Ἀρχὴ σὺν Θεῶ τοῦ ν στοιχείου.Νάβλα: εἶδος ὀργάνου. Νάει: στάζει· ῥέει. Ναΐδες: πηγαί: ἢ νύμφαι παρὰ τοῖς νάμασι διατρίβουσαι. Ναΐς: ἑταίρα τίς, ἧς μέμνηται Λυσίας καὶ Ἀριστοφάνης. Ναὶ μὰ Δία: Ἀττικὴν ἔχει συνήθειαν· ἴσον δέ ἐστι τοῦτο, ναὶ μὰ τὸν Δία. Ναικισήρεις: καὶ παρὰ Φερεκράτηι καὶ Ἑρμίππωι· τουναντίον δὲ σημαίνει τῶ ἀληθεύειν. Ναὶ μήν: ναὶ οὕτως. Ναίουσιν: οἰκοῦσιν. Ναὶ τάν: οὕτως ὤμνυον. Ναιχί: τούτωι χρῶνται συνεχῶς. Νακην: προβάτου δοράν. Νάκος: ἔντριχον δέρμα· ἤτοι δορὰ προβάτου. Νακοτίλται: οἱ τῶν προβάτων κουρεῖς. Νᾶμα: ὕδωρ· ποτόν. Ναματιαῖα: τὰ ἀπὸ ναμάτων ὕδατα, καὶ πηγῆς, οὐκ ἀπὸ ὑετοῦ. Ναμεργία: ἀλήθεια. Ναρᾶς τὲ Δίρκης: ῥευστικῆς· Αἰσχύλος. Νανός: ἐπὶ τῶν μικρῶν παρὰ Νεοκλείδηι καὶ Ἀριστοτέλει· καὶ ὁ Θεόφραστος· ὡς νάννον καὶ αἰδοῖον ἔχοντα μέγα· οἱ γʼ οὖν νάννοι μέγα αἰδοῖον ἔχουσιν. Νάννος: κονδὸς μὴ αὔξων. Ναναρισταί: γένος τί ἄσωτον. Ναξίανθος: ἡ ἀκοή. Νασμούς: τὰς ἀποροιάς. Ναός: ἀπὸ τοῦ νάειν. Ναρᾶς τε Δίρκης: ῥευστικῆς· Αἰσχύλος. Ναννίον: Ἀπολλόδωρος ἐν τωῖ περὶ τῶν ἑταιρῶν· αἶγα λέγεσθαι φησὶ ταύτην τὴν ἑταίραν· διὰ τὸ Θαλλὸν τὸν κάπηλον καταφαγεῖν· χαίρουσι γὰρ αἱ αἶγες τωῖ θαλλωῖ· ἔστιν δὲ αὐτῆς μνήμη καὶ ἐν τηῖ κωμωδίαι· Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τωῖ περὶ τῶν ἑταιρῶν τὴν Ναννίον φησὶ προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι. Ναξία λίθος: ἡ Κρητικὴ ἀκόνη· Νάξος γὰρ πόλις Κρήτης. Νάπη: ὀρεινὸς ὑλώδης τόπος. Νάπυ: σίνηπι. Νάρκη: μυρμηκίασις. Ναστόν: πυκνόν· μεστόν· πλήρη· μὴ ἔχον ὑπόκουφον τί. Ναστός: πλακοῦντος εἶδος· καὶ ναστοφαγεῖν· λέγουσι δὲ καὶ τὸν ζυμίτην ἄρτον· ὡς ἐπίπαν καὶ μέγα. Ναύαρχος: ὁ τῶν νηῶν ἄρχων. Ναυβάτης: ἐπιβάτης ἢ ναύτης. Ναύειν: ἱκετεύειν· ἐπεὶ ἐν τοῖς ναοῖς ἦσαν· ἢ παρὰ τὴν ἑστίαν παρὰ τὸ ἐναῦσαι. Ναύκληρος: ὁ τῆς νεὼς κύριος· καὶ ὁ ἐπιπλέων αὐτηῖ, ἐπὶ τῶ τὰ ναύλα λαμβάνειν. Ναύκληρος: Ὑπερίδης οὐ μόνον ὡς ἡ συνήθεια κέχρηται τωῖ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τωῖ τὰ ἐνοίκια ἐκλέγειν, ἢ οἰκίας ἢ συνοικίας. Ναυκληρεῖν: καὶ τὸ οἰκίας δεσπόζειν· Ἄλεξις. Ναυκραρία: Δημοσθένης ἐν τωῖ κατὰ Τιμοκράτους· μήτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς ναυκρατητικά· ἵνα ἦ ἀπὸ ναυκρατητικοῦ πλοίου ἢ ναυκρατητῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου· ἐὰν δὲ ηἶ Ναυκρατητικὰ, ἢ ἀντʼ αὐτῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον· ὡς καὶ Ἡρόδοτος ἐν εʹ ἱστοριῶν. Ναυκράροι: τὸ παλαιὸν Ἀθήνησιν οἱ νῦν δήμαρχοι· καὶ οἱ ἐκμισθοῦντες τὰ δημόσια. Ναυκραρία: τὸ πρότερον οὕτως ἐκάλουν ναυκραρία καὶ ναύκραρος· ναυκραρία μὲν ὁποῖον τι ἡ συμμορία