Ἐπώνυμοι: διττοί εἰσιν οἱ ἐπώνυμοι· οἱ μὲν δέκα ἀριθμὸν, ἀφʼ ὧν αἱ φυλαί· ἕτεροι δὲ δύο· καὶ τοῖς μὲν, ἀφʼ ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πολιτῶν καθʼ ἕκαστον ἔτος· ἀπὸ ιηʹ ἔτους μέχρι ξʹ. Ἐπώνυμοι: οἱ κατʼ ἀρετὴν διαπρέποντες, ἀστοὶ καὶ ξένοι, χαλκαῖς εἰκόσιν ἐτιμῶντο· ὑφʼ ὧν ἐνίων καὶ ταῖς φυλαῖς ἐτέθη ὀνόματα· φασὶ δὲ ἐκεῖθεν πρῶτον δόξαι τὰς φυλὰς ἐξηγήσασθαι· ἀπορούντων γὰρ αὐτῶν ὄνομα ταῖς φυλαῖς θέσθαι, ἀπὸ τῶν ἐνδοξοτάτων τοῦτο ποιῆσαι· καὶ ἕκαστον ὀνόματα ἴδια γραψάμενον κληρῶσαι· παρὰ οὖν τὰς εἰκόνας τῶν ἐπωνύμων τούτων εἰσηγοῦντο τοὺς νόμους πρὶν ἢ γενέσθαι κυρίους· ἵνʼ ἐντυγχάνοντες αὐτοῖς οἱ βουλόμενοι κατηγοροῖεν. Ἐπωπτευκότων: οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τηῖ δευτέραι μυήσει ἐποπτεύειν λέγονται. Ἐπώχετο: ἐπεπορεύετο. Ἐραῖ: ἐπιθυμεῖ. Ἐρανεμπόλοις: τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν. Ἐρανέμπολοι: ἀπὸ τῶν ἐράνων βιοῦντες. Ἐργάτης: φιλεργός. Ἐργασείειν: ἐργαστικῶς ἔχειν. Ἔρανα: δῶρα. Ἔρανον: ἐκ συνεισφορᾶς δῶρον. Ἔρανος: ἐντολή· εἰσφορά· ἢ συλλογή· ἢ σπουδαιότερον … Ἐρανίσας: Δημοσθένης· ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐρανιστὴς μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων· καὶ τὴν φορὰν, ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν, εἰσφέρων. Ἐρανιστάς: ὡς ἡμεῖς καλοῦσιν· Ἀριστοφάνης Ὁλκάσιν· πρώην ἐρανιστὰς ἑστιῶν ἥψησʼ ἔτνος. Ἐρανίσαι: τὸ λαβεῖν ἔρανον καὶ συλλέξαι παρά τινος. Ἐρανιῶν: ἐρανισθησόμενος. Ἐραστριᾶν καὶ ἐρωτίζειν λέγουσιν. Ἐρατειχεύειν: στρατεύεσθαι. Ἐργάνη: ἡ Ἀθηνᾶ παρὰ τὸ τῶν ἔργων ἐπιστατεῖν· ταύτης εὑραμένης τὰς τέχνας. Ἐργαστίτερον λέγουσιν. Ἔργα νέων: παροιμία τίς ἐστιν· οὕτως προσαγορευομένη· Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων. Ἐργίσκη· τῆς Θράκης ἐστὶν ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης. Ἐργοκλῆς καὶ Ἐργόφιλος: στρατηγοὶ Ἀθηναίων. Ἔργον εἰπεῖν: χαλεπὸν εἰπεῖν. Ἐργολαβῆσαι λέγουσιν. Ἔργον: ὁ μισθός· καὶ λαβεῖν ἔργον· τὸ μισθῶσαι ἑαυτόν. Ἐργολάβοι: οἱ προϊστάμενοι τινῶν. Ἐρεβίνθινος Διόνυσος: ἀντὶ τοῦ ζωμός· παροιμία· τάττεται δὲ αὕτη ἐπὶ τῶν ἀφορμὰς τῶν εἴτε χρηστῶν, εἴτε μοχθηρῶν ἐκβάσεων παρεχομένων. Ἐρέβινθος: αἰδοῖον. Ἐρείδειν: τὸ ἐσθίειν σφοδρῶς· ἢ ἄλλο τι ἐνεργεῖν συντόνως· Ταγηνισταῖς· Ἐρείδετον, κἀγὼ κατόπιν σφῶν ἕψομαι. Ἔρεσθαι: ἐρωτῆσαι· πυθέσθαι. Ἐρέσσειν: συντόνως ἐσθίειν· ἀπὸ τῶν ἐρεσσόντων. Ἐρεσχηλεῖν: πολὺ παρὰ Πλάτωνι τωῖ φιλοσόφωι καὶ παρὰ Ἴωσιν· γέγονε δὲ ἀπὸ τοῦ ἐρᾶν καὶ ἀπὸ τῆς λέσχης. Ἐρεσχηλοῦντα: σκώπτοντα καὶ χλευάζοντα· καὶ οἷον ἐρίζοντα. Ἐρετρικὸς κατάλογος: ἐπὶ Διφίλου ἄρχοντος ἔγραψαν ψήφισμα τοὺς ὁμήρους καταλέξαι ἐξ Ἐρετριατῶν πλουσιωτάτων. Ἐρεφθείς: ἐπιστεγάσας. Ἐρήμη δίκη: ὅτʼ ἂν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθηῖ. Ἐρήμην ἁλῶναι: Ἔρημον ἐμβλέπειν: ἀκίνητον καὶ νωθρόν· οἷον ὅτʼ ἂν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπωμεν· Ἀριστοφάνης Πολυίδω. Ἔριθος: ἡ μισθοῦ ἔρια ἐργαζομένη. Ἐρείκη: εἶδος φυτοῦ. Ἐρικτῶν: τῶν διχερικτῶν πυρῶν καὶ μὴ εἰς ἄλευρα ἀληλεσμένων· ἀλλʼ ὥστε δύο ἐξ ἑνὸς γεγονέναι· τοῦτο λέγουσιν ἐρικτόν. Ἐρινάζειν: ὀλύνθους περιάπτειν ταῖς ἡμέραις συκαῖς ἀπὸ τῶν ἐρινεῶν καὶ ἀγρίων συκῶν· ἐξ ὧν οἱ λεγόμενοι ψῆνες μετεισέρχονται εἰς τὸν τῶν ἡμέρων συκῶν καρπὸν καὶ κρατύνουσιν αὐτόν· ὥστε μὴ ἀπορρυῆναι τῶν δένδρων. Ἐριούνιον πάρον: τὸν χθόνιον. Ἐρίπναι· αἱ ἀπερρωγυῖαι πέτραι. Ἐρικνωμένον: Ἐρίωι στέψαντες: ἀντὶ τοῦ στέμμα περιθέντες· Πλάτων Πολιτείας ΐ. Ἐρκάνη: φραγμός. Ἔρκεσι: δικτύοις. Ἔρκη: πλεκτά τινα ἐκ τριχῶν οἱ κωμικοὶ οἱ παλαιοὶ καλοῦσιν. Ἔρκειος: γενναῖος· λέγεται δὲ καὶ Ζεύς. Ἔρρειν: ἰέναι. Ἐρκείου Διός: ἔρκον Ἀθηναῖοι τὸν οἶκον ἐκάλουν· τὸν οὖν φύλακα τοῦ οἴκου ἱδρυσάμενοι, Ἔρκειον Δία καλοῦσιν. Ἔρκειος Ζεύς: ωἷ βωμοὶ ἐντὸς ἔρκους ἐν τηῖ αὐληῖ ἵδρυνται· τὸν γὰρ περίβολον ἔρκος ἔλεγον· μετῆν δὲ τῆς πολιτείας οἷς εἴη Ζεὺς Ἔρκειος. Ἐρκόπεζα· τὰ περιτεθειμένα ἀκανθώδη ξύλα πρὸς τὸ μὴ ὑπερβαίνειν δύνασθαι. Ἑρμάν: ὕφαλος πέτρα· Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστοφάνης. Ἑρμαῖ: Μενεκλῆς ἢ Καλλικράτης ἐν τωῖ περὶ Ἀθηναίων γράφει ταυτί· ἀπὸ γὰρ τῆς ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· ἐκαλοῦντο δέ τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου. Ἕρμαιον: τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν· ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν. Ἑρμαφρόδιτος: ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια, ἀρρένων καὶ θηλειῶν, φασίν· ἢ τὸν αἰσχρῶς καὶ ποιοῦντα καὶ πάσχοντα. Ἑρμῆς τρικέφαλος: Ἑρμῆς στροφεύς: ὁ παρὰ ταῖς θύραις ἱδρυμένος· ἀπὸ τοῦ στροφέως τῆς θύρας. Ἑρμῆς τετρακέφαλος: ἐν Κεραμεικωῖ Τελεσαρχίδου ἔργον. Ἑρμῆς ὁ πρὸς τηῖ πυλίδι: Φιλόχορος λέγει ὡς οἱ ἐννέα ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα. Ἑρμείας: ὄνομα κύριον· ὁ εὐνοῦχος ὁ τρίπρατος· οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην· καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τωῖ φιλοσόφωι. Ἑρμῆς: πόσεως εἶδος· ὡς ἀγαθοῦ δαίμονος καὶ Διὸς σωτῆρος. Ἕρμιοι καὶ ἐξ Ἑρμοῦ: τῆς Ἀκαμαντίδος φυλῆς. Ἑρμιόνη: χωρίον ἄσυλον· ἢ πόλις ἡ ἐν Πελοποννήσω ἔχουσα ἱερὰ Δήμητρος καὶ Περσεφόνης ἄσυλα. Ἑρμοκοπίδαι: οἱ τῶν Ἑρμῶν τοὺς τραχήλους καὶ τὰ αἰδοῖα ἀποκόψαντες· φασὶ δὲ Ἀλκιβιάδην συμπράττοντα Κορινθίοις τοῦτο πρᾶξαι. Ἑρμοκοπίδαι: οὕτως ἐκλήθησαν οἱ τῆς περικοπῆς τῶν Ἑρμῶν αἴτιοι· οὕτως Ἀριστοφάνης. Ἑρμοῦ κλῆρος: ὁ πρῶτος ἀνελκόμενος· εἰώθεσαν γὰρ κατὰ τιμὴν τοῦ θεοῦ φύλλον ἐμβάλλειν ἐλαίας καὶ πρῶτον ἀνέλκειν τοῦτον· ἐλάγχανε δὲ ὁ μετὰ τοῦτον. Ἕρμος: δῆμος ἐστὶ τῆς Ἀκαμαντίδος· Διονύσιος δὲ οὐδετέρως λέγει τὸ Ἕρμος ὡς ἔρκος. Ἑρμώνιος χάρις: ἡ κατὰ ἀνάγκην διδομένη. Ἐρόμενος: ἐρωτῶν. Ἐροιάδαι: οἱ Ἐροιάδαι δῆμος ἐστὶ τῆς Ἱπποθοωντίδος φυλῆς. Ἕρπει: τηῖ κοιλία βαδίζει. Ἑρπήνη: πάθος ἐστὶ χαλεπὸν, ἀπὸ τοῦ ἕρπειν καθʼ ὅλου τοῦ σώματος· ἤτοι ὑπονέμεσθαι. Ἑρπύζων: ἐκ μεταφορᾶς βαδίζων. Ἔρρε: φθείρου· ἀπαλλάττου. Ἔρρει: κατέπιπτεν. Ἔρρειν: φθείρεσθαι. Ἐρρέτω: οἰμωζέτω· φευγέτω. Ἔρρηκε: φθείρεται. Ἐρρήσετε: φθερεῖσθε· καὶ ἐρρήσας, φθαρείς. Ἐρρηνοβοσκός: ὁ προβατοβοσκὸς ἐν Τυροῖ βʹ Σοφοκλέους· ἴσως ἀπὸ τοῦ ἄρην. Ἐρρήσεις: μετὰ βίας εἰσελεύσηι. Ἐρρήσαντο: ἐψηφίσαντο. Ἔρριον: εἰς φθοράν· Εὐριπίδης. Ἔρριον: τάχιον. Ἐρριπίζετο: ηὔξετο· ἀντὶ τοῦ ἐνεκαίετο· κυρίως γὰρ ἐπὶ πυρὸς λέγεται. Ἐρρόντων: φθειρέσθωσαν. Ἐρρώγασιν: ἐσχίσθησαν. Ἐρρωγότες: διεσπασμένοι. Ἔρρων: μετὰ φθορᾶς παραγενόμενος ἢ πορευόμενος. Ἐρρωπίζομεν: σύμμικτα καὶ συμπεφυρμένα ἐποιοῦμεν· ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. Ἐρρώσαντο: ἐπωρώθησαν. Ἐρρῶσθαι φράσας: οἰμώζειν εἰπών· κατεγνωκώς. Ἐρσήεις: πρόσφατος· ἐνυγρός τε καὶ ἀμόλυντος. Ἐρσήεντα: δροσώδη καὶ ἁπαλόν· νεαρόν. Ἐρυγγάνειν: ὃ ἡμεῖς ἐρεύγεσθαι. Ἐρυθαίνει: πυρρὸν ποιεῖ· ὅθεν καὶ ἐρύθημα, ἡ ῥίζα ἡ λεγομένη ἐρυθρόδανον. Ἐρυθραῖοι: οἱ ἀπὸ πόλεως τῆς ἐν Ἰωνίαι Ἐρυθρᾶς καλουμένης. Ἔρυμα: φύλαγμα καὶ τεῖχος. Ἐρυμνήν: ἠσφαλισμένην. Ἐρυσίβη: θηρίδιόν τι ἐν τῶ σίτω γινόμενον· ὃ λυμαίνεται τὸν καρπόν· τινὲς νόσον ἐπιγινομένην τοῖς σπέρμασιν· ἢ ἡ κονιορτώδης φθορὰ τοῦ σίτου. Ἔρυσμον: λάχανον οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες. Ἔρυσος: σπυρίς. Ἐρύσταζεν: εἷλκεν. Ἐρύσιμον: ἑλκύσιμον. Ἔρυφον: οὐκ ἐρρόφησα. Ἑρχθέντα: ὕδατι ἀποπνιγέντα. Ἐρχιάδαι: Ἐρχία δῆμος τῆς Ἀττικῆς. Ἐρωδιός: ὀρνέου εἶδος. Ἐρώμεθα: ἐρωτήσωμεν. Ἔρωμαί σε: ἐρωτήσω σε. Ἐρῶν: ἐφιέμενος· ἐπιθυμῶν. Ἐσάλευε καὶ ἀπεσάλευε: τοῦτο καὶ ἐπὶ νεῶν λέγεται καὶ ἐπὶ ἀνθρώπων· ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τηῖ γηῖ ὥρμει· τὰ δὲ δὴ πλείω καὶ μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν· ἐπὶ δὲ ἀνθρώπων, ὡς τὸ, ἐφʼ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευε· σημαίνει δὲ ἡ λέξις τὸ, τὰς ἐλπίδας ἐπὶ τούτωι εἶχεν. Ἔσβη: ἐσβέσθη· ἐπαύσατο. Ἐσδραμύλιξον: εἴσδραμε. Ἐσέφθην: τὸ ἐσεβάσθην· Σοφοκλῆς. Ἐσθήματα: ἱμάτια. Ἐσθλά: ἀγαθά. Ἔσθοντες: ἐσθίοντες. Ἔσθος: ἱμάτιον. Ἔσθʼ ὅτε: ἔστιν ὅτε. Ἐσίνοντο: ἐβλάπτοντο. Ἔσκαλεν: ἐσκάλευεν· ἐσάλευεν· ἠρεύνα. Ἐσκήνησαν: ἀντὶ τοῦ ωἴκησαν. Ἐσκληκότα: προσλιπαροῦντα· προσεσκληκότα· μετῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων. Ἐσκοπεῖτο: ἀνεσκόπει. Ἐσκοπίαζε: περιέβλεπεν. Ἐσκοροδισμένος: παρωξυμμένος· ἀπὸ τῶν σκορόδων· μεταφορὰ δὲ ἀπὸ τῶν ἀλεκτρυόνων τῶν διὰ τὴν νόσον χριομένων σκόροδα. Ἐς κόρακας: εἰς τὸ σκότος· εἰς ὄλεθρον. Ἐς κόρακας: Βοιωτοῖς ὁ θεὸς ἔχρησεν, ὅπου ἂν λευκοὶ κόρακες ὀφθῶσιν, ἐκεῖ κατοικεῖν· περὶ δὲ τὸν Παγασιτικὸν κόλπον ὑπὸ παίδων ἀκάκων γυψωθέντας κόρακας ἰδόντες περιπετομένους· τοῦ Ἀπόλλωνος ωἴκησαν χωρίον κόρακας· ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς, τοὺς φυγαδευομένους εἰς αὐτὸ ἔπεμπον· οἱ δὲ, ὡς τοῦ ζώου ἀναιδοῦς καὶ δυνατικοῦ τῶν ἀνθρώπων ὄντος· Ἀριστοτέλης δέ φησι· λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων, τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας, ἐᾶν ζῶντας· καὶ ἐπιλέγειν τῶ λοιμωῖ, φεῦγʼ ἐς κόρακας· ὁ δὲ Αἴσωπος μυθικῶς· κολοιὸν μέγαν νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι, πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ, πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δὲ ἀγανακτήσαντας, παίειν