Ἀρχὴ σὺν Θεῶ ζ.Ζαβρόν: πολυφάγον. Ζάγρα: λοιδορίας εἶδος· οὕτως Τιμόστρατος. Ζαγρεύς: ὁ Διόνυσος παρὰ ποιηταῖς· δοκεῖ γὰρ ὁ Ζεὺς μιγῆναι τηῖ Περσεφόνη· ἐξ ἧς χθόνιος Διόνυσος. Ζάειρα: ἐπιβόλιον κατὰ τῶν ὤμων φερόμενον. Ζαές: μέγα· πολύ· λαμπρόν· ἢ ἰσχυρόν. Ζαὴν ἄνεμον: τὸν σφοδρῶς πνέοντα. Ζάκορος: νεωκόρος· Μένανδρος Δὶς ἐξαπατῶντι· — οὐ Μεγάβυζος ἦν, Ὅστις γένοιτο ζάκορος· καὶ ὁ ὑπηρέτης· Λευκαδία· Ἐπίθες τὸ πῦρ ἡ ζάκορος οὑτωσὶ καλῶς· ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν σαρῶν· κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. Ζάκοτον: ἄγαν ὀργίλον· κότος γὰρ ἡ ὀργή. Ζάλη: μεγάλη ἄελλα· ἀπὸ τοῦ σφόδρα ἀλίζεσθαι· καὶ ζάπλουτος ὁ σφόδρα πλούσιος· Πολιτείαι· οἷον ἐν χειμῶνι ὑπὸ κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑποτείχιον ὑποστάς· καὶ ἐν Τιμαίωι· εἴτε ζάλη πνεύματος ὑπὸ ἀέρος φερομένη καταληφθείη· συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν· τινὲς ἄνεμος λάβρος· πνεῦμα θορυβῶδες· Κλήμης· δύναται ζάλη τίς εἶναι μεγάλη συστροφὴ ἀνέμου· τινὲς ζάλην τὴν χάλαζαν. Ζαμβύκη: μουσικὸν ὄργανον. Ζάμολξις: Πυθαγόρα δουλεύσας, ὡς Ἡρόδοτος δʹ· Σκύθης· ὃς ἐπανέλθων ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν· Μνασέας δὲ παρὰ Γέταις τὸν Κρόνον οὕτω τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν· Ἑλλάνικος δὲ ἐν τοῖς βαρβαρικοῖς νομίμοις φησὶν, ὅτι Ἑλληνικός τε γεγονὼς τελετὰς κατέδειξε Γέταις τοῖς ἐν Θράκη καὶ ἔλεγεν, ὅτι οὔτʼ ἂν αὐτὸς ἀποθάνοι, οὔθʼ οἱ μετʼ αὐτοῦ· ἀλλʼ ἕξουσι πάντα ἀγαθά· ἅμα δὲ ταῦτα λέγων, ὠκοδόμει οἴκημα κατάγαιον· ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρακῶν, ἐν τούτωι διηιτᾶτο· οἱ δὲ Γέται ἐπόθουν αὐτόν· τετάρτωι δὲ ἔτει πάλιν φαίνεται· καὶ οἱ Θρᾶκες αὐτωῖ πάντα ἐπίστευσαν· λέγουσι δέ τινες ὡς ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόραι Μνησάρχου Σαμίου· καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο· ἀλλὰ πολὺ πρότερός μοι δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι· ἀθανατίζουσι δὲ καὶ Τερέτιζοι καὶ Κρόβυζοι· καὶ τοὺς ἀποθανόντας ὡς Ζάμολξιν φασὶν οἴχεσθαι· ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν· θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. Ζάπλουτος: μεγαλόπλουτος. Ζατῶσαι: ὑποπτεῦσαι. Ζέα: λιμὴν Ἀθήνησιν. Ζειλα: τὸν οἶνον οἱ Θρᾶκες. Ζείδωρον: τὴν πρὸς τὸ ζῆν δωρουμένην. Ζειρά: ἤτοι σειρὰ, ὥς τινες· ἢ ἔνδυμά τι ὃ ἐπενεδύοντο μετὰ τοὺς χιτῶνας, ὥσπερ ἐφαπτίδας. Ζειρά: ζώνης ἐστὶν εἶδος. Ζειραί: χιτῶνες ἀνακεκολαμμένοι· ἢ ἀνάκωλοι· Ξενοφῶν· καὶ ζειρὰς μέχρι τῶν ποδῶν ἐπὶ τῶν ἵππων ἔχουσιν· ἀλλʼ οὐ χλαμύδας. Ζειρος: ἐνδύματος εἶδος. Ζέσας θυμωῖ: ἐξαφθεὶς τηῖ ψυχηῖ. Ζέτνα: Φρύγιος ἡ λέξις· σημαίνει δὲ τὴν πύλην. Ζευγήσιον: ὃ ἐτέλει ὁ ζευγίτης· τρεῖς δὲ τάξεις Ἀθήνηισιν ἦσαν· πεντακοσιομέδιμνοι· ἱππεῖς, οἱ ἱππάδα τελοῦντες· καὶ τὸ θητικόν· οἱ μὲν πλουσιώτατοι πεντακοσιομέδιμνοι ἐκαλοῦντο. Ζεύγλη: τὸ ἄκρον τοῦ ζυγοῦ· καθʼ ὃ ἐντίθησι τοὺς τραχήλους τὰ ζῶα. Ζεύγλη: ζυγός. Ζεῦγμα: οὐ τὸ σχοινίον· ἀλλʼ ἡ ἐζευγμένη σχεδία, ἐν ποταμωῖ ἢ θαλάττηι· καὶ Θουκυδίδης ζʹ· τὸ ζεῦγμα τοῦ λιμένος. Ζεῦγος: τὸ ἐκ δυοῖν τινῶν ζευγνύμενον· ἀλλὰ καὶ τὸ ἐκ πλειόνων· καὶ γὰρ καὶ Ἰσοκράτης τέθριππον ζεῦγος εἶπεν· καὶ Αἰσχύλος· Ζεῦγος τεθρίππων· ὥστε κἂν ἐκ τεσσάρων, κἂν ἐκ πέντε ηἶ, ζεῦγος αὐτὸ καλοῦσιν. Ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρωι, τὴν τῆς νύμφης μέθοδον ποιοῦνται· παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρώας ἑστίας ἐπὶ τὴν ἅμαξαν, ἄγουσιν εἰς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς· κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης· μέση μὲν ἡ νύμφη· ἑκατέρου δέ τε ὁ νυμφίος καὶ ὁ πάροχος· οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος· ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου παροχούμενος πάροχος ἐκλήθη· καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσι τινὲς κόρην, ὁ τρίτος συμπαρὼν πάροχος λέγεται. Ζεῦξις: Ἀριστοτέλης κατὰ τὸν Ἰσοκράτους χρόνον ζωγράφον. Ζευξίλεως: ωἷ ὑπεζευγμένοι εἰσὶν οἱ λαοί. Ζεὺς κτήσιος: ὃν καὶ ἐν τοῖς ταμιείοις ἱδρύοντο ὡς πλουτοδότην. Ζέφυρος: Λὶψ ἄνεμος. Ζῆ: ἀντὶ τοῦ ζῆθι· Εὐριπίδης. Ζηλοτυπία: ζῆλος ἐξ ὑπονοίας· τοῦ ἄρρενος κατὰ τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια. Ζηλοτυποῦν: Αἰσχίνης ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν· ζηλοτυπεῖν δὲ, τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. Ζηλοῦ: μιμοῦ. Ζηλῶ: μακαρίζω. Ζηλωτός: μακαριστός· ἐπαινετός. Ζητητής: ἀρχὴ τίς Ἀθήνησιν ἡ κατὰ καιροὺς καθισταμένη, εἴποτε τοὺς ἀδικοῦντας τι δημοσία δέοι ζητεῖν· Δημοσθένης ἐν τῶ κατὰ Τιμοκράτους. Ζημίαν λαβεῖν: ἀντὶ τοῦ ζημιωθῆναι· οὕτως Σοφοκλῆς. Ζήσει: ἀντὶ τοῦ ζήσεται. Ζητηταί: ἀρχὴ τίς ἦν Ἀθήνησι κατὰ καιροὺς καθισταμένη· πρὸς ἣν ἐμηνύοντο οἱ ὀφείλοντες χρήματα τῆ πόλει καὶ μὴ ἀποδεδωκότες. Ζητεῖν: ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί· μὴ δὲ σὺ ζήτει τι πυθέσθαι. Ζητήσεται: ἀντὶ τοῦ ζητηθήσεται. Ζητρεῖον: τὸ τῶν δούλων κολαστήριον· Εὔπολις. Ζητόρων: ζητητῶν. Ζιβύνη: ὁλοσίδηρον ἀκόντιον· λόγχη· σπάθη. Ζιγγοῦν: τὸ ὑποπίνειν Κίλικες· οὕτως Νικόστρατος. Ζόφον: δύσιν. Ζυγάδην: συνεζευγμένως. Ζύγαστρον: κιβωτός· κυρίως δὲ ἡ ξυλίνη σορός· παρὰ τὸ ἐζυγῶσθαι· οὕτως Εὐριπίδης· παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλάκιον. Ζύγιοι: ἐρέται τινὲς οὕτω καλοῦνται. Ζυγόν: οὐδετέρως τὸ τῶν ὑποζυγίων. Ζυγόν: ἐν μὲν τοῖς τραγικοῖς χοροῖς, τὸ ἐκ τῶν τριῶν· ἐν δὲ τοῖς κωμικοῖς, τὸ ἐκ τῶν τεττάρων. Ζυγός: τοῦ σανδαλίου τὸ συνέχον τοὺς δακτύλους. Ζυγόδεσμος: ὁ ἱμὰς τοῦ ζυγοῦ. Ζυγομαχεῖ: στασιάζει· ὡς οἱ βόες ἐζευγμένοι· μετῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης· ἐκεῖνοι γὰρ πολλάκις ὅτʼ ἂν ἕλκωσι κάμνοντες, ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους· κέχρηται Ὑπερίδης. Ζυγός: ἐν τοῖς τακτικοῖς, τὸ ἐκ παρεστηκότων ἀλλήλοις πλῆθος· ἐρετικὴ καθέδρα· τὰ τοῖς ξώοις ἐπιτιθέμενα· καὶ τὸν ζυγὸν ἐν θαλάμω· τῶν μουσικῶν ὀργάνων ὁ πῆχυς· τὸ τὰς ἰσότητας διακρῖνον σκεῦος· καὶ αἱ χηλαὶ τοῦ ἐν οὐρανῶ σκορπίου· καὶ ἡ ζυγοτρυτάνη· τρυτάνη δὲ τὸ στάσιμον· καὶ ὁ περικείμενος ἱμὰς τοῖς δακτύλοις πλαγίοις ἐπὶ τῶν σανδαλίων. Ζυγοφορούμενα: ἐν ζυγωῖ σταθμιζόμενα. Ζυγώσω: καθέξω· δαμάσω. Ζῦθος: οἶνος ἀπὸ κριθῆς. Ζωαρκῆ: τὰ πρὸς ζωὴν ἀρκοῦντα. Ζωάγρια: διʼ ὧν λύτρων τὸ ζῆν περιγίνεται. Ζωγρεῖ: ζῶντας λαμβάνει. Ζωήν: τὴν κτῆσιν· τὴν οὐσίαν. Ζῶμα: ὁ θώραξ καὶ τὸ περίζωμα. Ζῶμα: χιτῶνος τί ζωστοῦ γένος· οὕτω Μένανδρος. Ζωμεύματα: ὑποζώματα. Ζωμίλη: ἄνηθον. Ζωμὸς μέλας: ἡ λεγομένη αἱματία. Ζῶμα φαεινόν: τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι· ἄλλοι δὲ τὸν θώρακα· οἱ δὲ κυρίως τὸ ζῶμα. Ζώννυσθαι: καθοπλίζεσθαι. Ζῶον: καὶ τὸ ἀληθινὸν καὶ τὸ γεγραμμένον λέγουσι. Ζωοδότειρα: ζωὴν παρέχουσα. Ζώπυρα: τοῦ ζῆν ποιητικά. Ζώπυρα: φυσητῆρες ὅθεν οἱ χαλκεῖς τὸ πῦρ φυσῶσι. Ζώπυρα: λείψανα. Ζωπυρεῖ: ἀναζῆν ποιεῖ ἢ ἐκκαίει. Ζωπυρῆσαι: ἐκ μεταφορᾶς ἀπὸ τοῦ πυρὸς, ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρρωννυμένους λέγουσιν οἱ Ἀττικοί. Ζωπυρεῖα: φυσητήρια. Ζώπυρον: πεπυρακτωμένον· ἔνθερμον. Ζωπύρου τάλαντα: Ζώπυρος ὁ Πέρσης αἰκισάμενος ἑαυτὸν, Δαρείω Βαβυλῶνα εἷλεν, ὡς Ἡρόδοτος ἐν γʹ· πιστευθεὶς ἀποστάτης εἶναι. Ζωπύρου τάλαντα: Κρατῖνος ἐν Πυλαία· τοῦτον φησὶ Θεόπομπος, ἐν τηῖ ὀγδόη τῶν περὶ Φίλιππον, Πέρσην ὄντα ὑπὸ φιλοτιμίας χαριζόμενον βασιλεῖ μαστιγῶσαι ἑαυτόν· καὶ τῆς ῥινὸς καὶ τῶν ὤτων ἀποστερήσαντα, εἰσελθεῖν εἰς Βαβυλῶνα· καὶ πιστευθέντα διὰ ταύτην τὴν κακουχίαν, καταλαβεῖν τὴν πόλιν· ἐκ μεταφορᾶς οὖν εἶπε τάλαντα καὶ ζυγά· οἱονεὶ ἔργα καὶ πράξεις. Ζωροπόται: ἀκρατοπόται. Ζωρότερον: ἀκρατότερον. Ζωστήρ: ηἷ ἐπάνω τοῦ θώρακος χρῶνται. Ζῶστρα: ἐνδύματα τινὰ ἀνδρῶν· οἷον χιτῶνας βαθεῖς. Ζωφυτεῖσθαι: ζωογονεῖσθαι. Ζώννυται: ἡ ζώνη. Τέλος ζ.