Ἀρχὴ σὺν Θεῶ θ.Θαλαμαῖαι: καταδύσεις· θαλάμαι δὲ τόπος ἱερὸς τῶν Διοσκούρων. Θαιρούς: τοὺς στροφεῖς τῆς θύρας. Θᾶκοι: θρόνοι· καθέδραι. Θαλαμηπόλος: ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη καὶ φυλάττουσα. Θάλαμος: οἶκος ἢ κοιτών. Θαλαμίδιοι κῶπαι: αἱ ἡρέμα ἐλαύνουσαι. Θαλαττοκοπεῖς: ματαιολογεῖς. Θαλλός: λέγεται καὶ ὁ στέφανος τῆς ἐλαίας. Θαλλοφόροι: οἱ γεραίτατοι παρὰ Ἀθηναίοις ἐλέγοντο. Θάλασσα κοίλη: τὸ θέατρον. Θάλεια: εὐωχία· ἀπὸ τοῦ θάλλειν. Θαλεροί: δίυγροι· νέοι· ἀκμαῖοι· ἢ ταχεῖς. Θαλίαις: ἑορταῖς. Θαλλός: κλάδος ἐλαίας· ἢ πᾶν τὸ θάλλον. Θαμᾶ: συνεχῶς· πυκνῶς· διηνεκῶς. Θαμάκις: πυκνῶς. Θαμίζεις: πυκνάζεις· συχνάζεις. Θαμινὰ καὶ θαμινῶς: συνεχῶς πυκνῶς. Θάμνος: ἔστι μὲν τὸ χαμαίζηλον φυτόν· λέγεται δὲ καὶ ὁ σύνδενδρος τόπος. Θανατήσιον: οὐ θανάσιμον λέγουσιν. Θανατῶν: θανάτου ἐπιθυμῶν· λέγεται δὲ καὶ ὁ ἀποκτέννων. Θαργηλία: ἑορτὴ Ἀρτέμιδος καὶ Ἀπόλλωνος· καὶ μὴν Θαργηλίων· ὁ τῶν σπερμάτων μεστὸς χύτρος ἱεροῦ ἑψέματος· ἥψουν δὲ ἐν αὐτηῖ ἀπαρχὰς τῶ θεωῖ τῶν πεφηνότων καρπῶν· ὀνομαζόμενον ἀπὸ τοῦ θέρειν τὴν γῆν τὸν αὐτὸν ὄντα τῶ Ἡλίω· ἵσταντο δὲ ἐν αὐτηῖ καὶ χοροὶ καὶ ἀγὼν Θαργήλια. Θαργήλεια: Ἀγησαγόρου θυγάτηρ, βασιλεύσασα Θετταλῶν λʹ ἔτη· Μιλησία τὸ γένος, ἀναιρεθεῖσα δὲ ὑπό τινος Ἀργείου δεθέντος ὑπʼ αὐτῆς. Θαργήλια: ἑορτὴ τὰ Θαργήλια· ἄγεται δὲ Θαργηλιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος. Θαργηλιών: μὴν Ἀθήνησιν ιαʹ· ὠνομάσθη δὲ ἐπεὶ ὁ ἥλιος τότε πυρώδης· τὸ δὲ θερμὸν θαργήλιον ὠνόμαζον· τὰ δὲ ἄνθη τότε ἐξηραίνετο. Θάρνυται: θαρσύνεται. Θάρνυσθαι: συγγίνεσθαι. Θαρραλέον: θάρσος. Θάρσυνος: τεθαρρηκώς. Θασίαν: καὶ ῥάφανον καὶ ἅλμην λέγουσιν. Θάσιος πάϊς Ἀγλαοφῶντος: Πολύγνωτος ὁ ζωγράφος οὕτως ἐπεγέγραπτο. Θάτερα καὶ θάτερον: λέγεται τό, τε ἑνικὸν καὶ τὸ πληθυντικόν· τὸ δὲ ἀρρενικὸν ἅτερος λέγεται· τὰ δὲ θηλυκὰ οὕτω συναλείφεται· ἡτέρα καὶ θητέρα. Θάτερον: ἕτερον μέρος. Θᾶττον: τάχιον. Θᾶττον ἢ Βούτης: οἷον κατεσκευάσθη· Νίκων γὰρ ὁ ζωγράφος ὀφθαλμὸν ποιήσας καὶ κράνος περιφαινόμενον, ἐπέγραψε Βούτης. Θᾶττον ἢ βάδην: λέγουσι συνήθως τάχιον ἢ βραχέως. Θαύματα: ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται. Θαυματίζομαι: ἐκπλήσσομαι. Θαυμαστὴν ὅσην: τουτέστιν, λίαν πολλὴν, ὥστε θαυμάσαι. Θαυμαστικά: ἀντὶ τοῦ θαυμαστά. Θαυμάζω: ὅτε πρὸς γενικὴν συντάσσομεν, τὸ καταγινώσκω σημαίνει· πρὸς δὲ αἰτιατικὴν τὸ ἐπαινῶ. Θαυμαστότερον: οὕτως Πλάτων. Θάψινον χρῶμα: ἀντὶ τοῦ ξανθόν. Θάψος: ξύλον ωἷ ξανθίζουσι τὰ ἔρια