶν θείων ἐνέργειαν τὴν χωριστὴν ἀπὸ τῶν προνοουμένων ὕπνον αὐτῶν ἀνεχόμεθα καλούντων, καὶ δεσμὸν τὴν ἕνωσιν, καὶ λύσιν τὴν πρόοδον, οὕτω καὶ χρόνον καὶ γένεσιν τοῖς ἀχρόνοις καὶ ἀγεννήτοις προσαγόντων, ἀνεκτέον τοῦ Πλάτωνος τὸν συνεγνωσμένον χρόνον τοῦ ἑνὸς ἐν τούτοις ἀποφάσκοντος. Οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερο ν ; — Τί μή ν ; — Τὸ πρεσβύτερον ἄρα ἑαυτοῦ γιγνόμενον καὶ νεώτερον ἑαυτοῦ ἅμα γίγνετα ι , εἴπερ μέλλει ἔχειν ὅτου πρεσβύτερον γίγνετα ι . — Πῶς λέγει ς ; — Ὧδ ε. (P. 141 A.) Βούλεται μὲν κατασκευάσαι διὰ τούτων τε καὶ τῶν ἑξῆς ὅτι πᾶν τὸ χρόνου μετέχον πρεσβύτερόν ἐστι καὶ ἰσήλικον ἑαυτῷ· τοῦτο δὲ βουλόμενος ἀναγκαίως προαποδείκνυσιν ὅτι αὐτό τι ἑαυτοῦ πρεσβύτερόν ἐστιν· ᾗ δὲ αὐτὸ ἑαυτοῦ πρεσβύτερον, δῆλον ὅτι καὶ ἑαυτοῦ νεώτερόν ἐστιν· πρὸς γὰρ ἑαυτὸ καλεῖται νεώτερον ἅμα καὶ πρεσβύτερον. Δόξειε δ’ ἂν ἀπορώτατος εἶναι, καὶ, ἵν’ εἴπω, σοφιστικός πως οὗτος ὁ λόγος· πῶς γὰρ αὐτό τι ἑαυτοῦ καὶ πρεσβύτερον ἅμα καὶ νεώτερόν ἐστιν; Οὔκουν δὴ ὅ γε Σωκράτης, ὁ ἑαυτοῦ πρεσβύτερος γεγονὼς, καὶ νεώτερος αὑτοῦ ἐστι· τὸ μέν γε πρεσβυτικὸν αὐτῷ πάρεστιν, οἴχεται δὲ ἡ νεότης. |
| in Prm 1226 [5] | Ἔνιοι μὲν οὖν ἐνέδωσαν τῷ λόγῳ καὶ οὐδὲ τοῦτο ἀπέσχοντο εἰπεῖν, ὅτι σοφιζομένῳ ἔοικεν ὁ Πλάτων, πάνυ προχείρως τὴν ἑαυτῶν ἄγνοιαν ἐπὶ τὸν λόγον μετάγοντες· οἱ δὲ καὶ ἀντισχεῖν πρὸς αὐτὸν πειραθέντες μαλακώτερον προέστησαν τῆς ἀληθείας· τὸ γὰρ αὐτὸ, φασὶν, ἅμα νεώτερον καὶ πρεσβύτερον· κατὰ μὲν τὸν μέλλοντα χρόνον νεώτερον, οὔπω γὰρ ἐκεῖνον προσείληφε· κατὰ δὲ τὸν παρελθόντα πρεσβύτερον, ὃν ἤδη βεβίωκεν. Ἀλλὰ τοῦτο οὐκ ἦν ἑαυτοῦ νεώτερον ἅμα γίγνεσθαι καὶ πρεσβύτερον, ἀλλὰ νεώτερον μὲν ἄλλου, πρεσβύτερον δὲ ἄλλου· ταχὺ ἄρα ἡμῖν ἀσθενὴς ἐφάνη ὁ τούτου λόγος. Οἱ δὲ ἀνάπαλιν ἔφασαν τὸ πρεσβύτερον ἑαυτοῦ πᾶν εἶναι καὶ νεώτερον, πρεσβύτερον μὲν τὸ νῦν ὂν, νεώτερον δὲ ὃ ἦν ἔμπροσθεν, τὸ γοῦν νῦν πρεσβύτερον τοῦ πρότερον ὄντος νεωτέρου λέγεσθαι πρεσβύτερον· οὐδ’ οὗτοι συνέντες ὅπως φησὶν ὁ Πλάτων, τὸ μὲν ὂν πρὸς τὸ ὂν λέγεσθαι, τὸ δὲ ἐσόμενον πρὸς τὸ ἐσόμενον, ἀεὶ τῶν πρὸς τὸ τόδε· γεγονὸς οὖν τοῦ γεγονότος νεωτέρου οὐ δυνατὸν φάναι τὸ νῦν ὂν πρεσβύτερον· τοῦτο γάρ ἐστιν ἐπαλλάττειν τοὺς χρόνους καὶ μὴ φυλάττειν ὃν αὐτὸς εἶπε κανόνα περὶ τῶν πρός τι πάντων. Πάλιν οὖν ἡμῖν ἐπὶ τὸν ἡμέτερον καθηγεμόνα τρεπτέον, καὶ τὴν ἐκείνου παράδοσιν εἰς μέσον ἀκτέον, φῶς ἀνάπτουσαν εἰς πάντα τὸν προκείμενον λόγον. Διττὸν δὴ τὸ χρόνου μετέχον ἐστί· τὸ μὲν οἷον κατ’ εὐθεῖαν ὁδεῦον, καὶ ἀρχόμενόν τε ἀπό τινος καὶ εἰς ἄλλο καταλῆγον· τὸ δὲ κατὰ κύκλον περιπορευόμενον, καὶ ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ τὴν κίνησιν ἔχον, ᾧ καὶ ἀρχὴ καὶ πέρας ἐστὶ ταὐτὸν καὶ ἡ κίνησις ἀκατάληκτος, ἑκάστου τῶν ἐν αὐτῇ καὶ ἀρχῆς καὶ πέρατος ὄντος, καὶ οὐδὲν ἧττον ἀρχῆς καὶ πέρατος. Τὸ δὴ κυκλικῶς ἐνεργοῦν μετέχει τοῦ χρόνου περιοδικῶς, καὶ ἐπειδὴ τὸ αὐτὸ καὶ πέρας αὐτῷ τῆς κινήσεώς ἐστι καὶ ἀρχὴ, καθόσον μὲν ἀφίσταται τῆς ἀρχῆς, πρεσβύτερον γίγνεται, καθόσον δὲ ἐπὶ τὸ πέρας ἀφικνεῖται, νεώτερον γίγνεται· γιγνόμενον γὰρ ἔγγιον τοῦ πέρατος ἐγγύτερον γίγνεται τῆς οἰκείας ἀρχῆς· τὸ δὲ τῆς οἰκείας ἀρχῆς ἐγγυτέρω γιγνόμενον νεώτερον γίγνεται· τὸ ἄρα ἐπὶ τὸ πέρας ἀφικνούμενον κυκλικῶς νεώτερον γίγνεται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ πρεσβύτερον γιγνόμενον· τὸ γὰρ τῷ ἑαυτοῦ πέρατι συνεγγίζον ἐπὶ τὸ πρεσβύτερον πρόεισιν. |
