eul_wid: udm-ag
Βιβλίον Αʹ Ὁμηρικῶν ζητημάτων ἔκδοσις ΤBook I of Homeric Questions Version T
Porphyry of Tyre Book I of Homeric Questions Version T PDF
| 97.(21) | παρατηρητέον ὅτι, ὅταν ἐκ προσώ που τινὸς ἐπάγειν λόγους μέλλῃ ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· οἷον εἰπόντος «τὸν δ’ ἄρ’ ὑ πόδρα ἰδὼν προσέφη», ὑβριστικούς, καὶ πάλιν «καί μιν νεικείων», θε ωρητέον εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη. ὅταν δὲ «ὅ σφιν ἐϋφρονέων», φρονίμους προσδεκτέον λόγους· φρόνιμον γὰρ τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα· πάλιν δὲ ὅταν προείπῃ «καὶ τό ⸢ τε ⸣ κουφότερον μετεφώνεε Φαιήκε〈σ〉σιν», δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως διὰ τὴν νί κην. πάλιν τοίνυν ὁ ποιητής, τοῦ Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα «μάντι κακῶν» καὶ τὰ ἑξῆς, προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ «κακοσσόμενος», οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλ’ ὅτι κακόμαντιν ἀ ποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεί α φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις—«ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν»—κακὸν ἄγγελον τῆς Διὸς ὄσ〈σ〉ης ἀποκαλεῖ. |