καὶ τὰς τρίχας· ὃ Σαπφὼ Σκυθικὸν ξύλον λέγει. Θέαν: τὴν ὄψιν καὶ τὴν θεωρίαν. Θεατήρ: ὁ τὸ θέατρον ὁρῶν· ἢ ὁ τὸ θέατρον συνιστῶν. Θέαν παρʼ αἴγειρον: τὴν πόρρωθεν λέγουσιν· αἴγειρος γὰρ ἦν τῶν ἰκρίων πλησίον. Θεαιδέστατον: θεοῦ ἰδέαν ἔχον· εἶπε δὲ Ἀντιφῶν ἐν τῶ περὶ ὁμονοίας οὕτως· ἄνθρωπος ὃς φησὶ πάντων θηρίων θεαιδέστατος γενέσθαι. Θεατροκορασία: ὀχλοκορασία. Θεάμονας: θεατάς. Θεηγόροι: θεολόγοι. Θεήλατος: ὑπὸ θεοῦ πεμφθείς. Θεηπολεῖν: θεῶν εἰκόνας ἔχοντα περιπολεῖν ἀργύριον εἰσπρασσόμενον. Θέειν καὶ θεῖν: τρέχειν. Θεῖα: εὐθεια· καὶ ὀρθά· καὶ θαυμαστά. Θειαζόντων: μαινομένων. Θειάσαντες: θεόληπτοι γεγονότες. Θιάσω μαινόληι: χορῶ μανικωῖ. Θιασῶται: χορευταί· οἱ τὰ θεῖα ἄδοντες. Θιασώτης: ὁ τῶν θυσιῶν κοινωνός· ἐκαλοῦντο δὲ καὶ ὀργεῶνες· ἐκλήθησαν δὲ ἀπὸ τοῦ θιάσου, ὅσπέρ ἐστιν ἡ ἀπὸ τοῦ πίνειν συναγωγή. Θεῖεν: ποιήσειαν. Θεῖναι: ποιῆσαι. Θεῖον: ἀντὶ τοῦ θεός. Θέλγει: ἀγαπᾶ· ἢ κακοῖ· ἢ ἀπατᾶ· ἢ θάλπει. Θέλγητρον: τὸ εἰς ἡδονὴν ἄγον. Θέλειν: ἀντὶ τοῦ δύνασθαι. Θέλημος: ἀντὶ τοῦ ἥσυχος. Θελητή: εὔκαρπος καὶ γονιμωτάτη. Θελκτώ: κολακευτική. Θέμεθλα: τὰ ἐσώτερα μέρη· τὰ ἐν βάθει. Θέμενος τὰ ὅπλα: ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος· Δημοσθένης καὶ Ὅμηρος καὶ Αἰσχίνης. Θέμιν: δικαιοσύνην. Θέμις: τὸ δίκαιον. Θεμισσέτω: αἰκιζέτω. Θεμιστεύειν: ἀντὶ τοῦ χρησμωιδεῖν· Λυσίας· γέγονε δὲ τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος. Θεμίσων: τυράννου ὄνομα· Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος. Θεμιτῶς: νομίμως. Θεμιστός: δίκαιος. Θέμιστα: νόμον ἢ δίκην. Θεμιστεύσαντος: ἄρξαντος· δικάσαντος. Θέναρ: τὸ κοῖλον τῆς χειρός· λέγεται δὲ καὶ τὸ τοῦ ποδὸς ἐλλύχνιον. Θεογενεσίαν: Θεόδμητος: ὑπὸ τοῦ θεοῦ κατεσκευασμένος. Θεοδρομῶν: κατὰ θεὸν πορευόμενος. Θεοειδής: θεοῖς τὸ εἶδος ὅμοιος. Θεοείκελος: θεῶ ὅμοιος. Θεόθυτα: ἱερόθυτα. Θεογείτων: Δημοσθένης καὶ Δείναρχος καὶ ἄλλοι Θεογένην ὀνομάζουσιν. Θέογνις: εἷς ἦν τῶν παρʼ Ἀθηναίοις λʹ τυράννων· ἔστι δὲ καὶ ποιητὴς ὁ Θέογνις· οὗτος δʼ ἦν Μεγαρεύς. Θεοίνιον: τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγοντο· ἐν οἷς οἱ γεννηταὶ ἀπέθυον· τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον. Θεοίνιον: ἱερὸν Διονύσου, ἀφʼ οὗ καὶ γένος. Θεοὶ Μολοττικοί: οἱ χθόνιοι· ἐπεὶ ψυχοπομπεῖον ἦν ἐν Μολοττοῖς. Θεοκλυτήσαντες: θεοῦ ἀκούσαντες· θεὸν ἐπικαλεσάμενοι. Θεοκλυτοῦμαι: θεόθεν μυοῦμαι· θεοφοροῦμαι· θεόθεν δοξάζομαι. Θειοτελὴς φύσις: οἱ ἄγγελοι οἱ τὰ θεῖα τελοῦντες· λέγεται