| in Prm 1227 [10] | ᾯ μὲν οὖν ἀρχὴ ἄλλο καὶ τὸ πέρας, τούτῳ καὶ τὸ νεώτερον ἕτερον ἢ τὸ πρεσβύτερον· ᾧ δὲ ταὐτὸν ἀρχὴ καὶ πέρας, οὐδὲν μᾶλλον νεώτερόν ἐστι τὸ νεώτερον ἢ πρεσβύτερον, ἀλλ’ ὡς ὁ Πλάτων φησὶν, ἅμα νεώτερον ἑαυτοῦ καὶ πρεσβύτερον γίγνετα ι. Τὸ μὲν γὰρ κατ’ εὐθεῖαν κινούμενον οὐκ ἔχει, διότι πέρας καὶ ἀρχὴ διαφέρετον ἐπ’ αὐτοῦ, τὸ δὲ κατὰ κύκλον ἔχει τὸ νεώτερον ἑαυτοῦ τῷ πρὸς τὸ αὐτὸ καὶ ὡς ἀρχὴν καὶ ὡς πέρας γίγνεσθαι τὴν κίνησιν. Πᾶν ἄρα τὸ χρόνου μετέχον, εἰ πρεσβύτερον ἑαυτοῦ γίγνεται, καὶ νεώτερον ἑαυτοῦ γίγνεται· τοιοῦτον δὲ τὸ κυκλικῶς κινούμενον. Ὅθεν εἰκότως ἐθορυβοῦντο καὶ οἱ ἀρχαῖοι μή πη σοφισματώδης οὗτος ὁ λόγος ἐστὶν, εἰς τὰ κατ’ εὐθεῖαν κινούμενα βλέποντες, δέον διελέσθαι καὶ θεωρῆσαι τίσι μὲν τὸ αὐτὸ καὶ ἀρχὴ καὶ πέρας, τίσι δὲ ἕτερον, καὶ ὅτι νῦν περὶ τῶν θείων ψυχῶν ὁ λόγος, αἳ καὶ χρόνου μετέχουσι περιοδικὸν ἔχουσαι τὸν χρόνον τῆς θείας κινήσεως, ὥσπερ καὶ τὰ ὀχήματα τὰ ἐξημμένα αὐτῶν. Ἀλλ’ οὗτος μὲν ὁ λόγος τοῦ καθηγεμόνος ἡμῶν. Ὅπως δὲ καὶ πᾶν τὸ πρεσβύτερον ἑαυτοῦ γιγνόμενον ἅμα καὶ νεώτερον ἑαυτοῦ γίγνεται, διδάξει διὰ τῶν μεσοτήτων δύο ἡ δευτέρα ὑπόθεσις εὑρίσκουσα τὴν ἀνάγκην τῆς ἀδιαζεύκτου τούτων ἐπὶ πάντων τῶν χρόνου μετειληχότων ὑποστάσεως καὶ οὐκ ἐπὶ τῶν κύκλῳ κινουμένων μόνως. Νῦν δ’ οὖν ταῦτα τοῖς ὑποκειμένοις οἰκείως ῥηθέντα, καὶ ταῖς περιόδοις ἐφαρμόζοντα τῶν θείων ψυχῶν, ἡμῖν ἀναγεγράφθω καθάπερ εἴπομεν. Εἰ δὲ δεῖ καθολικὸν ὄντα τὸν λόγον καὶ νῦν συντόμως ἡμᾶς ἐφαρμόσαι πᾶσι τοῖς γιγνομένοις πρεσβυτέροις ἑαυτῶν, ἐπιστήσαντες εἴπωμεν ὅτι πᾶν ὡς ἀληθῶς τὸ γιγνόμενον ἑαυτοῦ πρεσβύτερον, ἐν ᾧ γίγνεται πρεσβύτερον καὶ νεώτερον, γίγνεται τοῦτο καθὸ γίγνεται πρεσβύτερον· τὸ γάρ τοι δεκαετὲς γιγνόμενον τοῦ ἐνναετοῦς γίγνεται πρεσβύτερον· ἐν ᾧ δὲ γίγνεται τοῦτο, νεώτερον ἑαυτοῦ γίγνεται τὸ ἐνναετὲς, ὥσπερ καὶ πρὸ τούτου τὸ μὲν ἐνναετὲς ἐγίγνετο πρεσβύτερον, τὸ δὲ ὀκταετὲς ἐγίγνετο τοῦ τότε γιγνομένου νεώτερον· ἑκάτερον γὰρ ἐν γενέσει ὂν ἄλλο καὶ ἄλλο γίγνεται καὶ οὐδέποτε μένει ταὐτόν. |
| in Prm 1228 [40] | Καὶ εἰ οὕτω τὸ γίγνεσθαι λάβοιμεν, εὑρήσομεν ὂν τὸ ὡς ἀληθῶς ὂν τὸ πᾶν γιγνόμενον πρεσβύτερον, διὰ τὸ ἀεὶ ἄλλο λαμβάνεσθαι, καὶ καθάπερ τὸ πρεσβύτερον οὕτω καὶ τὸ νεώτερον μετατιθέμενον, ὡς ἐκεῖνο ἀπ’ ἄλλου ἐπ’ ἄλλο, καθάπερ πρότερον ἦν, τὸ πρεσβύτερον αὐτὸ μεθιστάμενον. Διάφορον ἕτερον ἑτέρου οὐδὲν δεῖ γίγνεσθαι ἤδη ὄντος διαφόρο υ , ἀλλὰ τοῦ μὲν ἤδη ὄντος ἤδη εἶνα ι , τοῦ δὲ γεγονότος γεγονένα ι , τοῦ δὲ μέλλοντος μέλλει ν , τοῦ δὲ γιγνομένου οὔτε γεγονέναι οὔτε μέλλειν οὔτε εἶναί πω διάφορο ν , ἀλλὰ γίγνεσθαι καὶ ἄλλως οὐκ εἶνα ι . — Ἀνάγκη γά ρ. (P. 141 B.) Τοῦ προσδιαλεγομένου ζητήσαντος πῶς τὸ αὐτὸ καὶ πρεσβύτερον ἑαυτοῦ ἅμα ἐστὶ καὶ νεώτερον, εἰς τὴν τούτου θήραν ὁ Παρμενίδης παραλαμβάνει κοινόν τινα κανόνα περὶ τῶν ἀντικειμένων ἅπαξ ἁπάντων, ὡς πρός τι μὲν, ἀλλ’ οὐχ ὅταν ᾖ συνώνυμα ὡς τὸ ἴσον ἢ ὅμοιον, ἀλλ’ ἑτερώνυμα ὡς πατὴρ, υἱός· τῷ γὰρ ὄντι τὰ τοιαῦτα διάφορά ἐστιν, οὐ τοῖς ὀνόμασι μόνον, ἀλλὰ τοῖς εἴδεσιν· ὁμοειδῆ γὰρ ἐκεῖνα ὅσα συνώνυμά ἐστι. Διάφορα οὖν ταῦτα προσαγορεύουσι, καὶ ὃ λέγει, τοιοῦτόν ἐστιν, ὡς ἂν ἔχοι τῶν ὄντως ἀντικειμένων θάτερον, οὕτως ἕξει καὶ τὸ λοιπὸν, εἰ τῶν ὄντων ἢ τῶν μελλόντων θάτερον, καὶ τὸ λοιπὸν τῶν μελλόντων, εἰ τῶν γεγονότων ἢ τῶν γιγνομένων θάτερον, κἀκεῖνο τῶν γιγνομένων. |
| in Prm 1229 [5] | Εἰ γὰρ τὸ μὲν εἴη, τὸ δὲ μὴ, δῆλον ὡς κατὰ μὲν τὴν αὐτοῦ φύσιν ἐστὶν ἐκεῖνο, ὡς δὲ ἀντικείμενον οὐκ ἔστι· καὶ γὰρ τὸ ὁπωσοῦν ἀντικείμενον, κατ’ αὐτὸ τοῦτο καθόσον ἀντικείμενον λέγεται, τῆς τοῦ πρός τι μετέχει φύσεως· ἀντικειμένῳ γὰρ ἀντίκειται· τοιοῦτος μὲν ἔστιν ὁ κανών. Ἴσως δ’ ἄν τις ζητήσειε πῶς εἰκόνα καὶ παράδειγμα τῶν πρός τι λέγοντες, τὸ μὲν εἶναί φαμεν, τὸ δὲ γίγνεσθαι καὶ γεννητὸν εἶναι. Ῥητέον δὲ ὡς εἰκὼν οὐ γίγνεται εἰκὼν, ἀλλά τι ἄλλο γιγνομένη ἐστὶν τῷ εἴκειν καὶ γίγνεσθαι τοῦ ἑαυτῆς παραδείγματος εἰκών· καθόσον γὰρ εἰκών ἐστι τοῦ ὄντος, ἔχει τὸ εἶναι τοῦτο ὅπερ δὴ καὶ λέγεται εἰκονικῶς, καὶ ἀεί ἐστιν εἰκὼν ὡς κἀκεῖνο ἀεὶ παράδειγμα· καὶ εἰ ἔστιν ἐν τῷ γίγνεσθαι τῇ εἰκόνι τὸ εἶναι, συνυφέστηκε τὸ γίγνεσθαι τῆς εἰκόνος ἀεὶ τῷ εἶναι τοῦ παραδείγματος, καὶ τοῦ ἀεὶ τὸ μὲν αἰώνιον, τῆς δὲ κατ’ ἄπειρον χρόνον. Εἰ δὲ ταῦτα ὀρθῶς φαμεν, οὐκ ἀποδεξόμεθα τοὺς πραγμάτων ἐπικήρων παραδείγματα ποιοῦντας· ἔσται γὰρ τὸ παράδειγμα τῆς εἰκόνος οὐκ οὔσης. Εἰ δὲ μὴ ἔσται τό τε παράδειγμα, δῆλον ὡς οὐ κατ’ οὐσίαν αἴτιον ἦν οὐδὲ ἐν τῷ εἶναι· τὸ γὰρ τῷ εἶναι αἴτιον ἔς τ’ ἂν ᾖ τὸ αὐτὸ πέφυκεν ἐνεργεῖν. Τῶν οὖν δύο θάτερον, εἰ τῶν ποτὲ ὄντων καὶ γιγνομένων καὶ ἀπολλυμένων εἶναι παραδείγματα ἄττα συγχωρήσαιμεν, ἀναγκασθησόμεθα λέγειν ἢ κἀκείνοις προσεῖναί τι γενέσεως, παραδείγμασι τότε γιγνομένοις ὅταν αἱ εἰκόνες αὐτῶν γίγνωνται, καὶ μήποτε πρότερον μήθ’ ὕστερον οὖσι παραδείγμασι, καὶ διὰ τοῦτο μήτε κατ’ οὐσίαν αὐτοῖς ὑπάρχειν, ἀλλὰ κατὰ συμβεβηκὸς τὸ εἶναι παραδείγμασιν, ὡς εἴπομεν, ἢ καὶ τὰς εἰκόνας αὐτῶν ἀεὶ οὔσας εἶναι, τὰς ποτὲ οὔσας καὶ ἐν γενέσει φερομένας· εἴπερ οἱ προκείμενοι περὶ τῶν πρός τι καὶ ὅλως τῶν ἀντικειμένων κανόνες εἰσὶν ἀληθεῖς. Τοῦτο μὲν ὡς πόρισμα ληπτέον ἐκ τοῦ λόγου· θαυμαστὸν δὲ ἔσται μηδὲν εἰ μὴν εἰς τοὺς τρεῖς χρόνους βλέπων, διὰ τοῦ εἶναι καὶ γεγονέναι καὶ μέλλει ν, ἐπήνεγκε καὶ τὸ γίγνεσθα ι· τοῦτο γὰρ σημαίνει τὴν ἐν τῷ προϊέναι καὶ ὑφίστασθαι παράτασιν, οὐκ αὐτὴν ψιλὴν τὴν ὕπαρξιν, ὥσπερ τὸ εἶναι καὶ τὸ ὂ ν, διὸ καὶ τοῦτο προσέθηκεν ἅτε οἰκεῖον τοῖς χρόνου μετειληχόσι. |
| in Prm 1230 [5] | Τάχα δ’ ἂν καὶ τὸ μὲν ἤδη ὂν αὐτῷ σημαίνει τὸ πρὸ πάσης κινήσεως ἐν τῷ νῦν ὁρώμενον ὂν εἰκονιζόμενον τὸ ἐν τῷ αἰωνίῳ· τὸ δὲ γιγνόμενο ν, τὸ κατὰ τὴν ἀπειρίαν τὴν χρονικὴν ἐκτεινόμενον. Τὸ μὲν γὰρ αἰώνιον πᾶν ὁμοῦ ἐστιν ἔν τε τῷ ἀμέρει καὶ τῷ ἀπείρῳ τοῦ αἰῶνος, διότι μένει ὁ αἰὼν ἐν ταὐτῷ [κατὰ] τὴν ἀπειρίαν, τὸ δὲ χρόνου μετέχον ἔστι μὲν ἀεὶ κατὰ τὸ νῦν, γίγνεται δὲ κατὰ τὸ ἄπειρον τοῦ χρόνου· διὸ καὶ ὁ χρόνος κατ’ ἄλλο ἐστὶν ἀμερὴς καὶ κατ’ ἄλλο ἄπειρος. Ἀλλὰ μὴν τό γε πρεσβύτερον διαφορότης νεωτέρου ἐστὶ καὶ οὐδενὸς ἄλλο υ . — Ἔστι γά ρ . — Τὸ ἄρα πρεσβύτερον ἑαυτοῦ γιγνόμενον ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεσθα ι . — Ἔοικε ν. (P. 141 C.) Ἀπὸ τοῦ κοινοῦ κανόνος ἐπὶ τὸ προκείμενον μεταβέβηκεν· εἰ γὰρ τὸ πρεσβύτερον ἀντίθεσις, ἣν αὐτὸς διαφορότητα κέκληκεν ἐν τούτοις· εἴρηται δὲ ὡς, εἰ γίγνεται τῶν ἀντικειμένων θάτερον, γίγνεται καὶ τὸ λεῖπον, δῆλον τὸ συναγόμενον ὡς, εἰ γίγνοιτο πρεσβύτερον, γίγνεται καὶ τὸ νεώτερον· τὸ γὰρ ἑαυτοῦ γιγνόμενον πρεσβύτερον ἅμα καὶ νεώτερον ἑαυτοῦ γίγνεται· τὸ γὰρ οὗ γίγνεται πρεσβύτερον αὐτό ἐστιν, ὥστε αὐτὸ καὶ τὸ νεώτερον, καὶ πρὸς τὸ αὐτὸ ἄμφω, καθάπερ εἴπομεν ἔμπροσθεν. Εἰ δὲ λέγοι τις ὅτι καὶ ὁ Σωκράτης ἑαυτοῦ γίγνεται πρεσβύτερος, ἀλλ’ οὐ νεώτερος, ἐροῦμεν ὅτι γίγνεται μὲν πρεσβύτερος ὁ Σωκράτης κυρίως, ἅμα δὲ ὁ αὐτὸς γίγνεται καὶ νεώτερος αὐτὸς αὑτοῦ, διότι καὶ τὸ νεώτερον ἐν αὐτῷ ἄλλο καὶ ἄλλο γίγνεται ἀεὶ, καθάπερ καὶ τὸ πρεσβύτερον· ἐν γενέσει γὰρ ὂν τὸ μετ’ ἀλλήλων συνεξαλλάττεσθαι, καθάπερ εἴπομεν. |
| in Prm 1231 [40] | Εἰ δὲ καὶ ἄλλος τις τρόπος ἐστὶ τοῦ καὶ πρεσβύτερον ἑαυτοῦ τι γιγνόμενον ἅμα γίγνεσθαι καὶ νεώτερον, ἡ δευτέρα ὑπόθεσις ἡμᾶς ἀναδιδάξει· ἡ γὰρ αὐτὴ πρόθεσις κατὰ μὲν τὴν ἀριθμητικὴν μεσότητα ἑαυτοῦ ποιεῖ πρεσβύτερον τὸ τὴν προσθήκην τοῦ χρόνου ταύτην λαβὸν, κατά γε τὴν γεωμετρικὴν τὸ αὐτὸ νεώτερον ἐλασσούμενον κατὰ τὸν λόγον, ὡς ἐν ἐκείνοις ἔσται καταφανές. Ἀλλὰ μὴν καὶ μήτε πλείω ἑαυτοῦ γίγνεσθαι χρόνον μήτε ἐλάττ ω , ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῷ καὶ εἶναι καὶ γεγονέναι καὶ μέλλειν ἔσεσθα ι . — Ἀνάγκη γὰρ οὖν καὶ ταῦτ α. (P. 141 C.) Δέδεικται ὅτι τὸ χρόνου μετέχον, ὃ καὶ ἀποφῆσαι βούλεται τοῦ ἑνὸς, ἅμα νεώτερον αὑτοῦ γίγνεται καὶ πρεσβύτερον, καὶ εἴπομεν ὅπως τε οἰκειοῦντες τὸν λόγον τοῖς περιοδικῶς ζῶσι πρός γε τὸ παρὸν ἱκανῶς, διότι τὸ κυκλικῶς ἐνεργοῦν τὴν αὐτὴν ἀρχὴν ἔχει τῆς περιόδου καὶ τελευτήν· καὶ ὡς μὲν ἐγγυτέρω τῆς τελευτῆς γιγνόμενον, πρεσβύτερον γίγνεται, ὡς δὲ συνεγγίζον μᾶλλον καὶ μᾶλλον τῇ ἀρχῇ [νεώτερον], καὶ ὡς τὸ πέρας [καὶ ἡ ἀρχὴ] ἓν, οὕτω καὶ πρεσβύτερον ἑαυτοῦ καὶ νεώτερον ταὐτόν· καὶ ὅπως ἀληθὴς ὁ λόγος καὶ ἐπὶ πάντων τῶν χρόνου μετεχόντων ἀεὶ, καὶ ἐπὶ τοῦ πρεσβυτέρου καὶ τοῦ νεωτέρου κινουμένων καὶ ἐν γενέσει ὄντων, καὶ πρὸς ἄλλο τὸ πρεσβύτερον, ἄλλου τοῦ νεωτέρου πάντως ἀναφαινομένου διὰ τὴν ἅμα τῷ πρεσβυτέρῳ τοῦ νεωτέρου πάντως ἐξαλλαγήν. Βούλεται δὴ οὖν ὁμοῦ τοῖς συνειρημένοις συναγαγεῖν ὅτι τὸ τοιοῦτον καὶ ἰσήλικόν ἐστιν ἑαυτῷ· τὸν γὰρ ἴσον χρόνον ἑαυτῷ πᾶν γέγονε καὶ μέλλει καὶ γίγνεται καὶ ἔστιν· εἰ γάρ ἐστιν ὁ Σωκράτης ἑβδομηκοντούτης, ἰσῆλιξ ἑαυτῷ ἐστι, καὶ εἰ γέγονε τριακοντούτης, τὸν ἴσον ἑαυτῷ γέγονε χρόνον, καὶ εἰ γίγνεται δεκαετὴς, ὁμοίως ἑαυτῷ γίγνεται τὸν ἴσον χρόνον· πρὸς γὰρ ἑαυτὸν γιγνόμενος ἑαυτῷ τὸν ἴσον ἔχει χρόνον. |
