Ἀρχὴ σὺν Θεωῖ τοῦ σ.Σᾶ: περισπωμένως τὰ σῶα· εἴρηται δὲ ἐπὶ θηλυκοῦ· σᾶ ἡ πόλις· οἷον σώα ἡ πόλις. Σᾶ: τὰ σῶα λέγουσι μονοσυλλάβως, ἀπὸ τοῦ σῶα συναιροῦντες· καὶ τὸν σῶον καὶ σῶν· καὶ σῶοι, σοῖ· παρὰ δὲ Θουκυδίδηι δισυλλάβως σῶοι. Σμικρὸς ἐν σμικροῖς, μέγας δὲ ἐν μεγάλοις ἔσομαι· καὶ τὸν ἀμφέποντʼ ἀεὶ φρεσὶ δαίμονʼ ἀσκήσω: εἰ μικρὰ ἦ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· εἰ δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγαλοφρονήσω, καὶ τὴν περιέπουσάν με τύχην οἴσω τηῖ διανοία. Σαβαρίχιν: τὸ γυναικεῖον αἰδοῖον· Τηλεκλείδης. Σαβέκ: ἄφεσις ἀπὸ τῆς Σύρας. Σαβοί: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τωῖ Σαβαζίωι, τουτέστι τῶ Διονύσωι· καθάπερ τοὺς τωῖ Βάκχωι, Βάκχους· τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσον φασίν· οὕτως δέ φησι καὶ τῶν Ἑλλήνων τινὲς τοὺς Βάκχους Σαβοὺς καλεῖν· Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναι φησὶ τοῦ Διονύσου Σαβάζιον. Σαβοὺς καὶ Σαβὰς καὶ Σαβαζίους: τοὺς βακχεύοντας τωῖ Σαβαζίωι· τὸ γὰρ σαβάζειν τωῖ θεωῖ τοῦτο· ὑπὸ δέ τινων ὁ Διόνυσος Σαβὸς καλεῖται. Σαβύττης: ξυρήσεως εἶδος. Σαβάξαι: διασαλεῦσαι. Σάβυττος: τὸ γυναικεῖον αἰδοῖον· ἀπὸ τοῦ σάττεσθαι καὶ βύεσθαι, ὡς καὶ σάθη. Σαγγάριος: ποταμὸς Φρυγίας καὶ Λυδίας. Σάγαρις: κοπὶς ἢ πέλεκυς. Σάγδας: μύρον τί. Σάγη: τὸ πλῆθος. Σάγη φερέσβιος: τὸν πρὸς τροφῆς παρασκευὴν θύλακον. Σάγη: ἡ πανοπλία· οὕτως Μένανδρος. Σαγήνη: πλέγμα τί ἀπὸ σχοινίων εἰς ὑποδοχὴν ἰχθύων. Σάγμα: τὸ τῆς ἀσπίδος ἔλυτρον. Σάγρα: αἰ τοῦ … ἀλήθεια· οὕτως Κρατῖνος. Σάγρα: ποταμὸς ἐν Ἰταλία· καὶ τόπος ἀφʼ οὗ ἡ παροιμία· ἀληθέστερα τῶν ἐπὶ Σάγρα. Σάθων: ὑποκόρισμα παιδίων ἀρρένων· οὕτως Τηλεκλείδης. Σαθρὸν, οὐ σαβακὸν χρὴ λέγειν. Σαικονῆσαι: ἀντὶ τοῦ κινηθῆναι· Ἀριστοφάνης. Σαίνει: κολακεύει· σείει· ὡς ἐπὶ τῶν κυνῶν σαινόντων τηῖ οἰκείαι οὐραῖ. Σαίνεσθαι: κολακεύειν. Σαίνουροι: τὰς οὐρὰς σείοντες. Σαίρει: κοσμεῖ ἢ χαίρει. Σαίρειν: οὐ σαροῦν· μᾶλλον δὲ κορεῖν λέγουσιν· καὶ ἀκόρητον, τὸν ἀσάρωτον· καὶ κορηθῆναι· καὶ τὸ σάρον, κόρηθρον· καὶ κόρημα, τὸ κάθαρμα. Σάκαι: ἔθνος Σκυθικόν. Σάκας: ἐπεκαλεῖτο ὁ τραγωδοποιὸς Ἀκέστωρ, ὡς ξένος καὶ βάρβαρος· οἱ γὰρ Σάκαι Σκυθικὸν γένος. Σακέλλιον: βαλάντιον. Σακεσφόροι: ὁπλοφόροι· ἀσπιδηφόροι. Σακεύουσι: τὸ ὑλίζουσι παρʼ Ἡροδότωι. Σακυφάνται: οἱ πλέκοντες τοὺς γυργάθους· ἢ τῶν λινοΰφων οἱ τοὺς σάκκους ὑφαίνοντες. Σακίζειν: τὸν τρυγώδη διὰ σάκκου καὶ στρέβλης ἠθεῖν οἶνον· οὕτως Λυκόφρων. Σακοδερμίτης: Σοφοκλῆς Τρωΐλωι· οἱ μὲν τὸν ὄφιν· οἱ δὲ σκώληκα τὰ δέρματα διεσθίοντα· ἄμεινον δὲ τὸν ἐπὶ τωῖ δέρματι χαλκὸν ἔχοντα· παρʼ ὅσον τὰ σάκη ἐπίχαλκα. Σάκος: ὅπλον· ἀσπίδα. Σάκτρα: φορμὸς, ἀπὸ τοῦ σάττεσθαι· οἱ δὲ τὸν τοξικὸν κάλαμον. Σάκος: οἱ Ἀττικοὶ λέγουσι διὰ τοῦ ἑνὸς κ. Σακτός: ὁ τεθησαυρισμένος καὶ πολύς. Σαλάβην: Σοφοκλῆς τὴν ὀπήν. Σαλαβακχώ: πόρνης ὄνομα. Σάλα: φροντίς· οὕτως Αἰσχύλος. Σαλακωνία: ἀλαζονεία· ὑπὲρ τὸ δέον· καὶ σαλακωνίσαι, ἀλαζονεύεσθαι· ἀλαζόνας δὲ ἔλεγον τοὺς ψεύστας καὶ μεγαλαύχους. Σαλάκων: προσποιούμενος πλούσιος εἶναι, πένης ὤν. Σάλος: σαλευμός· τάραχος· καὶ ἡ φροντίς. Σαλαμίνιος: ὁ ἐκ τῆς Σαλαμινίας καλουμένης νεὼς ἐρέτης· οἱ δὲ ὅτι Σαλαμίνιοι ἀγαθοὶ ἐρέται. Σαλάμβη: ὀπή· καπνοδόκη· οὕτως Σοφοκλῆς. Σαλμάκιον: κοσμαρίου τί γένος. Σαλαμός: ἀλαζών. Σαλμυδησός: αἰγιαλὸς καὶ ποταμὸς Εὐξείνω πόντωι. Σαλοῦσα: φροντίζουσα· σάλα γὰρ ἡ φροντίς. Σαλπίττει: ἀντὶ τοῦ σαλπίζει. Σάμακα: Ἐρατοσθένης ἀπέδωκε τὸν φορμόν· ἄμεινον δὲ τὸν τοξικὸν κάλαμον· οὕτως Λύσιππος. Σάμαιναι: πλοῖα σάμια ὗσιν ἐμφερεῖς τὰς πρώρας ἔχοντα. Σαμακιν: κομάρου τι γένος τοῖς νεωτέροις. Σάμβαλα: ὑποδήματα. Σαμβύκη: εἶδος ὀργάνου μουσικοῦ. Σαμιακὸν τρόπον: Κρατῖνος Ἀρχιλόχοις· εἰσυαμιαν ἐπισκώπτων μιννύω … ναυσὶ γὰρ ἐμφερεῖς εἶχε τὰς πρώρας τὰ τῶν Σαμίων πλοῖα, ὡς Χοιρίλοχος ὁ Σάμιος. Σαμικόν: ἀντὶ τοῦ Σάμιον. Σαμίων ὁ δῆμος ἐστὶν, ὡς πολυγράμματος: Ἀριστοφάνης Βαβυλωνίοις· ἐπισκώπτων τοὺς ἐστιγμένους· οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων, σπάνει τῶν πολιτευομένων, ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν· ὡς Ἀριστοτέλης ἐν τηῖ Σαμίων πολιτεία· ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι· τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν ἄρχειν· οἱ δʼ Ἀθηναίοις ἐπὶ ἄρχοντος Εὐκλείδου· τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου καὶ ἐπὶ Εὐκλέους· περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος· οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμω Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι τῆ Σαμαίνη, ὅ ἐστι πλοῖον δίκροτον ὑπὸ Πολυκράτους πρῶτον παρασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νοστῶν· τὸ δὲ πλάσμα Δούριδος· οἱ δὲ τὴν Σάμαιναν νόμισμα εἶναι. Σαμφόρας: ἵππος χαρακτῆρα ἔχων ἐνκεκαυμένον σίγμα, ὡς κοππατίας καὶ βουκέφαλος. Σανδαλοθήκην: οὐ σανδανοθήκην λέγουσιν. Σάνδυξ: χρῶμα κόκκινον. Σανίδα: τὸ δεσμωτικὸν ξύλον. Σανίδα: τὸ λεύκωμα ὅπου αἱ δίκαι λέγονται. Σαννίονον: τὸ αἰδοῖον· ἀντικέρκιον· παρὰ τὸ τηῖ κέρκωι σαίνειν. Σανίς: καὶ ἐν ηἷ τοὺς κακούργους ἔδουν, καὶ ἐν ηἷ τὰς δίκας ἐνεχάραττον· τὸ μὲν ἐν Θεσμοφοριαζούσαις· τὸ δὲ ἐν Σφηξὶ δεδήλωται. Σανναν: τὸν μωρόν· οὕτως Κρατῖνος. Σάξας: ἀντὶ τοῦ ἁμάξας· οὕτως Εὔπολις. Σαπέρδης: ἰχθὺς ὁ κορακῖνος. Σαπρόν: οὐ τὸ μοχθηρὸν καὶ φαῦλον· ἀλλὰ τὸ παλαιόν· Εὔπολις. Σάπαι: ἔθνος Θράκιον. Σάραβον: τὸ γυναικεῖον αἰδοῖον οἱ κωμικοὶ καλοῦσι· καὶ σάκταν· καὶ σάβυτταν· καὶ σέλινον· καὶ ταῦρον καὶ ἕτερα πολλά. Σαράβαρα: ἐσθὴς Περσική· ἔνιοι δὲ λέγουσι βρακία. Σαβαρίχη: γυναικὸς αἰδοῖον. Σάραπις: χιτὼν Περσικὸς μεσόλευκος. Σάραφιν: ἐμπρηστάς· ἔμπυρα στόματα· ἢ θερμαίνοντας. Σαργάναισι: δεσμοῖς. Σαρδαναπάλους: ἐν βʹ Περσικῶν δύο φησι γεγονέναι Καλλισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν· ἐν Νίνω δʼ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτʼ ἐπιγέγραπται· Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρηι μιηῖ· ἔσθιε, πίνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστιν ἄξια· τουτέστιν τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὼς τωῖ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις· ταυτὸ καὶ ἐν Ἀγχιάλωι τηῖ πρὸς Ταρσωῖ ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον. Σαρδάζων: μετὰ πικρίας γελῶν. Σαρδόνιος γέλως: παροιμία ἐπὶ τῶν ἐπʼ ὀλέθρωι τωῖ σφῶν αὐτῶν γελώντων· ἣν Δήμων μὲν διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες, αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ ἑβδομήκοντα ἔτη τωῖ Κρόνωι ἔθυον, γελῶντας ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι· Τιμαῖος δὲ τοὺς ἱκανὸν βεβιωκότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν, εἰς