Ἀρχὴ σὺν θεῶ ι.Ἰαίνει: εὐφραίνει. Ἰαλεμῶ: θρηνῶ· Ἰάλεμος γὰρ θρήνου εἶδος· λέγεται δὲ καὶ Ἰάλεμος ὁ υἱὸς Καλλιόπης· καὶ ὁ καλός· καὶ ὁ ὀρφανός· ἔνιοι δὲ καὶ τὸν κακὸν δαίμονα· καὶ Ἰαλεμώδη, τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια. Ἴακχος: Διόνυσος ἐπὶ τῶ μαστῶ· καὶ ἥρως τίς, καὶ ἡ ἐπʼ αὐτῶ ὠδή· καὶ ἡ ἡμέρα καθʼ ἣν εἰς αὐτὸν ἡ πανήγυρις· ἔνιοι δὲ θόρυβος. Ἰαμβίζειν: τὸ χλευάζειν. Ἰαμβύκη: ὄργανον μουσικόν· εἴρηται δὲ ἐν ἑτέροις καὶ ὠνομάσθη, ὡς φασὶν, ὅτι πρὸς αὐτὸ ἰάμβους ἦδον· ἡ δὲ σαμβύκη νεώτερον· καὶ ὀψὲ ὑπὸ Σάμβυκός τινος εὑρέθη. Ἰαμβύκαι: ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ηἶδον· οἱ δὲ σαμβύκαι. Ἰάνθη: ἥσθη· ἐχάρη· διεχύθη. Ἰάπυξ: ἄνεμος ἐλαφρός. Ἰατήρ: ἰατρός. Ἰαχή: βοή· ἦχος ἢ θρῆνος. Ἴβις: ὄρνεον ὀφιοφάγον. Ἰβύ μέγα: ἀντὶ τοῦ ἀναφθεγξάμενοι μέγα· οὕτως Τηλεκλῆς. Ἰγνύη: ὁ ὑπὸ τὸ γόνυ τόπος, ὀπίσω τοῦ γόνατος. Ἰδάλιμος: εὐειδής. Ἰδαρναῖοι: μάντεις ἀπό τινος Ἰδαρνοῦ μάντεως· οἱ δὲ ἀπὸ πόλεως Καρικῆς· Καλλίστρατος δὲ τοὺς ἐκτομίας. Ἰδέας: μορφάς· ἐν Ἀλκιβιάδη· ἀπὸ τοῦ ἰδέσθαι. Ἰδέρως: ὁ ἅμα τωῖ ἰδεῖν ἐρῶν. Ἰδίαις δαπάναις: ταῖς ἰδιωτικαῖς. Ἰδιάσαι: τὸ ἰδιολογήσασθαι. Ἰδίαν: ἀντὶ τοῦ ἰδιωτικήν· Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος· καὶ ἴδιον, τὸ ἰδιωτικόν. Ἴδη: πᾶν σύμφυτον ὄρος. Ἰδίειν: ἱδροῦν· καὶ ἀνιδιτὶ, τὸ ἀνιδρωτί. Ἰδιαίτερον: ἰδικώτερον. Ἰδιόξενος: ἴδιος φίλος. Ἰδιόξενος: ὁ ἰδία καθʼ αὑτὸν ξένος ὤν· πρόξενος δὲ ὁ ὅλης πόλεως ξένος· παρʼ ωἷ καὶ οἱ πρέσβεις κατάγονται· καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον· καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τηῖ πατρίδι τηῖ ἑαυτοῦ τὰ τῆ πόλει ἐκείνη διαφέροντα ἧς προξενεῖ· δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονὼς τινί· ἀστόξενος δὲ ὁ ἐκ προγόνων μὲν ἀστῶν αὐτὸς δὲ ξένος καὶ ἀνανεώσεως δεόμενος· οἷον Ἀγαμέμνων ἐν Λυδία. Ἰδιοπραγεῖ: τὰ ἴδια πράσσει· ἡσυχάζει. Ἰδιώσασθαι: ἰδιοποιήσασθαι. Ἰδίων: ἰδιωτικῶν. Ἰδιώτας: τοὺς πολίτας· οὕτως Θουκυδίδης. Ἰδνωθείς: καμφθείς. Ἱδριεύς: δυνάστης ἦν οὗτος ἐν Καρία· υἱὸς Ἑκατόμνου· ἀδελφὸς δὲ Μαυσωλοῦ καὶ Ἀρτεμισίας. Ἴδρις: ἔμπειρος. Ἱδρυμένος: τεθεμελιωμένος. Ἱδρύσαντο: ἐκάθισαν· ἵδρυσαν. Ἵδρυσις: ἑδραῖα· ἀσφάλεια. Ἰδύους: τοὺς μάρτυρας· οὕτως Σόλων. Ἵει: πέμπει· ἀμφιβάλλει. Ἰέμενοι: ἐπιθυμοῦντες. Ἰέναι: πορεύεσθαι