καὶ ὁ δῆμος· ναύκραρος δὲ ὁποῖον τί ὁ δήμαρχος, Σόλωνος οὕτως ὀνομάσαντος· ὡς καὶ Ἀριστοτέλης φησί· καὶ ἐν τοῖς νόμοις δὲ ἄν τις ναυκραρίας ἀμφισβητῆ· καὶ τοὺς ναυκράρους τοὺς κατὰ ναυκραρίαν· ὕστερον δὲ ἀπὸ Κλεισθένους δῆμοι εἰσίν· καὶ δήμαρχοι ἐκλήθησαν· ἐκ τῆς Ἀριστοτέλους Πολιτείας, ὃν τρόπον διέταξε τὴν πόλιν ὁ Σόλων· φυλαὶ δὲ ἦσαν τέσσαρες καθάπερ πρότερον καὶ φυλοβασιλεῖς τέσσαρες· ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι, τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθʼ ἑκάστην· ὁ Κλείδημος ἐν τηῖ τρίτη φησὶν, ὅτι Κλεισθένους δέκα φυλὰς ποιήσαντος, ἀντὶ τῶν τεσσάρων, συνέβη καὶ εἰς πεντήκοντα μέρη διαταγῆναι· αὐτοὺς δὲ ἐκάλουν ναυκράρια· ὥσπερ νῦν εἰς τὰ ἑκατὸν μέρη διαιρεθέντα καλοῦσι συμμορίας. Ναυκρατίαν: Ἀνδοκίδης Συμβουλευτικῶ. Ναυλοχεῖν: ναῦς λοχᾶν καὶ ἐνεδρεύειν· Θουκυδίδης ἑβδόμωι· καὶ ναυλόχιον, ὁ τοιοῦτος τόπος, ωἷ λιμένες ἔνεισιν. Ναυλόχιον ἐν τωῖ μέσωι: Ἀριστοφάνης Βαβυλωνίοις. Ναυλοχεῖ: ἐν τηῖ νηῒ κατατέτακται. Ναύλοχον: εὔδιον ἐν ωἷ αἱ ναῦς λοχῶσιν ἢ ἀναπαύονται. Ναύμαχα: μακρὰ δόρατα, ὥστε ἀπὸ τῶν νεῶν μάχεσθαι. Ναυμαχησείοντες: πρὸς ναυμαχίαν ἑτοίμως ἔχοντες. Ναύποδες: οἱ νησιῶται. Ναυσικύδου: καὶ σὺν τωῖ σ· καὶ τὰ ἄλλα τὰ ὅμοια διττῶς· Ἀριστοφάνης. Ναῦς: Ἀττικοί· Ἴωνες δὲ νεὺς ἢ νηύς· καὶ τὰς πλαγίους Ἴωνες νεὼς ἢ νηός· νηΐ· νηΐτην δὲ πληθυντικήν. Ναυσίουσα: ναυσιῶσα· οὕτως λέγει καὶ πλέουσα. Ναυσίπορος: ὑπὸ νηῶν περώμενος. Ναύσταθμον: τὸν λιμένα. Ναυστολοῦν: ναύστολον. Ναυστολίαν: πλοῦν. Ναυτικὴ συγγραφή: τὸ ναυτικὸν δάνεισμα, ὃ ποιεῖται τίς ἐπὶ ὑποθήκηι. Ναυτίδας: γυναῖκας ὡς ναύτας. Ναυτιλλόμενος: πλέων. Ναυτοδίκαι: Ἀθήνησιν οἱ τὰς τῆς ξενίας δίκας εἰσάγοντες. Ναυτοδίκαι: ἀρχὴ τίς ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κρατερὸς γʼ οὖν φησίν· ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατίζη, διώκειν δεῖ τωῖ βουλομένωι Ἀθηναίωι οἷς δίκαι εἰσίν· λαγχάνειν δὲ τηῖ ἔνηι καὶ νέαι πρὸς τοὺς ναυτοδίκας. Ναυτοδίκαι: ἄρχοντες ἐπὶ τοῖς ναυκλήροις δικάζοντες καὶ τοῖς περὶ τὸ ἐμπόριον ἐργαζομένοις, ὡς καὶ ναυφύλακες ἄρχοντες τινὲς ἐπὶ τῆς τῶν νεῶν φυλακῆς. Ναυστολία: ὁ πλοῦς. Ναυττιᾶν: ἐν τοῖς δυσὶ ταυ λέγουσιν. Ναύφρακτον: καὶ ναύφαρκτον τὴν Ἀττικὴν δύναμιν καλοῦσιν. Ναύφαρκτον βλέπειν: φησὶν ἐπὶ τοῦ περιαρθροῦντος καὶ σεμνῶς ἰόντος· Πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις. Νεαλής: ἐκτείνεται τὸ α· Ἀριστοφάνης Λημνίαις· Ἕως νεαλης ἐστὶν αὐτὴν τὴν ἀκμήν· Μένανδρος. Νεαλής: κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς· λέγεται δὲ καὶ ὁ νεωστὶ ἁλισθείς. Νεᾶν: οὐ νεοῦν τὴν γῆν· καὶ νεατὸν