αὐτὸν λέγοντας· φεῦγʼ ἐς κόρακας· Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνωδέσι νεοσσοποιεῖσθαι, λέγειν ἡμᾶς· φεῦγʼ ἐς κόρακας. Ἔσμα: Ἀριστοτέλης· ὅπερ Θεόφραστος μίσχον· ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων. Ἐσμός: πληθύς· ὄχλος· κυρίως τῶν μελισσῶν· παρὰ τὸ ἅμα πετομένας ἴεσθαι. Ἐσμυρνισμένον: σμύρνηι ἐπεστυμμένον· μύρον γὰρ παρὰ τὸ τηῖ μοίραι συνέψεσθαι. Ἐς ὀλβίαν: ὡς εἰς μακαρίαν· τὸ εἰς Αἵδου. Ἐς ὀψιγόνους: τοὺς μετὰ ταῦτα. Ἐσπάριζεν: οὐκ ἐσκάριζεν. Ἐσπάθα: σπάθη ὕφαινεν ἢ διέφθειρε τὰ οἰκεῖα. Ἐσπαθημένος: πεπυκνωμένος· ἀπὸ τῶν κατακρουουσῶν σπαθῶν τὴν κρόκην. Ἐσπαθᾶτο: Δημοσθένης ἐν τωῖ κατʼ Αἰσχίνου· ἀντὶ τοῦ ἀπώλλυτο· παρὰ τὴν σπάθην· ἢ τὸ ἐρρίπτετο· ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο, ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὰ ὑφαινόμενα. Ἑσπέραν λέγουσι τὴν τοῦ ἡλίου δύσιν· καὶ ἀφʼ ἑσπέρας· οὐκ ἀφʼ ἑσπέρου. Ἕσπερον κέλευθον: ἑσπέριον· ἐπὶ δυσμὰς ὁδόν. Ἑσπέται: εἰπεῖν ποιήσαντες. Ἔσταλκεν: ἐμείωσεν. Ἐσταθευμένον: τὸ κεχλιασμένον τῶ πυρί· καὶ σταθεῦσαι διὰ τοῦ θ· οὐχὶ στατεῦσαι. Ἔστʼ ἄν: ἕως ἄν. Ἐστηλιτευμένον: ἀναγεγραμμένον. Ἐστῆξι: τὸ μέλλον λέγουσι· καὶ ἔστηξε καὶ τὰ ὅμοια οὕτως. Ἑστιᾶν: τρέφειν· καὶ ἑστιᾶσθαι· τρέφεσθαι· εὐωχεῖσθαι. Ἑστία: δίαιτα· οἴκησις· βωμός· χυτρόπους· ἐσχάρα. Ἑστιατόρια: ἑστίασις. Ἑστιάτωρ: ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν· δαιτυμόνες δὲ οἱ ἀριστηταί. Ἑστία θύομεν: ἀφʼ ὧν οὐκ ἔξεστι μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν· ἢ ἐφʼ ὧν οὐκ ἐκφέρεται ἀπὸ τῆς θυσίας. Ἐς τί ἔτι: μέχρι τινος. Ἔστιν: ἡ πρώτη ὀξεῖα ἐπειδʼ ἂν ἀποφαινώμεθα αὐτοὶ περὶ τοῦ ὑπάρχειν τί· Ἔστι πόλις Ἐφύρη· ὅτʼ ἂν δὲ πρὸς ἐρώτησιν ἀποκρινώμεθα, τὴν ὑστέραν ὀξυτονητέον. Ἑστιῶν: ἀριστοποιῶν. Ἐστόμφασεν: ἠλαζονεύσατο· ἢ σπάθη καθύφηναν· ἀντὶ τοῦ διέφθειραν τὰ ἐν τηῖ οἰκίαι. Ἐς τὸν λιμένα: ὅτʼ ἂν γὰρ ὁρῶνται ἀπὸ τῆς πόλεως σφοδρότερον ἐρέσσουσιν· ὅθεν παροιμία κατὰ τὸ ἐλλιπές· Ἀττικὸς ἐς τὸν λιμένα· λείπει γὰρ ἰσχυρός. Ἐστρωμνημένος: ὁ ἐν τηῖ στρωμνηῖ μένων. Ἐστορέσθη: ἐστρώθη· ὡμαλίσθη. Ἐσφάλιζεν: ἠσφάλισεν· ἔσφηλεν· ἔδησεν· οὕτω καὶ τὸ πέδαις δῆσαι, πεδῆσαι. Ἐσφηκωμένον: ἐσφιγμένον· ἀπὸ τῶν σφηκῶν· οἱ κατὰ μέσον εἰσὶν ἐσφιγμένοι· ἔνθεν καὶ ὁ σφήν· Σοφοκλῆς Αἰθίοψι τοὺς ἐσφιγμένους μύρμηκας τηῖ σαρκώσει· Τετράπτεροι γὰρ νῶτον ἐν δεσμώμασι Σφηκοι κελαινόρινες· Ὅμηρος· —χρυσωῖ τε καὶ ἀργύρω ἐσφήκωντο. Ἔσφηλε: κατέβαλε. Ἐς φοινικίδας καταξάναι· αἱματόρρυτον ποιῆσαι· οἱ δὲ ὅτι εἰς φοινικίδα κατέξαινον τὰ ἔρια· οἱ δὲ ὅτ οἱ Λάκωνες ἐν φοινικίσι παρετάττοντο. Ἐς Φρεάτου: Φρέατος τόπος τῆς Ἀττικῆς· ἐν ωἷ ἐδίκαζον περὶ φόνου. Ἐσχάρα: ἡ ἐπὶ γῆς ἑστία στρογγυλοειδής· ἀφʼ ἧς ἐσχάρας λέγομεν καὶ τὰ κοῖλα καὶ περιφερῆ ἕλκη· ὁ δὲ βωμὸς, τὸ ἐν ὕψει ἐστὶ πρὸς θυσίαν οἰκοδόμημα. Ἐσχάρα: ἐσχάραν φησὶ καλεῖσθαι Λυκοῦργος καὶ Ἀμμώνιος τὴν μὴ ἔχουσαν ὕψος, ἀλλʼ ἐπὶ γῆς ἱδρυμένην· ἢ κοίλην· παρὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. Ἐσχάραι πυρός: ἐπὶ ἐδάφους ἀνθρακιαί. Ἐσχάρας: τὰ τῶν γυναικῶν αἰδοῖα. Ἐσχάριον: θυμιατήριον κοῖλον. Ἐσχαρίτην: ψωμίον ἀπὸ κλιβάνου. Ἐσχάτη ἀδικία: ἄκρα τὲ καὶ τελεία. Ἐσχατιά: τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον· οἷς γειτνιᾶ, εἴτε ὄρος, εἴτε θάλασσα. Ἐσχατίαν: ἔσχατον τόπον γῆς· ἢ τὰ νομὰς ἔχοντα χωρία, ὡς καὶ Ἀριστοτέλης ἐν τωῖ ηʹ περὶ τῆς Πολιτείας. Ἔσχατος Μυσῶν: Ἕλλησι λοιμωῖ κρατουμένοις ὁ θεὸς ἔχρησεν ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν· οἱ δὲ τὸ μὲν πρῶτον ἠπόρουν· αὖθις δὲ τὴν Αἰολίδα παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον· ἔνιοι τὴν παροιμίαν ἔκ τινος χρησμοῦ λέγουσι Τηλέφω μαντευομένω γεγονέναι περὶ γονέων, ἐπί τινας τόπους ἐλθὼν, εὕροι τοὺς γονεῖς· τὸν δὲ θεὸν προστάξαι πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν· ἀφικόμενον δὲ εἰς Τευθρανίαν, νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσοὺς, ἐπιτυχεῖν τηῖ μητρὶ αὐτοῦ· τάττεται ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων. Ἔσχε: κατέπαυσε. Ἐσχεδίαζον: ἡτοίμαζον. Ἐσχάτως: ἄκρως· Μένανδρος· —φοβοῦμαί σʼ ἐσχάτως. Ἔσχεν: ἐπέσχε· Μένανδρος. Ἔσχετο: ἐπεσχέθη. Ἐτεοβουτάδαι: γένος πολὺ, λαμπρόν· ἀπὸ Βούτου· ἀφʼ οὗ ἱερεῖς καθίστανται Ἀθήνηισιν. Ἐτεοβουτίδαι: γένος Ἀθηναίοις· οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου γεγονότες· ἐκ δὲ τούτων καθίστατο ἡ ἱερεία τῆς Πολιάδος· καθαρῶς δὲ ἦν Ἀττικὸν τὸ γένος καὶ γνήσιον· τὸ γὰρ ἐτεὸν τὸ ἀληθὲς δηλοῖ. Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. Ἔτειρε: κατεπόνησε. Ἐτεόν: ἀληθῶς. Ετια: Ἑταίρας Ἀφροδίτης ἱερὸν Ἀθήνηισιν· ἀπὸ τοῦ συνάγειν ἑταίρους καὶ ἑταίρας. Ἑταίρα: φίλη· πόρνη. Ἑταιρικός: ὁ εἰς ἑταίρας καταφερής. Ἑταιρίστριαι: γυναῖκες φιλίας κτώμεναι. Ἑταιριζομένη: ἐρεθιζομένη· προσκνωμένη. Ἑταιρισάμενος: συνεργήσας. Ἑταιρία: ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τούνομα τέταχεν Ἀνδοκίδης. Ἑταιρήσας: πορνεύσας. Ἑταιρίστριαι: αἱ καλούμεναι τριβάδες. Ἑταιρῶν ἀνθίνων: νόμος Ἀθήνηισι τὰς ἑταίρας ἄνθινα φορεῖν. Ἕταις: ἑταίροις. Ἑταιρεῖν: καὶ ἐπὶ τοῦ φιλονεικεῖν. Ἑτερότοιχα: ἀσύμφωνα. Ἐτέλει: ἐτέτακτο. Ἐτελέσθησαν: ἐμιάνθησαν· μετέσχον τῆς μιαρᾶς συνουσίας. Ἐτέλεσε: κατήνυσε· Θουκυδίδης· ἐς Φάρσαλον ἐτέλεσεν. Ἑτεραλκέα: ἑτεροκλινῆ. Ἑτεροιούμενοι: ἀλλοιούμενοι. Ἑτεροῖον: ἀλλοῖον. Ἕτερος: Φερεκράτης ἐπὶ πολλῶν. Ἕτερος: ἐπὶ δυεῖν λέγουσιν. Ἑτερόγναθος: ἀπειθής· ἢ ὁ ἄπληστος καὶ ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων. Ἑτερομάσχαλος: χιτὼν δουλικὸς, ἣν ἐξωμίδα λέγουσιν. Ἑτερόφθαλμος: ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημοσθένης ἐν τῶ κατὰ Τιμοκράτους. Ἑτέρωθι: ἐν ἑτέρω τόπω. Ἑτέρωσέ ποι: ἐφʼ ἕτερον τόπον. Ἑτερόπλουν λέγουσι καὶ ἀμφοτερόπλουν. Ἑτερόφθαλμος: οὕτως λέγουσιν, οὐ μονόφθαλμος. Ἑτέρωσε: ἀλλαχόσε. Ἔτειον: ἐνιαύσιον· ἐπέτειον δὲ τὸ μὴ μόνιμον, ἀλλὰ πρὸς ἐνιαυτὸν ἀκμάζον. Ἔτλης: ὑπέμεινας. Ἔτνος: εἶδος ὀσπρίου. Ἔτνα: τῶν ὀσπρίων τὸν χυλόν. Ἔτνος: ἕψημα. Ἐτνήρυσιν: λέγουσι δὲ καὶ ζωμήρυσιν· Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ὦ μῆτερ, ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν. Ἐτησίαι: οἱ ἀπὸ Βορέου ψυχροῦ πνέοντες ἄνεμοι. Ἐτήσιοι: πρόσκαιροι· Ἐτήσιοι γὰρ πρόσιτʼ ἀεὶ πρὸς τὴν τέχνην· Κρατῖνος Δηλιάσιν. Ἐτιθήνευσεν: οὐκ ἐτρόφησεν. Ἔτος: μάτην. Ἐτόπασεν: ὑπενόησεν· ἐνόμισεν. Ἐτραγώδουν: ἐχόρευον. Ἐτρύχωσεν: ἐξέτριψεν. Ἐτύγχανεν: ἔτυχεν. Ἐττημένα: σεσησμένα· Φερεκράτης. Εὐαγές: ἁγνόν· εὐσεβές· ὅσιον· θειότατον. Εὐάγωγον: εὐχερές. Εὐάγωγον: εὐθήρατον· εὔληπτον. Εὐαγωγία: εὐπαιδευσία. Εὐαγγέλειν ὑφʼ ἓν λέγουσι καὶ καταγγέλλειν. Εὐαγής: μεταφορικῶς κύκλος. Εὐάγκαλον: εὐβάστακτον. Εὐαγόρας: ὄνομα κύριον. Εὐαίων: ὄνομα κύριον. Εὐανδρία: Δείναρχος· εὐανδρίας ἀγὼν ἤγετο. Εὐάνθης γλῶσσα: Εὐαλδεῖ: εὐεξεῖ. Εὐάντητος: εὐαπάντητος. Εὐάντητος: εὐικέτευτος· ἄντεσθαι γὰρ τὸ ἱκετεῦσαι. Εὐάντυγα: εὐάξονα. Εὐαφές: εὐμάλακτον· εὐψηλάφητον. Εὖ βεβηκότα: εὐσταθῆ. Εὐβοιεῖς: οὐκ Εὐβοεῖς. Εὔβοτον: καλὰ βοσκήματα ἔχον. Εὔβουλος: δημαγωγὸς ἦν ἐπιφανέστατος· ἕτερος δέ ἐστιν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερίδης. Εὖγε: καλῶς· ὁσίως· λέγεται δὲ καὶ ἐπὶ εἰρωνείας πολλάκις. Εὐγενέστερος Κόδρου: τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου· πατρὸς δὲ Μέδοντος καὶ Νείλεω· οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις· ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας ἐδέξατο· ἐν οἷς καὶ Μέλανθον· χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως· νοήσας τὸν χρησμὸν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα, καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων, ἕνα ἐξ αὐτῶν ἀνεῖλε· διοργισθέντες δὲ οἱ λοιποὶ συλλαβόντες αὐτὸν ἀνεῖλον· ὡς Δήμων. Εὐγηρότατος: καλὸς γέρων· ἀξιότιμος. Εὐγμαοδείων: εὐχῆς ἀξίων. Εὐγνώμων: τὸν εὔγνωστον λέγουσι· καὶ τὸν μὴ γινωσκόμενον ἀγνώμονα. Εὐγνωμοσύνη: εὔνοια· γνησιότης. Εὐδείπνους: τὰς τοῖς τεθνεῶσιν ἐπιφερομένας χοάς. Εὐδιάλογος: ὁ εὐόμιλος. Εὐδαιμονία: εὐτυχία· εὐπραγία. Εὔδικος: εἷς ἐστιν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης. Εὐδίαιος: χειμάρρους· καὶ τὸ τρῆμα τῆς νεὼς, διʼ οὗ ἡ ἀντλία ἐκρεῖ. Εὐδαιμονέστατος: εὐτυχής· πλουσιώτατος· μακαριστότατος. Εὔδμητον: καλῶς ωἰκοδομημένον. Εὐδοκιμοῖ: καὶ εὐδοκιμοίη· τὸ εὐκτικὸν ῥῆμα· καὶ ποιοῖ καὶ ποιοίη· καὶ τᾶλλα τὰ ὅμοια σὺν τῶ η καὶ ἄνευ τούτου. Εὕδοντι δʼ αἱρεῖ κύρτος: παροιμία· καθεύδουσι γὰρ καθέντες τοὺς κύρτους· παρὰ τοῦτο ἐποίησε Κρατῖνος Ἀρχιλόχοις· Εὕδοντι δʼ αἱρεῖ πρωκτός. Εὗδον: ἐκάθευδον. Εὐδρανής: Εὖ δρῶσι: καλῶς ποιοῦσιν. Εὖ εἰδότες: καλῶς γινώσκοντες. Εὖεν: ἔβρεχεν. Εὐέδρως: βεβαίως. Εὔειρον: εὐέριον. Εὔεικτον: εὐπειθές· καλῶς εἶκον. Εὖ ἔχειν στόμα: τὸ εὐφημεῖν· οὕτως Εὔπολις. Εὐεκτικῶς: σχετικῶς. Εὐεξία: εὐρωστία σώματος. Εὐεπής: Εὐερμία: εὐτυχία· ὡς δυσερμίαν ἀτυχίαν· ἐντεῦθεν καὶ τὰ ἀπὸ τῆς τύχης εὑρήματα κοινὸν Ἑρμῆν ἔλεγον. Εὐερνής: εὐθαλὴς βλαστός. Εὐερκής: εὖ τετειχισμένη. Εὐερνῶ: εὐτυχῶ. Εὐετηρία: εὐθηνία· εὐνομία· εἰρήνη· τὸ καλῶς διακεῖσθαι. Εὐζωΐτου: καλῆς ζωῆς. Εὔζωνοι: ἔνοπλοι· ἢ οἱ μὴ ἔχοντες φορτία. Εὔζωνος: ἡ εὔτοκος· καλή. Εὔζωρον: εὐκέραστον. Εὐηθείας: μωρίας· ἀνοίας. Εὐήθης: βλάξ· ἀνόητος· ἢ ἄχρηστος τὸ ἦθος· ἢ μωρὸς εὐφήμως. Εὔηθες: ἐπὶ τοῦ βελτίονος· καὶ Θουκυδίδης καὶ ὁ φιλόσοφος. Εὐήλατον: τὸ καλῶς ἐληλασμένον. Εὔειλος: εὐήλιος· Ἀριστοφάνης. Εὐερκίας: εὐπρεποῦς ἀσφαλείας καὶ περιφράξεως. Εὐέστω: εὐθένεια· παρὰ τὸ ἑστάναι. Εὐζωρότερον: ἀκρατότερον. Εὐήθης: οὐ μόνον ὁ μωρὸς καὶ ἄνους· ἀλλʼ ἐσθʼ ὅπη καὶ ὁ χρηστὸς, ἀπὸ τοῦ εὖ ἔχειν τὸ ἦθος. Εὔηθες: ἐπὶ τοῦ ἀγαθοῦ· ἐν τωῖ κατὰ Τιμοκράτους λόγωι. Εὐημερίαν: τὴν εὐδαιμονίαν· καὶ Ξενοφῶν ἐν τοῖς Ἑλληνικοῖς καὶ Φερεκράτης. Εὐημερία· ὡς ἐν τηῖ συνηθείαι: Ἄλεξις Ὀλυνθία· Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι· καὶ εὐημερήσαντος Ὑπερίδης. Εὐηνέμους: εὐδιεινούς· καλούς· ἀχειμάστους. Εὐηνιώτατα: εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. Εὐήνιον: εὐπειθές· καλῶς ἡνιοχούμενον· ἡνία γὰρ τὰ λῶρα. Εὐήνιος: πρᾶος· ἐπὶ μηδενὶ ἀνιώμενος· ἢ εὐπειθής· ἀπὸ τῶν ἵππων μετάγοντες. Εὐήνορα: τὸν ἀνδρείαν ποιοῦντα· ἐπὶ τοῦ οἴνου· ἐπὶ δὲ τοῦ χαλκοῦ, τὸν εὖ τὸν ἄνδρα τιθέντα. Εὔηνος: δύο ἀναγράφουσι γεγράφθαι ἐλεγείων ποιητάς· καὶ ἀμφοτέρους Παρίους. Εὐήρεια: εὔπλοια· εὐχέρεια. Εὐηρές: ἐπιεικές· πρᾶον. Εὐήροτον: καλῶς ἠροτριασμένον. Εὐήτριον: ἱμάτιον εὐυφές· ἢ τὸ ὁμαλὸν ὕφασμα. Εὐῆρες: εὐάγωγον· ἀπὸ τῆς εἰρεσίας. Εὐθέ: λέγουσι καὶ εὐθέως· τὸ δὲ εὐθὺ, χωρὶς τοῦ σ, ἐπὶ τόπου τιθέασιν. Εὐθέος: φανεροῦ· εὐθοῦς. Εὐθενεῖν: ἐν τῶ ε λεκτέον· οὐχὶ εὐθηνεῖν. Εὖ θέσθαι: καλῶς διοικῆσαι. Εὐθετῆσαι: κοσμῆσαι· συνθεῖναι. Εὐθημονεῖσθαι: εὖ τίθεσθαι· ἢ συγκεῖσθαι. Εὐθίας: τῶν ἐπὶ συκοφαντίαι διαβεβλημένων ἦν ὁ Εὐθίας. Εὔθικτον: εὐαφές· εὐψηλάφητον. Εὔθινος: ἀρχὴ ἦν τίς· ἐξ ἑκάστης δὲ φυλῆς ἕνα κληροῦσι· τούτω δὲ δύο παρέδρους. Εὔθρυπτα: ψωμοὶ οἴνω βεβρεγμένοι· οἷς ἐπιχεῖται καὶ φακή. Εὐθύ: κατευθύ· καὶ κατεναντίον· ἐπʼ εὐθείας. Εὐθυβόλωι: ἐξ εὐθείας βάλλοντι. Εὐθυγενής: ἴσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος. Εὐθυγνωμίας: ὁ μάρτυς· ὡς τὴν οἰκείαν γνώμην εὐθείαν διὰ λόγου παριστῶν. Εὐθυμοσύνη: τάξις. Εὐθύδημον: ἁπλοῦν δημότην. Εὐθυεπίαις: ὀρθολογίαις. Εὐθυδικία: ὅτʼ ἂν εἰσάγηταί τις κριθησόμενος περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου· τοῦτο εὐθυδικία καλεῖται· περὶ ὧν γὰρ κεκρίσθαι τίς φησὶ, περὶ τούτων παραγράφεσθαι ἐφεῖται. Εὐθὺ Λυκείου: τὸ εἰς Λύκειον· ὅθεν Ἐρατοσθένης καὶ διὰ τοῦτο ὑποπτεύει τοὺς Μεταλλεῖς· καὶ Εὐριπίδης οὐκ ὀρθῶς· Τὴν εὐθὺς Ἄργους καὶ Ἐπιδαυρίας ὁδόν. Εὐθύναι: οἱ ἀπολογισμοὶ τῶν ἀρξάντων· καὶ εὔθυνοι οἱ τούτους ἀνακρίνοντες· Νόμων ιβʹ· εἰ δὲ μὴ τούτους κατευθύνειν αὐτοὺς κατευθύνοντα· καὶ μετʼ ὀλίγα· διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι· ἡμεῖς τούτους λογιστὰς λέγομεν. Εὐθύνα: κυρίως ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως· ἢ πρεσβεῦσαι κακῶς· καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κληροῦσι· κατηγορεῖ δὲ ὁ βουλόμενος· καὶ τοῖς δικασταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. Εὐθύναι: ὄνομα ἀρχῆς παρὰ Ἀθηναίοις· δέκα δὲ τὸν ἀριθμὸν ἄνδρες ἦσαν· παρʼ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες, ἢ ἄρξαντες, ἢ διοικήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας. Εὐθύναι: ἐξετάσαι ὀρθῶς. Εὐθύνοντας: ὁρμῶντας. Εὔθυνος: εὐθυντής. Εὐθύνας: δίκας· τιμωρίας. Εὐθύνουσιν: ἐρωτῶσι· δίκας εἰσπράττουσιν. Εὐθύωρον: ἀντὶ τοῦ κατʼ εὐθεῖαν· οὕτως Ἀντιφῶν καὶ Ξενοφῶν. Εὐθύορον: τόπος ἐστὶν ἐπʼ εὐθείας ἔχων τὸν ὅρον. Εὐθυτενίζουσα: ὀρθῶς βαδίζουσα· ἐπιτατικῶς τρέχουσα· ὀρθῶς φρονοῦσα· ἀπταίστως ψηφιζομένη· τὸ εὐθὺ σκοποῦσα· καὶ εὐθυτενίζων, ὁ μάρτυς ὁ τὰ εὐθῆ ἀπαρέγκλητα διατηρῶν· καὶ εὔρυθμον τὴν οἰκείαν γνώμην διὰ τῆς εὐθυλογίας παριστῶν· ἀπὸ μεταφορᾶς τῆς ἐπιτεταμένης νευρᾶς. Εὐθυρήμων: ἑτοιμολόγος. Εὐθὺς καὶ εὐθέως: ἀμφότερα Ἑλληνικά· τὸ δὲ εὐθὺ διαφέρει τούτων· οὐ γὰρ τὸ παραχρῆμα σημαίνει· ἀλλὰ τὸ ἕως καὶ εἰς· οἷον, εὐθὺ σκοποῦ· ἀκριβὲς κατʼ εὐθεῖαν. Εὐθύ: σύνεγγυς σημαίνει. Εὐθυωρίαν: τὴν εὐθύτητα. Εὐιλατεύειν: εὐμενῆ εἶναι. Εὖ ἴσθι: καλῶς γνῶθι. Εὐκατάπριστος: εὐκατάκαυστος. Εὐκερματεῖν: Εὔβουλός που κέχρηται τῶ ὀνόματι. Εὔκηλον: εὔκαυστον: εὔσχιστον· Ἴων ἐν Ὀμφάλην Ἐξανθρακώσας πυθμένʼ εὔκηλον δρυός. Εὐκλευές: Εὔκληρος: εὐεπίτευκτος. Εὐκλεία: καὶ τὰ ὅμοια: μακρὰ ἡ τελευταία καὶ παροξύνεται· ὥσπερ καὶ Ἐρατοσθένης ἐν ιβʹ περὶ κωμωιδίας. Εὐκληρία: εὐτυχία. Εὔκολος: ῥάδιος καὶ οὐ συχνός· ὁ ἐναντίος τωῖ δυσκόλω. Εὐκόμιστος: ἐπιμελείας εὖ τετευχώς· κομιδὴ γὰρ ἡ ἐπιμέλεια· —ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα. Εὔκρας: εὔκρατος· Εὐριπ. Βροτοῖσιν εὔκρας οὐ γένοιτʼ ἂν ἡδέως· ἐν Ἀντιόπηι. Εὐκρινής: συνήθως μὲν ὁ ἐξ ἀρρωστίας ὑγιάνας λέγεται, διὰ τὸ εὖ κεκρίσθαι· οὗτοι δὲ καὶ ἐπὶ τοῦ νεκροῦ τιθέασι κατὰ ἀντίφρασιν. Εὐκρινές: εὐχερές. Εὐκτάζου: εὔχου. Εὐκταῖον: εὐχῆς ἄξιον πολύτιμον· ὑγιές. Εὔκυκλος: εὔχορος. Εὐλάβησον: καὶ εὐλαβῆσαι λέγουσιν. Εὐλαβοῦ: φυλάσσου. Εὐλαχα: τὸ ἄροτρον παρὰ Θουκυδίδηι· Δώριος δὲ ἡ λέξις. Εὐληματεῖ: εὖ ἔχει λήματος καὶ ἀνδρείας. Εὐλόγηκεν: ἐβλασφήμησεν. Εὐλογιστίας: εὐλογίας· εὐβουλίας. Εὐμάρειαι: εὐχέρειαι. Εὐμαρής: εὔκολος· εὐχερής. Εὐμάρειαν: ῥαστώνην· εὐχέρειαν· οἱ δὲ Ἴωνες τὸ περί τινα τῶν ἀναγκαίων τοῦ σώματος ἐκκρίσεων ἀσχοληθῆναι· οἷον οὐρῆσαι· ἀποπατῆσαι. Εὐμαρίδες: ὑποδημάτων γένος. Εὐμενίδες: Αἰσχύλος Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ Ἀθηνᾶ ἐπράϋνε τὰς Ἐρινύας· ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην· Εὐμενίδας αὐτὰς ὠνόμασεν· εἰσὶ δὲ τρεῖς· Ἀληκτώ· Μέγαιρα· Τισιφόνη. Εὐμεταβολώτερος κοθόρνου: κόθορνος ὑπόδημα ἁρμόζον δεξιῶ τὲ καὶ εὐωνύμωι ποδί· ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν τριάκοντα, κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι· ἐπὶ τῶν συστρεφομένων οὖν συνεχῶς ἡ παροιμία κεῖται. Εὐμοιρία: εὐκληρία. Εὐμολπία: πολλάκις τῆς ἡμέρας τρεπόμενος· ἢ εὐφρονίαι· ἢ εὐμενείαι. Εὐμολπίδαι: πατρία Ἀθήνηισιν ἀπὸ Εὐμόλπου· ἐγένοντο δὲ τρεῖς· ὁ μὲν ἐκ Θράκης ἐπιστρατεύσας, ὃν οὐ προσποιοῦνται οἱ Εὐμολπίδαι· ὁ δὲ Ἀπόλλωνος καὶ Ἀστυκόμης· ὁ δὲ Μουσαίου καὶ Δηϊόπης. Εὐμολπίδαι: γένος ἀπὸ τοῦ Θρακὸς, ὃς καὶ τὴν μύησιν εὗρεν· ἢ ἀπὸ τοῦ Μουσαίου υἱοῦ, ὃς ἦν ἀπὸ τοῦ δευτέρου πέμπτος. Εὐνάς: κοίτας· ἢ ἀγκύρας. Εὐνάς: ἰδίως Θουκυδίδης τὰ ἐπίγεια· τὸ ἥμισυ αὐτοῖς τοῦ στρατεύματος ἐν τωῖ πρόσθεν ἦν τεταγμένον ἐπὶ ὀκτώ· τὸ δὲ ἥμισυ ἐν ταῖς εὐναῖς ἐν πλαισίωι. Εὐναῖος: ἐγκεκρυμμένος· Σοφοκλῆς Δόλοψιν· Εὐναῖος εἴη δραπέτιν στέγην ἔχων. Εὖ νένηται: εὖ πεπλήρωται. Εὐνηθέντες: κατακοιτασθέντες. Εὐνεῖδαι: γένος Ἀθήνηισι μουσικόν· ἀπὸ Εὔνεω τοῦ Ἰάσονος καὶ Ὑψιπύλης. Εὐνεῖδαι: γένος ἐστὶ παρὰ Ἀθηναίοις οὕτως ὀνομαζόμενον· ἦσαν δὲ κιθαρωδοὶ, πρὸς τὰς ἱερουργίας παρέχοντες τὴν χρείαν. Εὖνοι: οἱ εὐνοοῦντες. Εὐνοίας: φιλίας. Εὐνομουμένη: εἰρηνεύουσα· εὐθηνουμένη· καλῶς διακειμένη. Εὐνούστατα: φιλίως. Εὐνοῦχος: οὐ σπάδων ὑπὸ τῶν Ἀττικῶν καλεῖται. Εὔογκον: οὐ τὸ μέγα· ἀλλὰ τὸ μέτριον τωῖ ὄγκω. Εὔνοστος: θεὸς ἐπιμύλιος· ἡ δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων. Εὐοί· σαβοί: μυστικὰ μέν ἐστιν ἐπιφθέγματα· φασὶ δὲ τηῖ Φρυγῶν φωνηῖ τοὺς μύστας δηλοῦν· ἀφʼ οὗ καὶ ὁ Σαβάζιος Διόνυσος. Εὐοί· σαβοί: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· Βακχικόν τι ἐπίφθεγμά ἐστιν. Εὐορνιθίαν: Σοφοκλῆς ἐπὶ οἰωνῶν. Εὐόφθαλμον: τὸ εὔοπτον. Εὐοφθάλμως: Ἀντιφῶν· ἀντὶ τοῦ εὐπρεπῶς. Εὔξεινον: ὄνομα πελάγους. Εὔξοον: καλῶς ἐξεσμένον. Εὐόργητος: πρᾶος. Εὐόχοον: πλήρη· ἀπὸ τῶν ποταμῶν μετῆκται. Εὖ παρασχόν· ἀντὶ τοῦ παρασχόντος· δῆλον δὲ τοῦ δαίμονος· ὅ ἐστι δωρησαμένου τὴν νίκην. Εὐπάρεδρον: καλῶς παραμένον καὶ διηνεκῶς. Εὐπάθεια: διάχυσις καὶ ἄνεσις τῆς ψυχῆς καὶ τρυφή. Εὐπατρίδαι: οἱ αὐτόχθονες καὶ μὴ ἐπήλυδες. Εὐπάριστον: εὐπαράγωγον. Εὐπάρυφα: εὐκατέργαστα ἢ πλούσια. Εὐπάρυφος: ὁ πλατεῖαν παρυφὴν, τουτέστι πορφύραν, ἔχων. Εὐπατρίδαι: εὐγενεῖς. Εὐπερίστατον: μωρόν· ταχέως περιτρεπόμενον. Εὐπετής: εὐχερής. Εὐπετῶς: ῥαδίως· εὐχερῶς· εὐκόλως καὶ εὐσταλῶς. Εὐπινές: τὸ ἀφελὲς καὶ μὴ λίαν τετημελημένον· ἀλλὰ μέτριον πίνον ἔχον. Εὐπλοκαμίδες: καλλιπλόκαμοι. Εὔπονος: εὔποτος. Εὐπότμως: εὐτυχῶς. Εὐπραξίαν: οἱ παλαιοὶ κωμικοὶ διὰ τοῦ ξ· Θουκυδίδης δὲ διὰ τοῦ γ. Εὔπρωρον: εὐπρόσωπον. Εὔπρηστον: εὐφύσητον. Εὔπτορθον: εὔκλαδον. Εὐράχαντες: ἥκοντες· ῥαχίας γὰρ ἐκάλουν τοὺς τραχεῖς καὶ παρήκοντας τόπους. Εὕρασθαι: ἐκποιήσασθαι· περιποιήσασθαι. Εὑρέσθαι: ἐκπορίσασθαι. Εὑρήματα: βουλεύματα. Εὑρήματα: οὐχὶ εὑρέματα. Εὑρησιεπής: καινολόγος. Εὑρεσιέπεια: εὑρεσιλογία. Εὑρεσιλόγος: φλύαρος· ἑτοιμολόγος. Εὑρήσεται: ἀντὶ τοῦ εὑρεθήσεται. Εὔριζον: πλατὺ ὄν: ἢ καλὰς ῥίζας χαροποιοὺς ἔχον. Εὔωνον: εὐτελές. Εὐώνυμον: λέγουσιν, οὐ μόνον ἀριστερόν· καὶ παρὰ Θουκυδίδηι πλεῖστον. Εὐωρεῖ: παίζει· μετεωρίζεται. Εὐωρία: ὀλιγωρία· εἴληπται δὲ ἐκ τῶν ἐναντίων. Εὐωρία: ψιλῶς τὸ μὴ πάνυ φροντίζειν· ἀλλὰ ῥαθυμότερόν πως ἔχειν. Εὐωριάζειν: ἀφροντιστεῖν κατὰ ἀντίφρασιν· ὥρα γὰρ ἡ φροντίς. Ἔφα: εἶπεν. Ἐφάλια: παραθαλάσσια. Ἐφάμιλλον: ὅμοιον· ἴσον. Ἐφάπαξ λέγουσιν. Ἐφαύλιζον: εὐτέλιζον. Ἐφάψασθαι: ἄρξασθαι· ψηλαφῆσαι. Ἐφάψαι: ἐπὶ τοῦ δῆσαι λέγουσι τὸν λελυμένον ἱμάντα τοῦ ὑποδήματος. Ἐφεδρεύει: ἐπικάθηται. Ἐφεδριάζειν: παιδιὰ τίς. Ἐφʼ ἑαυτῆς: διʼ αὐτῆς. Ἔφεδρον: δίφρον τραπεζοειδές. Ἔφεδρος: ταυλιστὴς τρίτος· καὶ ἐνεδρεύων. Ἐφεῖτο: συνεχωρεῖτο. Ἐφεῖτο: ἐνετείλατο. Ἐφεκτοὺς τόκους: οἱ ἔγγραφοι τόκοι· οἷον ἐπεχόμενον καὶ ὡρισμένοι· μὴ μέντοι προϊόντες μήτε συλλεγόμενοι. Ἔφεκτος τόκος: ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου. Ἐφελκυστής: βοηθός. Ἐφέζεται: ἐπικάθηται. Ἐφέξει: σταθῆ· ἐφελκύσει. Ἐφέσια γράμματα: ἐπωδαί τινες δυσπαρακολούθητοι· ἃς καὶ Κροῖσον ἐπὶ τῆς πυρᾶς εἰπεῖν· καὶ ἐν Ὀλυμπία Μιλησίου καὶ Ἐφεσίου παλαιόντων, τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν, διὰ τὸ τὸν ἕτερον περὶ τῶ ἀστραγάλω ἔχειν τὰ Ἐφέσια γράμματα· φανεροῦ δὲ τούτου γενομένου καὶ λυθέντων αὐτῶν, τριάκοντα τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον. Ἐφέσια: δυσπαρακολούθητα· ὡς Ἐφεσίων τινῶν οὐσῶν ἐπαοιδῶν δυσπαρακολουθήτων, ὡς προείρηται. Ἐφέσια γράμματα: καὶ Ἐφέσια ἀλεξιφάρμακα· ὀνόματα ἄττα καὶ φωναὶ ἀντιπάθειαν τινὰ φυσικὴν ἔχουσαι. Ἔφεσις: ἡ εἰς ἄλλο δικαστήριον ἐφιεμένη δίκη· ὑπὲρ τοῦ κριθῆναι πάλιν· ἐγένετο δὲ Ἀθήνησιν ἐπὶ τῶν ἐν τοῖς δήμοις ἀποψηφισθέντων· ἐφεῖσθαι γὰρ αὖθις ἐξῆν αὐτοῖς εἰς δικαστήριον περὶ τῆς πολιτείας· καὶ εἰ μὲν ἑάλωσαν, ἐπωλοῦντο ὡς ξένοι· εἰ δὲ μὴ, ἐπανηίεσαν εἰς τοὺς ἐξ ὧν ἀπεψηφίσθησαν δήμους. Ἔφες: ἔπεμπον. Ἐφέσεις: ὁρμάς. Ἔφεσις: ἐπιθυμία· ὁρμή· ἔκκλητος αἵρεσις ἄλλου δικαστηρίου· καὶ μεταγωγή. Ἔφεσις: ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται· καὶ τὸ ἐφεῖναι δὲ ῥῆμα ἐξ αὐτοῦ. Ἐφέστιοι: αὐτόχθονες· σύνοικοι. Ἐφεστιασάμενος: εὐωχηθείς. Ἐφεστρίς: χλανίς. Ἐφεστρίδες: ἐπιβολαί. Ἐφέται: ἄνδρες οἵτινες περιιόντες ἐδίκαζον· ἐφέται δὲ ἐκλήθησαν, ἤτοι ὅτι ἐπὶ αἵματι δικάζουσιν· ἢ ὅτι ἔφεσις παρʼ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι· τουτέστιν ἔκκλητος. Ἐφέται: ἄνδρες ὑπὲρ πεντήκοντα ἔτη γεγονότες· καὶ ἄριστα βεβιωκέναι ὑπόληψιν ἔχοντες· οἳ καὶ τὰς φονικὰς δίκας ἔκρινον· ἐκαλεῖτο δʼ αὐτῶν τὰ δικαστήρια, Ἐφετῶν. Ἐφέται: οἱ δικάζοντες τὰς ἐφʼ αἵματος κρίσεις· ἐπὶ Παλλαδίωι καὶ ἐπὶ Πρυτανείωι καὶ ἐπὶ Δελφινίωι καὶ ἐν Φρεατοῖ· ἐφέται καλοῦνται. Ἐφετικός: ἐπιθυμητικός. Ἐφετίνδα: παιδιὰ τίς· ὅτʼ ἂν ἄλλω προδείξαντες τὴν σφαῖραν, ἄλλωι ἀφῶσιν. Ἐφεψιώμενοι: ἐμπαίζοντες καὶ ἐπισκώπτοντες. Ἐφηβεία: νεότης. Ἔφηβος: παῖς νέος ἐν αὐτηῖ τηῖ ἀκμηῖ· ὅθεν ἐφηβεύων. Ἔφηβον: καὶ τὴν παρθένον ἐνίοτε λέγουσιν. Ἐφήδοιτο: τέρποιτο. Ἐφῆκα: ἔπεμψα. Ἔφηκε: ἐπάνελθε· ἡ πρώτη ὀξεῖα. Ἔφηλος: ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν. Ἔφηλον: καλοῦσιν ὡς ἡμεῖς. Ἐφήγησις: ἐφήγησις ἐστὶ δίκη εἰσαγομένη ἀπὸ τῶν ὑποδεξαμένων τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπιβαίνειν τῆς χώρας· οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅτʼ ἂν τῶν δημοσίων τί κατέχειν δοκῆ τις κρύφα. Ἐφημερία: ἡ πατρία· λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία. Ἐφήμερος: πρόσκαιρος. Ἔφηνεν: ἔδειξεν. Ἐφῆπτο: ἐπεκρέματο· ἐπέκειτο. Ἐφησθεῖεν: ἐπιχαρεῖεν. Ἐφήσθη: ἐχάρη. Ἑφθαλέου: ἑφθοῦ· καὶ ἑφθοῦν· τὸ ὀπτοῦν. Ἐφθάραται: φησὶ Θουκυδίδης καὶ τετάχαται· πάντα τὰ τοιαῦτα ἀρχαϊκά. Ἐφιάλας: ἐπιβαλλόμενος. Ἐφιείς: ἐπιπέμπων· ἐπιβάλλων. Ἐφιέμενοι: ἐπιθυμοῦντες. Ἐφιερόν: Δημοσθένης ἐν τωῖ περὶ τοῦ τριηραρχήματος· ἱερόν ἐστι τῶν ιβʹ θεῶν ἐν Βοσπόρωι. Ἐφίεται: ἐπιθυμεῖ. Ἐφιέτω: ἀνείτω. Ἐφιζάνει: ἐπικάθηται. Ἐφίζεται: ἐπικαθέζεται. Ἐφίησιν: ἐπιτρέπει. Ἐφικέσθαι: καταλαβέσθαι. Ἐφικνούμενος: καταλαμβανόμενος. Ἐφίκοντο: ἐφήψαντο. Ἐφικτόν: δυνατὸν καταληφθῆναι. Ἐφίππιον: ἀγώνισμα ἐφʼ ἵππων τρεχόντων. Ἔφιππον: Εὔπολις Αἰξίν. Ἔφλα: ἔθλα· ἐμάλασσεν. Ἔφλιψεν: ἔθλιψεν. Ἐφοδευσάτωσαν: κατασκοπησάτωσαν. Ἐφόδια: τὰ πρὸς τὴν ὁδὸν ἐπιτήδεια ἀναλώματα. Ἔφοδος: ὁρμή. Ἐφόλκια: τὰ ἐκ περιττοῦ ἐπιφερόμενα τοῖς ἀποδημοῦσι σκεύη. Ἐφόλκια: καράβια μικρά· παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων· καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. Ἐφολκὰ λέγοντες: ὡς Θουκυδίδης· ἀντὶ τοῦ ἐπαγωγά. Ἐφʼ ὁρμήν: ὁ ἐναντίος τοῖς πολεμίοις ἐφορμήσειεν. Ἐφορία: ἀγορὰ Ἀθήνησιν οὕτω λεγομένη. Ἐφʼ ὁρμήν: ἐν τῶ ἐφεδρεύειν· οὕτως Δημοσθένης ἐν Φιλιππικοῖς. Ἐφορεία: ἡ ἐπὶ τῶν ὅρων γιγνομένη προαγόρευσις· ὡς Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους. Ἐφορεία: ἐπισκοπή. Ἔφορος: ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός. Ἐφορεύειν: ἐποπτεύειν. Ἔφοροι: ἐν Λακεδαίμονι ἄρχοντες εἰσὶ, κληθέντες ἀπὸ τοῦ πάντα ἐφορᾶν. Ἐφʼ ὅτωι: ἐφʼ ὧ τινί. Ἔφρασεν: ἐμήνυσεν. Ἔφυ: ἐγένετο. Ἔφυγον κακὸν, εὗρον ἄμεινον: νόμος Ἀθήνησιν ἀμφιθαλῆ παῖδα ἐστεμμένον ἀκάνθαις μετὰ δρυίνων καρπῶν, λίκνον βαστάζοντα ἄρτων πλέον, τοῦτο λέγειν· αἰνισσόμενον τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Ἐφʼ ὕδωρ: ἐπιμελητὴς κλεψύδρων ἐν δίκαις. Ἐφʼ ὕδωρ: ἐν ταῖς πρὸς ὕδωρ δίκαις ἐλάγχανεν ὁ ἐπιμελησόμενος τούτου. Ἔφυδρος: ὕδωρ ἐπάγων. Ἐφύμνιον: τὸ ἐπὶ τῶ ὕμνω ἆσμα. Ἔφυντο: ἐνέφυσαν σφόδρα· ἐπεβάλλοντο, ὥστε δοκεῖν συμπεφυκέναι. Ἐφύπερθεν: ὑπὲρ ἄνω. Ἔφυρον: ἔβρεχον ἢ ἔπλυνον. Ἐφώδευσαν: ἐπέτρεχον. Ἐχέγγυον: πιστόν· καὶ ἀνέγγυον, ἄπιστον. Ἐχέγγυος: ὁ ἀσφαλὴς ἐγγυητής· ὁ διὰ πίστεως ἄξιος. Ἔχε δή: ἀντὶ τοῦ ἄγε δή· ἢ ὅρα δή· πρόσεχε· ἢ τὶ τοιοῦτο. Ἔχεεν: ἔχωσεν. Ἔχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσας: ἀντὶ τοῦ τέθνηκεν. Ἐχεμυθία: σιωπή· μυστήρια. Ἐχεμυθεῖ: ἔχει ἐν ἑαυτωῖ τὸν λόγον. Ἐχέμυθον: μυστήριον κρύπτον ἢ φρόνιμον. Ἐχέτλη: τοῦ ἀρότρου τὸ κράτημα. Ἐχελιδών: τόπος ἔχων ἱππόδρομον· ἀπὸ Ἐχέλου ὀνομασθείς. Ἐχθεζινόν: τὸ ἐχθεσινόν. Ἐχθές: καὶ μονοσυλλάβως χθές· ἄμφω Ἑλληνικά· καὶ χθιζινὸν, καὶ ἐχθεζινόν. Ἔχθημα: μίσημα. Ἐχθιζόμεθα: κακυνόμεθα· ἐχθραινόμεθα· ἢ ἐχθροὺς παρασκευάζομεν. Ἐχέφρων: συνετός. Ἐχηρώθησαν: ἀνδρῶν ἐστερήθησαν· ἐχήρευσαν. Ἐχθραίνει: μισεῖ. Ἔχθιστος: ἐχθρότατος. Ἐχθοδοπόν: ἐχθροποιόν. Ἐχθόμενος: ἐχθρὸς ἢ μισούμενος. Ἔχθος: ἔχθρα· μῖσος. Ἐχῖνος: ἄγγος τί εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· μνημονεύει δὲ Δημοσθένης τὸ ἄγγος τοῦτο· ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης· ἦν δὲ καὶ πόλις ἣν μνημονεύει Δημοσθένης ἐν εʹ Φιλιππικῶν· ἔστι δέ τι καὶ ζῶον χερσαῖον, καὶ θαλάσσιον ὄστρειον. Ἐχῖνος: καδίσκος τίς ἐστι χαλκοῦς· εἰς ὃν αἵ τε μαρτυρίαι καὶ αἱ προκλήσεις ἔγγραφοι ἐνεβάλλοντο ὑπὸ τῶν δικαζομένων· καὶ κατεσημαίνοντο ἵνα μηδεὶς κακουργήσηι περὶ τὰ ἐμβαλλόμενα. Ἐχῖνος τὸν τόκον ἀναβάλληι: λέγεται ἐφʼ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρον γίνεται· καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι κεντούμενοι δοκοῦσιν ἀνέχειν τὸν τόκον· εἶθʼ ὕστερον ὑπὸ τραχυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τωῖ τόκωι. Ἐχῖνοι: οἱ μὲν χαλκοῖ· οἱ δὲ ἐκ κεράμου· εἰς οὓς καθιᾶσιν οἱ διαιτηταὶ τὰ γραμματεῖα τῶν μαρτυριῶν, ἃ τινὲς ἐμαρτύρησαν· καὶ κατασημηνάμενοι μετὰ ταῦτα, εἰ ἐγκληθείη ἡ δίαιτα τοῖς δικασταῖς, ἐπεδίδων. Ἐχόμενος: ἐγγύς· ἢ κατέχων. Ἔχοντες: οἰκοῦντες. Ἐχυρῶς: ἰσχυρῶς ἢ ἀσφαλῶς. Ἐχύρωσεν: ἰσχυροποίησεν. Ἕψειν: βάπτειν τὰς τρίχας. Ἕψεται: ἀκολουθήσει· ἢ ἀκολουθεῖ. Ἐψημυθιῶσθαι: τὸ προστετρίφθαι τὸ πρόσωπον τρίμματι λευκῶ. Ἑψητοί: πληθυντικῶς τὰ ἰχθύδια· ὡς ἀφυῖαι καὶ μεμβράδες· Εὔπολις Αἰξίν· Καὶ τῆς λοπάδος· ἔνεισι δʼ ἑψητοὶ τινές. Ἑψιᾶσθαι: παίζειν. Ἑψιοῦσα: τροφὰς διδοῦσα χόνδρου· καὶ τὰ ἑψητά· Αἰσχύλος Τροφοῖς· βιοτὴν αὔξιμον ἑψιοῦσα· Ἱππώναξ. Ἐψυχαγώγησεν: ἐπήλπισε· παρεμυθήσατο· ἢ ψυχὰς διὰ μαγγανείας τῶν τελευτησάντων ἀνήγαγεν. Ἑωθινὰς δίκας: τὰς κρινούσας ἐντὸς νʹ δραχμῶν. Ἐωθώς: χωρὶς τοῦ ι Ἄρχιππος· καὶ Ἀραρὼς ἔωθας· καὶ Θουκυδίδης ηʹ ἐώθεσαν. Ἐώκει: ὁμοία ἦν. Ἐώην: λέγουσι τὸ ἀφείην. Ἐώθουν: τὸ ὤθουν οὕτως λέγουσιν. Ἐωλοκρασία: τὸ χθιζὸν βρῶμα κυρίως. Ἐωλοκρασία: Δημοσθένης· αἴτιος δʼ οὗτος, ἐωλοκρασίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατασκεδάσας. Ἐωλοκρασία: ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἐώλων δείπνων τοὺς ζωμοὺς, πρὸς τὴν τοιαύτην παιδιὰν κεκραμένους· ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος, ἀπὸ τῶν ἐώλων, ἅ ἐστιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας, κατηγορεῖ ὁ Αἰσχίνης. Ἕωλον: ἐχθεσινόν· ψυχρόν· μάταιον· ἀνωφελές· ἀνίσχυρον. Ἕωλον: τὸ μὴ πρόσφατον· ἀεὶ δασέως τὴν πρώτην συλλαβήν· καὶ γὰρ διὰ τοῦ θ συναλείφεται. Ἐωνημένοι: ἀγοράσαντες· ἢ ἠγορασμένοι. Ἐῶρα: ὕψωσις, ἢ μέταρσις. Ἐωρηθήτω: κρεμασθήτω. Ἑωράκη: τὸ πρῶτον πρόσωπον· ὡς ἐπεπόνθη· καὶ ἐπεποιήκη· καὶ ηἴδη τὸ ηἴδειν· Πλάτων τοῖς τοιούτοις χρῆται σχηματισμοῖς. Ἐώρησις: κρέμασις. Ἐωροκοπίαις: ὑψηλοφροσύναις. Ἑώρων: οἱ Ἀττικοὶ λέγουσι· τὸ δὲ ἀνάλογον ὥρων· τὰ γὰρ ἀπὸ τοῦ ο ἀρχόμενα ῥήματα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἐπὶ τοῦ παρεληλυθότος ἢ ἀπʼ αὐτοῦ τοῦ ο πάλιν ἄρχεται, ἢ ἀπὸ τοῦ ω· λέγουσι δὲ ὅμως καὶ ὥρων ἄνευ τοῦ ε οἱ νεώτεροι· Θουκυδίδης δὲ μόνος ἑώρων. Ἑώς: ἡ πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ὥρα. Ἑώς: οὐχὶ ἠὼς τὸ Ἀττικόν ἐστι· Ξενοφῶν δὲ ἠὼς λέγει ποιητικῶς κατακόρως ἐν Κύρου παιδεία· ἤν τε πρὸς ἠῶ, ἤν τε πρὸς ἑσπέραν. Ἑώνυχον: ἡμερονύκτιον. Ἔωσε: καὶ ἐώσατο λέγουσι· τὸ ἀνέτρεψε καὶ ἀπέκλεισε τὴν θύραν. Ἑωσφόρος: ἀνατολικὸς ἀστήρ· πρωϊνός· καλούμενος φωσφόρος. Περὶ τῶν ἕνδεκα.Ἕνδεκα ἄνδρες ὑπὲρ τετταράκοντα ἔτη γεγονότες, κλήρωι τὴν ἀρχὴν ταύτην ἐλάμβανον· ἐπεμελοῦντο δὲ τῶν ἐν δεσμωτηρίωι· κλέπτας δὲ καὶ λωποδύτας καὶ ἀνδραποδιστὰς, εἰ μὲν ἐπʼ αὐτοφώρωι λάβοιεν, ἐκόλαζον θανάτω· εἰ δὲ ἀντιλέγοιεν, εἰς κρίσιν καθίστων. Τέλος σὺν Θεωῖ τοῦ ε στοιχείου.