eul_wid: uqy-ac
Ἐκλογαὶ ἐκ τῆς Πλατωνικῆς Θεολογίας τοῦ ΠρόκλουExcerpts from Platonic Theology of Proclus
Proclus the Successor Excerpts from Platonic Theology of Proclus PDF
| 1243 (3t) | EXCERPTA E PLATONICA PROCLI THEOLOGIA IN FINEM PRIMAE HYPOTHESEOS ET IN SECUNDAM HYPOTHESIN. [ Τέλος τῆς πρώτης ὑποθέσεω ς.] Κατὰ μίαν ἄρα καὶ ἄγνωστον αἰτίαν τὸ πρώτιστον τῶν ὅλων θεούς τε πάντας ἐξέφηνε καὶ θείας ψυχὰς καὶ τὰ κρείττονα γένη, καὶ οὔτε συμπλέκεται τοῖς ἑαυτοῦ γεννήμασιν, οὔτε πληθύνεται περὶ αὐτά· πάντη δὲ αὐτῶν ἐκβεβηκὸς ἐν ἁπλότητι θαυμαστῇ καὶ τῆς ἑνώσεως ὑπερβολῇ, πᾶσιν ἀδιακρίτως τήν τε πρόοδον ὁμοῦ καὶ τὴν ἐν προόδῳ τάξιν ἐνδίδωσι. Μεχρὶ μὲν τούτων ὁ Παρμενίδης ἄνωθεν ἀπὸ τῆς νοητῆς περιωπῆς τῶν πρώτων νοερῶν θεῶν ὡρμημένος προελήλυθε κατὰ τὰ μέτρα τῆς ἀπογεννήσεως, τά τε θεῶν γένη καὶ τῶν θεῶν ἡνωμένων τε καὶ συνεπομένων ὑφιστὰς, καὶ πάντων ἀεὶ τὸ ἓν ἐξῃρημένον ἀῤῥήτως ἀποφαίνων. Πάλιν δὲ ἐντεῦθεν ἐπ’ ἀρχὴν ἀναστρέφει, καὶ τὴν τῶν ὅλων ἐπιστροφὴν ἀπομιμούμενος, τῶν ἀκροτάτων θεῶν, τῶν νοητῶν λέγω, χωρίζει τὸ ἕν· οὕτω γὰρ ἂν αὐτοῦ μάλιστα τὴν ὑπεροχὴν θεασαίμεθα καὶ τὴν ἀμήχανον πρὸς τὰ ἄλλα πάντα τῆς ἑνώσεως ἐξαλλαγὴν, εἰ μὴ μόνον αὐτὸ τῶν δευτέρων ἢ τρίτων ἐν τοῖς θεοῖς διακόσμοις ὑπεριδρυμένον ἀποδείξαιμεν, ἀλλὰ καὶ αὐτῶν τῶν προτεταγμένων νοητῶν ἑνάδων, καὶ ταῦτα συστοίχως τῇ τῶν κρυφίων ἐκείνων ἁπλότητι, καὶ οὐ διὰ τῶν ποικίλων λόγων, ἀλλ’ αὐτῆς τῆς νοερᾶς μόνον ἐπιβολῆς· νῷ γὰρ τὰ νοητὰ γνωρίζεσθαι πέφυκε. |
| 1244 (5) | Τοῦτο τοίνυν καὶ ὁ Παρμενίδης ἔργῳ δείκνυσι τὰς μὲν λογικὰς μεθόδους ἀπολιπὼν, κατὰ δὲ νοῦν ἐνεργῶν καὶ τῆς οὐσίας τὸ ἓν ἐπέκεινα λέγων καὶ τοῦ ἑνὸς ὄντο ς. Οὐ γὰρ ἐκ τῶν πρώτων συμπερασμάτων τοῦτο συλλελόγισται· ἦν γὰρ ἂν περὶ τῶν πρωτίστων αὐτῶν θεῶν λόγος ἀναπόδεικτος ἐκ τῶν χειρόνων τὴν πίστιν ἐφελκόμενος. Καὶ τὰς γνώσεις τοίνυν καὶ τὰ τῶν γνώσεων ὄργανα πάντα τῆς τοῦ ἑνὸς ὑπεροχῆς ἀπολείπεσθαι κατὰ τὸν αὐτὸν χρόνον διατείνεται, καὶ τελευτᾷ δὲ καλῶς εἰς τὸ ἄῤῥητον τοῦ πάντων ἐπέκεινα θεοῦ. Μετὰ γὰρ τὰς κατ’ ἐπιστήμην ἐνεργείας καὶ τὰς νοερὰς ἐπιβολὰς ἡ πρὸς τὸ ἄγνωστον ἕνωσίς ἐστιν, εἰς ἣν δὴ καὶ ὁ Παρμενίδης τὸν σύμπαντα λόγον ἀνενεγκὼν συμπεραίνεται τὴν πρώτην ὑπόθεσιν, πάντα μὲν τὰ θεῖα γένη τοῦ ἑνὸς ἐξάψας, αὐτὸ δὲ ἑνιαίως τῶν πάντων ἐξῃρημένον ἀποφήνας, τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν ἀμέθεκτον ὑπάρχον, καὶ τῶν μετεχομένων μονάδων ἀῤῥήτως ὑποστατικόν. |
