eul_wid: woy-ang
DOI 10.5281/zenodo.20335421

Lexicon, Part 2 (Epsilon–Omega): Letter Λ by Photius of Constantinople

Ἀρχὴ σὺν Θεῶ λ στοιχείου.Λάμβδα: ἐπὶ ταῖς ἀσπίσιν οἱ Λακεδαιμόνιοι ἐπέγραφον· ὥσπερ οἱ Μεσήνιοι μ· Εὔπολις· —ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάμβδα· οὕτως καὶ Θεόπομπος. Λαβαῖς: ἐπαφαῖς· ἢ ἀφορμαῖς· ἢ μέμψεσιν. Λαβέ: ὀξυτονεῖν φασὶ τοὺς περὶ Ἀρίσταρχον παρὰ τὴν χρῆσιν καὶ τὸ ἔθος. Λαβήν: ἡ μεταφορὰ μὲν ἀπὸ τῶν παλαιστῶν· λέγεται δὲ ἐπὶ τῶν ἀφορμὴν κατὰ τῆς τέχνης τῆς κατʼ αὐτῶν διδόντων. Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι. Λαβοῦ: ὡς καλοῦ· καὶ τὰ ὅμοια· τὸ λαβέ. Λάβρα: δημόσιος στενωπός· ἄμφοδος· ῥύμη διʼ ἧς οἱ λαοὶ ῥέουσιν. Λαβραγόρην: σφοδρῶς δημηγοροῦντα. Λαβρώνιον: εἶδος ποτηρίου πλατὺ τηῖ κατασκευηῖ καὶ μεγάλα ὦτα ἔχον· οὕτως Μένανδρος. Λαβύρινθος: κοχλοειδὴς τόπος· λέγεται δὲ ἐπὶ τῶν φλυάρων. Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι. Λαβών: κυρίως καὶ ἀγοράσας καὶ μισθωσάμενος. Λάγανα: τὰ λαλάγγια πλακουντάρια ὡς καπυρώδη. Λαγίσκα: ἑταίρα τις ἧς Λυσίας μνημονεύει. Λαγαριζόμενος: σκαλεύοντες· τὰς λαγόνας τύπτοντες. Λάγεσις: θεὸς Σικελιακή. Λαγκρύζεσθαι: λοιδορεῖσθαι. Λάγνας: τοὺς καταφερεῖς εἰς τὰ Ἀφροδίσια. Λάγματα: ἱερὰ ἀπάργματα. Λάγνης: οὐ λάγνος ὑπὸ τῶν Ἀττικῶν λέγεται· Τοιαῦτα μέντοι πολλὰ ἀναγκαίως ἔχει Πάσχειν, ὅτʼ ἂν λάγνην τὸν ὀφθαλμὸν φορῆς· ἡ δὲ ἀναλογία, οἶμαι, καὶ λάγνητα, ὡς κράτητα καὶ μάγνητα. Λάγνος: πόρνος· αἰσχρός· καταφερὴς πρὸς τὰ Ἀφροδίσια. Λαγῶα: τὰ λάγεια κρέα ὀνομάζουσιν· οὕτως Ἀριστοφάνης. Λαγωὸς καθεύδων: παροιμία ἐπὶ τῶν προσποιουμένων καθεύδειν. Λαγωὸς περὶ τῶν κρεῶν: παροιμία· δειλὸν γὰρ τὸ ζῶον ὁ λαγώς· ὅθεν καὶ ὁ Ῥηγῖνος λαγὼς ἐλέχθη· καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίαι ἐκωμώδουν· παροιμία δέ τις ἐστιν, λαγὼς τὴν περὶ τῶν κρεῶν τρέχει, ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων ταττομένη. Λαθύρους: ἀράκους. Λαθών: ἀντὶ τοῦ λησόμενος. Λαιά: ἀριστερά· ἢ κολόβιον. Λαιλαι: κατὰ ἀποκοπὴν ἐπὶ τῆς αἰσχρολογίας. Λαίλαψ: μετὰ ἀνέμων ὄμβρος καὶ σκότος. Λαῖμα: ἀπὸ τοῦ λαιμᾶν εἴρηται τὸ βρένθυμα. Λαιμαργία: ἡ σύντονος ἐπιθυμία. Λαιῶν: ἀριστερῶν. Λαῖφος: ἱμάτιον. Λαιψηρόν: ταχύ· ἐλαφρόν· κοῦφον· Λάκωνες τὸ ἡμίξηρον. Λακερύζεσθαι: λογοποιεῖσθαι ἢ λοιδορεῖσθαι. Λακεδαιμῶν: τὴν κλητικὴν περισπῶσιν· οὕτως Ἀριστοφάνης. Λακεδαίμονα καὶ Σπάρτην ὁρίζουσι τινές: Λακεδαίμονα μὲν πᾶσαν νομίζοντες καλεῖσθαι τὴν Λάκαιναν· Σπάρτην δὲ τὴν μίαν πόλιν· οἱ δʼ οὖν Ἀττικοὶ τὴν πόλιν αὐτὴν οὐ μόνον Σπάρτην, ἀλλὰ καὶ Λακεδαίμονα καλοῦσιν· οὕτως Κρατῖνος. Λακέρυζα κορώνη: ἡ μεγάλα κράζουσα. Λακεῖν: ἀντὶ τοῦ φθέγγεσθαι. Λακιάδαι: καὶ Λουσίαι· δῆμος Οἰνηΐδος. Λάκισμα: σχίσμα. Λακκατάρατοι: οἱ ἄγαν κατάρατοι· καὶ λακκαταπύγων, ὁ ἄγαν καταπύγων. Λάκκοι: σιροί· οἰκοδομήματα χριστά· οἴνου· ἐλαίου ὑποδοχεῖα. Λακκόπλουτον: Καλλίαν τὸν Ἀθηναῖον οὕτως ἔλεγον ἐξ αἰτίας τοιαύτης· Ξέρξην ἡττηθέντα ἐν τηῖ περὶ Σαλαμῖνι ναυμαχίαι φεύγειν ἐξ Ἀθηνῶν· ἐσταθμευκότος δὲ τινὸς τῶν Περσῶν ἐν τοῖς Καλλίου καὶ τὴν ἀποσκευὴν ἐκεῖ καταλελοιπότος· τῶν δὲ βαρβάρων ὀξεῖαν τὴν φυγὴν ποιησαμένων, βαλεῖν τοὺς οἰκέτας τοῦ Πέρσου πολὺν χρυσὸν εἰς λάκκον, ἐλπίζοντος ὕστερον ἀνασώσειν ἐπανελθόντας· οὐ μὴν γενέσθαι λέγεται· πρότερον γὰρ κυριεῦσαι τῶν χρημάτων Καλλίαν. Λάκκος: ὄρυγμά τι κατασκευαζόμενον ἐν οἰκία ὄμβρους ὑποδέξασθαι· ἢ πρὸς ἄλλων τινῶν ἀπόθεσιν. Λάκκος: Ἀθηναῖοι καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς ὀρύγματα ὑπὸ γῆν ποιοῦντες εὐρυχωρῆ καὶ στρογγύλα καὶ τετράγωνα, καὶ κονιῶντες αὐτὰ, οἶνον ὑποδέχονται καὶ ἔλαιον εἰς αὐτά· ταῦτα καὶ λάκκους καλοῦσιν· καὶ Δημοσθένης ἐν τωῖ πρὸς Ἄφοβον ψευδομαρτυριῶν· τῆς οἰκίας τὰ σκεύη λαβὼν καὶ τὰ ἀνδράποδα ἀπαγαγὼν καὶ τὰ λακκώματα ἀποσπάσας· καὶ μονονοὺ δὲ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας, Μεγάραδε ἐξωικίσθη. Λακωνικὸν τρόπον: περαίνειν ἢ παρέχειν ἑαυτὰς τοῖς ξένοις· ἥκιστα γὰρ τὰς γυναῖκας φυλάσσουσιν οἱ Λάκωνες. Λακωνίζειν: παιδικοῖς χρῆσθαι· Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ. Λακωνικός: στερρός· ἀνδρεῖος. Λακόπεδον: τοὺς ὄρχεις· οὕτως Ἀνταγόρας. Λακκοσκαπέρδαν: ἀντὶ τοῦ λακκόπρωκτον ἢ μέγαν σκάπερδον· ὡς καὶ λακκαταράτους, τοὺς ἄγαν καταράτους. Λακκοσχέας: τοὺς καθειμένον ἔχοντας τὸν ὄσχεον· ὅ ἐστι τῶν διδύμων ἀγγεῖον. Λακκοσχέων: μαλακῶν. Λακπατεῖν: Φερεκράτης Πετάληι· Παίειν με, τύπτειν, λακπατεῖν, ὠθεῖν, δάκνειν. Λακρατίδας: τὰ κατεψυγμένα· ἐπὶ γὰρ Λακρατίδα ἄρχοντος πολλὴ χιὼν ἐγένετο. Λάκωνες: κυβευτικοῦ βόλου ὄνομα. Λακωνικαί: ὑπόδημα ἀνδρεῖον· σεμνόν. Λαλίστατον: τὸ κατὰ λόγον σοφόν· λέγεται δὲ καὶ ὁ εὔγλωττος καὶ ὁ εὔφωνος. Λαλίστερον: ἀδολεσχέστερον. Λάμια: θηρίον. Λάμια: ταύτην ἐν τηῖ Λιβύηι Δοῦρις ἐν δευτέρωι Λιβυκῶν ἱστορεῖ γυναῖκα καλὴν γενέσθαι· μιχθέντος δὲ αὐτηῖ Διὸς, ὑφʼ Ἥρας ζηλοτυπουμένην ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον γεγονέναι· καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν· ἔστι δὲ καὶ πόλις Θεσσαλίας, ὅθεν ὁρμηθέντες οἱ Ἕλληνες μετὰ τὸν Ἀλεξάνδρου θάνατον, Ἀθηναίων ἡγουμένων, τῆς ἐλευθερίας ἀντιποιησάμενοι τὸν Ἀντίπατρον ἐνίκησαν· Μένανδρος Ἀνδρογύνωι· Πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεως ποθὲν Τὰς ἐν Λαμίαι πάσας. Λάμια: γυνὴ Ἀθήνησιν ἐν ἀγορᾶ διατρίβουσα, σκύταλον ἔχουσα καὶ ἐπιψοφοῦσα· ἔστι δὲ καὶ θηρίον. Λαμπάδιον: ὃ νῦν λαμπάδα καλοῦσιν· οὕτω Δείναρχος καὶ Πλάτων. Λαμπάδος: τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδος· Παναθηναίοις· Ἡφαιστείοις· καὶ Προμηθείοις· Ἴστρος δὲ φησὶν λαμπάδα νομίσαι ποιεῖν πρῶτον Ἀθηναίους, Ἡφαίστωι θύοντας· ὑπόμνημα τοῦ κατανοήσαντος τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους. Λαμπάδιον: Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ἔρια οἰσυπηρά· οἱ μὲν τὸ λεπτὸν ἐρίδιον, ωἷ καταδεῖται τὰ κατάγματα· οἱ δὲ δεσμοῦ τί γένος· οἱ δὲ τὴν χοίνικα εἰς ἣν καθιᾶσιν τὴν κνήμην οἱ ἀφηρημένοι τὸν πόδα· οἱ δὲ νάρθηκα καὶ καλάμους, οἷς δεσμοῦσι τοὺς τὴν κνήμην κατάξαντας. Λαμπάς: ἀγὼν Ἀθήνησι Πανὶ καὶ Προμηθεῖ ἀγόμενος. Λαμπή: παχὺς ἀφρὸς ἐπιπολῆς τοῦ οἴνου. Λαμπήνη: εἶδος ἅρματος ἁμάξης· οὕτω Μένανδρος. Λαμπιστίνη: ἅμαξα βασιλική· ἤρδιον περιφανὲς, ὅ ἐστιν, ἅρμα σκεπαστόν. Λαμπουρίς: ἡ ἀλώπηξ παρʼ Αἰσχύλωι. Λαμπρὰν ἡμέραν λέγουσιν, οὐ καθαράν. Λαμπραί: δῆμος Ἐρεχθηΐδος. Λάμιος: ἐκαλεῖτο τίς Ἀθήνησιν· οὕτω καὶ Μνησίθεος. Λαμπριεῖς: δισσοὶ δῆμοι τῆς Ἐρεχθηΐδος φυλῆς. Λαμπροείμων: λαμπροφορῶν. Λαμπρός: ὁ ἐπιπολάζων ἀφρὸς τωῖ οἴνωι καὶ τοῖς ἄλλοις ὑγροῖς. Λαμπρόψυχος: ἀντὶ τοῦ μεγαλόψυχος. Λαμπρῶς: τὸ φανερῶς, οὐ τὸ ἐνδόξως· καὶ παρὰ Θουκυδίδηι· καὶ λελυμένων λαμπρῶς τῶν σπονδῶν· καὶ παρὰ τοῖς ἄλλοις τοῖς παλαιοῖς. Λαμπτήρ: ὁ νῦν φανός· φανὸς δὲ ἡ ἐκ κλημάτων δέσμη. Λαμπτρεῖς: Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος· δύο δέ εἰσι Λαμπτραί· αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν. Λάμπων: κυβιστικὸς βόλος· οὕτως Εὔβουλος. Λαμύνθιος: ποιητὴς ἐρωτικῶν μελῶν. Λαμυρόν: εὔλαλον· εὐτράπελον· καταπληκτικόν· τερπνόν. Λὰξ ἐντείνων: λακτίσματι τύπτων· λὰξ δέ ἐστιν ὁ ὑπὸ τοὺς δακτύλους τοῦ ποδὸς ποιὸς ψόφος. Λὰξ ποδὶ κινήσας: τῶ πλάτει τοῦ ποδὸς κινήσας. Λαξευτήριον: ἐργαλεῖον οἰκοδομικόν· λαοξόος γὰρ ὁ οἰκοδόμος. Λαοξόος: ὁ λιθοκόπος. Λαοσσός: ἡ τοὺς λαοὺς σώζουσα. Λαπαδες: τὰ ὄστρεα· καὶ λαπάδες τὰ ἀγγεῖα. Λάπαθον: ὄρυγμα εἰς θηρίων ἐνέδραν· καὶ λάχανον κενωτικὸν γαστρός· ὅθεν καὶ τὸ λαπάξαι· κενῶσαι· Ὅμηρος· —νέων ἀλάπαξε φάλαγγας· ἀντὶ τοῦ πορθῶν ἐκένου. Λαπάττων: παλάσσων καὶ λαρον ποιῶν. Λαπήττειν: τὸ ψεύδεσθαι· καὶ ἀλαζονεύεσθαι· καὶ λαπήκτης, ὁ ψεύστης διὰ τοῦ κ· ὡς σαλπίγκτης· συρίγκτης· οἱ δὲ Δωριεῖς διὰ τοῦ σ· λαμπιστὴν καὶ λαμπίζειν. Λαπιεῖς: λαπίξεις. Λαπιστής: ψεύστης· προπετής. Λαπίστρια: μετεωριζομένη· ῥεμβομένη· θέλουσα εὐωχεῖσθαι. Λαπτώμενος: ἀπὸ τοῦ λάπτειν εἴρηται· ὁ αἰσχρολοιχός. Λαρινοὶ βόες: οἱ ἐν Ἠπείρωι ἀπὸ Λαρείνου βουκόλου κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος· ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε· Πρόξενος δὲ αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναι τινας τωῖ Δωδωναίωι Διί· Ἀπολλόδωρος δὲ τοὺς εὐτραφεῖς λαρίνους· λαρινεύειν γὰρ τὸ σιτεύειν. Λαρινοί: οἱ πίονες· σιτιστοί· λιπαροί. Λάρκος: φορμός ἐστιν εἰς ὃν ἄνθρακας ἐνέβαλον· κέχρηται τωῖ ὀνόματι Λυσίας καὶ Ἀριστοφάνης καὶ ἕτεροι. Λάρκος: ἀνθρακικὸν σκεῦος. Λαρόν: χλιαρόν· προσηνές· ἡδύ. Λάρναξ: σορὸς ἢ κιβωτός. Λάρος ἐν Νεμέσει: παροιμία ἐπὶ τῶν ταχὺ ἀποδιδόντων. Λάρυγγα: ἀρρενικῶς λέγουσιν· οὕτως Εὔπολις. Λαρυγγίζειν: τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι· ἀλλʼ ἐπιτηδεύειν περιεργότερον τωῖ λάρυγγι χρῆσθαι· Δημοσθένης ἐν τωῖ κατὰ Κτησιφῶντος. Λάσανα: χυτρόποδες κυρίως· ἤδη δὲ καὶ τὸ παραπλήσιον ἐφʼ ὧν ἄν τις ἴπνον ἐπιστήσειεν ἢ τί τῶν τοιούτων καὶ τῶν ὁμοίων· ἐφʼ ὧν ἔψεταί τι καὶ φρύγεται· καὶ ἐφʼ ὧν ἀπεπάτουν ἔλεγον· οὕτω Φερεκράτης. Λάσια: δασέα. Λάσιοι: πολύτριχοι ἢ συνετοί. Λάσιον: λινοῦν περίζωμα. Λασιόκωφος: ὁ λίαν κωφός· οἷον, λάσια τὰ ὦτα ἔχων, ὡς συγκεκωφῶσθαι καὶ ἀναισθητεῖν. Λάσθαι: συμφοραί. Λάσκε: λέγε. Λάσταυροι: λασιόταυροι καὶ ἐξωστρηκότες σφόδρα. Λάταγες: οἱ κότταβοι· εἰώθασι γὰρ παρὰ τὰς μέθας, χαλκίον στρογγύλον ἐμφερὲς κρανίωι τιθέντες ἐν μέσωι καὶ τούτου στοχαζόμενοι, τοὺς κοττάβους βάλλειν περί τινων ἄθλων καθάπερ οἱ κυβεύοντες· ἐκρίνετο δὲ νικᾶν ὁ τοῦ χαλκίου τυχὼν καὶ μέγιστον ποιήσας ψόφον· ἐτίθετο δὲ ἔπαθλα ὠὰ καὶ τραγήματα· ἃ ἐκαλεῖτο κοττάβια. Λάτρις: