eul_wid: uqe-bk
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Epinomis by Plato Commentary

Variant readings make up nearly all the notes on the Epinomis, most of them from the patriarch's copy and marked as taken from its correction, with others from different copies. Between them a numbered outline follows the dialogue's kinds of living beings in the heavens, of fire, ether, air and water, and its eight heavenly powers, among them the morning star and Ares. A word obelised in the patriarch's copy is noted near the close.

Part of Old Scholia on Plato

ΕΙΣ ΕΠΙΝΟΜΙΔΑ

ὦ φίλε Κλεινία. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ὦ φίλε ξένε Κλεινία.

τὸν αὐτὸν λόγον φέρουσιν. ἀλλαχοῦ· ἀπʼ ὀρθώσεως· τὸν αὐτὸν ἐπʼ αὐτὸν λόγον φέρουσιν.

παιδικῆς. οἶμαι ἱλαρᾶς· ἐξ οὗ καὶ παιδικώτερον τὸ ἱλαρώτερον.

τότε. τοῦ πατριάρχου τὸ βιβλίον· τότε· ἀπʼ ὀρθώσεως.

καὶ πότε καὶ πῶς. καὶ πότε ὅπως.

ἆρʼ οὐ τούτῳ σφόδρα προσέοιχʼ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ἆρʼ οὐ τούτῳ σφόδρα προσέοιχʼ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις· καὶ τὰ λοιπά.

ἐπʼ ἐλπίδι σοι ἴσως. γρ. ἐπʼ ἐλπίδι σοι ἴσως.

κατὰ χρόνον ἂν γενομένῃ. τοῦ πατριάρχου τὸ βιβλίον· κατὰ χρόνον ἱκανὸν ἂν γενομένῃ.

τὸ παράπαν ἀποστήσασα. τοῦ πατριάρχου τὸ βιβλίον· τὸ παράπαν ἀποστήσασα· ἀπʼ ὀρθώσεως.

καὶ ἔτι συμπάντων ὀργάνων. τοῦ πατριάρχου τὸ βιβλίον· καὶ ἔτι ξυμπάντων ὀργάνων· ἀπʼ ὀρθώσεως

δημιουργοῦντα ἡ μιμητικὴ παρέχεται. τοῦ πατριάρχου τὸ βιβλίον· δημιουργοῦντα ἡμῖν ἡ μιμητικὴ παρέχεται· ἀπʼ ὀρθώσεως.

ἀγχίνοιαν θήσουσιν. τοῦ πατριάρχου τὸ βιβλίον· ἀγχίνοιαν φήσουσι.

παράσχοιτο ζῷον. ἀλλαχοῦ· παράσχοιτο τὸ ζῷον.

ἡ τὸν ἀριθμὸν δοῦσα. τοῦ πατριάρχου τὸ βιβλίον· ἡ τὸν ἀριθμὸν δοῦσα· ἀπʼ ὀρθώσεως.

ὄντα, ...πως... αὖ· ἀλλαχοῦ ὄντα: ... πῶς ... αὖ καὶ πῶς οὐκ ἄτοπον αὖ

οὐκ ἂν ἔτι πᾶς ἄν τις. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· οὐκ ἂν ἔτι πᾶς ἄν τις.

διαριθμήσεται. διαλογίσεται.

ἔχουσιν. ἀλλαχοῦ· ἔχουσιν.

καὶ ἑλίττων δὴ ταῦτα αὐτὰ ὅταν μὴ παύηται. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· καὶ ἑλίττων δὴ ταῦτα αὐτά· ὅταν μὴ παύηται.

καὶ μή. ἀλλαχοῦ καὶ μὴ δεῖ.

ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς. ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε. ταῦτʼ ἔσται· καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω. καλῶς. ἐξ ἀρχῆς δὴ ῥητέον. ἡ βίβλος τοῦ πατριάρχου. οὕτως ἀπʼ ὀρθώσεως· ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς: ναί· μηδὲ σφὼ τοίνυν ἀκούοντε: ταῦτʼ ἔσται· καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω: καλῶς. ἐξ ἀρχῆς δὴ ῥητέον· καὶ τὰ λοιπά.

εἰρημένων. ἀλλαχοῦ ἀπʼ ὀρθώσεως εἰρηκότων.

παιδιᾷ καλῇ χρωμένῳ. ἀλλαχοῦ· παιδιᾷ καλῇ χρωμένῳ· ἀπʼ ὀρθώσεως.

προσπαίσαντι. προσπαίξαντι· ἀντὶ τοῦ ξ τὸ σ Ἀττικοί.

τὸν ἐπιόντα σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς. ἀπʼ ὀρθώσεως τοῦ πατριάρχου τὸ βιβλίον· τὸν ἐπιόντα ἀεί σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς.

αʹ.

" ἐπιμελούμενοι " βʹ.

" ἀπαραμύθητοι " γʹ.

φῶμεν τοῦτό γε, ὅταν μία. τοῦ πατριάρχου τὸ βιβλίον· φῶμεν τότε ὅταν μία· ἀπʼ ὀρθώσεως.

ὅτι τʼ ἄλλο γίγνοιτο ἄν. ἀλλαχοῦ· ὅτι ποτʼ ἄλλο γίγνοιτʼ ἂν.