Ξενοφῶν, οὐ νέωσιν· Εὔπολις Αἰξίν· Ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν. Νεάζομεν: μειρακιευόμεθα· καὶ ἐπὶ τοῦ νεωστὶ ἥκομεν. Νέακας: τοὺς νέους· Κτησιφῶν Πανδώρα. Νεανίας: τολμηρούς. Νεανιεύεται: νέου ἔργα ποιεῖ. Νεανισκεύεται: Ἄμφις Ἐρίθοις· Ποσείδιππος Δημόταις· Εὔπολις Σφιγξὶν ἰδίως ἐσχημάτικεν τὸ νεανισκεύειν ἐν Δήμοις· Γυναῖκʼ ἔχοντα μάλα καλὴν τὲ κἀγαθήν· Αὐτὴ νεανικοῦντος ἐπεθύμησέ μου. Νεανιεύματα: κομάσματα· καινὰ τολμήματα. Νέα νουμηνία: ἡ πρώτη ἡμέρα τοῦ ἐνιαυτοῦ, ἥτις ἔστι νουμηνία Ἑκατομβαιῶνος μηνός. Νεαροί: νέοι· νήπιοι. Νεάσαι: μεταβαλεῖν τὴν ἠροτριασμένην γῆν· ἐπαροτριάσαι. Νεάτη: ἐσχάτη. Νεάτην: οὐχὶ νήτην λέγουσιν· καὶ παρανεάτην καὶ τρισνέατον· Κρατῖνος Νόμοις. Νεβλάρετοι: περαίνει· ἄσημος φωνὴ ἐπὶ τοῦ περαίνειν· Ἀριστοφάνης Δαιταλεῦσιν. Νεβρίζειν: ἢ νεβροῦ δέρμα φορεῖν, ἢ διασπᾶν νεβρούς· κατὰ μίμησιν τοῦ περὶ τὸν Διόνυσον πάθους. Νεβρίζων: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου· ἢ καὶ τοὺς τελουμένους διαζωννύντος· νεβρίζειν ἐπὶ τοῦ νεβροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. Νεβρίς: ἐλάφου δέρμα. Νεβρός: ἐλάφου γέννημα· οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν καὶ νεμόμενον. Νέεσθαι: πορεύεσθαι. Νεηκές: νεωστὶ ἠκονημένον. Νεήλατα: τὰ νεωστὶ ἀληλεσμένα ἄλφιτα καὶ μέλιτι δεδευμένα· οἷς καὶ ἀσταφίδες καὶ χλωροὶ ἐρέβινθοι συνεφυρῶντο· ἐκάλουν δὲ τινὲς αὐτὰ καὶ ἀμβροσίαν· κατʼ ἔλλειψιν δὲ προφέρουσιν οἱ Ἀττικοὶ τὸ νεήλατα, μὴ προστιθέντες τὸ ἄλφιτα. Νεήλατα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· κατʼ ἔλλειψιν ἀντὶ τοῦ νεήλατα ἄλφιτα, τὰ νεωστὶ ἀληλεσμένα· ἃ δὴ μέλιτι ἀναδεύοντες, ἀσταφίδας δὲ καὶ χλωροὺς ἐρεβίνθους ἐπεμβάλλοντες, τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον· ἐκάλουν δὲ αὐτὰ, οἱ μὲν ἀμβροσίαν, οἱ δὲ μακαρίαν. Νεήλυδες: νεωστὶ ἐληλυθότες. Νεῖα: τὰ εἰς κατασκευὴν νεῶν ξύλα. Νείκας: τιμὰς ὁμοίως Ἀττικοί. Νεικεῖ: ψέγει· φιλονεικεῖ. Νεῖκος: διαφορὰ μετʼ ἐπιπλήξεως· οἱ δὲ μάχην· φιλονεικίαν· λοιδορίαν· Ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει· λέγων κατάμεμψιν· καί· Νεῖκος Ὀδυσσῆος· καὶ μάχη· —ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη· —Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη. Νεῖν: κολυμβᾶν· καὶ τὸ νήθειν. Νεκάδες: νεκροί. Νεκτάρεον: ἡδύ· καλόν· εὐῶδες· ἐπὶ τοῦ· Νεκταρέου ἑανοῦ· καὶ νέκταρ, θεῶν πόμα· καὶ οἶνος οὕτως, ὡς Ἀναξανδρίδης· καὶ τὸ βρῶμα τῶν θεῶν ὁ αὐτός. Νεκταρέου: θείου. Νεκνιζομένου: καινουργουμένου. Νέκταρ: θεῖον πόμα. Νεκυομάντις: ὁ ἐπερωτῶν τὸν νεκρόν. Νέκυς: νεκρός. Νεμέας χαράδρα: τόπος τις