θεράπαινα· δούλη· προσαίτις. Λατύπη: λιθουργική· ἢ τὸ λεπτὸν τοῦ λίθου. Λαύρα: ῥύμη· διʼ ἧς ὁ λαὸς ἐπανέρχεται. Λαυκανία: τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος. Λαυρεῖον: τόπος τῆς Ἀττικῆς, ἐν ωἷ τὰ ἀργύρεια ἦν μέταλλα. Λαυροστάται: μέσοι τοῦ χοροῦ· οἱονεὶ γὰρ ἐν στενωπῶ εἰσί· φαυλότεροι δὲ οὗτοι· οὕτω Κρατῖνος. Λάφυρα: τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα· τὰ δὲ τεθνεώτων αὐτῶν σκῦλα λέγεται. Λαφύξας: διασπαράξας· ἀφειδῶς θοινησάμενος. Λαφύττειν: ἀναλίσκειν ἀθρόως καὶ ἀσώτως· καὶ λαφυγμὸς ἡ τοιαύτη δαπάνη· οὕτως Ἀριστοφάνης. Λαχανίζεσθαι: ἀντὶ τοῦ λάχανα συλλέγειν· ὡς ξυλίζεσθαι καὶ φρυγανίζεσθαι. Λαχεῖν δίκης: τὸ παλαιὸν πολλῶν ὄντων οἳ ἐβούλοντο εἰς δικαστήριον εἰσιέναι, ἢ οἱ ἄρχοντες ἵνα κατὰ τάξιν εἰσίωσιν, κλήρω λαχεῖν αὐτοὺς τῆς δίκης διέταττον· ἢ λαχεῖν δίκης ἐστιν, ὡς ἔνιοι, οἷον τὸ τυχεῖν· ὥσπερ ὕπνου λαχεῖν καὶ τροφῆς καὶ τῶν τοιούτων. Λαχεῖν δίκην: δικάσασθαι. Λάχνη: τρίχωσις· λέγεται δὲ καὶ ὁ τῆς κεφαλῆς ἀφρός. Λαχνήεντα: δασέα· τετριχωμένα. Λάχνος: δασύς. Λάχος: μέρος· κλῆρος. Λάψαι: τηῖ γλώττη πιεῖν. Λάων: δεδορκώς· διὸ καὶ κατὰ ἀπόφασιν ἀλαὸς ὁ τυφλός· ἔνιοι δὲ ἀπέδωκαν φθεγγόμενος· μαχόμενος ἄμφω. Λέαινα ἐπὶ τυροκνήστιδος: σχῆμα ἀκολάστων· Ἀριστοφάνης. Λεβαδεία: πόλις Βοιωτίας, ἐν ηἷ Διὸς μαντεῖον, Τροφωνίου κατασκευάσαντος. Λεβερίς: τὸ γῆρας ὃ ἀποδύεται ὁ ὄφις. Λεβηρίς: ὄρνεόν τι δυσοιώνιστον. Λέγει: τοὺς χρόνους ἐναλλάσσουσιν· ὡς καὶ τὸ γαμεῖ ἀντὶ τοῦ ἔγημεν. Λέγειν: ἀντὶ τοῦ οἰκοδομεῖν καὶ συλλέγειν. Λεγνῶδες: ποικίλον. Λεγωνῆσαι: ἀντὶ τοῦ παῖσαι· οὕτως Ἀριστοφάνης. Λεηλασία: αἰχμαλωσία. Λεηλατεύειν: ληστεύειν· ἁρπάζειν. Λεία: ἡ ἐν πολέμωι ὠφέλεια· καὶ λεῖα, ἀροῦραι. Λείας: πραίδας ἀπὸ πολεμίων. Λείβει: βάλλει· στάζει. Λείβηθρον: ὀχετὸς ὑδραγωγικός. Λειόβατος: ἰχθύος εἶδος· ἔστι δὲ ὅμοιον νάρκηι. Λειπομαρτύριον: ἀδικήματος εἶδος· ἐφʼ ωἷ γραφὴ ἦν, εἴτις ἐκλείποι μαρτυρίαν· ἔοικεν δέ πως τωῖ ἐκκλητεύειν· πλὴν ὅτι ὁ μὲν οὐδὲ τὴν ἀρχὴν θελήσας μαρτυρεῖν ἐξεκλητεύετο· ὁ δὲ ὑποσχόμενος μὲν, ἐκλιπὼν δὲ, λειπομαρτυρίου ἐκρίνετο· ὥσπερ καὶ ὁ μὲν μὴ δʼ ὅλως στρατευσάμενος ἀστρατείας· ὁ δὲ στρατευσάμενος μὲν, λιπὼν δὲ τὴν τάξιν, λειποταξίας. Λειπομαρτυρίου δίκη: τοῖς ἐπισταμένοις τί τῶν πεπραγμένων καὶ μάρτυσιν ὑπεσχημένοις ἐν δικαστηρίωι· εἶτα δὲ ὕστερον ἀποφυγοῦσιν ἐλάγχανον δίκην· κὰν μὲν ἥλωσαν, ἐτιμῶντο κατʼ ἀξίαν· εἰ δὲ μὴ ἕλοι ὁ διώκων, πρόστιμον ἐτίθετο δραχμήν. Λειμών: ἀνθηρὸς τόπος. Λείρια: ἄνθη· ἢ κρίνα. Λειριόεντα: ἁπαλὰ παρὰ τὴν λειότητα· λείριον γὰρ τὸ ἄνθος· προσηνῆ· τερπνά· ἡδέα. Λειτά: τὰ δημόσια· λειτὰ δὲ ὡς εἰ τὰ ἱμάτια παρʼ Ὁμήρωι. Λειτόν: τὸν πένητα ὡς ἡμεῖς· οὕτω Μένανδρος. Λειτουργίας: ὑπηρεσίας. Λειτουργική: κυρίως μὲν ἡ ἱερατική· καταχρηστικῶς δὲ ἡ δουλική. Λειφαιμεῖ: λείπεται αἵματος. Λειώσας: διακόψας. Λεκανεις: ἐν τοῖς ἐπαυλίοις οἱ πατέρες ταῖς νύμφαις δῶρα ἔπεμπον· ἐν μὲν ταῖς κοίτισι χρυσία· ἐν δὲ ταῖς λεκανίσι παρθενικὰ παίγνια. Λεκανεις: κεραμέα λοπάς· καὶ τὰ ἐκπέταλα τρυβλία. Λεκάνη: παρώνυμος ποῦ λέκους· οὐχὶ ἀπὸ τοῦ λάλακος· λάλαικος δὲ πλατὺ καὶ ἐκπέταλον καὶ ἀναπεπταμένον ἀγγεῖον· ἀλλʼ οἱ παλαιοὶ, ὃ ἡμεῖς λεκάνην, ποδονιπτῆρα ἐκάλουν· λεκάνιον δὲ καὶ λεκανίδα ἀγγεῖα ὦτα ἔχοντα πρὸς ὑποδοχὴν ὄψων καὶ τοιούτων τινῶν· οὕτως Ἀριστοφάνης. Λεκάρια: λεκανίδια. Λεκαρύταινα: εὑρεῖα. Λέκρανα: οἱ ἀγκῶνες. Λέκτροις: κοίταις. Λέκτρον: κοίτη. Λελάβηκεν: Ἡρόδοτος· καὶ καταλελάβηκεν. Λελάφασιν: οἷον πεπώκασιν. Λελιουργημένα: κεκαλλωπισμένα. Λέλογας: ἀντὶ τοῦ εἴρηκας λέγουσι. Λέλογχεν: ἔτυχεν· ἀπήλαυσεν. Λέκος καὶ λεκίσκιον· καὶ λεκάνη καὶ λεκανίς· τὰ ἐκπέταλα τρυβλία· οὕτως Ἀριστοφάνης. Λελεπασμένον: πεπεμμένον· οὕτως Στράττις. Λελυθρωμένον: ὅλον ἐξ αἵματος πλυνόμενον· αἱματωμένον. Λέμβον: μικρὸν πλοῖον. Λέμβος: εἶδος νεώς. Λέμβος: ἐφόλκιον· καὶ λέμβαρχοι, οἱ τοῖς ἐφολκίοις πλέοντες. Λέμμα: λέπισμα. Λέμμα: κυρίως μὲν ὁ φλοιός· καταχρηστικῶς δὲ ἐπὶ τοῦ δέρματος καὶ τοῦ ἀνθρωπείου· ἐν Τιμαίωι. Λέμφας: πέπωκας. Λέμφοι: τὰ θνησείδια τῶν θρεμμάτων καὶ ξηρὰ ὑπὸ νόσου. Λέμφος: ἀνόητος· μυξώδης. Λέμφους: τὰς πεπηγυίας μύξας. Λέξεται: λεχθήσεται. Λέοντα ξυρᾶς: παροιμία λεγομένη ἐπὶ τῶν τὰ ἀδύνατα ἐπιχειρούντων. Λεοντή: ἡ δορὰ τοῦ λέοντος. Λεοντίς: φυλὴ Ἀθήνηισιν· ἀπὸ Λεὼ τοῦ Ὀρφέως. Λεωφόρος: δημοσία ὁδός. Λεπαδευόμενος: λεπάδας συλλέγων. Λέπαδνα: οἱ μασχαλιστῆρες τῶν ἵππων. Λέπαργοι: οἱ τὰς λαπάρας λευκὰς ἔχοντες. Λεπάσται: κύλικες τινὲς οὕτως ἐκαλοῦντο· Κρατῖνος. Λέπατνα: οἱ περὶ τὰ στήθη τῶν ὑποζυγίων ἱμάντες. Λέπραι: λεπίδας ἔχοντα ταρίχη· καὶ λεβίαι καλοῦνται. Λέπρεον: τῆς Τριφυλίας πόλις· ἀπὸ τοῦ παρακειμένου τραχέος ὄρους· οἱ δʼ ἀπὸ τοῦ τοὺς κτίζοντας αὐτὴν νόσωι χρήσασθαι λέπραι. Λεπτὰ πλοῖα: τὰ μικρά· ηʹ Θουκυδίδης. Λέπτει: κατεσθίει: οὕτως Εὔπολις. Λεπτήκεις: λέπτας. Λεπτὴν πλέκειν: λεγόμενον τί ἐπὶ τῶν πενήτων· οἷον ἀκριβῆ· στενήν· ἀσθενῆ. Λεπτογέα: κακὸς ἀγρός· λεπτὴ γῆ· λυπρά. Λεπτολογίαν: Ἕρμιππος Δημόταις. Λεπτόμιτον φάρος: τὸ λεπτὸν ἱμάτιον. Λέρνη θεατῶν: ἀντὶ τοῦ κακῶν θέατρον· Κρατῖνος· οἱ μὲν διὰ τὴν ὕδραν· οἱ δὲ διὰ τὸ τοὺς Ἀργείους τὰ καθάρματα ἐκεῖ ἀποφέρειν· ὁ γὰρ Δαναὸς ἐν τῆ Λέρνηι τὰς κεφαλὰς τῶν Αἰγυπτιάδων ἀπέθετο· καὶ, ὡς εἰκὸς, ἐφʼ ὕβρει ἐκέλευσεν τὰ δεισαια ἐκεῖ ῥίπτειν. Λεσβίων ἀξία: παροιμία ἐπὶ τῶν ἀπράκτων. Λέσβιον ὠδόν: τὸν Φρύνιχον· οἱ δὲ Εὐαίνετον. Λεσβίσαι: μολῦναι τὸ στόμα· Λέσβιοι γὰρ διεβάλλοντο. Λέσχαι: οἱ τόποι εἰς οὓς συνιόντες ἐλέσχαινον. Λέσχαι: λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί· Ὅμηρος· Οὐκ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, Ἠέ που ἐς λέσχην· Κλεάνθης δὲ φησὶν ἀπονενεμῆσθαι τωῖ Ἀπόλλωνι τὰς λέσχας· ἐξέδραις δὲ ὁμοίας γίνεσθαι· καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρʼ ἐνίοις λέσχην ὄρειον ἐπικαλεῖσθαι. Λέσχη: πολλὴ ὁμιλία· φλυαρία· τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ τόποι, ἐν οἷς εἰώθεσαν φιλοσοφεῖν ἀθροιζόμενοι, λέσχαι ἐκαλοῦντο· οὕτω φησὶ καὶ Ἱεροκλῆς ἐν αʹ φιλοσοφουμένων. Λεσχηνεύειν: φλυαρεῖν. Λευγαλέα: διάβροχος· οὕτω Σοφοκλῆς. Λευκάς: νῆσος ἐστὶν πρὸ τῆς ἠπείρου κειμένη. Λευκαὶ φρένες: μαινόμεναι· καὶ ἀγαθαὶ, ἢ ἥμεροι. Λευκάτης: σκόπελος τῆς ἠπείρου· ἀφʼ οὗ ῥίπτουσιν αὐτοὺς εἰς τὸ πέλαγος οἱ ἱερεῖς· Σαπφὼ δὲ πρώτην ἐπὶ Φάωνι τοῦτο ποιῆσαι τὴν ποιήτριαν· οἱ δὲ τὴν ἑταίραν· ἐγένετο γὰρ ἄλλη Λεσβία ἑταίρα. Λεύκη: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· τοὺς ἐστεφανωμένους τωῖ μαράθωι καὶ τηῖ λεύκηι· ἐστέφοντο δὲ οἱ τὰ Βακχικὰ τελούμενοι τηῖ λεύκηι, διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον· τὴν δὲ λεύκην πεφυκέναι φασὶν πρὸς τωῖ Ἀχέροντι· ὅθεν καὶ Ἀχερωΐδα καλεῖσθαι αὐτὴν παρʼ Ὁμήρωι. Λευκὴ ἀκτή: πλειόνων ὄντων λευκῶν, Λυσίας τοὺς ἐν Προποντίδι μνημονεύει. Λευκὴ ἡμέρα: ἡ ἀγαθὴ καὶ ἐπʼ εὐφροσύνηι· Εὔπολις Κόλαξι. Λευκὴν μάζαν φυρῶ σοι: παροιμία ἐπὶ τῶν μεγάλα ὑπισχνουμένων. Λευκὴ στάθμη: ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων· ἢ ἐπὶ τῶν μηδὲν συνιέντων· Σοφοκλῆς Κηδαλίωνι· Τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρο-μαι, Οὐ μᾶλλον ἢ λευκωῖ λίθωι λευκὴ στάθμη. Λευκόνιον: δῆμος Λεοντίδος· οἳ καὶ Λευκόνιοι. Λευκοί: οἱ δειλοὶ καὶ λευκόπυγοι. Λευκοπύγους: δειλούς· ὡς μελαμπύγους τοὺς ἀνδρείους. Λευκόσυροι: οἱ Καππάδοκες· καὶ οὓς οἱ Ἴωνες Σύρους. Λευκορύτους: δειλούς. Λευκώλενος: λευκοβραχίων. Λεύκωμα: τοῖχος ἐστὶ γύψωι ἀληλιμμένος, πρὸς γραφὴν τινῶν πολιτικῶν ἐπιτήδειος. Λεύκτρα: χωρίον Βοιώτιον περὶ Θεσπίας. Λευχείμων: λευκοφόρος. Λέχαιον: ἐπίνειον Κορινθίων. Λέχος: συνουσία· κοίτη· μίξις. Λεχώ: ἡ ἀρτίτοκος. Λεωκόρητος: ἐξωλοθρευμένος· τὸ γὰρ λέως ἔστι τελέως· Ἀρχίλοχος· Λείως γὰρ οὐδὲν ἐφρόνεον· καὶ λεουργὸς ἀπὸ τούτου, ὁ μεγαλουργός. Λεωκόριον: ἱερὸν Ἀθήνηισι· τοῦ δὲ Λεὼ θυγατέρες ἐγένοντο τρεῖς· Φρασιθέα· Θεόπη· Εὐβούλη· αἳ παρθένοι ὑπὲρ τῆς πόλεως ἐσφαγιάσθησαν κατὰ χρησμὸν, ἑκόντος τοῦ πατρὸς ἐπιδόντος· ὁ δὲ Λεὼς υἱὸς ἦν Ὀρφέως, οὗ ἐπώνυμος καὶ ἡ Λεοντὶς φυλή. Λεωκόριον: ἐν μέσωι τωῖ Κεραμεικωῖ ἡρωῖον· Λεὼς γὰρ ὁ Ὀρφέως, υἱὸν μὲν ἔσχε Κύλανθον, θυγατέρας δὲ τρεῖς, Φρασιθέαν, Θεόπην, Εὐβούλην· ἃς ὑπὲρ τῆς χώρας σφαγιασθείσας ἔτι παρθένους ἐτίμησαν Ἀθηναῖοι τωῖ ἡρώωι. Λεοπετρία: λεῖος λίθος. Λεωργόν: ἐν τωῖ ω, καὶ Ἀττικοὶ καὶ Ἴωνες· καὶ Ξενοφῶν· θερμουργότατον καὶ λεωργότατον· Δωριεῖς δὲ διὰ τοῦ ου, λεουργόν. Λεώς: ὁ λαὸς, ὁ ὄχλος, Ἀττικῶς. Λῆγε: παύου. Ληθεδών: λήθη. Λήθην κυνῶν: λήθην ἐμποιούντων φαρμάκων. Ληΐδιον: ἱμάτιον· τριβώνιον· ληϊδίωι δὲ τριβωνώδης ἡ χλαμύς. Λήϊον: ὁ χλωρὸς σῖτος. Ληϊσθείς: ληστευθείς. Ληϊστάς: καὶ τοὺς ἐν τηῖ θαλάττηι. Λήϊα: σιτοφόρα πεδία· χωράφια. Ληϊσταί: ἀντὶ τοῦ πειραταί. Ληϊτόν: δημόσιον. Ληΐσατο: ἐμερίσατο ἢ ἐλαφυραγώγησεν. Ληΐζεται: αἰχμαλωτίζει· διαρπάζει· πορθεῖ· ἐρημοῖ· ἴσως δὲ καὶ ἐν παθητικωῖ σημαινομένωι λέγεται. Ληστικὸν καὶ ληστρικὸν διαφέρει: τὸ μὲν γὰρ ἐκτὸς τοῦ ρ, σημαίνει τὸ σύστημα τῶν ληστῶν· τὸ δὲ μετὰ τοῦ ρ, τὸ κτῆμα τῶν ληιστῶν· Θουκυδίδης αʹ· τό, τε ληιστικὸν καθήιρει ἐκ τῆς θαλάττης. Ληκᾶσθαι: περαίνεσθαι. Ληκῆσαι: παῖσαι· καὶ ἐπὶ τοῦ πλησιάσαι τίθεται· οὕτως Φερεκράτης. Ληκούμεσθʼ ὅλην τὴν νύκτα: τουτέστι διαπαιζόμεθα· οὕτως Φερεκράτης. Λήκυθον: τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστον εἶπεν Ἡρόδοτος. Λήκυθος: εἰώθεσαν ἐν ληκύθοις νομισμάτων ἔχειν νέων τινές· ὅθεν καὶ τοὺς ἐκδημοῦντας αὐτοληκύθους ἔλεγον. Ληκυθιστής: ὁ μικρόφωνος· οὕτως Σοφοκλῆς. Ληκώ: τὸ μόριον λέγουσι τὸ ἀνδρεῖον. Ληλάντου πεδίον: τῆς Εὐβοίας ἀπὸ Ληλάντου βασιλέως. Λῆμαι: κανθοί· ὄμματα. Λημᾶν χύτραις καὶ λημᾶν κολοκύνταις: ἐπὶ τῶν λίαν παρορώντων καὶ ἀμβλυωττόντων. Λημᾶν καὶ γλαμᾶν: τὸ λήμας ἐν τοῖς ὀφθαλμοῖς ἔχειν. Λημάτια: τὰ βουλεύματα. Λῆμμα: φρόνημα· κέρδος. Λήμματα: προφητεῖαι· λέγεται δὲ καὶ τὰ ἐξ οἰκείας καρδίας ἀποφθέγματα. Λήμματα λέγουσι: λήψομαι δὲ οὐκέτι· οἱ μέντοι Δωριεῖς φυλάσσουσι τὴν ἀναλογίαν τοῦ λήψομαι. Ληματίας: φρονηματίας· γεννάδας. Λήμη: λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον, καὶ ἀμβλυώττειν παρασκευάζον. Λημνία δίκη: ἡ κακίστη. Λήμνιον πῦρ: ἔστιν ἀναφορὰ ἐν Λήμνωι πυρὸς χαλεπὴ τίς. Λήμνιον κακὸν βλέπων: πυρῶδες· καὶ παροιμία· Λήμνιον κακόν· ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυναῖκας οἱ Λήμνιοι καὶ τεκνοποιησάμενοι ἐξ αὐτῶν, κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων· ἐπὶ δὲ Θόαντος αἱ γυναῖκες τοὺς ἄνδρας, ὅτι αὐταῖς οὐ προσεῖχον, ἅμα ταῖς τῶν Θραικῶν γυναιξίν· ἐπὶ τηῖ δυσωδίαι ἣν Μυρσίλος μὲν διὰ τὸν Μηδείας ἐπὶ τηῖ Ὑψιπύληι ζῆλον κατασχεῖν· Καύκασος δὲ διὰ τὸ ὀλιγωρῆσαι τῆς Ἀφροδίτης τὰς Λημνίας· ἔνθεν τὰ μεγάλα κακὰ Λήμνια λέγεται. Λῆνος: τὸ ἔριον οἱ ἀρχαῖοι. Ληναῖον: περίβολος μέγας Ἀθήνηισιν· ἐν ὧ τοὺς ἀγῶνας ἦγον, πρὸ τοῦ τὸ θέατρον οἰκοδομηθῆναι, ὀνομάζοντες ἐπὶ Ληναίωι· ἔστιν δὲ ἐν αὐτωῖ καὶ ἱερὸν Διονύσου Ληναίου. Ληνός: γεωρκικὸν σκεῦος· ἢ ἄγγος ξύλινον οἴνου δεκτικόν. Ληξιαρχικὸν γραμματεῖον: εἰς ὃ ἐνεγράφοντο οἱ τελειωθέντες τῶν παίδων· οἷς ἐξῆν ἤδη τὰ πατρωῖα οἰκονομεῖν· παρὸ καὶ τούνομα γέγονε διὰ τὸ τῶν λήξεων ἄρχειν· λήξεις δέ εἰσιν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι· λῆξις τὸ ἔγκλημα· καθʼ οἷον λόγον φαμὲν καὶ λαχεῖν δίκην. Ληξιαρχικὸν γραμματεῖον: Ἀθηναίων τῶν ἀστῶν τῶν ἐχόντων ἡλικίαν ἄρχειν ἀναγράφεται τὸ ὄνομα προστιθεμένων τῶν δήμων αὐτοῖς· καὶ ἐξ ἐκείνων τῶν γραμματείων κληροῦσι τὰς ἀρχάς. Λήξεις θεῶν: λάχοι· κλῆροι· τεμένη· ἀρχῆς δὲ λῆξιν, ἀντὶ τοῦ διακλήρωσιν. Λῆξιν δίκης καὶ λαχεῖν δίκην: τὸ καταγγεῖλαι κρίσιν ἰδιωτικῶν πραγμάτων φασίν· τὸ δὲ ἀντικαλέσαι, ἀντιλαχεῖν· τὸ δὲ διανείμασθαι χρήματα, διαλαχεῖν. Λῆξις: παῦσις· ἡ μερίς· κληρονομία. Λῆροι: κόσμος γυναικεῖος χρυσοῦς. Λῆρος: φλύαρος· ματαιόφημος. Λήσομαι: ἐπιλάθωμαι. Ληστικήν: ἀφαιρετικήν. Ληστοσαλπίγκτας: τοὺς Τυρρηνούς· ἀπὸ Πισαίου τοῦ εὑρόντος. Λιάζειν: λίαν ἐσπουδακέναι. Λιαινούσης: πραϋνούσης. Λίαν ἐντός: σφόδρα πόρρω. Λιβαδία: πόλις τῆς Βοιωτίας. Λιβάδα: σταγόνα· κρήνην· ἔνυδρον τόπον. Λιβάζεις: ἀπορρυεὶς ἢ ἀποφθαρείς. Λιβάζω: φθερῶ. Λίβανον: τὸ δένδρον θηλυκῶς· Πίνδαρος. Λίβερνα: καράβια. Λίβηθρα: τὰ ἔφυδρα χωρία· καὶ αἱ διαρύσεις τῶν ὑδάτων· οὕτως Εὔπολις. Λιβρόν: τὸ σκοτεινὸν καὶ ἀόρατον· οἱ τραγικοί. Λιγαίνειν: τὸ τύπτειν· ὥσπερ λέγειν εἰώθαμεν τὸ ξαίνειν. Λιγαίνειν: ὀξέως ὁρμᾶν. Λιγαίνων: κηρύσσων. Λίγδην: οὐ κατὰ βάθος, ἀλλʼ ἐκ τῆς ἐπιφανείας. Λίγδος: χῶνος τρήματα ἔχων συνεχῆ τέσσαρα παραπλήσια, διʼ ὧν ὁ χαλκὸς ἠθεῖται. Λιγνύς: ἡ ἀνάδοσις τοῦ καπνοῦ. Λιγύς: ἡδύς· ὀξύς. Λιγύφωνος: ἡδύφωνος. Λιθολόγοι: οἰκοδόμοι. Λιθόλευστος: λιθοβόλητος. Λίθων ποτίμων: μήποτε τῶν πώρων λέγει· οἱ πίνοντες τὸ ὕδωρ ἰσχυρότεροι γίνονται· ἢ τῶν τὴν σάρκα τῶν ἐντιθεμένων καταναλισκόντων σωμάτων. Λίθων χοαί: ἄργυρος καὶ χρυσός· καὶ γὰρ Εὐριπίδης φησί· Λευκοὺς λίθους ἔχοντες αὐχοῦσιν μέγα. Λιθῶντας: τρισυλλάβως, οὐ λιθιῶντας· Πλάτων ιαʹ Νόμων· καὶ βραγχᾶν λέγουσιν, οὐ βραγχιᾶν· καὶ ἕτερα τοιαῦτα. Λίθον ἕψεις: παροιμία· ἀδυνάτω ἐπιχειρεῖς. Λίθος: Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος· τῶν τε παρόντων καθʼ ἕνα ἡμῶν οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες· εἰρήκασιν οὖν Ἀθηναῖοι πρός τινι λίθωι τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης καὶ Φιλόχορος ὑποδηλοῦσιν. Λιθουργός: λιθογλύπτης. Λιθουλκῆσαι: τὸ στῆσαι ἐπὶ τῆς βάσεως τὸ ἀνάθημα. Λικμήσονται: λείξουσιν. Λιμοδωριεῖς: Πελοποννησίων οἱ διὰ λιμὸν μετοικήσαντες εἰς Ῥόδον καὶ Κνίδον. Λικμῶ: κοσκινεύω· διασκορπίζω. Λιμωῖ Μηλίωι: παροιμία· ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λίμωι· ὡς Θουκυδίδης ἐν τηῖ πέμπτηι. Λικνευτης: ἐπὶ δὲ τοῦ Διονύσου ἀπὸ τῶν λίκνων ἐν ἧ τὰ παιδία κοιμᾶται. Λίκνον: κόσκινον ἤτοι πτύον. Λικνοφόρος: ὁ φέρων τὸν λίκνον· καὶ γὰρ μυστικόν τι σημεῖον τῆς Δημητρίου τροφῆς ἐτίθετο ἐπὶ τῶν λίκνων. Λικνοφόρος: τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειον ἐστιν· ὁ δὲ τοῦτο φέρων λικνοφόρος λέγοιτʼ ἄν. Λίμνην: τὴν θάλασσαν κυρίως. Λιμόν: ἀρρενικῶς οἱ Ἀττικοὶ τὴν λιμόν. Λινεύς: κεστρεύς. Λινὸν λινωῖ συνάπτεις: ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν δρώντων· Στράττις Ποταμοῖς· καὶ Ἀριστείδης ὁ ῥήτωρ καὶ Πλάτων. Λινόν: κοινῶς μὲν ἄνθος· Θεόφραστος δὲ νάρκισσον· Μυρσίλος δὲ Λεσβιακοῖς εἶδος ἄνθους. Λινόν: Ἡρακλείδης ὁ Ποντικὸς