| in Prm 1232 [5] | Τοῦτο μὲν οὖν οὐδὲν ποικίλον, ἀλλὰ καὶ ἐν τοῖς κατ’ εὐθεῖαν γιγνομένοις δῆλον ὅπως ἐστὶν ὑπάρχον· ἄλλον μὲν γὰρ ἄλλου πλείω καὶ ἐλάττω χρόνον εἶναι καὶ γίγνεσθαι καὶ γεγονέναι δυνατὸν αὐτῷ πάντως ἴσον, καὶ οὔτε πλείω οὔτε ἐλάττω. Ἀνάγκη ἄρα ἐστὶ ν , ὡς ἔοικε ν , ὅσα γε ἐν χρόνῳ ἐστὶ καὶ μετέχει τοῦ τοιούτο υ , ἕκαστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ ἑαυτῷ ἡλικίαν ἔχει ν , καὶ πρεσβύτερόν τε ἅμα αὑτοῦ καὶ νεώτερον γίγνεσθα ι . — Κινδυνεύε ι . — Ἀλλὰ μὴν τῷ γε ἑνὶ τῶν τοιούτων παθημάτων οὐδὲν μετῆ ν . — Οὐ γὰρ μετῆ ν . — Οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστι ν , οὐ δ ’ ἔστιν ἔν τινι χρόν ῳ . — Οὔκουν δ ὴ , ὥς γε ὁ λόγος αἱρε ῖ. (P. 141 D.) Διὰ τούτων συνάγει τὸ προκείμενον· τοῦτο δὲ ἦν ὅτι χρόνου τὸ ἓν οὐ μετείληχεν οὐδὲ ἔστιν ἐν χρόνῳ· δεῖ γὰρ αὐτοῦ καὶ πᾶσαν τὴν θείαν οὐσίαν ἀφελεῖν, ἀλλὰ μὴ μόνον τὴν ἀκρότητα αὐτῶν· ταῦτα γάρ ἐστι τὰ ἔν τινι χρόνῳ ἐνεργοῦντα, ἀλλὰ μὴ ἐν αἰῶνι, καὶ μετέχοντα χρόνου τινὸς, ἃ πρότερον ἐλέγομεν· τὸ δὲ ἓν οὐδενὸς μετέχει χρόνου, πάντη γὰρ τούτων ἐξῄρηται τῶν τινος χρόνου μετεχόντων. Πῶς οὖν ὅτι οὐδενὸς χρόνου μετέχει τὸ ἓν ἀποδείκνυται, λέλεκται μὲν καὶ πρότερον· λεγέσθω δὲ καὶ νῦν αὐτὸς ὁ συλλογισμός· τὸ ἓν οὐδαμῶς ἐστιν ἑαυτοῦ πρεσβύτερον ἢ νεώτερον ἢ ἰσήλικον, πᾶν δὲ τὸ χρόνου μετέχον ἑαυτοῦ νεώτερόν ἐστιν ἅμα καὶ πρεσβύτερον καὶ ἰσήλικον, οὐδαμῶς ἄρα τοῦ χρόνου μετέχει τὸ ἕν· ὃ καὶ αὐτὸς συνήγαγεν εἰπὼν, οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστι ν· εἶτα ἔτι τελειότερον, καὶ οὐδὲ ἐστὶν ἐν χρόνῳ τιν ι· παντελῶς γὰρ ἐξῄρηται τοῦ χρόνου, καὶ πάσης ὑπερίδρυται τάξεως χρονικῆς. Τοῦτο δὲ οὐ τῷ ἑνὶ μόνῳ ὑπάρχει τὸ χρόνου μὴ μετέχειν, ἀλλὰ καὶ πᾶσι τοῖς κατὰ τὴν μεταβατικὴν κίνησιν ἀκινήτοις· οὐδὲ γὰρ ἐκεῖνα κινεῖται κατὰ χρόνον, καὶ εἰ κινεῖται χρόνου ὄντος, οὐ περὶ αὐτὰ, ἀλλὰ τὰ μετὰ ταῦτα· οὐδὲ γὰρ ἦν τὸ εἶναι ἐν χρόνῳ τοῦτο τὸ εἶναι τότε ὅτε ὁ χρόνος ἐστίν· οὐ γὰρ τὸ εἶναι ἐν τόπῳ τουτέστι τὸ εἶναι ὅτε τόπος ἐστὶν, ἢ οὕτως πᾶν τὸ ἀσώματον ἐν τόπῳ φήσομεν εἶναι, διότι τόπου ὄντος ἐστίν· ὡς οὖν οὐκ ἐν τόπῳ τὸ ἀσώματον, κἂν ᾖ ὅτε ἐστὶ τόπος, οὕτως οὐκ ἐν χρόνῳ ἐστί. |
| in Prm 1233 [35] | Μήποτε δὲ τότε λεκτέον εἶναι ὅτε χρόνος ἐστὶ, διότι προϋφέστηκε τοῦ προϋφεστῶτος τῶν ἐν χρόνῳ ὄντων, καὶ τὸ ὅτε χώραν ἐπὶ τούτου παντελῶς οὐκ ἔχει πρὸ αἰῶνος ὑφεστῶτος, ὅς ἐστι παράδειγμα τοῦ χρόνου. Πῶς γὰρ ἂν εἴποι τις τὸ ὅτε ἐπὶ τοῦ μήτε ἐν αἰῶνι μήτε ἐν χρόνῳ ὄντος, ἀναινομένου δὲ τὴν πρὸς ἄμφω κοινωνίαν; Ὡς γὰρ οὐκ ἐν χρόνῳ τὸ ἓν, ὅτι μὴ ἐν κινήσει, οὕτως οὐδ’ ἐν αἰῶνι, ὅτι μὴ ἐν στάσει· μένει γὰρ ὁ αἰὼν ὡς ὁ Τίμαιός φησιν. Τί οὖ ν ; τὸ ἦν καὶ τὸ γέγονε καὶ τὸ ἐγίγνετο οὐ χρόνου μέθεξιν δοκεῖ σημαίνειν τοῦ ποτὲ γεγονότο ς ; — Καὶ μάλ α . — Τί δ έ ; τὸ ἔσται καὶ τὸ γενήσεται καὶ τὸ γενηθήσεται οὐ τοῦ ἔπειτα τοῦ μέλλοντο ς ; — Να ί . — Τὸ δὲ δὴ ἔστι καὶ τὸ γίγνεται οὐ τοῦ νῦν παρόντο ς ; — Πάνυ μὲν οὖ ν. (P. 141 D.) Ἀπέφησε πάντα τοῦ ἑνὸς ἐν τάξει· τὸ χρόνου μετέχειν, ἀπὸ τοῦ μήτε πρεσβύτερον εἶναι μήτε νεώτερον ἑαυτοῦ· τὸ πρεσβύτερον καὶ νεώτερον ἑαυτοῦ, ἀπὸ τοῦ μήτε ὁμοιότητος μήτε ἰσότητος μήτε ἀνομοιότητος μήτε ἀνισότητος μετέχειν· τὸ ἴσον καὶ ἄνισον καὶ ὅμοιον καὶ ἀνόμοιον, ἀπὸ τοῦ μήτε ταὐτὸν εἶναι μήτε ἕτερον· τοῦτο δὲ, ἀπὸ τοῦ μὴ κινεῖσθαι μηδαμῶς μήτε ἑστάναι· τοῦτο δὲ, ἀπὸ τοῦ μήτε ἐν ἑαυτῷ εἶναι μήτε ἐν ἄλλῳ· τοῦτο δὲ, ἀπὸ τοῦ μήτε περιέχειν ἑαυτὸ μήτε περιέχεσθαι· τοῦτο δὲ, ἀπὸ τοῦ μέρη μὴ ἔχειν· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἶναι ὅλον· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἶναι πλῆθος· τοῦτο δὲ, ἀπὸ τοῦ μὴ εἶναι ἄλλο τι ἢ ἕν. |