| 1245 | Διὸ καὶ τοῦ ἑνὸς ἐπέκεινα τοῦ τῇ οὐσίᾳ συζυγοῦντος εἴρηται καὶ παντὸς ὁμοῦ τοῦ μετεχομένου τῶν ἑνάδων πλήθους. (Proclus, lib. II, p. 114.) [ Δευτέρα ὑπόθεσι ς.] Δέδεικται τοίνυν ὅτι τὴν δευτέραν ὑπόθεσιν χρὴ διελεῖν εἰς ὅλας τὰς τοῦ ἑνὸς ὄντος προόδους, καὶ ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ γένεσις καὶ πρόοδος θεῶν ἡ ὑπόθεσις αὕτη, μεχρὶ τῆς ἐκθεουμένης οὐσίας ἄνωθεν ἀπὸ τῆς ἄκρας ἑνώσεως προϊοῦσα τῶν νοητῶν. Οὐ γὰρ, ὥσπερ λέγουσί τινες, ἐν τῇ πρώτῃ περὶ θεοῦ καὶ θεῶν ὁ λόγος· οὐδὲ γὰρ ἦν θέμις αὐτῷ συντάττειν τὸ πλῆθος τῷ ἑνὶ καὶ τὸ ἓν τῷ πλήθει· πάντη γὰρ ἐξῄρηται τῶν ὅλων ὁ πρώτιστος θεός. Ἀλλὰ καὶ τὴν οὐσίαν ἐν τῇ πρώτῃ [ὁ Παρμενίδης] καὶ αὐτὸ τὸ ἓν ἀφαιρεῖται τοῦ πρώτου. Ταῦτα δὲ ὅτι μὴ προσήκει τοῖς ἄλλοις θεοῖς, παντὶ καταφανές. Οὐ μὴν οὐδ’, ὡς αὐτοὶ λέγουσι, περὶ τῶν νοητῶν θεῶν ἐν τῇ πρώτῃ ποιεῖται τὸν λόγον ὁ Παρμενίδης, ἐκείνων τὰς ἀποφάσεις εἶναι λέγοντες, διότι συνήνωνται τῷ ἑνὶ καὶ εἰσὶν ἁπλότητι καὶ ἑνώσει προσέχοντες ἁπάντων τῶν θείων γενῶν. Πῶς γὰρ τὸ ὅμοιον ἢ τὸ ἀνόμοιον ἢ τὸ ἅπτεσθαι ἢ τὸ χωρὶ ς, καὶ τὰ ἄλλα πάντα τὰ ἀποφασκόμενα τοῦ ἑνὸς ὑπάρξει τοῖς νοητοῖς θεοῖς; Ἀλλ’ ὅτι μὲν τὰ ἀφαιρούμενα θεῶν εἰσιν ὁμοιότητες, δοκοῦσί μοι λέγειν ὀρθῶς, ὅτι δὲ πάντα τῶν νοητῶν, οὐκ ὀρθῶς. Πρὸς τῷ καὶ ἀναγκαῖον πρὸς τὸν λόγον τοῦτον πάλιν ἐν τῇ δευτέρᾳ περὶ τῶν νοητῶν θεῶν εἶναι τὴν πραγματείαν· ἃ γὰρ ἀπέφησεν ἐν ἐκείνῃ, ταῦτα κατέφησεν ἐν ταύτῃ. Τοῦτο οὖν, ὥσπερ ἔφην, δέδεικται ὅτι τάξιν ἔχει τὰ συμπεράσματα πρὸς ἄλληλα, τὴν τῶν προτέρων καὶ ὑστέρων καὶ αἰτιῶν καὶ αἰτιατῶν. |
| 1246 | Δεῖ τοίνυν ἡμᾶς ἐφαρμόζειν ἄνωθεν ἀρχομένους ταῖς μὲν πρώταις τάξεσι τὰ πρῶτα συμπεράσματα, ταῖς δὲ μέσαις τὰ μέσα, ταῖς δὲ ἐσχάταις τὰ τελευταῖα, καὶ δεῖξαι τοσούτους ἠρωτημένους λόγους ὁπόσαι τῶν θείων διακόσμων πρόοδοι. Καὶ πρῶτον περὶ τῶν νοητῶν ἀποδῶμεν τὴν τοῦ Παρμενίδου διδασκαλίαν, ἐπειδὴ καὶ δέδειχε περὶ τούτων ὁ Πλάτων πολλαχοῦ, τὰ μὲν ἐνδεικνύμενος, τὰ δὲ καὶ διαῤῥήδην λέγων. (Proclus, lib. III, p. 162—163.) [ Τριάδες νοητα ί]. Τὸ μὲν δὴ πρώτιστον καὶ ἀμεθεκτὸν ἓν, ἐπέκεινα τῶν ὅλων προϋπάρχον, οὐ τῶν μετεχόντων μόνον, ἀλλὰ καὶ τῶν μετεχομένων ἑνάδων, ὕμνηται διὰ τῆς πρώτης ὑποθέσεως, ἁπάντων μὲν ἀῤῥήτως αἴτιον ἀποπεφασμένον, αὐτὸ δὲ ἐν οὐδενὶ δὴ τῶν πάντων ἀφοριζόμενον, οὐδέ τινα δύναμιν ἔχον οὐδὲ ἰδιότητα συγγενῆ πρὸς τοὺς ἄλλους θεούς. Μετὰ τοῦτο τὸ μόνως ὑπερούσιον καὶ ὑπερὸν καὶ ἄμικτον πρὸς πάσας τὰς ὑπάξεις, ἑνὰς ἔστι, μετεχομένη μὲν ὑπὸ τοῦ ὄντος καὶ περὶ αὑτὴν ὑποστήσασα τὴν πρώτην οὐσίαν, καὶ πλεονάσασα τῇ προσθήκῃ τῆς μεθέξεως ταύτης τοῦ πρώτως ἑνὸς, αὐτὴ δὲ ὑπερούσιος ὕπαρξις καὶ τῆς πρωτίστης νοητῆς τριάδος. Δύο δὴ τούτων ὄντων ἐν τῇ πρώτῃ τριάδ ι, τοῦ ἑνὸς καὶ τοῦ ὄντος, καὶ τοῦ μὲν γεννῶντος, τοῦ δὲ γεννωμένου, καὶ τοῦ μὲν τελειοῦντος, τοῦ δὲ τελειουμένου, δεῖ δὴ καὶ τὴν μέσην ἀμφοῖν ὑπάρχειν δύναμιν, δι’ ἧς καὶ μεθ’ ἧς τὸ ἓν ὑποστατικόν ἐστι καὶ τελειωτικὸν τοῦ ὄντος .... Τριὰς οὖν ἐστιν αὕτη τῶν νοητῶν