eul_wid: des-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Skolia by Convivial Songs

The Hymns and Convivial Prayers, also known by the title Apospasmata meaning "extracts," is a collection of ninety-nine poetic fragments. This anonymous compilation consists of hymns and prayers composed for performance at the Greek symposium, or aristocratic drinking party. The title indicates that these pieces are selections from a larger, now lost, body of sympotic poetry. The passages exemplify standard genres of convivial verse, including invocations to deities such as Dionysus, Aphrodite, and the Muses, celebrations of wine and fellowship, reflections on love and mortality, and moral exhortations for the health and prosperity of the gathered companions.

The fragmentary state of the collection and its anonymous authorship suggest it is a later compilation, likely preserved through indirect transmission in anthologies, grammatical texts, or on papyrus. It does not belong to the canonical works of the major lyric poets. While its direct literary influence is difficult to trace, the collection serves as an important representative artifact of the pervasive sympotic tradition, which fundamentally shaped the development of later Greek and Roman lyric poetry. As a probable anthology, it functioned to transmit the enduring conventions of Greek social and religious verse designed for communal celebration.

Παλλὰς Τριτογένειʼ ἄνασσʼ Ἀθηνᾶ,
ὄρθου τήνδε πόλιν τε καὶ πολίτας
ἄτερ ἀλγέων καὶ στάσεων
καὶ θανάτων ἀώρων, σύ τε καὶ πατήρ.
Πλούτου μητέρʼ Ὀλυμπίαν ἀείδω
Δήμητρα στεφανηφόροις ἐν ὥραις
σέ τε παῖ Διὸς Φερσεφόνη·
χαίρετον, εὖ δὲ τάνδʼ ἀμφέπετον πόλιν.
ἐν Δήλῳ ποτʼ ἔτικτε τέκνα Λατώ,
Φοῖβον χρυσοκόμαν ἄνακτʼ Ἀπόλλω
ἐλαφηβόλον τʼ ἀγροτέραν
Ἄρτεμιν, ἃ γυναικῶν μέγʼ ἔχει κράτος.
ὦ Πὰν Ἀρκαδίας μεδέων κλεεννᾶς,
ὀρχηστὰ βρομίαις ὀπαδὲ Νύμφαις,
γελάσειας ὦ Πὰν ἐπʼ ἐμαῖς
εὐφροσύναις ταῖσδʼ ἀοιδαῖς αοιδε κεχαρημένος.
ἐνικήσαμεν ὡς ἐβουλόμεσθα
καὶ νίκην ἔδοσαν θεοὶ φέροντες
παρὰ Πανδρόσου ὡς φίλην Ἀθηνᾶν.
εἴθʼ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος
τὸ στῆθος διελόντʼ, ἔπειτα τὸν νοῦν
ἐσιδόντα, κλείσαντα πάλιν,
ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.
ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
δεύτερον δὲ καλὸν φυὰν γενέσθαι,
τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.
… ἐκ γῆς χρὴ κατίδην πλόον
εἴ τις δύναιτο καὶ παλάμην ἔχοι
ἐπεὶ δέ κʼ ἐν πόντῳ γένηται
τῷ παρεόντι τρέχειν ἀνάγκη.
ὁ δὲ καρκίνος ὧδʼ ἔφα
χαλᾷ τὸν ὄφιν λαβών·
εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν
καὶ μὴ σκολιὰ φρονεῖν.
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων
ὅτε τὸν τύραννον κτανέτην
ἰσονόμους τʼ Ἀθήνας ἐποιησάτην.
φίλταθʼ Ἁρμόδιʼ, οὔ τί πω τέθνηκας,
νήσοις δʼ ἐν μακάρων σέ φασιν εἶναι,
ἵνα περ ποδώκης Ἀχιλεὺς
Τυδεΐδην τέ φασι τὸν ἐσθλὸν Διομήδεα.
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων
ὅτʼ Ἀθηναίης ἐν θυσίαις
ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.
