… του … ο … λ ἀνθρώποις … ματα … ητης … ηλου· ε … ωσενε τεκμαίρεσθαι δὲ παρέχει … τας … ειστων … ρων … τα ε … αν … κ … νο … ν … υσουκ … εν …
ρων ἐπιστάμεθά τε καὶ σέβομεν· τοὺς δὲ τῶν τηλοῦ οἰκούντων, οὔτε ἐπιστάμεθα οὔτε σέβομεν. ἐν τούτῳ οὖν πρὸς ἀλλήλους βεβαρβαρώμεθα, ἐπεὶ φύσει γε πάντα πάντες ὁμοίως πεφύκαμεν καὶ βάρβαροι καὶ ἕλληνες εἶναι. σκοπεῖν δὲ παρέχει τὰ τῶν φύσει ὄντων ἀναγκαῖα ἐν πᾶσιν ἀνθρώποις, ποριζόμενά τε κατὰ τὰς αὐτὰς δυνάμεις ἅπασι, καὶ ἐν αὐτοῖς τούτοις οὔτε βάρβαρος ἀφώρισται ἡμῶν οὐδείς, οὔτε ἕλλην. ἀναπνέομέν τε γὰρ εἰς τὸν ἀέρα ἅπαντες κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖνας· καὶ γελῶμεν χαίροντες τῷ
νῷ ἢ δακρύομεν λυπούμενοι· καὶ τῇ ἀκοῇ τοὺς φθόγγους εἰσδεχόμεθα· καὶ τῇ αὐγῇ μετὰ τῆς ὄψεως ὁρῶμεν· καὶ ταῖς χερσὶν ἐργαζόμεθα· καὶ τοῖς ποσὶν βαδίζομεν … υβ …
… τ … μ … λοι εἰσιν … κατὰ τὸ ἀρέσκον συνεχώρησαν ἑκαστοι … καὶ τοὺς νόμους ἔθεντο· κ …
… θου … νοη … ημε … νευ … νόμιμον· δικαιοσύνη δʼ οὖν τὰ τῆς πόλεως νόμιμα ἐν ᾗ ἂν πολιτεύηταί τις μὴ παραβαίνειν. χρῷτʼ ἂν οὖν ἄνθρωπος μάλιστα ἑαυτῷ ξυμφερόντως δικαιοσύνῃ, εἰ μετὰ μὲν μαρτύρων τοὺς νόμους μεγάλους ἄγοι, μονούμενος δὲ μαρτύρων τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων ἐπίθετα, τὰ δὲ τῆς φύσεως ἀναγκαῖα· καὶ τὰ μὲν τῶν νόμων ὁμολογηθέντα οὐ φύντα ἐστίν, τὰ δὲ τῆς φύσεως φύντα οὐχ ὁμολογη-
θέντα. τὰ οὖν νόμιμα παραβαίνων εἰ ἂν λάθῃ τοὺς ὁμολογήσαντας καὶ αἰσχύνης καὶ ζημίας ἀπήλλακται, μὴ λαθὼν δʼ οὔ· τῶν δὲ τῇ φύσει ξυμφύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν τε πάντας ἀνθρώπους λάθῃ, οὐδὲν ἔλαττον τὸ κακόν, ἐάν τε πάντες ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ διʼ ἀλήθειαν. ἔστι δὲ τῶνδε ἕνεκα τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νόμον δικαίων πολεμίως τῇ φύσει κεῖται· νενομοθέτηται γὰρ ἐπί τε τοῖς ὀφθαλμοῖς, ἃ δεῖ
αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τοῖς ὠσίν, ἃ δεῖ αὐτὰ ἀκούειν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τῇ γλώττῃ, ἅ τε δεῖ αὐτὴν λέγειν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ ταῖς χερσίν, ἅ τε δεῖ αὐτὰς δρᾶν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τοῖς ποσίν, ἐφʼ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφʼ ἃ οὐ δεῖ· καὶ ἐπὶ τῷ νῷ, ὧν τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ὧν μή. ἧττον οὖν οὐδὲν τῇ φύσει φιλιώτερα οὐδʼ οἰκειότερα ἀφʼ ὧν οἱ νόμοι ἀποτρέπουσι τοὺς ἀνθρώπους ἢ ἐφʼ ἃ ἐπιτρέπουσιν. τὸ γὰρ ζῆν ἐστι τῆς φύσεως καὶ τὸ ἀποθανεῖν, καὶ τὸ μὲν ζῆν αὐτοῖς ἐστιν ἀπὸ τῶν ξυμφερόντων, τὸ δὲ ἀποθανεῖν ἀπὸ τῶν μὴ ξυμ-
φερόντων. τὰ δὲ ξυμφέροντα, τὰ μὲν ὑπὸ τῶν νόμων κείμενα δεσμοὶ τῆς φύσεώς ἐστι, τὰ δʼ ὑπὸ τῆς φύσεως ἐλεύθερα. οὔκουν τὰ ἀλγύνοντα ὀρθῷ γε λόγῳ ὀνίνησιν τὴν φύσιν μᾶλλον ἢ τὰ εὐφραίνοντα· οὔκουν ἂν οὐδὲ ξυμφέροντʼ εἴη τὰ λυποῦντα μᾶλλον ἢ τὰ ἥδοντα· τὰ γὰρ τῷ ἀληθεῖ ξυμφέροντα οὐ βλάπτειν δεῖ, ἀλλʼ ὠφελεῖν. τὰ τοίνυν τῇ φύσει ξυμφέροντα ταυτ … οτια … απ … ανα … καιοι … νται, καὶ οἵτινες ἂν πα-
θόντες ἀμύνωνται καὶ μὴ αὐτοὶ ἄρχωσι τοῦ δρᾶν· καὶ οἵτινες ἂν τοὺς γειναμένους καὶ κακοὺς ὄντας εἰς αὐτοὺς εὖ ποιῶσιν· καὶ οἱ κατόμνυσθαι διδόντες ἑτέροις, αὐτοὶ δὲ μὴ κατομνύμενοι. καὶ τούτων τῶν εἰρημένων πολλʼ ἄν τις εὕροι πολέμια τῇ φύσει· ἔνι τʼ ἐν αὐτοῖς ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν ἥττω, καὶ ἐλάττω ἥδεσθαι, ἐξὸν πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν. εἰ μὲν οὖν τις τοῖς τοιαῦτα προσιεμένοις ἐπικούρησις ἐγίγνετο παρὰ τῶν νόμων, τοῖς δὲ μὴ προσιεμένοις, ἀλλʼ ἐναντιουμένοις, ἐλάττωσις,
οὐκ ἀνωφελὲς ἂν ἦν τὸ ἐν τοῖς νόμοις πεῖσμα· νῦν δὲ φαίνεται τοῖς προσιεμένοις τὰ τοιαῦτα τὸ ἐκ νόμου δίκαιον οὐχ ἱκανὸν ἐπικουρεῖν· ὅ γε πρῶτον μὲν ἐπιτρέπει τῷ πάσχοντι παθεῖν καὶ τῷ δρῶντι δρᾶσαι· καὶ οὔτε ἐνταῦθα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν οὔτε τὸν δρῶντα δρᾶσαι, εἴς τε τὴν τιμωρίαν ἀναφερόμενον οὐδὲν ἰδιώτερον ἐπὶ τῷ πεπονθότι ἢ τῷ δεδρακότι· πεῖσαι γὰρ δεῖ αὐτὸν τοὺς τιμωρήσοντας ὡς ἔπαθεν, ἢ δύνασθαι ἀπάτῃ δίκην ἔχειν. ταὐτὰ δὲ καταλείπεται καὶ τῷ δράσαντι ἀρνεῖσθαι