| in Prm 1234 [35] | Ταῦτ’ οὖν ἀποφήσας καὶ καταντήσας ἐπὶ τὸ τοῦ χρόνου μετέχον, ὃ δὴ τῷ πλήθει τῶν θείων ψυχῶν καὶ τῶν συνηρτημένων αὐταῖς θείων γενῶν [προσήκει] (καὶ γὰρ μάλιστα τούτοις προσήκειν τὴν διαίρεσιν ταύτην φαμὲν), καὶ ἄνωθεν εἰς αὐτοὺς πρόεισι, πρῶτον μὲν τριαδικῶς εἰς τὸ παρὸν καὶ παρελθὸν καὶ μέλλον, ἔπειτα ἐννεαχῶς, ἕκαστον τῶν τριῶν τούτων εἰς τρία πάλιν ὑποδιαιρῶν. Τούτων δὲ τῶν διαιρέσεων καὶ ἐν ἄλλοις αὐτὸς ἡμῖν παρέσχετο τῆς τάξεως ἀφορμάς· ἢ οὐχὶ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τὰς Μοίρας διαιρεῖσθαι τὸν χρόνον φησὶ, καὶ τὴν μὲν ᾄδειν τὰ παρελθόντα, τὴν δὲ τὰ παρόντα, τὴν δὲ τὰ μέλλοντα; Καὶ ταύτην ἄρα τοῦ χρόνου διαίρεσιν περί τινας τριπλᾶς ὑποστάσεις τῶν κρειττόνων ἡμῶν ἀποληπτέον, ὧν ἐξῃρημένον εἶναι βούλεται τὸ ἓν ὁ Παρμενίδης· ἡ μὲν γὰρ μονὰς τῶν ψυχῶν ἥνωται πρὸς τὸ ἓν ὄλον χρόνον, αἱ δὲ πολλαὶ δευτέρως αὐτοῦ μετέχουσι. Καὶ αἱ μὲν ὁλικῶς, ὅσαι κατὰ τὸ παρελθὸν ἢ παρὸν ἢ μέλλον, αἱ δὲ μερικῶς, ὥσπερ αἱ κατὰ τὰς τούτων διαφορὰς οὐσιωμέναι· ἑκάστῃ γὰρ τῶν ὅλων συντέτακται πλῆθος εἰς πρῶτα καὶ μέσα καὶ τελευταῖα διαιρούμενον· καὶ γὰρ τῇ κατὰ τὸ παρελθὸν ἱσταμένῃ σύνεστί τι πλῆθος οἰκεῖον, οὗ τὸ μὲν ἄκρον κατὰ τὸ ἦν, τὸ δὲ μέσον κατὰ τὸ γέγον ε, τὸ δὲ τελευταῖον κατὰ τὸ ἐγίγνετ ο· καὶ τῇ κατὰ τὸ δεύτερον, οὗ τὸ μὲν κυριώτατον χαρακτηρίζεται τῷ ἔστ ι, τὸ δὲ μέσον τῷ γέγον ε, τὸ δὲ τελευταῖον τῷ γίγνετα ι· καὶ τῇ κατὰ τὸ μέλλον ἄλλο τρίτον, οὗ τὸ μὲν ὑψηλότατον τῷ ἔστα ι, τὸ δὲ ἐν μέσῳ τεταγμένον τῷ γενήσετα ι, τὸ δὲ τελευταῖον ἀφορίζεται τῷ γενηθήσετα ι· καὶ οὕτω δὴ τῶν τριῶν τούτων ὁλοτήτων αἱ τρεῖς τριάδες ἔσονται προσεχῶς ἐξηρτημέναι, πᾶσαι δὲ αὖται τῆς ἑαυτῶν μονάδος. |
| in Prm 1235 [10] | Τί οὖν ἄρα τοῦτό φαμεν; ὅτι μεμερισμένως ἐνεργοῦσιν αἱ διῃρημέναι κατὰ τὰ μόρια τοῦ χρόνου τάξεις, καὶ οὐ πᾶσαι κατὰ πάντα τὸν χρόνον, ἀλλ’ αἱ μὲν κατὰ τὸ παρελθὸν μόνον, καὶ τίνι τούτων ἕκαστον ἀφορίζομεν, οὐχ ἕξομεν εἰπεῖν· μέχρι τινὸς γὰρ ἦν τὸ παρὸν ἢ τὸ παρελθὸν, καί ποθεν ἄρξεται λοιπὸν τὸ μέλλον. Ἀλλ’ ἴσως ἄμεινον λέγειν ὅτι πᾶσαι μὲν κατὰ πάντα τὸν χρόνον ἐνεργοῦσιν, ἀλλ’ ἔχοντος τοῦ ὅλου χρόνου τριπλᾶς ἐν ἑαυτῷ δυνάμεις, τὴν μὲν τελεσιουργὸν πάσης κινήσεως, τὴν δὲ συνεκτικὴν τῶν ὑπ’ αὐτοῦ βασιλευομένων καὶ φρουρητικὴν, τὴν δὲ ἐκφαντορικὴν τῶν θείων (καὶ γὰρ εἰς κύκλον τὰ πάντα περιάγων τὰ μὴ αἰώνια τῶν πραγμάτων τελειοῖ καὶ συνέχει τὴν οὐσίαν αὐτῶν καὶ ἐκφαίνει τὴν ἡνωμένην τοῦ αἰῶνος αὐτοῖς ἀπειρίαν, ἀνελίττων τὸ συνῃρημένον ἐν τοῖς αἰῶσι πλῆθος· ὅθεν δὴ οὗτος ὁ ἐμφανὴς χρόνος, ὥς φησιν ὁ Τίμαιος, ἐκφαίνεται ἡμῖν τὰ μέτρα τῶν θείων περιόδων καὶ τελειοῖ τὰ τῇδε καὶ γιγνόμενα φρουρεῖ τοῖς οἰκείοις ἀριθμοῖς)· τοῦ δ’ οὖν χρόνου τοῦ πρὸ τῶν ψυχῶν τριττὰς δυνάμεις ἔχοντος, τὴν τελεσιουργὸν, τὴν συνεκτικὴν, τὴν ἐκφαντορικὴν, κατὰ τὴν πρὸς τὸν αἰῶνα ὁμοιότητα (καὶ γὰρ ὁ αἰὼν, ὡς ἐν ἄλλοις ἐδείξαμεν, τὴν μέσην τάξιν ἔχων ἐν τοῖς νοητοῖς, τελειοῖ μὲν τὴν μεθ’ ἑαυτὸν τάξιν ἕνωσιν αὐτῇ χορηγῶν, ἐκφαίνει δὲ τὴν πρὸ αὑτοῦ τὴν ἄῤῥητον αὐτῆς ἕνωσιν προάγων εἰς πλῆθος, συνέχει δὲ τὸν μέσον τῶν νοητῶν σύνδεσμον, καὶ πάντα φρουρεῖ διὰ τῆς ἑαυτοῦ δυνάμεως ἀμεταστάτως)· ἄνωθεν δ’ οὖν ἀπὸ τοῦ αἰῶνος ὁ χρόνος τὰς τριπλᾶς δυνάμεις καταδεξάμενος δίδωσιν αὐτὰς καὶ ταῖς ψυχαῖς· ἀλλ’ ὁ μὲν αἰὼν ἡνωμένως ἔχει τὴν τριάδα ταύτην, ὁ δὲ χρόνος ἡνωμένως ἅμα καὶ διῃρημένως, αἱ δὲ ψυχαὶ διῃρημένως· ὅθεν δὴ τούτων αἱ μὲν κατ’ ἄλλην, αἱ δὲ κατ’ ἄλλην χαρακτηρίζονται δύναμιν, αἱ μὲν τὸ ἐκφαντορικὸν μιμούμεναι τοῦ χρόνου, αἱ δὲ τὸ τελεσιουργὸν, αἱ δὲ τὸ συνεκτικόν· ὥσπερ καὶ τῶν Μοιρῶν αἱ μὲν πρὸς τὸ συμπληροῦν καὶ τελειοῦν ᾠκειωμέναι λέγονται τὰ παρελθόντα ᾄδειν, ἀεὶ μὲν ἐνεργοῦσαι καὶ ἀεὶ ᾄδουσαι τὰς ἑαυτῶν ᾠδὰς νοήσεις οὔσας καὶ ποιήσεις περικοσμίους, συμπληρωτικὸν γάρ ἐστι τὸ παρελθόν· αἱ δὲ πρὸς τὸ συνέχειν τὰ παρόντα, φρουροῦσι γὰρ αὐτῶν τὴν οὐσίαν καὶ τὴν γένεσιν· αἱ δὲ πρὸς τὸ ἐκφαίνειν τὸ μέλλον, τὸ γὰρ μήπω ὂν εἰς οὐσίαν καὶ εἰς τέλος ἄγουσιν. |
