eul_wid: udm-am
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Commentary on Plato's Parmenides by Porphyry of Tyre

Porphyry of Tyre's Commentary on Plato's Parmenides is a lost philosophical treatise from the third century CE. Composed in Greek during the author's period of study under Plotinus in Rome, the work provided a detailed exegesis of one of Plato's most abstract and demanding dialogues. Plato's Parmenides investigates fundamental questions of ontology through a series of intricate logical deductions concerning the relationships between unity and plurality. Porphyry's commentary sought to elucidate these dense metaphysical arguments for an audience of advanced philosophical students. Although the original text does not survive intact, its content is partially recoverable through fragments and testimonia preserved by later Neoplatonic philosophers, most notably Damascius in the sixth century. These sources indicate that Porphyry organised his analysis around fourteen specific lemmata, or passages, from the Platonic dialogue. His interpretive efforts, which were later developed and systematized by his successors, played a crucial role in establishing the Parmenides as the preeminent text for metaphysical inquiry within the later Neoplatonic tradition, which came to view its arguments as a comprehensive map of reality descending from a supreme, ineffable principle to the manifold physical world.

ἀπὸ ταύτης οὖν ὁρμώμενον οὕτω τοὺς λόγους προσάγειν. Ὁ δὲ ταῦτα καθυπονοῶν γνώμης τῆς ὀρθῆς ἁμαρτάνει. Ἀρρήτου γὰρ καὶ ἀκατονομάστου διὰ πολλὰ τοῦ ἐπὶ πᾶσιν ὄντος θεοῦ ὅμως οὐ διὰ παρέλλειψιν τῆς φύσεως αὐτοῦ τυγχάνει ὡς ἡ τοῦ ἑνὸς ἔννοια· ἱκανῶς γὰρ ἀφίστησιν ἀπʼ αὐτοῦ πᾶν πλῆθος καὶ σύνθεσιν καὶ ποικιλίαν καὶ τὸ ἁπλοῦν ἐννοεῖν δίδωσι καὶ τὸ μηδὲν πρὸ αὐτοῦ καὶ τὸ ἀρχὴν εἶναι τῶν ἄλλων τὸ ἕν πως. Εἰ διασπασθέντα γοῦν ἀφʼ ἑαυτῶν καὶ διαρτηθέντα καὶ πολλὰ καὶ πλῆθος ἐξ ἑνὸς γενόμενα καὶ τὸ εἶναι ὅπερ τέως ἦν ἀποβέβληκεν, οὐκ ἂν οὐδὲ πλῆθος ὄντα εἶναι· τοῦτο γοῦν αὐτὸ ὑπέρ τινος ὅρου ὂν εἰ ἀπειλημμένον ἀπʼ αὐτῶν ἐτύγχανεν, εἴη ἂν ἄπειρα καὶ ἀόριστα, οὐδαμῶς ὄντα· ταῦτα δʼ εἰ ἔστιν, οὐκ ἂν ἦν ὄντα. Οἰκεία οὖν αὕτη πασῶν τῶν ἄλλων προσηγοριῶν τῷ ἐπὶ πᾶσι θεῷ καὶ τ … περὶ αὐτοῦ … σύμφυλος, εἰ μή τις διὰ σμικρότητα ὥσπερ Σπεύσιππος καὶ Τιμάλιος ανοντ … αν … ας διὰ τὸ πάνυ σμικρὸν καὶ μὴ διαιρετὸν εἶναι καταφέροιτο ἐπὶ πρᾶγμα ἀλλοτριώτατον τοῦ θεοῦ ἀκούσας τὸ ἕν. Τοῦ γὰρ ἑνὸς … α … ἐκείνῳ τὴν ἐπίνοιαν διανοηθέντες τὴν ἄπειρον δύναμιν καὶ πάντων τῶν ὄντων αἰτίαν καὶ ἀρχὴν τῶν μετʼ αὐτὸν πάντων διὰ τὸ μηδʼ ἀξιοῦν