οὕτως ἐκαλεῖτο ἐν Πελοποννήσωι. Νεμέας αὐλητρίδος μνημονεύει Ὑπερίδης. Νεμεσσᾶ: μέμφεται. Νεμεσσᾶν: φθονεῖν ἢ μηνίειν. Νεμεσητόν: μεμπτόν. Νεμεσία: ἡ ἐπὶ τοῖς νεκροῖς γενομένη πανήγυρις· ἐπεὶ ἡ Νέμεσις ἐπὶ τῶν νεκρῶν τέτακται. Νεμεσία: Δημοσθένης ἐν τωῖ κατὰ Σπουδίου· μήποτε ἑορτὴ τίς ἦν Νεμέσεως· καθʼ ἣν τοῖς κατοιχομένοις ἐπετέλουν τὰ νομιζόμενα. Νέμεσθαι: ὡς τὸ πολὺ, τὸ λαμβάνειν πρόσοδον παρὰ Θουκυδίδη. Νεμεσίζει: μέμφεται· καὶ νεμεσίζομαι· φθονῶ. Νέμεσις: μέμψις· δίκη· ὕβρις· φθόνος· τύχη. Νεμήσασθαι: διαμερίσασθαι. Νεμήσεις ὑποκριτῶν: οἱ ποιηταὶ ἐλάμβανον τρεῖς ὑποκριτὰς κλήρωι νεμηθέντας ὑποκρινομένους τὰ δράματα· ὧν ὁ νικήσας εἰς τουπιὸν ἄκριτος παραλαμβάνεται· ἔστιν οὖν οἷον διαιρέσεις. Νέμοιτο: καρποῖτο. Νεμόμενα: μεριζόμενα· καὶ νομὴ, διαίρεσις καὶ μερισμός. Νέμοντα: διοικοῦντα. Νέμω: νομήσω. Νενησμένην: σεσωρευμένην. Νένηται: πεπλήρωται ἢ σεσώρευται. Νένωμαι: διανενόημαι. Νενώμεθα: διανενοήμεθα. Νένοφεν: νενέφωται. Νενώπηται: καταπέπληκται καὶ κατεστύγνακεν. Νεοαρδέα: νεωστὶ πεποτισμένην. Νεογαμής: ὁ νεωστὶ γήμας. Νεογιλόν: νεογέννητον. Νεόδμητον: νεοδάμαστον. Νεοεργές: προσφάτως εἰργασμένον. Νεοθνής: ὁ νεωστὶ τεθνεώς. Νεοθαλής: νεωστὶ ἀνελθών. Νεοκαταστάτοις ἀνθρώποις: φησὶ Θουκυδίδης ἀντὶ τοῦ νεωστὶ κατωικισμένοις. Νεοθηλής: νεωστὶ βλαστήσασα. Νεόκμητον: νεωστὶ κατεσκευασμένον. Νεοκράς: νεόκρατος· καὶ χαλκοκρὰς καὶ ἁλικράς. Νεόκρατος: κρατὴρ διττός· ὁ μὲν ἐν σπονδαῖς, ὁ δὲ ἐν περιδείπνοις. Νεόκρατος: νεωστὶ κεκραμένος. Νεωκορήσει: ἐνίοτε ἀντὶ τοῦ ἱεροσυλήσει· κορεῖν γὰρ λέγουσι τὸ καλλύνειν· τὸ σαροῦν· καὶ ἐκκαλλύνειν· τό, τε ἐκκορηθείης, ἀντὶ τοῦ ἐκκαλλυνθείης. Νεολαία: νέος λαός· καὶ οὐ πάλαι εἰς ἄνδρας ἐγγεγραμμένος. Νεολαίαν: τὴν νεότητα τετρασυλλάβως οἱ Ἀττικοί· Βαβυλωνίοις· Ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν. Νεολώφητος: νεωστὶ λελωφηκυῖα. Νεολέως: ἔφηβος. Νεόνανον: τὸ παραχρῆμα γεγονός· παίζειν τι δὲ ἔχειν· ὡς τοὺς μετοίκους νέου προστάτην· ἀντὶ τοῦ ἔχειν. Νεοπεφθῆ: ἀρτιμαθῆ. Νεοσπαδῆ: νεωστὶ τὰ σπάργανα περικείμενον. Νεορρύτοις: νεωστὶ ῥέουσι. Νέορτος: ἔφηβος. Νέος ἐστὶ καὶ ὀξύς: ἀμαθὴς ἔστι καὶ προπετής. Νεοπέπειρος: ὁ ἄρτι πεπανθείς. Νεουργόν: νεωστὶ εἰργασμένον. Νεοτελής: νεωστὶ τετελειωμένος. Νεοτευχές: νεωστὶ κατεσκευασμένον. Νεοττός: ἡ τοῦ ὠοῦ λέκιθος· καὶ τὸ πυρρόν· Μένανδρος Ἀνδρία· Καὶ τεττάρων ὠῶν μετὰ τοῦτο, φιλτάτη, Τὸ νεοττόν· Κλέαρχος ἐν τωῖ περὶ οἴνων συγγράμματι φησίν· ωἷ διαδίδοται ἡ ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτω γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τωῖ καλουμένωι νεοττωῖ· διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες· καὶ ἔστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματος· ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τωῖ περὶ χρησμῶν· ὄναρ γάρ τινα φασὶν θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ὠὰ, προσαναθέσθαι ὀνειροκρίτηι· τὸν δὲ εἰπεῖν, ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον· εὑρόντα δὲ σταμνίον, ἐν ωἷ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τί τοῦ ἀργυρίου τωῖ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τηῖ λέξει· Ὠῶν δʼ ἐν αὐτηῖ διέτρεχεν νεόττια. Νεόφθιτον: νεωστὶ τελευτῆσαν· νεωστὶ φθαρέν. Νεοχμόν: νέον. Νεύματα: βουλήματα. Νέφος: πλῆθος. Νεφώσεως: συννεφείας. Νεωκόρος: ὁ τὸν ναὸν κοσμῶν καὶ εὐτρεπίζων. Νεολαία: νέων συναγωγή. Νεών: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας φησίν. Νεῶνας: τοὺς νεῶν οἴκους Ἴωνες. Νεώρια καὶ νεώσοικοι: μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας, εἰς ὃν ἀνέλκονται αἱ τριήρεις, καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται· ὡς ὑποσημαίνουσι Λυκοῦργος τὲ καὶ Ἀνδοκίδης. Νεωρεῖν: νεωφυλακεῖν. Νέωρον: νέον. Νεώς: Ἀττικῶς ὁ ναός. Νεώσατε: ἀροτριάσατε. Νεώσοικοι: οἰκήματα παρὰ τηῖ θαλάττηι οἰκοδομούμενα εἰς ὑποδοχὴν νεῶν ὅτε μὴ θαλαττεύοιεν. Νέωσι: Δημοσθένης κατʼ Αἰσχίνου· πόλις ἐστὶν ἐν Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν ηʹ Νέωνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν ϛʹ Ἀτθίδος Νεῶνας. Νέωτα: τὸ ἐπιὸν ἔτος, ἤτοι εἰς τὸ μέλλον. Νεωτερίζει: καινὰ πράττει. Νεωτερικόν: νεανικόν· λέγουσι δὲ τὸν ἀνδρικόν. Νεωτεροποιός: Ἀντάρτης τύραννος ἐπιθέτης. Νῆα: ναῦν· πλοῖον. Νηγάτεον: λεπτόν· καινόν· ἁπαλόν· λευκόν· εὐυφές. Νηδι: καὶ νηδία ἑκατέρως. Νηδὺς ἐλαιάεσσα: ἐπὶ Κύκλωπος· Σικελή· ἀπὸ Ὕβλης τῆς ἐλαιηρᾶς. Νηδύς: γαστήρ· μήτρα. Νῆες: τὰ πλοῖα. Νήεον ὕλην: ἐσώρευον ὕλην· καὶ νηήσας, σωρεύσας. Νηΐδα: ἄπειρον· ἀμαθῆ· ἀσθενῆ. Νηΐς: οὐκ εἰδώς· ἄπειρος· τὴν δὲ Νηΐδα νύμφην παρὰ τὰ νάματα ἔνιοι· καὶ τὸν Νεῖλον· καὶ ἐν Σάμωι δὲ θηρία γενέσθαι, ὧν φθεγγομένων ῥήγνυσθαι τὴν γῆν· ἐκαλοῦντο δὲ νηία ωσεῦται αν. Νήθειν: οὐ μόνον νεῖν τὴν κρόκην φασίν. Νηκερδής: ἀνωφελής· ἀσύνετος. Νηκούστησεν: παρήκουσε. Νηκτά: ἔνυδρα· κολυμβητά. Νηλεῶς: ἀπανθρώπως· σκληρῶς. Νημερτές: ἀληθές. Νεῖν: νήθειν κρόκην. Νηνεμία: ἀνέμων ἀπουσία. Νήνεμος: ἄνεμον οὐκ ἔχων. Νηνίποδες: ἀνυπόδητοι. Νηπενθές: ἀπενθές. Νηποινί: ἄνευ τιμωρίας καὶ ποινῆς. Νηπύτιος: ἀνόητος· ἄφρων. Νηρίται: κόγχης τί γένος. Νηρίθμους: ἀναριθμήτους· ἀπείρους. Νήσουσιν: σωρεύσουσιν. Νησαίη λίθος: οἱ μὲν τὸ σαρδόνιον ἀπὸ τῆς νήσου· οἱ δὲ σμάραγδον· ἐν Κύπρωι γὰρ μεταλλεύεται. Νισαίας: ἵππους. Νισαῖον: πεδίον τῆς ἐρυθρᾶς θαλάσσης. Νήστιν: τὸ ἔντερον ἢ σπλῆνα ἢ γλῶτταν· Ἀριστοφάνης. Νήστις: ὁ ἄσιτος· καὶ τὸ μεταξὺ τῆς κοιλίας καὶ τοῦ στομάχου ἔντερον. Νήστις: ἔντερον ἐν ωἷ περιελίττουσιν οἱ μάγειροι τὰς χορδάς. Νήστης: Σικελικὴ θεός· Ἄλεξις. Νήστειραν: στερουμένην τροφῆς. Νησύδριον: νησίον μικρόν. Νήτην: μάτην. Νητικήν: ἄνευ τοῦ σ· τὴν περὶ τὸ νήθειν τέχνην. Νὴ τὸν καὶ ναὶ μὰ τόν: κατομοτικὰ ταῦτα· ἀπομοτικὰ δὲ, οὐ μὰ τὸν Δία· ὥστε ἐσχάτη ἀκυρολογία τὸ λέγειν μὰ τὸν Δία ποίησον. Νηφάλια θύματα: δίχα σπονδῆς. Νηφάλιοι θυσίαι: ἐν αἷς οἶνος οὐ σπένδεται· ἀλλὰ ὕδωρ καὶ μελίκρατον. Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα· μήτε σύκινα μήτε μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγεται. Νήχεται: κολυμβᾶ. Νίβα: χιόνα· καλεῖται δὲ οὕτως καὶ κρήνη ἐν Θράκηι. Νιγλαρεύων: τερετίζων· καὶ ὁ νίγλαρος· κρουματικῆς διαλέκτου ὄνομα· Εὔπολις Δήμοις· Τοιαῦτα μέν τοι νιγλαρεύων κρούματα. Νιγλάρους: τερετισμούς. Νίγλαροι: τερετίσματα· καὶ περίεργα κρούσματα. Νίδες: αἰδοῖα ἢ ὀρχίδια παιδίων· Σικελοί. Νίζει: ῥύπτει· πλύνει· νίπτει· κλύζει· ἀποσμήχει. Νικαίην: νίκην. Νίκαστρον: νικητήριον. Νίκαια: Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσβείας· ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος. Νικάνωρ: τρεῖς γεγόνασι Νικάνορες· ὁ μὲν υἱὸς Βαλάκρου· ἕτερος δὲ Παρμενίωνος· ἄλλος δὲ Σταγειρίτης τὸ γένος· οὗ καὶ Ὑπερίδης μνημονεύει ἐν τωῖ κατὰ Δημοσθένους. Νίκη Ἀθηνᾶ: Λυκοῦργος ἐν τωῖ περὶ τῆς ἱερείας· ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον· ἔχον ἐν μὲν τηῖ δεξιαῖ ῥοὰν, ἐν δὲ τηῖ εὐωνύμωι κράτος, ἐτιμᾶτο παρὰ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως. Νιοβιδῶν: ἐπὶ τῶν ἀρσένων καὶ ἐπὶ τῶν θηλειῶν. Νιφάδες: σταγόνες. Νίφαργον: νιφάδι λελευκασμένον. Νείφει: χιονίζει. Νιφετός: ἡ κατὰ λεπτὸν καταφερομένη χιών· τέσσαρες εἰσὶν πήξεις τῆς ἐν τωῖ ἀέρι ὑδατώδους ὑγρότητος· ὑπὲρ γῆν μὲν ἄνω, ἐπʼ ἔλαττον μὲν χιών· ἐπὶ πλέον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω, ἐπʼ ἔλαττον μὲν πάχνη, ἐπὶ πλέον δὲ κρύσταλλος· ὁ δὲ νιφετὸς πῆξις οὐκ ἔστιν, ἀλλὰ μᾶλλον περὶ τὴν ἀλλοίαν χρείαν ἡ ποιότης αὕτη. Νιφόεσσα σελήνη: λευκή. Νίψαι: μακρὰ ἡ πρώτη συλλαβὴ ὁπότε ἐπὶ νιφετοῦ τάττεται· καὶ ἔνιψεν· καὶ ἐνίφθη ἡ γῆ. Νοητά: τὰ μὴ αἰσθητά· τὰ ἀόρατα. Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρωίων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν· οὕτω Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκράτους. Νοβακκίζειν: τὸ ὀρχούμενον τοῖς δακτύλοις ἐπιψοφεῖν· σεισμὸς Νιόβη. Νοθεύει: ἀπατᾶ· ἀπαλλοτριοῖ. Νόθος: ὁ μὴ δύο ἀστῶν. Νομάδες: βοσκόμεναι ἀγέλαι. Νομαδόστοιχοι: ἀπὸ τῶν νόμων κατὰ στοιχὸν ὀρχούμενοι. Νομάδων: ἀγρίων· βαρβάρων. Νομαί: μερισμοί. Νομεύς: βοσκός· ποιμήν. Νομῆς: ἐνκοίλια πλοίου. Νομιζόμενα: νόμιμα· ἢ ὑπολαμβανόμενα. Νομίζουσιν: ἀντὶ τοῦ νομίσματι χρῶνται. Νομικόν: τὸν ἐπιστήμονα τῶν νόμων· Ἄλεξις Γαλατεία. Νόμιον: δίκαιον. Νομοθέται: καὶ οἱ εἰσηγούμενοι, καὶ ἐκκλησία τίς Ἀθήνησιν οὕτως ἐκαλεῖτο, ηἷ τοὺς εἰσφερομένους ἐδοκίμαζον νόμους. Νομοΐστορες: νομομαθεῖς. Νομόν: νομήν· βοσκήν. Νόμος: θεσμός· συνήθεια. Νομοφύλακες: ἀρχὴ τίς παρὰ Ἀθηναίοις οὕτως ἐκαλεῖτο· διαφέρουσα τῶν θεσμοθετῶν· οἵτινες τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι. Νοσακερῶς: τρυφερωδῶς· μαλακῶς· νοσωδῶς. Νόμος: ὁ κιθαρωδικὸς τρόπος τῆς μελωδίας· ἁρμονίαν ἔχων ταύτην καὶ ῥυθμὸν ὡρισμένον· ἦσαν δὲ ἑπτὰ οἱ ὑπὸ Τερπάνδρου· ὧν εἷς ὄρθιος· τετράδιος ὀξύς· Δωριεῖς δὲ ἐπὶ νομίσματος χρῶνται τηῖ λέξει· καὶ Ῥωμαῖοι παραστρέψαντες νοῦμμον λέγουσιν· Ἀττικοὶ δὲ τὰ διανενεμημένα μέρη τῆς γῆς, ὡς καὶ ἐν Αἰγύπτωι, καὶ τὸ δίκαιον ἔγγραφον. Νοσηλεία: ἡ τῶν νοσούντων ἐπιμέλεια· καὶ νοσηλεύεσθαι, τὸ νοσοκομῆσαι. Νοσηλεύεσθαι: νοσεῖν οὐκ ἐπαχθῶς. Νοσηλεύω: νοσοῦντα θεραπεύω. Νορύη: ὄσπριόν τι· Θεόφραστος δὲ συνώνυμα φησὶ τρύχνον· νορύη· τιθύμαλλον. Νορτή: τιθύμαλλον. Νόσον ἔχειν: ἀντὶ τοῦ φαῦλον ἔθος ἔχειν· Εὐριπίδης Ἀντιόπη. Νοστήσας: ἐπανελθών. Νόστος: ἡ οἴκαδε ἐπάνοδος· ἢ ἡ ἀνάδοσις τῆς γεύσεως. Νόστον: ὁδόν· νευχάσας· νεανιευσάμενος. Νοσφιζόμεθα: χωριζόμεθα. Νοῦς οὐκ ἔνι Κενταύροις: παροιμία ἐπὶ τῶν ἀδυνάτων ταττομένη. Νοσφιζόμενον: ὑφαιρούμενον· ἰδιοποιούμενον. Νότιον: χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως. Νότιος: ὑγρός. Νότοθεν: ἐκ μεσημβρίας. Νουβυστικόν: νοῦ βεβυσμένον καὶ γέμον. Νουβυστικῶς: νουνεχῶς. Νουθετίαν: καὶ νουθετησμὸν λέγουσι. Νύκας: ἀνοίξας. Νυκτερίδος αἶνος: αἰνιγματωδῶς δηλοῖ περὶ νυκτερίδος ὅπερ ἔκκειται ἐν τοῖς μετὰ ταῦτα. Νυκτερινοὶ κύνες: οἱ λύκοι. Νυκτίβιος: ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέραι διάγων. Νυκτιλόχοι: οἱ λησταί. Νυκτῶν μέσον: διὰ μέσης νυκτός. Νυμφαῖον: νυμφῶν ἱερόν. Νυμφαγωγόν: τὸν παράνυμφον. Νύμφαι: οἱ πτερωτοὶ μύρμηκες, καὶ οἱ ἐν τοῖς κήποις σκώληκες. Νυμφεύτρια: ἡ παράνυμφος. Νυμφεύτρια: ἡ συμπεμπομένη ὑπὸ τῶν γονέων τηῖ νύμφηι· καὶ ἡ νεόγαμος δὲ καὶ ἡ γαμετή· καὶ πρεσβυτέρα Πηνελόπη· καὶ ἡ Ἑλένη παρὰ Ἀθηναίοις· καὶ ἡ τοῦ Διὸς μήτηρ· καὶ ἡ θεὰ ἡ ἐπὶ τῶν ὑδάτων. Νύμφαιον: ὄρος Ἀρκαδίας. Νυμφαῖον: ἐν τωῖ Πόντωι ἐστὶν τὸ Νυμφαῖον· καὶ φησὶ Κρατερὸς ἐν θʹ τῶν