καὶ θεοτελὴς φύσις. Θεοκρίνης: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· ἦν δὲ συκοφάντης. Θεόκλυτος: θεότιμος. Θεόληπτος: Θεομητί: θεόφρονι· θεοβούλωι. Θεομάντεις: οἱ ἐνθουσιῶντες. Θεοπροπία: ἁμαρτία· καὶ θεοπρόπιον· τὸ ἐκ θεοῦ μάντευμα ἢ προφήτευμα. Θεοπολεῖν: τὸ περὶ θεοὺς ἀναστρέφεσθαι. Θεοπρόπος: μάντις ἢ θεοῦ προφήτης. Θεορημοσύνη: τὴν θείαν διδασκαλίαν· τὴν κατήχησιν. Θεόρρυτον: ἐκ θεοῦ προϊὸν ἢ προχεόμενον. Θεοσέπτωρ: θεοσεβής. Θεοστυγής: θεομίσητος. Θεὸς ἡ Ἀναίδεια: λέγεται ἐπὶ τῶν διʼ ἀναισχυντίαν ὠφελουμένων· ἐτιμᾶτο δὲ καὶ Ἀθήνηισιν ἡ Ἀναίδεια· καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ. Θεσσαλὸν σόφισμα: ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν ταῖς παρατάξεσιν, ἀλλὰ κακουργούντων. Θεοφορία: θεοφόρησις. Θεραπίς: ἡ θεραπεύτρια. Θεράπναι: τόπος ἐστὶν ἐν Λακεδαίμονι· οὗ μνημονεύει καὶ Ἰσοκράτης καὶ Ἀλκαῖος. Θεράποντες: δοῦλοι· ὑπηρέται. Θέρεται: καίεται. Θεριστον καὶ θέριστρον: θερινὸν ἱμάτιον. Θερίζειν: τὸ ἁμᾶσθαι τὸν καρπόν. Θεριῶ καὶ κομιῶ καὶ ποριῶ καὶ ὁριῶ καὶ πάντα τὰ εἰς ζῶ βαρύτονα καὶ ὑπὲρ δύο συλλαβὰς βραχυνόμενον τὸ ι ἔχοντα, ἐν τῶ μέλλοντι ἄνευ τοῦ σ ἐκφέρουσιν Ἀττικοί· τὰ γοῦν ὁριστικὰ καὶ ἀπαρέμφατα· τὰ δὲ ὑποτακτικὰ οὐδαμῶς· σολοικισμὸς γὰρ τὸ ἐὰν θεριῶ καὶ ἐὰν κομιῶ· ἐφʼ ὧν δὲ τὸ ι ἐκτείνεται, καὶ σὺν τῶ σ ὁ μέλλων λέγεται χρόνος, καὶ ἐκτεινομένης τῆς παρεσχάτης συλλαβῆς· οἷον δανείζω, δανείσω· οὐκέτι δὲ τὸ δανειῶ· βάρβαρον οὕτως· ὥστε καὶ τοὺς Ἀθηναίους φασὶν ἀθρόως εἰς ἐκκλησίαν συναθροισθέντας ἐπὶ τῶν διαδόχων· ἐπειδὴ εἰς ἀπορίαν καθειστήκεσαν χρημάτων· ἔπειτά τις αὐτοῖς τῶν πλουσίων ὑπισχνεῖτο ἀργύριον, οὕτω πως λέγων, ὅτι ἐγὼ ὑμῖν δανειῶ· θορυβεῖν καὶ οὐκ ἀνέχεσθαι λέγοντος διὰ τὸν βαρβαρισμόν· καὶ οὐδὲ λαβεῖν τὸ ἀργύριον ἐθέλειν· ἕως αἰσθόμενος ὁ μέτοικος, ἢ καὶ ὑποβαλόντος αὐτῶ τινὸς, ἔφη, δανείσω ὑμῖν τοῦτο τὸ ἀργύριον· τότε δὲ ἐπαινέσαι καὶ λαβεῖν· διὰ τοῦτο βαδίσω καὶ βαδιῶ ἀμφότερα δόκιμα· ἐπεὶ καὶ αὐτὸ τὸ ἐνεστηκὸς ἑκατέρως λέγεται, καὶ ἐκτεινομένου καὶ συστελλομένου τοῦ ἐν τῆ μέση συλλαβῆ ι· οὐκέτι δὲ ἀγορῶ, οὐδὲ κολῶ· οὐδὲ γὰρ ὅλως τὸ ι παραλήγει. Θέρμα: ἡ πύρωσις· Θέρμη δὲ ἡ πόλις, ἀφʼ ἧς ὁ κόλπος καλεῖται. Θερμάν: Θράκιον πόλισμα. Θερμαυστρίς: ἡ σύντονος καὶ διάπυρος ὄρχησις. Θερμοπύλαι: ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι· Φιλέας δὲ Θερμοπύλας λέγει καλεῖσθαι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ Ἡρακλεῖ ἐποίησε. Θερμός: θρασύς. Θέρος: ὁ θερισμός. Θέσθαι: ὑποθέσθαι. Θέσις: πρᾶξις. Θέσμιον: νόμιμον. Θέρσανδρος: οὗτος εἰς παιδεραστίαν δεινῶς διεβάλλετο. Θέσθαι: ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερίδης· ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι νόμον Δημοσθένης ἐν τωῖ περὶ ἀτελειῶν· ἐν μέντοι τῶ κατὰ Στεφάνου φησὶν, ἑαυτῶ νόμους θέμενον, ἀντὶ τοῦ θέντα. Θεσμοθέτης: νομοθέτης ἢ νομοφύλαξ. Θεσμοθέται: ἀρχὴ Ἀθήνησιν ἀνδρῶν ἕξ· οἱ τὴν τῶν νόμων ἐπιμέλειαν ἐποιοῦντο· καὶ τὰς εἰσαγγελίας εἰσήγγελλον εἰς τὸν δῆμον· καὶ τὰς χειροτονίας καὶ τὰς προβολὰς ἁπάσας καὶ γραφὰς παρανόμων· καὶ ἦσαν διορθωταὶ τῶν νόμων. Θεσμοθέται: ἀρχὴ τίς ἐστιν Ἀθήνηισιν· ἓξ δὲ ὄντων τὸν ἀριθμὸν καίτοι ἐκ τῶν καλουμένων θʹ ἀρχόντων· καλοῦνται δὲ οὕτως ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατʼ ἐνιαυτὸν ἕκαστον, εἴρηκεν Αἰσχίνης ἐν τῶ κατὰ Κτησιφῶντος. Θεσμός: ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός· καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα· Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους εἶπεν. Θεσμοφόρια: ὄνομα ἑορτῆς. Θεσμοφορίων ἡμέραι δʹ: δεκάτη Θεσμοφόρια· ἑνδεκάτη κάθοδος· δωδεκάτη νηστεῖα· τρισκαιδεκάτη Καλλιγένεια. Θεσμοφόρος: ὁ τοὺς νόμους ἐπιφερόμενος. Θεσπέσιος: θεῖος· θαυμαστός· πρᾶος. Θεσπίζει: νομοθετεῖ. Θεσπίσματα: θεῖα δόγματα. Θεσσαλὸν νόμισμα: παροιμιῶδες τοῦτο τασσόμενον ἐπὶ ἀπάτης. Θέτης: ὁ εἰσποιησάμενος θετοὺς τινάς· μήποτε δὲ θέτης ὁ εἰς ὑποθήκην λαβὼν ὁτιοῦν. Θετταλικὰ πτερά: τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θετταλικὰς χλαμύδας· πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι, διὰ τὸ ἐοικέναι πτέρυξιν. Θετταλικοὶ δίφροι: διάφοροι. Θετταλικὴ ἔνθεσις: ὁ μέγας ψωμός. Θετταλίς: ὑπόδημα ποιόν. Θετόν: εἰσποιητόν· οὐ γνήσιον. Θετταλός: εἷς τῶν Κίμωνος παίδων οὕτως ἐκαλεῖτο. Θετταλῶν σόφισμα: καὶ ἐπὶ μάχης καὶ ἐπὶ σχήματος καὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάσσουσιν· ἀπὸ αἰτίας τοιαύτης· Ἀρατίω γὰρ κατιόντι ὁ θεὸς ἔφη φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχῆ μείζονι καὶ λαμπροτέρα κατʼ αὐτοῦ χρησάμενοι· ὁ δὲ ἑκατόμβην ἀνδρῶν εὔξατο θύσειν τῶ Ἀπόλλωνι· κατορθώσας δὲ ἃ ἐβούλετο, τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι ἀνεβάλλετο. Θευδουσία: χωρίον κείμενον ἐγγὺς Σκυθῶν· ὃ πολιορκῶν Σάτυρος ἐτελεύτησεν. Θεωρικὸν καὶ θεωρική: Ἀθήνησιν ἦν χρήματα κοινὰ, ἃ θεωρικὰ ἐκαλεῖτο, διδόμενα τοῖς Ἀθηναίοις εἰς διανομήν· προήχθη δὲ οὕτως· τὸ παλαιὸν ὄχλου γενομένου ἐν τοῖς θεάτροις καὶ τῶν ξένων τὰς θέας προκαταλαμβανόντων, διεδίδοτο τοῖς πολίταις τὸ θεωρικὸν, ὅπερ ἦσαν δύο ὀβολοί· ἵνα τοῦτο λαμβάνοντες οἱ πολίται διδόασιν αὐτὸ τῆ πόλει μισθὸν τῆς θέας· ὁ τοίνυν ἐπιμελούμενος τῶν χρημάτων τούτων ἄρχων ἐλέγετο τῶν θεωρικῶν· ἦν δὲ καὶ ἄλλα θεωρικὰ, ἃ διενέμετο ἐν ταῖς ἑορταῖς ἡ πόλις. Θεωρικά: ἐν ταῖς λεγομέναις Διονυσίαις θεωρίαις, ἀγώνων τελουμένων φιλοτίμων, συνέβαινε τινὰς τῶν πολιτῶν εἰς ὕβρεις καὶ τραύματα διαφέρεσθαι· ἔδοξεν οὖν τῶ δήμω μηκέτι προῖκα θεωρεῖν· ἐκμισθοῦν δὲ ταῖς θέαις τοὺς τόπους· πλεονεκτουμένων δὲ τῶν πενήτων, διὰ τὸ ῥαδίως τοῖς πλουσίοις πλείονος τιμῆς τοῦτο γίνεσθαι, ἐψηφίσαντο ἐπὶ δραχμῆ καὶ μόνον εἶναι τὸ τίμημα· θεωρικὸν αὐτῆ θέντες ὄνομα· καὶ τὸν ἐπὶ τούτω ἐφεστηκότα θεωρικὴν ἀρχὴν ἔλεγον ἄρχειν· ἀπὸ τούτου δὲ καὶ τὰ λοιπὰ ὅσα Ἀθηναῖοι ἐλάμβανον, θεωρικὰ εἴρηται. Θεωρικά: χρήματα τινὰ ἦν ἐν κοινῶ ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ἃ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατηγικά· ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς τῶν πολιτῶν· ἦν δὲ τὸ μὲν πρότερον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ θεωρικὰ ἐκλήθη· Φιλῖνος δέ φησιν, ὅτι διὰ τοῦτο ἐκλήθη θεωρικὰ, διότι τῶν Διονυσίων ὑπογύων ὄντων, διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ μηδεὶς ἀπολείπηται διʼ ἐνδείαν ἀναλωμάτων· ἄλλοτε δὲ ἄλλως ὡρίζετο τὸ διδόμενον· εἴς τε τὰς θέας καὶ τὰς θυσίας καὶ τὰς ἑορτάς· οὐκ ἐξῆν δὲ τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν· ἦν δὲ καὶ ἀρχὴ τίς ἐπὶ τοῦ θεωρικοῦ· ὡς Αἰσχίνης ἐν τῶ κατὰ Κτησιφῶντος δηλοῖ. Θεωρίς: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστογείτονος, εἰ γνήσιος· μάντις ἦν ἡ Θεωρὶς καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν. Θεωροί: οἱ εἰς θεοὺς πεμπόμενοι φύλακες τῶν θυσιῶν καὶ χρησίμων· θεωροὶ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι· καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τὸ θεῖον φροντίζοντας οὕτως ὠνόμαζον· ὥρην γὰρ ἔλεγον τὴν φροντίδα. Θεῶν ἀγορά: ἐπὶ τῶν τολμώντων τι λέγειν ἐν τοῖς ὑπερέχουσι. Θήγοντες: ἀκονῶντες. Θηλάζειν: τὸ τρέφειν τωῖ γάλακτι οἱ ἀρχαῖοι πάντες· οὕτως μάλιστα οἱ Ἴωνες. Θηλάστριαν: ἣν θηλάσεταί τις· ἰδίως· οὕτως Κρατῖνος. Θηλή: μαστὸς ὁ γαλουχῶν. Θηλυδρίας: τεθηλυμμένος. Θήλυνοι: ἥσυχοι. Θημακεύς: δῆμος ἐστὶ φυλῆς τῆς Ἐρεχθηΐδος ὁ Θημακός. Θημαχός: δῆμος Ἐρεχθηΐδος. Θημῶνες: οἱ σωροὶ τῶν δραγμάτων. Θηραστεύεσθαι: ἀναβάλλεσθαι. Θηραμένης: οὗτος ἀνηρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λʹ. Θηράτορας: κυνηγούς. Θηραιον: ποικίλον ἱμάτιον. Θηρικλέους τέκνον: κύλιξ, ἣν λέγεται πρῶτος κεραμεῦσαι Θηρικλῆς. Θηρίκλειον: ποτήριον ὑέλινον. Θηρῶντες: ἐπιτηροῦντες. Θῆσσαν: μισθωτικὴν ἢ εὐτελῆ· θῆσσαν τράπεζαν δουλικὴν τροφήν. Θῆσσα: ἡ πενιχρά· ἀπολειφθεῖσα ὑπὸ τῶν γονέων καὶ ἐπιδικαζομένη γάμου τῶν ἀγχιστείων. Θησεῖον: τὸ Θησέως ἡρῶον, ὃ τοῖς οἰκέταις ἄσυλον ἦν· ἐλέγοντο δὲ δίκαι καὶ ἐνταῦθα. Θησεῖον: τέμενος ἐστὶν ἀνειμένον τῶ Θησεῖ. Θήσομαι: ὁρίσω· ποιήσω· ἀναδείξω. Θητεία: παραμονὴ ἢ δουλεία. Θῆτες: οἱ ἕνεκα τροφῆς δουλεύοντες. Θητεὺς καὶ θητικόν: εἰς τέσσαρα διαιρουμένης παρʼ Ἀθηναίοις τῆς πολιτείας, οἱ ἀπορώτατοι θητεῖς ἐλέγοντο καὶ θητικὸν τελεῖν· οὗτοι δὲ οὐδὲ μιᾶς μετεῖχον ἀρχῆς, οὐδὲ ἐστρατεύοντο· καὶ θῆσσαν δὲ ὠνόμαζον οἱ Ἀττικοὶ τὴν πενιχρὰν κόρην, ἣν ἐπάναγκες ἦν τοὺς ἔγγιστα γένους ἢ λαμβάνειν πρὸς γάμον, ἢ πέντε μνὰς διδόναι. Θητεύειν: μισθῶ ἐργάζεσθαι. Θίασος: τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τέλει καὶ τιμῆ θεοῦ· οὕτως Δημοσθένης καὶ Ξενοφῶν· Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τοὔνομα· θιασῶται δὲ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· οὕτως Ἰσαῖος. Θίβη: κιβώτιον ἐκ βύβλου πλεκτὸν, ὡς κοφινῶδες. Θιβρώνιον νόμισμα: ἐδόκει ἀπὸ Θίβρωνος τοῦ χαράξαντος εἰρῆσθαι. Θίγειν: ψαῦσαι· ἐγγίσαι. Θιγγάνει: ἅπτεται. Θίμβρων: Λακεδαιμόνιος· οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά. Θῖνα: αἰγιαλόν· σωρόν. Θλαδίας: εὐνοῦχος. Θλίβει: ἐκπιέζει. Θοάς: ταχείας ὁρμάς. Θοηρός: τεταραγμένος. Θοιμάτιον: τὸ ἱμάτιον. Θοινᾶται: εὐωχεῖται. Θοίνη: τροφή· εὐωχία· κατάβρωμα. Θόλος: οἶκος περιφερής· ἐν ωἷ οἱ πρυτάνεις εἱστιῶντο· πρυτάνειον δὲ ὠνόμασται, ἐπεὶ πύρων ἦν ταμιεῖον. Θόλος: τόπος ἐν τοῖς ἀρχείοις θολοειδής· ὀροφὴν ἔχων ἐξ οἰκοδομῆς, ἀλλʼ οὐχὶ ξυλίνην· ἢ διὰ τὸ οἰκοδομεῖσθαι αὐτὸν στρογγύλον· λέγεται δὲ καὶ θηλυκῶς ἡ θόλος. Θολερὸς προσβαίνεις: μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων· ἀλλὰ ἀστάτως καὶ τεταραγμένως προΐων. Θοραί: δῆμος Ἀντιοχίδος. Θόρικος: δῆμος Ἀκαμαντίδος. Θοῦ: κατάθου. Θορός: τὸ σπέρμα τοῦ σώματος. Θορών: πηδήσας. Θοῦρον: πηδητικόν· ταχύν· πολεμικώτατον. Θουριομάντεις: τοὺς περὶ Λάμπωνα· τὴν γὰρ εἰς Σύβαριν ἀποικίαν οἱ μὲν Λάμπωνι ἀνατιθέασιν· οἱ δὲ Ξενοκρίτω· οἱ δὲ τῶ Χαλκιδεῖ Διονυσίω· οἱ δὲ καθάριοι τωῖ Λάκωνι· οἱ δὲ Πλησίππω Ἀθηναίω. Θρᾶκες ὅρκια οὐκ ἐπιστάνται: ταύτης