ἀκρότης, τὸ ἓ ν , ἡ δύναμι ς , τὸ ὄν .... Ταύτην τὴν τριάδα παραδιδοὺς ὁ Παρμενίδης ἄρχεται μὲν ἐντεῦθεν τῶν περὶ αὐτῆς λόγων· Ὅρα δὴ ἐξ ἀρχῆ ς · εἰ ἓν ἔστι ν , ἆρα οἷόν τε αὐτὸ εἶναι μὲ ν , οὐσίας δὲ μὴ μετέχει ν ; οὐχ οἷόν τε [p. 142 B]. Τελευτᾷ δὲ περὶ αὐτῆς διαλεγόμενος ὡδί· Ἆ ρ ’ οὖν ἄλλο ἢ ὅτι οὐσίας μετέχει τὸ ἓ ν , τοῦ τ ’ ἂν εἴη τὸ λεγόμενο ν , ἐπειδάν τις συλλήβδην εἴπῃ ὅτι ἓν ἔστ ι ; Πάνυ γε [p. |
| 1247 | 142 C]. Τριὰς οὖν αὐτὴ πρώτη νοητὴ, τὸ ἓν, τὸ ὂν, καὶ σχέσις ἀμφοῖν, δι’ ἣν καὶ τὸ ἓν τοῦ ὄντος ἐστὶ καὶ τὸ ὂν τοῦ ἑνὸς, πάνυ γε θαυμαστῶς καὶ διὰ τούτων ἐκδεικνυμένου τοῦ Πλάτωνος ὅτι καὶ ὁ πατὴρ τοῦ νοῦ πατήρ ἐστι, καὶ ὁ νοῦς τοῦ πατρὸς, καὶ ὡς ἡ δύναμις κέκρυπται μεταξὺ τῶν ἄκρων .... Μετὰ δὲ ταύτην ἐφεξῆς ἡ δευτέρα τὴν πρόοδον ἔλαχεν, ἣν κατὰ τὴν ὁλότητα τὴν νοητὴν, ὥσπερ ἐν Σοφιστῇ διείλομεν, [ὁ Παρμενίδης] χαρακτηρίζει ... Ἐν ταύτῃ δὲ τὰ μέρη καὶ τὸ ὅλον, τῆς δυνάμεως ἑαυτὴν ἐκφαινούσης· διακρίσεως γὰρ οὔσης, καὶ μέρη ἐστὶ καὶ τὸ ἐκ τούτων ὄλον. Καλεῖται τοίνυν ἡ δευτέρα τριὰς ὁλότης νοητή. Μέρη δὲ αὐτῆς τὸ ἓν καὶ τὸ ὂν, ἄκρα λέγω· μέση δὲ ἡ δύναμις οὖσα κἀνταῦθα συνάπτει, καὶ οὐχ ἑνοῖ (καθάπερ ἐν τῇ πρὸ αὐτῆς) τὸ ἓν καὶ τὸ ὂν, καὶ ἐπεὶ μέση ἐστὶν ἀμφοῖν, διὰ μὲν τὴν πρὸς τὸ ὂν κοινωνίαν, ἓν ὂν ἀποφαίνει τὸ ἓν, διὰ δὲ τὴν πρὸς τὸ ἓν, ἓν ἀποτελεῖ τὸ ὄν. Καὶ οὕτως τὸ ἓν ὂν ἐκ μερῶν ἐστι δυοῖν, τοῦ τε ἑνὸς ὄντος καὶ τοῦ ὄντος ἑνὸς, ὥσπερ αὐτὸς ὁ Παρμενίδης φησίν. Ἄρχεται μὲν οὖν τῶν περὶ τῆς τριάδος ταύτης λόγων ἐνθένδε· Πάλιν δὲ λέγωμε ν , ἓν εἰ ἔστ ι , τί συμβήσετα ι · σκόπει οὖν εἰ οὐκ ἀνάγκη ταύτην τὴν ὑπόθεσιν τοιοῦτον ὂν τὸ ἓν σημαίνει ν , οἷον μέρη ἔχειν [p. 142 C]. Τελευτᾷ δὲ οὑτωσὶ λέγων· Καὶ ὅλον ἄρα ἐστὶν ὃ ἂν ἓν ᾖ , καὶ μόριον ἔχει [p. 142 D]. Διὰ δὲ τούτων ὁ Παρμενίδης ὁλότητα τὴν δευτέραν ἀφορίζεται τάξιν τῶν νοητῶν. Ὡς γὰρ τὸ εἶναι πᾶσιν ἀπὸ τῆς πρώτης, οὕτως τὸ ὅλον ἀπὸ τῆς δευτέρας καὶ ἡ παντελὴς διαίρεσις ἀπὸ τῆς τρίτης .... Μετὰ γὰρ τὴν κρύφιον ἕνωσιν τῆς πρώτης καὶ τὴν τῆς δευτέρας δυαδικὴν διάκρισιν ἡ τῆς τρίτης ἀπογεννᾶται πρόοδος, ἐκ μερῶν μὲν ἔχουσα τὴν ὑπόστασιν, πλειόνων δὲ μερῶν, ὧν τὸ πλῆθος ὠδινεῖ ἡ πρὸ αὐτῆς. |
| 1248 | Ἑνὰς μὲν γάρ ἐστιν ἐν ταύτῃ καὶ δύναμις καὶ ὂν, ἀλλὰ τὸ ἓν πληθύνεται, καὶ τὸ ὂν καὶ ἡ δύναμις .... Αἰτία δὲ τῆς προόδου ταύτης ἡ δύναμις· δυοποιὸς γὰρ ἡ δύναμις καὶ πλήθους ἐργάτις, τὸ μὲν γὰρ ἓν εἰς πλῆθος προκαλουμένη, τὸ δὲ ὂν εἰς μετουσίαν τῶν θείων ἑνάδων ἐπιστρέφουσα. Πόθεν ἄρχεται περὶ ταύτης ἡμᾶς τῆς τριάδος ἀναδιδάσκων ὁ Παρμενίδης, καὶ ποῦ τὸν περὶ αὐτῆς συμπεραίνεται λόγον; Ἀρχὴ μὲν οὖν αὕτη τῶν λόγων ἥδε· Τί οὖ ν ; τῶν μορίων ἑκάτερον τούτων τοῦ ἑνὸς ὄντο ς , τό τε ἓν καὶ τὸ ὂ ν , ἆρα ἀπολείπεσθον ἢ τὸ ἓν τοῦ ὄντος εἶναι μόριο ν , ἢ τὸ ὂν τοῦ ἑνὸς μόριο ν ; Οὐκ ἂν εἴη [p. 142 D]. Τελευτὴ δὲ ἥδε· Οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος οὕτω τὸ ἓν ὂν εἴ η ; Ἔοικέ γε [p. 143 A] .... Ὅταν μὲν γὰρ λέγηται τοῦ ἑνὸς ὄντος μόρια πάντα τὰ δεύτερα καὶ ὅσα διὰ τὴν τῆς δυνάμεως διακριτικὴν αἰτίαν ἀναφαίνεται, τὴν ἀπὸ τῆς μονάδος ἐφήκουσαν ἕνωσιν εἰς τὴν τρίτην τριάδα παραδίδωσιν ὁ λόγος. Ὅταν δὲ ἡ δύναμις διακρίνουσα καὶ συνάπτουσα τὰς ἑνάδας καὶ τὰ ὄντα τὸ πλῆθος ἀποτελῇ, τότε δὴ πάντως ἡ μετουσία τῆς δυάδος ἀναφαίνεται, καθάπερ, οἶμαι, καὶ ὁ Παρμενίδης ἐνδείκνυσι λέγων· Ὥστε ἀνάγκη δύο ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶνα ι. Κατ’ ἀμφοτέρας ἄρα τὰς προϋπαρχούσας τριάδας αὕτη προελήλυθε, ῥέουσ α, κατὰ τὸ Λόγιον, καὶ ἐπὶ πᾶν προϊοῦσα τὸ νοητὸν πλῆθος. Τῆς γὰρ ῥοῆς ταύτης καὶ τοῦ ἀπεριλήπτου τῆς δυνάμεως τὸ ἄπειρον πλῆθος ἐνδεικτικόν. Πρῶτον μὲν τοίνυν ἔφην τὴν τριάδος ταύτης ὑπόστασιν τῶν πρὸ αὐτῆς ἠρτημένην διὰ τούτων ἀποδεικτέον· ἐπειθ’ ὅτι καὶ πρωτογενὴς ἡ τριὰς αὕτη κατὰ τὸν Παρμενίδην· πρώτῃ γὰρ αὐτῇ τοῦ γίγνεσθαι μεταδίδωσι, καὶ τὸ πλῆθος τὸ ἐν αὐτῇ γιγνόμενον ἀποκαλεῖ. |
| 1249 | Λέγει γὰρ οὖν οὕτως· Καὶ γίγνεται τὸ ἐλάχιστον ἐκ δυοῖν αὖ μορίοιν τὸ μόριο ν. Καὶ πάλιν· Ὅ τί περ ἂν μόριον γένητα ι , τούτῳ τῷ μορίῳ ἀεὶ ἴσχε ι , καὶ ἐν τοῖς ἑξῆς. (Proclus, lib. III, p. 163—167.) [ Τριάδες νοηταὶ ἅμα καὶ νοερα ί.] Ὁ μὲν δὴ περὶ τῶν νοητῶν λόγος ἡμῖν ἐνταῦθα περιγεγράφθω τὴν τοῦ Πλάτωνος περὶ αὐτῶν ἀναπλώσας μυσταγωγίαν. Ἐχόμενον δέ ἐστι πάντως τὴν περὶ τῶν νοερῶν θεῶν ἀνασκέψασθαι κατὰ τὸν αὐτὸν τρόπον ὑφήγησιν. Ἀλλ’ ἐπειδὴ τῶν νοερῶν, τὰ μέν ἐστι νοητὰ καὶ νοερ ὰ, ὅσα νοοῦντα νοεῖτα ι, κατὰ τὸ Λόγιον, τὰ δὲ νοερὰ μόνον, ἀπὸ τῶν νοερῶν ἅμα καὶ νοητῶν ἀρξάμενοι λέγωμεν τὰ κοῖνα πρῶτον περὶ αὐτῶν διοριζόμενοι, ἀφ’ ὧν καὶ τὴν περὶ τῆς ἑκάστης τάξεως διδασκαλίαν σαφεστέραν ποιησόμεθα. Πάλιν τοίνυν ἀναμνήσωμεν ἡμᾶς αὐτοὺς ὡς ἄρα τρεῖς εἰσιν αὗται μονάδες ὁλικαὶ πάντως ἐπέκεινα τῶν κατὰ μέρη διῃρημένων θεῶν, οὐσί α , ζω ὴ , νοῦ ς. Καὶ ταῦτα πρὸ τῶν μερικῶν μετέχει τῶν ὑπερουσίων ἑνάδων· ἐξῄρηται δὲ ἡ οὐσία τῶν λοιπῶν, μέσην δὲ ἔλαχεν ἡ ζωὴ τάξιν, τὸ δὲ πέρας τῆς τριάδος ταύτης ἐπιστρέφει πρὸς τὴν ἀρχὴν ὁ νοῦς· καὶ πάντα ταῦτα νοητῶς μὲν ἔστιν ἐν οὐσίᾳ, νοητῶς δὲ καὶ νοερῶς ἐν τῇ ζωῇ, νοερῶς δὲ ἐν τῷ νῷ. (Proclus, lib. IV. p. 179.) Λείπεται δὴ καὶ περὶ τῆς τριαδικὴς αὐτοῦ [τοῦ ἀριθμοῦ] διαιρέσεως εἰπεῖν ἑπομένως τῷ Παρμενίδῃ. Τρία τοίνυν ἐξ ἀρχῆς ταῦτα πέφηνεν ἡμῖν κατὰ τὴν τοῦ ἑνὸς διάκρισιν ἀπὸ τοῦ ὄντος τὸ ἓ ν , ἡ ἑτερότη ς , τὸ ὄ ν. Καὶ τρεῖς αὗται μονάδες τῆς ἑτερότητος οὔτε τῷ ἑνὶ αὐτῆς οὔσης οὔτε τῷ ὄντι· ταῦτα γὰρ κἂν ἐν τοῖς νοητοῖς ἦν, ἡ δὲ ἑτερότης ἐνταῦθα πρῶτον. |
