Λαέρτιος Διογένης Μαθηταὶ δὲ Ζήνωνος πολλοὶ μέν, ἔνδοξοι δὲ Περσαῖος Δημητρίου Κιτιεύς, ὃν οἱ μὲν γνώριμον αὐτοῦ, οἱ δὲ οἰκέτην ἕνα τῶν εἰς βιβλιογραφίαν πεμπομένων αὐτῷ παρὰ Ἀντιγόνου, οὗ καὶ τροφεὺς ἦν τοῦ παιδὸς Ἁλκυονέως.
διάπειραν δή ποτε βουληθεὶς λαβεῖν αὐτοῦ ὁ Ἀντίγονος ἐποίησεν αὐτῷ πλαστῶς ἀγγελθῆναι, ὡς εἴη τὰ χωρία αὐτοῦ πρὸς τῶν πολεμίων ἀφῃρημένα. καὶ σκυθρωπάσαντος «Ὁρᾷς, ἔφη, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος ἀδιάφορον.» βιβλία δʼ αὐτοῦ φέρεται τάδε· περὶ βασιλείας· περὶ γάμου· περὶ ἀσεβείας· Θυέστης· περὶ ἐρώτων· προτρεπτικοί· διατριβῶν· χρειῶν δʹ· ἀπομνημονεύματα· πρὸς τοὺς Πλάτωνος νόμους ζʹ.
Σοῦδα Περσαῖος, Κιτιεύς, φιλόσοφος Στωϊκός· ἐπεκλήθη δὲ καὶ Δωρόθεος. ἦν δὲ ἐπὶ τῶν χρόνων Ἀντιγόνου τοῦ Γονατᾶ υἱοῦ Δημητρίου, μαθητὴς καὶ θρεπτὸς Ζήνωνος τοῦ φιλοσόφου. Ἱστορίαν.
Φιλόδημος μάλιστα μὲν οὖν τῶν μαθητῶν ὑπὸ τοῦ Ζήνωνος ἠγαπᾶτο ὁ Περσαῖος, ἀλλὰ δὴ καὶ συνεβίου· καὶ τέθραπται δʼ ὑπʼ αὐτοῦ, ὡς λέγεται πρὸς ἐνίων δοῦλος ὢν οἰκογενής … Διογένης
Λαέρτιος Διογένης ἀπεδέχετο δʼ αὐτὸν καὶ Ἀντίγονος καὶ εἴ ποτε Ἀθήναζε ἥκοι, ἤκουεν αὐτοῦ πολλά τε παρεκάλει ἀφικέσθαι ὡς αὐτόν. ὁ δὲ τοῦτο μὲν παρῃτήσατο, Περσαῖον δὲ ἕνα τῶν γνωρίμων ἀπέστειλεν, ὃς ἦν Δημητρίου μὲν υἱός, Κιτιεὺς δὲ τὸ γένος, καὶ ἤκμαζε κατὰ τὴν τριακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, ἤδη γέροντος ὄντος Ζήνωνος. — ἀπέστειλε δὲ Περσαῖον καὶ Φιλωνίδην τὸν Θηβαῖον, ὧν ἀμφοτέρων Ἐπίκουρος μνημονεύει ὡς συνόντων Ἀντιγόνῳ ἐν τῇ πρὸς Ἀριστόβουλον τὸν ἀδελφὸν ἐπιστολῇ. — σύν τε Περσαίῳ τὴν αὐτὴν οἰκίαν ᾤκει· καὶ αὐτοῦ αὐλητρίδιον εἰσαγαγόντος πρὸς αὐτόν, σπάσας πρὸς τὸν Περσαῖον αὐτὸ ἀπήγαγεν.
Κλαύδιος Αἰλιανός ἐγὼ δὲ πολιτείαν φαίην ἂν καὶ τὸ Περσαίου, εἴ γε Ἀντίγονον ἐπαίδευσε.