ψηφισμάτων, ὅτι Ἀθηναίοις ἐτέλει τάλαντον. Νύμφαι: σκώληκες· οἱ ἐν τοῖς τῶν μελισσῶν κυτταρίοις, ὅτʼ ἂν ἤδη πτεροποιεῖν ἄρξωνται· οἱ δʼ ἁπλῶς τοὺς πτερωτοὺς σκώληκας Σάμιοι· καὶ τὸ ἀναμέσον τῶν γυναικείων αἰδοίων νύμφην καλοῦσιν· καὶ τῶν ῥόδων αἱ κάλυκες αἱ μεμυκυῖαι, νύμφαι· καὶ αἱ νεόγαμοι κόραι, νύμφαι· καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν, νύμφαι· ὅτι δὲ πάντων τῶν καρπῶν αἱ ἐκφύσεις οὕτω, δῆλον· περὶ δὲ τῶν θεῶν Διονύσου πᾶσα ἱστορία συνῆκται ἐν τριάκοντα τρισὶ βίβλοις. Νυμφικὰ λουτρά: τὰ εἰς γάμους ἐκ τῆς ἀγορᾶς ἀπὸ κρήνης λαμβανόμενα. Νύμφη: πηγή· καὶ ἡ νεόγαμος γυνή. Νυμφίος: κτητικῶς· ὡς Τύριος, Φρύγιος, Λύδιος. Νυμφόβας: ὁ Σειληνὸς τῶν νυμφῶν ἀνήρ. Νυμφόληπτοι: αἱ νύμφαι κατημμέναι. Νυμφοστόλος: νυμφαγωγός. Νῦν: τὸν παρόντα χρόνον δηλοῖ. Νῦν δή: ἀρτίως ἢ μικρὸν ἔμπροσθεν· Νόμοις ηʹ· νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις, οὕτω ταῦτʼ ἐτίθεμεν· νῦν δʼ ἐπιλελήσμεθα· καὶ Εὐριπίδης ἐν Ἱππολύτωι· Νῦν δὴ μὲν ὄρος βᾶσʼ ἐπὶ θήρας Πόθον ἐστέλλου· νῦν δὲ ψαμάθοις Ἐπʼ ἀκυμάντοις· καὶ ἐν Μελεάγρωι· Ὁρᾶς σὺ νῦν δή μʼ ὡς ἐπράϋνας τύχην; Μάγνης δὲ ἐν Πυτακίδηι· Εἰπέ μοι, νῦν δὴ μὲν ὤμνυς μὴ γεγονέναι· νῦν δὲ φῆς· ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρηκεν· τὸ μὲν νῦν ἐπὶ τοῦ παρόντος χρόνου· τὸ δὲ δὴ ἐπὶ συνδέσμου· ὃς δὴ πάντων τῶν πολέμων χαλεπώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. Νυνί μʼ ἔπεισας: μᾶλλον νῦν λέγω. Νύξ: εὐφρόνη· καὶ ἡ σκοτία. Νυός: καλεῖται μὲν ἐπίπαν ἡ τοῦ υἱοῦ γυνὴ τοῖς γονεῦσιν αὐτοῦ· χρῶνται δὲ τωῖ ὀνόματι ποικίλως οἱ ποιηταί. Νυρίζει: ξύει νύσσει. Νύρων: νύττων. Νύσσα: καμπτήρ· τέρμα· βαθμίς. Νύχιος: νυκτερινός. Νύχος: νύξ. Νωδός: ὁ μὴ ἔχων ὀδόντας. Νωγαλεύματα: τὰ κατὰ λεπτὸν ἐδέσματα· τὰ ἐπιδορπίσματα. Νώδυνον: ἀνώδυνον. Νωθείας: βραδυτῆτος. Νωθής: βραδύς· δυσκίνητος· ἄλογος. Νωθρός: ἀσθενής. Νῶ: ἡμεῖς. Νωειν: οἱ τοῖς ξένοις ἡγούμενοι ὁδοί. Νώμενος: ὁ νηθόμενος. Νωνακρεύς: πύκτης· παγκρατιαστής. Νῶντας: ῥέοντας. Νῶντος: σωρεύοντος. Νῶτα θαλάσσης: ἡ ἐπιφάνεια τῆς θαλάσσης. Νώνυμος: ἀνώνυμος· ἄδοξος. Νωτίσαι: ἐπάρασθαι. Νωταλεύματα: Ἀραρὼς Καμπυλίωνι· Τὰ κομψὰ δῆτα ταῦτα νωταλεύματα· Κόγχαι τὲ καὶ σωλῆνες αἵ τε καμπύλαι Καρῖδες· Ἀντιφάνης Βουσίριδι· Βότρυς· ῥόας· φοίνικας· ἕτερα νωταλαῖν. Νωτόπληγα: μαστιγίαν τὸν εἰς τὰ νῶτα πληγὰς λαμβάνοντα· Φερεκράτης Κραπατάλοις· Καὶ νωτόπληγα μὴ ταχέως διακονεῖν. Νωτοφόρος: ὁ ἐπὶ νώτου βαστάζων. Νῶτον: οὐδετέρως λέγουσι τὸ νῶτον· καὶ πληθυντικῶς τὰ νῶτα. Νωχελῆ: βραδεῖα. Νωχελής: βραδύς· ὁμαλός· ἄχρηστος. Νωχελωῖ: οὐ δυναμένωι κινεῖσθαι· φεύγοντα.