Ἀρχὴ σὺν Θεῶ τοῦ μ.Μα: ἀντὶ τοῦ οὔ μα· τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι· ποτὲ μέντοι ἀντὶ τοῦ μα τωῖ ναὶ χρῆται· ὡς, Ναί μα τόδε σκῆπτρον· ὅτε ὄμνυσιν· ὅτε δὲ ἀπόμνυσι τίς, συζεύγνυσι τὸ τῆς ἀποφάσεως· οἷον, Οὔ μα γὰρ Ἀπόλλωνα· καὶ ἐν Ὀδυσσείαι· Οὔ μα Ζῆνʼ Ἀγέλαε· ἡμεῖς δὲ τὸ μα ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν, μὰ τὸν Δία λέγοντες· ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. Μάγαδις: ψαλτικὸν ὄργανον· οὕτω Σοφοκλῆς. Μαγγανεύειν: μίσγειν καὶ κυκᾶν καὶ ἀρτύειν. Μαγγανεία: ἣν ἡμεῖς μαγείαν· μάλιστα δὲ ἡ τῶν ἀγύρτων οὕτω λέγεται. Μάγαρον: οὐ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθενται· οὕτως Μένανδρος. Μάγας: σανὶς τετράγωνος ὑπόκυφος, δεχομένη ἐφʼ ἑαυτῆς τὰς τῆς κιθάρας νευράς. Μάγγανον: παράδοξόν τι· λέγεται δὲ καὶ ἡ γοητεία μαγγανεία. Μαγγανευτής: ὁ μιγνὺς παντοδαπὰ πρὸς φενακισμόν. Μάγιδες: μάζαι· καὶ τὰ τηῖ Ἑκάτηι συντελούμενα δεῖπνα· οὕτως Ἀριστοφάνης. Μαγίστερ: διδάσκαλε. Μαγίς: μάχαιρα· καὶ μάγειρος, ὁ τὰς μάζας μερίζων. Μάγνον: Σοφοκλῆς Ὀδυσσεῖ· τὸν μέγαν· τὸν ἀπομάσσοντα καὶ καθαίροντα. Μάγους: τοὺς μαγγανεύοντας· καὶ μαγείαν οἱ τραγικοὶ λέγουσιν. Μαγύδαρις: φυτὸν σιλφίου μανώτερον καὶ ἧττον δριμύ· ἔνιοι τὸν τοῦ σιλφίου καυλόν. Μα Δία: οὐκ ἐπὶ τοῦ μὰ τὸν Δία ἔλεγον, ὡς οἴονταί τινες· ἐχρῶντο δὲ αὐτῶ ἀντὶ μα Δία ὥσπερ καὶ τὸ νὴ Δία ἐπὶ τὸ ναί· ὅθεν καὶ τὸ ναὶ Δία λέγουσι καὶ νά. Μαδαγένειον: τὸν μαδαρὰ ἔχοντα γένεια. Μάζα: ἄρτος· φύραμα. Μάζαν: τὴν τροφὴν ἐνίοτε ἔλεγον. Μάζης ὤνιον: ἄρτου πρᾶσις. Μαζονομία: οἱ μεγάλοι καὶ κοῖλοι πινες. Μαζουρωθ: τὰ συστήματα τῶν ἀστέρων, ἃ ἐν τηῖ συνηθεία ζωίδια καλοῦνται· Ἑβραϊστὶ δέ τινες λέγεσθαι τὴν λέξιν· σημαίνειν δὲ καὶ τὸν ἀστρῶον κύνα. Μαθηματικόν: ἀντὶ τοῦ φιλομαθῆ· ἐν Τιμαίωι· τὸν δη θη μαθηματικὸν ἤ τινα ἀλλὴ σφόδραν μελετὴν διάνοιαν κατεργαζόμενον· καὶ τὴν τοῦ σώματος ἀποδοτέον κίνησιν γυμνασίαι προσομιλοῦντα. Μάθος: ζήτησις. Μάθος: λέγουσι τὴν μάθησιν· οὕτως Ἀριστοφάνης. Μαῖαν: ὡς ἡμεῖς τὴν ὀμφαλήτομον· ἡ δὲ ὀμφαλήτομος, Ἀττικὸν μᾶλλον ὄνομα· καὶ μαιεύεσθαι λεκτέον, οὐχὶ μαιοῦσθαι. Μαιευτικῆς: ἰατρικῆς. Μαιευόμενοι: ζητοῦντες· ἐρευνῶντες. Μαίμακον: τὸ χαλεπὸν καὶ δύσμαχον· τραγικὴ ἡ λέξις. Μαιμακτηρίων: καὶ οὗτος μὴν Ἀθήνησι εʹ· ὠνομάσθη δὲ ἀπὸ τῆς μαιμάξεως τῆς περὶ τὴν ἄμπελον· μαιμάξαντες γὰρ, ὅ ἐστιν ὁρμήσαντες, ἐτρύγησαν ἄμπελον καὶ οἶνον ἐποίησαν. Μαιμάσσει: σφύζει· προθυμεῖ· κυματοῦται· πηδᾶ· καχλάζει· κλονεῖται. Μαιμακτηρίων: ὁ εʹ μὴν παρὰ Ἀθήνησιν· ὠνομάσθη δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δέ ἐστιν ὁ ἐνθουσιώδης καὶ ταρακτικός· ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος, ἐν τούτωι τωῖ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει. Μαιμόωσα: ἐνθουσιῶσα. Μαινάδας: μαινομένας· ζητούσας βακχεύειν· παραφόρους. Μαινάς: βάκχη. Μαινόμενον: μανιοποιόν. Μαινόμενος οἶνος: μανιοποιός. Μαινόλης: μανικός. Μαίνω: ἐνθουσιωδῶς κινοῦμαι. Μαιωθήσονται: λοχευθήσονται· γεννηθήσονται· θεραπευθήσονται. Μάκαιραν: μακαρίαν. Μακαρίτας: τοὺς τεθνηκότας· οὕτως Μένανδρος. Μακκοᾶν: παραφρονεῖν· κοᾶν γὰρ καὶ κοεῖν τὸ νοεῖν, τὸ φρονεῖν. Μακαρίτας: τοὺς τεθνεῶτας εὐφήμως· ὡς μακαρίων ὄντων τῶν τελευτησάντων, ὅτι οὐκέτι αἰσθάνονται τινός· Δωριέων τινὲς αὐτοὺς ζαμερίτας καλοῦσιν· οἷον τῆς μείζονος μερίδος ἤδη κεκοινωνηκότας· τὸ γὰρ ζα ἐπὶ τοῦ μεγάλου τίθεται, ὡς ζάπλουτος. Μακάρων νῆσος: ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίαι Θηβῶν τὸ παλαιὸν, ὡς Ἁρμένδας. Μάκελλα: δίκελλα. Μακρὰ γραμμή: ἡ καταδικάζουσα· ὁ δʼ ἀπολύων, βραχεῖαν ἐσημειοῦτο. Μακρὰν οὐσίαν: λέγουσι τὴν πολλὴν Ἀττικοί. Μακρὰν τίμησιν: τοῖς δικάζουσι πινάκιον ἐδίδοτο, ἐν ωἷ ἔγραφον μακρὰν γραμμὴν, ὅτε τινα καταλαμβάνοιεν ἐν τωῖ τιμήματι· βραχεῖαν δὲ, ὅτʼ ἂν ἀπολύοιεν καὶ μὴ καταδικάζοιεν. Μακράν: εἰς τόπον καὶ ἐν τόπωι· μακρόθεν δὲ τὸ ἐκ τόπου· λέγουσι δὲ καὶ τὸ μακρὰν ἐκ τόπου πολλάκις. Μακραίωνας: μακροβίους. Μακρὰ χαίρειν: οἰμώζειν· στενάζειν. Μακρὸν ποιῶ: ἀντὶ τοῦ μηκύνω· οὕτω Φιλιππίδης. Μακροκεφάλους: ἔθνος ἐστιν οὕτω καλούμενον· Παλαίφατος δέ φησιν ἐν ζʹ τῶν Τρωϊκῶν ἐν τηῖ Λιβύηι ὑπεράνω Κόλχων οἰκεῖν τοὺς μακροκεφάλους. Μακροπόνηρος: ὁ εἰς μακρὸν ἐκτείνων τὴν πονηρίαν καὶ μνησικακῶν. Μάκτρα: λίθινον ἢ κεραμεοῦν σκεῦος· ἔστι δὲ καὶ ξύλινον· ἐν ωἷ τὰς μάζας ἀναδεύουσιν· οὕτως Ἀριστοφάνης. Μάκτραν καὶ καρδοπόν: διχῶς λέγουσιν. Μάλα εἰκότως: πάνυ δικαίως. Μαλακίζεται: ἐν ταῖς νόσοις φασὶν Ἀττικοὶ τὰς γυναῖκας μαλακίζεσθαι· τοὺς δὲ ἄνδρας ἀσθενεῖν. Μαλακία: νόσος. Μαλακόν: ἁπαλόν· ἢ καὶ ὁ ἀσελγής. Μαλακὸς καὶ μαλθακός: ἑκατέρως· Θουκυδίδης δὲ ἄνευ τοῦ θ· καὶ μαλακίζεσθαι, οὐχὶ μαλθακίζεσθαι. Μαλαν: ἀντὶ τοῦ οὐ καλά. Μαλάχιον: κόσμος χρυσοῦς γυναικεῖος· οὕτως Ἀριστοφάνης. Μαλάχη: οὐ μολόχη· παρʼ οὐδενὶ γὰρ κεῖται· εἴρηται δὲ διὰ τὴν μαλακότητα. Μαλερόν: μαραντικόν. Μαλερόν: λαμπρόν· σπουδαῖον· ἰσχυρόν· ὀξύ· ἀσθενές· ξηρόν· δριμύ· τὸ δὲ μαλερὸν πῦρ, τὸ ὀξὺ ἢ μαραντικόν· καὶ σφοδρόν· καὶ μαλερὰς φρένας· τὰς ἀσθενεῖς καὶ ξηράς. Μάλευρον: τὸ ἄλευρον· Ἀχαιός. Μαλθακόν: εὔλυτον· Μαλθακόν: ἀντὶ τοῦ ἀγαθόν· οὕτως Ἀριστοφάνης. Μαλθάξαι: ἀγαθῦναι· καταπραῧναι. Μάλθη: ὁ μεμαγμένος κηρός. Μαλκιῆν: ὑπὸ κρύους κατεσκληκέναι καὶ δυσκίνητος εἶναι. Μαλκίειν: τὸ νεναρκηκέναι τὰς χεῖρας ὑπὸ κρύους. Μαλκίομεν: Δημοσθένης θʹ Φιλιππικῶν φησίν. Μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς ὁ Θουκυδίδης λαμβάνει. Μᾶλλον μᾶλλον: οὕτως λέγουσιν ἄνευ τοῦ και συνδέσμου· οὕτω Μένανδρος. Μᾶλλον μᾶλλον: ἀντὶ τοῦ ἀεὶ καὶ μᾶλλον· Ἄλεξις Ἀτθίδι· Πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ· Ἔπειτα