ἐπειδὴ οἱ παλαιοὶ λινοῖς ἀντὶ χορδῶν ἐχρῶντο· ἀλλὰ καὶ Ὅμηρος ἤδη χορδὰς ἐπιστάμενος λινὸν καλεῖ· ἐγένοντο δὲ τρεῖς ἥρωες Λίνοι· Καλλιόπης· ὁ δὲ Ἀλκιόπης καὶ Ἀπόλλωνος· τρίτος δὲ Ψαμάθης τῆς Κροτίου καὶ Ἀπόλλωνος. Λινόπται: οἱ ἀποσκοπούμενοι τὰ ἐμπίπτοντα τοῖς κυνηγετικοῖς λίνοις θηρία· Ἀθηναῖοι δὲ καὶ τοὺς φυλάσσοντας τὰς οἰκίας ὁμοίως ἔλεγον. Λινόπληγος: φρενόπληγος. Λῖξαι: ἐκτεταμένως· Ἀριστοφάνης Ἱππεῦσιν. Λίπα ἀλείψασθαι: τὸ ἐλαίωι ἀλείψασθαι λέγουσιν. Λιπάρα: μία τῶν καλουμένων Αἰόλου νήσων· περὶ τὴν Σικελίαν δὲ ἡ Λιπάρα. Λιπαρέετε μένοντες: προσεδρεύετε μένοντες· ἢ ἐπιμελεῖσθε μένοντες. Λιπαρεῖ: παρακαλεῖ. Λιπαρεῖν: τὸ σφόδρα προσκαρτερεῖν καὶ δεῖσθαι· ἀπὸ τοῦ λίαν παρεῖναι καὶ ἀξιοῦν. Λιπαρές: συνεχές. Λιπαρής: καρτερικός· λίαν ἐγκείμενος. Λιπερνοῦντας: πενιχρούς. Λιπέρνητες: ἤτοι λιποπόλεις ἢ πένητες· τὸ δὲ ὄνομα καὶ παρὰ τοῖς κωμικοῖς, ὅτʼ ἂν παρωδῶσι τοὺς Ἴωνας. Λιπομαρτύριον: Λυσίας· καὶ λειποτάξιον Δημοσθένης ἐν τῶ κατὰ Μειδίου καὶ Πλάτων ἐν Ἀδώνιδι. Λιπογνώμων: ὁ μηκέτι ἔχων ὀδόντας· γνῶμα γὰρ καὶ γνώμων, ὁ τῶν ὑποζυγίων ὀδούς· ἀφʼ οὗ τὰς ἡλικίας αὐτῶν διαγινώσκομεν. Λιποτάκτης: φυγάς· τὴν τάξιν αὐτοῦ καταλιπών. Λιποτακτήσας: καταλείψας· φυγών. Λιπῶσι: λιπαρῶσι. Λίριον: κοινῶς τὸ ἄνθος· καὶ ἰδίως τὸν νάρκισσον καλοῦσιν Ἀττικοί. Λισσάνιε: ἀγαθὲ ἢ φίλε· Λάκωνες. Λίσσομαι: ἱκετεύω. Λίσπας: ἐκωμωδοῦντο λίσπαι οἱ Ἀθηναῖοι ἀπὸ Θησέως· ἐπεὶ Ἡρακλῆς δοκεῖ ἁρπάσαι ἀπὸ τῆς πέτρας τὸν Θησέα ὁ τὴν ἐν Αἵδου ὡς μειαν την πρὸς τὴν πέτραν τῶν ἰσχίων. Λίσπαι: οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετριμμένοι· καὶ λίσπη γλῶσσα, ἡ ἐπιτετριμμένη· λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι ἐπιθετικῶς λίσπαι, διὰ τὸ ναυτικοὺς ὄντας ἕνεκα τῆς ἐν τωῖ κωπηλατεῖν συνεχοῦς ἐφέδρας ἀπογλούτους εἶναι· ἐν ωἷ διὰ τὸ Θησέα μετὰ Πειρίθου καταβάντα εἰς Αἵδου καὶ πρός τινα πέτραν ὑπὸ Περσεφόνης ἐπικαθεσθέντα σὺν τωῖ Πειρίθωι· Ἡρακλέους ἐπὶ τὸν Κέρβερον κατελθόντος, παρὰ τῆς θεοῦ τε αὐτὸν ἐξαιτησαμένου, καὶ τῆς πέτρας ἀποσπῶντος, ἐγκαταλειφθῆναι τὸ προσηνωμένον αὐτηῖ τῶν γλουτῶν μέρος· διόπερ εἰς τιμὴν ἐκείνου καὶ τοὺς λοιποὺς Ἀθηναίους οὕτως ὀνομάζεσθαι. Λίστριον: στρογγύλον· πρυπτυον· ὃ ἡμεῖς τηγανόστροφον. Λισχρός: φειδωλός. Λιτάζομαι: παρακαλῶ· δέομαι. Λιτανεύει: εὔχεται. Λιταργίζειν: τρέχειν. Λιταργίσαι: κνίσαι. Λιταργιοῦμεν: ὀξυνοῦμεν. Λιτή: τῆς Μακεδονίας· ἧς Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου μνημονεύει. Λιτή: παράκλησις. Λιτοῖς: ψιλοῖς· εὐτελέσιν. Λίτρα: ἦν μὲν καὶ νόμισμά τι, ὡς Δίφιλος· ἐπὶ δὲ τοῦ σταθμοῦ Ἐπίχαρμός τε καὶ Σώφρων ἐχρήσαντο· Σοφοκλῆς δὲ λιτροσκόπον φησὶ τὸν ἀργυραμοιβὸν ἀπὸ τοῦ νομίσματος. Λίτρα: τὴν νομισμοδόκην καλοῦσι· τὴν δὲ αὐτὴν καὶ λιτροδόκην καλοῦσιν. Λίτρον: οὐ νίτρον Ἀττικοί· οὕτως Ἀριστοφάνης. Λιτυέρσαν: ὠδὴν τινὰ ἣν ἄδουσιν οἱ θερίζοντες, ὡς ἐπίσημον τινὰ γεγονότα τῶν παλαιῶν τὸν Λιτυέρσαν ἀνακαλούμενοι· ἦν δʼ οὗτος Μίδα υἱὸς νόθος, οἰκῶν δὲ ἐν Κελαιναις τῆς Φρυγίας τοὺς παριόντας ἠνάγκαζεν σὺν αὐτωῖ θερίζειν· εἶτα ἀποκόπτων τὰς κεφαλὰς τωῖ δρεπάνωι, τὸ λοιπὸν σῶμα τοῖς δράγμασιν ἐνειλῶν ηἶδεν· ἀνηρέθη δὲ ὑπὸ Ἡρακλέους· ἡ δὲ ὠδὴ βάρβαρος· Φρύγες γὰρ αὐτὴν ἦδον. Λιτυέρσης: εἶδος ωἰδῆς· Μένανδρος Χαλκηδονίωι· Αἴδοντα Λιτυέρσην ἀπʼ ἀρίστου τέως· οἱ δὲ αὐλήσεως γένος· Μίδου δὲ ἦν ὁ Λιτυέρσης νόθος υἱός· κατοικῶν δὲ ἐν Κελαιναις, τοὺς παριόντας ὑποδεχόμενος, ἠνάγκαζεν μετʼ αὐτοῦ θερίζειν· εἶτα ἀποκόπτων τὰς κεφαλὰς, τὸ ἄλλο σῶμα συνείλει ἐν τοῖς δράγμασιν· ἀπέθανεν δὲ ὑπὸ Ἡρακλέους· εἰς τιμὴν δὲ τοῦ Μίδου θεριστικὸς ὕμνος ἐπʼ αὐτωῖ συνετέθη. Λιφαιμεῖ: αἱμορροεῖ· λείπει τωῖ αἵματι. Λιχνεύουσα: λίχνως ζητοῦσα. Λιχνεία: πύκνωσις. Λίχνος: προαπτόμενος τῶν ὄψων· κατεπιθυμῶν· λιμβός· λαίμαργος. Λιψύδριον: χωρίον τῆς Ἀττικῆς. Λοβός: τὸ ἄκρον τοῦ ὠτίου. Λογγάσω: στραγγεύσομαι· ὃ ἡμεῖς λαγγάσω καὶ λαγγονεύσω λέγομεν· Αἰσχύλος δὲ ἐξ ὧν τὰ ἀπόγεια δοῦσιν, τὰ λογγάσια. Λογάδην: ἐπίλεκτος. Λογίαι: ἐκλογαί· καρποφορίαι. Λογισμόν: ἡ λογιστικὴ τέχνη· ὡς Ἰσοκράτης Βουσίριδι. Λογισμός: ὅτε μὲν συνήθως· ὅτε δὲ ἐπὶ ψήφου ἔλεγον. Λογισταί: οἱ μεθοδικοὶ καὶ περίψηφοι. Λογισταί· καὶ λογιστήρια: ἀρχὴ τίς παρʼ Ἀθηναίοις οἱ λογισταί· εἰσὶν δὲ τὸν ἀριθμὸν δέκα· οἳ τὰς εὐθύνας τῶν διωικημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα· ὅτʼ ἂν τὰς ἀρχὰς ἀπόθωνται οἱ ἄρχοντες· λογιστήρια δέ ἐστι τὰ τῶν λογιστῶν ἀρχεῖα· ὡς Δείναρχος καὶ Ἀνδοκίδης δηλοῦσιν. Λογιστής: κριτής· δοκιμαστής· ἐξεταστής. Λογογράφος: ὁ δίκας ἢ τοὺς δικανικοὺς γράφων. Λόγον ἔχειν: ἀντὶ τοῦ φροντίζειν· Θεόπομπος Φιλιππικῶν πρώτωι. Λογοποιός: ὁ ὑφʼ ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκράτης καὶ Ἡρόδοτος. Λογοποιῶν: πλάττων λόγους ψευδεῖς. Λόγου τυχεῖν: ἀντὶ τοῦ ἐπαίνου· Δημοσθένης ἐν τωῖ κατὰ Κτησιφῶντος. Λόγου χάριν: φησὶν Ὑπερίδης. Λογάρια: Φαίδων Σωκρατικὸς Ζωπύρωι. Λοιβή: σπονδή· θυσία. Λοιγόν: φθοράν· ὄλεθρον. Λοιδίας: ποταμὸς Μακεδονίας· οὗ Αἰσχίνης μέμνηται. Λοιδορούμενος: ἀντὶ τοῦ λοιδορῶν. Λοιδορησμός: λέγουσιν ἀντὶ … Λοιμεύεται: φθοροποιεῖ· βλάπτει. Λοιπὰ ἄττα: λοιπὰ τινά. Λοίσθω: ἐσχάτωι. Λοκρῶν ξυνθήματα: παροιμία· τάσσεται ἐπὶ τῶν παρακρουομένων. Λολλοῦν: τὰ παιδία τὸν θεόν· οὕτως Ἕρμιππος. Λοξίας: εἰώθασι τὸν πρὸ τῶν θυρῶν ἱδρυμένον βωμὸν τοῦ Ἀπόλλωνος Λοξίαν καὶ Ἀπόλλω προσαγορεύειν καὶ Ἀγυιᾶ. Λοξά: σκολιά· καμπύλα· οὐκ ἐξ εὐθείας γινόμενα. Λοπασίν: κλέπταις. Λοπάς: σορός. Λοπάδα: τὴν θεὸν Θεόπομπος. Λοπίζειν: οὐ λεπίζειν. Λόπισμα: καὶ λέμμα. Λοπος: ἡ περικειμένη ἔξωθεν τοῦ κρομμύου λεπίς· καὶ πᾶν λέπος· φλοιός· δέρμα· λεπτόν· ξηρόν. Λορδόν: τὸ ὑπόκυρτον· καὶ λορδότατον, τὸ ἀποσεσιμωμένον καὶ ἐναντίον τωῖ κυρτωῖ, ὃ καὶ κυφὸν καλεῖται. Λορδός: ἀπεξυλώμενος· συγκεκαμμένος τὸ σῶμα. Λοῦσθαι λέγουσιν, οὐχὶ λούεσθαι· καὶ λούμενος, οὐχὶ λουόμενος· οὕτως Ἀριστοφάνης. Λουσιεύς: δῆμος τῆς Οἰνηΐδος Λουσία· ἀφʼ οὗ οἱ δημόται Λουσιεῖς. Λουτρά: ἔθος ἐστι κομίζειν ἐπὶ ζεῦγος ταῖς γαμουμέναις καὶ τοῖς γαμοῦσιν· ἔφερον δὲ τὸ μὲν παλαιὸν ἀπὸ τῆς Ἐννεακρούνου λεγομένης κρήνης ὕδωρ· νῦν πάντοθεν λουτροφόρους εἰς τοὺς γάμους ἔπεμπον· καὶ λουτροφόρον ἐπετίθεσαν τοῖς ἀγάμοις ἐπὶ τῶν τάφων. Λουτρίδες: δύο κόραι περὶ τὸ ἕδος τῆς Ἀθηνᾶς· ἐκαλοῦντο δὲ αὗται καὶ πλυντρίδες· οὕτως Ἀριστοφάνης. Λούτριον: ἀπόλουμα καὶ ἀπόνιμμα. Λουτροφόρον: τὸ ἀγγεῖον, οἷον ἡ ὑδρία· καὶ λουτροφόρος, ὁ φέρων ἢ ἡ φέρουσα τὸ λουτρόν. Λουτροφόρος καὶ λουτροφορεῖν: ἔθος ἦν τοῖς γαμοῦσιν Ἀθήνηισι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν· ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγγυτάτω γένους παῖδα ἄρρενα· καὶ οὗτοι ἐλουτροφόρουν· ἔθος δὲ ἦν καὶ τοῖς ἀγάμοις ἀποθανοῦσι λουτροφορεῖν καὶ ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων· τὰ δὲ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης· πρότερον δὲ Καλλιρόης. Λοφαδια: κατὰ τοῦ αὐχένος. Λοφίας: ὁ τράχηλος. Λοφαῖν: λόφου ἐπιθυμεῖν· οὕτως Ἀριστοφάνης. Λόφος: γῆς ἀνάστημα· ἢ περικεφαλαία. Λοφοπωλεῖν: ἐπινεύειν· οἱ γὰρ τοὺς λόφους πωλοῦντες, ἐπὶ τὴν κεφαλὴν ἐπιτιθέμενοι συνεχῶς ἔνευον, ἵνα παραδείξωσιν ὑγιεῖς τὰς τρίχας καὶ ἀβρόχους τοῖς ὠνηταῖς. Λούτριον: τὸ τῶν νενιμμένων ῥυπαρὸν ὕδωρ. Λόφος: τράχηλος· καὶ τὸ τῆς περικεφαλαίας ἄκρον. Λοχαγοῖς: στρατηγοῖς· ταξιάρχαις. Λοχαῖος σῖτος: ὁ βαθύς· ἢ ὁ διʼ ἐπομβρίαν κεκλημένος. Λοχεία: ἡ τῶν τετοκυιῶν ἐπιμέλεια· ὡς νοσηλεία, ἡ τῶν καμνόντων. Λοχεύει: ἐνεδρεύει. Λοχεύονται: γεννῶσι. Λόχοι: Λακεδαιμονίων δʹ, ὡς Ἀριστοφάνης· Θουκυδίδης δὲ εʹ· Ἀριστοτέλης ζʹ. Λόχμη: πλαγία σύμφυτος καὶ λοχμώδης. Λόχος: ἐνέδρα· τάξις. Λοχῶντες: ἐνεδρεύοντες. Λυγαίως: σκοτεινῶς. Λυγίζει: στρέφει· κάμπτει· ἀπὸ τῶν λύγων. Λυγιζόμενος: στρεφόμενος· καμπτόμενος· ἀπὸ τῶν λύγων· λύγος δὲ φυτὸν ἱμαντῶδες· —δίδη μόσχοισι λύγοισιν· ἐν Γοργία· πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διελθὼν ἀποστραφῆναι λυγιζόμενος, ὥστε μὴ παρέχειν δίκην· τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν, λυγίζειν· καὶ αἱ μάστιγες αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦνται. Λυγίσμασιν: συγκλάσμασιν. Λύγκες: εἶδος θηρίου ὀξυδερκές. Λυγμός: ὀλολυγμός. Λύγος: φυτὸν ἱμαντῶδες. Λυγρόν: χαλεπόν· ὀλέθριον· κακόν· ἰσχυρόν· πενθικόν· ἐλεεινόν. Λυγῶδες: ὄργανον ἐν ωἷ τῶν συμπηγνυμένων ξύλων οἱ τέκτονες συνάγουσι τὰς ἁρμονίας. Λυδία λίθος: καὶ βάσανος· ἡ τὸν χρυσὸν ἐξετάζουσα· ἡ δὲ μαγνῆτις τὸν σίδηρον προσάγεται, ἣν καὶ Ἡρακλειῶτιν ὀνομάζουσιν. Λυδιάζων: Λυδοὶ Μάγνητος τοῦ κωμικοῦ διεσκευάσθησαν. Λυδὸς ἐν μεσημβρία παίζει: ἐπὶ τῶν ἀκολάστων· ὡς ταύταις ταῖς ὥραις ἀκολασταινόντων. Λύειν τέλη: λυσιτελεῖν. Λύει δὲ χαλινὸν παρθενίας: … Λύθρος: φόνος· ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμὸς συνιστάμενος διʼ ἱδρῶτος καὶ κόνεως καὶ αἵματος μετὰ ἰχῶρος. Λυκάβηττος: ὄρος τῆς Ἀττικῆς. Λύκαμβις ἀρχή: τοῦ πολεμάρχου· ψυχρῶς· ἐπεὶ ἐπολέμησεν Ἀρχίλοχος τωῖ Λυκάμβει· ἐπὶ δὲ τούτου ἀποστασίου καὶ ἐπικλήρου αἱ δίκαι ὑπήγοντο. Λύκειον: ἓν τῶν παρʼ Ἀθηναίοις γυμνασίων τὸ Λύκειον· ὃ Θεόπομπος μὲν Πεισίστρατον ποιεῖσθαι φησίν· Φιλόχορος δὲ ἐπιστατοῦντος Περικλέους γενέσθαι. Λυκεῖον: ἐν τούτω τὰς στρατιωτικὰς ἐξετάσεις ἐποιοῦντο. Λύκιος: ἐκ τῆς Λυκίας· Ἀπόλλων δὲ Λύκειος ἐκτεταμένως. Λυκιουργίς: εἶδος φιαλῶν ἐπονομασθὲν ἀπὸ τοῦ σκευάσαντος Λυκίου. Λυκιουργεῖς: Δημοσθένης ἐν τωῖ πρὸς Τιμόθεον κέχρηται τηῖ λέξει· Δίδυμος δὲ φησὶ τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας τοῦ Μύρωνος υἱοῦ οὕτως εἰρῆσθαι· ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικὸς, ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον· μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· ὡς κλίνη Μηλιουργὴς καὶ τὰ ὅμοια· μήποτε οὖν γραπτέον καὶ παρʼ Ἡροδότωι ἐν τηῖ ηʹ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιοεργέας· ἵνα, ὥσπερ παρὰ τωῖ Δημοσθένει, οὕτως ὀνομάζηται τὰ ἐν Λυκίαι εἰργασμένα. Λυκάβας: ἐνιαυτὸς, ἀπὸ τοῦ ταχέως βαίνειν· ἢ λυγαίως βαίνειν· ὅ ἐστι σκοτεινῶς καὶ ἀδήλως. Λύκος ἀετὸν φεύγει: παροιμία ἐπὶ τῶν ἀφυλάκτων. Λύκος ἔχανεν: παροιμία· λέγουσι δὲ τὸν λύκον, ἐπειδʼ ἂν ἁρπάσαι τί βούληται, κεχηνότα παραγίνεσθαι ἐπʼ αὐτό· ὅταν οὖν μὴ λάβηι ὃ προαιρεῖται, κατακενοῦ αὐτὸν χανεῖν φασίν· ἐπὶ τῶν συνελπιζόντων χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν· Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ. Λύκος περὶ φρέαρ χορεύει: παροιμία ἐπὶ τῶν πονούντων ἐπί τι μάτην· καὶ ὅτι ἄπρακτος περίεισιν, ὅταν διψήση, μὴ δυνάμενος πιεῖν· ἐπὰν διώκοντος αὐτοῦ τί, τὸ διωκόμενον ἐμπέση εἰς φρέαρ. Λυκοσπάδες: ἵπποι αἱ Ἐνετίδες. Λυκόποδας: Ἀριστοφάνης Λυσιστράτηι· τοὺς πρὸς Ἱππίαν ἀγωνισαμένους ἐπὶ Λειψυδρίωι, ὡς γενναίους· ἔλαθον γὰρ τοὺς δορυφόρους τῶν τυράννων διὰ τὸ κατειλεῖσθαι δέρμασι τοὺς πόδας, καὶ λυκόποδας εἶναι· ἢ διὰ τὸ λύκον ἔχειν ἐπίσημον ἐπὶ ταῖς ἀσπίσιν ἀπὸ Διονυσίου πρώτου. Λύκου δεκάς: ἥρως πρὸς τοῖς Ἀθήνηισι δικαστηρίοις τῶν θηρίων μορφὰς ἔχων· πρὸς ὃ οἱ δωροδοκοῦντες κατὰ δέκα συνεστρέφοντο. Λύκου δεκάς: παροιμιῶδες· ἐπεὶ Λύκος ὁ ἥρως ἵδρυτο παρὰ τοῖς δικαστηρίοις· ἔνθα προσήδρευον οἱ συκοφάνται· ἀφώριστο δὲ αὐτωῖ τριώβολον τῆς ἡμέρας. Λυκοῦργος: εἷς τῶν δέκα ῥητόρων· οὗ πάππος Λυκοῦργος ἐνομοθέτησεν. Λυκοφιλίως: ὑπόπτως· ὑπούλως· οὕτω Μένανδρος. Λυκόφως: τὸ περὶ τὴν αὐγὴν φῶς. Λυλω: ἄρωμά τι παιδίων ἐν Εὐβοίαι, γινόμενον ἐκ γιγάρτων καὶ σύκων κεκομμένων. Λύλλος: ποιητὴς ἐπὶ μωρίαι κωμωδούμενος. Λυμαίνεσθαι: καθαίρεσθαι ἢ ἁγνεύειν. Λυμαίνων: φθείρων· βλάπτων. Λύματα: καθάρματα· αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνας ἐκκρίσεις. Λύμη: βλάβη· φθορά· ὕβρις. Λύξ: οὐχὶ λυγμὸς καλεῖται ὑπὸ τῶν Ἀττικῶν. Λυπηρότεροι σταλαγμοῦ: διὰ τὴν ἐν τωῖ συνεχῶς καταδικάζεσθαι δυσχερείαν λέγεται. Λυόμενος: ἀντὶ τοῦ λυτρούμενος καὶ ἀπολύων· οὕτως Πλάτων. Λυπρόν: λυπηρόν. Λυσάμενον: λυτρωσάμενον. Λυσανδρεία: πανήγυρις ἤγετο ἐν Σάμωι. Λυσανίας: λύων τὰς ἀνίας· οὕτως Ἀριστοφάνης. Λύσανδρος: ναύαρχος Λακεδαιμονίων. Λύσεται: ὠνήσεται. Λύσιμα ἐνέχυρα: τὰ λυτρώσιμα. Λύση: ἀντὶ τοῦ λυσάτω· Νόμων θʹ· παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύση, πρὶν ἂν ὁ δοῦλος πείσηι τὸν πληγέντα. Λύσιοι θεοί: οἱ καθάρσιοι· λυτικοὶ κακῶν. Λυσίμαχος: οὗ μὲν Δημοσθένης ἐν τῶ περὶ τῶν ἀτελειῶν μνημονεύει, Ἀριστείδου ἦν υἱὸς τοῦ δικαίου· οὗ δὲ Λυκοῦργος, μελοποιὸς ἦν εὐτελής. Λυσιτελὲς καὶ λυσιτελεῖν: ἡ πρώτη συλλαβὴ μακρά· ἡ μέν γε λυσιτέλεια βάρβαρον. Λυσιτελές: τὸ λῦον εἰς ἃ δαπανώμεθα. Λύσιοι τελεταί: αἱ Διονύσου· Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρακῶν καὶ φυγόντες εἰς Τροφωνίου, κατʼ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θραξὶν ἔλυσαν ἀλλήλους· καὶ Διονύσου Λυσίου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός· ὡς Ἀριστοφάνης δὲ, διὰ τὸ λυτρώσασθαι Θηβαίους παρὰ Ναξίων Ἄμπελον. Λυσιτελές: ὠφέλιμον ἢ συμφέρον. Λύματα: ἐνέχυρα· οἷον λύσιμα καὶ λυτρώσιμα. Λυσόμενος: λυτρωσόμενος. Λύτρα: μισθός· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας· ἐπὶ τὸ λυτρώσασθαι βάρβαρον δουλείας. Λύχνα: οὐδετέρως Ἡρόδοτος. Λυχνις: σκληρὸς καὶ διαυγής· Πάριος λίθος. Λυχνίον: ἡ λυχνία· λυχνία λεκτέον, οὐχὶ λυχνίαν. Λύχνον ἐν μεσημβρίαι ἅπτεις: ἐπὶ τῶν ἐν καιρωῖ ἀνεπιτηδείωι τί ποιούντων. Λυχνοῦχος: φανός· λαμπτήρ. Λυχνοκαυτίαι: οὐχὶ λυχνοκαΐαι. Λυχνοῦχον: τὸν κεράτινον φανὸν, ἀπὸ τοῦ λύχνον ἐν αὐτωῖ περιέχεσθαι· φανὸς δὲ ἡ ἐκ ξύλων λαμπάς· Φιλιππίδης· ἐγένοντο δὲ καὶ ἐκ τῶν καθαρῶν καὶ διαφανῶν δερμάτων λαμπτῆρες· καὶ κεραμεοῖ διατετρημένοι, ὥστε διαφαίνειν· οὕτως Ἀριστοφάνης. Λυχνοκωσα: λυχνοκαυτοῦσα· οὕτω Τηλεκλείδης. Λύων: καὶ ἐκτείνοντες καὶ συστέλλοντες λέγουσιν ὡς λίαν. Λωβᾶται: βλάπτει· λυμαίνεται· ὑβρίζει. Λώβη: βλάβη· ὕβρις. Λωβητῆρα: ὑβριστήν. Λώϊον: βέλτιον. Λωῖστος: βέλτιστος. Λώπην: ἱμάτιον· περίβλημα. Λωποδύτης: ἱματίων κλέπτης. Λωλω: σῦκον μετὰ γιγάρτων κεκομμένων ἐμφερὲς παλασίοις. Λῶπος: ἱμάτιον. Λωτός: βοτάνη εὐώδης· ἣν ἔνιοι μυρόλωτον καλοῦσιν. Λωφᾶν: τὸ ἡρεμεῖν· καὶ τὸ ἐνδεδωκέναι· καὶ ἀναπαύεσθαι δηλοῖ· οὐ τὸ πεπαῦσθαι καὶ παντελῶς. Λωφήσομεν: ἀντὶ τοῦ παύσομεν· κυρίως δὲ εἴρηται λωφῆσαι τὸ τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποθέσθαι· λόφος γὰρ ὁ τράχηλος. Λωφήσαντος: ἀναπαυσαμένου· ἡσυχάσαντος. Λώφησις: παῦσις· πτῶσις. Τέλος σὺν Θεῶ τοῦ λ στοιχείου.