eul_wid: efq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Cinyras and Adonis by Plato the Comic Poet

The Fragments on Cinyras and Adonis is a lost comedy by Plato the Comic Poet, a contemporary of Aristophanes who was active in the late 5th and early 4th centuries BCE. The work is known solely by its title, which is preserved in ancient catalogues such as the Suda, and no verbatim fragments from it survive. The title indicates it was a mythological burlesque treating the Cypriot king Cinyras and the youth Adonis, the lover of Aphrodite. Based on the conventions of Old Comedy, the play likely satirized familiar subjects, including the Adonia festival and women’s associated ritual behaviour, the myth of Aphrodite and Adonis itself, and themes of eastern luxury and excess through the figure of the wealthy Cinyras. The comedy is attested only as a title in ancient sources; the figure of 311 fragments sometimes associated with it refers to the total number of fragments from Plato’s entire corpus in modern editions, not to this specific play. While the work’s direct influence is untraceable, its subject matter illustrates the range of Old Comedy beyond contemporary Athenian politics, engaging instead with popular myth and cult practice. Its existence contributes to the broader understanding of Plato Comicus’s literary output and thematic diversity.

ΑΔΩΝΙΣ.
Ὦ Κινύρα, βασιλεῦ Κυπρίων ἀνδρῶν δασυπρώκτων,
παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε
πάντων ἀνθρώπων, δύο δʼ αὐτὸν δαίμονʼ ὀλεῖτον,
ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς ὁ δʼ ἐλαύνων.
Εἶτʼ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται;
ΑΙ ΑΦʼ ΙΕΡΩΝ.
Οὐδʼ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.
Δότω τὴν κιθάραν τις ἔνδοθεν
καὶ τοὐπιπόρπαμα.
Πόθεν ὁρμιὰ καὶ κάλαμος;
ΑΜΦΙΑΡΕΩΣ.
Καὶ νὴ Δίʼ εἰ Πάμφιλον γε φαίης
κλέπτειν τὰ κοίνʼ ἅμα τε συκοφαντεῖν.
ΓΡΥΠΕΣ.
Ἀνηρπάκασʼ ἁπαξάπαντʼ αὐτῷ κανῷ.
Αἲ αἴ, γελῶν ἐπηκροώμην σου πάλαι.
ΔΑΙΔΑΛΟΣ.
Ἐνίοτε πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. …
Ὁ δὲ παῖς ὅδʼ ἔνδον τὰς ἀλεκτρυόνας σοβεῖ.
ΕΛΛΑΣ Η ΝΗΣΟΙ.
Εἴξασιν ἡμῖν οἱ νόμοι τούτοισι τοῖσι λεπτοῖς
ἀραχνίοις, ἃν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνει.
Εἰ μὲν σὺ τὴν θάλασσαν ἀποδώσεις ταύτην ἑκών,
εἰ δὲ μή, ταῦτα πάντα συντριαινῶν ἀπολέσω.
Βούλει τήνδε σοι πλεκτὴν καθῶ
κἄπειτʼ ἀνελκύσω σε δεῦρο;
Λαβὼν οὖν
τὸν σκύλακα τὸν τοῦ προξένου κἄπειτα δῆσον αὐτόν.
ΕΟΡΤΑΙ.
Τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει
ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν· τὰ γὰρ κρέα
ἥδιστʼ ἔχουσι, κοὐδὲν ἀφʼ ὑὸς γίγνεται
πλὴν ὕστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή.
Ὡς μέγα μέντοι πάνυ τὴν Αἴτνην ὄρος εἶναί φασι τεκ- μαίρου,
ἔνθα τρέφεσθαι
τὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν οὐδὲν ἐλάτ- τους.
Ἐξιόντι γὰρ
ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας,
ἰχθῦς ἀσίτους καὶ τοὺς πονηροὺς ἦγέ μοι.
Ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
Καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας.
Τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν.
Εὖ γέ σοι γένοιθʼ, ἡμᾶς ὅτι
ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου.
Κατηδέσθημεν ἂν
καὶ κατεκόπημεν εὐθύς.
Ὁ δὲ τὸν ἐγκέφαλόν τις ἐξαύσας καταπίνει.
Ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην.
Ἐμφέρεσθε δέ
τὰ ῥάμματα.
ΕΥΡΩΠΗ.
Γυνὴ καθεύδουσʼ ἐστὶν ἀργόν. Β. μανθάνω.
Α. Ἐγρηγορυίας δʼ εἰσὶν αἱ παροψίδες
αὗται μόνον κρείττους πολὺ χρῆμʼ εἰς ἡδονὴν
ηταλλαβεῖν. οὐ γάρ τινες παροψίδες
εἴσʼ ἀντιβολῶ σε;
Ἁλιευόμενός ποτʼ αὐτὸν εἶδον ἀνδράχμη
μετὰ πρημνάδων, κἄπειτʼ ἀφῆκεν ὅτι ἦν βόαξ.
ΖΕΥΣ ΚΑΚΟΥΜΕΝΟΣ.
Πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
τὸ δεῖπνον ἔνδον σκευάσω, πάνυ βούλομαι.
Β. ἀλλʼ ἃ νόμος ἔστʼ; Α. ἀλλʼ εἰς θυείαν παιστέον.
Β. φέρε τὴν θυείαν, αἶρʼ ὕδωρ, ποτήρια
παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.
… Α. Ἀγεννῶς οὐκ ἐῶ
παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
τασδί τε τὰς κρηπῖδας ἃς αὐτὴ φορεῖ,
καὶ τὸν κότυλον τὸν σόν. Β. Βαβαιάξ, οὑτοσὶ
μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.
Μὴ σκληρὰν ἔχε
τὴν χεῖρα μέλλων κοτταβίζειν.
Καί τοι φορεῖτε γλῶτταν ἐν ὑποδήμασιν,
στεφανοῦσθʼ ὑπογλωττίσιν, ὅταν πίνητέ που,
κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.
Γλώττης ἀγαθῆς οὐκ ἔστʼ ἄμεινον οὐδὲ ἕν. …
Ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο,
ἐκ τῶν λόγων δʼ ἅττʼ αὐτὸς ἐπιθυμεῖς ἔχεις.
Ὥσθʼ ἅττʼ ἔχω ταῦτʼ ἐστί· ταρίχους ἀπολέσω.
Κεράτινον εἶχον σκευοφορεῖον καὶ καμπύλον.
ΙΩ.
Πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
ΚΛΕΟΦΩΝ.
Σὲ γὰρ γραῦ συγκατῴκισεν σαπράν
ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἵνʼ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου.
Ἀλλʼ αὐτὸς ἀπαρτὶ τἀλλότριʼ οἰχήσει φέρων.
Ἐψάθαλλε λεῖος ὤν.
ΛΑΙΟΣ.
Οὐχ ὁρᾶς ὅτι
ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,
ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται,
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;
Οὐχ ὁρᾷς ὅτι
Φιλωνίδην που τέτοκεν ἡ μήτηρ ὄνον
τὸν Μελιτέα, κοὐκ ἔπαθεν οὐδέν;
ΛΑΚΩΝΕΣ Η ΠΟΙΗΤΑΙ.
Ἅνδρες δεδειπνήκασιν ἤδη σχεδὸν ἅπαντες· εὖγε,
τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
λίτρον παραχέων ἔρχομαι. κἀγὼ δὲ παρακορήσων.
σπονδὰς δʼ ἔπειτα παραχέας τὸν κότταβον παροίσω.
τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι,
καὶ προσαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων
Αἰγύπτιον, κᾆτʼ ἴρινον· στέφανον δʼ ἔπειθʼ ἑκάστῳ
δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.
καὶ δὴ κέκραται. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε.
σπονδὴ μὲν ἤδη γέγονε, καὶ πίνοντές εἰσι πόρρω.
καὶ σκόλιον ᾖσται, κότταβος δʼ ἐξοίχεται θύραζε.
αὐλοὺς δʼ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι
μελίζεται τοῖς συμπόταις, κἄλλην τρίγωνον εἶδον
ἔχουσαν, εἶτʼ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.
Ὅταν δέωμαι γωνιαίου ῥήματος,
τούτῳ παριστῶ καὶ μοχλεύω τὰς πέτρας.
Καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμʼ. Β. ἐγώ.
Α. ψυχὴν δʼ ἐπανήκειν ὥσπερ Αἰσώπου ποτέ.
ΜΕΝΕΛΕΩΣ.
Εἰπέ μοι
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
Β. ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.
ΜΕΤΟΙΚΟΙ.
Σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον.
ΝΙΚΑΙ.
Τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ.
ΝΥΞ ΜΑΚΡΑ.
Κἆθʼ ἧκεν ἄρτους πριάμενος
μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους.
Ἐνταῦθʼ ἐπʼ ἄκρων τῶν κροτάφων ἕξει λύχνον
δίμυξον.
Ἕξουσιν οἱ πομπῆς λυχνούχους δηλαδή.
Ἀλλʼ αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι
μηδέν.
ΞΑΝΤΡΙΑΙ Η ΚΕΡΚΩΠΕΣ.
Χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.
Ἦν δὴ θόρυβος τευταζόντων.
Τῶνδε βουλευτὶς πόνων.
ΠΑΙΔΑΡΙΟΝ.
Εἰ μὲν μὴ λίαν … ὦνδρες, ἠναγκαζόμην
στρέψαι δεῦρʼ, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδʼ ἐπῶν.
Φέρε τοῦτʼ ἐμοὶ
δεῖξον τὸ κανοῦν μοι δεῦρο πῆ μάχαιρʼ ἔνι.
Ὥσπερ τοὺς πουλύποδας πρώτιστά σε.
ΠΕΙΣΑΝΔΡΟΣ.
Ἤδη φαγών τι πώποθʼ, οἷα γίγνεται,
ὀψάριον ἔκαμες, καὶ προσέστη τοῦτό σοι;
Β. ἔγωγε πέρυσι κάραβον φαγών.
Γυνὴ γάρ, ἢν μὲν αὐτήν
ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον,
ἐὰν δʼ ἀνῇς, ὑβριστόν ἐστι χρῆμα κἀκόλαστον.
Χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίοις,
ὅπου σιδαρέοισι τοῖς νομίσμασι χρῶνται.
Ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος.
ΠΕΡΙΑΛΓΗΣ.
Ὦ θεῖε Μόρυχε, νῦν γὰρ εὐδαίμων ἔφυς,
καὶ Γλαυκέτης ἡ ψῆττα, καὶ Λεωγόρας,
οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι.
Ὃς πρῶτα μὲν Κλέωνι πόλεμον ἠράμην.
Ἀλλʼ ἡγούμεσθʼ εὖ κἀνδρείως πολλῷ πάντων προέχοντες.
Χρηστὸν μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον.
ΠΟΙΗΤΗΣ.
Μόνος δʼ ἄγευστος,
ἄσπλαγχνος ἐνιαυτίζομἀπλάκουντος, ἀλιβάνωτος.
Ὁρᾶτε τὸ διῆρες ὑπερῷον.
Τὸν δέλφακα
ἀπῆγε σιγῇ.
ΠΡΕΣΒΕΙΣ.
Κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος
παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,
ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.
Χαίρεις, οἶμαι, μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε,
τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα.
Κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε.
Ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε.
Σκευάρια δὴ κλέψας ἀπεκήρυξʼ ἐκφέρων.
ΣΚΕΥΑΙ.
Ὥστʼ εἴ τις ὀρχοῖτʼ εὖ, θέαμʼ ἦν· νῦν δὲ δρῶσιν οὐδέν,
ἀλλʼ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.
Ἅψαι μόνον οὐκ ἂν ἄκρῳ τῇ Μορσίμῳ,
ἵνα σοι πατήσω τὸν Σθένελον μάλʼ αὐτίκα.
Καὶ τοῖς τρόποις ἁρμόττον ὥσπερ περὶ πόδα.
ΣΟΦΙΣΤΑΙ.
Ξενοκλῆς ὁ δωδεκαμήχανος,
ὁ Καρκίνου παῖς τοῦ θαλαττίου.
Τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος.
Προμηθία γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς.
Κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.
Ἐν τρισὶν
πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος.
ΣΥΜΜΑΧΙΑ.
Ἐγὼ γὰρ ὑμῖν νῦν φράσω.
Εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμήν
ἐν ταῖσιν ὁδοῖς διαγράψαντες διανειμάμενοι δίχʼ ἑαυτούς
ἑστᾶσʼ, αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γράμμης οἱ δʼ αὖ ἐκεῖθεν·
εἷς δʼ ἀμφοτέρων ὄστρακον αὐτοῖς εἰς μέσον ἑστὼς ἀνίησιν,
κἂν μὲν πίπτῃσι τὰ λεύκʼ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέ- ρους δεῖ,
τοὺς δὲ διώκειν.
Σὺν ἐλαίῳ ὠτογλυφίδα λαβοῦσʼ ἀνασκάλλεται.
Τὸ γὰρ ἕψημά σου
γευόμενος ἔλαθον ἐκροφήσας.
Ἢ ʼξ Ἀρκαδίας τοι δριμυτάτην ὀρίγανον.
Βατίς τε καὶ σμύραινα πρόσεστι.
Νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.
ΣΥΡΦΑΞ.
Σὲ μέν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω.
Νοεῖ μὲν ἕτερʼ ἕτερα δὲ τῇ γλώττῃ λέγει.
Α. Ὁδὶ μὲν Ἀναγυράσιος ὀρφώς ἐστί σοι.
Β. τούτῳ φίλος Μυνίσκος ἔσθʼ ὁ Χαλκιδεύς.
Α. καλῶς λέγεις.
ΥΠΕΡΒΟΛΟΣ.
Ὁ δʼ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι,
ἀλλʼ ὁπότε μὲν χρείη διῃτώμην λέγειν,
ἔφασκε δὴ τῷ μήν, ὁπότε δʼ εἰπεῖν δέοι
ὀλίγον, ὀλίον ἔλεγεν.
Καίτοι πέπραχε τῶν τρόπων μὲν ἄξια,
αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια·
οὐ γὰρ τοιούτων οὕνεκʼ ὄστραχʼ εὑρέθη.
Εὐτυχεῖς ὦ δέσποτα.
Β. τί δʼ ἔστι; Α. βουλεύειν ὀλίγου '́λαχες πάνυ.
ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, ἢν νοῦν ἔχῃς.
Β. πῶς ἢν ἔχω νοῦν; Α. ὅτι πονηρῷ καὶ ξένῳ
ἐπέλαχες ἀνδρί, μηδέπω γὰρ ἐλευθέρῳ. …
Ἄπερρʼ· ἐγὼ δʼ ὑμῖν τὸ πρᾶγμα δὴ φράσω·
Ὑπερβόλῳ βουλῆς γάρ, ἄνδρες, ἐπέλαχον.
Καὶ τοσοῦτον εὐερίας ἀπολέλαυχʼ Ὑπέρβολος,
ὥστʼ αὐχμότατός ἐστι.
ΦΑΩΝ.
Ἐγὼ δʼ ἐνθάδʼ ἐν τῇ ʼρημίᾳ
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον
πρὸς ἐμαυτόν. Β. ἔστι δʼ, ἀντιβολῶ σε, τοῦτο τί;
Α. Φιλοξένου καινή τις ὀψαρτυσία.
Β. ἐπίδειξον αὐτὴν ἥτις ἐστίν. Α. ἄκουε δή.
Ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δʼ ἐπὶ θύννον.
Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευταίας πολύ
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως;
Α. Βολβοὺς μὲν σποδιᾷ δαμάσας, καταχύσματι δεύσας,
ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.
καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δʼ ἐς τέκνʼ ἄνειμι. …
Οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον. …
Ὀρφών, αἰολίαν, συνόδοντά τε καρχαρίαν τε
μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ·
ἀλλʼ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον.
πουλύποδος πλεκτὴ δʼ ἄν, ἐπεὶ λήψῃ κατὰ καιρόν,
ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων,
ἢν ὀπταὶ δὲ δύʼ ὦσʼ, ἑφθῇ κλαίειν ἀγορεύω.
τρίγλη δʼ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
σκορπίος αὖ— Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.
Εἶεν, γυναῖκες, … ὡς ὑμῖν πάλαι
οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι·
ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,
ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.
