Ἀρχὴ σὺν Θεῶ τοῦ τ.Τά: ταῦτα. Ταβερνεῖα: καπηλεῖα· πανδοκεῖα. Τάγηνον: τοῦτο Ἰώνων τινες τήγανον λέγουσιν. Ταγηνίας: πέμματα ἐστὶ τῶν ἀπὸ τηγάνου ἐκ στέατος ὑγροῦ καὶ τυροῦ καὶ μέλιτος καὶ ἀσταφίδος. Τάγυρι: τὸ βραχύτατον καὶ ἐλάχιστον, οἷον ψιλὰ λέγουσιν· Εὔπολις Αἰξίν· Καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς. Τάδε ἐκ τοῦ τρίποδος: τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν· Ἀριστοκλεία γὰρ τηῖ Πυθίαι γενομένη μιχθῆναι Πυθαγόραν τὸν Δελφὸν, καὶ τῶν ὑπʼ αὐτῆς μαντευμάτων παρασημειοῦσθαι, ὅσα ἔχρα ἔνθεος γενομένη· καὶ ταῦτα ὡς ἀληθῆ παρασημειοῦσθαι, ὡς ἐκ τοῦ τρίποδος. Τάδε Μῆδος οὐ φυλάξει: κατὰ τὴν Ξέρξου ἔφοδον τοὺς Ἕλληνας ἀπειρηκότας τὰ ἑαυτῶν ἀναλίσκειν καὶ δαπανᾶν ἐπιλέγοντας, Τάδε Μῆδος οὐ φυλάξει. Τάδʼ οὐ παρὰ Κενταύροισιν: λεγόμενον τί ἦν· Τηλεκλείδης τισί· Τῶν δυνατῶν τί κέλευʼ· οὐ γὰρ παρὰ Κενταύροισιν. Τὰ ἐκ τῶν ἁμαξῶν: ἐπὶ τῶν ἀπαρακαλύπτως σκωπτόντων· Ἀθήνησι γὰρ ἐν τηῖ τῶν Χοῶν ἑορτηῖ οἱ κωμάζοντες ἐπὶ τῶν ἁμαξῶν τοὺς ἀπαντῶντας ἔσκωπτόν τε καὶ ἐλοιδόρουν· τὸ δʼ αὐτὸ καὶ τοῖς Ληναίοις ὕστερον ἐποίουν. Τὰ ἐν ποσίν: τὰ παρόντα ἐν μέσωι. Τὰ ἐπίχειρα: τὰ ἐπιχειρήματα. Ταινίαι: ἐπὶ μὲν ἀνθρώπων τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυμάτια. Ταινιοῦντος: στεφανοῦντος. Τακερόν: ἐφθόν· τετηκός. Τακτικῶς: στρατιωτικῶς. Τἄλλα καὶ φιλώμεθα: λεγόμενον τί· οἷον τᾶλλα καὶ φίλοι ὦμεν. Τάλαντα: τὰ ζυγὰ καὶ τὰ ἱστάμενα. Ταλανίζει: θρηνεῖ· ἄθλιον ἀποκαλεῖ. Ταλαντεύει: σταθμίζει. Τάλαντον: πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθʼ ὃ σημαινόμενον Δημοσθένης φησὶ πεντήκοντα τάλαντα· ἢ σταθμοῦ τι ὄνομα, ὥσπερ Ἀριστοφάνης· Ἀλλʼ ἢ ταλάντω μουσικὴ κριθήσεται· καὶ τὸ Ὁμηρικόν· —χρύσεια πατὴρ ἐτίταινε τάλαντα· τρίτον σημαινόμενον ἡ ῥοπή· τέταρτον, ἀριθμοῦ τι ὄνομα, ὡς καὶ, πολυτάλαντος ὁ πλούσιος, καὶ τὸ Ὁμηρικόν· Κεῖτο γὰρ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα· καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται· ἀρχαία δὲ ἡ χρῆσις· καὶ ἡ τοῦ, τρίτον ἡμιτάλαντον, καὶ, πέμπτον ἡμιτάλαντον, καὶ, ἕβδομον ἡμιτάλαντον· ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον, δύο ἥμισυ τάλαντα· τὸ δὲ πέμπτον ἡμιτάλαντον, τέσσαρα ἥμισυ· καὶ τὸ ἕβδομον ἡμιτάλαντον, ἓξ ἥμισυ· καὶ ὅλως οὗτινος ἀριθμοῦ παρωνύμωι μέρει ἐπονομάσει τίς τὸ ἡμιτάλαντον· τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον ἂν μὲν ὄγδοον, ἑπτά· ἂν δὲ ἔνατον, ὀκτώ· συναριθμουμένου δῆλον ὅτι καὶ τοῦ ἥμισυ· φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν· ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν. Ταλαντουμένην: ἐν Τιμαίωι· τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως σείεσθαι μὲν ὑπʼ ἐκείνων· κινουμένων δʼ αὖ πάλιν ἐκεῖνα σείειν· μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται· καὶ ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν. Ταλάντωσις: στῆσις· στάθμησις. Τάλαρος: καλαθίσκος· κόφινος. Τάλας: ἄθλιος. Ταλάσης: ὑπομείνης. Ταλασίαν: ἐριουργίαν. Ταλάσιον: ἐριούργιον. Ταλασιουργία: ἡ τῶν ἐρίων ἐργασία. Ταλασίφρονα: ὑπομονητικόν. Ταλαιπαθές: ταλαίπωρον. Τάλεσιν: ἀναλώμασιν. Ταλαπείριον: οἱ τραγικοὶ τὸν ταλαίπωρον λέγουσιν. Τάλιδος: τῆς μελλογάμου· οὕτως Ἀριστοφάνης. Ταμίαι: ἄρχοντές εἰσιν Ἀθήνησιν κληρωτοὶ ἀπὸ τῶν πεντακοσιομεδίμνων, οἳ τὰ ἐν τωῖ ἱερωῖ τῆς Ἀθηνᾶς ἐν ἀκροπόλει χρήματα ἱερά τε καὶ δημόσια φυλάττουσιν· ἀλλὰ καὶ αὐτὸ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς· εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι, ἄρχοντες χειροτονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις· ὁ μὲν ἐπὶ τὴν πάραλον, ὁ δὲ ἐπὶ τὴν τοῦ Ἄμμωνος. Ταμίαι: ἔφοροι· φύλακες· ταμιοῦχοι· διοικηταί. Ταμίαι: ἀρχή τις παρὰ Ἀθηναίοις ἦν οἱ ταμίαι δέκα τὸν ἀριθμόν· παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας, καὶ τὸν ἄλλον κόσμον, καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης· εἰσὶν δέ τινες καὶ τῶν τριηρῶν ταμίαι, ὡς ὁ αὐτός· ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι, δεδήλωκεν Εὔπολις. Ταμιεῖον: κοιτῶνα. Ταμιεύεται: διοικεῖται· ἀποκρύπτει· φυλάττει. Ταμιευόμενον: φυλάττοντα. Ταμίης: δεσποίνης. Τάμισος: πυτία. Ταναϋφῆ: λεπτοϋφῆ. Ταμύναι: πόλις ἐστιν ἐν Εὐβοίαι ἐν τηῖ χώραι τηῖ Ἐρετριέων· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς Αἰσχίνης φησὶ, καὶ οἱ τὰ Εὐβοιακὰ γράψαντες. Τᾶν: ἑταῖρε, ἢ σύ. Τανύπεπλος: ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ. Τανύποδας: ταχείας. Τανύμηκες: τεταμένην ἔχων τὴν ἀκμὴν ἢ αἰχμὴν ἠκονημένην. Τανύπτερος: παρατεταμένα πτερὰ ἔχουσα. Τάξαι: τὸ τιμῆσαι· ἐν Νήσοις Πλάτων. Τάξασθαι: ταχθήσεται ὡς εἰς πόλεμον. Ταξίαρχος: ἡγεμών· στρατοπεδάρχης. Τάπητες: ἐπιβόλαια ἢ στρώματα· οὕτως Ἀριστοφάνης. Ταονθαρύζειν: τρέμειν. Τὰ πολλά: ἀντὶ τοῦ, ὡς ἐπὶ τὸ πολύ· ὡς ἐπὶ τὸ πλεῖστον. Ταπὶ κοσκίνωι: λεγόμενον ποῖον· τἀληθῆ πάντα. Τὰ πρῶτʼ ἀρίστους παῖδας Αἴγινα τρέφει: παροιμία· ἐν ἀκμηῖ γὰρ, φασὶ, μεταβάλλουσιν ἐπὶ τὸ χεῖρον οἱ Αἰγινῆται ἀπὸ Ἀχιλλέως· Πατρόκλου· Αἴαντος· Νεοπτολέμου. Ταραντῖνον: λεπτὸν καὶ διαφανὲς ἱμάτιον· οὐ πάντως πορφυροῦν, ὥς τινες ὑπέλαβον· οὕτως Νικόστρατος. Ταραντῖναι βαφαί: παρὰ Ἀχαιωῖ· οἶμαι, τὰ ἀλουργὰ ἢ τὰ ἀπὸ τοῦ ὀστρέου. Ταρβεῖ: φοβεῖται. Ταρβεῖ: καὶ τάρβος· εὐλάβεια· φόβος. Ταριχεύειν· ταριχεύσειν: ὥσπερ οἱ τὰ ὄα τέμνοντες καὶ μέλλοντες ταριχεύσειν· σημαίνει δὲ καὶ τὸ ξηραίνειν. Ταριχεύει: τήκει· ξηραίνει. Ταρροί: τάλαροι καὶ ταρσοί· καὶ τὰ πλατύσματα τῶν κωπῶν· καὶ αὐτὸ τὸ πτέρωμα· καὶ Θουκυδίδης οὕτως. Ταρσοί: τὰ ἀγγεῖα τῶν τυρῶν· καὶ τὰ ἔξω τῶν κωπῶν· καὶ ταρσοῖς· πτεροῖς ἄκροις. Τάρπη: κόφινος. Ταρσός: ἐκ μέρους ἢ τὸ πλάτος τοῦ ποδός· ἢ τὸ ἄκρον τῆς χειρός. Τάρρωμα: τὴν κωπηλασίαν· οὕτως Ἀριστοφάνης. Τάρταρος: ὁ κατώτερος τοῦ Ἅδου τόπος. Τάρταρον: τὸν περὶ τὰ νέφη τόπον οὕτως λέγουσι περὶ ψυχῆς. Ταρτημόριον: δίχαλκον· ὁ γὰρ χαλκὸς ὄγδοον τοῦ ὀβολοῦ· καὶ ταρτημοριαῖον τινὰ καλοῦσιν, οἷον διχάλκου ἄξιον. Ταρτησία μύραινα: ὡς ἐκεῖ γινομένων μεγίστων. Τάσις: ἔκτασις· καὶ δρόμος. Ταντάλου τάλαντα: πλούσιος ὁ Φρὺξ Τάνταλος διαβεβόητο, Πλουτοῦς καὶ Διὸς λεγόμενος· κέχρηται δὲ τηῖ παροιμία καὶ Ἀνακρέων ἐν γʹ· γέγονε δὲ παρὰ τὸ ὄνομα τάλαντα· ὡς καὶ παρὰ τωῖ κωμικωῖ εἴρηται· Τὰ Ταντάλου τάλαντα τανταλίζεται. Τὰ Σαμίων ὑποπτεύεις: αὕτη λέγεται ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν προδοσίας· παρῆλθεν δὲ ἀπὸ τῶν γενομένων ὑπὸ Ἀθηναίων εἰς Σαμίους αἰκισμῶν· ἑλόντες γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι, τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἔστιξαν τηῖ καλουμένηι Σαμιηῖ, ἥ ἐστιν εἶδος πάθους Σαμιακοῦ· ἀνθʼ ὧν καὶ οἱ Σάμιοι τοὺς ἁλόντας μετὰ ταῦτα Ἀθηναίους ἔστιξαν. Τὰ τῶν φόρων κρείττω: παροιμία ἐστι λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν. Ταυρέας: ὄνομα κύριον. Ταῦρον: τὸ γυναικεῖον αἰδοῖον. Ταυροπόλον: τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα· ὡς Ἀπολλόδωρος· Ἴστρος δʼ ἐν γʹ Ἀτάκτων, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππολύτωι ταῦρον ἐξώστρησεν ἐπὶ πᾶσαν γῆν· οἱ δʼ ὅτι ἔβαλεν, διὸ καὶ ταυροβόλον καὶ Ἀθηνᾶ δὲ Ταυροβόλος ἐν Ἄνδρωι· ὁ γὰρ Ἄνιος δοὺς ταῦρον τοῖς Ἀτρείδαις, ἐκέλευσεν ὅπου ἂν ἐκ τῆς νεὼς ἅλληται, ἱδρύσασθαι Ἀθηνᾶν· οὕτως γὰρ εὐπλοήσειν· ὁ δὲ ἐν Ἄνδρωι ἐξήλατο. Ταυροφάγον: τὸν Διόνυσον Σοφοκλῆς ἐν Τυροῖ· ἀντὶ τοῦ ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο· ἢ τὸν ὠμηστὴν, ἀφʼ οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετήνεγκε τούνομα Ἀριστοφάνης. Ταυτάζειν: στραγγεύεσθαι· ἐπὶ πολὺ διατρίβειν ἐν τωῖ αὐτωῖ· ὁτὲ δὲ φροντίζειν. Ταῦτα πράσσων φάσκʼ ἀνὴρ οὐδὲν ποῶν: Κρατῖνος Ὥραις· ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούντων. Ταύτη: τούτου ἕνεκεν ἢ οὕτως. Ταυτοεπεῖν: ταυτολογεῖν. Ταυτότητος: ἀπαραλλάκτου φύσεως. Τάφος: καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. Ταφρεῦσαι: διορύξαι· περισκάψαι. Τάφρος: τὸ περὶ τὸ τεῖχος ὄρυγμα. Τάχα: ἀντὶ τοῦ ἔπειτα· οὕτως Ἀναξανδρίδης. Τάχα: ἴσως ἢ ταχέως ἢ τυχόν. Τάχας: τοὺς καταστοχασμοὺς παρὰ τὸ τάχα· οὕτως Ἀριστοφάνης. Ταχύ: ἀντὶ τοῦ ταχέως· ἔστι παρὰ πολλοῖς τῶν παλαιῶν. Ταχυβάμονας ὅρκους: Ἀρίσταρχος κατὰ ἀντίφρασιν ἀκούει· ἀντὶ τοῦ βραδεῖς· βέλτιον δὲ τοὺς ἐν ἑτέρωι τινὶ γινομένους νοεῖν· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες· ὅθεν καὶ παροιμία· Ἀφροδίσιος γὰρ ὅρκος οὐκ ἐμποίνιμος. Ταχυναυτεῖ: ταχέως πλεῖ. Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες: ἐπισείοντες τὴν κεφαλήν· ὃ ποιοῦσιν ἐκλελυμένοι. Τέγγει: βρέχει· μαλάττει. Τέγγεσθαι: εἴκειν· ἐνδιδόναι. Τέγξω: βρέξω. Τεγχθέντων: ἀντὶ τοῦ εἰξάντων· ἔνθεν καὶ ὁ ἄτεγκτος· Πολιτείας βʹ· τὸ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας. Τέγος: στέγη ἢ ὑπερῶον· δωμάτιον· οἰκεῖα προσνοεῖν. Τεθηγμένον: ἠκονημένον. Τεθηλότα: θάλλοντα. Τεθημμένον: συγκεχυμένον· τετυφλωμένον. Τέθηπα: καταπέπληγμαι. Τεθηπότες: ἐπτοημένοι· δειλιάσαντες. Τέθμια: νόμος. Τέθνασο: προστακτικόν. Τενθεία: γαστριμαργία πολλή. Τεθολωμένος: καὶ ἐπὶ χαρᾶς· Φερεκράτης Μυρμηκανθρώποις· Γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον· καὶ ἐπὶ λύπης· Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθʼ ἡ καρδία. Τέθριππον: ἐκ δʼ ἵππων ἅρμα. Τεθυκώς: εὐχαριστήσας. Τεθυμμένος: ὑπὸ πυρὸς ἐκκεκαυμένος· ἢ κεκακωμένος. Τεθυωμένοι: τεθυμιαμένοι· εὐώδεις. Τέθωται: τεθοίνηται. Τεικτούς: χρηστούς. Τείρει: καταπονεῖ. Τειχήρεις: τετειχισμένους. Τέκεα: τέκνα. Τεκμήριον: ἀληθινὸν σημεῖον. Τέκμωρ: τέλος· μόρον· θάνατον. Τέκος: τέκνον. Τεκταινόμενος: κατασκευάζων. Τεκτήνατο: κατεσκεύασεν. Τέκτων: κοινὸς τεχνίτης· ὁ λιθοξόος· καὶ ὁ τῶν ξύλων. Τελαμών: ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος. Τελέθει: γίνεται. Τελέθουσι: γίνονται· θάλλουσιν. Τέλλει: ἐπιτέλλει· ποιεῖ. Τελενικίσαι: ἐν Σεριφίοις· τὸ κενῶσαι· ἀπὸ Τελενίκου τινὸς, ὡς τὸ εἰκὸς, πένητος παντελῶς· καὶ λέγεταί τις Τελενίκειος ἠχὼ, ἐκ μεταφορᾶς ἀπὸ τῶν κενῶν ἀγγείων. Τέλεον: καὶ τὸ τέλειον· τελείους τοὺς γεγαμηκότας καλοῦσιν, καὶ τελεωθῆναι, τὸ γῆμαι. Τελμῖνα καλοῦσι τὸν ἐκ τῶν τελμάτων πηλόν. Τελεσθῆναι: τὸ ἀναλωθῆναι· οὕτως Ἀντιφῶν. Τελεσφόρος: τέλειος μάντις· ἐγγαστρίμυθος. Τελετή: θυσία μυστηριώδης. Τελευτῆσαι: τελέσαι. Τελθεῖν: ἐν ὠδηῖ τέρπειν. Τελισκόμενος: τελειούμενος· πληρούμενος· ἐνθουσιῶν. Τέλμα: τόπος πηλώδης ὕδωρ ἔχων. Τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος ἢ βάθρα· Ἰσαῖος δὲ εἶπεν τὰ γεωργήσιμα χωρία. Τέλος: ἀρχή· πρᾶξις· τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσι· τέλος καὶ τὸ δαπάνημα· ὅθεν καὶ πολυτελὲς, τὸ πολυανάλωτον· τέλος καὶ τὸ πέρας, καὶ ὁ γάμος· ὅθεν καὶ τὰ προτέλεια. Τελμισεῖς: οἰκοῦσιν ἐν Καρίαι, κατέχοντες ξʹ στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων· Τελμισὸς δὲ πόλις ἐν Λυκίαι, ἀπὸ Τελμισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέρων, ηἷ ἐμίγη εἰς σκύλακα μεταβαλών· διὸ καὶ τερασκόπον αὐτὸν ἐποίησεν, ὡς Διονύσιος ἐν Κτίσεσιν. Τελοῦντα: τεταγμένον. Τελχῖνες: πονηροὶ δαίμονες· φθονεροί· βάσκανοι. Τελχιταίνει: ἀντερίζει· σκληροτραχηλεῖ. Τεμένη: ναοί· ἱερά· ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία. Τέμνειν: πείθειν· τιμᾶν· ἡγεῖσθαι. Τέμνουσι φάρμακον: τιμῶσιν· ἡγοῦνται· οὕτως ἄλλοι τε καὶ Ἱεροκλῆς. Τέμπη: τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι· στενόταται διεκβολαί. Τέμπλα: ἐπίσημα. Τενάγη: διάβροχοι· κάθυγροι τόποι· πηλώδεις· πελάγη· ἢ ἰλὺς, ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ, καὶ βοτάνης ἐπιφαινομένης τῶ ὕδατι. Τέναρος: κακοῦργος· συκοφάντης. Τενέδιος ἄνθρωπος: Κύκνον τὸν Ποσειδῶνος, γενόμενον πατέρα Ἡμιθέας καὶ Τέννου, ἐπιγῆμαι τούτοις· καὶ κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆς μητρυιᾶς ὡς πειρῶντα αὐτήν· πεισθέντα δὲ Κύκνον εἰς λάρνακα βάλλειν τὸν νεανίαν· ἑλομένης δὲ τῆς Ἡμιθέας συγκινδυνεύειν τωῖ ἀδελφωῖ, ἑκατέρους κατεπόντωσεν ἡ δὲ λάρναξ ἠνέχθη ἐπὶ τὴν πρότερον καλουμένην Λευκόφρυν, ὕστερον δὲ Τένεδον ἀπʼ ἐκείνου· ὃς καὶ βασιλεύσας τῆς νήσου, ἐνομοθέτησεν τοῖς τὰ ψευδῆ κατηγοροῦσιν ὄπισθεν παρεστάναι τὸν δήμιον πέλεκυν ἐπηρμένον, ὡς ἐλεγχθέντας παραχρῆμα ἀναιρεῖσθαι· ἀπὸ δὲ τοῦ φοβεροῦ θεάματος ἐκείνου λέγεσθαι, Τενέδιος ἄνθρωπος· εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις. Τενέδιος ξυνήγορος: ἀπότομος· δύο γὰρ πελέκεις ἐν ἀναθήμασι τιμῶσι Τενέδιοι· καὶ παροιμία, Τενέδιος πέλεκυς· Ἀριστοτέλης μέντοι, ὅτι βασιλεὺς Τενέδιος μετὰ πελέκεως