ὃν ἔμελλον θάπτεσθαι βόθρον, γελᾶν· οἱ δὲ ἀπὸ τοῦ σεσηρέναι μετὰ ἀνοίας· καὶ φασὶν ἄλλοι τε καὶ Κλείταρχος, ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπιθέντας· ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας, ὑφʼ ὧ κρίβανος· ἔπειτα ὑποκαίειν· τὸν δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν· Σιμωνίδης δὲ τοῦ σιαλον τον Ἡφαιστότευκτον Σαρδονίους οὐ βουλομένους περαιῶσαι πρὸς Μίνωα εἰς πῦρ καθαλλόμενον, ὡς ἂν χαλκοῦν, προστερνιζόμενον ἀναιρεῖν ἐπιχάσκοντας· Σειληνὸς δὲ ἐν δʹ τῶν περὶ Συρακόσσας, λάχανον εἶναι παρὰ Σαρδονίοις ἡδὺ, σελίνωι ἐμφερές· οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας καὶ τὰς σάρκας αὐτῶν ἀποδάκνειν· ἔνιοι δὲ τοὺς ἐπὶ κακῶ γελῶντας, ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος· —μείδησε δὲ δῖος Ὀδυσσεὺς Σαρδόνιον· καὶ ἐν ἄλλοις· —ἡ δʼ ἐγέλασσε Χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέηισιν Ἰάνθη. Σαρείσας: τὰς τῶν χειλῶν σάρκας. Σάρητον: βαρβαρικὸς χιτών. Σάρρισσα: εἶδος ἀκοντίου Ἑλληνικοῦ. Σαρκάζων: μετὰ πικρίας καὶ θυμοῦ γελῶν. Σαρπηδών: μεγάλη· καὶ Σαρπηδόνιον δέσμα, τὸ μέγα. Σαρπηδὼν ἀκτή: ἄκρα τῆς Θράκης· κρατίστην· μεγάλην· καὶ νῆσος πρὸς τωῖ Ὠκεανωῖ, ἐν ηἷ αἱ Γοργόνες. Σαρωνία: Ἄρτεμις· ἀπὸ τοῦ ἐν Τροιζῆνι Σαρωνικοῦ πελάγους. Σάσσειν: καθοπλίζειν. Σάτραι: σατράπαι. Σασσέτω: καθοπλιζέτω· παρὰ τὴν σάγην. Σάτραι: Αἰθιόπων γένος. Σατράπης: ἀρχηγός· στρατηγός. Σατυρικὰ δράματα: πλείονα ἦν ἔθος ὑποκρίνεσθαι, ἐν οἷς μεταξὺ ταῦτα ἐμίγνυον πρὸς διάχυσιν. Σάτυρος: χορευτής. Σαῦλον: τρυφερόν. Σαυλοῦσθαι: θρύπτεσθαι· ἁβρύνεσθαι. Σαύνιον: ἀκόντιον βαρβαρικόν. Σαυρωτῆρσιν: τοῖς στύραξιν· τοῖς ὄπισθε τῶν δοράτων. Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας ποτέ: Ἀστυδάμα τῶ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγωιδίας διδασκαλίαι Παρθενοπαίου δοθῆναι ὑπʼ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρωι· τὸν δὲ εἰς αὐτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο· Εἴθʼ ἐγὼ ἐν κείνοις γενόμην, ἢ κεῖνοι ἅμʼ ἡμῖν, Οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν· Ὡς ἐπʼ ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος· Νῦν δὲ χρόνω