| in Prm 1236 [40] | Οὐκ ἀστόχως ἄρα καὶ τὸν χρόνον τριχῆ τοῦτον εἰώθαμεν διαιρεῖν εἰς παρελθὸν καὶ μέλλον καὶ παρὸν διὰ τὰς τριπλᾶς τοῦ χρόνου δυνάμεις, τὴν ἐκφαντορικὴν, τὴν τελεσιουργικὴν, τὴν συνεκτικὴν, αὐτὰ δὲ ἄλλως μὲν ἐπὶ αἰῶνος, ἄλλως δὲ ἐπὶ τοῦ χρόνου, καὶ ἄλλως ἐπὶ τῶν ψυχῶν. Εἰ δὲ βούλει κατ’ ἄλλον τρόπον, ἐπειδὴ τῶν κρειττόνων ἡμῶν ψυχῶν τάξις ἐστὶν εἰς πρώτας καὶ μέσας καὶ τελευταίας διῃρημένων, αἱ μὲν ὁλικώτατα αὐτῶν ᾠκείωνται πρὸς τὸ παρελθὸν καὶ τὸ παρὸν καὶ τὸ μέλλον· ὡς οὖν τοῦτο τῶν δύο περιεκτικὸν, οὕτω καὶ ἐκεῖναι τῶν λοιπῶν· αἱ δὲ μέσαι πρὸς τὸ παρόν· καὶ γὰρ τοῦτό ποτε μέλλον ἦν, οὔπω δὲ παρελθόν· ὡς οὖν τὸ παρὸν περιεκτικὸν τοῦ μέλλοντος, οὕτω καὶ αἱ μέσαι τῶν μετ’ αὐτὰς περιληπτικαὶ, περιέχονται δὲ ἐν ταῖς πρὸ αὐτῶν· αἱ δὲ τρίται κατὰ τὸ μέλλον· τοῦτο γὰρ οὐ διὰ τοῦ παρόντος διώδευσεν, οὔτε πως γέγονε παρελθὸν, ἀλλ’ ἔστι μέλλον μόνον, ὥσπερ δὴ καὶ αἱ τρίται ψυχαὶ ἑαυτῶν εἰσι μόνον, ἄλλων δὲ διὰ τὴν εἰς τὸ μερικώτατον ὑπόβασιν οὐδαμῶς περιεκτικαί· τὸ γὰρ πέρας αὗται συνελίσσουσι κατὰ τὴν εἰς τρία διαίρεσιν τῶν μετὰ θεοὺς γενῶν, ἐπεὶ καθ’ ἑκάστην πάλιν τῶν τριῶν τούτων ὁλοτήτων πλῆθός ἐστι τριαδικόν· ἀλλὰ τὰ μὲν ἄλλα προϊόντες θεωρήσομεν, τὴν δὲ πρώτην τριάδα τέως ἐπισκεπτέον. |
| in Prm 1237 [5] | Αὕτη δήπου κοινὸν ἔχει πᾶσα τὸ ποτ έ· τοῦτο γὰρ τοῦ παρελθόντος καὶ τῆς συμπληρώσεως ἴδιον· διαιρεῖται δὲ τῷ ἦ ν, τῷ γέγον ε, τῷ ἐγίγνετ ο· πάλιν οὖν τῶν τριῶν τούτων τὸ μὲν σημαίνει τὴν ἀκρότητα τῆς τριάδος, τὸ ἦν, κατ’ αὐτὴν τὴν ὕπαρξιν ἀφοριζόμενον· τὸ δὲ τὴν ἀθρόαν τελείωσιν, τὸ γέγον ε· τὸ δὲ τὴν ἐν τῷ τελειοῦσθαι παράτασιν, τὸ ἐγίγνετ ο, μιμήματα καὶ ταῦτα τῶν νοητῶν, τὸ μὲν ἦν τοῦ ὄντος, τὸ δὲ γέγονε τοῦ αἰῶνος, τὸ δὲ ἐγίγνετο τοῦ πρώτως αἰωνίου· τὸ μὲν γὰρ εἶναι πᾶσιν ἐκ τοῦ πρώτου, τὸ δὲ ὁμοῦ πᾶν καὶ ὅλον ἀπὸ τοῦ μέσου, τὸ δὲ πληθύεσθαι καὶ ἐκτείνεσθαι ὁπωσοῦν ἐκ τοῦ τρίτου. Τούτοις δὲ τοῖς τρισὶ καὶ τὰ ἑξῆς ἐστὶν ἀνάλογα τρία κατά τε τὸ μέλλον καὶ κατὰ τὸ παρὸν καὶ τὸ παρελθόν· τῷ μὲν ἦν τὸ ἔσται καὶ τὸ ἔστ ι, τὸ μὲν τοῦ μέλλοντος, τὸ δὲ τοῦ παρόντος· τῷ δὲ γέγον ε, τὸ γενήσεται καὶ τὸ γέγονε ν· ἕτερον γὰρ παρ’ ἐκεῖνο τὸ γέγον ε, τὸ μὲν ὡς παρελθὸν, τὸ δὲ ὡς παρόν· συνεκτικὸν γάρ ἐστι τὸ γέγον ε, καὶ ὁρῶμεν αὐτὸ καὶ ὡς τελειωθὲν καὶ ὡς νῦν τελειωθὲν κατὰ τὸ νῦν τὸ ἄχρονον· οἷον γέγονεν ἔκλειψις, ταὐτὸν γὰρ τοῦτο τῷ συντετέλεσται νῦν. Ἐπειδὴ οὖν διττὸν ἐσήμαινε τὸ γέγονε ν, ἐπὶ τοῦ παρόντος δύο μόνα εἶπε τὴν πρώτην, τὸ ἔστι καὶ γίγνετα ι, ἵνα μὴ ταράξῃ τὸν λόγον· ὕστερον δὲ προσθήσει καὶ ἐπὶ τοῦ παρόντος τὸ γέγον ε. Τὸ δὲ ἐγίγνετο τρίτον ἀνάλογον λαμβάνει τῷ γίγνετα ι, δεύτερον δὲ τὸ γενηθήσετα ι· τοῦτο γὰρ οὐ ταὐτὸν τῷ γενήσετα ι, μὴ τοῦθ’ ὑπολάβωμεν· σημαίνει γὰρ τὸ μὲν γενήσεται τὴν ἄχρονον ἀθρόαν εἰς τὸ μέλλον ὕπαρξιν, οἷον ἀστραπὴ γενήσεται· τὸ δὲ γενηθήσεται τὴν μετὰ παρατάσεως πρόοδον, [οἷον] γενηθήσεται ἄνθρωπος· ἐπὶ δὲ ἀστραπῆς εἰπεῖν τὸ γενηθήσεται ψεῦδές ἐστιν. Ἀνάλογον οὖν αἱ δύο τριάδες αὗται τῇ πρὸ αὐτῶν, καὶ μέσον τοῦ μὲν ἦν καὶ τοῦ ἔσται τὸ ἔστ ι, τοῦ δὲ γέγονε κατὰ τὸ παρελθὸν καὶ τοῦ γενήσεται τὸ γέγονε ὅ ἐστι κατὰ τὸ νῦν, τοῦ δὲ ἐγίγνετο καὶ τοῦ γενηθήσεται τὸ γίγνετα ι. |
| in Prm 1238 [40] | Πανταχοῦ δὲ αἱ μὲν πρῶται μονάδες ὑπάρξεώς εἰσιν, αἱ δὲ μέσαι δυνάμεως ὅλης οὔσης καὶ ἀθρόας, αἱ δὲ τρίται τῆς κατὰ παράτασιν ἐνεργείας· ἴδιον δὲ πάσης μὲν τῆς πρώτης τὸ ποτ ὲ, πάσης δὲ τῆς τρίτης τὸ ἔπειτ α· καὶ χρῆται καὶ τοσαύταις φωναῖς. Εἰ δὲ τὴν κατὰ τὸ μέλλον δευτέραν ἔταξε, μὴ θαυμάσῃς· μιμεῖται γὰρ τὸν τοῦ χρόνου κύκλον, τῇ ἀρχῇ τὸ πέρας συνάπτων, ἐπεὶ καὶ προϊὼν μέσην τάξει τὴν κατὰ τὸ παρὸν τριάδα, τελευταίαν δὲ τὴν κατὰ τὸ μέλλον. Εἰ ἄρα τὸ ἓν μηδαμῆ μηδενὸς μετέχει χρόνο υ , οὔτε ποτὲ γέγονεν οὔ τ ’ ἐγίγνετο οὔ τ ’ ἦν ποτ ὲ , οὔτε νῦν γέγονεν οὔτε γίγνεται οὔτε ἔστι ν , οὔ τ ’ ἔπειτα γενήσεται οὔτε γενηθήσεται οὔτε ἔστα ι . — Ἀληθέστατ α. (P. 141 E.) Ὁ μὲν συλλογισμὸς πῶς πρόεισιν ἐν τούτοις, οὐκ ἄδηλον· τὸ ἓν οὐδενὸς χρόνου μετέχει· πᾶν ὅ ποτε ἦν ἢ γέγονεν ἢ ἐγίγνετο, ὅπερ κατὰ τὸ παρὸν ἔστιν ἢ γέγονεν ἢ γίγνεται, καὶ ὅπερ κατὰ τὸ μέλλον