δικάζων τὸν ἀδικοῦντα εὐθέως ἀνήρει· ἢ ὅτι Ἀσσερῖνα τόπος ἐν Τενέδωι, ἔνθα ποταμίσκος, ἐν ωἷ καρκίνοι τὰ χελώνια διηρθρωμένα ἐπὶ πλεῖον ἔχοντες καὶ πελέκει ἐμφερῆ· ἢ ὅτι βασιλεὺς τίς νόμον θεὶς πελέκει τοὺς μοιχοὺς ἄμφω καρατομεῖν· καὶ ἐπὶ τοῦ υἱοῦ ἐτήρησεν τοῦτο· καθὸ καὶ ἐν τωῖ νομίσματι ἐφʼ οὗ μὲν πέλεκυς, ἐφʼ οὗ δὲ δύο πρόσωπα ἐξ ἑνὸς αὐχένος· οἱ δʼ ὅτι Τέννης, διʼ ἃ ἔπαθεν ὑπὸ τῆς μητρυιᾶς, μετὰ πελέκεως τὰς φονικὰς ἔκρινε δίκας. Τενθεύς: ὁ Πενθεύς· παρʼ Ἑκαταίωι. Τένθης: λίχνος· καὶ τενθεία, ἡ λιχνεία. Τενέδιος πέλεκυς: ἐπὶ τῶν ἀποτόμων· Τέννης γὰρ, διὰ τὰ τῆς μητρὸς αὐτοῦ ψευδῆ κατηγορηθέντα, ἐνομοθέτησεν ἐξόπισθεν τοῦ θανάτου κατηγοροῦντος ἵστασθαι τινὰ ἔχοντα πέλεκυν· τὸν δʼ ἀδικεῖν γνωσθέντα τούτωι παίειν. Ταινίαι: ζῶναι. Τένθης: ὁ γαστρίμαργος. Τένοντας: τραχήλους· τὰ διατεταμένα νεῦρα. Τέρας: παράπλασμα· παρὰ φύσιν τεχθέν· ἢ σημεῖον. Τεράστια: σημεῖα· θαύματα. Τεραίζεις: ἀντὶ τοῦ τερατεύη· οὕτως Πλάτων. Τέραμνον: ἁπαλόν· ἑψανόν· καὶ ἀτέραμνον, τὸ δυσέψανον· οὕτως Πλάτων. Τεράμων καὶ ἀτεράμων: καὶ τεράμον τὸ ἑψανόν· λέγουσι δὲ καὶ ὕδωρ οὕτως· ὡς τὸ τῆς Ἀρεθούσης ἐν Χαλκίδι. Τερμέρια: τὰ μεγάλα· Τέρμερος γὰρ καὶ Λύκος θηριώδεις καὶ λησταὶ ἐγένοντο· καὶ ὁ Τέρμερος πόλιν ἐν ἄκραι τινὶ τῆς Μυνδίας κτίσας ἑαυτοῦ ἐπώνυμον, ἐντεῦθεν ἐλήστευεν ὁρμώμενος. Τερατία: ψευδολογία. Τερατίαι: ψευδολογίαι· οἱ θαυμαστὰ καὶ παράδοξα μυθεύοντες. Τερατοσκόπος: μάντις· τερατουργός· θαυματοποιός. Τερατώδη: παράδοξα. Τέρεν: ἁπαλόν. Τερετίζομεν: τὸ αὐτὸ μέλος ἄδομεν. Τερετίσματα: ὠδαὶ ἀπατηλαί· ἢ ἄσματα ἔκλυτα· ἀπὸ μεταφορᾶς τοῦ τέττιγος ἢ τῆς χελιδόνος. Τέρετρον: τρυπάνιον. Τερηδών: σκώληξ ξυλοτρώκτης· οἰκῶν ἐν ξύλωι. Τερθρεία: ἡ λεπτολογία· ἔστιν γάρ τι σχοινίον ἐν τοῖς πλοίοις λεπτὸν, ὃ καλεῖται τέρθρον· φασὶ δέ τινες τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τωῖ ἱστωῖ ὀργάνου, ἀφʼ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία· ἄλλοι δὲ τερθρείαν φασὶ τὴν φλυαρίαν τὴν ἐν τοῖς δύο μέρεσι καλουμένην μάχην· οἱ δὲ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους, μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώρας, στρατεύεσθαι μὲν εἰ συμβαίη πόλεμος· μὴ μέντοι μετὰ τῶν ἄλλων, ἀλλʼ ἰδία ἐν μέρεσι τοῖς ἀκινδύνοις τῆς μάχης· διʼ ὃ τὴν στρατείαν καλεῖσθαι τὴν ἐν τοῖς μέρεσιν· σημαίνει καὶ ἀπάτηι καὶ περιεργίαι. Τέρμα: τέλος· ὅρος ἢ καμπτήρ. Τερματίζεται: τελειοῖ. Τέρπεσθον: τέρπονται δυικῶ. Τέρμινθος: ἐμφερὲς λινωῖ φυτὸν, ἐξ οὗ πλέκεσθαι φασὶν Ἀθήναις ὁρμιὰς χρειώδεις ἐς τὰ πάντα καὶ πρὸς ἀλεξιφάρμακον. Τερπικέραυνος: ὁ τοῖς κεραυνοῖς τερπόμενος. Τερπωλήν: τέρψιν. Τερποτράμις: ἡ τῶν Ἀφροδισίων τέρψις· οὕτως Τηλεκλείδης. Τεταρτημόριον: τὸ δʹ μέρος τοῦ ὀβολοῦ τουτέστι χαλκοῖ δύο· καὶ γὰρ ὁ μὲν ὀβολὸς ὀκτὼ χαλκοῦς ἔχει· τὸ δὲ δʹ αὐτοῦ δῆλον ὅτι δύο χαλκοῖ εἰσιν. Τετάφατε: ἐθάψατε. Τετελεσμένον: μεμιασμένον. Τέτευκται: κατεσκεύασται. Τέτηκα: ἔτηξα· ἢ ἐτάκην. Τέτλαθι: ὑπόμεινον. Τετληκώς: ὑπομείνας. Τετραβάμων: τετράπους Τετράδι γέγονας: ἐπὶ τῶν ἄλλοις πονούντων· καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι· Φιλόχορος δὲ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι· διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτηι εἰς θεοὺς μεταστάντι. Τερμέρια κακά: περὶ Καρίαν χωρίον Τερμέριον καλεῖται ωἷ ἔχρωντο οἱ τύραννοι δεσμωτηρίωι· τὸ δὲ χωρίον ἐρυμνὸν τυγχάνον κεῖται μεταξὺ Μύλου καὶ Ἁλικαρνασσοῦ· τῶν δὲ ἀπʼ αὐτοῦ ληϊζομένων δυσαλώτων τυγχανόντων, λεχθῆναι τοῦτο. Τεταμένον φῶς εὐθὺ οἷον κίονα: τὸ οὐράνιον λέγει· τὸ γὰρ συνεχὲς τὴν ὑποφορὰν τὸ ὑπόζωσμα τοῦ κόσμου· κατʼ ἄκρα δʼ αὖ διήκων ἐπινοεῖται ὁ ἄξων· εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν· τινὲς τὸν ἄξονα τοῦ κόσμου· οἱ δὲ κύλινδρόν τινα πυρὸς αἰθερίου περὶ τὸν ἄξονα ὄντα. Τετρακόσιοι: οἱ τετρακόσιοι πρὸ ἑπτὰ ἐτῶν κατέστησαν τῶν λʹ τυράννων παρʼ Ἀθηναίοις, οἵτινες τέσσαρας μῆνας ἦρξαν τῆς πόλεως. Τετρακτύς: οἱ τέσσαρες ἠγοῦν ἡ τετράς. Τετραρχία: τεττάρων μερῶν ὄντων τῆς Θετταλίας· ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο· ὄνομα δὲ φησὶν εἶναι ταῖς τέτταρσιν· Θετταλιῶτιν· Φθιῶτιν· Πελασγιῶτιν· Ἑστιαιῶτιν· καὶ Ἀριστοτέλης δὲ ἐν τηῖ κοινηῖ Θετταλῶν πολιτεία ἐπὶ Ἀλεύα τοῦ Πύρρου διηρῆσθαι φησὶν εἰς τέτταρας μοίρας τὴν Θετταλίαν· εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. Τετραχίζειν: οἷον ἐπὶ τετάρτωι μέρει ποιεῖν τι· οὕτως Ἀριστοφάνης. Τετρίγει: ἔτριζεν· ἢ ποιὸν ἦχον ἀπετέλεσεν. Τετριγυῖα: τρίζουσα. Τετρηχυῖα: τεταραγμένη. Τετρυπημένη ψῆφος: τῶν ψήφων οὐσῶν χαλκῶν· καὶ καυλίσκον ἐχουσῶν, αἱ μὲν ἦσαν τετρυπημέναι· ὅσαι καὶ κατεψηφίσαντο· αἱ δὲ πλήρεις ἀτρύπητοι, ὅσαι ἠφίεσαν τοὺς κρινομένους. Τετρυπημένη: ψῆφοι εἰσὶν χαλκαῖ αὐλίσκον ἔχουσαι ἐν τωῖ μέσωι· αἱ μὲν ἡμισεῖαι τετρυπημέναι· αἱ δὲ ἡμισεῖαι πλήρεις· οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπεὶ δʼ ἂν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστωι τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρεις μήτε τετρυπημένας λαμβάνωσιν. Τετρύσθαι: καταπεπονῆσθαι. Τετρυχωμένος: κεκακωμένος. Τετρωβολίζων: τὸ δικαστικὸν τετρώβολον λαμβάνων· ἐγένετο γὰρ καὶ τοσοῦτον ποτέ. Τέτρωρον: τέθριππον ἤγουν τετράϊππον. Τετταράκοντα: κληρωτὴ τίς ἦν Ἀθήνησιν ἀρχὴ μετὰ τὸν ἀριθμὸν, οἳ τὰς ἰδιωτικὰς δίκας ἐδίκαζον· ἀλλὰ τὰς μὲν ἄχρι δέκα δραχμῶν αὐτοτελεῖς ἦσαν δικάζειν· τὰς δὲ ὑπὲρ ταύτας τοῖς διαιτηταῖς παρεδίδουν. Τεττιγοφόροι: οἱ Ἀθηναῖοι· τέττιγας γὰρ ἐφόρουν χρυσοῦς· σύμβολον τοῦ γηγενεῖς εἶναι· Θουκυδίδης αʹ· καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τηῖ κεφαληῖ τριχῶν. Τετύκοντο: παρεσκευάζοντο. Τέτυκται: κατεσκεύασται. Τετυρευμένον: συγκείμενον· πεπηγός. Τετύφωμαι: ἀντὶ τοῦ ἐμβεβρόντημαι· ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν· ἢ ἀπὸ τῶν Τυφωνικῶν καλουμένων πνευμάτων· ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα· καὶ γὰρ Ἀλκαῖος φησί· Πάμπαν δʼ ἐτύφωσʼ, ἐκ δʼ ἕλετο φρένας Τετυφῶσθαι: μεμηνέναι. Τετύχηκεν: οἷον συμβέβηκεν· τέτευχεν δὲ ἐπιτέτευχεν· τὸ μέντοι γεγράφηκεν παρὰ Θεοπόμπω καὶ ἑτέροις, βάρβαρον. Τευθίδες: σηπίαι. Τευκτῆρι: ποιητηῖ· κατασκευαστηῖ. Τευκτόν: χειροποίητον. Τευμησία: περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγραφηκότες ἱκανῶς ἱστορήκασι, καθάπερ Ἀριστόδημος· ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις· διὸ τῆς βασιλείας ἐξέκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας· Κέφαλον δὲ φασὶ τὸν Δηϊόνος Ἀθηναῖον ὄντα καὶ κύνα κεκτημένον, ὃν οὐδὲν διέφευγεν τῶν θηρίων, ὡς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκριν, καθηράντων αὐτὸν τῶν Καδμείων, διώκειν τὴν ἀλώπεκα μετὰ τοῦ κυνός· καταλαμβανομένους δὲ περὶ τὸν Τευμησσὸν λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώπεκα· εἰλήφασι δʼ οὗτοι τὸν μῦθον ἐκ τοῦ ἐπικοῦ κύκλου. Τεῦξαι: κατασκευάσαι. Τευτάζειν: πραγματεύεσθαι ἢ σκευωρεῖσθαι· ἢ στραγεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τωῖ αὐτωῖ· Λυκόφρων οὕτως καὶ Δίδυμος προσθεὶς ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν· Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονα φησὶν εἶναι τὸ ἐπιστρεφῶς τί πράττειν ἢ ἐνεργεῖν· καὶ Ἀρτεμίδωρος τὸ φροντίζειν· Φρύνιχος Μύσταις· Μάστιγα δʼ ἐν χερσὶν ἔχων τευτασθαι· Πλάτων Ξάνταις· Ἦν δὴ θόρυβος τευτάζοντων· ἀντὶ τοῦ πραγματευομένων ἢ διατριβόντων· καὶ ἐν Τιμαίωι· τῶ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετευτακότι· οἷον διατετριφότι· γράφεται καὶ τεταυτακότι· Τηλεκλείδης· Πάντες δὲ τευτάζουσιν οἱ διάκονοι· ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται· Φερεκράτης· Ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτω δεῖπνον παραθεῖναι· σημαίνει δὲ καὶ τὸ σπουδάζειν· Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν· καὶ τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων· φλυαρῶν. Τευταται: μηχανᾶται. Τεύχεα: ὅπλα· σκεύη. Τεύχοντες: κατασκευάζοντες. Τευτάζων: τὸ αὐτὸ ἀεὶ λέγων· φλυαρῶν. Τεῦχος: οὐ μόνον τὸ βιβλίον, ἀλλὰ πᾶν ἀγγεῖον. Τέφραν: καὶ σποδὸν λέγουσιν Ἀττικοὶ καὶ Πλάτων εἴρηκεν τέφραν ἐν Λύσιδι. Τεφρώσας: ἐμπρήσας· σποδώσας. Τεχνηθέντος: δημιουργηθέντος. Τέως: ἀντὶ τοῦ πρὸ τοῦ· πρίν· ἕως τίνος· ἐπὶ τοσοῦτον ἕως. Τῆ: ταύτη ἢ δέξαι. Τῆδε: ταῦτα· ἢ ἐνταῦθα· ἢ ὧδε· ἢ ἐνθάδε. Τῆ δʼ ἔνι: ἐν ταύτη δʼ ἔστιν. Τήβεννα: ἱμάτιον ἢ χλαμὺς ὃ φοροῦσιν τύραννοι. Τηθαλλαδοῦς: γυναικοτρόφος· ὑπὸ τίτθηι τεθραμμένος. Τηθαλλαδοῦς: ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσιν. Τήθεαι: ὄστρεια. Τῆ ἀληθείαι σφραγίζεται: ἀντὶ τοῦ βεβαιοῦται. Τήθη: μάμμη· ἡ πατρὸς ἢ μητρὸς μήτηρ. Τηθίς: θεία· πατρὸς ἢ μητρὸς ἀδελφή. Τηκεδόνι: τηῖ φθίσει. Τηλαυγές: λίαν λαμπρόν. Τηλαύγημα: ἀρχὴ λέπρας ἐν τηῖ τοῦ σώματος ἐπιφανείαι. Τηλεδαπός: μακρὰν ἀφεστηκώς. Τηλεκλειτοί: ἄγαν ἔνδοξοι. Τηλεφάνης: αὐλητής· ὄνομα κύριον. Τηλεφανής: μακρόθεν φαινομένη. Τηλία: πῆγμα τετράγωνον, ἐφʼ οὗ ἤτοι τὰ ἄλφιτα πιπράσκεται, ἢ ἀλεκτρυόνες συμβάλλονται. Τηλικοῦτος: ἐπὶ ἡλικίας τίθεται· οὕτως Μένανδρος. Τήλοθι καὶ τήλοσε: πόρρω· μακράν. Τηλυγέτης: μονογενής· καὶ τηλύγετον, μονογενῆ. Τημελές: ἐπιμελές. Τημελής: ἐπιμελής· σπουδαῖος. Τημελῆσαι: ἐπιμελῆσαι· φροντίσαι. Τημελήσαντες: θλίψαντες. Τημελούμενον: ἐπιμελούμενον· φιλοκαλούμενον. Τῆ μέν: ὅπου μέν· ἢ ἐν μέρει. Τὴν Ἀκεσαίου σελήνην: ἡ παροιμία· λέγεται δὲ ἐπὶ διαμενόντων καὶ βραδυνόντων· ἦν δὲ Νείλεω κυβερνήτης ὁ Ἀκεσαῖος. Τηνάλλως: μάτην· καὶ οὐ τηνάλλως μετὰ τῆς ἀποφάσεως λέγεται· ὁ δὲ Φιλήμων Νυκτί· Τὸ κανοῦν δʼ ὁ παῖς περίεισι τηνάλλως ἔχων· ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην· καὶ ἐν Θεαιτήτωι Πλάτωνος. Τὴν γλαῦκα τωθάζουσι: παροιμία. Τήνελλα: τοῦ ἐπαυλήματος μίμησις καὶ τοῦ κρούματος. Τὴν ἐμὴν κάμνειν νόσον: παροιμία, ὡς ἡ τοιαύτη· ταυτὸν ἕλκομεν ζυγόν. Τηνια: ὅτι οἱ ὄφεις ἐν Τήνωι πικροὶ γίνονται. Τηνικαῦτα: τότε. Τὴν κατὰ σαυτὸν ἔλα: τοῦτο οἱ μὲν Πυθικὸν εἶναι φασὶν ἀπόφθεγμα· οἱ δὲ Σόλωνος· ἔνιοι δὲ αὐτὸ Χείλωνα εἰπεῖν συμβουλευομένωι τινὶ, εἰ πλούσιον ἕλοιτο γάμον. Τὴν λεοντῆν ἐνδύου: ἴσον τῶ γενναΐζου. Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν: βοηλάτης ἐκ κώμης ἄμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς κοιλώδη φάραγγα, δέον βοηθεῖν, ἀργὸς ἵστατο, Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων τῶν θεῶν ἀσπαζόμενος ἐτίμα· ὁ δὲ θεὸς ἐπιστὰς εἶπεν· τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας νύττε· καὶ τότε τὸν θεὸν εὔχου, ὅτἂν καὐτὸς τί ποιῆς· μὴ μέντοι γε μάτην εὔχου· ἐκ τούτου εἰς παροιμίαν εἰσήχθη. Τηροῦ: φυλάττου. Τῆς μητρὸς ὡς αἲξ καλεῖται: οἱ γὰρ ἔριφοι ἐν τοῖς αἰπολίοις ἀπὸ τῶν μητέρων γνωρίζονται· ἀπὸ πατέρων γὰρ ἀδύνατον. Τητᾶσθαι: στερίσκεσθαι. Τῆνος: μία τῶν Κυκλάδων νήσων. Τήτει: σπάνει. Τῆτες: τούτω τωῖ ἔτει· ἐπʼ ἔτος. Τητινοί: πυροὶ οἱ τετράμηνοι· οὓς Ἴωνες σητανίους καλοῦσιν. Τήτθη: μαμμή. Τητώμενον: στερισκόμενον. Τιάρα: κόσμος ἐπικεφάλιος· ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις· οἱ δὲ στρατηγοὶ κεκλιμένην· καὶ Δημάρατος ὁ Λακεδαιμόνιος, ὃς δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰς Ἀθήνας, ἐπί τινος εὐημερίας συγχωρήσαντος αὐτωῖ τοῦ βασιλέως, ὃ θέλει, αἰτήσασθαι, ηἰτήσατο ἐν ὀρθηῖ τηῖ τιάραι εἰς Σάρδεις εἰσελάσαι, ὡς Φύλαρχος ἐν ιʹ· τὸ δʼ αὐτὸ φασὶν εἶναι καὶ κίταριν· Θεόφραστος δʼ ἐν τῶ περὶ βασιλείας Κυπρίων τὴν κίταριν ὡς διάφορον. Τίβιοι: ἔθνος· Λεύκων ἐν Φράτερσιν· τάχα δὲ οἱ αὐτοὶ τοῖς Τιβαρηνοῖς. Τιαγγάβαρι: τὸ κιννάβαρι· Διοκλῆς. Τιγόνιον: ἐπὶ νηπίου τίθεται. Τί δέ: τί δή· καὶ οὕτως λέγουσι τὸ τί δή. Τί δῆτα ἔχων στρέφη: ἀντὶ τοῦ ἐνδιατρίβεις. Τί δῆτά σοι: τί σοι. Τί ἐστιν τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς, καὶ τὸ θρυλούμενον ποτὲ ἀπόρρητον ἐκεῖνο· Θεόπομπος ἐν λαʹ δεδήλωκε· φησὶ γάρ· καὶ πέμπει πρὸς Φίλιππον πρεσβευτὰς, Ἀντιφῶντα καὶ Χαρίδημον, πράξοντας καὶ περὶ φιλίας· οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτωι συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν· ὑπισχνούμενοι Πύδναν· οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων, εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθάνειν τοὺς Πυδναίους ἐκδιδόναι μέλλοντες αὐτούς· ἐν ἀπορρήτω δὲ μετὰ τῆς βουλῆς ἔπραττον. Τίζειν: τί λέγειν· οὕτως Ἀριστοφάνης. Τιθασεύει: ἡμεροῖ· πραΰνει. Τιθασόν: ἥμερον. Τιθράσιος: δῆμος Αἰγηΐδος. Τιθαιβώσσειν: τιθασεύειν. Τιθέντες: ποιοῦντες. Τιθήνας: τροφούς. Τιθηνούμενος: τρέφων· τιθηνὸς γὰρ ἡ τροφός. Τίθησι: ποιεῖ. Τιθύμαλλον: πόα πικρά. Τιθωνόν: τὸν γέροντα· Ἀριστοφάνης· Ἄνδρα Τιθωνὸν ταράττων καὶ σπαράττων καὶ κυκῶν. Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάσσεται· ἱστορεῖται δὲ ὅτι Τιθωνὸς, ἐπιθυμία τοῦ τὸ γῆρας ἐκδύσασθαι, εἰς τέττιγα μετέβαλεν. Τί ἱκανόν: τί ὄφελος. Τικτικόν: τὸ ταῖς τικτούσαις διδόμενον φάρμακον· Ἀριστοφάνης. Τίλλειν: διαβάλλειν. Τιλφωσσαῖον: ὄρος ἔστι, μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος. Τιμαγόρας: οὗτος πρεσβευτὴς πεμφθεὶς πρὸς βασιλέα ὑπὸ Ἀθηναίων, οὐ μόνον χρυσίον ἔλαβεν παρʼ αὐτοῦ καὶ ἀργύριον· ἀλλὰ καὶ κλίνην πολυτελῆ, καὶ στρωτὰς θεράποντας, καὶ βοῦς πʹ, καὶ κατέβη ἐπὶ θάλασσαν ἐν φορείωι κομιζόμενος· καὶ τοῖς κομίσασι παρὰ βασιλέως ἐδόθη μισθὸς τάλαντα δʹ· τοῦτον οὖν ἀνεῖλον Ἀθηναῖοι. Τοὖψον: ὅπου τὰ ὄψα πιπράσκεται· ὥσπερ τὸ, Παρῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα, Καὶ τὸν λιβανωτόν. Τί μαθών: τί βουλόμενος. Τιμαῖος: ὁ πολλῆς τιμῆς· οὕτως Διοκλῆς. Τιμαλφούμενος: τιμὴν εὑρηκώς. Τιμαλφέστερον: τιμιώτερον· λαμπρότερον· ἄλφειν γάρ ἐστιν τὸ εὑρίσκειν· ὥστε γίνεσθαι τὸ τιμαλφέστατον τιμὴν εὑρίσκον πλείστην· ὃ δὴ συμβέβηκεν τωῖ χρυσωῖ. Τίμημα: ἀντὶ τοῦ ἐνέχυρον καὶ οἷον ἀποτίμημα, ὡς Λυσίας φησίν· οὗτοι δὲ φάσκοντες πλείονα μισθώσασθαι, καὶ τίμημα καταστήσασθαι· τοῦτο δʼ ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ· τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῶ περὶ τῶν Συμμοριῶν Δημοσθένης· λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρʼ ἑκάστου τίμημα· ἐν δὲ τωῖ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται. Τιμητικὸν πινάκιον: τὸ τοῖς δικάζουσι διδόμενον, ἐν οἷς γράφουσι τί χρή … Ἀριστοφάνης. Τιμήσεως: ζημίας. Τιμιουλκῶν: ἕλκων τὴν τιμήν· τουτέστι βαρυτιμῶν. Τίμιον: ἀντὶ τοῦ ἔντιμον· οὕτως Ἀντιφῶν· ὁ δὲ Δημοσθένης ἐχρήσατο ἐπὶ τοῦ πιπρασκομένου πολλῆς τιμῆς. Τί μήν: κατάφασιν δηλοῖ· ἀντὶ τοῦ, πῶς γὰρ οὔ· διὰ τί γὰρ οὔ. Τί μήν: τί γάρ· τί οὖν. Τιμωρεῖν: ἀντὶ τοῦ βοηθεῖν. Τίνειν: διδόναι. Τιννύμενος: ἀπαιτούμενος· ἀποδιδόμενος. Τίννυνται: τιμωροῦνται. Τίοντες: τιμῶντες. Τί οὐκ ἀπήγξω ἵνα Θήβησιν ἥρως γένη: κέχρηται αὐτηῖ Πλάτων ἐν Μενελάωι· παρὰ δὲ τὴν ἱστορίαν· οἱ γὰρ ἐν Θήβαις ἑαυτοὺς διαχειρωσάμενοι, οὐδʼ ἧστινος οὖν τιμῆς ἠξιοῦντο. Τίσαι: ἀποδοῦναι. Τίσειαν: ἀποδοῖεν. Τίσις: τιμωρία· ἀπόδοσις· ἀντέκτισις. Τίσομαι: τιμωρήσομαι· ἀπαιτήσομαι. Τίς ἐν Κύδωνος: ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους· ἀπὸ Κύδωνος Κορινθίου φιλοξένως διατεθέντος. Τίς πατέρʼ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα: ἴσως ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων. Τίς τρόπος ἵππων: παροιμία ἐπὶ τῶν ἀλλοκότων· Μεταγένης Θουριοπέρσαις· Τίς τρόπος ἵππων· ὡς δʼ ὀρχοῦνται τὸν βαρβαρικὸν τρόπον οὗτοι. Τίσω: ἀποδώσω. Τίσωσιν: τιμήσωσιν· τιμωρήσονται. Τιταγίδαι καὶ Θυργωνίδαι: φρατρίαι τινὲς καὶ γένη ἄδοξα καὶ οὐδενὸς ἄξια· εἰς γὰρ εὐτέλειαν ἐκωμωδεῖτο· οὐχὶ δὲ δῆμοι, ὥς τινες οἴονται. Τιτακίδαι: δῆμος ἐστι τῆς Αἰαντίδος φυλῆς· μήποτε δὲ ἀπὸ Τιτάκου ὠνομάσθησαν οὗ μνημονεύει Ἡρόδοτος. Τιτανίδα γῆν: οἱ μὲν τὴν πᾶσαν· οἱ δὲ τὴν Ἀττικήν· ἀπὸ Τιτινίου ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου οἰκήσαντος περὶ Μαραθῶνα· ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεοὺς, ὡς Φιλόχορος ἐν τετραπόλει· Ἴστρος δʼ ἐν αʹ Ἀττικῶν, Τιτᾶνας βοαῖν· ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν· ἐνομίζοντο δὲ τῶν Πριαπωδῶν θεῶν εἶναι. Τίτανον: λευκόν· ἢ γύψον· κονίαν. Τίτθη: τροφός. Τιτθοί: μαστοὶ, ἢ τῶν μαζῶν τὰ ἄκρα. Τιγγάβαρι καὶ κιννάβαρι: τὸ μὲν αὐτοφυὲς περὶ Ἰβηρίαν καὶ Κόλχους· τὸ δὲ ἐξ ἄμμου λαμπυριζούσης καθάπερ ὁ κόκκος, ὡς Θεόφραστος ἐν τωῖ περὶ λίθων. Τιττιγόνιον: ὅμοιον τέττιγι· Ἐπίλυκος Κοραλίσκω. Τιτίς: βραχὺ ὀρνίθιον· σημαίνει καὶ τὸ γυναικεῖον αἰδοῖον· τιτὶς καὶ ἡ κέρκος. Τιτυρίδες καὶ τίτυροι: τράγου εἶδος. Τιφύς: ὁ καλούμενος ἐπιάλτης. Τί φῶ: τί εἴπω. Τίω: τιμῶ. Τλῆθι: ὑπόμεινον. Τλήμονος: ἐλεεινοῦ. Τλῆναι: ὑπομεῖναι. Τληπαθής: ὑπομένων ἐν τωῖ πάσχειν. Τλήσομαι: ὑπομείνω. Τλητικῶς: ὑπομονητικῶς. Τμήδην: τμητικῶς. Τὸ ἀπὸ τῆς Παλλαινίδος: τὸ φοβερόν· ἀπὸ τῆς ἐπὶ Παλλαινίδι μάχης, ἐν ηἷ ἡττήθησαν Ἀθηναῖοι. Τό γε ἧκον: ὅσον ἐπʼ αὐτωῖ· ὅσον δύναται. Τὸ ἐπίπαν: τὸ σύνολον. Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων· ἡ παροιμία ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων· μέμνηται αὐτῆς Σοφοκλῆς. Τοιᾶσδε: τοιαύτης. Τοιγαροῦν: ἀμέλει· ὅθεν δή· οὐκοῦν· διὰ τοῦτο δὴ οὖν. Τοιγάρτοι: τούτου γὰρ ἕνεκεν. Τοίνυν: διὰ γὰρ τοῦτο ἢ οὖν. Τοιχωρύχος: κλέπτης. Τοιχωρύκτης· ληστής. Τοιχωρύχημα τοίχου: γαλῆς ὀπή. Τοκάδα: Εὔβουλος τὸ κηρύκειον ἢ τὴν μάχαιραν· λεγόμενόν τι. Τὸ κατακύλλωμα: τὸ πέρας καὶ ἀνωτάτω τῶν κακῶν. Τοκοφορεῖν: τοκούμενον· γεννώμενον· τικτόμενον. Τοκήων: γονέων ἢ τέκνων. Τολμήεντι: ὑπομονητικωῖ. Τολμῆσαι: ὑπομεῖναι· Νόμων θʹ· εἰ πατέρα ἀπέκτεινε τίς, αὐτὸν τοῦτον ὑπὸ τέκνων τολμῆσαι βία πάσχοντα· καὶ ἐν βʹ τολμῶ ἀντὶ τοῦ τολμῶν ὑπομένοι. Τολμητίας: τολμηρός. Τολοται: οἱ δημόσιοι ὑπηρέται· τοὺς δʼ αὐτοὺς καὶ Σκύθας ἔλεγον· καὶ σπευσίμους ἀπὸ τοῦ συντάξαντος αὐτούς. Τολυπεύειν: ἐξεργάζεσθαι· τολύπη γὰρ ἡ ἐργασία. Τολύπη: ἀγριοκολοκύντη. Τολύπευμα: τὸ κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον. Τὸ Μηλιακὸν πλοῖον: τοῦτο ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων ἀπὸ ἱστορίας τινὸς εἴρηται· φησὶ γὰρ Ἀριστοτέλης Ἱππότην εἰς ἀποικίαν στελλόμενον, τοῖς μὴ βουληθεῖσιν αὐτωῖ συμπλεῖν καταράσασθαι· ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον· κατηράσατο μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτε καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί. Τόμιον: τὸ τεμνόμενον ἱερεῖον. Τομόν: τὸ τμητικόν· ὀξυτόνως· οὕτως Πλάτων. Τομίας: εὐνοῦχος. Τὸν ἀφʼ ἱερᾶς γραμμῆς: ἐν τηῖ τῶν πέττων παιδιᾶ· Μένανδρος Καταψευδομένω. Τοναίαν: Ἄλεξις Παλλακηῖ· —οὐκ ἔχω γὰρ ἄλλʼ ὅ, τι Εἴπω τοναίας τηλικαύτης ἄξιον· ἡ γὰρ ἐπιπολὺ τῆς φωνῆς ἀπότασις καλεῖται τοναία. Τόνδε: τοῦτον. Τονθορύζει: ὑπόπτως λαλεῖ· ψιθυρίζει· ἠρέμα γογγύζει. Τόνον: εὔτονον δύναμιν. Τὸ νῦν εἶναι: παρέλκει τὸ εἶναι· Θεόπομπος. Τοξοποιεῖν τὰς ὀφρῦς: ἀντὶ τοῦ σκυθρωπάζειν. Τοξόται: καὶ Σκύθαι καὶ Σπουσίνιοι· οἱ δοῦλοι οἱ δημόσιοι Ἀθήνησιν, ἀπὸ Σπουσίνου τοῦ πρῶτον καταστήσαντος αὐτοὺς ἐπὶ τὴν ὑπηρεσίαν. Τοπάζειν: οἷον στοχάζεσθαι· ἐνθυμεῖσθαι· ὑπονοεῖν· καὶ ἐτόπαζον ὁμοίως· καὶ παρὰ Σοφοκλεῖ ἐν Ἠριγόνηι· —ἃ δὲ Δόξη τοπάζω, ταῦτʼ ἰδεῖν σαφῶς θέλω· διʼ ὃ καὶ ὑποτοπεῖν, τὸ ὑπονοεῖν λέγουσιν. Τὸ παρὸν εὖ ποιεῖν: παροιμία· Πλάτων Γοργίαι· καὶ ὡς ἔοικεν ἀνάγκη μοι, κατὰ τὸν παλαιὸν λόγον, τὸ παρὸν εὖ ποιεῖν· Κρατῖνος Πυλαίαι· Ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι. Τόπια: σχοινία. Τόπιον: τὰ σχοινία λέγουσιν τόπια· Στράττις Μακεδόσι· τὸν πέπλον δὲ τοῦτον ἕλκουσι δεσμεύοντες τοπίοις ἄνδρες. Τὸ πέρα: ἔτι ἐπὶ πλέον· ἢ ἕως τέλους· ἢ ὅλως. Τόρα: ὥσπερ δὴ οὖν· ὅπερ οὖν. Τορεύει: γλύφει· τιτρᾶ. Τόργος: ὁ γύψ. Τόρμος: ἡ πλήμη εἰς ἣν ὁ ἄξων ἐνήρμοσται. Τόρμος: ὁ δρόμος ὁ ἐν τῶ ἱπποδρόμω ἢ ἡ καμπὴ ἢ ἡ ὕσπληξ. Τόρνος: ξύλον στρογγύλον. Τορνώσασθαι: κατασκευάσασθαι. Τορώνη: πόλις ἐν Θράκηι. Τόρος: ἐργαλεῖον φρεωρυχικόν. Τορῶς: ἰσχυρῶς· τρανῶς· μεγαλοφώνως. Τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθόν: αὕτη δημώδης ἐστι καὶ φανερά· τάττεται δὲ καὶ κατὰ τῶν διάστοφα ξύλα ἢ πράγματα πειρωμένων κατευθύνειν, μηδὲν ὠφελούντων. Τοῦ: τίνος ἢ ἕνεκα. Τοῦ: καὶ ἐπὶ θηλυκοῦ τάττεται· ὥσπερ τὸ τίνος· Ἀριστοφάνης Ἀμφιαράωι· Ταυτὶ τὰ κρέα αὐτῶ παρὰ γυναικός του φέρω· ἐπὶ δὲ οὐδετέρου Δαναΐσιν· Ἀλλʼ εἴσιθʼ, ὡς τὸ πρᾶγμα λέξαι βούλο-μαι Τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ· ἐπὶ δὲ ἀρρενικοῦ Κοριανοι Φερεκράτης· Πάντως γὰρ εἰσὶ τῶν φίλων ἑνός γέ του. Τοῦ Διὸς τὸ σάνδαλον: ἐπὶ τῶν ὡς μέγα δή τι· Εὔπολις Χρυσῶ γένει. Τούμπαλιν: ἐς τουπίσω. Τούνεκα: οὗ χάριν· ἢ τούτου χάριν. Τοῦ πάνυ: τοῦ πανυμνήτου. Τουπίπεμπτον: οἱ γὰρ μὴ μεταλαβόντες τὸ εʹ μέρος τῶν ψήφων ἄτιμοι ἦσαν· οὕτως Ἀριστοφάνης. Τοὺς ἑτέρους τραγωδοὺς ἀγωνιεῖται: παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία, ὡς Δίδυμος φησί. Τοὺς χωρὶς οἰκοῦντας: Δημοσθένης Φιλιππικοῖς· καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε, καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν· οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλούμενον· ὅτι οἱ ἀπελεύθεροι καθʼ ἑαυτοὺς ωἴκουν χωρὶς τῶν ἀπελευθερωσάντων· ἐν δὲ τῶ τέως δουλεύοντες ἔτι συνώκουν. Τόφρα: τέως. Τραγικὴ σκηνή: πῆγμα μετέωρον, ἐφʼ οὗ ἐν θεῶν σκευῆ τινὲς παριόντες ἔλεγον· λέγεται δὲ καὶ ἡ τραγικὴ τέχνη σκηνή. Τραγήματα: ὡς ἡμεῖς, τὰ ἐπιφορήματα· Ἀριστοφάνης. Τραγικῆς: τραγωδεῖν εἰδυίας. Τραγικὸν πάθος: συμφορᾶς μεστόν. Τραγικὸς πίθηκος: ἔοικεν τοῦτο λέγειν Δημοσθένης, ὡς καὶ περὶ τὴν ὑπόκρισιν ἀτυχοῦντος τοῦ Αἰσχίνου καὶ μιμουμένου μᾶλλον τραγωδοὺς ἢ τραγωδεῖν δυναμένου. Τραγικὸς πίθηκος: παροιμία· ἐπὶ τῶν παρʼ ἀξίαν σεμνυνομένων. Τραγωδία: δεινοπάθεια. Τραγωδεῖν: χορεύειν· Ἀριστοφάνης. Τράμις: ὁ ὄρρος· ἢ ἡ διαγραφή· ἢ τὸ τρῆμα τοῦ ἀρχοῦ. Τρανές: τὸ σαφὲς οἱ τραγικοὶ λέγουσι. Τραπεζοφόρος: ἱερωσύνης ὄνομα ἐστίν· καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τηῖ τῆς Ἀθηνᾶς ἱερεία, Λυκοῦργος ἐν τωῖ αὐτῶ λόγωι δεδήλωκεν. Τραπέμπαλιν: ἐπʼ ἀριστεραῖ· ὑπεναντίως· οὕτως Φερεκράτης. Τρασιά: οὗ τὰ σῦκα ψύχεται· οὕτως Εὔπολις. Τραπεζοποιός: ὁ τῶν περὶ τὸ συμπόσιον πάντων ἐπιμελούμενος· τραπεζῶν· σκευῶν· σπονδῶν· ἀκουσμάτων· οὕτως Μένανδρος. Τραυματισθῆναι· ἀντὶ τοῦ τρωθῆναι· Θουκυδίδης αʹ. Τραυματίας: τετρωμένος. Τραύξανα: τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ἵππων· ἢ τῶν βοῶν ἢ τῶν ἄλλων κτηνῶν λείψανα· σημαίνει δὲ καὶ τὰ ἀκανθώδη καὶ ξηρὰ ξύλα· οὕτως Φερεκράτης. Τραφερή: ἡ ξηρὰ γῆ. Τράχηλοι: τῶν θαλασσίων πορφυρῶν· οὕτως Ποσείδιππος. Τρέσας: φοβηθείς· δειλιάσας. Τρέφεσθαι: πήγνυσθαι· συνίστασθαι· περὶ ψυχῆς· τότε δὴ τὰ ζῶα συντρέφεται· ἀντὶ τοῦ συνίσταται· πήγνυται· —ἥμισυ μὲν θρέψας· Πολλὸν δὲ τρόφι κῦμα· τεθραμμένον· συνιστάμενον. Τρέχειν τὸν περὶ ψυχῆς: οἷον δρόμον. Τρήρωνα: δειλήν. Τρήρωσι: δειλαῖς. Τριακάς: τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θανάτου καὶ ἐλέγετο τριακάς· Ὑπερίδης δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν. Τριάκοντα: πρῶτοι μὲν οἱ κατὰ πόλιν δικασταί· δεύτεροι οἱ κατὰ δήμους τριάκοντα, τῆς ἐκκλησίας ἐπιμελούμενοι μετὰ τῶν ληξιάρχων· οὕτως Φρύνιχος. Τρία στησιχόρου: στροφήν· ἀντίστροφον· ἐπωδόν· ἐπωδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις· καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν, οὐδὲ τὰ τρία Στησιχόρου εἰδέναι. Τρία καὶ δύο: ἐπὶ τῆς κράσεως τοῦ οἴνου· Ἀριστοφάνης Ἱππεῦσιν· Ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο· Ἡσίοδος· Τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἶνον· Εὔπολις Αἰξίν· Διόνυσε χαῖρε· μήτι πέντε καὶ δύο· τοιοῦτο καὶ τὸ παροιμιακόν· Ἢ πέντε πίνειν, ἢ τρίʼ, ἢ μὴ τέτταρα· τὸ μὲν γὰρ εʹ ἐστὶ τρία καὶ δύο· τὸ δὲ γʹ ἥμισυ καὶ διπλάσιον· τὸ δὲ τέτταρα ἴσον ἴσωι. Τριαχθῆναι: λέγουσιν οἱ παλαιστριτικοὶ ἀντὶ τοῦ τρὶς πεσεῖν· ἢ τὸ τρὶς στοχάσαντα νικηθῆναι, στάδιον, δίαυλον, δόλιχον· οὕτως Θουγενίδης ἐν Δικασταῖς. Τριακοντούτης: προοξυτονεῖται· κοινὸν δὲ ἐστὶν ἀμφοτέρων τῶν γενῶν· καὶ τὰ πλήθη τριακοντούτεις· καὶ παρὰ Θουκυδίδηι αἱ τριακοντούτεις σπονδαὶ εἴρηται· καὶ Ἀριστοφάνης. Τριβαλλοί: οἱ ἐν τοῖς βαλανείοις ἀναγώγως διατριβόμενοι· Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος οἰκίας καὶ Τριβάλλους ἐπωνυμίαν ἔχειν· οἱ δὲ τοὺς εἰκαίους καὶ τοὺς βίους κατατρίβοντας. Τρίβωνα: στολισμόν. Τριβήν: ὑπέρθεσιν. Τριβωνευόμενοι: ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες· ἢ ἀντὶ τοῦ τρίβωνες εἶναι πραγμάτων. Τριβώνιον: ἱμάτιον παλαιόν. Τρίβωνος: ἐμπείρου. Τριβωνοφόρος: ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα ὡς γαμμάτια. Τρίγληνα: ὁ μὲν Ἡλιόδωρος τρίκορα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη· ὁ δὲ Ἀπίων πολύγληνα· τὰ θέας ἄξια. Τρίγωνον δικαστήριον: ὄνομα ἐστιν δικαστηρίου· ἴσως καὶ τωῖ σχήματι τριγώνου ὄντος. Τρίγωνον: δικαστήριον Ἀθήνησιν, ὡς παράβυστον καὶ μέσον. Τρίγωνος: ἀρρενικῶς· μουσικὸν ὄργανον ψαλτηρίωι τὴν ἐξάρτησιν ὁμοίαν ἔχον. Τριγχός: τειχίον· στεφάνη· περίφραγμα. Τριηράρχημα: τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· ἐπιτριηράρχημα