αὐτήν τινας τῶν ἐκείνων επιν … ο α καὶ διὰ τὸ αὐτὴν καταλείπειν καὶ τὴν τοῦ ἑνὸς ἐπίνοιαν, οὐ διὰ σμικρότητα … διὰ δὲ τὸ ἄγαν ἐξηλλαγμένον τῆς ἀνεπινοήτου ὑποστάσεως, ἣ μήτε μετὰ πλήθους μήτε μετʼ ἐνεργείας μήτε μετὰ νοήσεως μήτε μετὰ ἁπλότητος μήτε μετʼ ἄλλης τῶν ἐπιγιγνομένων ἐννοιῶν διὰ τὸ ὑπέρτερον αὐτῶν εἶναι καὶ πάντων ἐνθυμεῖσθαι· ἤ που γε διὰ σμικρότητός τινος διαφευγούσης ἡμῶν διʼ ὀλιγότητα τὴν ἐπίνοιαν. Πάντα οὖν αἴρειν δεῖ καὶ μηδὲν προσθεῖναι, πάντα δὲ αἴρειν οὐκ ἐν τῷ ἐκπίπτειν εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν, ἐν δὲ τῷ ἔχεσθαι μὲν καὶ νοεῖν πάντα τὰ παρʼ αὐτοῦ καὶ διʼ αὐτόν, ἡγεῖσθαι δὲ ὅτι αἴτιος μὲν αὐτὸς καὶ τοῦ πλήθους καὶ τοῦ εἶναι αὐτῶν, αὐτὸς δὲ οὔτε ἓν οὔτε πλῆθος, ἀλλὰ πάντων ὑπερούσιος τῶν διʼ αὐτὸν ὄντων· ὥστε οὐ πλήθους μόνου ὑπεράνω, ἀλλὰ καὶ τῆς τοῦ ἑνὸς ἐπινοίας· διʼ αὐτὸν γὰρ καὶ τὸ ἓν καὶ μονάς. Καὶ οὕτως οὔτε ἐκπίπτειν εἰς κένωμα ἐνέσται οὔτε τολμᾶν τι ἐκείνῳ προσάπτειν, μένειν δʼ ἐν ἀκαταλήπτῳ καταλήψει καὶ μηδὲν ἐννοούσῃ νοήσει· ἀφʼ ἧς μελέτης συμβήσεταί σοί ποτε καὶ ἀποστάντι τῶν διʼ αὐτὸν ὑποστάντων τῆς νοήσεως στῆναι ἐπὶ τὴν αὐτοῦ ἄρρητον προέννοιαν τὴν ἐνεικονιζομένην αὐτὸν διὰ σιγῆς οὐδὲ ὅτι σιγᾷ γιγνώσκουσαν οὐδὲ ὅτι ἐνεικονίζεται αὐτὸν παρακολουθοῦσαν οὐδέ τι καθάπαξ εἰδυῖαν, ἀλλʼ οὖσαν μόνον εἰκόνα ἀρρήτου τὸ ἄρρητον ἀρρήτως οὖσαν, ἀλλʼ οὐχ ὡς γιγνώσκουσαν, εἴ μοι ὡς χωρῶ λέγειν δύναιο κἂν φανταστικῶς παρακολουθῆσαι. Ἀλλὰ ἵλεῳ μὲν γενοίμεθα αὐτοὶ αὑτοῖς διʼ ἐκείνου, ἵνα πρὸς τὸν ἐνθουσιασμὸν τραπέντες τοῦ ἐραννοῦ, ὃ οὐκ ἴσμεν ἀλλὰ γνωσόμεθά ποτε, αὐτὸ χωρῆσαι τι τὸ ἄγνωστον ἄξιοι γενοίμεθα. Ὁ δὲ Πλάτων συμπληρώσας ταῦτα ἐπὶ τοὺς τρόπους ἐπάνεισιν οὓς ἐξέθετο τῆς γυμνασίας· μεμνήμεθα γὰρ ὅτι παρήγγελλεν ὑποθέμενος εἶναι τὸ προβληθὲν σκοπεῖσθαι ... οντι. Ἆρʼ οὖν ἀνόμοιος ὁ θεὸς τῷ νῷ καὶ ἕτερος; καὶ εἰ μὴ ἑτερότητος μετουσίᾳ, ἀλλʼ αὐτῷ γε τῷ μὴ εἶναι ὁ νοῦς. Ἢ ῥητέον ὅτι οὔτε ὁμοιότητος οὔτε ἀνομοιότητος πεῖραν ἔχει τὸ ἕν, ὅτι ὄντων τε καὶ μὴ ὄντων τῶν ἀπʼ αὐτοῦ καὶ διʼ αὐτὸν ὑποστάντων ἀεὶ ὁ αὐτὸς τὴν ἀσύμβλητον ἔχων ὑπεροχὴν πρὸς πᾶν ὁτιοῦν, καὶ τὸ πᾶν οὕτως ὡσανεὶ μηδὲν ἦν γεγονὸς τῶν μετʼ αὐτόν· οὐδὲ διέστησεν αὐτὸν ἑτερότης ἀπʼ αὐτῶν ἀσύγκριτον ὄντα τοῖς μετʼ αὐτὸν καὶ ἀπερίληπτον· ὃ γὰρ οὐκ ἂν περιληφθείη, πῶς ἂν εἴη τοῦτο ἕτερον ἄλλου; ὥσπερ οὖν εἰ περὶ δύσεων ἡλίου ζητοῖμεν, λέγοι δέ τις μὴ εἶναι ἡλίου δύσιν, εἴπερ ἡ δύσις σκοτισμός ἐστιν φωτὸς καὶ νυκτὸς ἐπαγωγή, ἥλιος δὲ οὐδέποτε σκοτίζεται οὐδὲ νύκτα ὁρᾷ, ἀλλʼ οἱ ἐπὶ γῆς ἐμπεσόντες εἰς τὸ σκίασμα, λέγοι ἂν ὀρθῶς πάθημα λέγων τῶν ἐπὶ γῆς τὴν δύσιν· ὥσπερ οὐδʼ ἀνατολὴ λέγοιτʼ ἂν ἡλίου· καὶ γὰρ ἡ ἀνατολὴ φωτισμός ἐστιν τοῦ περιγείου ἀέρος, οὐδὲν δὲ πρὸς τὸν ἀεὶ φῶς ὄντα τό ποτε φωτίζεσθαι τὸν περίγειον ἀέρα αὐτοῦ ἀπαθοῦς ὄντος τούτων καὶ ἀπείρου δύσεως καὶ ἀνατολῆς, καθότι οὔτε φωτίζεται οὔτε σκοτίζεται, ἀλλʼ ἑκάτερον τῶν ἐπὶ γῆς ἐστιν πάθημα καὶ τὸ περὶ ἑαυτοὺς εἰς ἐκεῖνον μεταφέρουσιν ἀγνοοῦντες τὸ ξυμβαῖνον· καθάπερ καὶ οἱ παρὰ γῆν πλέοντες αὐτοὶ κεινούμενοι αὐτὴν κεινεῖσθαι οἴονται, οὕτω καὶ ἐπὶ τοῦ θεοῦ πᾶσα μὲν ἑτερότης καὶ ταυτότης καὶ ὁμοιότης ἐκβέβληται καὶ ἀνομοιότης ἀσχέτου αὐτοῦ ὄντος ἀεὶ πρὸς τὰ μετʼ αὐτόν, τὰ δὲ ὑποστάντα αὐτὰ καὶ ἀνομοιούμενα καὶ πρὸς αὐτὸν ἑαυτὰ συναρτᾶν σπεύδοντα τὰς περὶ αὑτὰ σχέσεις ἀντιστρέφειν καὶ πρὸς ἐκεῖνον οἴεται. Οὐδὲν γὰρ ὁ θεὸς ἐπεκτήσατο, ἐπεὶ ἦν πρότερον ἐλλειπὴς τῇ ἐπικτήσει βλάψας τὴν αὑτοῦ τελειότητα, ἀλλʼ ὡς ἂν καὶ ἀχώριστον ἔχων τὸ εἶναι μόνον καὶ ὑπὲρ τὸ πᾶν, πλήρωμα ὢν αὐτὸς αὑτοῦ, διὰ τῆς αὑτοῦ ἑνάδος καὶ μονώσεως ἔχει καὶ τοῦτο, ἄσχετον διαμένειν πρὸς τὰ μετʼ αὐτὸν καὶ διʼ αὐτὸν ὑποστάντα. Οὐ γὰρ τὰ μετʼ αὐτὸν οὕτως ἀκούειν χρὴ ὡς ἐν ταὐτῷ μὲν ὑπαρχόντων ἢ τόπῳ ἢ οὐσίας ὑποστάσει τῇ αὐτῇ, τοῦ δὲ τὰ πληρωτικὰ ἔχοντος καὶ τῶν ἄλλων τὰ δεύτερα, ἀλλʼ οὕτως ἡ ἔννοια ἦν τῶν μετʼ αὐτὸν ὡς ἀποβεβλημένων ἀπʼ αὐτοῦ καὶ τὸ μηδὲν ὄντων πρὸς αὐτόν· οὐ γὰρ αὐτὸς τὸ μὴ ὂν καὶ ἀκατάληπτον τοῖς τοῦτο γνῶναι βουλομένοις, ἀλλʼ ἡμεῖς καὶ πάντα τὰ ὄντα τὸ μηδέν ἐσμεν πρὸς αὐτόν. Διʼ ἣν αἰτίαν οὐκ ἐχώρει τὸ γνῶναι αὐτόν, ὅτι μηδέν ἐστιν πάντα τὰ ἄλλα πρὸς αὐτόν, αἱ δὲ γνώσεις τῷ ὁμοίῳ αἱροῦσι τὸ ὅμοιον. Ἡμεῖς οὖν τὸ οὐδὲν ὡς πρὸς ἐκεῖνον, αὐτὸς δὲ τὸ μόνον ὄντως ὂν — εἰ ἀκούσεις ὡς λέγω — πρὸς πάντα τὰ μετʼ αὐτόν, οὐδεμίαν ἔχων πρὸς αὐτὰ παραβολὴν ἤ τινα σχέσιν οὐδʼ ἐκτραπεὶς ἀπὸ τῆς αὑτοῦ μονώσεως εἰς πεῖραν σχέσεως καὶ πλήθους· μόνον ὅτι μηδʼ ἐν ἀγνοίᾳ μένει ποτὲ τῶν ἐσομένων, γιγνόμενα δὲ ἐγνώρισεν ὁ μηδέποτε ἐν ἀγνοίᾳ γενόμενος. Ἀλλʼ ἡμεῖς ἐοίκαμεν τὰ ἡμέτερα πάθη εἰς ἐκεῖνον ἀναπέμπειν τῷ ἡμᾶς εἶναι τῷ ὄντι τὸ μηδέν, εἰ μὴ ἀντιλαμβανοίμεθα τῆς σωτηρίου ἁπλότητος αὐτοῦ ἧς τῷ εἶναι, ὁπωσοῦν φαμεν ἐπʼ αὐτοῦ εἶναι, πάντα τὰ ἄλλα ἔχει σωτηρίαν ὡς ἐν φωτὶ τοῦ ἡλίου τὰ ἐπίγεια. Ἆρʼ οὖν γιγνώσκει ὁ θεὸς τὸ πᾶν; Καὶ τίς οὕτως γιγνώσκει ὡς ἐκεῖνος; Καὶ πῶς γνῶσιν ἔχων οὐκ ἔστι πολύς; Ὅτι φημὶ εἶναι γνῶσιν ἔξω γνώσεως καὶ ἀγνοίας, ἀφʼ ἧς ἡ γνῶσις. Καὶ πῶς γιγνώσκων οὐ γιγνώσκει ἢ πῶς γιγνώσκων οὐκ ἐν ἀγνοίᾳ ἐστίν; Ὅτι οὐ γιγνώσκει οὐχ ὡς ἐν ἀγνοίᾳ γενόμενος ἀλλʼ ὡς πάσης ὑπερέχων γνώσεως· οὐ γάρ ποτʼ ἀγνοήσας οὐκ ἐπεγίγνωσκεν ἀλλὰ ν … ταυτότητι καὶ ειν … δὲ ὡς ἀγνο … η … γιγν … ἑτερότητι. Αὕτη ἐστὶν ἡ γνῶσις ἡ θεοῦ οὐχ ἑτερότητα ἐμφαίνουσα καὶ δυάδα, ἐπίνοιάν τε γνώσεως