μᾶλλον μᾶλλον· Ἀναξίλας Ὥραις· Ἄλεξις Πεζονίκηι. Μᾶλλον Φρύξ: ἡ παροιμία· ἐνθένδε οἱ ἑπτὰ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου τίς τῶν σοφῶν εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίνοντο, τὰ ἄγρια ζωῖα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργοὶ δίχα νόμου τηῖ φύσει τὸ δίκαιον ἔχουσιν· Σόλων δὲ οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας· παρεστὼς δὲ ὁ λογοποιὸς Φρὺξ τὸ γένος, τοσοῦτον, εἶπεν, ὑπερέχεις … Μαμμάκυθος: μωρὸς καὶ τηθαλλαδοῦς. Μαμμᾶν: Ἀργεῖοι τὸ ἐσθίειν· οὕτω Καλλίας. Μάμμην: τὴν μητέρα καλοῦσι καὶ μαμμίαν· καὶ τὸν πατέρα πάππαν καὶ παππίαν. Μαμμίαν: Ἀττικοὶ τὴν μητέρα, ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν. Μαμωνᾶς: χρυσός· γήϊνος πλοῦτος. Μανά: ἀραιά· καὶ μανότης· ἀραιότης· οὕτω Πλάτων. Μαναα: θυσία· σπονδή. Μανδαλωτόν: εἶδος φιλήματος· ὡς γιγγλιμωτὸν καὶ δράπετον καὶ ἕτερα. Μανδαλωτόν: μήποτε κλειστόν· μάνδαλος γὰρ ὁ θύραν κλείων. Μάνδρα: ἵππων σηκοί. Μανδραγόρας: ὑπνωτικὸς καρπός. Μανδύας: εἶδος ἱματίου, ὅπερ καλεῖται λωρίκιον. Μανδύη: τήβεννα. Μάνην: τὴν μανίαν· λέγουσι δὲ καὶ μάναν· Ἀριστοφάνης. Μάνης: ποτηρίου εἶδος. Μάνης: βόλος φαῦλος· καὶ ἀγγεῖον εἰς ὃ τὰς λάταγας ἠφίεσαν. Μανόν: ἀραιόν· ἢ χαῦνον· ἢ ἀνωφερὲς ὡς φλόξ· καὶ ὁ μαινόμενος ὁ μὴ ἰσχυρὸς ταῖς φρεσί· καὶ ἡ μάννα ἀπὸ τοῦ τετρίφθαι ὠνόμασται. Μανθάνειν: καὶ τὸ παραλαμβάνειν τί μάθημα καὶ τὸ συνιέναι. Μανοῦμαι: ἀντὶ τοῦ μανήσομαι λέγουσιν. Μάραγνα: μάστιξ. Μάραγνα: μάστιγος γένος· οἷον ταυρεία τίς. Μαράθω καὶ λεύκη: ταῦτα φυτὰ μυστικά ἐστι· καὶ ἡ μὲν μάραθος ἀγωγός ἐστιν ὄφεων· καὶ ἐπʼ αὐτῆς τὸ γῆρας ἀποδύονται· ἡ δὲ λεύκη ὅτι Ἡρακλῆς ἀνελθὼν ἐστέψατο τούτωι. Μαραθών: δῆμος Αἰαντίδος. Μαραθώνιον ποίημα: Αἰσχύλος· εὐδοκίμησε γὰρ ἐν τωῖ Μαραθῶνι σὺν τωῖ ἀδελφωῖ Κυναιγείρωι. Μαντινέων διοικισμός: εἰς πέντε κώμας τὴν Μαντινέων διωίκησαν πόλιν οἱ Λακεδαιμόνιοι· καὶ ἐκλήθη τοῦτο Μαντινέων διοικισμός. Μαντινοσύνων: μαντειῶν. Μαργίτης: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος ἐπωνυμίαν Ἀλεξάνδρωι Μαργίτην ἔθετο· ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτως. Μαργίτης: ἐπὶ μωρίαι κωμωδούμενος· ὃν φασὶν ἀριθμῆσαι μὲν μὴ πλείω τῶν πέντε δυνηθῆναι· νύμφην δὲ ἀγόμενον μὴ ἅψασθαι αὐτῆς· ἀλλὰ φοβεῖσθαι λέγοντα μὴ τηῖ μητρὶ αὐτὸν διαβάλληι· ἀγνοεῖν δὲ νεανίαν ἤδη γεγενημένον καὶ πυνθάνεσθαι τῆς μητρὸς εἴ γε ἀπὸ τοῦ αὐτοῦ πατρὸς ἐτέχθη. Μαργαίνει: μαίνεται. Μάργος: μαινόμενος. Μαργῶσαν χέρα: μαινομένην χεῖρα. Μαρμαίρει: λάμπει· καταυγάζει. Μαρμαρέην: λαμπράν. Μαρμαρυγή: ἄστραψις· λαμπηδών. Μαρεινη: ἡ μεμαρασμένη ὕλη· καὶ τοὺς ἀνθρακευτὰς Σοφοκλῆς. Μαρίλη: ὁ χνοῦς τῶν ἀνθράκων· καὶ ἡ ἀπʼ αὐτῶν ἀσβόλη. Μαριανδυνὸν θρηνητήν: οὕτως Αἰσχύλος. Μάρσιππος: σάκκος· θυλάκιον· σακέλλιον. Μάσθλης: δέρμα· καὶ ὑπόδημά τι Ἰακώτερον. Μαρμάριον: τῆς Εὐβοίας ὅρμος· καὶ ἱερὸν Ἀπόλλωνος· οὕτω Μένανδρος. Μαρτύρωνται: ὅτʼ ἂν ἀντὶ τοῦ μαρτυρίαι ἐπάγωνται ἢ παρέχωνται· Πολιτείας βʹ· τὸν Ὅμηρον μαρτύρωνται. Μάρτυς: ὁ μάρτυρ· καὶ τὸν μάρτυν καὶ τὸν μάρτυρα· Μένανδρος. Μαρώνεια: τόπος ἐστὶ τῆς Ἀττικῆς· οὗ Δημοσθένης ἐν τηῖ πρὸς Πανταίνετον παραγραφηῖ μνημονεύει· ἔστι δὲ καὶ πόλις ἐν Θράκηι· ἣν φησὶν εἶναι τὴν ὑφʼ Ὁμήρου Ἴσμαρον καλουμένην. Μασσαλία: Ἰσοκράτης φησὶν ἐν Ἀρχιδάμωι, ὡς Φωκαεῖς, φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν, εἰς Μασσαλίαν ἀπωίκησαν· μαρτυρεῖ δὲ τωῖ λόγωι καὶ Ἀριστοτέλης. Μάσμα: μάστευμα· ζήτημα· οὕτω Κρατῖνος. Μάσσει: φυρᾶ· ζυμοῖ. Μασταρύζει: τρέμει· ἀγωνιᾶ. Μάστακα: μάσημα· τροφήν. Μάστακας: τὰς ἀκρίδας· Σοφοκλῆς. Μαστιγίας: δοῦλος ὁ διʼ ἁμάρτημα μαστιζόμενος. Μαστηρύζειν: τὸ κακῶς μασᾶσθαι· Κυρηναῖοι. Μαστῆρες: οἱ τὰ φυγαδευτικὰ χρήματα εἰσπράττοντες· οἱονεὶ ζητηταὶ τῶν φυγαδευτικῶν χρημάτων· τῶν ἀειφυγίαι φυγαδευθέντων· ἐκλήθησαν δὲ μαστῆρες ἀπὸ τῶν κυνηγῶν τῶν ἐν τοῖς μαστοῖς τῶν ὀρῶν ζητούντων τὰ θηρία. Μαστίξω: ἀντὶ τοῦ κνίσω. Μαστιγώσιμος: μαστίγων ἄξιος. Μαστροπός: μαβλιστής· πορνοβοσκός. Μαστρυλεῖον: τόπος ἔνθα οἱ μαστροποὶ διέτριβον. Μάστηρα: ἐν ηʹ Φιλιππικῶν Δημοσθένης· τῶν μὲν ἐν Θράκηι κακῶν· τί γὰρ ἄλλο τις εἴποι Δρόγγιλον καὶ Καβύλην καὶ Μάστειρα· μήποτε δὲ γραπτέον ἀντὶ τοῦ Μάστειραν, Βάστειραν, ἢ Πίστειραν, ἢ Ἐπιμαστόν· ταύτας δὲ τὰς πόλεις εὑρίσκομεν παρὰ Ἀναξιμένει ἐν ζʹ τῶν περὶ Φίλιππον· τὴν δὲ Μάστειραν οὐδαμοῦ. Μάττεσθαι: μαλακεύεσθαι. Ματτύης: σκευασία τίς περιφορημάτων χρήσιμος εἰς ποτόν· καὶ κῶμον πλείω· Φιλήμων. Ματρυλεῖον: τόπος ἐν ωἷ γρᾶες μαστροποὶ διατρίβουσιν ἑταίρας ἔχουσαι καὶ δέχονται τοὺς βουλομένους· ἐκάλουν δὲ αὐτὰς καὶ μαστρύας εὐφήμως. Μασχάλην αἴρεις: ἀντὶ τοῦ καθωμισθήσηι· οἱ γὰρ μεθύοντες ἦρον τὰς μασχάλας καταμωκώμενοι· καὶ οἱ μνηστῆρες Χεῖρας ἀνίσχοντες γέλω ἔκθανον. Μασχαλίσματα: Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτραι κεῖσθαι τὴν λέξιν ἔθος σημαίνουσαν· οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινὰς ὑπὲρ τοῦ μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμάσαντες ἐξεκρήμνασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες· καὶ μασχαλίσματα προσηγόρευσαν· σημαίνει δὲ ἡ λέξις τὰ τοῖς μηροῖς ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις. Μαστῆρες: ἀρχή τις ἀποδεδειγμένη ἐπὶ τωῖ ζητεῖν τὰ κοινὰ τοῦ δήμου· ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνηι μαστροί. Ματαΐσαι: μαται Μάτην: ματαίως. Μάτην: ἄλλως· Ἴωνες. Ματηρεύειν: μαστεύειν· ζητεῖν. Ματιολοιχός: ὁ περὶ τὰ μικρὰ πανοῦργος καὶ λίχνος· μάτιον γὰρ ὡς βέλτιον τωῖ τόνωι μικρόν. Μὰ τὼ θεώ: γυναικεῖος ὅρκος· δυϊκῶς δὲ ὀμνύουσι τὴν κόρην καὶ τὴν Δήμητραν· ἀνδράσι δὲ οὐ πρέπει