| 1250 | Ἀλλ’ ἐπειδήπερ ἄνω μὲν ἡ δύναμις συναγωγὸς ἦν, ἐνταῦθα δὲ διακριτικὴ τῶν ἄκρων, οὐ μόνον μονάδες εἰσὶ τρεῖς, ἀλλὰ καὶ δυάδες τρεῖς, τὸ ἓν μετὰ τῆς ἑτερότητος, καὶ ἡ ἑτερότης μετὰ τοῦ ὄντος καὶ τὸ ἓν μετὰ τοῦ ὄντος· αἰτία γὰρ καὶ τῆς τοιαύτης διακρίσεως ἡ ἑτερότης τὴν ἕνωσιν ἀκραιφνῆ τοῦ ἑνὸς ὄντος οὐ φυλάττουσα. Μονάδες οὖν τρεῖς καὶ δυάδες τρεῖς, ἀλλὰ καὶ τριάδες τρεῖς αἱ αὐταὶ γένοιντο ἂν, ὁτὲ μὲν ἡμῶν ἀπὸ τοῦ ἑνὸς ἀρχομένων, ὁτὲ δὲ ἀπὸ τοῦ ὄντος, ὁτὲ δὲ ἀπὸ τῆς ἑτερότητος· μοναδικῶς ἄρα καὶ τριαδικῶς ὑφέστηκεν ἡ τριὰς αὕτη .... Καὶ μεχρὶ τούτων ἡ πρωτίστη θεότης ἐκπέφανται γόνιμος οὖσα τῶν πρωτίστων ἀριθμῶν, κατὰ μὲν τὸ ἓν τῶν ἑνιαίων, κατὰ δὲ τὴν ἑτερότητα τῶν γεννητικῶν, κατὰ δὲ τὸ ὂν τῶν οὐσιωδῶν. Ἐπειδὴ δὲ ἀπὸ ταύτης νοητῆς οὔσης ἡ μετ’ αὐτὴν, ἀνάγκη δήπου καὶ τὴν μονάδα δύναμιν ἔχειν γόνιμον, καὶ τὴν δυάδα καὶ τὴν τριάδα. Ταύτας μὲν οὖν τὰς δυνάμεις ὁ Παρμενίδης ἀποκαλεῖ τὸ ἅπα ξ , τὸ δὶ ς , τὸ τρίς [p. 143 E] .... Ἀρχόμενος δὲ ὁ Παρμενίδης τῶν περὶ αὐτοῦ [τοῦ ἀριθμοῦ] λόγων ἐντεῦθεν· Ἴθι δὴ καὶ τῇδε ἔτ ι . Π ῇ ; Οὐσίας φαμὲν μετέχειν τὸ ἓ ν , διὸ ἔστ ι ; Να ί . Καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη [p. 143 A]· συμπληροῖ μὲν τὸν περὶ τῆς πρώτης μονάδος λόγον ὡδί· Τρία δὲ οὐ περιττὰ καὶ δύο ἄρτι α ; Πῶς δ ’ οὔ [p. 143 D]; Τὸν δὲ περὶ τῆς δευτέρας· Ἄρτιά τε ἄρα ἀρτιάκις ἂν εἴη καὶ περιττὰ περιττάκις καὶ ἄρτια περιττάκις καὶ περιττὰ ἀρτιάκις [p. 144 A]. Τὸν δὲ περὶ τῆς τρίτης καὶ ἐφεξῆς τριάδος ἐν τούτοις· Οὐ μόνον ἄρα τὸ ὂν ἓν πολλά ἐστι ν , ἀλλὰ αὐτὸ καὶ τὸ ἓν ὑπὸ τοῦ ὄντος διανενεμημένον πολλὰ ἀνάγκη εἶνα ι . Παντάπασι μὲν οὖν [p. 144 E]. Ἡ τοίνυν πρωτίστη τριὰς τῶν νοητῶν καὶ νοερῶν θεῶν διὰ τούτων ἡμῖν ὑπὸ τοῦ Πλάτωνος ἐκπέφανται, κατὰ μὲν τὴν πρωτίστην μονάδα πρώτας ἔχουσα τῶν ἀριθμῶν δυνάμεις, τὸ περιττὸν λέγω καὶ τὸ ἄρτιο ν , καὶ διὰ τούτων συμπληρουμένη τῶν ἀρχῶν, αἱ καὶ ἐν τοῖς νοητοῖς ἦσαν κρυφίως, μονὰς, δυὰς, τριάς· κατὰ δὲ τὴν δευτέραν, τὰς δευτέρας ἀπὸ τούτων ὑφισταμένας· ἡ γὰρ τῶν εἰδῶν τοῦ ἀρτίου τομὴ δευτέραν ἔλαχε τάξιν, καὶ τὸ περιττάκις περιττὸν ὑφειμένον ἐστὶ τῶν πρώτων περιττῶν· κατὰ δὲ τὴν τρίτην, τὰς μερικωτέρας αἰτίας τῶν θείων ἀριθμῶν· διὸ καὶ ὁ κατακερματισμὸς ἐνταῦθα καὶ ἡ ἀπειρία καὶ ἡ παντελὴς διαίρεσις καὶ ὁ ἑνιαῖος ἀριθμὸς καὶ οὐσιώδης . |