καὶ γιγνωσκομένου ἀλλʼ ὡς ἂν ἀχώριστον ὂν ἑαυτοῦ, κἂν μὴ ἀγνοῶν οὐ γιγνώσκει· οὐ μὴν οὐδὲ ἀγνοεῖ εἰ μὴ γιγνώσκει … ἀληθὴς τρόπον τινὰ καὶ τὴν ἀγνοίαν λαμβάνῃ ἐπʼ αὐτοῦ μὴ τὴν κατʼ ἐναντίωσιν καὶ στέρησιν … ν ὅθεν εἰ μὴ ἀγνοεῖ γιγνώσκει καὶ διὰ τοῦτο γνώσεως καὶ ἀγνοίας εὑρίσκεται κρείττων καὶ πάντα γιγνώσκ … ν … ὥσπερ τὰ ἄλλα τὰ γνωρίζοντα … υ … υπαθυ γιγνώσκει αλ … η. γνῶσις ἐστὶν οὐχ ὡς γιγνώσκοντος τὰ γνωστά, ἀλλʼ αὐτὸ τοῦτο γνῶσις οὖσα. Ὡς γὰρ ἔστι φῶς φωτιζόμενον, οἷον τὸ τοῦ ἀέρος φῶς τὸ ἀφʼ ἡλίου, καὶ ἔστι φῶς ἀφώτιστον τὸ μὴ ἐσκοτισμένον ὑπάρχον φῶς, ἀλλʼ αὐτὸ τοῦτο μόνον φῶς ὂν οἷον τὸ τοῦ ἡλίου τὸ ἐν αὐτῷ, οὕτως ἔστι καὶ γνῶσις γιγνώσκοντος καὶ ἐξ ἀγνοίας εἰς γνῶσιν ἐλθόντος τοῦ γιγνωσκομένου καὶ πάλιν ἄλλη γνῶσις ἀπόλυτος οὐ γιγνώσκοντος οὖσα καὶ γιγνωσκομένου, ἀλλὰ τὸ ἓν τοῦτο γνῶσις οὖσα πρὸ παντὸς γιγνωσκομένου καὶ ἀγνοουμένου καὶ εἰς γνῶσιν ἐρχομένου. Ἀλλʼ αἰσθάνομαι ἐμαυτοῦ ἐξολισθάνοντος τῆς ἐκείνου ἐν ἁπλότητι γνώσεως καὶ ἀσχέτου πρός τε γνωστὰ … καὶ ἀσαφῆ φθεγγομένου διὰ τὴν τῆς ἑρμηνείας ἐν τούτοις ἀσθένειαν. Διὸ ἀποστῆναι ἄμεινον ἢ μερίζεσθαι περὶ τὸ ἀμερές. Ἐκεῖνο μέντοι εἰδέναι χρή, ὡς οὐδὲν πρὸς αὐτὸν τὰ διʼ αὐτὸν ὑποστάντα διὰ τὸ ἀσύμβλητον τῆς αὐτοῦ ὑποστάσεως μεθʼ ἧς οὐδὲ τὰ μετʼ αὐτὸν γεγονότα οὐδὲ ἐν αὐτῷ ὄντα ἐν ταὐτῷ ἐστιν ὅλως· διὸ οὐδὲ οἷόν τέ ἐστιν τὸν εἰς ἔννοιαν αὐτοῦ ἰόντα ἐχόμενον τῶν ἀλλοτρίων αὐτοῦ ἀντειλῆφθαι τῆς ἐννοίας αὐτοῦ· εἰ δέ, ἀποστάντα δεῖ πάντων καὶ ἑαυτοῦ πελάζειν αὐτῷ, μηδὲν νοοῦντα ἄρα ἢ ὅσον ἐξῃρημένον αὐτὸ ἀπὸ τῶν ἄλλων, οὕτως δὲ ἐξῃρημένον οὐχ ὡς εἴ τις εἰς τὴν ἀπάθειαν ἐξελών τι ἀποθεῖτο ἄλλο τι. Οὐδέ τι κοινὸν ἔχει πρὸς τὰ γιγνόμενα, ἀλλʼ ἔστιν τὸ μηδὲν ταῦτα πρὸς αὐτὸν πεπληρωκότος αὐτοῦ αὑτὸν τῆς αὑτοῦ ἑνάδος ἰδίως καὶ ὡς αὐτὸς οἶδε ὑπὲρ τὸ πᾶν ὡς καὶ τοῦ παντὸς ὄντος ἐν αὐτῷ μηδὲν εἶναι ... τοῦτον τὸν τρόπον· «Ἆρʼ οὖν οὐδʼ ἐν χρόνῳ τὸ παράπαν δύναιτʼ ἂν εἶναι τὸ ἕν, εἰ τοιοῦτον εἴη; ἢ οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόνῳ, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι; Ἀνάγκη. Οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερον; Τί μήν; Τὸ πρεσβύτερον ἄρα ἑαυτοῦ γενόμενον καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεται, εἴπερ μέλλει ἔχειν ὅτου πρεσβύτερόν τι γίγνεται. Πῶς λέγεις; Ὧδε· διάφορον ἕτερον ἑτέρου οὐδὲν δεῖ γίγνεσθαι ἤδη ὄντος διαφόρου, ἀλλὰ τοῦ μὲν ὄντος ἤδη εἶναι, τοῦ δὲ γεγονότος γεγονέναι, τοῦ δὲ μέλλοντος μέλλειν· τοῦ δὲ γιγνομένου οὔτε γεγονέναι οὔτε μέλλειν οὔτε εἶναί πω τὸ διάφορον, ἀλλὰ γίγνεσθαι καὶ ἄλλως οὐκ εἶναι. Ἀνάγκη γάρ. Ἀλλὰ μὴν τό γε πρεσβύτερον διαφορότης νεωτέρου ἐστὶν καὶ οὐδενὸς ἄλλου. Ἔστι γάρ. Τὸ ἄρα πρεσβύτερον αὑτοῦ γιγνόμενον ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεσθαι. Ἔοικεν. Ἀλλὰ μὴν καὶ μήτε πλείω ἑαυτοῦ χρόνον γίγνεσθαι μήτε ἐλάττω, ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῷ καὶ εἶναι καὶ γεγονέναι καὶ μέλλειν ἔσεσθαι. Ἀνάγκη γὰρ οὖν καὶ ταῦτα. Ἀνάγκη ἄρα ἐστὶν ὡς ἔοικεν ὅσα γε ἐν χρόνῳ ἐστὶν καὶ μετέχει τοῦ τοιούτου, ἕκαστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ αὑτῷ ἡλικίαν ἔχειν καὶ πρεσβύτερόν τε αὑτοῦ ἅμα καὶ νεώτερον γίγνεσθαι. Κινδυνεύει. Ἀλλὰ μὴν τῷ γε ἑνὶ τῶν τοιούτων πραγμάτων οὐδὲν μετῆν. Οὐ γὰρ μετῆν. Οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστιν οὐδέ ἐστιν ἔν τινι χρόνῳ. Οὔκουν δή, ὥς γε ὁ λόγος ἐρεῖ.» Ἀκολουθίαν λαμβάνει πρῶτον τοιαύτην· «εἰ μήτε πρεσβύτερον μήτε νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν τὸ ἓν ἔχον εἴη, οὐδʼ ἂν ἐν χρόνῳ τὸ παράπαν δύναιτʼ ἂν εἶναι τὸ τοιοῦτον», ἵνʼ ἔχοι ἂν τὴν ἀναφορὰν εἰς τό· «εἰ μήτε πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχον τὸ ἕν·» οἷς ἀκολουθεῖ τὸ μηδʼ ἂν ἐν χρόνῳ τὸ παράπαν αὐτὸ δύνασθαι εἶναι, καὶ ἀντιστρέφει· «ἢ οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόνῳ, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι.» Λαβὼν δὲ τοῦτο ἐπάγει, ὅτι τὸ πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερόν ἐστιν. Ἀλλὰ πρεσβύτερον λέγεται μὲν καὶ ἐπὶ τοῦ καθʼ ἑαυτὸ πρεσβυτέρου καὶ ἀντὶ τοῦ γέροντος· λέγεται γὰρ καὶ ὁ γέρων πρεσβύτερος ἀπολύτως. Ὅταν δὲ πρεσβύτερον λέγωμεν — αὐτῷ προσσημαίνοντες τὸ ὡς πρὸς νεώτερον λεγόμενον ὥσπερ πλουσιώτερον — ὡς προγενέστερον, ἅμα τῇ νοήσει αὐτοῦ οὖν ὑποβάλλεται καὶ ἡ τοῦ νεωτέρου ἡλικία. Πῶς οὖν τὸ πρεσβύτερον αὑτοῦ γιγνόμενον καὶ νεώτερον ἑαυτοῦ γίγνεται; πρεσβύτερον μὲν λέγεται ἑαυτοῦ γίγνεσθαι τῷ τοῦ βίου αὐτοῦ τὸν χρόνον πλείονα γίγνεσθαι· τὸ δὲ αὐτὸ καὶ νεώτερον ἑαυτοῦ γίνεσθαι πᾶσα ἀδυναμία· οὐ γὰρ δὴ ἔλαττον χρόνῳ γίγνεται μὴ ὂν πρότερον, ἵνα νεώτερον γένηται· ἀλλʼ οὐδὲ κατὰ τὴν σωματικὴν οὐσίαν σύστασιν ἐπὶ τὸ νεώτερον λαμβάνει, ἵνα νεώτερον γίγνηται. Πρὸς δὴ ταῦτα ἄλλοι μὲν ἀπήντων ὅτι σοφιστικὸς ὁ λόγος καὶ γυμναστικός· νεώτερος γὰρ ἐκ πρεσβυτέρου οὐ γίγνεται, ἀλλʼ οἷον ἀπογίγνεται· ὥστε ὅταν ῥηθῇ ὅτι ... μὴ οὔσας τίκτει ἐν ἑαυτῷ. Οἱ δὲ ἁρπάσαι ἑαυτὸν ἐκ πάντων τῶν ἑαυτοῦ εἰπόντες δύναμίν τε αὐτῷ διδόασι καὶ νοῦν ἐν τῇ ἁπλότητι αὐτοῦ συνηνῶσθαι καὶ ἄλλον πάλιν νοῦν καὶ τῆς τρίαδος αὐτὸν οὐκ ἐξελόντες ἀναιρεῖν ἀριθμὸν ἀξιοῦσιν, ὡς καὶ τὸ ἓν λέγειν αὐτὸν εἶναι παντελῶς παραιτεῖσθαι. Ταῦτα δέ πως μὲν λέγεται ὀρθῶς τε καὶ ἀληθῶς, εἴ γε θεοὶ ὥς φασιν οἱ παραδεδωκότες ταῦτα ἐξήγγειλαν, φθάνει