eul_wid: bok-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epic Fragments by Panyassis of Halicarnassus

The Epic Fragments represent the scant surviving verses of Panyassis of Halicarnassus, a Greek epic poet of the early fifth century BCE. A relative of the historian Herodotus, Panyassis is chiefly remembered for his composition, the Heraclea, a fourteen-book epic in dactylic hexameter detailing the life and labors of Heracles. A smaller, regionally focused epic, the Ionica, which treated Ionian foundation myths, is also attested. Of this substantial body of work, only minute portions remain: sixty-one fragments comprising approximately seventy lines, preserved solely as quotations in the works of later authors. Given that the original Heraclea spanned an estimated nine thousand lines, these fragments provide merely a fleeting impression of its narrative scope and poetic style. Composed in Halicarnassus during a period marked by Persian hegemony and Ionian revolt, Panyassis’s career ended with his reported execution by a local tyrant for political reasons. His poetry belongs to a later phase of the epic tradition, following the Homeric model. The Heraclea is often viewed as crafted for a broad, Panhellenic audience, whereas the Ionica likely functioned to reinforce a distinct Ionian cultural identity. In antiquity, Panyassis was held in high esteem, counted among the five canonical epic poets by the scholars of Alexandria. However, the near-total loss of his texts obscures any direct assessment of his influence on subsequent literature.

ΗΡΑΚΛΕΙΑ
Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας
ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ.
τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς ἀμφιγυήεις,
τλῆ δὲ Ποσειδάων, τλῆ δʼ ἀργυρότοξος Ἀπόλλων
ἀνδρὶ παρὰ θνητῶι θητευσέμεν εἰς ἐνιαυτόν,
τλῆ δὲ καὶ ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης.
δέρμα τε θήρειον Βεμβινήταο λέοντος.
καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος.
τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.
καί ῥʼ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης.
ὣς ἄρα μιν εἰπόντα καταστέγασε Στυγὸς ὕδωρ.
ξεῖνʼ ἄγε δὴ καὶ πῖνʼ, ἀρετή νύ τις ἔστι καὶ αὐτή,
ὅς κʼ ἀνδρῶν πολὺ πλεῖστον ἐν εἰλαπίνηι μέθυ πίνηι
εὖ καὶ ἐπισταμένως, ἅμα τʼ ἄλλον φῶτα κελεύηι.
ἶσον δʼ ὅς τʼ ἐν δαιτὶ καὶ ἐν πολέμωι θοὸς ἀνὴρ
ὑσμίνας διέπων ταλαπενθέας, ἔνθα δὲ παῦροι
θαρσαλέοι τελέθουσι μένουσί τε θοῦρον Ἄρηα.
τοῦ κεν ἐγὼ θείμην ἶσον κλέος, ὅς τʼ ἐνὶ δαιτὶ
τέρπηται παρεὼν ἅμα τʼ ἄλλον λαὸν ἀνώγηι.
οὐ γάρ μοι ζώειν γε δοκεῖ βροτὸς οὐδὲ βιῶναι
ἀνθρώποιο βίον ταλασίφρονος, ὅστις ἀπʼ οἴνου
θυμὸν ἐρητύσας μείνηι πότον, ἀλλʼ ἐνεόφρων.
οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ
ἐσθλόν, ἀλεξίκακον, πάσης συνοπηδὸν ἀοιδῆς.
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης τε,
ἐν δὲ χοροιτυπίης, ἐν δʼ ἱμερτῆς φιλότητος,
ἐν δέ τε μενθήρης καὶ δυσφροσύνης ἀλεωρή.
τῶι σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῶι
πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε γῦπα
ἧσθαι πλημύροντα, λελησμένον εὐφροσυνάων.
πρῶται μὲν Χάριτές τʼ ἔλαχον καὶ ἐύφρονες Ὧραι
μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οὗπερ ἔτευξαν.
τοῖς δʼ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος.
ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου·
εἴ τις δίς γε πίοι καὶ ὑπότροπος οἴκαδʼ ἀπέλθοι
δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι·
ἀλλʼ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
πίνων ἀβλεμέως, τότε δʼ Ὕβριος αἶσα καὶ Ἄτης
γίνεται ἀργαλέη, κακὰ δʼ ἀνθρώποισιν ὀπάζει.
ἀλλὰ πέπον—μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο—
στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δʼ ἑταίρους·
δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου
πινομένης, μή σʼ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσηι,
ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῆισι τελευτήν.
ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσʼ ἅμʼ ὀπηδεῖ.
ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον
ἀγλαός· ὧι πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
πάντες δʼ ὀρχηθμοί, πᾶσαι δʼ ἐραταὶ φιλότητες.
πάσας δʼ ἐκ κραδίης ἀνίας ἀνδρῶν ἀλαπάζει
πινόμενος κατὰ μέτρον, ὑπὲρ μέτρον δὲ χερείων.
ἔνθα δʼ ἔναιε μέγας Τρεμίλης καί ῥʼ ἤγαγε κούρην,
νύμφην Ὠγυγίην, ἣν Πρηξιδίκην καλέουσι,
Σίβρωι ἐπʼ ἀργυρέωι ποταμῶι βαθυδινήεντι·
τῆς δʼ ὀλοοὶ παῖδες Τλῶος ξανθὸς Πίναρός τε
καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετʼ ἀρούρας.
ἐν Πύλωι ἠμαθόεντι
Ἠοίην
βηλά
διχθάδιός ποτε μῦθος· ἄναξ μετεμέμβλετο λαῶν.
πῷς δʼ ἐπορεύθης ῥεῦμʼ Ἀχελωίου ἀργυροδίνα
Ὠκεανοῦ ποταμοῖο διʼ εὐρέος ὑγρὰ κέλευθα;
φολὶς δʼ ἀπέλαμπε φαεινή.
ἄλλοτε μὲν κυάνου, τοτὲ δʼ ἄνθεσιν εἴσατο χαλκοῦ.