νοητῷ τε. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· νοητῷ τε.

νομίσαι δὲ δὴ δεῖ πάλιν τὰ κατʼ οὐρανὸν ζῴων γένη. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· νομίσαι δὲ δὴ δεῖ πάντα τὰ κατʼ οὐρανὸν ταῦτα εἶναι ζῴων γένη.

σημείωσαι τί λέγει.

ἐκβαίνει. ἀλλαχοῦ ἀπʼ ὀρθώσεως ἐκβαίνει.

ἑτέρᾳ. τοῦ πατριάρχου τὸ βιβλίον· ἑτέρως· ἀπʼ ὀρθώσεως.

ῥύμας. ὁρμὰς βιαίας.

ταύτῃ. ἀλλαχοῦ ταῦτα.

ἅ φαμεν ἀθάνατον, τὸ δὲ γήινον. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ἅ φαμὲν τὸ μὲν ἀθάνατον, τὸ δὲ γήινον.

αἰθέρα μὲν γάρ κτλ. βʹ.

" μετὰ δὲ τόν κτλ. " γʹ.

" τὸ τρίτον κτλ. " δʹ.

θεοὺς δὲ δή κτλ. αʹ.

" μετὰ δέ κτλ. " βʹ.

" ἀέριον δέ κτλ. " γʹ.

" τῶν δέ κτλ. " δʹ.

" τὸ δὲ ὕδατος κτλ. " εʹ.

ἢ καὶ τελευτῇ βίου προστυχέσι γενομένοις, ἰδίᾳ τε καὶ δημοσίᾳ. ἀλλαχοῦ· ἢ καὶ τελευτῇ τοῦ βίου προστυχέσι γενομένοις· ἰδίᾳ τοῖς δὲ καὶ δημοσίᾳ.

περὶ θυσιῶν ἀποκωλύσει. τοῦ πατριάρχου· περὶ θεῶν ἀποκωλύσει· ἀπʼ ὀρθώσεως.

μία μέν κτλ. αʹ.

" μία δέ κτλ. " βʹ.

" πλανητῶν κτλ. " γʹ.

" καὶ ἑωσφόρου κτλ. " δʹ.

" καὶ τρίτου κτλ. " εʹ.

" ὧν εἷς μέν κτλ. " ϛʹ.

" τὸν δὲ μετά κτλ. " ζʹ.

" Ἄρεως δέ κτλ. " ηʹ.

μία δὲ τῶν ἄστρων. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· μία δὲ τῶν πάντων ἄστρων.

ὁ πάντων θειότατος ☉ οἷον φησίν.

παλαιὸς γὰρ δὴ τρόπος. ἀλλαχοῦ· παλαιὸς γὰρ δὴ τόπος.

ἀπόπροσθεν. ἀλλαχοῦ· ἀπόπροθεν· ἀπʼ ὀρθώσεως.

ὡραῖον οἷον.

ἀλλʼ οὐ συγχαῖρον ἄνευ φθόνου διὰ θεὸν ἀγαθῷ γενομένῳ· λόγον δὴ καὶ πολὺν καὶ καλὸν ἔχει. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ἀλλʼ οὖν συγχαῖρον ἄνευ φθόνου διὰ θεὸν ἀγαθῷ γενομένῳ· λόγον δὴ καὶ πολὺν καὶ καλὸν ἔχει.

ταῦτα ἡμῖν εἴρηται πάντα. ταῦτα ἡμῖν εἴρηται πάντα.

ἀγνώμονες ἂν εἶμεν ὄντες τοιοῦτοι. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ἀγνώμονες ἂν εἶμεν ὄντες τοιοῦτοι.

φύσει κυριώτατον. τοῦ πατριάρχου τὸ βιβλίον· ἐν φύσει.

ἐπὶ δὲ ταῦτα παρασκευάζοντας φύσεις οἵας δυνατὸν εἶναι, χρεών. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· καλῶς· ἐπὶ δὲ ταῦτα παρασκευάζοντας φύσεις οἵας δυνατὸν εἶναι χρεών καὶ τὰ ἑξῆς.

σώματα. ἀλλαχοῦ σώματα.

ὁμοίωσις. τοῦ πατριάρχου τὸ βιβλίον· ὁμοίωσις· ἀπʼ ὀρθώσεως.

ἡ δʼ εἰς. ἡ δʼ εἰς.

ἀνθρώποις. ἐν τῇ τοῦ πατριάρχου βίβλῳ· τὸ ἀνθρώποις ὠβέλισται.

παρωλιγωρῆσθαι. τοῦ πατριάρχου τὸ βιβλίον· παρωλιγωρῆσθαι· καλῶς.

σχεδὸν ἐάνπερ ἔτʼ ἀποθανὼν ᾖ. σχεδὸν ἐάνπερ ἔτʼ ἀποθανὼν ᾖ.

κεἴτε δημοσίᾳ. κʼ εἴ τὲ: ἀλλαχοῦ· κεἴτε δημοσίᾳ: ἀλλαχοῦ· κἄντε δημοσίᾳ

τίθεμεν ἀλλαχοῦ φαῖμεν.