---
title: "Old Scholia on Plato: Theages"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Θεάγη"
author: Plato Commentary
eul_wid: uqe-as
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-theages-uqe-as"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:285a08f442b4bbbce373f8066663e71133f0950d4f8ccfd2c94b87d6146b2511"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Theages

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Θεάγη*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-as` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-theages-uqe-as)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΘΕΑΓΗ

`121a`

ἄττα. ἄττα δασυνόμενον μὲν ἅτινα σημαίνει, ψιλούμενον δὲ τινά· συντάσσεται δὲ καὶ ἀριθμοῖς· μυρία ἄττα.

`122b`

συμβουλὴ ἱερὸν χρῆμα. παροιμία ἱερὸν συμβουλή, ἐπὶ τῶν καθαρῶς καὶ ἀδόλως συμβουλευόντων. δεῖ γὰρ τὸν συμβουλεύοντα μὴ τὸ ἴδιον σκοπεῖν· τὸ γὰρ ἱερὸν οὐδενὸς ἴδιον ἀλλὰ τῶν χρωμένων ἐστὶ κοινόν· ἐπειδὴ καταφεύγουσιν ὥσπερ  <span class="gap">…</span> εἰς τὰ ἱερὰ θέλοντες συμβουλεύεσθαι ἄνθρωποι. προσήκει οὖν τοῖς συμβουλεύουσιν ἀψευδεῖν καὶ τὰ βέλτιστα κατὰ τὴν αὐτῶν γνώμην συμβουλεύειν. ἄλλοι δέ φασιν ἔπαινον φέρειν τῆς συμβουλῆς τὴν παροιμίαν· εἶναι γὰρ αὐτὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον. μέμνηται δὲ αὐτῆς καὶ Ἀριστοφάνης ἐν Ἀμφιαράῳ.

`122e`

ἐδιδάξατο. ἀντὶ τοῦ οὐκ αὐτὸς ἀλλὰ διʼ ἑτέρου ἐδίδαξέ τινος

`125c4`

τί ἂν ἡμῖν ἀπεκρίνατο; γρ. τί ἂν οἴει αὐτὸν ἀποκρίνασθαι;

`127c`

ἔμβραχυ. ὅπερ ἂν εἴποι τις εὐχερῶς εἰπεῖν θέλων ἢ ἁπλῶς, τοῦτο ἔμβραχυ λέγεται. ἔμβραχυ συντόμως καὶ ἁπλῶς. Ὑπερείδης ἐν τῷ κατὰ Ἀριστοφῶντος «οἶδε γὰρ αὐτῷ δεδομένην ἄδειαν καὶ πράττειν καὶ γράφειν ὅτι ἂν ἐνβράχυ βούληται». Ἀριστοφάνης Θεσμοφοριαζούσαις—

  
ποῦ δʼ οὐχὶ διαβέβληκεν, ὅπου περ ἐνβράχυ  
  
εἰσὶ θεαταὶ καὶ τραγῳδικοὶ χοροί;  
Κρατῖνος Ὥραις—

  
ἔδει παρέχειν ὅτι τις εὔξαιτο ἐνβράχυν.  

`127e`

Ἀναγυρασίων. Ἀναγυροῦς δῆμος Αἰαντίδος, ἀφʼ οὗ Ἀναγυράσιοι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-as`.