ἔσται ἢ γενήσεται ἢ γενηθήσεται, χρόνου μετέχει τινός· ταῦτα δὲ πάντα κατενείματο τὴν ὁλότητα τὴν χρονικήν· τὸ ἄρα ἓν ἐξῄρηται καὶ ὑπερήπλωται καὶ τριάδος τῆς χρονικῆς καὶ τῆς ἑνάδος. Ἀλλ’ ἡ μὲν ἀπόδειξις ἐναργής ἐστι διὰ τῶν προειρημένων· ἐν δὲ τῇ τῶν τριῶν τριάδων ἀπαριθμήσει προσεκτέον ὅπως τὴν μὲν αὐτῶν πρὸς ἀλλήλας τάξιν διαφυλάξῃ, πρώτην τὴν κατὰ τὸ παρελθὸν, δευτέραν δὲ [τὴν κατὰ τὸ παρὸν, τρίτην δὲ] τὴν κατὰ τὸ μέλλον θεὶς, ὥσπερ καὶ ἐν Πολιτείᾳ τῇ μὲν πρωτίστῃ τῶν Μοιρῶν ἀπένειμε τὸ παρελθὸν, τῇ δὲ μέσῃ τὸ παρὸν, τῇ δὲ τρίτῃ τὸ μέλλον, ὡς τοῦ ὅλου χρόνου δηλαδὴ περιεχομένου νοερῶς ὑπό τε μητρὸς αὐτῶν τῆς Ἀνάγκης. |
| in Prm 1239 [35] | Ἐφ’ ἑκάστης δὲ οὐκ ἀπὸ τοῦ ἦν καὶ ἔστι καὶ ἔσται πεποίηται τὴν ἀρχὴν, ἀλλ’ ἀπὸ τοῦ μέσου, τοῦ γέγονέ ποτε καὶ νῦν γέγονε καὶ γενήσετα ι · τοῦτο γὰρ ἅτε τὸν αἰῶνα μιμουμένοις αὐτοῖς οἰκεῖον, καὶ δυνατὸν καὶ ἐντεῦθεν ἀρχομένοις οὕτω τῶν ἄλλων μνημονεύειν. Ταῦτα καὶ περὶ τούτων· ἓν δὲ τοῦτο συναγαγεῖν χρὴ κεφάλαιον ἀπὸ πάντων τῶν ἐν τούτοις εἰρημένων, ὅτι τὸ ἓν ὑπερίδρυται πάσης τε ψυχῆς καὶ θείας οὐσίας καὶ τῆς ἀεὶ ὡσαύτως ἐνεργούσης, οἵα δή ἐστιν ἡ τῶν κρειττόνων γενῶν, εἴτε τριαδικῶς εἴτε ἐννεαχῶς εἴτε κατ’ ἄλλον ἀριθμὸν διαιρουμένης, καὶ οὐδὲν χρὴ τοιοῦτον ἀναφέρειν ἐπὶ τὸ ἕν. Καὶ ὡς μέχρι ταύτης προῆλθεν ὁ λόγος πάσας τὰς τάξεις τάς τε νοερὰς καὶ τὰς ἄλλας ἀποφάσκων τοῦ ἑνὸς, ποῦ δὲ ἡμᾶς ἄξει προϊὼν, εἰσόμεθα συνοδεύοντες αὐτοῦ ταῖς ὑφηγήσεσι καὶ ἀνασκοποῦντες ἕκαστα τῶν λεγομένων. Ἔστιν οὖν οὐσίας ὅπως ἄν τι μετάσχοι ἄλλως ἢ κατὰ τούτων τ ι ; — Οὐκ ἔστι ν . — Οὐδαμῶς ἄρα τὸ ἓν οὐσίας μετέχε ι . — Οὐκ ἔοικε ν . — Οὐδαμῶς ἄρα ἔστι τὸ ἕ ν . — Οὐ φαίνετα ι. (P. 141 E.) Μέχρι τῆς ἐκθεουμένης οὐσίας καὶ πάσης τῆς ἀεὶ ὡσαύτως ἐνεργούσης προελθόντες διὰ πάντων τῶν διῃρημένων καὶ πάσας τὰς τάξεις ἀποφήναντες τοῦ ἑνὸς τάς τε θείας καὶ νοερὰς καὶ ὅσαι ψυχικαὶ, πάλιν ἀνατρέχομεν διὰ τῆς κοινῆς πασῶν τῶν εἰρημένων τάξεων φύσεως ἐπὶ τὴν νοητὴν μονάδα τῶν ὄντων καὶ ταύτης ἐξαιρήσομεν τὸ ἕν· ὡς γὰρ καὶ πρότερον εἴπομεν, οὐκ ἀπὸ τῆς τῶν νοητῶν ἀκρότητος, ἀλλ’ ἀπὸ τῆς τῶν [νοητῶν καὶ] νοερῶν ἐπεποίητο τὴν ἀρχὴν τῆς ἀποφάσεως· ἐκεῖ γὰρ τὰ πολλὰ τίκτεται, ὡς ἔσται δῆλον ἡμῖν προελθοῦσι κατὰ τὴν δευτέραν ὑπόθεσιν· ἡ δὲ οὐσία κατὰ τὸ ἓν ὂν πρὸ τούτων ἐστὶ τῶν πολλῶν καὶ πάσαις ὑπάρχει ταῖς εἰρημέναις τάξεσι, τοῖς πολλοῖς, τῇ ὁλότητι, τῷ σχήματι, τοῖς ἑξῆς ἅπασι. |
| in Prm 1240 [5] | Διὸ καὶ ἀπὸ τούτων πάντων ὡς κοινῇ μετεχόντων τῆς οὐσίας ἐπ’ αὐτὴν ἀνατρέχομεν τὴν οὐσίαν, καὶ διὰ τοῦτο ἀρχόμενος ταύτης τῆς ἀποφάσεως, πᾶν γὰρ, φησὶ, τὸ μετέχον οὐσίας κατά τι τούτων ἐστὶ μετέχον, οὐ περὶ τῶν προσεχῶς εἰρημένων λέγων, ἀλλὰ πάντων ὁμοῦ τῶν ἐν τῇ πρώτῃ κατηριθμημένων ὑποθέσει, οἷον ἢ ὅλον ἐστὶν ἢ μέρη ἔχον, ἢ ἀρχὴν ἢ μέσον ἔχον ἢ τελευτὴν, ἢ ἐν αὑτῷ ἢ ἐν ἄλλῳ, καὶ ἑξῆς πάντα τὰ ἀποπεφασμένα τοῦ ἑνὸς, ὡς καὶ δῆλον ὅτι ταῦτα παρέλαβεν, ὃ καὶ ἐξ ἀρχῆς εἴπομεν, ὅσα παρέπεται τοῖς οὖσιν ᾗ ὄντα ἐστὶν, ἀλλ’ οὐχ ᾗ ζῶντα ἄττα ἐστὶν ἢ νοοῦντα· πᾶν γὰρ τὸ οὐσίας ἁμωσγέπως μετέχον κατά τι τούτων τῶν ἀποπεφασμένων, φησὶν, οὐσίας μετέχει τούτων· οὐ δ ’ ἄρα οὐσίας μετείληχε ν. Οὕτω δέ που καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τὸ πρῶτον ἐπέκεινα οὐσίας ἔλεγεν εἶναι καὶ οὐκ οὐσίαν, αἴτιον δὲ οὐσίας καὶ ἐπέκεινα νοοῦντος καὶ νοουμένου παντὸς, ὥσπερ τὸν ἥλιον τῶν ὁρώντων καὶ τῶν ὁρωμένων αἴτιον εἶναί φαμεν, οὐκ ἄλλο τι λέγων τὴν οὐσίαν παρὰ τὸ ὄν· σαφῶς γὰρ αὐτὸς καὶ ἐνταῦθά φησιν ὅτι οὐχ οἷόν τε εἶναι μέν τι, μὴ μετέχειν δὲ οὐσίας, καὶ ἐν τούτῳ τῷ διαλόγῳ καὶ ἐν Τιμαίῳ παραπλησίως. Εἰ οὖν τὸ πρῶτον ὑπὲρ τὴν οὐσίαν καὶ ὑπὲρ τὸ ὄν ἐστι τὸ πᾶν, καὶ τὸ εἶναι αὐτὸ ψεῦδος· ἐπέκεινα γὰρ οὐσίας ἐξῄρηται καὶ τοῦ ὄντος, καὶ ταύτῃ διέστηκεν ὁ παρὰ Πλάτωνι Παρμενίδης τοῦ ἐν τοῖς ἔπεσιν, ὅτι ὁ μὲν εἰς τὸ ἓν ὂν βλέπει καὶ τοῦτό φησιν εἶναι πάντων αἴτιον, ὁ δὲ εἰς τὸ ἓν, ἀπὸ τοῦ ἑνὸς ὄντος εἰς τὸ μόνως ἓν καὶ πρὸ τοῦ ὄντος ἀναδραμών. Ἀποφήσας δ’ οὖν τὸ μετέχειν οὐσίας τὸ ἓν, ἐπειδὴ οἶδεν ὅτι δύναταί τι [ἓν] ἡ πρώτη οὐσία εἶναι (τὸ γὰρ μετέχειν νῦν τὸ δευτέρως ἀπολαύειν ἐδήλου), προσέθηκεν οὐδαμῶς ἄρα ἔστι τὸ ἓ ν, οὐκέτι τοῦτο δι’ ἀποδείξεως λαμβάνων· οὐ γὰρ ἦν ἀποδεῖξαι δυνατὸν τοῦτο αὐτόθεν διὰ τὴν τοῦ ὄντος πρὸς τὸ ἓν συγγένειαν, καὶ γὰρ ἐν ταῖς ἀποφάσεσι τὰ συγγενέστερα δυσαποδεικτότερα, καθάπερ εἴπομεν πρότερον· ἀλλ’ ὅτι μὲν τὸ ἓν οὐκ ἔστι ταὐτὸν καὶ τὸ ὂν, δείξει τῆς δευτέρας ἀρχόμενος ὑποθέσεως. |