Ἀράτου Βίοι σχολάσας δὲ ὁ Ἄρατος Περσαίῳ τῷ φιλοσόφῳ Ἀθήνησι καὶ συνελθὼν αὐτῷ εἰς Μακεδονίαν μεταπεμφθέντι ὑπʼ Ἀντιγόνου καὶ παρελθὼν εἰς τὸν Ἀντιγόνου καὶ Φίλας γάμον …
Φιλόδημος αἴτιον ἐγένετο τούτου καὶ τὸ χωρισθῆναι Ζήνωνος ὄντος ἔτι πολλοῦ σὺν Ἀντιγόνῳ καὶ ἅμα περιπλανᾶσθαι, τὸν αὐλικόν, οὐ τὸν φιλόσοφον ᾑρημένον βίον· ἐξ οὗ καὶ τῶν ἀνθρώπων αὐτῶν καὶ τῶν πόλεων …
Φιλόδημος Ἀντίγονον ἀποδημήσαντος αὐτοῦ … καίπερ Ἀριστοφῶντα παραιτουμένου συγγνώμην …
Παυσανίας Κόρινθον δὲ ἔχοντος Ἀντιγόνου καὶ φρουρᾶς Μακεδόνων ἐνούσης, τοὺς Μακεδόνας τῷ αἰφνιδίῳ τῆς ἐπιθέσεως κατέπληξε, καὶ ἄλλους τε κρατήσας μάχῃ διέφθειρε καὶ Περσαῖον ἐπὶ τῇ φρουρᾷ τεταγμένον, ὃς παρὰ Ζήνωνα τὸν Μνασέου κατὰ μάθησιν σοφίας ἐφοίτησεν.
Παυσανίας Ἄρατος καὶ Σικυώνιοι φρουρὰν ἐκ τοῦ Ἀκροκορίνθου ἐξήλασαν καὶ ἀπέκτειναν Περσαῖον ὑπὸ Ἀντιγόνου ταχθέντα ἐπὶ τῇ φρουρᾷ.
Πλούταρχος Ἀλλὰ γὰρ Ἀντίγονος μέν—κτησάμενος τὸν Ἀκροκόρινθον ἐφύλαττε μετὰ τῶν ἄλλων, οἷς ἐπίστευε μάλιστα, καὶ Περσαῖον ἐπιστήσας ἄρχοντα τὸν φιλόσοφον.
τῶν δὲ Ἀντιγόνου στρατηγῶν Ἀρχέλαον μὲν ἀφῆκεν—— Περσαῖος δὲ τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διεξέπεσεν. ὕστερον δὲ λέγεται σχολάζων πρὸς τὸν εἰπόντα μόνον αὐτῷ δοκεῖν στρατηγὸν εἶναι τὸν σοφόν· «ἀλλὰ νὴ θεούς, φάναι, τοῦτο μάλιστα κἀμοί ποτε τῶν Ζήνωνος ἤρεσκε δογμάτων· νῦν δὲ μεταβάλλομαι νουθετηθεὶς ὑπὸ τοῦ Σικνωνίου νεανίσκου.»
ταῦτα μὲν περὶ Περσαίου πλείονες ἱστοροῦσιν.
Πολύαινος ὁ Μακεδών Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχοντος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπʼ αὐτοῦ Περσαῖον τὸν φιλόσοφον καὶ Ἀρχέλαον τὸν στρατηγόν. ——Περσαῖος δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν πρὸς Ἀντίγονον ᾤχετο.
Φιλόδημος ταύταις ἀμυνόμενος τοὺς Θρᾷκας ἐξέβαλεν. Πλειόνων δʼ ἐπεισελθόντων καὶ πανταχόθεν αὐτῷ περιστάντων πολλὰ τραύματα λαβὼν … ῥη … ε … ἐαυτὸν καὶ τὸν βίον ἐξέλειπεν. ἔλεξαν δέ τινες ὅτι τῆς χώρας ἐπὶ πλοίου … πρὸς ἐν …
Φιλόδημος ὑπομένων ἀκούειν καὶ μετατίθεσθαι. Διὸ καί ποτε Περσαίου πρός τινας εἰπόντος, ὡς ἐπύθετʼ ἐπὶ τὴν ἡδονὴν αὐτὸν μεταβεβληκέναι διότι ἠβούλετο ἀκοῦσαι πρότερον ὑπὸ τῆς ἀκρότητος αὐτόν, κατὰ τὸ λεγόμενον, τῶν ὀδυνῶν ἀποθανεῖν …
Ἐπιφάνιος ὁ Σαλαμῖνος Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε.