δὲ πᾶσαν τὴν ἀνθρωπίνην κατάληψιν καὶ ἔοικεν ὡς εἴ τις τοῖς ἐκ γενετῆς τυφλοῖς περὶ χρωμάτων διαφορᾶς ἐλάλει λογικὰς ὑπονοίας εἰσάγων αὐτῶν τῶν παντὸς λόγου εἰς παράστασιν ὑπερτέρων, ὡς ἔχειν μὲν λόγους ἀληθινοὺς τοὺς ἀκούσαντας περὶ χρωμάτων, ἀγνοεῖν δὲ τί ποτέ ἐστιν τὸ χρῶμα τῷ μὴ ἔχειν ἐκεῖνο ᾧ πέφυκε καταληπτὸν εἶναι τὸ χρῶμα. Λείπει οὖν ἡμᾶς δύναμις εἰς ἐπιβολὴν τοῦ θεοῦ, κἂν οἱ ὁπωσοῦν αὐτὸν ἐνεικονιζόμενοι ἑρμηνεύωσιν ἡμῖν λόγῳ ὡς δυνατὸν ἀκούειν περὶ αὐτοῦ, ἐκείνου ὑπὲρ πάντα λόγον καὶ πᾶσαν νόησιν ἐν τῇ αὐτοῦ περὶ ἡμᾶς ἀγνωσίᾳ καταμένοντος. Εἰ δὴ ταῦθʼ οὕτως ἔχει, ἀμείνους οἱ τὸ τί οὐκ ἔστι πρεσβεύσαντες ἐν τῇ γνώσει αὐτοῦ τῶν τί ἔστι, κἂν λέγηται ἀληθῶς, μὴ οἵων τε ὄντων ἀκούειν ὡς λέγεται· ἐπεὶ κἂν ἀκούωμέν τι περὶ αὐτοῦ τῶν ὥς φασι προσόντων καὶ διὰ παραδειγμάτων ὧν ἐντεῦθεν λαμβάνουσιν εἴς τινʼ ἔννοιαν αὐτοῦ μεταλαβόντες καὶ ἄλλως ἐκδεξάμενοι ἀνίωμεν, ἀλλὰ καὶ αὐτοὶ οὗτοι πάλιν ἀναστρέψαντες ἀξιοῦσιν μὴ προσέχειν τοῖς εἰρημένοις ἐξ εὐθείας, ἀφίστασθαι δὲ καὶ τούτων καὶ τῆς κατὰ τὴν τούτων νόησιν συνέσεως τοῦ θεοῦ· ὥστε τελευτᾷ καὶ τούτων ἡ διδασκαλία τῶν γνωστῶν προσεῖναι παραδιδομένων. Ἔχοι δʼ ἂν οἶμαι περιττόν τι εἰς τὴν κάθαρσιν τῆς ἐννοίας ἡ μετὰ τὴν ἀκρόασιν τῶν ὡς προσόντων αὐτῷ ἀπόστασις καὶ τούτων τῷ ἐκ τῶν μεγίστων τὴν ἀπόστασιν γίγνεσθαι καὶ τῶν προσεχῶς ἂν μετʼ αὐτὸν νοηθέντων. Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς οὐκ ἀπογιγνώσκουσιν ἐκ λόγου γενέσθαι ἄν τινος κατάληψιν πραγμάτων, τὸν ἐπὶ πᾶσι δὲ θεὸν ἀμήχανον εἶναι καταλαβεῖν οὐχ ὅτι ἐκ λόγου ἀλλʼ οὐδὲ διὰ νοήσεως· καὶ γὰρ ἄλλως, φησίν, τῆς ψυχῆς οὐ τὸ ποῖόν ἐστι ζητούσης γνῶναι, ἀλλὰ τὸ τί ἐστι, καὶ τῆς φύσεως τῆς οὔσης τοῦ εἶναι καὶ τῆς οὐσίας αὐτοῦ γνῶσιν κτήσασθαι, πᾶσαι αἱ γνωστικαὶ δυνάμεις αἱ τοῦ ποῖόν τί ἐστιν ἀναγγελτικαὶ οὐχ ὃ ζητοῦμεν κατʼ ἔφεσιν, ἀλλʼ ὃ μὴ ζητοῦμεν ἀναγγέλλουσιν· οὐκ ἔστιν δὲ τοιόνδε ὁ θεός, ἀλλὰ καὶ τοῦ εἶναι καὶ τοῦ ἔστιν ἐξήλλακται αὐτοῦ τὸ προούσιον· οὐκ ἔχει δὲ κριτήριον εἰς τὴν γνῶσιν αὐτοῦ, ἀλλὰ αὔταρκες αὐτῇ τὸ τῆς ἀγνωσίας αὐτοῦ εἰκόνισμα παραιτούμενον πᾶν εἶδος ὃ τῷ γνωρίζοντι ξύνεισιν. Οὔτε οὖν αὐτὸν δύναται γνῶναι οὔτε τὸν τρόπον τῆς τῶν δευτέρων ἀπʼ αὐτοῦ καὶ διʼ αὐτὸν ἢ ὑπʼ αὐτοῦ παρόδου. Ἀλλὰ πειρῶνται μὲν ἐξηγεῖσθαι καὶ τοῦτον, ὅσοι τὰ κατʼ αὐτὸν μηνύειν ὡς ἔστιν ἐτόλμησαν, πειρῶνται δὲ ἐχόμενοι τῶν περὶ αὐτὸν ... ἐπὶ τοῦ δευτέρου καίπερ μεταβὰς ἐπὶ τὸ ὂν καὶ οὐ μετέχον τῆς οὐσίας ἄλλον ποιεῖται τὸν λόγον ὡς ἐπὶ μετέχοντος οὐσίας. Εἰ μὲν οὖν τὸ ὂν ὑποθεὶς μετέχειν αὐτὸ οὐσίας ἔλεγεν, ἄτοπος ἂν ἦν ὁ λόγος· ἐπεὶ δὲ τὸ ἓν ὑποβαλὼν μετέχειν αὐτὸ οὐσίας φησίν, δεῖ γιγνώσκειν