| in Prm 1241 [40] | Εἰ δὲ τοῦτο ἀληθὲς, δῆλον ὅτι οὐδ’ ἔστι τὸ ἕν· πᾶν γὰρ τὸ παρὰ τὸ ἓν τῷ ἑνὶ προστεθὲν ἐλαττοῖ τὴν ἐξῃρημένην ὑπεροχὴν τοῦ ἑνός· τοῦτο μὲν οὖν ὅπως ἔλαβεν ἀπὸ τοῦ κοινοῦ τοῦ ἐν πᾶσι τοῖς οὖσιν ἐπὶ τὴν αἰτίαν τῶν ὄντων ἀναδραμὼν καὶ οὐδὲν ταύτης ἐφαρμόζειν τῷ ἑνὶ τιθέμενος. Ἴσως δ’ ἄν τις ἐπιζητήσειε διὰ ποίαν αἰτίαν οὐκ ἀπὸ τοῦ ἔστιν ἤρξατο τῶν ἀποφάσεων, ἀλλ’ ἀπὸ τῶν πολλῶ ν, καὶ οὔτε τὴν ἀπὸ τοῦ μετὰ τὸ ἓν εὐθὺς ἄχρι τῶν ἐσχάτων τάξιν, οὔτε τὴν ἀπὸ τούτων ἄχρι τῆς ἀκρότητος τῶν ὄντων προέκρινεν, ἀλλὰ τὴν ἀπὸ τῶν πολλῶν. Ῥητέον δὲ πρὸς τὴν ζήτησιν ὅτι πρὸς τὴν ὑπόθεσιν ἐναντίως εἶχεν ἡ τῆς οὐσίας ἀπόφασις· ἡ μὲν γὰρ λέγει τὸ ἓν ὡς ἔστιν, ἡ δὲ ἀπόφασις ὡς οὐκ ἔστι· πάντων οὖν γελοιότατον ἦν εὐθὺς ἐξ ἀρχῆς λέγειν εἰ ἔστι τὸ ἓ ν , οὐκ ἔστι τὸ ἕ ν· αὐτὸς γὰρ ἂν ἑαυτὸν ἔδοξεν ἀναιρεῖν ὁ λόγος· ἀλλὰ διὰ τοῦτο τῷ ἔστι καταχρησάμενος, καὶ ὡς μηδὲν διαφέρον λέγων, εἰ ἔστι τὸ ἓ ν, εὗρεν ὅτι τὰ πολλὰ μάλιστα ἀντικεῖσθαί πως δοκεῖ πρὸς τὸ ἓν, καὶ ἄλλως τῷ Παρμενίδῃ δοκοῦν ἓν εἶναι τὸ ὂν καὶ οὐ πολλά. Ἀρξάμενος οὖν ἀπὸ τούτων ὡς γνωριμωτάτων καὶ πάντα τὰ ἄλλα ἀποφήσας κατεῖδεν ὡς ἡ τοῦ ἑνὸς ἔννοια καὶ τὴν τῆς οὐσίας ἀναίνεται συνάρτησιν καὶ αὐτὸ τὸ ἔστι ν, ὥστε δύο τῶν ὅρων ὄντων, τοῦ ἑνὸς καὶ τοῦ ἔστιν, ἀνυσιμώτερον οἶδε τῷ ὑποκειμένῳ τὸ ἀντικείμενον λαβεῖν ἢ τῷ κατηγορουμένῳ, καὶ οὕτω λαβὼν τῷ ἑνὶ τὰ πολλὰ ἀντικεῖσθαι συνήγαγεν ὅτι εἰ ἓν ἔστι ν , πολλὰ οὐκ ἔστι ν, ἀλλ’ οὐχὶ, εἰ ἓ ν , τὸ ἓν οὐκ ἔστι ν. |
| in Prm 1242 [40] | Εἰ δὲ, ὥσπερ εἴπομεν, καὶ ἀρχόμενος τῆς δευτέρας δείκνυσι μηδὲ ἐκεῖνο τὸ ἓν τῷ ὄντι ταὐτὸν, καίτοι συμπεπλεγμένον πρὸς τὸ ὂν, πῶς οὐκ ἐκ περιουσίας καὶ τὸ πρῶτον ἓν ἀποδείκνυται καθ’ αὑτὸ τοῦ ὄντος καθαρεῦον; ὥστε τοῦτο μὲν καὶ δι’ ἐκείνων ἔσται δῆλον, δέον πανταχοῦ τὸ ἀμέθεκτον ἡγεῖσθαι τῶν μετεχομένων, καὶ τοῦτο ἐπὶ τῶν εἰδῶν τοῦ Πλάτωνος κρατύνοντος καὶ διὰ τοῦτο τὰ καθ’ αὑτὰ προϋφεστάναι λέγοντος τῶν ἐν ἄλλῳ ὑφεστώτων, ὥστε εἰ τὸ μετεχόμενον ὑπὸ τοῦ ὄντος ἓν τοῦ ὄντος διαφέρει, πᾶσα ἀνάγκη τὸ ἀμέθεκτον μειζόνως ἐξῃρῆσθαι τοῦ ὄντος. Οὐδ’ ἄρα οὐσίας μετέχει τὸ ἓν, κἂν οὐσίαν λαμβάνωμεν τὴν ἀκροτάτην καὶ μόνην οὐσίαν καὶ τὸ ὂν αὐτὸ μόνως ὂν καὶ πρὸ τῶν πολλῶν ἱδρυμένον τοῦ ὄντος γενῶν. Ἐπειδὴ δὲ τὸ μετέχειν ἐλάμβανε κατὰ πάντας τοὺς ἔμπροσθεν λόγους, κατὰ τὴν συνάρτησιν τῶν μετὰ τὸ ὂν τὴν πρὸς τὸ ἓν, διὰ δὴ τοῦτο καὶ ἐν τούτοις οὑτωσὶ λέγων τὴν μέθεξιν, πᾶν, φησὶ, τὸ μετέχον οὐσίας κατά τι τούτων αὐτῆς μετέχει· λέγει δὲ ἢ κατὰ τὸ ὅλον ἢ κατὰ τὸ σχῆμα ἢ κατὰ τὸ ταὐτὸν καὶ ἕτερον ἢ κατ’ ἄλλο τι τῶν ἀποπεφασμένων τοῦ ἑνός· τούτων δὲ προῤῥηθέντων, συνῆψεν ὅτι οὐδαμῶς οὐσίας μετέχει τὸ ἓν, οὕτως ὡς κατά τι τούτων μετέχον αὐτῆς· ὅθεν ἐπειδήπερ ὑπελείπετο λέγειν μήποτε κατά τι τούτων οὐ μετέχει τὸ ἓν οὐσίας, αὐτῆς δ’ ἔχει τῆς πρὸ τούτων οὔσης οὐσίας, καὶ ἔστιν ἐκείνῃ τῇ οὐσίᾳ συμπεπλεγμένον, ἐπήνεγκεν οὐ δ ’ ἄρα οὐσίας μετέχε ι. Οὐ δ ’ ἄρα οὕτως ἔστι ν , ὥστε ἓν εἶνα ι · εἴη γὰρ ἂν ἤδη ὂν καὶ οὐσίας μετέχο ν , ἀλ λ ’ ὡς ἔοικ ε , τὸ ἓν οὔτε ἕν ἐστι ν , οὔτε ἔστι ν , εἰ δεῖ τῷ τοιῷδε λόγῳ πιστεύει ν . — Κινδυνεύε ι . — Ὃ δὲ μὴ ἔστ ι , τούτῳ τῷ μὴ ὄντι εἴη ἄν τι ἢ αὐτῷ ἢ αὐτο ῦ ; — Καὶ πῶ ς ; — Οὐ δ ’ ἄρα ὄνομά ἐστιν αὐτῷ οὐδὲ λόγος οὐδέ τις ἐπιστήμη οὐ δ ’ αἴσθησις οὐδὲ δόξ α . |
| in Prm 1243 | — Οὐ φαίνετα ι . — Οὐ δ ’ ὀνομάζεται ἄρα οὐδὲ λέγεται οὐδὲ δοξάζεται οὐδὲ γινώσκετα ι , οὐδέ τι τῶν ὄντων αὐτοῦ αἰσθάνετα ι . |
| in Prm 1244 | — Οὐκ ἔοικε ν . — Ἦ δυνατὸν οὖν περὶ τὸ ἓν ταῦτα οὕτως ἔχει ν ; — Οὔκουν ἔμοιγε δοκε ῖ. (P. 141 E.) |