δὲ, τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρικαλίνδητος: τρικυλίνδητος. Τρικάρανον: φρούριον ἔστι τῆς Ἀργείας οὕτω καλούμενον. Τρικέφαλοι: Ἰσαῖος ἐν τωῖ περὶ Εὐκλείδου· μικρὸν δʼ ἄνω τοῦ Τρικεφάλου, παρὰ τὴν Ἑστίαν ὁδόν· τὸ πλῆρες ἔστι, τοῦ τρικεφάλου Ἑρμοῦ. Τρίμμα: διʼ ἀρωμάτων πόμα. Τρίμνων: γʹ μνῶν ἄξιον. Τριήρεις: πλοῖα πολεμικὰ, ἃ καλοῦνται λέβερνοι. Τρικέφαλος: ὁ Ἑρμῆς· ὥσπερ διδάσκων τὰς ὁδοὺς, καὶ ἔχων ὑπογραφὴν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός· ποῦ δὲ ἐκείνη· ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν· ἔστιν δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορος φησὶ, Προκλείδης Ἱππάρχου ἐραστής. Τριοβολιμαῖος: τριῶν ὀβολῶν εὔωνος. Τριοπίς: ὄρνεόν τι. Τρίορχος: ὄρνεον. Τρίπαια: ἡ ἐναντία πνοή· οὕτως Σοφοκλῆς. Τρίποδα: λέβητα ἐν Δελφοῖς· ἐπὶ τρίποδα κείμενον μαντικοῦ Ἀπόλλωνος. Τρὶς ἓξ ἢ τρεῖς κύβοι: οἱ μὲν τρὶς ἓξ νίκην· οἱ δὲ τρεῖς κύβοι κενοί· καὶ τὸ παρʼ Εὐριπίδηι τοιοῦτον· Βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα· τριῶν γὰρ ὄντων τῶν ἀναρριπτουμένων βόλων, δύο μὲν κενοὺς αὐτὸν φησὶ βάλλειν· ἕνα δὲ τὸν τέταρτον· διττὸς οὖν ὁ κύβος ὅ, τε ἀναρριπτούμενος, εἴτε κενὸς, εἴτε πλήρης εἴη· καὶ ἰδίως ὁ κενός· ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι παρίστησι· Τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, Τρὶς ἓξ βαλούσης τῆς ἐμῆς φρυκτωρίας. Τριστάται: οἱ παρὰ χεῖρα τοῦ βασιλέως, οἷον ἔχοντες λόγχας ἀνατρεῖς κατὰ χεῖρα. Τριτημόριον: τοὺς ἓξ χαλκοῦς εἴρηκεν Φιλήμων τοῦ ὀβολοῦ τριτημόριον· θαυμάζω οὖν ἐγὼ πῶς τεταρτημόριον εἰσὶ δύο χαλκοῖ, τριτημόριον δὲ ἕξ· εἰ μὴ ἄρα ἐκεῖνο μὲν κυρίως ὠνομάσθη τέταρτον μέρος τοῦ ὀβολοῦ· τὸ δὲ τριτημόριον ὡς ἀπὸ τεσσάρων μερῶν ὄντων ἀνὰ δύο χαλκοῦς, τρία ἔχον μέρη, ἓξ χαλκοῦς συνάγει. Τριτημόριον: Δείναρχος κατὰ Καλλισθένους· ὅτι δὲ τριτημόριον ἐστὶν ἓξ χαλκοῖ, Φιλήμων διδάσκει. Τριπτῆρα: Ἰσαῖος ἐν τῶ κατὰ Διοκλέους· τριπτήρ ἐστι πιθάκνη ἐκπέταλος, οἷα τὰ ἐπιλήνια· ὡς Νίκανδρος φησίν· ἐπὶ τούτου δʼ ἂν τάττοιτο νῦν παρὰ τωῖ ῥήτορι· πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τούνομα. Τριτογενής: ἡ Ἀθηνᾶ· ἤτοι ὅτι ἐκ τῆς νηδύος καὶ τῆς μήτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν· ἢ ὅτι παρὰ τωῖ Τρίτωνι τῶ ποταμωῖ Λιβύης ἐγεννήθη φθίνοντος, ὡς καὶ Ἀθηναῖοι ἄγουσιν· ἢ ὅτι τρίτη μετὰ Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγεννήθη· ἢ ἐπεὶ τρίτωνα τὴν κεφαλὴν Ἀθαμᾶνες λέγουσιν· ἢ ἐπεὶ παρὰ Τρίτωνι ἐγένετο· ἢ τοῦ τρεῖν καὶ εὐλαβεῖσθαι αἰτία· ἢ γεννητική· ὅτι ἀπελούσατο τῶ Τρίτωνι τωῖ Λιβύης ποταμωῖ. Τριτογένεια: φοβερά· καταπληκτική. Τριτομηνίς: τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν· δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ· Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτὴν φησὶ λέγεσθαι, τὴν αὐτὴν τηῖ σελήνηι νομιζομένην. Τρίτον ἡμίδραχμον: τὰς δύο ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί. Τριτεύς: τὸ τρίτον τοῦ μεδίμνου. Τρίτον ἡμίδραχμον: δύο δραχμαὶ καὶ τῆς τρίτης ἥμισυ· ὡς εἶναι δύο δραχμὰς καὶ τριώβολον. Τριτοπάτορες: Δήμων ἐν τηῖ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς τριτοπάτορας· Φιλόχορος δὲ τοὺς Τριτοπάτρεις πάντων γεγονέναι πρώτους· τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησὶν, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὐτῶν ἐπίσταντο οἱ τότε ἄνθρωποι· τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας· Φανόδημος δὲ ἐν ϛʹ φησὶν, ὅτι μόνοι Ἀθηναῖοι θύουσι καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τωῖ Ὀρφέως φυσικῶ ὀνομάζεσθαι τοὺς τριτοπάτορας, Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα· θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων· ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας, Οὐρανοῦ καὶ γῆς φησὶν αὐτοὺς εἶναι· ὀνόματα δὲ αὐτῶν, Κόττον, Βριάρεων καὶ Γύγην. Τρίτην ἐρίων: σταθμόν τινα καλοῦσιν. Τρίτος ἀριστεροῦ: ἐν τοῖς τραγικοῖς χοροῖς τριῶν ὄντων στοίχων καὶ ζυγῶν, ὁ μὲν ἀριστερὸς στοῖχος ὁ πρὸς τωῖ θεάτρωι ἦν· ὁ δὲ δεξιὸς, πρὸς τωῖ προσκηνίωι· συνέβαινεν οὖν τὸν μέσον τοῦ ἀριστεροῦ στοίχου τὴν ἐντιμοτάτην καὶ τὴν οἷον τοῦ πρωτοστάτου χώραν ἐπέχειν καὶ στάσιν. Τρίτου κρατῆρος: τοῦ σωτῆρος, ὃν καὶ τέλειον ἔλεγον· τὸν μὲν πρῶτον, Ὀλυμπίων φασί· τὸν δὲ δεύτερον ἡρώων· τὸν δὲ τρίτον Ὀλυμπικῶς τωῖ Σωτῆρι τε καὶ Ὀλυμπίωι. Τρίτος κρατήρ: Διὸς τελείου σωτῆρος· πρῶτος γὰρ τέλειος ἀριθμὸς ὁ τρία· ὅτι ἔχει ἀρχὴν καὶ τέλος καὶ μέσα· ὡς Φιλόχορος ἐν τωῖ περὶ ἡμερῶν. Τριόττης: περιτραχήλιος κόσμος· ἔχων τρεῖς οἱονεὶ ὀφθαλμούς· καὶ μήποτε παρὰ τοὺς ὄσσους, ὡς ἀμβλυώττειν ἐν τωῖ τ. Τριτοπάτωρ: τριτοπάτρεις οἱ μὲν ἀνέμους· Φιλόχορος δὲ τοὺς πρώτους ἐκ γῆς καὶ οὐρανοῦ· ἄρξαντας δὲ γενέσεως· ἐν δὲ τοῖς Ὀρφικοῖς, ἀνέμων παῖδας. Τριττύς: τριάς. Τριττύαν: θυσίαν· Καλλίμαχος μὲν τὴν ἐκ κριοῦ, ταύρου καὶ κάπρου· Ἴστρος δὲ ἐν μὲν Ἀπόλλωνος ἐπιφανείαις, ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀρρένων, πάντων τριετῶν. Τριττύς: φυλῆς μέρος τρίτον· καὶ τριττύαρχος ὁ ἄρχων. Τριττύς: τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διήρηται εἰς τρία μέρη· τριττῦς καὶ ἔθνη καὶ φρατρίας, ὡς Ἀριστοτέλης φησί. Τρίτωι καὶ τετάρτωι ἔτει: ἀντὶ τοῦ πρὸ τριῶν καὶ τεσσάρων ἐτῶν· οὕτως Ἀντιφῶν. Τρίτωι φάει: τρίτηι ἡμέραι. Τρίχα: τριχῶς. Τριχακτόν: κτένιον. Τριχαπτόν: τὸ βαμβύκινον ὕφασμα· ἱμάτιον πολυτίμητον. Τριχθά: τριχή. Τριχίδες: θρίσσαι· διὰ τὸ λεπτὰ ἔχειν ὀστᾶ. Τριχόβρως: θηρίον, ὃ τοὺς τῶν περικεφαλαίων λόφους διαβιβρώσκει. Τροπάδια: ἀστραγάλων παιδιά. Τριχολογεῖν: τὰς τρίχας ἀναλέγεσθαι καὶ περὶ αὐτῶν φροντίζειν. : νικητήρια. Τροπή: δίωξις. Τροπηλίς: ἡ τῶν σκορόδων δέσμη, ἀπὸ τοῦ εἰλῆσθαι· ἐν δὲ τοῖς Σκίροις τῆ ἑορτηῖ ἤσθιον σκόροδα· ἕνεκα τοῦ ἀπέχεσθαι Ἀφροδισίων, ὡς ἂν μὴ μύρων ἀποπνέοιεν· ὡς Φιλόχορος ἐν τηῖ πρὸς Ἄλυπον ἐπιστοληῖ. Τροπῆς ἀποσκίασμα: ἀντὶ τοῦ ἀλλοιώσεως καὶ μεταβολῆς ἴχνος· καὶ ὁμοίωμα φαντασίας. Τροπίας οἶνος: ὁ τετραμμένος καὶ ἐξεστηκώς· Ἀριστοφάνης Δαιταλεῦσιν· Ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε. Τροπίδια: τὰ εἰς τρόπιν νεὼς εὐθετοῦντα ξύλα· μεταφορικῶς δὲ καὶ ἐπὶ καταβολῆς τινὸς καὶ ἀρχῆς πράγματος· καὶ ὁ τόπος ἐφʼ οὗ τίθεται ἡ τρόπις· οὕτως