| 1251 | ... Ἡ μὲν οὖν πρωτίστη τάξις τῶν νοητῶν καὶ νοερῶν οὕτως ὑπὸ τοῦ Παρμενίδου τεθεώρηται. Μετὰ δὲ ταύτην ἡ τὸν μέσον κατέχουσα τόπον τῶν νοητῶν καὶ νοερῶν, ἣν μικρῷ πρότερον συνεκτικὴν ἀπεκαλοῦμεν, ἐκφαίνεται. Καλεῖται δὲ αὐτὴ τριχῶς, ἓν πολλ ὰ , ὅλον μέρ η , πεπερασμένον ἄπειρον .... Ἑξῆς γάρ ἐστιν ἀλλήλοις τὸ ἓν, τὸ ὅλον, τὸ πεπερασμένον, καὶ τὰ τούτοις οἷον ἀντίστοιχα, τὰ πολλὰ, τὰ μέρη, τὰ ἄπειρα. Καὶ ἔστι τὸ μὲν ἓν αὐτὸ ἡ ἀρχὴ τῶν λοιπῶν· τὸ δὲ ὅλον ἤδη σχέσιν ἔχει πρὸς τὰ μέρη καὶ δυάδος ἔμφασιν, καὶ πρόεισιν εἰς τὴν πρὸς τὰ μέρη σύνταξιν· τὸ δὲ πεπερασμένον ἤδη πλῆθός ἐστι πέρατος καὶ ἑνὸς μετέχον, καὶ οἷον τριάς ἐστι· οὔτε γὰρ πέρας μόνον ὡς ἡ μονὰς, οὔτε ἄπειρον μόνον ὡς ἡ δυὰς, ἀλλὰ πέρατος μετέχον ὃ πρῶτόν ἐστι τριάς. Πᾶν μὲν οὖν πεπερασμένον ὅλον ἐστὶν, οὐ πᾶν δὲ ὅλον πεπέρασται· καὶ γὰρ τὸ ἄπειρον ὅλον, εἴτε πλῆθός ἐστιν, εἴτε μέγεθος· καὶ πᾶν μὲν τὸ ὅλον ἕν ἐστι, οὐ πᾶν δὲ ἓν ὅλον· τὸ γὰρ ἄσχετον πρὸς τὸ πλῆθος οὐχ ὅλον. |
| 1252 | Ἐπέκεινα ἄρα τὸ μὲν ἓν τοῦ ὅλου, τὸ δὲ ὅλον τοῦ πεπερασμένου. Τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ ἄπειρα μέρη τοῦ πεπερασμένου λέγεται· καθ’ ἑαυτὸ γὰρ οὐκ ἔστι τὸ ἄπειρον· ᾧ καὶ δῆλον ὡς οὐκ ἔστιν ἐν τῷ ποσῷ τὸ ἄπειρον, ἀλλ’ ἐν τῇ δυνάμει. Οὐ πάντα δὲ τὰ μέρη ἄπειρα· καὶ γὰρ κατὰ τὸ πέρας ἑνὶ χαρακτηρίζεται τῶν μερῶν· καὶ αὖ τὰ μὲν μέρη πολλά ἐστι, τὰ δὲ πολλὰ οὐ πάντως μέρη. Τὰ τοίνυν πολλὰ πρὸ τῶν μερῶν, ταῦτα δὲ πρὸ τῶν ἀπείρων· ἀνάλογον ἄρα τῷ μὲν ἑνὶ τὰ πολλὰ, τῷ δὲ ὅλῳ τὰ μέρη, τῷ δὲ πεπερασμένῳ τὰ ἄπειρα, καὶ τρεῖς αὗται συνοχικαὶ μονάδες τὴν μέσην συμπληροῦσι τάξιν τῶν νοητῶν καὶ νοερῶν .... Τοιαύτη τίς ἐστι καὶ ἡ συνεκτικὴ τριὰς, ἣν ὁ Παρμενίδης διὰ τούτων ἀπέφηνε· Τὸ ἓν ἄρα ὂν ἕν τέ ἐστι καὶ πολλ ὰ , καὶ ὅλον καὶ μόρι α , καὶ πεπερασμένον καὶ ἄπειρον πλήθει [p. 145 A]. Τὸ δὲ τρίτον φασὶ τῷ σωτῆρι, καὶ ἡμεῖς τὴν τελεσιουργὸν διακόσμησιν τῶν θεῶν ἀνυμνήσωμεν, ἑπόμενοι τῷ Παρμενίδῃ κατὰ τὸ ἑξῆς. Οὐκοῦν, διότι μὲν τέλος ἦν τῆς συνεκτικῆς τὸ πεπερασμένον, ἡ τελεσιουργὸς τὰ ἔσχατα ἔχει· τὸ γὰρ πέρας ἔσχατον. Ἀλλ’ ἐκεῖ μὲν τὸ πεπερασμένον ἐλέγετο τὸ ἓν, ἐνταῦθα δὲ ἔσχατον ἔχον, ὡς κατὰ μέθεξιν τὸ περατωτικὸν τῶν πολλῶν καταδεξάμενον· κἀκεῖ μὲν τὸ πέρας ἦν ὃ δὴ καὶ συνεῖχε τὸ ἄπειρον, ἐνταῦθα δὲ ἔσχατον ἔχον καὶ μέσον ἂν ἔχοι καὶ ἀρχὴ ν, καὶ τέλειον ἂν εἴη· τὸ γὰρ ἐκ πάντων τούτων συμπληρούμενον τέλειόν ἐστι. |
| 1253 | Ἐνταῦθα τοίνυν καὶ ἡ ἐκ τῶν μερῶν ἀνεφάνη τελειότης· ἡ γὰρ συμπλήρωσις τῶν μορίων ἀπεργάζεται τὸ τέλειον. Καὶ μὴν, καὶ διότι μέσον ἔχει καὶ ἄκρα τοιοῦτον ἓν, σχῆμα ἂν ἔχοι περιφερὲς ἢ μικτὸν ἢ εὐθ ύ· πάντα γὰρ ταῦτα μέσου δεῖται καὶ ἄκρων, τὰ μὲν μετὰ ἁπλότητος, τὰ δὲ μετὰ συμπλοκῆς. Τρεῖς οὖν ἡμῖν πεφήνασιν ἰδιότητες· πρώτη μὲν ἣν ἐλέγομεν ἔσχατα ἔχειν, δευτέρα δὲ ἡ κατὰ τὸ τέλειον, τρίτη δὲ ἡ κατὰ τὸ σχῆμα .... Πρὸς δὲ αὖ τοῖς εἰρημένοις καὶ τὴν τάξιν τῶν τριάδων ἀπὸ τῶν ἐν αὐταῖς τελῶν θεωρήσωμεν. Τῆς μὲν γὰρ πρώτης τὸ πέρας ἀριθμὸς, τῆς δὲ δευτέρας τὸ πεπερασμένον καὶ ἄπειρον, τῆς δὲ τρίτης περιφερὲς, μικτὸν, εὐθύ .... Συνελόντες οὖν εἴπωμεν ὅτι πᾶσα νοητὴ καὶ νοερὰ τριὰς κατὰ μὲν τὴν ἀκρότητα τὴν ἑαυτῆς συνῆπται πρὸς τὸ νοητὸν, κατὰ δὲ τὴν μεσότητα τὴν οἰκείαν ἐκφαίνει δυνάμιν, κατὰ δὲ τὴν ἀποπεράτωσιν περιλαμβάνει τὴν ἀπειρίαν τῶν δευτέρων. (Proclus, lib. IV, p. 229—241.) [ Θεοὶ νοερο ί. Κρόνος, Ῥέα, Ζεύς.] Πρῶτον περὶ τοῦ πατρὸς τῶν νοερῶν καὶ αὖ τῆς συντεταγμένης αὐτῷ δυνάμεως τῆς ἀχράντου θεωρήσωμεν ὁποῖά φησιν [ὁ Παρμενίδης]· μετὰ γὰρ τὸ σχῆμα τὸ τριπλεκὲς καὶ τὴν πάντα τελεσιουργοῦσαν τῶν θεῶν τάξιν ἐμφαίνεται μὲν τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλ ῳ· συνθήματα δὲ ταῦτα τῆς νοερᾶς ἀκρότητος ἐπιδείκνυται τῶν νοερῶν μονάδων .... Ταῦτα τοίνυν καὶ ὁ Παρμενίδης ἐνδεικνύμενος τοῖς διττοῖς τούτοις συνθήμασι τὴν τάξιν ταύτην ἀποσεμνύνει, καὶ τὸν πρώτιστον βασιλέα καὶ πατέρα τῶν νοερῶν διὰ τούτων χαρακτηρίζει τῶν ἰδιοτήτων· καὶ γὰρ ἐν ἑαυτῷ ἐστι καὶ ἐν ἄλλῳ· καθόσον μὲν γάρ ἐστιν ὁ ὅλος νοῦς [Κρόνος], πρὸς ἑαυτὸν ἐνεργεῖ, καθόσον δὲ ἐν τοῖς πρὸ αὐτοῦ νοητοῖς ἐστιν, ἐν ἄλλῳ τὴν ἑαυτοῦ παντελῆ νόησιν ἵδρυσε. |
| 1254 | Τοῦτο γὰρ τὸ ἐν ἄλλῳ τοῦ ἐν ἑαυτῷ κρεῖττόν ἐστιν, εἴπερ, ὡς αὐτὸς ὁ Παρμενίδης διατάττεται, κατὰ μὲν τὸ ὅλον αὐτῷ τὸ ἐν ἄλλῳ προσήκει, κατὰ δὲ τὰ μέρη τὸ ἐν ἑαυτ ῷ. Ποῦ δὴ οὖν προϋπάρχει τὸ ἄλλο καὶ ποίᾳ τάξει προσήκει τῶν πρὸ αὐτοῦ θεῶν; Ἢ καὶ τοῦτο δαιμονίως τῷ ἡμετέρῳ καθηγεμόνι γέγραπται· καὶ τὸ ἄλλο τῇ τάξει διαφέρει ταύτῃ καθ’ ἣν ἡ τῆς ἑτερότητος δύναμις πρῶτον ἐξέλαμψεν, ἔκγονος οὖσα τῆς νοητῆς καὶ πατρικῆς δυνάμεως. Διὸ καὶ ἐν τῇ πρώτῃ τριάδι κρυφίως ἦν τὸ ἄλλ ο, καθόσον καὶ ἡ δύναμις καὶ διαφερόντως ἐκφαίνεται κατὰ τὴν πρωτίστην τάξιν τῶν νοητῶν ὁμοῦ καὶ νοερῶν· ἐκεῖ γὰρ ἡ πρώτη ἑτερότης καὶ τὸ θῆλυ τῶν θεῶν, καὶ ἡ πατρικὴ δύναμις καὶ ἄφθεγκτος .... Δευτέρα δὲ μετὰ ταύτην [τὴν πρώτην νοερὰν τάξιν] ἡ τὰ μέσα γένη περιέχουσα τῶν ὅλων καὶ τῆς προόδου τοῖς πᾶσιν αἰτία [Ῥέα] καὶ τῆς γονίμου δυνάμεως, συνεχὴς οὖσα πρὸς ταύτην ἀναφαίνεται. Τί δὴ οὖν ἐστι τῷ νοητῷ πανταχοῦ καὶ τῷ ὄντως ὄντι συνεχὲς ἄλλο πλὴν τῆς ζωῆς; μέση γὰρ αὕτη τοῦ τε νοῦ καὶ τοῦ νοητοῦ, συνάπτουσα τῷ νοητῷ τὸν νοῦν καὶ τὴν νοητὴν ἀποτυπουμένῃ δύναμιν τὴν συναγωγὸν τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος .... Καὶ οὕτω δὴ τὸ ἓν κινεῖσθαι καὶ ἑστάναι λέγων [ὁ Παρμενίδης], κατὰ μὲν τὴν κίνησιν τὴν ζωογόνον ὕπαρξιν παραδίδωσι τῶν θεῶν καὶ τὴν γεννητικὴν τῶν ὅλων πηγὴν καὶ τὴν πάντων ἀρχηγὸν αἰτίαν· κατὰ δὲ τὴν στάσιν τὴν τῇ κινήσει συντεταγμένην ἄχραντον μονάδα, τὴν τὰ μέσα συνέχουσαν τῆς φρουρητικῆς τριάδος . |
