---
title: Book I of Homeric Questions Version T
title_greek: Βιβλίον Αʹ Ὁμηρικῶν ζητημάτων ἔκδοσις Τ
author: Porphyry of Tyre
eul_wid: udm-ag
eul_aid: udm
canonical: "https://eulogikon.org/works/porphyry-tyre-homeric-questions-1-udm-ag"
period: Late Antique
dialect: Philosophical Koine
domain: Philosophy
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Book I of Homeric Questions Version T

*Βιβλίον Αʹ Ὁμηρικῶν ζητημάτων ἔκδοσις Τ*

**Author:** Porphyry of Tyre

**eul_wid:** `udm-ag` · [HTML page](https://eulogikon.org/works/porphyry-tyre-homeric-questions-1-udm-ag)

## Text

### 97.(21)

παρατηρητέον ὅτι, ὅταν ἐκ προσώ που τινὸς ἐπάγειν λόγους μέλλῃ ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· οἷον εἰπόντος «τὸν δ’ ἄρ’ ὑ πόδρα ἰδὼν προσέφη», ὑβριστικούς, καὶ πάλιν «καί μιν νεικείων», θε ωρητέον εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη. ὅταν δὲ «ὅ σφιν ἐϋφρονέων», φρονίμους προσδεκτέον λόγους· φρόνιμον γὰρ τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα· πάλιν δὲ ὅταν προείπῃ «καὶ τό τε κουφότερον μετεφώνεε Φαιήκε〈σ〉σιν», δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως διὰ τὴν νί κην. πάλιν τοίνυν ὁ ποιητής, τοῦ Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα «μάντι κακῶν» καὶ τὰ ἑξῆς, προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ «κακοσσόμενος», οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλ’ ὅτι κακόμαντιν ἀ ποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεί α φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις—«ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν»—κακὸν ἄγγελον τῆς Διὸς ὄσ〈σ〉ης ἀποκαλεῖ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: udm-ag`.