προέχουσʼ, ωἷ φθόνος οὐχ ἕπεται· διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν παραιτήσασθαι τὴν ἐπιγραφήν· καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο, ὡς παρὰ Φιλήμονι· λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ, σαυτὴν ἐπαινεῖς. Σάφα: σαφῶς· φανερῶς. Σαφήνισον: σαφέστερον λέγε. Σαφής: ἀντὶ τοῦ σαφοῦς. Σβέσαι: παῦσαι. Σέβας: τιμή· ἔκπληξις. Σεβίζει: σέβεται. Σεβαστός: προσκυνητός. Σέδας: καθέδρας. Σέες: οὐχὶ σῆτες· καὶ αἱ πτώσεις σέων· σῆσιν· σέας· οὕτως Ἀριστοφάνης. Σείεις: διασείεις· συκοφαντεῖς. Σεῖν: τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὁτʼ ἂν αὐτὰ βούλωνται οὐρῆσαι· οὕτως Ἀριστοφάνης. Σειραφόρον ἵππον: … Σεμνά: τὰ ἄρρητα μυστήρια· οἱ δὲ ἐπὶ τοῦ ἡσύχου καὶ καταστύγνου. Σειραῖς: λεπτοῖς ἱμάσιν. Σειρὴν μὲν φίλον ἀγγέλλει· ξεῖνον δὲ μέλισσα: σειρὴν ζῶον ἐστι κηροποιὸν, μελίσσηι παραπλήσιον. Σειρῆνας: γυναῖκας τινὰς εὐφώνους γεγενῆσθαι μῦθος πρὶν Ἑλληνικός· αἵτινες ἐν νησίωι καθεζόμεναι οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας, ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου· εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος καὶ ἄνω, εἶδος στρουθῶν· τὰ δὲ κάτω, γυναικῶν. Σειρῆνες: αἱ τῆς ψυχῆς ἐναρμόνιοι καὶ μουσικαὶ δυνάμεις. Σειρίδες: αἱ σειραί. Σειρῆνα: σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον· καθὰ φασὶν οἱ γλωσσογράφοι· καὶ σειρὴν δὲ, ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετός τε ὅτε ἐστὶν ὁ Σείριος· ἔστι δὲ καὶ Σειρὶς πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα, εἴ τινα ἄλλα, Λυκοῦργος εἶπεν ἐν τωῖ περὶ τῆς διοικήσεως· ἐν ἐνίοις μὲν χωρὶς τοῦ ι γράφεται, σερῆνα. Σέρρειον τεῖχος: καὶ Σέρριον· ὀνόματα χωρίων. Σείριος: κυρίως τὸν τοῦ κυνός· ὅτε δὲ καὶ τοὺς ἄλλους ἀστέρας. Σειροί: αἱ ἐπαύλεις. Σείρωσις: δέσμευσις· καὶ σειρᾶν, τὸ δεσμεῖν. Σεῖσαι: τὸ συκοφαντῆσαι· ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων· Τηλεκλείδης Ἀμφικτύοσιν· Ἀλλʼ ὦ πάντων ἀστῶν λωῖστοι σεῖσαι καὶ προσκαλέσαντες Παύσασθε δικῶν ἀλληλοφάγων· Ἀριστοφάνης Δαιταλεῦσιν· Ἔσειον· ηἴτουν χρήματʼ· ἠπείλουν· πάλιν Ἐσυκοφάντουν. Σεισάχθεια: χρεωκοπία δημοσίων καὶ ἰδιωτικῶν· ἣν εἰσηγήσατο