eul_wid: udm-af

Βιβλίον Αʹ Ὁμηρικῶν ζητημάτων ἔκδοσις Β
Book I of Homeric Questions Version B

Porphyry of Tyre Book I of Homeric Questions Version B PDF

88.(19) παρατηρητέον ὅτι, ὅταν ἐκ προσώ που τινὸς ἐπάγειν μέλλῃ λόγους ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· εἰπόντος γὰρ αὐτοῦ τὸ «τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη» [ὁ Ἀγαμέμνων], ὑβριστικούς, καὶ πάλιν «καί μιν νεικείων», θεωρητέον εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἴσχουσιν ὀνείδη. ὅταν δὲ τὸ «ὅ σφιν ἐϋφρονέων», φρονίμους προσδεκτέον λό γους.
89.(22) καὶ πάλιν ὅταν λέγῃ «καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι», δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, Ὀδυσσέως ὑψηγοροῦντος.
97.(21) καὶ ἐνταῦθα τοίνυν κροδιετύπωσε τοὺς λόγους διὰ τοῦ «κακοσσόμε νος», οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλ’ ὅτι κακόμαν τιν ἀποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις, διὰ τοῦτο κα κοφημίζει αὐτὸν εἰς τοῦτο.