eul_wid: uqe-as
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Theages by Plato Commentary

For the Theages the notes explain the two meanings of atta by its breathing and discuss the proverb 'counsel is a sacred thing', read either as a demand for honest advice or as praise of counsel itself, citing Aristophanes' Amphiaraus. Further entries treat a verb meaning 'had someone taught', the adverb embrachy with parallels from Hyperides, Aristophanes and Cratinus, and the deme of Anagyrus.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΘΕΑΓΗ

ἄττα. ἄττα δασυνόμενον μὲν ἅτινα σημαίνει, ψιλούμενον δὲ τινά· συντάσσεται δὲ καὶ ἀριθμοῖς· μυρία ἄττα.

συμβουλὴ ἱερὸν χρῆμα. παροιμία ἱερὸν συμβουλή, ἐπὶ τῶν καθαρῶς καὶ ἀδόλως συμβουλευόντων. δεῖ γὰρ τὸν συμβουλεύοντα μὴ τὸ ἴδιον σκοπεῖν· τὸ γὰρ ἱερὸν οὐδενὸς ἴδιον ἀλλὰ τῶν χρωμένων ἐστὶ κοινόν· ἐπειδὴ καταφεύγουσιν ὥσπερ … εἰς τὰ ἱερὰ θέλοντες συμβουλεύεσθαι ἄνθρωποι. προσήκει οὖν τοῖς συμβουλεύουσιν ἀψευδεῖν καὶ τὰ βέλτιστα κατὰ τὴν αὐτῶν γνώμην συμβουλεύειν. ἄλλοι δέ φασιν ἔπαινον φέρειν τῆς συμβουλῆς τὴν παροιμίαν· εἶναι γὰρ αὐτὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον. μέμνηται δὲ αὐτῆς καὶ Ἀριστοφάνης ἐν Ἀμφιαράῳ.

ἐδιδάξατο. ἀντὶ τοῦ οὐκ αὐτὸς ἀλλὰ διʼ ἑτέρου ἐδίδαξέ τινος

τί ἂν ἡμῖν ἀπεκρίνατο; γρ. τί ἂν οἴει αὐτὸν ἀποκρίνασθαι;

ἔμβραχυ. ὅπερ ἂν εἴποι τις εὐχερῶς εἰπεῖν θέλων ἢ ἁπλῶς, τοῦτο ἔμβραχυ λέγεται. ἔμβραχυ συντόμως καὶ ἁπλῶς. Ὑπερείδης ἐν τῷ κατὰ Ἀριστοφῶντος «οἶδε γὰρ αὐτῷ δεδομένην ἄδειαν καὶ πράττειν καὶ γράφειν ὅτι ἂν ἐνβράχυ βούληται». Ἀριστοφάνης Θεσμοφοριαζούσαις— ποῦ δʼ οὐχὶ διαβέβληκεν, ὅπου περ ἐνβράχυ εἰσὶ θεαταὶ καὶ τραγῳδικοὶ χοροί; Κρατῖνος Ὥραις— ἔδει παρέχειν ὅτι τις εὔξαιτο ἐνβράχυν.

Ἀναγυρασίων. Ἀναγυροῦς δῆμος Αἰαντίδος, ἀφʼ οὗ Ἀναγυράσιοι.