ἢ πορευθῆναι. Ἴενται: ὁρμῶσιν. Ἱέντες: ἀφιέντες. Ἱερᾶσθαι: ἱερουργεῖν. Ἱέραξ: εἷς ἦν τῶν Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἱερὰ συκῆ: οὕτω λέγεται ἡ παρὰ τὴν Ἐλευσῖνα ὁδός. Ἱερὰ ὁδός: ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ ἄστεος ἐπὶ Ἐλευσῖνα. Ἱερὰ τριήρης: λέγοιτʼ ἂν ἡ πάραλος. Ἱεράτω: κατὰ νόμον ὀργιαζέτω· καὶ θυέτω· ὀργεῶνες γὰρ οἱ θύται. Ἱερεῖον: θῦμα· πᾶν τὸ θυόμενον. Ἱερείας ἐνύπνιον: ἄλλοι δὲ φασὶ δεῖν μᾶλλον Ἱμεραίας ἐνύπνιον λέγεσθαι· Ἱμεραῖα δὲ γραῦς τίς, ὡς φασὶν, ὁρᾶν ἑαυτὴν ἐδόκει εἰς οὐρανοὺς ἀναγομένην, καὶ δῆτα ἐλθοῦσαν εἰς τὰ τοῦ Διὸς οἰκήματα θεάσασθαι ἄνδρα πυρρὸν δεδεμένον ἁλύσει σιδηρᾶ ὑπὸ τὸν βασίλειον θρόνον· πυθομένην δὲ τίς εἴη, ὁ ἀλάστωρ, ἀκοῦσαι, τῆς Σικελίας· τὸ μὲν ἐνύπνιον ἐν τούτω· ὕστερον δὲ χρόνοις ἰδοῦσα τυραννοῦντα τὸν Διονύσιον, τό, τε ὄναρ πολλοῖς διηγήσατο καὶ αὐτὸν εἶναι τὸν τεθεαμένον ἀπήγγελλεν· ἣν ὀργισθεὶς ἀπέκτεινεν ὁ Διονύσιος. Ἱέρευσεν: ἔθυσεν. Ἱερή: θαυμαστή. Ἱερομηνία: αἱ ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται· Δημοσθένης κατὰ Τιμοκράτους. Ἱερομηνία: ἱερὰ ἑορτή· ἢ καταμήνια. Ἱερομνήμονες: οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμματεῖς. Ἱερομνήμονες: οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν· ἢ οἱ συνθύοντες εἰς τὸ συνέδριον τῶν Ἀμφικτυόνων ἐξ ἑκάστης πόλεως· ὠνομάσθησαν δὲ παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν· ἱερὰ δὲ τὰ Ἀμφικτυονικὰ δόγματα· καὶ ἱερὸν τὸ τῶν Ἀμφικτυόνων συνέδριον. Ἱερομύστης: ἱερὰ μυστήρια εἰσηγούμενος· ἅγιος. Ἱερὸν γάμον: Ἀθηναῖοι ἑορτὴν Διὸς ἄγουσι καὶ Ἥρας, ἱερὸν γάμον καλοῦντες. Ἱερὸν τί νεωκορήσας: ἀντὶ τοῦ εὐφημότερον ἱερατεύσας. Ἱεροποιοί: κληρωτοὶ ἄρχοντες, δέκα τὸν ἀριθμόν· οἳ τά τε μαντεύματα ἱεροθυτοῦσι· κἄν τις καλλιερήση, συγκαλλιεροῦσι τοῖς μαντεύμασι· καὶ θυσίας τὰς νομιζομένας ἐπιτελοῦσι· καὶ τὰς πενταετηρίδας ἁπάσας διοικοῦσι, πλὴν Παναθηναίων· εἰσὶ δὲ καὶ ἄλλοι ἱεροποιοὶ τῶν σεμνῶν θεῶν, οἱ τὸν ἀριθμὸν εἰσὶν ἀόριστοι. Ἱερώνυμος: στρατηγὸς Ἀθηναίων· ἕτερος δέ ἐστιν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τωῖ κατʼ Αἰσχίνου. Ἱερώσυνα: τὰ εἰωθότα διδόσθαι ἱερὰ ἐξαίρετα τοῖς ἱερεῦσιν ἐπὶ τιμῆ τῆς ἱερωσύνης. Ἱεροφάντιδες: αἱ τὰ ἱερὰ φαίνουσαι τοῖς μυουμένοις. Ἱεροφάντης: μυσταγωγός· ἱερεύς. Ἱεροφάντης: οὕτως ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην· τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἀπιόντα τὰ ἱερά. Ἱεροφωνῶν: μεγαλοφωνῶν. Ἱερωῖ: θείω· ἤτοι μεγάλωι. Ἱερῶσθαι: φησὶ Θουκυδίδης· νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι· σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι καὶ οἷον καθιερῶσθαι. Ἰέσθην: ἐπροθυμοῦντο· ἐπορεύοντο. Ἴεται: προθυμεῖται· πορεύεται. Ἵζει: καθίζει ἢ κάθηται. Ἵησιν: ἀφίησιν. Ἰθαγενής: αὐτόχθων· γνήσιος. Ἰθέως: ὀρθῶς. Ἴθι: ἔρχου ἢ πορεύου. Ἴθματα: ἴχνη· βήματα· δικαιώματα· ὁρμάς. Ἴθορος: παροιμιῶδες ἐπὶ τῶν παρακελευομένων. Ἰθὺ καὶ ἰθύς: ἐπʼ εὐθείας. Ἴθυμβος: ὠδὴ μακρὰ καὶ ὑπόσκαιος. Ἰθύνει: διοικεῖ· κατευθύνει· ὀρθοῖ. Ἰθυντήρ: ὁδηγός· κυβερνήτης· χαλινός· πηδάλιον. Ἴθυσεν: ἐπʼ εὐθείας ὥρμησεν. Ἰθυτενές: εἰς εὐθείαν τεταμένον. Ἰθύφαλλοι: οἱ ἐπίορκοι καὶ ἀκολουθοῦντες τῶ φαλλῶ γυναικείαν στολὴν ἔχοντες· λέγεται δὲ φαλλὸς ὁτὲ μὲν καὶ τὸ αἰδοῖον καὶ ποιήματα δὲ καλεῖσθαι ἃ ἐπὶ τῶ ἱσταμένω φαλλῶ ἄδεται. Ἰθύφαλλοι: οἱ τοὺς ἰθυφάλλους ἐν τῆ ὀρχήστρα ὀρχούμενοι· ποιήματα δέ τινα οὕτω λέγεται, τὰ ἐπὶ τῶ φαλλῶ ἀδόμενα· ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον. Ἱκάνειν: παρεγένετο. Ἱκαριεύς: δῆμος φυλῆς τῆς Αἰγηΐδος· καὶ Ἱκάριοι οἱ αὐτοί. Ἴκελος: ὅμοιος. Ἱκέσθην: παρεγένοντο. Ἱκέτω: παραγενέσθω. Ἱκετηρία: Αἰσχίνης ἐν τῆ ἀπολογία· ἱκετηρία καλεῖται ἐλαίας κλάδος, στέμματι ἐστεμμένος. Ἱκνοῦμαι: εὔχομαι· ἱκετεύω. Ἱκνούμενος: παρακαλῶν. Ἵκοντο: παρεγένοντο. Ἴκρια: ὀρθὰ ξύλα· ἢ σανιδώματα τῆς νεώς. Ἴκρια: τὰ ἐν τῆ ἀγορᾶ· ἀφʼ ὧν ἐθεῶντο τοὺς Διονυσιακοὺς ἀγῶνας πρὶν ἢ κατασκευασθῆναι τὸ ἐν Διονύσου θέατρον. Ἵκταρ: ἐγγύς· εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι· οὕτως Πλάτων. Ἵκτερος: λέγουσιν εἶναι πόνον ὠχροειδῆ ἀπὸ θυμοῦ ἐγειρόμενον· ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημένων ὠχροὺς καὶ μέλανας ποιεῖν, ὡς καὶ τῶν ἰκτίνων, ἀφʼ οὗ καλεῖται. Ἰλαδόν: ἐν ἀθροίσει· κατὰ ἴλας· δηλοῖ δὲ καὶ τὸ δασύ. Ἰλαπινάζω: εὐωχοῦμαι. Ἰλαπίνας: θυσίας· ἑορτάς· εὐωχίας. Ἴλας: ἀγέλας ἢ τάξεις· καὶ ἰλάρχας ταξιάρχας. Ἱλασμός: εὐμενής· πραότατος· συγχώρησις. Ἱλαστήριον: θυσιαστήριον. Ἰλεός: κατάδυσις θηρίου. Ἱλεω: ἱλασμόν. Ἵλεως: ἱλαρὸς καὶ εὔθυμος. Ἱλεωτήριον: ἱλαστήριον. Ἰλιὰς κακῶν: ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν. Ἰλιγγιᾶ: ὅτʼ ἂν περὶ τὴν καρδίαν στρόφος γένηται, ἐπακολουθεῖ σκότος, καὶ τοῦτο λέγουσιν ἴλιγγον. Ἴλιον: τὸ ἐφήβαιον. Ἰλισσός: ποταμὸς ἐν τηῖ Ἀττικηῖ. Ἴλλειν: συνέχειν. Ἰλλόν: στρεβλόν· στραβόν. Ἰλλώπτειν: ἐμβλέπειν ἐπιμύουσι καὶ ἐγκεκλασμένοις ὀφθαλμοῖς. Ἰλλωτρύει: στραβίζει. Ἰλύς: βόρβορος. Ἰλυσπῶντες: συνειλούμενοι ἢ τὴν ἰλὺν σπώμενοι. Ἰμᾶν καὶ ἰμῆν: ἀντλεῖν· ἀνέλκειν· ἀνασπᾶν. Ἰμᾶν: τὸ ἀνασπᾶν· τὸ γὰρ παλαιὸν ἱμάντας ἐνδησάμενοι, ἀνίμων ἢ καθίμων. Ἰμάντας: τοὺς τῶν ἱστίων· Ἀρισταγόρας. Ἰμάντες: λῶροι· δεσμοί. Ἰμάντωσις: δέσις ξύλων ἐμβαλλομένων ἐν τοῖς οἰκοδομήμασιν. Ἰμαοιδός: ἡ ἐπιμύλιος ὠδή· ἱμαλιὰ γὰρ ἡ τροφή· καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. Ἴμασεν: ἐμάστιξεν. Ἱμάσω: πλήξω· πατάξω. Ἰμαῖος: ἡ ἐπιμύλιος ὠδή. Ἴμβριοι: οἱ τὰς δίκας ὑποφεύγοντες· ἐπειδὴ ἐσκέπτοντο ἐν Ἴμβρω εἶναι. Ἱμείρω: ἐπιθυμῶ. Ἱμερόεντα: λάμποντα. Ἵμερος: ἐπιθυμία. Ἱμερτός: καλός· ἐπέραστος· ποθεινός. Ἰμονιά: τὸ τοῦ ἀντλήματος σχοινίον. Ἵνα: ὅπου· Ἀντιφῶν ἐν τῶ περὶ τῆς ὁμονοίας· ἵνα οὐδὲν ἔργον ὀκνεῖν. Ἱνᾶσθαι: καθαίρεσθαι· ἐκκενοῦσθαι· καὶ ὑπέρινος· ὁ ὑπερκεκαθαρμένος. Ἰνδάλλεται: καταφαίνεται· ὁμοιοῦται. Ἰνδάλματα: φαντάσματα· ὀνείρατα· ἅπερ μὴ παρόντα ὑπονοεῖ τίς· ὁμοιώματα· ἀπεικονίσματα. Ἶνες: νεῦρα. Ἶννος: ἐξ ἡμιόνου καὶ θηλείας ἵππου· πεντήκοντα ἔτη ζῆ ἡμίονος· ὁ δέ γʼ ἶννος ἐξ ἀμφοτέρων ἵππων, ἐν τῆ κυήσει νοσησάσης τῆς ἵππου· οἷον νάννος. Ἰνύκιος οἶνος: ἡδύς· Ἴνυκος δὲ πολισμάτιον Σικελικὸν ἐν ωἷ γίνεται οἶνος κάλλιστος. Ἰξάλη: ἡ αἰγεῖα· ἐπεὶ ἴξαλοι οἱ αἶγες· καὶ ἴξαλος πηδητικός. Ἰξία: ὁ παρʼ ἐνίοις λεγόμενος κιρσός· ἔστι δὲ αἷμα νενοσηκὸς, ὀνομασθεὶς ἀπὸ τῶν δρυῶν, ἐν αἷς συστροφαί εἰσιν, ὅθεν ὁ ἰξὸς ἀπορρεῖ. Ἰξύν: τὴν ὀσφύν. Ἰοδόχη: βελοθήκη. Ἰόν: τὸ βέλος. Ἰόνιον πέλαγος: ὁ νῦν Ἀδρίας· καὶ Ἰόνιος κόλπος· τὸν γὰρ Ἀδρίαν οὕτως ὠνόμαζον. Ἰόντες: πορευόμενοι. Ἴοντο: προεθυμοῦντο· προηροῦντο. Ἰού: σχετλιαστικὸν ἐπίρρημα· ἀντὶ τοῦ οἴμοι. Ἰοῦλος: ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ· πολύπουν δέ τι ζῶον· καὶ τὸ ἐξάνθημα τὸ ἐπὶ τῶν γενείων· καὶ τὸ ἐπὶ ταῖς καρύαις ἄνθος· καὶ ὠδῆς τί γένος ἰοῦλος καὶ ὁ προσφιλὴς τηῖ Ἀρτέμιδι· ἔνιοι δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρείαις γιγνόμενον πολύποδα καὶ συστρεφόμενον ἰοῦλον καλοῦσιν. Ἰοῦλος: τὸ δασὺ ἐπισεῖον τῶν γενείων· καὶ ὠδὴ εἰς Δήμητρα· τοὺς γὰρ ἐκ πολλῶν δραγμάτων δεσμοὺς ἰούλους καλοῦσι. Ἰοῦλος: χνοῦς τριχῶν· ἤτοι ἡ πρώτη τῶν γενείων βλάστη. Ἰουλίζων: ὁ τῆς γενειάδος ἀρχόμενος. Ἰοῦσαν: πορευομένην. Ἴπορος: πικρὸς περὶ τὰς τιμωρίας. Ἱππαγρέται: τρεῖς οὗτοι ἐγένοντο ἄρχοντες ἐν Σπάρτη. Ἱππάκη: Σκυθικὸν βρῶμα· διὰ γάλακτος ἵππου σκευαζόμενον. Ἱππαλεκτρυών: γρύψ· διὰ τὸ τετράσκελον εἶναι· καὶ πτέρυγας καὶ ῥύγχος ἔχειν ἐπικαμπές· ἔνιοι τὸν μέγαν ἀλεκτρυόνα· ἔνιοι παράσημον. Ἵππαρχοι: δύο ἦσαν· οἳ τῶν ἱππέων ἡγοῦντο, διελόμενοι τὰς φυλὰς ἑκάτερος ἀνὰ πέντε· ἐπιμεληταὶ δὲ εἰσὶ τῶν ἱππέων καθάπερ οἱ ταξίαρχοι δέκα ὄντες εἷς ἐφʼ ἑκάστης φυλῆς τῶν ὁπλιτῶν. Ἵππαρχος: ὁ τῶν ἵππων ἄρχων. Ἱππάς: Σόλων τοὺς νόμους Ἀθηναίοις γράψας, εἰς πέντε τέλη τὸ πᾶν πλῆθος αὐτῶν διέταξε καὶ τῶν κατὰ τὰς οὐσίας τιμημάτων· καὶ τὸ πρῶτον ὠνόμασε πεντακοσιομεδίμνων· τὸ δεύτερον ἱππέων· τὸ τρίτον ζευγιτῶν· τὸ τέταρτον θητῶν· τὸ πέμπτον ἱππὰς ἐκαλεῖτο. Ἱππάς: Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτεία φησὶν ὅτι Σόλων εἰς τέσσαρα διεῖλε τέλη τὸ πλῆθος τῶν Ἀθηναίων· εἰς πεντακοσιομεδίμνους· εἰς ἱππέας, ζευγίτας καὶ θῆτας· τῶν οὖν ἱππέων οἱ ἱππάδες. Ἵππαρχος: τύραννος Ἐρετρίας· ἕτερος δὲ Ἵππαρχος ὁ Πεισιστράτου· ἄλλος δὲ Ἵππαρχος ὁ Χάρμου· ὃς συγγενὴς ἦν Πεισιστράτου τοῦ τυράννου· καὶ πρῶτος ὑπέστη τὸν ἐξοστρακισμὸν διὰ τὴν ὑποψίαν τὴν Πεισιστράτου· ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν· ἄλλος δέ ἐστιν Ἵππαρχος ὑποκριτὴς οὗ μνημονεύει Δημοσθένης· λέγεται δὲ Ἵππαρχος παρʼ Ἀθηναίοις καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δὲ ἦσαν οὗτοι. Ἱππέας εἰς πεδίον προκαλεῖ: δηλονότι ἔνθα ἂν εὐημερῆ τίς· τὰ γὰρ ἱππικὰ ἐν πεδίω κρατεῖ· Πλάτων εἰς τὸν Θεαίτητον ἐχρήσατο. Ἶπες: θηρίδια λυμαντικὰ τῶν ξύλων καὶ τῶν καρπῶν. Ἶπνος: ὁ φοῦρνος· ἢ κάμινος· ἢ ὁ φανός. Ἶπνος: μέρος τί τῆς οἰκίας, τὸ λεγόμενον παρʼ ἡμῖν μαγειρεῖον· λέγεται δὲ κυρίως ἶπνος ἡ κάμινος. Ἱππέρων: τὸν ἐφʼ ἵπποις ἔρωτα. Ἱππεῖς: ὁ ἐκ τεσσάρων σταδίων δρόμος. Ἱππήλατον: εὐρύχωρον· πλατύ· λεῖον· ἐψιλωμένον. Ἱππικαί: αἱ ἐξ ἵππων· ἱππικαὶ νευραί. Ἱπποδαμῆ: δῆμος Οἰνηΐδος. Ἱππόβοτος: μεγάλην γῆν ἔχων· δυνάμενος ἵππους τρέφειν. Ἱπποδάμοι: ἐφʼ ἵππους ἀναστρεφόμενοι. Ἱπποδάμου Νέμεσις ἐν Πειραιεῖ: ἦν δὲ Ἱππόδαμος Εὐρυκόοντος