Ἰάμβλιχος Λευκανοὶ Ὄκκελος καὶ Ὄκκιλος ἀδελφοί. Βυνδάκου ἀδελφή, Ὀκκελὼ καὶ Ἐκκελὼ τὼ Λευκανώ.
Φίλων ὁ Ἀλεξανδρεύς ἔνιοι δʼ οὐκ Ἀριστοτέλην τῆς δόξης εὑρετὴν λέγουσιν ἀλλὰ τῶν Πυθαγορείων τινάς. ἐγὼ δὲ καὶ Ὀκέλλου συγγράμματι, Λευκανοῦ γένος, ἐπιγραφομένωι Περὶ τῆς τοῦ παντὸς φύσεως ἐνέτυχον, ἐν ὧι ἀγένητόν τε καὶ ἄφθαρτον οὐκ ἀπεφαίνετο μόνον, ἀλλὰ καὶ διʼ ἀποδείξεων κατεσκεύαζε τὸν κόσμον εἶναι.
Σέξτος ὁ ἐμπειρικός ἐκ πέντε δὲ Ὄκκελος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης· συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια.
Λαέρτιος Διογένης καλῶς ποιεῖς ὅτι ἀποπέφευγας ἐκ τᾶς ἀρρωστίας. ταῦτα γὰρ αὐτός τυ ἐπέσταλκας καὶ τοὶ περὶ Λαμίσκον ἀπάγγελον. περὶ δὲ τῶν ὑπομνημάτων ἐπεμελήθημες καὶ ἀνήλθομες ὡς Λευκανὼς καὶ ἐνετύχομες τοῖς Ὀκκέλω ἐκγόνοις. τὰ μὲν ὦν Περὶ νόμω καὶ Βασιληίας καὶ Ὁσιότατος καὶ τᾶς τῶ παντὸς γενέσιος αὐτοί τε ἔχομες καὶ τὶν ἀπεστάλκαμες ... τὰ μὲν παρὰ σοῦ ἐλθόντα ὑπομνήματα θαυμαστῶς ἄσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν ἁνὴρ ἄξιος ἐκείνων τῶν παλαιῶν προγόνων. λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μυραῖοι εἶναι — οὗτοι δʼ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξαναστάντων Τρώων —, ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος δηλοῖ ...
Συριανός οὔτε τὸν περὶ τῶν αἰσθητῶν λόγον πάντηι παρελίμπανον ὡς δηλοῖ τὰ Ἐκέλλου μὲν Περὶ τᾶς τῶ παντὸς φύσιος, ἐξ ὧν τὰ Περὶ γενέσεως καὶ φθορᾶς μονονουχὶ μεταβεβλῆσθαι δοκεῖ, τοῦ Τιμαίου δὲ τὰ πλεῖστα …
Ἰωάννης ὁ Στοβαῖος Ὀκέλλου ... ἐν τοῖς Περὶ τᾶς τοῦ παντὸς φύσεως. ἐν τῶι Περὶ νόμου.
Ἰωάννης ὁ Λυδός ἴσμεν γάρ, ὅτι ἡ τριὰς τὴν τῶν θείων πρόοδον ἐκίνησε καὶ στάσιν αὐτοῖς τὴν αἰώνιον ἀπειργάσατο ἐν τῶι αὐτῶι εἴδει, ὥς φησιν Ὄκελλος ὁ Πυθαγόρειος ῥήμασι τούτοις· «ἡ τριὰς πρώτη συνέστησεν ἀρχήν, μεσότητα καὶ τελευτήν».