… τῷ ἀπολογοῦντί ἐστιν ἡ ἀπολογία ὅσηπερ τῷ κατηγοροῦντι ἡ κατηγορία, ἡ δὲ πειθὼ ἀντίπαλος τῷ γε πεπονθότι καὶ τῷ δεδρακότι ἐγίγνετο γὰρ ν … μασι κ … καὶ κ … δυνα δεσα … ουδ … μα … τευ … ωσε … τωι … εδ … α … τ … θ … α … ν … ασ … η … ν … το …
… ν ἱείς· αλ … χοι … ανο … σαλ … γου· ν … ενε … αυτ …
… ο … υ … πο … υ· … ακα … προς
… ιαπ … ουσα … οτ … το …
… αιτ … μ …
… αλ … τοτ … ιθ …
… ισ … ν … ον …
… μη … φυσ …
… α … οια …
… ητ … π …
… υ …
… τοῦ δικαίου … ου δοκουν … τὸ μαρτυρεῖν ἐν ἀλλήλοις τἀληθῆ δίκαιον νομίζεται εἶναι καὶ χρήσιμον οὐδὲν ἧττον εἰς τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα. τοῦτο τοίνυν οὐ δίκαιος ἔσται ὁ ποιῶν, εἴπερ τὸ μὴ ἀδικεῖν μηδένα μὴ ἀδικούμενον αὐτὸν δίκαιόν ἐστιν· ἀνάγκη γὰρ τὸν μαρτυροῦντα, κἂν ἀληθῆ μαρτυρῇ, ὅμως ἄλλον πως ἀδικεῖν, εἶτα δὲ αὐτὸν ἀδικεῖσθαι, ἐν μίσει οὖν ἐνεχόμενος. ἐν ᾧ διὰ τὰ ὑπʼ ἐκείνου μαρτυρηθέντα ἁλίσκεται ὁ καταμαρτυρούμενος καὶ ἀπόλλυσιν ἢ χρήματα ἢ αὐτὸν διὰ τοῦτον ὃν οὐδὲν ἀδικεῖ, ἐν μὲν οὖν τούτῳ τὸν καταμαρτυρούμενον ἀδικεῖ, ὅτι οὐκ ἀδικοῦντα ἑαυτὸν ἀδικεῖ, αὐτὸς δʼ ἀδικεῖται ὑπὸ τοῦ καταμαρτυρηθέντος, ὅτι μισεῖται ὑπʼ αὐτοῦ τἀ-
ληθῆ μαρτυρήσας· καὶ οὐ μόνον τῷ μίσει, ἀλλὰ καὶ ὅτι δεῖ αὐτὸν τὸν αἰῶνα πάντα φυλάττεσθαι τοῦτον οὗ κατεμαρτύρησεν· ὡς ὑπάρχει γʼ αὐτῷ ἐχθρὸς τοιοῦτος, οἷος καὶ λέγειν καὶ δρᾶν εἴ τι δύναιτο κακὸν αὐτόν. καίτοι ταῦτα φαίνεται οὐ σμικρὰ ὄντα τἀδικήματα, οὔτε ἃ αὐτὸς ἀδικεῖται οὔτε ἃ ἀδικεῖ· οὐ γὰρ οἷόν τε ταῦτά τε δίκαια εἶναι καὶ τὸ μηδὲν ἀδικεῖν μηδὲ αὐτὸν ἀδικεῖσθαι· ἀλλʼ ἀνάγκη ἐστὶν ἢ τὰ ἕτερα αὐτῶν δίκαια εἶναι ἢ ἀμφότερα ἄδικα. φαίνεται δὲ καὶ τὸ δικάζειν καὶ τὸ κρίνειν καὶ τὸ διαιτᾶν ὅπως ἂν περαίνηται οὐ δίκαια ὄντα· τὸ γὰρ ἄλλους ὠφελοῦν ἄλλους βλάπτει· ἐν δὲ τούτῳ οἱ μὲν ὠφελούμενοι οὐκ ἀδικοῦνται, οἱ δὲ βλαπτόμενοι ἀδικοῦνται … μην … ινου …
… τοὺς νόμους …