Λαέρτιος Διογένης τάττουσι δέ τινες κατʼ ἰδίαν ἐκ τῶν Ὑπομνημάτων καὶ ταῦτα· Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων· Περὶ τῶν ἐν Μερόηι· Ὠκεανοῦ περίπλους· Περὶ ἱστορίης· Χαλδαικὸς λόγος· Φρύγιος λόγος· Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων· Νομικὰ αἴτια· Χερνικὰ … ἢ προβλήματα. τὰ ἄλλα δʼ ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτὸν τὰ μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δὲ ὁμολογουμένως ἐστὶν ἀλλότρια.
Λαέρτιος Διογένης οὗτος μάγων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέως τῶι πατρὶ αὐτοῦ ἐπιστάτας καταλιπόντος ἡνίκα ἐξενίσθη παρʼ αὐτῶι, καθά φησι καὶ Ἡρόδοτος … παρʼ ὧν τά τε περὶ θεολογίας καὶ ἀστρολογίας ἔμαθεν ἔτι παῖς ὤν.
Λαέρτιος Διογένης φησὶ δὲ Δημήτριος ἐν Ὁμωνύμοις καὶ Ἀντισθένης ἐν Διαδοχαῖς ἀποδημῆσαι αὐτὸν καὶ εἰς Αἴγυπτον πρὸς τοὺς ἱερέας γεωμετρίαν μαθησόμενον, καὶ πρὸς Χαλδαίους εἰς τὴν Περσίδα, καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν γενέσθαι· τοῖς τε Γυμνοσοφισταῖς φασί τινες συμμῖξαι αὐτὸν ἐν Ἰνδίαι, καὶ εἰς Αἰθιοπίαν ἐλθεῖν.
Σοῦδα Δημόκριτος· .... μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες καὶ μάγων καὶ Χαλδαίων Περσῶν. ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους, καὶ τὰ παρʼ ἑκάστοις ἐπαιδεύθη σοφά.
Κλαύδιος Αἰλιανός ἧκεν οὖν πρὸς τοὺς Χαλδαίους καὶ εἰς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν.
Ἱππόλυτος πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτωι καὶ ἀστρολόγοις καὶ ἐν Βαβυλῶνι μάγοις.