μέμνηται Μένανδρος ἐν τῆ πρώτη· λέγει γὰρ ὅτι ἐν αὐτῆ τηῖ γηῖ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο· καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα ἐγένετο· Θρᾶκες ὅρκια οὐκ ἐπίστανται. Θράνος: ὑποπόδιον· καὶ θρανίδιον λέγουσιν. Θρανίου: δίφρου. Θράττειν: ταράσσειν· ἐνοχλεῖν· νύσσειν· δυσωπεῖσθαι καὶ ὑφορᾶσθαι. Θρανεύομαι: συντρίβομαι· συγκόπτομαι. Θρανιτρίδες: κῶπαι θρανιτῶν. Θραύεται: κλᾶται. Θραύματα: νευροσπάσματα. Θραῦσις: φθορά· ἧττα ἐν πολέμω· θάνατος· ἀρρωστία· συντριβή· πληγή. Θρεῖα: δῆμος Οἰνηΐδος. Θρεκτός: δρόμος. Θρέμματα: πρόβατα. Θρέπτρα: τροφεῖα. Θρέψας: πήξας. Θρησκεύει: θεοσεβεῖ· ὑπηρετεῖ τοῖς θεοῖς. Θρῆσκος: ἑτερόδοξος. Θρῖα: τὰ φύλλα τῆς συκῆς. Θρίαι: αἱ μαντικαὶ ψῆφοι. Θριαμβεύσας: δημοσιεύσας. Θριάμβους: τοὺς ἰάμβους ἔνιοι ἔλεγον. Θρίαμβος: ἐπίδειξις νίκης· πομπή· καὶ τὸ σεμνύνεσθαι. Θριάσιαι· πύλαι οὕτως καλοῦνται. Θριάσιον: πεδίον. Θριγκός: τὸ περίφραγμα· στεφάνη· μικρὸν τειχίον· περίβολον. Θριδακίνας: εἶδος μάζης. Θρίναξ: ὄργανον γεωργικὸν ὀδοντικόν. Θριπηδέστατα: τὰ ξύλα τὰ ὑπὸ θριπῶν διαβεβρωμένα, οἷς ἀντὶ σφραγίδων ἐχρῶντο· θρὶψ γὰρ ζῶον ἐστὶ κατεσθίον ξύλα καὶ κέρατα. Θριπηδεστόν: Ὑπερίδης τὴν Ἑλλάδα εἶπεν· ἀντὶ τοῦ διεφθαρμένην· ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσμένων ξύλων. Θρόνιον: πόλις ἐστὶ τῆς Λοκρίδος. Θροῦς: ἦχος· φωνὴ ἄσημος· λαλιά· θόρυβος. Θρυαλλίς: ἐσχάρα· λύχνος· ἀκτίς· καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα· Ἀριστοφάνης Νεφέλαις. Θρυαλλίς: ἄνθος λυχνίδος ἢ λύχνου· τὸ περικαιόμενον τοῦ ἐλλυχνίου. Θρυλεῖ: λαλεῖ· κυκᾶ. Θρύλος: ψιθυρισμός· ὁμιλία μὴ φανερῶς γινομένη. Θρυμματίς: σκεύασμα διὰ στέατος καὶ σεμιδάλεως καὶ συκαλλίδων. Θρύπτεται: μαλακίζεται· ἢ βλακεύεται· χαυνοῦται ἢ ἀνακλᾶται. Θρωίσκει: πηδᾶ. Θρωσμός: βουνοειδὴς τόπος· ἀφʼ οὗ ἐπικαταβαίνοντα θορεῖν, ὅ ἐστι θεάσασθαι. Θυγατριδῆ: ἐγγόνη· τῆς θυγατρὸς θυγάτηρ. Θυγατρίζουσα: θυγατέρα καλοῦσα. Θύειν: τὸ ὁρμᾶν· καὶ τὸ θυμιᾶν. Θύελλα: συστροφὴ ἀνέμου. Θυηλαί: αἱ διὰ τῶν θυσιῶν μαντεῖαι. Θυηπόλος: ὁ θύων ἱερεύς. Θυηπολοῦσι: περὶ τὴν θυσίαν ἀναστρέφονται. Θυηπολοῦσι: περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι θεοὺς ἐξιλάσκεσθαι. Θυηχόοι: οἱ ἱερεῖς οἱ ὑπὲρ τῶν ἄλλων θύοντες τοῖς θεοῖς. Θυηκετάδαι: δῆμος Ἱπποθοωντίδος. Θύλακος: ὁ ῥαπτὸς φάσκωλος. Θυλακοφόροι: οἱ μεταλλεύοντες, ὅτι θυλάκους ἐφόρουν. Θυλήματα: πέμματα· ἀπαρχάς· ἄλφιτα ἃ ἔμισγον οἴνω καὶ ἐλαίω εἰς θυσίαν ἀναφέροντες. Θυμαλγέα: λυπηρά. Θυμάλωψ: δαίμων τις οὕτως καλεῖται· καὶ θυμάλωπες, οἱ κεκαυμένοι ἄνθρακες, ἢ ἡμίκαυτα ξύλα, ἢ σπινθῆρες. Θύματα: θυμιάματα. Θυμβροφάγον: δριμύ. Θύμελον: τὸν βωμόν. Θυμηδία: τέρψις· τρυφή· εὐφρασία. Θυμηρέστερον: ἡδύτερον. Θυμῆρες: καταθύμιον. Θυμικόν: ὀργίλον. Θυμαιτάδαι: δῆμος Ἱπποθοωντίδος· ἀπὸ Θυμαίτου τοῦ ἥρωος. Θυμοβόρος: ἡ τὴν γῆν διαφθείρουσα. Θυμολέων: θυμώδης τὴν ψυχήν. Θυμόμαντις: ὁ διὰ τοῦ συλλογίζεσθαι προγινώσκων τὸ μέλλον. Θυμός: ἡ ψυχή. Θυμόσοφος: εὐμαθής· φυσικός· εὐφυής. Θυμοφθόρα: τὰ τὴν ψυχὴν φθείροντα. Θύνων: ὁρμῶν. Θυννάζοντες: ἀντὶ τοῦ κεντοῦντες· τοὺς γὰρ μεγάλους θύννους τριόδοις ἐλάμβανον. Θυοσκόπος: ὁ διὰ τῶν θυσιῶν μαντευόμενος. Θυοσκόποι: καὶ ἱερουργοὶ, καὶ ἱεροσκόποι· καὶ οἱ διὰ τῶν ἐμπύρων σημαίνοντες τὸ μέλλον. Θύραζε καὶ θύραθεν καὶ θύρασιν: τὸ μὲν εἰς τὸ ἐκτός· τὸ δὲ ἔξωθεν· τὸ δὲ ἔξω. Θύραζε Κᾶρες· οὐκέτʼ Ἀνθεστήρια ἦ: οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαι φασίν· ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων· τῆς οὖν ἑορτῆς τελεσθείσης λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς· Θύραζε Κᾶρες· οὐκέτʼ Ἀνθεστήρια ἦ· τινὲς δὲ οὕτως τὴν παροιμίαν φασί· Θύραζε κῆρες· οὐκ ἔνι Ἀνθεστήρια· ὡς κατὰ τὴν πόλιν τοῖς Ἀνθεστηρίοις τῶν ψυχῶν περιερχομένων. Θυρέαν: τὴν τοῦ μεσοτοίχου διακοπήν. Θυραῖα: τὸ ἄνοιγμα τῆς θύρας· Μένανδρος. Θυραυλεῖν: πλανᾶσθαι κατὰ τὴν πόλιν· ἢ παρὰ ταῖς θύραις αὐλίζεσθαι· ὅπέρ ἐστι καθέζεσθαι καὶ προσεδρεύειν. Θυργωνίδαι: δῆμος Πτολεμαΐδος φυλῆς. Θύρετρα: θυρώματα ἢ ἀραιόθυρα. Θυρσός: βακχικὴ ῥάβδος, ἢ λαμπὰς ἣν ἐβάσταζον εἰς τιμὴν τῶ Διονύσωι. Θυρσοί: θύματα. Θυρσόν: τὸ ὅπλον· Φιλήμων. Θυσάνοις: κροσσοῖς. Θύστιον: πόλις τῆς Αἰτωλίας· τινὲς δὲ Θύτιον, ἄνευ τοῦ σ. Θύσθλα: ῥάβδοι· νάρθηκες. Θυτεῖον: ὁ τόπος ὅπου ἔθυον. Θυτηρίοις: θυμιατηρίοις. Θύψαι: καπνίσαι. Θύψαντα: πῦρ καύσαντα. Θυωμάτων: θυμάτων· μύρων· ἀρωμάτων· θυμιαμάτων. Θωή: κόλασις. Θώμιγξ: λεπτὸν σχοινίον. Θωμοί: οἱ τῶν σπερμάτων σωροί. Θωμίζει: τῶ κέντρω ἐρεθίζει· καὶ τὸ μαστίζει. Θωπευτικός: κολακευτικός. Θωπεία: κολακεία. Θῶπες: οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακεία. Θωρακείοις: προμαχῶσιν ἢ δρυφάκτοις· λουρικίοις· διὰ διφθόγγου· οὕτως αὐτὸ Ἡρωιδιανός. Θώραξ: πύργος· χιτών· στῆθος· σῶμα· καὶ τὸ ὅπλον. Θωραχθείς: ὁπλισθείς. Θωρήσσετο: καθωπλίζετο. Θωρόντες: ὁρμήσαντες. Θωχθείς: θωραχθείς. Θῶψαι: τὸ θωπεῦσαι. Θώων: θηρία ἐξ ὑαίνης καὶ λύκου γεννώμενα. Τέλος τοῦ θ στοιχείου.