Πλάτων. Τροπωτῆρες: οἱ ἱμάντες οἱ ἐν τοῖς πλοίοις, ἐν οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται. Τρόπον: ἦθος. Τρόπον τινά: ἀντὶ τοῦ καλῶς ἄν. Τροποφορεῖν: Τροπώσομαι: νικήσω· ὑποτάξω. Τροφαλίς: τυρός· οὕτως Εὔπολις. Τροφή: ἀντὶ τοῦ ἀγωγὴ καὶ παιδεία· καὶ τραφὲν, ἀντὶ τοῦ ἀχθὲν, παιδευθέν· ἐνίοτε δὲ καὶ ὁμοίως ἡμῖν· Πολιτείας· ἐπιθυμοῦμαι δʼ αὖ τρίτων τινι τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν· τροφὴν μὲν γὰρ βρῶμα καὶ πῶμα λέγει· γέννησιν δὲ, τὰ Ἀφροδίσια· ἐν δὲ τρίτωι Πολιτείας· καὶ ὑπὸ τωῖ σοφωτάτω Χείρωνι τεθραμμένος· ἀντὶ τοῦ πεπαιδευμένος· ἵνα μὴ ἐναντιῶνται Ὁμήρωι, πεπαιδεῦσθαι λέγοντι τὸν Ἀχιλλέα παρὰ Χείρωνι, οὐχὶ τετράφθαι. Τρόφι κῦμα: τεθραμμένον κῦμα. Τρόφιμος: ὁ νεώτερος οἰκοδεσπότης. Τροχάζειν: διατρέχειν. Τροχηλατεῖν: ἐλαύνειν. Τροχίας: πορείας· τρίβους· ἐργασίας. Τροχίμαλλον: σωρὸς λίθου· οὕτως Ἀριστοφάνης. Τροχισθεῖσα: βασανισθεῖσα· ἀπὸ τοῦ τροχοῦ, ὅπερ ἐστιν ὄργανον βασανιστικὸν, διατεῖνον τὰ σώματα. Τρόχμαλος: ἡ ἐκ λίθων στρογγύλων αἱμασιά· ἡ περιωικοδομημένη τοῖς χωρίοις. Τρόχις: ἄγγελος. Τροχόν: δρόμον· Εὐριπίδης Μηδείαι· Ἀλλʼ οἵδε παῖδες ἐκ τροχῶν πεπαυμένοι. Τρύβλιον: ὀξυβάφιον· ἐμβάφιον· πινάκιον· ποτήριον. Τρύγη: παντὸς καρποῦ συγκομιδή. Τρυγόνα ψάλλειν: παροιμία· ἐπὶ τῶν φαύλως πραττόντων· ἴσως παρὰ τὸ τρύζειν· Ὡς μή μοι τρύζητε. Τρύγοιπος: ὑλιστήρ· οὕτως Ἀριστοφάνης. Τρυγών: τὸ ζῶον· παίζεται δὲ εἰς τὴν τῶν γυναικῶν συνουσίαν. Τρύζει: ψιθυρίζει· γογγύζει· ἀσήμως λαλεῖ· παρὸ καὶ ἡ τρυγὼν, ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογγυστικῶς. Τρύμη: πανοῦργος· Ἀριστοφάνης. Τρύξ: καὶ τὸ γλεῦκος καὶ ἡ ὑποστάθμη· Ἀριστοφάνης. Τρυσίππιον: ἔγκαυμα ἵππου γεγηρακότος ἐπὶ τῆς γνάθου· τροχωῖ ὅμοιον· οὕτως Εὔπολις. Τρυσμός: γογγυσμός. Τρυτάνη: ὁ ζυγός. Τρυφάλεια: περικεφαλαία. Τρύφος ἄρτου: κλάσμα ἄρτου. Τρύχεται: κακοπαθεῖται· πονεῖται· ταλαιπωρεῖται· ἐκνενεύρισται. Τρυχηρά: ῥακώδη. Τρύχνον: τὴν πόαν θηλυκῶς λέγουσιν τὴν τρύχνον, οὐ τὸν τρύχνον· σὺν τῶ σ δὲ στρύχνον οὐδαμοῦ εὗρον· καὶ παρὰ τὴν παροιμίαν τὴν, ἁπαλώτερος τρύχνου, παρωδῶν ὁ κωμικὸς φησίν· Ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου. Τρύχουσιν: ἐλαττοῦσιν. Τρυχωθείς: πιασθείς· ἢ φανερωθείς. Τρώγειν: οὐχὶ τὸ ἐσθίειν ἁπλῶς· ἀλλὰ τὰ τραγήματα καὶ τρωκτὰ καλούμενα· οὕτως Ἀριστοφάνης. Τρῶγες: θηρία τὰ ἐν τοῖς ὀσπρίοις· οὕτως Στράττις. Τρώκτης: ἐκ παντὸς κερδαίνων· οἷον ἀποτρώγων. Τρώκτης: ἀποστερητὴς καὶ ἀπατεών· οἷον ἐπιτρώγων· Τρώκτης σφόδρʼ ἐστιν, ἅμα σεσηρὼς καὶ γελῶν. Τυκτόν: χειροποίητον. Τύλη: τὸ ἐπὶ τῶν τενόντων φῦμα· Ἀριστοφάνης. Τύλοι: σκαλμοὶ πλοίων. Τύλος: ὁ ἐξέχων ἥλος, περὶ ὃν δεσμεύεται ὁ τροπωτήρ. Τύλος: νενεκρωμένη σάρξ· ἀποσκίρρωμα τῶν γονάτων. Τυλοῦται: τραυματίζεται· παχύνεται. Τυμβογέροντες: πέμπτη ἡλικία γερόντων· ὡς καὶ Θεόφραστος· παραπλῆγες καὶ τηῖ διανοίαι παρηλλαγμένοι. Τύμβος: τάφος. Τυμβοχοεῖ: θάπτει. Τυμπανίζεται: ξύλωι πλήσσεται· ἐκδέρεται καὶ κρέμαται. Τύμπανον: τὸ τοῦ δημίου ξύλον, ωἷ τοὺς παραδιδομένους διεχειρίζετο· καὶ τὸ ἀποτυμπανίζειν ἐντεῦθεν. Τύμπανον: ἐκ δερμάτων ἐστὶ γινόμενον, καὶ κροῦον· ὃ κατεῖχον αἱ Βάκχαι. Τυννοῦτο: δεικτικῶς τὸ μικρόν. Τυντλάζειν: εἰς πηλὸν ἐμβαίνειν· Ἀριστοφάνης. Τυντλάζειν: ἐπιρραίνειν πηλωῖ· τύντλος γὰρ ὁ πηλώδης τόπος. Τυντλάζειν: αὐτὸ καὶ αὐτὸ λέγειν. Τύντλος: πηλὸς καὶ τάραχος· Μένανδρος. Τυντλώδους: ἰλυώδους. Τυπαῖς: πληγαῖς. Τυπείς: πληγείς· τρωθείς. Τυπεῖσιν: τρωθεῖσιν. Τυπῆσιν: τρώσεσιν. Τυπτήσεις: οὕτως λέγουσιν τὸ μέλλον· Ἀριστοφάνης. Τύρβη: ἀπόλαυσις ἢ θόρυβος ἢ τάραξις. Τυρευθέντα: κινηθέντα· ταραχθέντα. Τυρεύων: κατασκευάζων. Τυραννεύσασαν: οὐ μόνον τυραννήσασαν· καὶ Πλάτων καὶ ἕτεροι τῶν παλαιῶν. Τυρεύεται καὶ τυρεῖται: συνίσταται καὶ συμπήγνυται. Τυραννικὰ σανδάλια: πολυτελῆ. Τυρμίδαι: δῆμος τῆς Οἰνηΐδος οἱ Τυρμίδαι. Τυρόκνηστις: μαχαίριον· καὶ σχῆμα ἀκόλαστον. Τυροκομεῖον: τάλαρος. Τυροφορεῖον: τὸ ἀναφορεῖον περισπῶντες λέγουσιν. Τύρσις: ὁ περίβολος τοῦ τείχους. Τύρσος: τὸ ἐν ὕψει ωἰκοδομημένον. Τυρταῖος: ὁ τῶν ἐλεγείων ποιητής. Τυτθήν: ὀλίγην ἢ μικράν. Τυφεδανός: τετυφωμένος· καὶ ἀσθενὴς, οἷον καπνός. Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν· καὶ ἴσως περιέπεσεν τοῦτο· Δοιαὶ γάρ τε πύλαι ψευστάων εἰσιν ὀνείρων· ἢ ὅτι μύουσι προσδιαλέγονται. Τύφεται: καίεται. Τυφλοπλαστεῖται: τυφλὸς ἀναπλάττεται. Τυφλότερος λεβηρίδος: καὶ κενότερος λεβηρίδος· ἀμφότερα λέγεται· λεβηρὶς δὲ, οἷον λεπηρίς· καὶ λέπος· τάττεται καὶ ἐπὶ τεττίγων· καὶ πάντων τῶν τὸ γῆρας ἀπολειπομένων. Τυφλότερος σπάλακος: τοῦτο τὸ γένος οὐκ ἔχει ὀφθαλμούς· φησὶ δʼ αὐτοὺς Στησίμβροτος ὑπὸ τῆς γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς· ἔχει γὰρ ὀδόντας μιαρωτάτους, καὶ ῥύγχος ὡς μαργάλης, καὶ πόδας ὡς ἄρκτου. Τυφομένης: καπνιζομένης. Τῦφος: ἀλαζονεία· μανία. Τυφῶνος: πυρώδους δαίμονος. Τυφών: οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος· ἀλλʼ ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι· ὡς Πλάτων ἐν Φαίδρω. Τυφῶνος πολυπλοκώτερον: Τυφὼν ὁ λεγόμενος κεραυνωθῆναι ὑπὸ Διός· τούτου ποικιλώτερον. Τυφώς: ὁ κατὰ θάλατταν, ὑφʼ οὗ τὰ πλοῖα φθείρεται. Τυχηρότερον: εὐτυχέστερον. Τυχηρῶς: ἐπιτυχῶς. Τύχην ἁπλῶς τὴν ἀγαθὴν τύχην καλοῦσιν. Τύψας: ἐκ χειρὸς πατάξας. Τύψον: τρῶσον. Τῶ: χωρὶς τοῦ ι· ἀντὶ τοῦ διό· καὶ δυϊκῶς, ἐπὶ θηλυκοῦ καὶ ἀρσενικοῦ καὶ οὐδετέρου. Τῶ: περισπωμένως διό· καὶ οὕτως ἄνευ τοῦ ι. Τωθάζει: σκώπτει· χλευάζει· λοιδορεῖ· καυχᾶται. Τῶν γὰρ ὑστάτων χάρις: Τῶν ὄνων οὔ μοι μέλει: Τῶν δυνατῶν τι κέλευʼ, οὐ γὰρ παρὰ Κενταύροισι: Τῶν ἑκτικῶν: τῶν περὶ ἕξιν νοσούντων. Τῶν ἐπὶ σκηνῆς: τῶν θεατρικῶν. Τῶν τριῶν κακῶν ἕν: λεγόμενον τι ἐστί· καὶ Μένανδρος δύο προθεὶς, ὡς παροιμιῶδες ἐπιλέγει παίζων τὸ, Ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν· ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισεν προστιμήματα· Πολύζηλος Δημοτυνδάρεωι· Τριῶν κακῶν γοὖν ἦν ἑλέσθαι αὐτωῖ τί πᾶσʼ ἀνάγκη· Ἢ ξύλον ἐφέλκειν, ἢ πιεῖν κώνειον, ἢ προδόντα Τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι· Ταῦτʼ ἔστι τρία Θηραμένους, ἃ σοὶ φυλακτέʼ ἐστιν· Ἀριστοφάνης Τριφάλητι· Ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί. Τῶ ῥα: διὸ δή.