| 1255 | ... Τὸ τρίτον τοίνυν τῷ σωτῆρί φασι καὶ τὴν δημιουργικὴν μονάδα [Δία] νοήσωμεν, ἐκφαινομένην μετὰ τῶν ἐν αὐτῇ συστοίχων θεῶν .... Καί μοι δοκεῖ καὶ ὁ Παρμενίδης διὰ ταῦτα τὰ τῆς δημιουργίας συνθήματα διελὼν ἐν μέσοις αὐτοῖς ἐκφῆναι τὰς ἰδιότητας τῆς τε ἀχράντου μονάδος καὶ τῆς διαιρετικῆς, καθόσον καὶ αὗται περιέχονταί πως ἐν τῇ μιᾷ δημιουργίᾳ. Πρώτιστον μὲν γὰρ ἀποδείκνυσι τῶν συμπερασμάτων ὅτι τὸ ἓν ταὐτὸν ἑαυτ ῷ, δεύτερον δὲ ὅτι ἕτερον ἑαυτο ῦ, καὶ τρίτον ὅτι τῶν ἄλλων ἕτερο ν, τέταρτον δὲ ὅτι ταὐτὸν τοῖς ἄλλοι ς· τῇ μὲν ἑνώσει τῇ πατρικῇ τὴν διαιρετικὴν δύναμιν συντάττων, τῇ δὲ χωριστῇ τῶν δευτέρων ὑπεροχῇ τὴν προνοητικὴν αὐτῶν αἰτίαν συμπλέκων. (Proclus, lib. V, p. 326—335.) [ Θεοὶ ἀφομοιωτικοὶ καὶ ἡγεμονικο ί.] Εἰ τοίνυν καὶ ἥδε τῶν θεῶν [ ἀφομοιωτικῶ ν] ἡ τάξις ἀπεικάζει τὰ αἰσθητὰ τοῖς νοεροῖς καὶ πάντα τὰ μεθ’ ἑαυτὴν κατὰ τὴν πρὸς τὰ αἴτια παράγει μίμησιν, ὁμοιότητος δήπου τοῖς μεθ’ ἑαυτήν ἐστιν αἰτία πρωτουργός. Εἰ δὲ ταύτης, καὶ ἀνομοιότητος τῆς τῇ ὁμοιότητι συστοίχου· πάντα γὰρ τὰ μετέχοντα τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου μεταλαγχάνειν ἀνάγκη . |
| 1256 | ... Ὅτι δὲ ἀπὸ τῆς δημιουργικῆς μονάδος καὶ τῶν ἐκεῖ προϋπαρχόντων συνθημάτων καὶ ταῦτα πρόεισιν εἰς τήνδε τάξιν, ἱκανῶς ὁ Παρμενίδης ἡμῖν ἀποδείκνυσι· τὸ γὰρ ταὐτὸν τὸ δημιουργικὸν καὶ τὸ ἕτερον τῆς ἐνταῦθα προέστηκεν ὁμοιότητος καὶ ἀνομοιότητος αἴτιον, ὡς αὐτός φησι. (Proclus, lib. VI, p. 384—385.) [ Θεοὶ ἀπόλυτο ι]. Λοιπὸν τοίνυν ἡμῖν ἐστι τὸν Παρμενίδην ἐπιμαρτύρασθαι τῆς περὶ τῶν θεῶν τούτων [ ἀπολύτω ν] διδασκαλίας. Καὶ γὰρ ὁ Πλάτων ἐν ἐκείνῳ τὴν μίαν αὐτῶν ἰδιότητα σαφέστατα παρέδωκε. Μετὰ γὰρ τὴν τῶν ἀφομοιωτικῶν διακόσμων πρόοδον τὸ ἓν ἁπτόμενον δείκνυται καὶ ἑαυτοῦ καὶ τῶν ἄλλω ν. Ἅπαντα γὰρ τὰ θεῖα γένη μετὰ τὴν μονάδα τὴν δημιουργικὴν διπλασιάζει τὰς ἑαυτῶν ἐνεργείας· καὶ γὰρ πρὸς ἑαυτὰ καὶ πρὸς τὰ ἄλλα τὰ μεθ’ ἑαυτὰ πέφυκεν ἐνεργεῖν, προόδοις χαίροντα καὶ τῇ προνοίᾳ τῶν δευτέρων, ὑπηρετοῦντα τῇ βουλήσει τοῦ πατρὸς, καὶ τὴν ὑπερφυᾶ καὶ ἀμέριστον αὐτοῦ καὶ παντελῆ ποίησιν προκαλούμενα, καὶ τοῖς δευτέροις ἐποχετεύοντα. Τοῦτο δὴ οὖν πρὸ τῶν ἄλλων ἁπάντων τὸ τῆς ἁφῆς καὶ διαιρέσεως τῆς πρὸς τὰ καταδεέστερα πῶς οὐχὶ τὴν ἀπόλυτον ἡμῖν ἰδιότητα παρίστησι; τὸ μὲν γὰρ ἅπτεσθαι τῆς πρὸς ἡμᾶς συγγενείας ἦν καὶ τῆς συντεταγμένης προνοίας· τὸ δὲ αὖ μὴ ἅπτεσθα ι, τῆς ἐξῃρημένης καὶ χωριστῆς ἀπ’ αὐτῶν ὑπεροχῆς . |
| 1257 | ... Τὸ τοίνυν ἁπτόμενον τῶν ἄλλων ἓν καὶ οὐχ ἁπτόμενον καὶ συνέζευκται πρὸς τὰ ἄλλα καὶ ὑπερίδρυται αὐτῶν· διὸ δὴ καὶ ἅμα τήν τε τῶν ὑπεριδρυμένων καὶ τὴν τῶν ἐγκοσμίων ἔλαχε δύναμιν· ἐν μέσῳ γὰρ ὂν ἀμφοτέρων ἐν ἑνὶ συνείληφε τὰς διῃρημένας τῶν ἄκρων ἰδιότητας. |
| 1258 | Καὶ μὴν καὶ ἑαυτοῦ πρὸ τῶν ἄλλων ἅπτεταί τε καὶ οὐχ ἅπτετα ι· διότι δὴ καὶ ἐν αὐτῷ πλῆθός ἐστι καὶ διάκρισις ὁλότητος καὶ τῶν ταύτης μερῶν καὶ ἕνωσις παντὸς τοῦ πλήθους συναγωγός. (Proclus, lib. VI, P. 410—413.) |