τοῦτον ὀμνύναι. Μαυρόν: τὸ ἀμαυρὸν καὶ ἀσθενές. Μαυρός: μωρός. Μαχασαι: κρατήσειν λέγουσι. Μαχαιρίδες: αἱ κουρικαὶ μαχαῖραι· οὕτως Εὔπολις. Μαχλάδας: πόρνας. Μαχλός: ἀσελγής· ἄσωτος. Μαχλοσύνη: κατωφερία· γυναικομανία. Μαχλῶντες: πορνεύοντες. Μαύσωλος: ἄρχων Καρῶν· φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. Μαχάτας: ὄνομα κύριον. Μάψ: ματαίως. Μαψίδιον: μάταιον· δαψιλές· χαλεπόν· πολύ· δεινόν· ἑκούσιον. Μεγάβυζος: στρατηγὸς βασιλέως, ἀναπεμφθεὶς εἰς Αἴγυπτον, ὑφʼ οὗ ἐνικήθησαν Ἀθηναῖοι. Μεγάθυμος: μεγαλόψυχος. Μεγάλην θεόν: Ἀριστοφάνης ἐν Λημνίαις· ἴσως Τελβαιναιν· Θραίκιος γάρ. Μεγαίρων: φθονῶν. Μεγάλλιον μύρον: ἀπὸ τοῦ εὑρομένου τὴν κατασκευὴν αὐτοῦ Μεγάλλου Σικελιώτου· λέγει δὲ καὶ Θεόφραστος εἰς τὸ περὶ ὀσμῶν τὴν κατασκευὴν τοῦ Μεγαλλίου. Μεγαλήτωρ: μεγαλόψυχος. Μεγαλόνοια: ἡ περιφάνεια· μεγαλοφυΐα. Μεγαλοπρεπής: μεγαλοφανής. Μεγαλόφρων: μεγαλόψυχος. Μεγαλώνυμον: μεγαλόδοξον· περίφημον· ὀνομαστόν. Μεγάμυκος: μεγαλομύκητος· ἢ ὄνος. Μεγάνορος πλούτου: ἰσχυροῦ· δυνατοῦ· ἀνδρίαν ἐμποιοῦντος· ἐπεὶ μεγάλα δύναται ὁ χρυσός· νεῦρα γὰρ πολέμου λέγεται εἶναι. Μεγαρέων δάκρυα: ἐπεὶ πλεῖστα ἐν τῆ Μεγαρίδι σκόρδα φύεται, εἰς παροιμίαν ἦλθεν ἐπὶ τῶν προσποιητῶς δακρυόντων. Μεγαρίζοντες: λιμώσσοντες· ἢ μεγάλα λέγοντες. Μεγαρικαὶ Σφίγγες: αἱ πόρναι οὕτως εἴρηνται· ἴσως δὲ ἐντεῦθεν καὶ σφίγκται οἱ μαλακοὶ ὠνομάσθησαν· ἢ καὶ ἀπὸ Μαίας οὕτως λεγομένης ἐν Μεγάροις. Μέγαρον: ὑπερωῖον· οἴκημα. Μέδεσθαι: φροντίζειν. Μέδιμνον: μέτρον χοινίκων μηʹ. Μέδων: βασιλεύων. Μεθαρμοζόμενος: μετερχόμενος. Μεθεῖναι: ἀφεῖναι· ἀμελῆσαι. Μεθήκειν καὶ μετιέναι καὶ μετελθεῖν: τὸ ἐπί τινα ἐλθεῖν. Μεθῆκεν καὶ ἐμέθηκεν: λέγουσιν ἑκατέρως· μᾶλλον δὲ μεθῆκεν· τό γʼ οὖν ἐμέθηκεν Ἰακὸν καὶ παλαιόν. Μεθείς: ἐῶν· ἀφιών. Μεθείω: ἀφῶ· ἐάσω. Μέθεξις: μετοχή· κοινωνία. Μεθέσθαι: καταλιπεῖν. Μεθημοσύνη: ἀμέλεια· ῥαθυμία. Μεθήμων: ἀμελής. Μεθέορτοι ἡμέραι: ἅς τινες ἐπίβδας· αἱ ταῖς ἑορταῖς ἐπαγόμεναι· καὶ ἄνθρωπος μεθέορτος, ὁ κατόπιν ἑορτῆς ἥκων. Μεθήσειν: ἀμελήσειν. Μεθίει: ἀμελεῖ· ἀφεῖ. Μεθιεμένους: ἐῶντας· προδίδοντας. Μεθίετο: προΐετο· ἠφίετο. Μεθοδείας: τέχνας ἢ δόλους. Μεθοδεύει: μετέρχεται· τεχνάζεται· ἀπαταῖ. Μεθώνη: Δημοσθένης ἐν Φιλιππικοῖς λέγοι ἂν τὴν ἐν Θράκηι, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν· τέσσαρας δὲ εἶναι φησὶ Μεθώνας Δημήτριος ὁ Μάγνης. Μεθόριον: τὸ μεταξὺ τῶν ὅρων. Μεθορμιζόμενος: μετερχόμενος. Μέθυ: οἶνος. Μεθόδιον: τὸ μετὰ τὴν ὁδόν. Μεθώδιον: τὸ μετὰ τὴν ὠδήν. Μεθύμνιον: τὸ μετὰ τὸν ὕμνον· ἢ ἡ μετὰ μέθης ὠδή. Μειαγωγῆσαι: θῦσαι· μεῖον γάρ ἐστι τὸ ἱερὸν τὸ θυόμενον, ἐπεὶ δʼ ἂν εἰς τοὺς φράτορας τοὺς παῖδας εἰσάγωσιν. Μειλίγμασιν: ἀπαιτήμασιν. Μειλικτηρίοις: προσηνέσιν· ἡδέσιν· πραέσιν. Μειλίξασθαι: πραΰναι. Μειλίχιος: πρᾶος· χρηστός. Μεῖον καὶ μειαγωγός: Ἰσαῖος ἐν τωῖ πρὸς Στρατοκλέα φησί· παρέστη μεῖον· θῦμα δέ ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους· ὅθεν τὰ μὲν ἱερεῖα μεῖον προσηγορεύθη. Μειαγωγός: ὁ εἰσάγων· Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν· οἱ φράτορες, ἵνα μείζονος μερίδος, ἐπεφώνουν ἑστῶτες· ἱστάνειν δεῖ· μεῖον γάρ ἐστιν μειαγωγῆσαι δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον. Μηρεύεται: σωρεύεται· εἰλεῖται· καὶ μηρευόμενον· καὶ μήρευμα· καὶ μηρεύω, τὸ εἰλῶ καὶ σωρεύω. Μεισητία: πρὸς ὅτι οὖν ἄχαρις ἀπληστία. Μελανίππιον: Μελανίππου τοῦ Θησέως ἡρῶόν ἐστιν. Μελανωπος: οὗτος κηδεστὴς ἦν Διοφάντου τοῦ ῥήτορος. Μεῖον: ἔλαττον· μικρότερον. Μεῖον: τὸ ὑπὲρ τῶν ἐγγραφομένων παίδων εἰς τοὺς φράτορας θυόμενον ἱερεῖον· οὐ μεῖζον ἀποδεδειγμένου τινὸς σταθμοῦ· ωἷ ἐπεφθέγγοντο οἱ φράτορες, εἰ καὶ μεῖζον εἴη, ὅτι μεῖον· καὶ μειαγωγὸς, ὁ τοῦτο παρέχων. Μειονεκτεῖν: τὸ ἧττον φέρειν· ἐλαττοῦν. Μειονεκτούμενοι: ἐλαττούμενοι. Μειρακιεύεσθαι: … Μέλαθρα: οἶκον. Μελαίνη: βαθεῖα. Μελάνυδρος: βαθεῖα· κυρίως δὲ καθαρὰ ὕδατος. Μελεαγρίδες: ὄρνεα ἅπερ ἐνέμοντο ἐν τῆ ἀκροπόλει· λέγουσι δὲ οἱ μὲν τὰς ἀδελφὰς τοῦ Μελεάγρου μεταβάλλειν εἰς τὰς Μελεαγρίδας ὄρνιθας· οἱ δὲ τὰς συνήθεις Ἰοκαλλίδος τῆς ἐν Λέρνηι παρθένου, ἣν τιμῶσι δαιμονίως. Μελάγχρως καὶ μελάγχρης: ἀμφότερα Ἀττικά· μᾶλλον δὲ διὰ τοῦ η· Κρατῖνος. Μελαναίων: τοῦ πλοίου τὸ πεπιττωμένον· τὸ ἔναλον· Ἀριστοφάνης. Μελαμπύγους: ἀνδρείους. Μέλασμα: τὸ βάμμα τῆς κεφαλῆς· Ἀπολλόδωρος. Μελεδήματα: μεριμνήματα. Μελεδωνοί: ἐπίτροποι· φροντισταί· προεστηκότες. Μελαμπύγου τύχης: μελάμπυγοι ἐγένοντο πέρπεροι Λίμνης υἱοί· ἀκολασταινόντων αὐτῶν πολλὰ, ἡ μήτηρ ἔλεγε φυλάσσεσθαι, μήποτε ἐμπέσωσιν εἰς δασύπρωκτον· ἐμπεσόντες οὖν εἰς Ἡρακλέα, ἀναφόρων ἐδεήθησαν· εἶτα ὁρῶν αὐτοὺς γελῶντας καὶ κατακύπτοντας, ἐπυνθάνετο τὴν αἰτίαν· οἱ δὲ ἔλεγον, ὅτι λόγιον ἦν τὸ τῆς μητρὸς, ἐμπεσεῖσθαι ἡμᾶς εἰς δασύπρωκτον· καὶ γελάσαντα τὸν Ἡρακλέα ἀφεῖναι αὐτοὺς τῶν δεσμῶν. Μέλεος: ἄθλιος· μάταιος· ταλαίπωρος· δυστυχής. Μέλημα: φρόντισμα. Μελίαι: βέλη. Μελινεως: ἀμπέλου εἶδος. Μελίνη: Δημοσθένης ἐν Φιλιππικωῖ· ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον· μελίνη· Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν· ἔνιοι δὲ εἶδος τι κέγχρου νομίζουσι τὴν μελίνην, ὅπέρ τινας καλεῖν ἔλυμον· Θεόφραστος δὲ ἐν ἑβδόμωι περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει· κέγχρον ἢ μελίνην ἢ ἔλυμον. Μελίνη: εἶδος ὀσπρίου· λέγεται δὲ ἡ λέξις καὶ ἀρρενικῶς καὶ θηλυκῶς. Μελιτέα κάπρον: Ἀριστοφάνης ἐν Γήραι λέγει ἀντὶ τοῦ Εὐκράτης, ἐπεὶ δασύς ἐστιν· καὶ γὰρ ἄρκτον αὐτὸν ἔλεγον· ἢ ὅτι μυλῶνα εἶχεν ἐν οἷς ἐτρέφοντο σῦς. Μελιτέων οἶκος: ἐν τῶ δήμωι παμμεγέθης ἦν οἶκος· εἰς ὃν οἱ τραγωδοὶ φοιτῶντες ἐμελέτων. Μελίτη: δῆμος Κεκροπίδος. Μελίτη: Δημοσθένης ἐν τωῖ κατὰ Κόνωνος· δῆμος δέ ἐστι τῆς Κεκροπίδος· ὀνομασθεὶς ἀπὸ Μελίτης, κατὰ μὲν Ἡσίοδον, θυγατρὸς Μύρμηκος· κατὰ δὲ Μουσαῖον, Δίου τοῦ Ἀπόλλωνος. Μελίπνους: ἡδύπνους. Μελιτίδης: εἷς καὶ οὗτος τῶν εὐηθῶν· ὡς ὁ Μαργίτης· ὃς οὐκ ἤδει πλέον τῶν πέντε ἀριθμεῖν· τοιοῦτος δὲ καὶ ὁ Κόροιβος καὶ ὁ Ἀμφιστείδης. Μελιττοπτηχεῖν: τὸ κρούοντας ψόφον ποιεῖν, ἵνα μὴ αἱ μέλισσαι πρόσπτωνται. Μελιτοῦττα: μάζα διὰ μέλιτος. Μελλήδρυον: ἡ τῆς δρυὸς μήτρα. Μελίφρων: ἡδύς· γλυκαίνων τὰς φρένας. Μέλω: ἐν ἐπιμελείαι εἰμί. Μέλλει: ἔοικεν. Μελλήσας: ὑπερθέμενος· βραδύνας· καὶ ἐπὶ τοῦ σπουδάσας. Μέλλησις: ὑπέρθεσις. Μελληταί: ὑπερθετικοί. Μελλήσω: σπουδάσω· φροντίσω. Μελλόντων: ἐπιμελείσθωσαν. Μέλπηθρα: παίγνια· σπαράγματα. Μέλποντες: αἴδοντες· ἀνυμνοῦντες. Μεμάχηται: οὐχὶ μεμάχεσται· καὶ μεμαχημένος, ὁ μεμαχεσμένος. Μεμελημένος: πεπονημένος. Μέμηλεν: μέλει. Μεμηλώς: ἐπιμελούμενος. Μέμηνεν: μαίνεται. Μεμισθαρνηκώς: ὁ μισθωῖ καμών. Μεμοιραμένων: λαχόντων· κληρωσαμένων. Μεμοίραται: μετέχει· εἴληφεν. Μέμονα: προθυμοῦμαι. Μέμορται: μεμοίραται. Μεμύηται: πεπείραται. Μεμυκότα: κρύψαντα· καμμύσαντα· ἢ κεκολλημένα. Μέμφειραν: τὴν μέμψιν· Τηλεκλείδης. Μεμφθῆ: τὸ μέμψηται· Θουκυδίδης. Μεμφωλή: ἀντὶ τοῦ μέμψις. Μέμφιδος: Ἀττικοὶ τὰ πολλά· Ἴωνες δὲ καθʼ ὑφαίρεσιν τοῦ δ Μέμφιος· μήτιος· σύρτιος· Αἰσχύλος Πέρσαις· Ὅ, τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων Μέγας Ἀρσάκης. Μεμψιβολεῖν: μέμφεσθαι. Μεμψίμοιρος: φιλεγκλήμων. Μέμψιν καὶ μομφήν: ἄμφω λέγουσιν. Μεμωκημένος: καταπεφρονημένος. Μέν γε: ἢ ἀντὶ τοῦ μέντοι λέγουσιν· ἢ ἀντὶ τοῦ μέν. Μένδη: ἡ ἐν Πελλήνη πόλις· καὶ Μενδαῖος ἄνθρωπος· καὶ οἶνος ὁ ἐκ ταύτης· Μένδης δὲ ὁ ἐν Αἰγύπτω νόμος· καὶ ὁ ἐντεῦθεν Μενδήσιος. Μενέλαος: Δημοσθένης ἐν Φιλιππικοῖς· ἀδελφὸς Φιλίππου ὁμοπάτριος. Μενθηριῶ: μεριμνήσω· διατάξω. Μένος: δύναμις· ὀργή. Μενοῦνγε: ἐκ συνδέσμων τριῶν· τὸ ἀληθές. Μέντοι: τὸ δὲ σὺν τῶ γε παρʼ οὐδενὶ τῶν Ἑλλήνων. Μέντοι: τὸ δὲ μέντον βάρβαρον· ωἷ καὶ Χρύσιππος χρῆται. Μερὶς οὐ πνίξ: τῶν δυνατωτέρων ἁρπαζόντων τὰς τροφὰς τῶν ἀσθενεστέρων· καὶ ἐπὶ τούτωι ἐκείνων πνιγομένων ὅτι αὐτοῖς βοηθεῖν οὐκ ἠδύναντο, ἐπενοήθη ὁ διαμερισμός· καὶ ἕκαστος ἑκάστωι τὸ ἴσον λαμβάνων ἐπεφώνει· μερίς, οὐ πνίξ. Μεριδαρχίας: μεριτίας· κατὰ δεκαρχίας. Μερμερῶ: φροντίζω ἢ χολῶ. Μέρμερα: μερίμνης ἄξια· χαλεπά. Μέρμηρα: ἡ εἰς ὕπνον καταφορά. Μερμηρίζω: μεριμνῶ. Μέροπες: οἱ ἄνθρωποι· παρὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα, ἤτοι τὴν φωνήν. Μεσάγκυλος: μεσοπόλιος· ὠμογέρων. Μεσάπιον: ὄρος Εὐβοίας· ἀπὸ Μεσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν. Μεσαύλιον: κυρίως μὲν ἡ μέση θύρα· καλεῖται δὲ ἀντὶ τοῦ μεσαύλιον. Μεσαύχενες: οἱ ἀσκοτηδες αὐχένες. Μέσσαβον: τὸ μέσον. Μεσεγγύημα: ἀργύριον παρακείμενον ἐφʼ ὁμολογίαι τῶν δόντων ἐπὶ τωῖ διαπραξάμενον λαβεῖν αὐτό. Μεσέγγυος: μεσίτης· ἐγγυητής· μέσος δύο μερῶν. Μεσεγγύονται: ἐγγυηταὶ γίνονται· ἐγγυητὰς ποιοῦνται· ὡς καὶ Ἰσοκράτης ἐν τωῖ κατὰ τῶν σοφιστῶν. Μεσεγγύς: μεταξύ. Μεσεύειν: μέσην. Μεσόκοποι αὐλοί: ὑποδεέστεροι τῶν τελείων καὶ ὄντες μέσοι. Μεσοκρινεῖς: οἱ ἀντὶ στηριγμάτων ἐν τοῖς ἀργυρείοις ὑποκείμενοι· ὥστε μὴ καταπίπτειν ἐπὶ τοὺς ἐργαζομένους τὰ μέταλλα· ἐκαλοῦντο δὲ μεσοκρινεῖς, ὅτι μέσοι ὄντες τῶν ἔργων, διέκρινον τοὺς ὅρους τῶν μισθουμένων. Μεσομέρδην: ἐκ τῶν μέσων· ἀντὶ τοῦ μεσοφέρδην μεμενηκότα τῶν ἀρχαίων χαρακτήρων. Μέσον: δικαστήριον Ἀθήνησι. Μεσοπορῶν: μέσην ὁδεύων. Μεστοῦται: πληροῦται. Μετα: ὁ τοῦ Ἀρχιβίου πέντε δηλοῦν· εν· Ταῦτα δὲ καὶ μετὰ πᾶσιν· επι· Ἐς Τεμέσην μετὰ χαλκόν· ου—μετόπισθε νεὼς κυανοπρώροιο· υπο· χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῆς ἀνέμοιο· εις·—μετὰ ἔθνος ἑταίρων· συν· Σὺν δʼ αὖ ἐγὼ μετὰ τοῖσιν· προς· Σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφιπόλους βασιλεία. Μεταβαλών: στραφείς. Μετάβολοι: πραγματευταί· μεταπράται. Μεταγειτνιῶν: μὴν Ἀθήνησι δεύτερος· ὠνομάσθαι δέ φασιν ἀπὸ τῆς μεταβάσεως τῆς εἰς τὸ ἄστυ· ταύτης τωῖ μηνὶ τούτωι γενομένης ὑπὸ Θησέως. Μεταγειτνιών: δεύτερος μὴν παρὰ Ἀθηναίοις· ἐν δὲ τούτωι Ἀπόλλωνι Μεταγειτνίω θύουσιν. Μεταδόρπια: ἐπίδειπνα. Μεταγενής: μεταγενέστερος. Μεταίχμιον: μεταξὺ δύο φαλαγγῶν τοῦ πολέμου. Μετακόσμιον: τοῦ κόσμου κρείττονα. Μετακέρας: τὸ εὔκρατον ἢ τὸ ψυχρόν· Φιλύλλιος. Μέταλλα: τὰ ἀργυρεῖα· ἐκλήθη δὲ ἀπὸ τοῦ μεταλλᾶν· ἐζητεῖτο γὰρ ἡ ἀργυρῖτις ἄμμος. Μεταλαγχάνειν: μετέχειν ἢ ἀφυστερεῖν· ἢ ἀποτυγχάνειν κλήρου. Μετὰ Λέσβιον ὠδόν: παρὰ Κρατίνωι παροιμία λεγομένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων· οἱ γὰρ Λακεδαιμόνιοι τοὺς Λεσβίους κιθαρωδοὺς πρώτους προσεκαλοῦντο· ἀκαταστατούσης γάρ ποτε τῆς πόλεως αὐτῶν, χρησμὸς ἐγένετο τὸν Λέσβιον ὠδὸν μεταπέμπεσθαι· οἱ δʼ ἐξ Ἀντίσσης Τέρπανδρον ἐφʼ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτῶν ἐν τοῖς συσσιτίοις καὶ κατεστάλησαν. Μεταλλεῖς: οἱ τὰ μέταλλα ἐργαζόμενοι. Μεταλήξαντι: παυσαμένωι. Μεταλλεύει: μεταφέρει. Μεταμαθεῖν: μεταγνῶναι. Μεταμείβων: μεταλλάσσων. Μεταναστεύου: φεῦγε· μετοίκει. Μετανάστης: μέτοικος· φυγάς. Μετάπεμπτος: προκληθείς. Μεταποιοῦμαι: φροντίζω· προνοοῦμαι. Μεταπεττεύειν: τὸ μεταβάλλεσθαι καὶ μεταβαίνειν· ἀπὸ μεταφορᾶς τῶν πεττευόντων· οἵτινες πολλάκις μεταβάλλονται ἐν τηῖ παιδιαῖ. Μεταποιεῖσθαι: ἀντιποιεῖσθαι· Πολιτικωῖ Πλάτων· ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης· ἀντιποιουμένους· Θουκυδίδης ἐν τῆ λοιμικῆ καταστάσει· καὶ μάλισθʼ οἱ ἀρετῆς μεταποιούμενοι· σημαίνει ἀντιποιούμενοι. Μεταπύργιον: ἐν μέσωι οἰκοδομημάτων ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο· οὕτω καὶ Θουκυδίδης καὶ Λυσίας. Μετάρσιος: μετέωρος· ὑψηλός. Μετασοβῶν: ἀποδιώκων. Μετασπώμενος: ἐπακολουθήσας· μεταδιώξας. Μεταστῆσαι: καὶ τὸ αἰτῆσαι καὶ τὸ χρήσασθαι. Μεταστοιχειοῦσα: μετασχηματίζουσα. Μετασχεῖν: ἐπιλαβεῖν. Μετατάξασθαι: ἀντὶ τοῦ μετελθεῖν. Μεταφρένων: μεταξὺ τῶν δύο ὤμων. Μεταφῦναι: μεταπλασθῆναι. Μεταχειρίζειν: ἀντὶ τοῦ μεταχειρίζεσθαι· Θουκυδίδης. Μεταχρωννύντες: μετασχηματίζοντες. Μετειλήχει: μετέσχεν. Μέτειμι: μετέρχομαι. Μετελεύσομαι: ἐπελεύσομαι. Μετεκβολή: μεταβολή· καὶ ἐξάλλαξις· Κρατῖνος. Μετελθών: ἐπελθών. Μετʼ ἐμέ: πρὸς ἐμέ. Μετεμόσχευσεν: μετεφύτευσεν. Μετοίκιον: μέτοικος μὲν ἐστὶ ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέραι καὶ μὴ πρὸς ὀλίγον ἐπιδημῶν ὡς ξένος· ἐδίδοντο δὲ ὑπʼ αὐτῶν καθʼ ἕκαστον ἔτος δραχμαὶ δώδεκα· ὅπερ ὠνόμασται μετοίκιον· Ἰσαῖος δὲ ἐν τῶ κατʼ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει, ὅτι ὁ μὲν ἀνὴρ δώδεκα δραχμὰς ἐτέλει μετοίκιον· ἡ δὲ γυνὴ ἕξ· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος, ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δὲ αὐτὴ ἐτέλει· καὶ οἱ δοῦλοι δὲ ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον· Μένανδρος φησὶ πρὸς ταῖς δώδεκα δραχμαῖς καὶ τριώβολον τούτους τελεῖν· ἴσως τωῖ τελώνηι· οἱ μέντοι τὸ μετοίκιον μὴ τιθέντες μέτοικοι, ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλοντο, ἐπιπράσκοντο· ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους· ὡς Δημοσθένης ἐν Φιλιππικοῖς δηλοῖ· ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. Μετοιωνίσασθαι: ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνόν. Μετοίκων λειτουργίαι: αἱ σκαφηφορίαι· εἰσὶ δὲ μέτοικοι ξένοι· οἱ Ἀθήνησιν οἰκοῦντες, διδόντες τὸ μετοίκιον δραχμῶν δώδεκα. Μετεωρολέσχαι: περὶ οὐρανοῦ φλυαροῦντες. Μετεωροπολῶν: τὰ οὐράνια σκοπῶν. Μετῆ: ἐξῆ. Μετῆλθε τὴν ἄλοχον: ἀντὶ τοῦ προσωμίλησεν αὐτῆι. Μετʼ ἴχνια: κατὰ ἴχνη πορεύεσθαι. Μετοιχήσονται: μεταπορεύσονται· μετέλθωσιν. Μετοίχεσθαι: μετελθεῖν· μεταβαίνειν. Μετοκλάζειν: μετακαθίζειν. Μετόν: ἐξόν. Μετόπισθεν: ἐν ὑστέρωι· μετὰ ταῦτα. Μετουσία: κοινωνία. Μετοχετεύειν: μετακομίζειν. Μετρεῖσθαι: δανείζεσθαι. Μετρήσαντες: διελθόντες. Μετρῆσαι: ἐπὶ τοῦ ἀριθμῆσαι· Ἀλκαῖος. Μετώχετο: ἐπορεύετο. Μετρίως ὠργασμένος: ἀντὶ τοῦ μεμαλαγμένος ἢ δεδευμένος. Μετρίως: τὸ συμμέτρως· Θουκυδίδης. Μετριάζει: ταπεινοφρονεῖ. Μέτριοι: εὐγνώμονες. Μετριοπαθεῖν: ἐκ μέρους τὰ πάθη καταδέχεσθαι· συγγινώσκειν. Μέτριος: ὁ μεμετρημένην ἔχων οὐσίαν· ἢ τὸ ἦθος ἐπιεικής. Μέτρον: ἐν Τιμαίωι τὸ ὅσον μέτρον ὅσοις τὴν συμμετρίαν τῆς μίξεως. Μετρονόμοι: ἄρχοντες ἦσαν δέκα τὸν ἀριθμὸν, ὧν πέντε μὲν ἐν ἄστει· πέντε δὲ ἐν Πειραιεῖ· καὶ εἶχον τὴν ἐπιμέλειαν ὅπως δίκαια ἦ τὰ μέτρα τῶν πωλούντων. Μετρονόμοι: ἀρχή τις Ἀθήνησιν ἡ τῶν μετρονόμων· ἦσαν δὲ τὸν ἀριθμὸν δεκαπέντε μὲν εἰς Πειραιᾶ· ἐννέα δὲ εἰς ἄστυ· εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ηἶ τὰ μέτρα τῶν πωλούντων. Μέτρωι ὕδωρ πίνοντες, ἀμετρία δὲ μάζαν ἔδοντες: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ· ὃν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν· τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρήσθη. Μέχρι αἰδοῦς: ἀντὶ τοῦ μέχρι αἰδοίων. Μέταυλος: ἡ ῥυπαρὰ λεγομένη αὐλή· οὗ ὄρνιθες ἦσαν. Μήδεα: βουλεύματα. Μηδικὴ πόα: ἡ τρίφυλλος λεγομένη. Μηδοσύνη: βουλή. Μηκάδες: ἐπιθετικῶς αἱ αἶγες· ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς. Μηκύβερνα: πόλις ἐστὶν ἐν Θραίκη σταδίους εἴκοσι ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα. Μήκων: ἄμμος μεταλλική. Μηλαφῆσαι: ψηλαφῆσαι. Μῆλα: πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα μηλωτὴ καλεῖται. Μηλοβοτέα: γῆν εὐτραφῆ· ἀνειμένην εἰς νομὴν προβάτων. Μηλόβιος: εἷς τῶν λʹ τῶν παρὰ Ἀθηναίοις τυραννησάντων· Ὑπερίδης ἐν τωῖ κατὰ Αὐτοκλέους μέμνηται. Μηλοβοτήρ: ὁ τῶν προβάτων ποιμήν· καὶ μηλονόμος. Μηλόβοτος: ἡ κατασκαφεῖσα καὶ ἀνεθεῖσα τοῖς μήλοις· ἤτοι τοῖς κτήνεσιν, εἰς νομὴν διὰ τὴν ἐρημίαν. Μηλολόνθη: χρυσοκάνθαρος. Μηλολόνθαι: τὰ χρυσίζοντα πτηνά. Μηλοσφαγίαις: θυσίαις προβάτων. Μήλωθρα: τὰ βεβαμμένα ἔρια· καὶ τὸ βάψαι, μηλῶσαι· ἀπὸ τῆς εἰς τὴν βαφὴν τῶν ἐρίων καθέσεως. Μήλω βαλεῖν: τὸ πτοῆσαι τινὰ καὶ εἰς ἔρωτα ὑποβαλεῖν. Μηλῶσαι: τὸ καθεῖναι τί εἰς βάθος· καὶ τὴν φάρυγγα μηλῶσαι, τὸ διαχρῆσαι τωῖ δακτύλωι· Ἀριστοφάνης· Τὴν φάρυγα μηλῶν, δύο δραχμὰς ἕξει μόνας. Μήν: τὸν μηνίσκον. Μηναγύρτης: ἀπὸ μηνὸς συνάγων. Μήνη: σελήνη. Μήνιγξ: ὑμὴν τοῦ ἐγκεφάλου. Μῆνις: ὀργὴ ἔμμονος. Μηνίς: ὑμένας· πέταλα· περιτραχήλια κόσμια. Μηνίσκους: τοὺς ἐπὶ ταῖς κεφαλαῖς τῶν ἀνδριάντων τιθεμένους, ἵνα τὰ ὄρνεα μὴ προσίζηται. Μηνίω: ὀργίζομαι. Μηνοειδής: σεληνοειδής. Μὴ νόμισον: ἀντὶ τοῦ μὴ νομίσης· οὕτω Θουκυδίδης. Μηνύεσθαι: μηνυτρίζεσθαι. Μηνύτην: τὴν γυναῖκα· Κρατῖνος. Μηονία: ἡ Λυδία ὑπὸ Ἰώνων. Μὴ οὖσα δίκη: οἱ ἐπὶ διαιτητοῦ ἐρήμην λαχόντες· καὶ λέγοντες ἀδίκως καταδεδιητῆσθαι· ἀντελάγχανον τῶ ἑλόντι αὐτήν· οὐ μόνον δὲ οἱ φεύγοντες, ἀλλὰ καὶ οἱ διώκοντες· ἐντὸς δὲ ἡμερῶν δέκα ἐξῆν λαχεῖν τὴν μὴ οὖσαν δίκην· μετὰ δὲ ταύτας οὐκέτι. Μὴ παιδὶ μάχαιραν: ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων· καὶ Εὔπολις Δήμοις· Μὴ παιδὶ τὰ κοινά. Μήρυνθος: σπάρτος ἤτοι σχοινίον· δεσμός· βρόχος. Μήρυμα: σπείραμα· κάταγμα· νῆμα. Μηρυομένη: ἕλκουσα· ἐκτεινομένη. Μήστωρ: βουλευτικός· ἔμπειρος. Μήτι: μηδαμῶς. Μήτι γε: πόσω γε μᾶλλον. Μητιοχεῖον: δικαστήριον. Μητίοχος: ἀρχιτέκτων καὶ ῥήτωρ τῶν οὐ τὰ βέλτιστα συμβουλευόντων. Μῆτις: βουλή· γνώμη· σύνεσις. Μητίσομαι: βουλεύσομαι· ἐρήσομαι. Μητραγύρτης: ἐλθὼν τίς εἰς τὴν Ἀττικὴν ἐμύει τὰς γυναῖκας τηῖ μητρὶ τῶν θεῶν, ὡς ἐκεῖνοι φασίν· οἱ δὲ Ἀθηναῖοι ἀπέκτειναν αὐτόν· ἐμβάλλοντες εἰς βάραθρον ἐπὶ κεφαλήν· λοιμοῦ δὲ γενομένου, ἔλαβον χρησμὸν ἱλάσασθαι τὸν πεφονευμένον· καὶ διὰ τοῦτο ὠκοδόμησαν βουλευτήριον· ἐν ὧ ἀνεῖλον τὸν μητραγύρτην· καὶ περιφράττοντες αὐτὸν καθιέρωσαν τηῖ μητρὶ τῶν θεῶν· ἀναστήσαντες καὶ ἀνδριάντα τοῦ μητραγύρτου· ἐχρῶντο δὲ τωῖ μητρωίω ἀρχείωι καὶ νομοφυλακίωι, καταχώσαντες καὶ τὸ βάραθρον. Μητραλοίας: ὁ τὴν μητέρα τύπτων. Μητρίδα: τὴν πατρίδα· καὶ Πλάτων καὶ Φερεκράτης. Μητροπάτωρ: κατὰ μητέρα πάππος. Μητρυῖον: Θεόπομπος· τὸν πατρυῖον. Μητρωῖον: τὸ ἱερὸν τῆς μητρὸς τῶν θεῶν· ἐν ωἷ ἧν γράμματα δημόσια καὶ οἱ νόμοι. Μητρῶον: Λυκοῦργος ἐν τωῖ κατὰ Ἀριστογείτονος· τοὺς νόμους ἔθεντο ἀναγράψαι ἐν τῶ μητρώωι. Μὴ φέρειν: ἀντὶ τοῦ μὴ λαμβάνειν· καὶ μισθοφορεῖν οἱ λαμβάνοντες. Μηχανή: βουλή. Μηχανικόν: Ξενοφῶν τὸν πανοῦργον καὶ δεινόν. Μηχανορράφος: ἐπινοητής· κακῶν κατασκευαστής. Μιαίνεσθαι· καὶ ἐκμιαίνεσθαι: τὸ ὀνειρώττειν· Σοφοκλῆς. Μιαιφόνος: φονεύς. Μία λόχμη: παροιμία· οὐ τρέφει μία λόχμη δύο ἐριθάκους· ἐπὶ τῶν ἐκ μικροῦ τινὸς κερδαίνειν σπουδαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. Μίαν μάχαιραν: τὴν ψαλίδα Ἀριστοφάνης. Μία χελιδών: παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ ποιεῖ· βούλεται δέ τι εἰπεῖν· μία ἡμέρα καὶ εἰ τὸν σοφὸν εἰς τελείωσιν ἐμβάλλειν· καὶ δυσημερία μία τὸν σοφὸν εἰς ἀμαθίαν· μέμνηται δὲ αὐτῆς Ἀριστοτέλης ὁ φιλόσοφος ἐν Ἠθικοῖς. Μιαρὰ ἡμέρα: ἐν τοῖς Χουσὶν Ἀνθεστηριῶνος μηνὸς, ἐν ωἷ δοκοῦσιν αἱ ψυχαὶ τῶν τελευτησάντων ἀνιέναι, ῥάμνωι ἕωθεν ἐμασῶντο καὶ πίττηι τὰς θύρας ἔχριον. Μίασμα: βαφή. Μιάστωρ: ὅτʼ ἄν τις αὑτὸν μὴ καθαρὸν εἰδὼς παρέρχηται· ἵνα μὴ δεῖ μεμιγμένος. Μιάστορα: λυμεῶνα· φονέα. Μιγάδες: τὸ ἐκ πολλῶν ἄθροισμα. Μίγδα καὶ μίγδην: μεμιγμένως. Μίδας: βόλου εἶδος· καὶ θηρίδιόν τι λεπτὸν, ἐν τοῖς ὀσπρίοις γινόμενον. Μίθρου: Μίθραν νομίζουσιν εἶναι οἱ Πέρσαι τὸν ἥλιον· καὶ τούτωι θύουσιν πολλὰς θυσίας. Μίκαιον: μικρότατον. Μικρολόγος: σκνιπός· φειδωλός. Μικροῦ δεῖν: παρὰ μικρόν. Μικροῦ δέω: παρὰ μικρὸν λείπω. Μικρὸν τοῦ ὀβολοῦ: τίμιον· λέγεται δὲ ἐπὶ τῶν πονηρῶν· Εὔπολις Μαρίκα· Τῶν γὰρ πονηρῶν μικρόν ἐστι τοῦ ὀβολοῦ. Μιλισσόμενος: παρακαλῶν· πραΰνων. Μίλιχον: πρᾶον· χρηστόν. Μίλον: ἄνθος τί. Μιλτωρυχία: τόπος ἐν ωἷ μίλτος ὀρύσσεται· οὕτως Ἀμειψίας. Μιμαίκυλος: ὁ τῆς κρανίας καρπός· οἱ δὲ τῆς κομάρου. Μίμαρκυς: ἡ κοιλία καὶ τὰ ἔντερα μετὰ αἵματος ἐσκευασμένα. Μίνθα: τὸ παρʼ ἐνίοις ἡδύοσμον· εἰς ὃ μεταβάλλειν φασὶ τὴν Αἵδου παλλακήν· ἀφʼ ἧς καὶ τὸ περὶ τὴν Ἦλιν ὄρος· Ζηνόδοτος δὲ τὴν Ἴυγγα ὑπʼ ἐνίων Μίνθαν λέγεσθαι, θυγατέρα μὲν οὖσαν Πειθοῦς, Ναΐδα δὲ νύμφην· Ἀριστοκλῆς δὲ ἐν τωῖ περὶ γιγάντων διαπλασθῆναι τὸν ἐπʼ αὐτηῖ μῦθον, διὰ τὸ καρπῶδες εὑρεθὲν τῶ καταφρονηθῆναι τὸ φυτόν. Μίνθη: καλαμίνθη· ἡδύοσμος· βοτάνη εὐώδης. Μινθωθῆναι: τὸ μολυνθῆναι· καὶ μινθοῦν, τὸ ὀσφραίνειν ἀσχημόνως. Μινύθει: ἐλαττοῦται. Μινυνθάδιον: ὀλιγοχρόνιον. Μινύρεται: κλαίει· θρηνεῖ· εὐφώνως λέγει. Μινυρίζω: θρηνῶ· ἢ τὸ ἠρέμα ἄδω· παρὰ τὸ μείω· Πλάτων ἐν γʹ Πολιτείας· μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ὠδῆς. Μίξοφρυν: σύνοφρυν. Μίσασθαι: τὸ μιτώσασθαι· Πλάτων. Μισγαγκείαν: τόπος ποικίλος, εἰς ὃν τὰ καταφερόμενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα. Μισθάρνης: μισθὸν ἀντικαταλλάττων. Μισθάριον: τὸν μισθόν· Εὔπολις. Μισθαρνία: ἡ ἐπὶ μισθῶ γινομένη ἐργασία. Μισθαρχίδης: ἐν τηῖ ἀρχηῖ μισθὸν λαμβάνων· ὠψωνιάζοντο γὰρ καὶ οἱ ἄρχοντες. Μισθοφόρος: ἐπὶ μισθωῖ ἐργαζόμενος. Μισθός: τὸ ἔπαθλον. Μισθώσασθαι: τὸ ἐπὶ τόκωι δανείσασθαι. Μισητή: τὴν καταφερῆ μισητὴν ἔλεγον· τὸ γὰρ μῖσος οὐκ ἄποθέν ἐστι τοῦ μιαίνεσθαι· ὃ γὰρ μισεῖται, μεμόνωται καὶ ἀμιγές ἐστιν· οἱονεὶ μισγητήν τινα οὖσαν· ὃ καὶ βέλτιον· καὶ τὸ ἐν παροιμίας δὲ μέρει λεγόμενον· Παρὰ σφυρὸν παχεῖα μισητὴ γυνή· κατά τι τοιοῦτο εἰρῆσθαι δοκεῖ· καὶ ὁ Κρατῖνος που τοῦτο ἔφη· Μισηταὶ δὲ γυναῖκες ὀλίσβοισι χρήσονται· τὸν δὲ ἁπλῶς μισητὸν τὸν ἀνίκανον λέγει· μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς ἀπλήστου κατὰ τὴν τροφὴν τίθεται ἡ λέξις. Μισητία: ἡ πρὸς ὅτι οὖν ἄχαρις ἀπληστία. Μίτρα: διάδημα ἢ ζώνη. Μιχθῆναι ἢ μιγῆναι: ἀπαντῆσαι· συμμίξαι· ὁμιλῆσαι. Μνᾶ: ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. Μναρόν: μαλακόν· ἡδύ· ῥάδιον· οὕτως Κρατῖνος. Μνᾶται: μνηστεύεται. Μνείαν: τὴν μνήμην· Σοφοκλῆς. Μνείειν: κατεσθίειν. Μνῆμα μὲν ὁ τάφος· μνημεῖον δὲ πᾶν μνημόσυνον· οὕτω Θουκυδίδης. Μνημήϊα: μνημόσυνα. Μνημοσύνη: μνήμη. Μνησικακεῖν: τὸ ὑπομιμνήσκεσθαι τῶν κακῶν. Μνηστή: ἡ κατὰ μνηστείαν γαμηθεῖσα· ἢ ἡ ἐκ παρθενίας μένουσα μνηστῆς· ὅ ἐστιν ἀπείρανδρος. Μνία: τὰ τῆς θαλάσσης ἐξανθήματα, ἢ βρύα. Μνίει: ἐσθίει. Μνῶ: μνήσκω. Μνώμενος: μνηστευόμενος· καὶ ἐμνήσατο· ἐμνηστεύσατο· Εὔπολις. Μνωμένη: μνηστευομένη. Μογερῶν: μοχθηρῶν. Μογήσας: καμών· κακοπαθήσας. Μογόστοκος: περὶ τοὺς τόκους κακοπαθοῦσα· ἔνιοι δὲ μόγους ταῖς τικτούσαις ἐπιφέρουσα. Μόγω: κακοπαθεία. Μόθος: μάχη· πόλεμος· τάραχος· φόνος· σπάσις· θόρυβος. Μόθων: ὄρχημα φορτικὸν καὶ κορδακῶδες· ἀπὸ δὲ τούτου καὶ ὁ ἀνάγωγος καὶ ὁ ἀκόλαστος ἄνθρωπος. Μοιμυᾶν καὶ μοιμύλλειν: τὸ τὰ χείλη διαστρέφειν. Μοῖρα: μερίς· καὶ τὸ καθῆκον· καὶ ἡ εἰμαρμένη. Μοῖρα: σύνταγμά ἐστι Λακωνικόν· καὶ ὄνομα λόχου· ἦν δὲ ἀνδρῶν, οἱ μὲν φασὶ, φʹ· οἱ δὲ, ͵αʹ. Μοιρηγενές: ἀγαθῆ μοίρα γεγεννημένε. Μοισᾶν: πληθυντικῶς τὰς Μούσας. Μοιχάγρια: τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ τῶ ληφθῆναι μοιχὸν ἀποτινόμενα. Μοιχίδιον: τὸν ἐκ μοιχοῦ γεγενημένον· οὕτως Ὑπερίδης. Μολεῖν: ἐλθεῖν. Μολοῦσα: παραγενομένη· πορευθεῖσα. Μολπή: ὠδή. Μόλπης: μετὰ τοὺς λʹ δέκα