ὡς, ἐπειδὴ οὐδὲ τὸ ἕν ἐστιν τὸ ἀκραιφνές, συνηλλοίωται δὲ αὐτῷ ἡ τοῦ εἶναι ἰδιότης, διὰ τοῦτο μετέχειν οὐσίας φησίν· ὡς εἴ τις ἐν τῷ ἐξηγητικῷ τοῦ ἀνθρώπου λόγῳ λαβὼν τὸ ζῷον μετέχειν αὐτὸ ἔφασκε λογικοῦ καίτοι τοῦ ἀνθρώπου ὡς ἑνὸς ὄντος ζῴου λογικοῦ καὶ τοῦ τε ζῴου συνηλλοιωμένου τῷ λογικῷ καὶ τοῦ λογικοῦ τῷ ζῴῳ. Οὕτως γὰρ καὶ ἐπὶ τούτου τό τε ἓν τῇ οὐσίᾳ συνηλλοίωται ἥ τε οὐσία τῷ ἑνί, καὶ οὐκ ἔστιν παράθεσις ἑνὸς καὶ ὄντος, ἢ ὑποκείμενον μὲν τὸ ἕν, ὡς συμβεβηκὸς δὲ τὸ εἶναι, ἀλλά τις ἰδιότης ὑποστάσεως ἐνεικονιζομένη μὲν τὴν ἁπλότητα τοῦ ἑνός, οὐχ ἱσταμένη δὲ ἐπὶ τῆς ἀκραιφνότητος αὐτοῦ, ἀλλʼ εἰς τὸ εἶναι συμπεριάγουσα αὐτό. Ἐπεὶ γὰρ οὐ τὸ πρῶτον ἦν ἕν, τὸ δεύτερον οὐ διʼ ἄλλο ἀλλὰ διὰ τὸ πρῶτον, οὔτε μὴν τὸ αὐτὸ τῷ πρώτῳ, ἐπεὶ οὐδʼ ἂν ἦν ἕτερον οὐδʼ ἀπʼ ἐκείνου, οὔτʼ ἐκβεβηκὸς ἀπʼ ἐκείνου καὶ ἀπʼ ἄλλου τῆς παρόδου τὴν αἰτίαν ἔχον. Ἀλλʼ ὅτι μὲν ἀπʼ ἐκείνου, ἓν δήπου καὶ αὐτό· ὅτι δὲ οὐκ ἐκεῖνο, ἓν ὂν τὸ ὅλον τοῦτο ἐκείνου ἓν μένοντος· πῶς γὰρ ἂν ἓν μεταβάλλοι ἕν, εἰ μὴ τὸ μὲν ἦν ἀκραιφνὲς ἕν, τὸ δὲ οὐκ ἀκραιφνές. Διὸ ὁμοῦ ἐκεῖνο καὶ οὐκ ἐκεῖνο, ὅτι τὸ μετά τι καὶ τὸ ἀπό του ἐκεῖνό τε τρόπον τινά ἐστιν, ἀφʼ οὗ καὶ μεθʼ ὅ ἐστιν καὶ ἄλλο τι, ὃ οὐ μόνον οὐκ ἔστιν ἐκεῖνο ἀφʼ οὗ αὐτό ἐστιν, ἀλλὰ καὶ ἐν τοῖς ἀντικειμένοις συμβεβηκόσι θεωρούμενον. Αὐτίκα ἐκεῖνο ἓν μόνον, τοῦτο δὲ ἓν πάντα· κἀκεῖνο μὲν ἓν ἀνούσιον, τοῦτο δὲ ἓν ἐνούσιον· τὸ δʼ ἐνούσιον εἶναι καὶ οὐσιῶσθαι μετέχειν οὐσίας εἴρηκε Πλάτων, οὐ τὸ ὂν ὑποθεὶς καὶ τὸ ὄν γε μετέχειν οὐσίας εἰπών, ἀλλὰ τὸ ἓν ὑποθείς, οὐσιωμένον δὲ ἕν, μετέχειν οὐσίας ἔφη. Μήποτε δὲ ὅτι ἀπὸ τοῦ πρώτου τὸ δεύτερον, διὰ τοῦτο μεθέξει τοῦ πρώτου τὸ δεύτερον λέγεται ἓν εἶναι τοῦ ὅλου τοῦ ἓν εἶναι ἐκ μετοχῆς γεγονότος τοῦ ἑνός· καὶ ἐπεὶ μὴ γέγονεν πρῶτον, εἶτα μετέσχε τοῦ ἑνός, ἀλλʼ ἀπὸ τοῦ ἑνὸς γεγονὸς ὑφειμένον, οὐκ ἐρρήθη μετασχὸν ἑνός, ἀλλὰ ἓν μετασχὸν τοῦ ὄντος, οὐχ ὅτι τὸ πρῶτον ἦν ὄν, ἀλλʼ ὅτι ἀπὸ τοῦ ἑνὸς ἑτερότης περιήγαγεν αὐτὸ εἰς τὸ ἓν εἶναι τὸ ὅλον τοῦτο· ἐξ αὐτοῦ γάρ πως τοῦ δευτέρως γεγονέναι ἓν προσείληφε τὸ εἶναι ἕν. Ὅρα δὲ μὴ καὶ αἰνισσομένῳ ἔοικεν ὁ Πλάτων, ὅτι τὸ ἓν τὸ ἐπέκεινα οὐσίας καὶ ὄντος ὂν μὲν οὐκ ἔστιν οὐδὲ οὐσία οὐδὲ ἐνέργεια, ἐνεργεῖ δὲ μᾶλλον καὶ αὐτὸ τὸ ἐνεργεῖν καθαρόν, ὥστε καὶ αὐτὸ τὸ εἶναι τὸ πρὸ τοῦ ὄντος· οὗ μετασχὸν τὸ ἓν ἄλλο ἐξ αὐτοῦ ἔχει ἐκκλινόμενον τὸ εἶναι, ὅπερ ἐστὶ μετέχειν ὄντος. Ὥστε διττὸν τὸ εἶναι, τὸ μὲν προϋπάρχει τοῦ ὄντος, τὸ δὲ ὃ ἐπάγεται ἐκ τοῦ ὄντος τοῦ ἐπέκεινα ἑνὸς τοῦ εἶναι ὄντος τὸ ἀπόλυτον καὶ ὥσπερ ἰδέα τοῦ ὄντος, οὗ μετασχὸν ἄλλο τι ἓν γέγονεν, ᾧ σύζυγον τὸ ἀπʼ αὐτοῦ ἐπιφερόμενον εἶναι· ὡς εἰ νοήσειας λευκὸν εἶναι ...