εἰ γὰρ Φάωνα δεῖσθʼ ἰδεῖν, προτέλεια δεῖ
ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί.
πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
ἑκκαίδεχʼ ὁλόκληροι μέλιτι μεμιγμέναι,
λαγῷα δώδεκʼ, ἐπισέληνα. τἄλλα δέ
ἤδη τάδʼ εὐτελέστατʼ ἔστʼ. ἄκουε δή.
βολβῶν μὲν Ὀρθάνῃ τρίʼ ἡμιεκτέα,
Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
μύρτων πινακίσκος χειρὶ παρατετιλμένων·
λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες.
πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις,
Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,
ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.
ταῦτʼ ἐστὶ τἀναλώματʼ. εἰ μὲν οὖν τάδε
προσοίσετʼ, εἰσέλθοιτʼ ἄν· εἰ δὲ μή, μάτην
ἔξεστιν ὑμῖν διὰ κενῆς κινητιᾷν.
Τὰ δʼ ἀλλότριʼ ἔσθʼ ὅμοια ταῖς παροψίσιν·
βραχὺ γάρ τι τέρψαντʼ ἐξανάλωται ταχύ.
Ὦ χρυσοῦν ἀνάδημα,
ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών.
Τῷ στόματι τὸν κύαθον ὧδʼ εἰληφότες.
Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος
τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ,
τοὺς ἐκπλέοντάς τʼ εἰσπλέοντάς τʼ ὄψεται,
χὠπόταν ἅμιλλʼ ᾖ τῶν νεῶν θεάσεται.
Μετὰ ταῦτα δὲ
Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας
σκελετός, ἄπυγος, καλάμινα σκέλη φορῶν,
φθόης προφήτης, ἐσχάρας κεκαυμένος
πλείστας ὑπʼ Εὐρυφῶντος ἐν τῷ σώματι.
Ἢν γὰρ ἀποθάνῃ
εἷς τις πονηρός, δύʼ ἀνέφυσαν ῥήτορες·
οὐδεὶς γὰρ ἡμῖν Ἰόλεως ἐν τῇ πόλει,
ὅστις ἐπικαύσει τὰς κεφαλὰς τῶν ῥητόρων.
κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει.
Λαβοῦ λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου·
μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον. …
Προσίσταταί μου πρὸς τὸ βῆμα μαντίλη. …
Βόσκει δυσώδη Κέφαλον, αἰσχίστην νόσον.
Α. Οὗτος, τίς εἶ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς;
Ε. Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων
ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα.
Πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ,
ὥς φασι Χείρωνʼ, ἐξέθρεψας Περικλέα;
Κᾆτʼ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυρο- βάπτοις,
κἀν φοινικίσι Σαρδιανικαῖσιν κοσμησάμενοι κατάκεινται.
Λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ
ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος,
ἔπειτʼ ἄκρατον κοὐ τεταργανωμένον
ἔπινε κἀξημύστισεν.
Τὰ γραμματεῖα τούς τε χάρτας ἐκφέρων.
Ἔπειτα δʼ οὐδείς ἐστʼ ἀνὴρ γαστρίστερος.
Ἀνακογχυλίαστον ἐχθοδοπόν τι σκευάσω.
Καὶ περιὼν ἅμα
τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις.
Φείδεσθε τοὐλαίου σφόδρʼ· ἐξ ἀγορᾶς δʼ ἐγώ
ὠνήσομαι στίλβην τίνʼ, ἥτις μὴ πότις.
Ἐμοῦ γαμοῦντος οὐδʼ ὁ γείτων ᾔσθετο.
Σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με.
Ἆρʼ, ὡς ἔοικε, δὶς γένοιτʼ ἂν παῖς γέρων.
Οὐδεὶς ὁμαίμου συμπαθέστερος φίλος,
κἂν ᾖ τοῦ γένους μακράν.
Σὲ δὲ κοκκύζων ὄρθριʼ ἀλέκτωρ προκαλεῖται.
Ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα.
Σχοίνους λαβὼν ἄνειρε τὰ κρέα.
Καὶ τὰς θύρας ἀνακῶς ἔχειν.
παῖδες γέροντες μειράκια παλλάκια.