ἄνδρες ἦρχον ἐν τωῖ Πειραιεῖ· ὧν εἷς ἦν ὁ Μόλπης. Μολύβδαινα: μολυβδίδα. Μολών: ἐλθών· ἐληλυθώς. Μομβρώ: ἡ μορμώ· καὶ τὸ φόβητρον. Μοναυλίαν: τὸν δίχα γάμου βίον. Μονίπποις: τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον. Μονιός: ἄγριος ὕς. Μονοείμονα: μονοχίτωνα. Μονόζωνοι: ἔφοδοι· βάρβαροι· ἢ ἀπελάται· μάχιμοι. Μονόλοπα: μονόφυλλα· μονόδερμα. Μονοπείρας: τοὺς μὴ ἀθρόους, ἀλλὰ μόνον ληστάς· οὕτω Μένανδρος. Μυχόπεδον: γῆς βάθος· Αἵδης· καὶ μυχόνους, ὁ κρυψίνους· καὶ μυχορήμων, ὁ βαθύγλωσσος καὶ δεινὰ λέγων. Μονωιδεῖν: θρηνεῖν. Μονονουχί: σχεδόν· ἐγγύς. Μονοστόλωι: μίαν στολὴν ἔχοντι. Μονότροπος: μόνος τραφείς· ἄγαμος· ἀγύναιος. Μονουχία: ὁ μόνος βίος· χωρὶς γάμου. Μονωιδία: ἡ ἀπὸ σκηνῆς ωἰδὴ ἐν τοῖς δράμασι· καὶ μονωιδεῖν, τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ σκηνῆς ωἰδαὶ ἐν τηῖ τραγωιδίαι θρῆνοι εἰσί. Μονωιδία: λέγεται ὅτʼ ἂν εἷς μόνος λέγηι τὴν ωἰδὴν καὶ οὐχ ὁμοῦ ὁ χορός. Μορίαι ἐλαῖαι: ἱεραὶ τῆς Ἀθηνᾶς· ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο τοῖς νικῶσι τὰ Παναθήναια· ἦσαν δὲ πρῶται ιβʹ τὸν ἀριθμόν· αἱ μεταφυτευθεῖσαι ἐκ τῆς ἀκροπόλεως εἰς Ἀκαδημίαν· ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομασθεῖσαι οὕτως· ἢ ὅτι ἐνέμοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι ἅπαντες. Μορμολύκεια: τὰ τῶν τραγωιδῶν προσωπεῖα. Μοιροδοκῆσαι: ἀντὶ τοῦ μέρους μεταλαβεῖν· Ἀντιφῶν ἐν τηῖ πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπολογίαι. Μορμολύττεται: φοβεῖ. Μορμορύζει: ἐκφοβεῖ· παρὰ τὴν μορμώ. Μορμορύζει: καταράττει· ἠχεῖ· ὡς ἐπὶ ὑδάτων. Μορμυρίων: ποταμὸς ῥεύματα ἔχων. Μορμώ: ὃν ἡμεῖς μορμόφοβος. Μόρον: τὸ συκάμινον· Αἰσχύλος. Μόρος: ὀδύνη· πόνος· θάνατος. Μόρσιμον: εἰμαρμένον· μεμοιραμένον. Μορυχαία: οἰκία τίς ἀπὸ Μορύχου· ἐν ηἷ καὶ Ἄρτεμις. Μορφή: εἶδος· ἰδέα· πρόσοψις. Μορφνόν: εἶδος ἀετοῦ. Μόρφωσιν: σχηματισμόν· εἰκόνα. Μόσσυνες: ἐπάλξεις· πύργοι. Μοσχεύηται: τρέφηται· κυρίως γὰρ μοσχεία, ἡ τῶν λεπτῶν λαχάνων φυτεία. Μοσχεύματα: ἁπαλὰ φυτὰ δένδρων καὶ λαχάνων. Μοσχεύων: μεταφυτεύων. Μοσχεῖα: ἁπαλὰ φυτά. Μόσχον: ἁπαλόν. Μοτοῖ: τιτρώσκει· ταράσσει. Μοτοφαγία: θυσία τις ἐν Σαλαμῖνι τῆς Κύπρου ἐπιτελουμένη. Μοτώσει: ἰάσεται διʼ ὀθονίων. Μουνυχία: τόπος τοῦ Πειραιῶς· ἀπὸ Μουνυχίας Ἀθηνᾶς· ἥτις ἐπωνομάσθη ἀπὸ Μουνύχου τοῦ Παντακλέους. Μουνυχία καὶ Ζειά: λιμένες ἕτεροι Πειραιῶς. Μουνυχία: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· τόπος παραθαλάσσιος ἐν τηῖ Ἀττικηῖ· Ἑλλάνικος δὲ ἐν βʹ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντακλέους. Μουνυχιών: ὁ δέκατος μὴν παρὰ Ἀθηναίοις· ἐν δὲ τούτωι Ἀρτέμιδι ἔθυον Μουνυχίαι. Μουνυχιών: καὶ οὗτος μὴν Ἀθήνηισι δέκατος· ὠνομάσθη δὲ ἀπὸ τῆς ἐν Μουνυχίαι Ἀρτέμιδος· ἡρῶος τινὸς καθιερώσαντος αὐτήν· ἐπὶ τωῖ τοῦ Πειραιῶς ἀκρωτηρίωι ἐν τωῖ μηνὶ τούτωι· δεῖ εἰδέναι ὅτι μετροῦσιν Ἀθηναῖοι τοὺς μῆνας τοῦτον τὸν τρόπον· νουμηνία· εἶτα δευτέρα ἱσταμένου· καὶ τρίτη καὶ τετάρτη· καὶ οὕτως μέχρι τῆς ἐννάτης· εἶτα δεκάτη· ἑνδεκάτη· δωδεκάτη· καὶ λοιπὸν τετάρτη ἐπὶ δέκα· ἕως εἰκάδος· ἔπειτα εἰκάς· καὶ εἰκὰς δευτέρα· καὶ λοιπὸν καθʼ ὑφαίρεσιν ἐνάτη φθίνοντος· ὀγδόη φθίνοντος· ἑβδόμη φθίνοντος· ἕως δευτέρας φθίνοντος· ἥτις ἔστι παρʼ ἡμῖν εἰκὰς ἐνάτη· τὴν δὲ τριακάδα ἔνην καὶ νέαν ἐκάλουν· ἐπειδὴ τὸ μὲν ἔχει παρωιχημένον, ὅπερ ἔνον ἐστίν· τὸ δὲ τοῦ ἐνεστῶτος, ὅπερ νέον ἐστίν. Μουσαῖος: Λυσίας πρὸς τὴν Μιξιδήμου γραφήν· εἰ γνήσιος· καὶ δύο παῖδας αὐτωῖ ἀκολούθους εἶναι· ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον· ὅτι ὁ μὲν ὁ κρινόμενος ἐπετήδευε τοὺς οἰκέτας τοῦτο καλεῖν, δῆλον· περὶ δὲ Μουσαίου, οἱ μὲν ἐκ Θράκης εἰρήκασι τὸν ἄνδρα εἶναι· οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. Μουσικά: τερπνὰ τὰ διʼ αὐλῶν καὶ κινύρας καὶ τὰ ὅμοια. Μουσικήν: καὶ τὴν μαντείαν οἱ παλαιοὶ καὶ τὴν ποιητικήν· λέγεται δὲ καὶ τὸ εὐπαίδευτον καὶ ἐπιδέξιον μουσικόν· καὶ τὸ ἐμμελές. Μοχθεῖ: κακοπαθεῖ. Μοχθηρός: ἐπίπονος ἢ πονηρός· ἢ κακός· καὶ μοχθηρία ἐπὶ τῆς κακίας τέτακται· οὕτω Δείναρχος· Ἀντιφῶν δὲ ὁ παλαιότατος τῶν ῥητόρων τωῖ μὲν μοχθηρωῖ ἐχρήσατο οὐκ ἐπὶ τοῦ κακοῦ ἀνδρὸς καὶ εἰσαγομένου εἰς δικαστήριον ἵνα κατηγορηθῆ, ἀλλʼ ἐπὶ πατρὸς δίκην λαχόντος ὑπὲρ ἀπεσφαγμένου παιδὸς τὸν μοχθηρὸν ἔταξεν· καὶ φησὶν οὗτος ἐν προοιμίοις καὶ ἐπιλόγοις· καγὼ μὲν ὁ μοχθηρὸς, ὅντινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖς ἐχθροῖς καταγέλως. Μυᾶτε: σκαρδαμύττετε. Μύαγρος: ὁ μυοθήρας. Μύγης: γέροντος ἀδυναμία. Μύγματα: καταξέσματα. Μυδαλέον: δρύϊνον· παρὰ Ἀρχιλόχωι διάβροχον· λέγει δὲ τὸ ἐπίδακρυ καὶ κάθυγρον αἷμα· τὸ ἐννότερον· ῥυπαρόν. Μυδαλέον: βεβρεγμένον. Μυδαλέας: διαβρόχους. Μυδιᾶν: νοτιᾶν· δίυγρον εἶναι καὶ σήπεσθαι. Μύδρος: σίδηρος πεπυρωμένος. Μυδῶντες: βρεχθέντες· διυγραμμένοι· σαπέντες. Μυελόεντα: τροφὴν ἔχοντα. Μύζει: θηλάζει· λείχει. Μύζοντες: ἐκπιέζοντες. Μύησις: μαθησία· κατήχησις· ἐπιστήμη. Μυθήσας: εἰπών. Μῦθος: λόγος ψευδὴς εἰκονίζων τὴν ἀλήθειαν. Μῦθος ἐσώθη: ἐπίρρημά ἐστι λεγόμενον ἐπʼ ἐσχάτω τοῖς λεγομένοις μύθοις τοῖς παιδίοις. Μυῖα χαλκῆ: καὶ μυΐνδα· παιδιᾶς εἶδος, ἣν οἱ παίζοντες ἀποτετακότες τὰς χεῖρας ἐπιμύουσιν, ἕως ἂν ἐπιλάβωνται τινός. Μῦα: καὶ γράφεται καὶ λέγεται ἄνευ τοῦ ι· καὶ δισυλλάβως παρὰ τῶν Ἀττικῶν. Μύκης: τὸ παρὰ τὴν μύξαν τοῦ λύχνου διεγειρόμενον. Μυκηθμός: ἡ τῶν βοῶν φωνή. Μυκόνιον: τὸν γλίσχρον· πλεονέκται γὰρ ἐν μικροῖς οἱ Μυκόνιοι· ἢ διὰ τὸ λυπρὰν εἶναι τὴν Μύκονον. Μυκτῆρας: τὰ ἑκατέρωθεν τῆς ῥινὸς τρήματα. Μυκτηρίζει: ἐξουθενεῖ. Μυκωμένους: βοῶντας. Μυκώνιος γείτων: αὕτη τάττεται κατὰ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ σμικροπρεπείαι· παρὰ τὴν σμικρότητα τῆς νήσου τῆς Μύκωνος καὶ εὐτέλειαν. Μυλαβρίδες: σίλφαι αἱ μαλακαί· ἔλλευκοι· ἢ τρωξαλλίδες καὶ ἀετρίδες· Πλάτων Λάκωσι. Μύλακες: μυλώδεις λίθοι. Μύλη: τὸ κάτω τοῦ μύλου· τὸ γὰρ ἄνω ὄνος λέγεται: Μυλάς: ἡ πόρνη. Μύλος ἀκούει: ἐπὶ τῶν ἀκουόντων μὲν, μὴ προσποιουμένων δὲ ἀκούειν. Μύλωθρον: ὅπου ἄλφιτα ἀλεῖται. Μύλωθρος: ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἑαυτωῖ. Μύξαν: αὐτὸν τὸν μυκτῆρα καλοῦσιν, οὐχὶ τὸ ὑγρόν· οὕτως Ἀριστοφάνης. Μυούμενος: τελούμενος· μυσταγωγούμενος. Μύραιναι: δῆμος Πανδιονίδος. Μύραινα: καταφερής· ἀπὸ τοῦ ζώου· Ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ. Μύρρινος: ὁ στέφανος τῶν Ἀθήνησιν ἀρχόντων· μυρρίναις γὰρ στεφανοῦνται οἱ ἄρχοντες. Μυρρινῶν: ἀρχῆς ἐπιθυμῶν· μυρρίναις γὰρ ἐστεφανοῦντο. Μυρία: πολλά· ἀναρίθμητα. Μυρίοι ἐν Μεγαλοπόλει: Δημοσθένης ἐν τωῖ κατʼ Αἰσχίνου· συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων· οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. Μυρίων: συνέδριον ἦν μυρίων ἐν Μεγάληι πόλει τῆς Ἀρκαδίας. Μυρμηκίας: τοὺς εἰς μυρμηκίαν λαλήσαντας ἑλκοῦσθαι τὴν γλῶτταν φασί. Μύρμηκος ἀτραπός: ἐν Θεσμοφοριαζούσαις Ἀριστοφάνης· ἀντιφωνεῖ ἢ τὶ τοιοῦτο διὰ τὴν βραχύτητα· ἔστιν Ἀθήνησι Μύρμηκος ἀτραπὸς ἐν Σκιβωνιδῶν ἀπὸ Μύρμηκος τοῦ Μελανίππου τοῦ Κύκλωπος τοῦ Ζευξίππου. Μυρομένη: ὀδυρομένη· θρηνοῦσα. Μυροκλῆς: Σαλαμίνιος τὸ γένος· τῶν παρὰ Ἀθηναίοις οὐ καλῶς πολιτευσαμένων. Μύρτα: ὁ καρπὸς τῆς μυρσίνης. Μύρτης: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησὶν Ἀργείους Μύρτης· Τελέδαμνος· Μνασέας· Θεόπομπος δὲ Πασέα καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς Μακεδονίζοντας· ἰδεῖν οὖν εἰ γραφικὰ ἔστιν ἁμαρτήματα. Μύρτον: τὸ σχῆμα τοῦ γυναικείου αἰδοίου· οὗ τὸ μεταξὺ κλειτορίς· ἀφʼ οὗ τὸ ἀκολάστως ἅπτεσθαι, κλειτορίζεσθαι· τὸ δὲ χεῖλος ὑποδορίς· τὸ δὲ σύμπτωμα μυρτοχείλη. Μυρών: οἱ Ἀττικοὶ περισπῶσι· καλοῦσι δὲ οὕτως καὶ τὸ ἀμβλὺ βρῶμα καὶ ἄναλον ὥστε μήτε ἁλμυρὸν εἶναι, μήτε μωρὸν ἐς τὸ πᾶν. Μύσαι: τὸ μετὰ ἀνάγκης τί ὑπομεῖναι. Μύσαντος: καμμύσαντος. Μυσικάρφης: ὄνομα Μυσικάρφους· οὗ μνημονεύει Ἀπολλοφάνης ἐν Κρησίν· Ἀρίσταρχος δὲ ἐπʼ ὀνόματος τινὰ ἀηδῶς ἐπιγλῶτταν· οἱ δὲ ἀνέγνωσαν μυσικάρφει, ὡς ἀκονιτί· τὸ μεμυκότως καὶ ξηρῶς, μὴ ἐκ φανεροῦ γελᾶν· Κρατῖνος Ὥραις. Μυρτόνιον: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· φρούριον ἦν ἐν Θράκηι. Μυσικέλενδρον: τὸ τοῦ μυὸς ἀποπάτημα· μυόχοδον. Μύσκλαι: οἱ λείψωμοι. Μὺς λευκός: οἱ κατοικίδιοι μύες ἄγαν πρὸς τὴν ὀχείαν κεκίνηνται, μάλιστα οἱ λευκοί· οὗτοι δὲ εἰσὶ θήλεις· ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ Ἀφροδίσια ἡ παροιμία εἴρηται. Μύσος: μίασμα. Μῦς πίσσης γεύει: ἐπὶ τῶν νεωστὶ ἀπαλλασσόντων· καὶ ὅσα Μῦς ἐν Πίσσηι· ἀπὸ Μυὸς τοῦ Ταραντίνου πύκτου κακῶς Ὀλυμπιᾶσιν ἀπαλλάξαντος. Μυόχοδον: οὐδενὸς ἄξιον· Μένανδρος Ῥαπιζομένηι· — ὁ μυόχοδος γέρων Λεληθέναι σφόδρʼ οἰόμενος. Μυσταγωγεῖ: μυστήρια ἐπιτελεῖ· εἰς μυστήρια ἄγει· ἢ ἐκδιδάσκει. Μυσταγωγός: ἱερεύς. Μυστήρια: τελεταί. Μύστης: ὁ τὰ μυστήρια ἐπιστάμενος ἢ διδάσκων. Μύστακα: τὸ χεῖλος. Μυστιπόλος: ὁ περὶ τὰ μυστήρια ἀναστρεφόμενος. Μυστηρίων ἐπιμελητής: ὁ ἐπιμελούμενος τῆς ἑορτῆς τῶν μυστηρίων· ὃς ἦν χειροτονούμενος ἄρχων. Μυστίλην: ψωμόν· κοῖλον ἄρτον, ὃν ἐποίουν, ἵνα ζωμὸν ἐν αὐτωῖ ῥοφῶσι. Μύστις: ὃ ἔχει ἀντὶ σπλάγχνων τὰ μὴ ἔχοντα σπλάγχνα ζῶα· ἐφʼ οὗ τὸν θόλον ὃν πλεῖστον καὶ μέγιστον ἡσίοδος ἔχει· κεῖται δʼ εὖ πως ταμα δία δέ τις μύστιχος ὁ στόμαχος τείνει ὡς Ἀριστοτέλης ἐν τοῖς περὶ ζώων φησί. Μυσῶν λείαν: παροιμία τίς ἔστι, λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τὲ καὶ ληστῶν τὴν Μυσίαν κατὰ τὴν Τηλέφου τοῦ βασιλέως ἀποδημίαν. Μυττωτόν: ὑπότριμμα τὶ διὰ σκορόδου. Μυττωτεύσωμεν: συγκύψωμεν· ἀπὸ τοῦ διὰ σκορόδων τρίμματος. Μυσῶν λεία: ἐπὶ τῶν καταφρονητῶν καὶ εὐκαταφρονήτων. Μυχάλμη: βυθὸς θαλάσσης. Μυχέστατον: ἐσώτατον. Μυωξία: ὑβριστικὸς λόγος· σημαίνει δὲ τοὺς τῶν μυῶν χηραμούς. Μυωπιζόμενος: μυωπάζων· παρακαμμύων· ἄκροις τοῖς ὀφθαλμοῖς προσέχων. Μυωτός: χιτῶνος εἶδος. Μύωψ: μυατίς ἐρεθίζουσα τὰς βοῦς. Μῶκος: χλευαστής· μωρός· σκώπτης· καὶ μωκωμένης, χλευαζομένης. Μῶλυ: ἀντιπάθιον· ἢ βοτάνη ἀλεξιφάρμακος, ἤτοι πήγανον ἄγριον. Μωλύτερον: ἀμβλύτερον καὶ ἀπαθέστερον καὶ ἦχον οὐκ ἔχον. Μώλωψ: ἔναιμον ἄλγος. Μωμᾶται: ψέγει. Μωμητά: ψεκτά. Μῶν ἆρα: σημαίνει σύνδεσμον ἐπιζητητικόν· τὸ γὰρ μῶσθαι, ζητεῖν. Μῶν ἐστί: ἄρα ἔστιν. Μώνυχα: ἁπλῆν καὶ μὴ διεστῶσαν. Μωρός: ἔνιοι τὴν πρόσκαιρον εὐήθειαν προπερισπωμένως· τὴν δὲ κακίαν ὀξυτόνως· οἱ δὲ ἁπλῶς προπερισπῶσι· σύγκειται δὲ κατὰ στέρησιν τῆς ὥρας. Μωρότερος Μωρύχου: παροιμία· Πολέμων λέγεσθαι ταύτην παρὰ Σικελιώταις οὕτως· μωρότερός εἰμι Μωρύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται· Μόρυχος δὲ παρʼ αὐτοῖς ὁ Διόνυσος κατεπείθετο, διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τηῖ τρύγηι γλεύκει τὲ καὶ σύκοις· μορύξαι δὲ τὸ μολύναι· Ὅμηρος γʼ οὖν τὸ μεμολυμμένος μεμορυχμένος φησίν· εὐήθειαν τούτου καταγνωσθῆναι, παρʼ ὅσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρωι αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τηῖ εἰσόδωι· τάττεται δὲ ἐπὶ τῶν εὔηθές τί διαπραττομένων. Μωρῶν: Δημοσθένης ἐν Φιλιππικοῖς· συντάγματα τινὰ Λακωνικὰ οὕτω καλεῖται· φησὶ δὲ Ἀριστοτέλης, ὡς εἰσὶ μοῖραι ἑπτὰ ὠνομασμέναι· καὶ διηίρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες· Ξενοφῶν δὲ φησὶν ἐν τηῖ Λακώνων πολιτεία· ἑκάστη δὲ τῶν πολιτικῶν μωρῶν ἔχει πολέμαρχον ἕνα· λοχαγοὺς τέσσαρας· πεντηκοστύας ὀκτώ· ἐνωμοτάρχας ἑκκαίδεκα. Μῶ: τὸ μυ στοιχεῖον· Δημόκριτος. Τέλος τοῦ μ στοιχείου.