Μιλήσιος· ἢ Θούριος μετεωρολόγος· οὗτος διένειμεν Ἀθηναίοις τὸν Πειραιᾶ. Ἱπποδάμεια: ἀγορᾶς τόπος καλούμενος οὕτως ἐν Πειραιεῖ, ὑπὸ Ἱπποδάμου τοῦ Μιλησίου ἀρχιτέκτονος, τοῦ τὸν Πειραιᾶ κατασκευάσαντος καὶ τὰς τῆς πόλεως ὁδούς. Ἱπποδασείης: ἐξ ἱππείων τριχῶν λόφον ἐχούσης· ὃ δὴ δασύ ἐστιν. Ἱππόθορος: ἵππους βιβάζων· θόρος γὰρ τὸ σπέρμα· ἔστι δὲ καὶ αὔλημα. Ἱπποθοώντειον: τὸ ἡρῶον· ἀπὸ τοῦ Ἀλόπης καὶ Ποσειδῶνος· ἀφʼ οὗ καὶ ἡ φυλή. Ἱπποκλείδην: τὸ γυναικεῖον αἰδοῖον· παρὰ τὸ ἱππεύειν. Ἱππόλυτος: σωφροσύνης παράδειγμα. Ἱππομανές: ωἷ χρῶνται πρὸς φίλτρον Ἱππόστρατος οφθορα ζῶα· γαλεώτης καταπίνων τὸ γῆρας· φάρμακον ὂν ἐπιλήπτων· καὶ ἔλαφος τὸ δεξιὸν κέρας ἐνορύττων· ὅτι εἰς πολλὰ χρήσιμον· καὶ ἵππος τῶν πώλων τὸ ἱππομανές· χρήσιμον γὰρ πρὸς φίλτρον. Ἱππία Ἀθηνᾶ: ταύτην Ποσειδῶνος εἶναι φασὶ θυγατέρα καὶ Πολύφης τῆς Ὠκεανοῦ· ἅρμα δὲ πρώτην κατασκευάσασαν, διὰ τοῦτο Ἱππίαν κληθῆναι. Ἱπποδαμεία: ἀγορὰ ἐν Πειραιεῖ οὕτω καλουμένη ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ. Ἱππότης: ἱππεύς· ἔφιππος. Ἱππότροχος: τὸ τρυσίππιον· διὰ τὸ τοῖς διὰ γῆρας ἐκτρυχωθεῖσιν ἵπποις ἐκτυποῦσθαι τροχὸν ἀπολεγόντων αὐτοὺς τῶν στρατηγῶν. Ἱππόπορνε: ἀντὶ τοῦ μεγαλόπορνε· σπανίως. Ἰππούμενος: πιεζόμενος· ἀναγκαζόμενος. Ἵππουριν: τὴν ἐξ ἱππείων τριχῶν κατεσκευασμένον λόφον ἔχουσαν. Ἱππόφορβος: ἱππότροφος· φορβὴ γὰρ ἡ τροφή. Ἵπταται: πέτεται. Ἶρις: νέφος· ὑγρότης κατʼ ἔμπτωσιν ἡλίου πεποικιλμένον οἷον τόξον. Ἶρος: ὁ πτωχός. Ἴς: δύναμις· νεῦρα. Ἰσάζει: ἴσα ἦ. Ἰσαία: ἡ μερίς. Ἴσα λέγουσιν: ἀντὶ τοῦ παροῦ· ἔστι δὲ σχῆμα λόγου. Ἴσαι ψῆφοι: τὸν νόμον τὸν τοῦ ἀπολύεσθαι τὸν κατηγορούμενον, ἐὰν ἴσων τύχηι ψήφων. Ἴσαι ψῆφοι: ἐπὶ τῶν παρʼ ὀλίγον ἐν τοῖς δικαστηρίοις ἀλισκομένων· ἀναλύονται γὰρ οἱ διωκόμενοι ἐπὶ τῶν δικαζομένων· καὶ ἴσαι γεννῶνται ψῆφοι· ἐν αἷς ἀπολύεται ὁ ἐγκαλούμενος. Ἴσαι ψῆφοι: Αἰσχίνης κατὰ Κτησιφῶντος· ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκεν, πρώην μέν ποτε εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῶ ἐγένοντο· εἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν. Ἴσα βαίνων Πυθοκλεῖ: Δημοσθένης ἐν τῶ κατʼ Αἰσχίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μὴ βραχὺ ἀφιστάμενος· καὶ Μένανδρος· Παρʼ αὐτὸν ἴσα βαίνουσʼ ἑταίρα πολυτελής. Ἰσαῖος: εἷς μέν ἐστι τῶν δέκα ῥητόρων· μαθητὴς δὲ Ἰσοκράτους· διδάσκαλος δὲ Δημοσθένους· Ἀθηναῖος τὸ γένος· Δημήτριος δὲ Χαλκιδέα φησιν αὐτὸν εἶναι. Ἰσακίωι: ἀνδρείωι. Ἴσαν: ἐπορεύθησαν. Ἴσσα: ἐπιφθέγμα ἐπὶ τῶν ἀπολαχόντων καὶ ὅλως δυσπραγούντων· ἔστι καὶ ἐν Μεσσηνίαι Μενάνδρου καὶ ἑτέρωθι. Ἰσηγορεῖ: ἐπίσης λέγει· ἰσολογεῖ. Ἴσθι: γίνωσκε. Ἴσθμια: περιστόμια· περιτραχήλια. Ἴσθμιον: τὸ τοῦ φρέατος περιστόμιον. Ἰσθμιάζει: καταπίνεται· ἰσθμὸς γὰρ ὁ τράχηλος. Ἰσθμός: θάλασσα μεταξὺ δύο γαιῶν· πορθμὸς γὰρ γῆ μεταξὺ δύο θαλασσῶν. Ἴσκειν: λέγειν· παλαιὸν τὸ λεξείδιον. Ἴσμεν: οἴδαμεν. Ἰσμηνίας: εἷς παρʼ Ἀθηναίοις ἦν πολέμαρχος ἐπιφανής. Ἰσοβόλων: ἰσοστασίων. Ἰσοκλέης: ἰσόδοξος. Ἰσόκτητον: ἴσην ἔχουσαν τὴν κατασκευήν. Ἰσοπαλῆ: ἴσα ἐν κλήρωι· πάλος γὰρ ὁ κλῆρος. Ἰσόρροπον: ἰσοβαρές· ἰσοστάσιον. Ἰσοσθενής: ἰσοδύναμος. Ἰσοστάσιον: ἰσόσταθμον. Ἰσοτελεῖς: ἴσα τελοῦντες· ἴσα τοῖς ἀστοῖς, ὅ ἐστι τοῖς πολίταις, τέλη διδόντες. Ἰσοτελής: ὁ ἐξελεύθερος μετέχων τῶν νόμων· μετοίκιον δὲ οὐ φέρων. Ἰσοτελὴς καὶ ἰσοτέλειαι: πολλάκις τιμὴ τίς ἐδίδοτο τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων· καθʼ ἣν τοῦ μετοικίου ἄφεσις αὐτῶν ἐγίγνετο· ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι, ἄφεσιν εἶχον ἰσοτελεῖς, Θεόφραστος λέγει· καὶ πόλεσι δὲ ὅλαις ἐψηφίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι· ὥσπερ Ὀλυνθίοις καὶ Θηβαίοις· ὁ δὲ ἰσοτελὴς ὡρισμένον τι τέλος ἐδίδου. Ἰσοδαίτης: ξενικός τις δαίμων ωἷ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει. Ἰσουργός: ἴσα ἐργαζόμενος. Ἰσοφαρίζειν: ἐξισοῦσθαι. Ἰσοφυᾶ: ἴσα. Ἴστε: γινώσκετε. Ἴστεα: δῆμος Αἰγηΐδος. Ἵστη: ἱστάναι προστακτικῶς. Ἰστιατόρια: δειπνητόρια. Ἰστιατόρια: τὰ ἐν οἷς εἱστιῶντο χωρία· ἃ νῦν καλεῖται ἀγυτήρια ευ. Ἱστίον: ἄρμενον. Ἱστιοφόρος: ἀρμενοφόρος. Ἱστοπέδη: ξύλον ὀρθὸν ἀπὸ τῆς τρόπιδος ωἷ προσδέδεται ὁ ἱστός. Ἱστορῆσαι: θεάσασθαι. Ἵστορι: μάρτυρι ἢ κριτηῖ. Ἵστωρ: ὁ ἐπʼ ἄκρωι τωῖ ῥυμωῖ ἐμπεπηγμένος πάτταλος. Ἱστὸς καὶ κεραία: ὁ μὲν ἱστὸς, τὸ ἐπίμηκες ξύλον ἄνω τεταμένον· κεραία δὲ, τὰ πλάγια, ὥστε γενέσθαι γράμμα τὸ ταυ· διετείνετο δὲ πολλάκις ὁ τῆς Ἀθηνᾶς πέπλος εἰς τοιοῦτο σχῆμα ξύλων καὶ ἐπόμπευσεν. Ἰσχάνει: κωλύει. Ἴσχανδρος: τραγικὸς ὑποκριτής. Ἴσχε: κατέσχε. Ἴσχεσθαι: παύσασθαι. Ἰσχίον: τὸ κοῖλον τοῦ γλουτοῦ ἐν ωἷ ἡ κοτύλη στρέφεται. Ἰσχιάζειν: τὸ ἐν τωῖ βαδίζειν