μή δυνάμενον εἰς ἑαυτὸν εἰσελθεῖν. Τίνι γὰρ βλέπει ἑαυτὸν τὸν εἰσελθεῖν μὴ δυνάμενον εἰ μὴ τῷ ἑνί; καὶ τίνι ἑαυτόν, εἰς ὃν εἰσέρχεσθαι ἀδυνατεῖ; τίς ἐστιν οὗτος ὁ ἀμφοτέρων ἐφαπτόμενος κατὰ τὸ αὐτὸ ἐν τῷ μεμερισμένῳ; τίς ὁ λέγων ἕτερον εἶναι τὸ νοοῦν καὶ τὸ νοούμενον; ὁ βλέπων πότε ἑνοῦται τὸ νοοῦν τῷ νοουμένῳ καὶ τί πότε οὐ δύναται; δῆλον οὖν ὅτι αὕτη ἡ ἐνέργεια παρʼ ἐκείνας ἡ ἐπαναβεβηκυῖα πάσαις καὶ χρωμένη αὐταῖς πάσαις ὡς ὀργάνοις, ἡ πάντων ἐφαπτομένη καὶ κατὰ τὸ αὐτὸ καὶ ἐν οὐδενὶ οὖσα. Ἑκάστη μὲν οὖν τῶν ἄλλων πρός τι πέπηγε καὶ κατὰ τὸ εἶδος πάντως αὐτῷ καὶ κατὰ τὸ ὄνομα τέτακται, αὕτη δὲ οὐδενός ἐστι, διὸ οὐδὲ εἶδος οὐδὲ ὄνομα ἔχει οὐδὲ οὐσίαν· ἐν οὐδενὶ γὰρ κρατεῖται, ἀλλʼ οὐδὲ μορφοῦται ὑπό τινος, ὄντως οὖσα ἀπαθὴς καὶ ὄντως ἀχώριστος ἑαυτῆς οὐ νόησις οὖσα, οὐ νοητόν, οὐκ οὐσία, ἀλλʼ ἐπέκεινα πάντων καὶ πάντων αἰτία ἀσύζυγος. Ὥσπερ μὲν τοίνυν ὅρασις μὲν τοῦ ἀκουστοῦ οὐκ ἐφάπτεται οὐδʼ ἀκοὴ τοῦ ὁρατοῦ οὐδʼ ἀμφότεραι τοῦ γευστοῦ οὐδὲ οἶδεν ἑκάστη ὅτι ἑτέρα ἐστὶν τῆς ἑτέρας οὐδʼ ὅτι ἀκουστὸν ἕτερον τοῦ ὁρατοῦ, ἄλλη δʼ ἐστὶν δύναμις ἐπαναβεβηκυῖα τούτων, ἣ ταῦτα διακρίνει καὶ τὸ ταὐτὸν αὐτῶν γιγνώσκει καὶ τὸ ἕτερον καὶ τὴν οὐσίαν καὶ πάθος, ἣ καὶ δύναται πασῶν ἐφάπτεσθαι, χρῆσθαι δὲ αὐταῖς ὡς ὀργάνοις διὰ τὸ κρείττονʼ εἶναι καὶ ἐπαναβεβηκέναι αὐτῶν, οὕτως καὶ ἡ δύναμις καθʼ ἣν ὁρᾷ ὁ νοῦς μὴ δυνάμενος εἰσελθεῖν εἰς ἑαυτὸν ἑτέρα ἂν εἴη, τῆς νοήσεως καὶ τοῦ νοουμένου ἐπινοίας διαφέρουσα καὶ ἐπέκεινα τούτων οὖσα πρεσβείᾳ καὶ δυνάμει, καὶ οὕτως ἓν ὂν καὶ ἁπλοῦν «τὸ αὐτὸ τοῦτο» ὅμως ἐνεργείᾳ ἑαυτοῦ διαφέρει καὶ ὑπάρξει, καὶ κατὰ ἄλλο ἄρα ἕν ἐστιν ἁπλοῦν, κατʼ ἄλλο δὲ αὐτὸ ἑαυτοῦ διαφέρει· τὸ γὰρ τοῦ ἑνὸς διαφέρον οὐχ ἓν καὶ τὸ τοῦ ἁπλοῦ ἕτερον οὐχ ἁπλοῦν. Ἓν μὲν οὖν ἐστιν καὶ ἁπλοῦν κατὰ τὴν πρώτην καὶ «αὐτὸ τοῦτο» αὐτοῦ τούτου ἰδέαν, δύναμις ἢ ὅτι καὶ χρὴ ὀνομάζειν ἐνδείξεως χάριν ἄρρητον οὖσαν καὶ ἀνεννόητον, οὐχ ἓν δὲ οὐδὲ ἁπλοῦν κατὰ τὴν ὕπαρξιν καὶ ζωὴν καὶ τὴν νόησιν. Καὶ τὸ νοοῦν καὶ τὸ νοούμενον ὑπάρξει, τὸ δὲ νοοῦν, ἢν ὁ νοῦς μετεξέλθῃ ἀπὸ τῆς ὑπάρξεως εἰς τὸ νοοῦν, ἵνα ἐπανέλθῃ εἰς τὸ νοητὸν καὶ ἑαυτὸν ἴδῃ, ἐστὶν ζωή· διὸ ἀόριστος ὁ κατὰ τὴν ζωήν. Καὶ πασῶν οὐσῶν ἐνεργειῶν καὶ ὡς κατὰ μὲν τὴν ὕπαρξιν ἑστῶσα ἂν εἴη ἡ ἐνέργεια, κατὰ δὲ τὴν νόησιν εἰς αὑτὴν στραφεῖσα ἐνέργεια, κατὰ δὲ τὴν ζωὴν ἐκ τῆς ὑπάρξεως ἐκνεύσασα ἐνέργεια. Καὶ κατὰ τοῦτο ἕστηκεν ἅμα καὶ κεινεῖται καὶ ἐν ἑαυτῷ ἐστιν καὶ ἐν ἄλλῳ καὶ ὅλον ἐστὶν καὶ μέρη ἔχει καὶ ταὐτόν ἐστι καὶ ἕτερον, κατὰ δὲ ψιλὸν αὐτοῦ τὸ ἓν καὶ οἷον πρῶτον καὶ ὄντως τὸ ἓν οὔτε ἕστηκεν οὔτε κεινεῖται οὔτε ταὐτόν ἐστιν οὔτε ἕτερον οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ. Ὅτι δὲ οὔτε νοούμενον οὔτε ἐνεργοῦν οὔτε εἰς ἑαυτὸ οὔτε εἰς ἄλλο ...