Φιλόδημος Περσαῖος δὲ δῆλός ἐστιν——ἀφανίζων τὸ δαιμόνιον ἢ μηθὲν ὑπὲρ αὐτοῦ γινώσκων, ὅταν ἐν τῷ Περὶ θεῶν μὴ ἀπίθανα λέγῃ φαίνεσθαι τὰ περὶ τοῦ τὰ τρέφοντα καὶ ὠφελοῦντα θεοὺς νενομίσθαι καὶ τετειμῆσθαι πρῶτον ὑπὸ Προδίκου γεγραμμένα, μετὰ δὲ ταῦτα τοὺς εὑρόντας ἢ τροφὰς ἢ σκέπας ἢ τὰς ἄλλας τέχνας ὡς Δήμητρα καὶ Διόνυσον καὶ τοὺς …
Θεμίστιος γέλωτα—ὦφλέ ποτε Ἀντιγόνῳ Περσαῖος ὁ Κιτιεύς. Ἀντιγόνῳ γὰρ τῷ βασιλεῖ συνδιῃτᾶτο Περσαῖος ὁ τοῦ Ζήνωνος ἑταῖρος. ἀκούων δὲ αὐτοῦ συνεχῶς ἐξογκουμένου τε καὶ θρυλλοῦντος θαμὰ τὰ κομψὰ δὴ ταῦτα τῆς Ποικίλης νεανιεύματα, ὅτι ὁ σοφὸς ὑπὸ τῆς τύχης ἀήττητός ἐστι καὶ ἀδούλωτος καὶ ἀκέραιος καὶ ἀπαθής, πᾶσαν ἐπεχείρησεν ἔργῳ ἐλέγξαι τὴν τούτου ἀλαζονείαν. ποιεῖται δή τινας ἥκειν ἐμπόρους ἀπὸ Κύπρου τε καὶ Φοινίκης, ἃ χρὴ λέγειν ἐπὶ τοῦ Περσαίου προεκδιδάξας. κἄπειτα ἀνηρώτα πυνθανόμενος πρῶτον μὲν περὶ τῶν νεῶν καὶ τοῦ ναυτικοῦ καὶ τῶν ἐν Κύπρῳ στρατιωτῶν καὶ ὅσα δὴ βασιλικὰ ἐρωτήματα, ἔπειτα ἀτρέμα δὴ κατιὼν τῷ λόγῳ καὶ ὅπως ἔχει καὶ τῷ Περσαίῳ τὰ οἴκοι τὰ ἐν Κιτίῳ. ὡς δὲ τοῦ Περσαίου ἀκούσαντες οἱ ἔμποροι οὗτοι σκυθρωπάσαντες εὐθὺς κατέβαλον τὰς κεφαλὰς καὶ δῆλοι ἦσαν οὐ χρηστὰ ἀποκρινούμενοι, ἀπέῤῥει τε ἡ θρασύτης ἅπασα τοῦ ἀνδρός, καὶ ἐπειδὴ ἐγκειμένου τε καὶ ἐκλιπαροῦντος ἀπεκρίναντο μόλις οἱ ἔμποροι δῆθεν ἐξηνδραποδίσθαι μέν οἱ τὴν γυναῖκα εἰς Ἄργος βαδίζουσαν σὺν ταῖς αὔραις ὑπὸ δή τινων λῃστῶν Αἰγυπτίων, ἀπεσφάχθαι δὲ τὸν ἀγαπητὸν νεανίσκον, καὶ τὰ χρήματα δὲ ἔῤῥειν καὶ τὰ ἀνδράποδα· τοὐντεῦθεν δὲ φροῦδος μὲν τῷ Περσαίῳ ὁ Ζήνων, φροῦδος δὲ ὁ Κλεάνθης· ἤλεγξε δὲ ἡ φύσις τὰ λογάρια, ὅτι τῷ ὄντι λογάρια ἦν κενὰ καὶ ἀσθενῆ καὶ οὐ μαρτυρούμενα ὑπὸ τῶν ἔργων.
Λαέρτιος Διογένης ἀρέσκει τε αὐτοῖς ἴσα ἡγεῖσθαι τὰ ἁμαρτήματα, καθά φησι Χρύσιππος——καὶ Περσαῖος καὶ Ζήνων.
Ἀθήναιος καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς Ὑπομνήμασιν βοῶντος καὶ λέγοντος περὶ ἀφροδισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἴνῳ μνείαν ποιεῖσθαι· καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπιῤῥεπεῖς εἶναι. καὶ «ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν.» καὶ «εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ» καὶ «ὁ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν· οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον· εἶθʼ ὅταν παραρυῇ τὸ οἰνάριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται. ὃ καὶ πρώην ἐγένετο ἐπὶ τῶν ἐξ Ἀρκαδίας θεωρῶν πρὸς Ἀντίγονον παραγενομένων. ἐκεῖνοι γὰρ ἠρίστων σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾤοντο, οὐχ ὅτι ἡμῶν τινα προσβλέποντες, ἀλλʼ οὐδὲ ἀλλήλους. ὡς δὲ ὁ πότος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἀκροάματα καὶ αἱ Θετταλαὶ αὗται ὀρχηστρίδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠρχοῦντο, οὐκ ἔτι κατεῖχον αὑτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνώρμων καὶ ἐβόων ὡς θαυμαστόν τι θέαμα θεώμενοι· καὶ μακάριον τὸν βασιλέα ἀπεκάλουν, ὅτι ἔξεστιν αὐτῷ τούτων ἀπολαύειν, καὶ ἕτερα τούτοις παραπλήσια πάνυ πολλὰ τῶν φορτικῶν ἐποίουν. τῶν φιλοσόφων δέ τις συμπίνων ἡμῖν, εἰσελθούσης αὐλητρίδος καὶ οὔσης εὐρυχωρίας παρʼ αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὑτὸν εἰσῆγεν. εἶθʼ ὕστερον πωλουμένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίγνεσθαι, ἔν τε τῷ ἀγοράζειν πάνυ νεανικὸς ἦν καὶ τῷ πωλοῦντι, ἄλλῳ τινὶ θᾶττον προσθέντι, ἠμφισβήτει καὶ οὐκ ἔφη αὐτὸν πεπρακέναι· καὶ τέλος εἰς πυγμὰς ἦλθεν ὁ σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδʼ ἂν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι.»
μήποτε αὐτός ἐστιν ὁ Περσαῖος ὁ περὶ τῆς αὐλητρίδος διαπυκτεύσας· φησὶν γὰρ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ Ζήνωνος γράφων ὧδε· «Ζήνων ὁ Κιτιεὺς Περσαίου παρὰ πότον αὐλητρίδιον πριαμένου καὶ διοκνοῦντος εἰσαγαγεῖν πρὸς αὐτὸν διὰ τὸ τὴν αὐτὴν οἰκεῖν οἰκίαν, συναισθόμενος εἰσείλκυσε τὴν παιδίσκην καὶ συγκατέκλεισε τῷ Περσαίῳ.»
Ἀθήναιος Περσαίου τε τοῦ καλοῦ φιλοσόφου συμποτικοὺς διαλόγους, συντεθέντας ἐκ τῶν Στίλπωνος καὶ Ζήνωνος ἀπομνημονευμάτων, ἐν οἷς ζητεῖ, ὅπως ἂν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, πῶς ταῖς ἐπιχύσεσι χρηστέον πηνίκα τε εἰσακτέον τοὺς ὡραίους καὶ τὰς ὡραίας εἰς τὸ συμπόσιον καὶ πότε αὐτοὺς προσδεκτέον ὡραϊζομένους καὶ πότε παραπεμπτέον ὡς ὑπερορῶντας, καὶ περὶ προσοψημάτων καὶ περὶ ἄρτων καὶ περὶ τῶν ἄλλων, ὅσα τε περιεργότερον περὶ φιλημάτων εἴρηκεν ὁ σωφρονικὸς φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων, πιστευθείς, ὥς φησιν Ἕρμιππος, ὑπʼ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ τῶν ἔργων διαβεβαιωσάμενος, ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς. χαριέντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης, θεασάμενος αὐτοῦ χαλκῆν εἰκόνα, ἐφʼ ἧς ἐπεγέγραπτο «Περσαῖον Ζήνωνος Κιτιᾶ» πεπλανῆσθαι τὸν ἐπιγράψαντα· δεῖν γὰρ οὕτως ἔχειν «Περσαῖον Ζήνωνος οἰκετιᾶ.» ἦν γὰρ ὄντως οἰκέτης γεγονὼς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν ταῖς Διαδοχαῖς. δύο δὲ συγγράμμασι τοῦ Περσαίου ἀπηντήκαμεν τῆς σοφῆς ταύτης πραγματείας, τοιοῦτον ἔχουσι τὸ ἐπίγραμμα «Συμποτικῶν Διαλόγων.»