αἰεὶ σφῶιν κλέος ἔσσεται κατʼ αἶαν,
φίλταθʼ Ἁρμόδιε καὶ Ἀριστόγειτον,
ὅτι τὸν τύραννον κτανέτην
ἰσονόμους τʼ Ἀθήνας ἐποιησάτην.
Ἀδμήτου λόγον ὦ ἑταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει,
τῶν δειλῶν δʼ ἀπέχου γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις.
παῖ Τελαμῶνος Αἶαν αἰχμητά, λέγουσί σε
ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετʼ Ἀχιλλέα.
τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον
ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν μετʼ Ἀχιλλέα.
εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη
καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.
εἴθʼ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον
καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.
σύν μοι πῖνε συνήβα συνέρα συστεφανηφόρει,
σύν μοι μαινομένῳ μαίνεο, σὺν σώφρονι σωφρόνει.
ὑπὸ παντὶ λίθῳ σκορπίος ὦ ἑταῖρʼ ὑποδύεται.
φράζευ μή σε βάλῃ· τῷ δʼ ἀφανεῖ πᾶς ἕπεται δόλος.
ἁ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δʼ ἔραται λαβεῖν·
κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δʼ ἔραμαι λαβεῖν.
πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσʼ ἐμπεδέως ἔθος·
ἐν ταὐτᾷ πυέλῳ τόν τʼ ἀγαθὸν τόν τε κακὸν λόει.
ἔγχει καὶ Κήδωνι, διάκονε, μηδʼ ἐπιλήθου,
εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
αἰαῖ Λειψύδριον προδωσέταιρον,
οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι
ἀγαθούς τε καὶ εὐπατρίδας,
οἳ τότʼ ἔδειξαν οἵων πατέρων ἔσαν.
ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει
τιμὴν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατʼ ἐμὸν νόον.
ἐστί μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός·
τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,
τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπʼ ἀμπέλων,
τούτῳ δεσπότας μνοίας κέκλημαι.
τοὶ δὲ μὴ τολμῶντʼ ἔχειν δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,
πάντες γόνυ πεπτηῶτες ἐμὸν
… κυνέοντι δεσπόταν …
καὶ μέγαν βασιλῆα φωνέοντες.
οὐδὲν ἦν ἄρα τἄλλα πλὴν ὁ χρυσός.
οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις
οὐκ ἔστιν ἀλωπεκίζειν
οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.
χρήματα καὶ βίαν Κλειταγόραι τε κἀμοὶ μετὰ Θετταλῶν.
οὐ χρὴ πόλλʼ ἔχειν θνητὸν ἄνθρωπον ἀλλʼ ἐρᾶν
καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.
Βορέας·
τὸ Δάτιδος μέλος
[....]α̣ι θυγάτη̣ρ[
[.]π̣λ̣ε̣[.]α̣σ̣ιτα φέρων [
[.]αμοι τεμένη β̣[.........]ων[
ἐνκέρασον Χαρίτων κρατῆρʼ ἐπιστεφέα κρ … πρόπινε λόγον·
σήμαινʼ ὅτι παρθένων
ἀπείροσι πλέξομεν ὕμνοις
τὰν δορὶ σώματι κειραμέναν Τροίαν
καὶ τὸν παρὰ ναυσὶν ἀειμνάστοις ἁλόντα
νυκτιβάταν σκοπόν.
ὦ Μοῦσ̣ʼ ἀ̣γανό̣μ̣μ̣ατε μᾶτερ
συνεπίσπεο σῶν τέκνων | [..].ῳ.[...]ῳ·
ἄρτι βρύουσαν ἀοιδὰν
πρωτοπαγεῖ σοφίαι διαποίκιλον ἐκφέρομεν· |
[....]ο̣ι̣ τέγξαν Ἀχελῴου δρόσοι·
[....] παραπροϊών, ὑφίει̣ π̣όδα,
λῦʼ ἑ̣ανοῦ | π̣τέρ̣υ̣γ̣α̣ς̣, τάχος ἵεσο
λεπτολίθων [......]ν̣·
εὖ̣· καθόρα πέλαγος,
παρὰ γᾶν | ⸏ἔκφευγε νότου χαλεπὰν
φοβερὰν διαποντοπλανῆ μα̣νίαν.