ἐπιπολὺ ἑκατέρωσε ἑαυτὸν μεταφέρειν. Ἰσχνομυθίας: λεπτολογίας. Ἰσοευρὴς αὐλός: ἴσον εὖρος κεκτημένος· ὥσπερ τεῖχος, εὐτειχής· καὶ σθένος, ἰσοσθένης· οὕτως εὖρος, ἰσοευρής. Ἰσοπαχής: ἴσον πάχος κεκτημένος. Ἰσομήκης: ὁμοίως· τὰ γὰρ παρὰ τὸ μῆκος σύνθετα βαρύνεται· εὐμήκης· ὀλιγομήκης· ἰσομήκης. Ἰσχνομυθοῦντες: ἀκριβολογοῦντες. Ἰσχνός: σχοιζος· ἰσχνοὶ γὰρ οἱ παλαιοί· οὕτως Ἀριστοφάνης. Ἰσχυρικοί: ἰσχυροί. Ἰσχυρίσκος: ἀντὶ τοῦ ἰσχυρός· οὕτως Ἄλεξις. Ἰσωνία: ἰσοτιμία. Ἰταβύριον: ὄρος οὕτω καλούμενον. Ἰταλιάζειν: ἐν Ἰταλίαι διατρίβειν. Ἰταλιώδης: ὁ ἀλαζὼν ἀπὸ τῶν Πυθαγορικῶν διὰ τὴν Σύβαριν ὁ λάγνος. Ἰταλιώτης: Πυθαγόρειος· ἐκεῖ γὰρ διέτριβον. Ἰταμός: ἀναιδής· σκληρός· ὠμός· παρὰ τὸ ἴεσθαι, ὅ ἐστιν ὁρμᾶν· τοιοῦτοι γὰρ καὶ οἱ ἀναιδεῖς. Ἰτέον: πορευτέον. Ἰτέας: τὰς ἀσπίδας. Ἰτεαῖος: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς Ἰτεα, ἀφʼ ἧς ὁ δημότης Ἰτεαῖος. Ἴτην: ἐπορεύθησαν. Ἴτης: ὁ ἰταμός· οὕτως Ἀριστοφάνης· Θρασὺς, εὔγλωττος, τολμηρὸς, ἴτης. Ἴτηλον: τὸν οὐκ ἐξίτηλον· ἀλλʼ ἀνεξάλειπτον· οὕτως Αἰσχύλος. Ἰτρία: καπυρώδη πλάσματα. Ἴτυξ: ὄρνεον. Ἴτυς: περιφέρεια ὅπλου. Ἴτω: ἰέτω· ἐρχέσθω. Ἰυγγαί: γυναικῶν οἰμωγαί· ὀλοφύρσεις. Ἴυγγες: λεπτοὶ πόροι καὶ αἱ τέρψεις. Ἴυγξ: Ἠχοῦς ἢ Πειθοῦς θυγάτηρ ἱερὰ Νίκης καὶ Ἀφροδίτης· καταφαρμάττουσα δὲ τὸν Δία ἐπὶ Ἰοῖ ἀπελιθώθη ὑπὸ Ἥρας· καλεῖται δὲ ὑπʼ ἐνίων κιναίδιον· ἔστι δὲ καὶ ὄργανόν τι Ἴυγξ καλούμενον ὅπερ εἰώθασιν αἱ φαρμακίδες στρέφειν ὡς κατακαλούμεναι τοὺς ἀγαπωμένους· ἔστι δὲ καὶ ὄρνεόν τι ωἷ πρόκειται τὴν αὐτὴν δύναμιν ἔχειν· ὅθεν δεσμεύουσι τοῖς τροχίσκοις. Ἴυγξ: τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα. Ἴφθιμος: ἰσχυρός. Ἶφι: ἰσχυρῶς. Ἰφικρατίδες: αἱ Ἐπικρατίδες· ἔστι δὲ εἶδος ὑποδήματος. Ἴφυον: λάχανόν τι ἄγριον. Ἰχθυόκεντρον: τὴν τρίαιναν· χρῶνται γὰρ αὐτηῖ ἐπὶ τῶν μεγάλων ἰχθύων. Ἰχθυουλκὸς καὶ ἰχθυοβολεύς: ὁ ἁλιεύς. Ἰχθυοπτὸς ἐσχάρα: αὕτη ἐπὶ τῶν μεγάλων ἰχθύων. Ἰχνευταί: οἱ ἰχνεύμονες. Ἰχνηλατῆσαι: κατʼ ἴχνος ἀναζητῆσαι. Ἴχνος: ὁδόν· πορείαν· βῆμα. Ἰωκάς: ὁρμάς· διώξεις. Ἰων: βελῶν ἢ πορευθείς. Ἴων: τραγωδίας ποιητὴς, Χῖος τὸ γένος. Ἴωνες: Ἀσιῶται καὶ Ἀττικοὶ Ἀθηναῖοι. Ἰωνιά: ὁ λειμὼν τῶν ἴων. Ἰωνία: πόρνης ὄνομα. Ἰωνίδαι: δῆμος Αἰγηΐδος φυλῆς. Ἰωρός: θυρωρός· φύλαξ. Ἰωνόκυσος: κατεαγώς· οὕτως Κρατῖνος. Τέλος τοῦ ι στοιχείου.