Λαέρτιος Διογένης καὶ ἀσθενής. διὸ καί φησι Περσαῖος ἐν ὑπομνήμασι συμποτικοῖς τὰ πλεῖστα αὐτὸν δεῖπνα παραιτεῖσθαι.
Ἀθήναιος περὶ δὲ τῶν ἐπαΐκλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὑτωσὶ γράφει· «καὶ εὐθὺς τοὺς μὲν εὐπόρους ζημιοῖ εἰς ἐπάικλα· ταῦτα δέ ἐστιν μετὰ δεῖπνον τραγήματα· τοῖς δʼ ἀπόροις ἐπιτάττει κάλαμον ἢ στιβάδα ἢ φύλλα δάφνης φέρειν, ὅπως ἔχωσι τὰ ἐπάικλα κάπτειν μετὰ δεῖπνον· γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐῤῥαμένα. τὸ δʼ ὅλον ὥσπερ πολίτευμά τι τοῦτο δὴ συνίσταται μικρόν. καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεῖσθαι ἢ δεύτερον ἢ ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπάικλα.» τὰ ὅμοια ἱστορεῖ καὶ Διοσκουρίδης.
Ἀθήναιος ἀλλὰ μὴν οὐδʼ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλʼ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ καὶ Διοσκουρίδης ἐν βʹ πολιτείας καὶ Ἀριστοκλῆς ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας.
Δίων ὁ Χρυσόστομος γέγραφε δὲ καὶ Ζήνων ὁ φιλόσοφος εἴς τε τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν——διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος ——. ἔτι δὲ καὶ Περσαῖος ὁ τοῦ Ζήνωνος κατὰ τὴν αὐτὴν ὑπόθεσιν γέγραφε καὶ ἄλλοι πλείους.
Λαέρτιος Διογένης καὶ τῶν ἑπτὰ δὲ τοὺς πλείστους Περσαῖός φησι Πασιφῶντος εἶναι τοῦ Ἐρετρικοῦ, εἰς τοὺς Αἰσχίνου δὲ κατατάξαι.
Λαέρτιος Διογένης Περσαῖος δέ φησιν ἐν ταῖς ἠθικαῖς σχολαῖς δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δὲ Ἀθήναζε δύο καὶ εἴκοσι ἐτῶν.
Βίων ὁ Βορυσθενίτης, Λαέρτιος Διογένης ταῦτά ἐστι τὰ κατʼ ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά· σκόπει δέ με ἐξ ἐμαυτοῦ.
Λαέρτιος Διογένης μόνῳ δὲ Περσαίῳ διαπρύσιον εἶχε πόλεμον· ἐδόκει γὰρ Ἀντιγόνου βουλομένου τὴν δημοκρατίαν ἀποκαταστῆσαι τοῖς Ἐρετριεῦσι χάριν Μενεδήμου, κωλῦσαι. διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν τοῖς λόγοις τά τε ἄλλα ἔφη καὶ δή· «Φιλόσοφος μὲν τοιοῦτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος.»
Λαέρτιος Διογένης μάλιστα δὲ προσεῖχε στωϊκῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς ὃ Περσαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακαταθήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπορούμενον διήλεγξεν.
Σοῦδα Ἑρμαγόρας Ἀμφιπολίτης, φιλόσοφος, μαθητὴς Περσαίου. διάλογοι αὐτοῦ· Μισοκύων ἢ περὶ ἀτυχημάτων. Ἔκχυτον· ἔστι δὲ ᾠοσκοπία. Περὶ σοφιστείας πρὸς τοὺς Ἀκαδημαϊκούς.