Σόλων· εἴρηται δὲ παρʼ ὅσον ἔθος ἦν Ἀθήνηισι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις· ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλόχορος δὲ δοκεῖ, ἀποψηφισθῆναι τὸ ἄχθος. Σελαγεῖν: φλέγειν· ἀπὸ τοῦ σέλανος. Σέλας: πῦρ· ἢ τὸν κεραυνόν· καὶ τὸ φῶς τῆς σελήνης· ἢ λαμπηδών. Σελατοῦλαν: δαῖδαν τὴν καιομένην καὶ λάμπουσαν. Σελάχια: τὰ ἔσω λεχάζοντα καὶ λοχεύοντα· ὠοτοκοῦντα γὰρ πρότερον ἐν ἑαυτοῖς, εἶτα ζωοτοκεῖ· τοιαῦτα δὲ τὰ χονδρώδη καὶ ἀλέπιδα· καὶ σελάχια βραχέως· οὕτως Εὔπολις. Σελήνας: Ἴσιδος τῆς λαμπηδόνος· τινὲς δὲ ἐπὶ τοῦ πέμματος. Σελήνη: πόπανον ὅμοιον τωῖ ἀστέρι· τὸ δʼ αὐτὸ καὶ σεληνίς· καὶ ἐπισελήνιον· καὶ ἀρεστὴρ καὶ βοῦς καλεῖται. Σελάχιον: ἰχθύδιον, ὃ μόνον ζωοτοκεῖ, πρῶτον ὠοτοκῆσαν ἐν αὐτωῖ πλὴν βατράχου· εἴρηται δὲ ἀπὸ τοῦ ἔσω λεχώζειν· Καλλίστρατος δὲ τὸ τοῦ ἰχθύος κόπαιον· λέγεται δὲ καὶ μαλάχιον. Σελίδες: τὰ μεταξὺ διαφράγματα τῶν διαστημάτων τῆς νεώς· ὡς καὶ ἐν τοῖς βιβλίοις τὰ μεταξὺ τῶν παραγραφῶν. Σέλινον: τὸ γυναικεῖον αἰδοῖον. Σελίνου στέφανος: πένθιμος· τὸ γὰρ σέλινον πένθεσι προσήκει· ὡς ἔφη καὶ Δοῦρις ἐν τωῖ περὶ ἀγώνων. Σελευκίς: ὄρνεόν ἐστιν εὔπεπτον καὶ ἀκόρεστον καὶ πανοῦργον. Σελλασία: τόπος τῆς Λακωνικῆς. Σελμῶν: σανίδων. Σεμναὶ θεαί: κατʼ εὐφημισμὸν αἱ Ἐρινύες· ὥσπερ αἱ αὐταὶ καὶ Εὐμενίδες ἐκαλοῦντο· ἦσαν δὲ τρεῖς. Σεμναὶ θεαί: οὕτως καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας. Σεμνομυθοῦσιν: ὑπερηφανεύονται ἐν λόγοις. Σεμνόν: ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουσιν· ἔσθʼ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν· Εὐριπίδης Μηδείαι· —οἶδα γὰρ πολλοὺς βροτῶν Σεμνοὺς γεγῶτας·καὶ ἐν Ἱππολύτωι· Μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον· καὶ τὸ ἔνδοξον· Πῶς οὐ σὺ σεμνὴν δαίμονʼ οὐ προσεννέπεις· καὶ τὸ μέγα. Σεμνόν: μέγα· ἔνδοξον· ἀξιωματικὸν, ὑπερήφανον. Σεμνυνόμενος: κομπάζων. Σεπτά: θαυμαστά. Σέρειφον: τὴν Λακεδαίμονα· διὰ τὸ σκληρῶς ζῆν· καὶ χρησμὸς αὐτοῖς ἐξέπεσεν. Σέρφοι: οἱ πτερωτοὶ μύρμηκες οὓς ἡμεῖς νύμφας· οὕτω Δίδυμος· Κάσσιος δὲ Λογγῖνος· σέρφος πτηνόν τι μακρὸν κώνωπι ἐμφερὲς κατὰ τὸ μέγεθος· μετὰ δὲ τοῦ τ, στέρφνους φησὶν εἶναι τοὺς πτερωτοὺς μύρμηκας. Σέσακται: ἔσταλται. Σεσάχθαι: καθωπλίσθαι. Σεσέλλισαι: μάτην ἐπῆρσαι· ἀπʼ Αἰσχίνου τοῦ Σέλλου· ὃς ἦν κομπαστὴς καὶ ἀλαζὼν, ἔν τε τωῖ διαλέγεσθαι καὶ ἐν τῶ προσποιεῖσθαι πλουτεῖν· Λυκόφρων δʼ ἀπέδωκε τὸ σελλίζεσθαι, ἀντὶ τοῦ ψελλίζεσθαι. Σεσήκασμαι: οἷον ὡς βόσκημα. Σεσημασμένω: ἀντὶ τοῦ ἐσφραγισμένωι· Δημοσθένης ἐν τωῖ περὶ τοῦ ὀνόματος. Σέσηρεν: κέχηνε· διήνοιγεν. Σεσηρέναι: καὶ σαρκάζειν· τὸ τοὺς ὀδόντας φαίνειν ἐπὶ διαμωκήσει. Σεσοβημένος: ἄτακτος τὴν κίνησιν· τεθορυβημένος· τεταραγμένος. Σεσωρευμένον: βεβαρημένον. Σέσωται καὶ σεσωμένος: οἱ παλαιοὶ ἄνευ τοῦ σ· καὶ διεζωμένοι φησὶ Θουκυδίδης· οἱ δὲ νεώτεροι σέσωσμαι· ἐπʼ ἐνίων ἁπλῶς παραλείπουσι τὸ σ· κεκλειμένον· πεπρημένον. Σεύθης: εἷς τῶν ἐν Θράκη βασιλέων. Σέφθησαν: καὶ οἱ τραγικοί· καὶ Πλάτων Φαίδρωι· ἀντεσεβάσθησαν. Σέων: σητῶν· οὕτως Ἕρμιππος. Σηγάνιοι πυροί: οἱ τῶ ἔαρι σπειρόμενοι τριμηναῖοι λέγονται. Σηκίδες: τὰ οἰκογενῆ παιδισκάρια· κυρίως δὲ σηκύλη καὶ σηκὶς, ἡ ἐν ἀγρῶ ταμιεῖον φυλάττουσα. Σηκιννίς: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ τραγική· κάρδαξ δὲ κωμική· ὡς Ἀριστόξενος ἐν αʹ περὶ τραγικῆς ὀρχήσεως. Σηκοί: αἱ τῶν βοσκημάτων ἐπαύλεις· παρὰ τὸ σώζειν. Σηκός: ὁ ἐνδότερος οἶκος τοῦ ἱεροῦ· ναός· οἶκος· τάφος. Σηκός: τάττουσι τὸ ὄνομα καὶ ἐπὶ ἐλαίας· λέγει γὰρ Λυσίας· ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν, οὔτε μορίαν, οὔτε σηκόν· μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς καλοῦσιν ἐλαίας· τὰς δὲ δημοσίας, μορίας· σηκὸν δὲ, ὡς ἔοικεν, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν. Σηκός: σημαίνει μὲν τὸ περίφραγμα καὶ τὴν ἔπαυλιν τῶν προβάτων· σημαίνει δὲ καὶ τὸ ἡρωῖον· ἔτι δὲ καὶ ἐλαίαν· οὐ μονοστέλεχον, ἀλλὰ πολύκλαδον· ὥστε καὶ καλάμην ἔξωθεν ἔχειν περικεχυμένην καὶ πολλὴν καὶ πυκνήν· ἔνεστι γὰρ ὑπὸ ταῖς τοιαύταις ἐλαίαις καὶ σηκάζεσθαι· ὥστε τρία εἴδη ἐλαίας· καὶ αἱ μὲν γὰρ ἁπλῶς ἐλαῖαι καλοῦνται· αἱ δὲ μορίαι· ὅσαι καὶ ἱεραὶ τῆς Ἀθηνᾶς ἦσαν· αἱ δὲ σηκοὶ, αἱ πολύκλαδοι καὶ κομήτριαι· οὐκ ἐξῆν δὲ οὔτε τὰς σηκοὺς, οὔτε τὰς μορίας ἐκκόπτειν· ἢ γὰρ θάνατος ἦν, ἢ ζημία. Σήλεκτος: χαμαιδικαστής. Σημαῖαι: σίγνα· προτομαί. Σημαίνει: ἐπιτάττει. Σημαίνειν καὶ ἐπισημαίνειν: τὸ σφοδρῶς αὐλεῖν ὥσπερ οἱ σαλπιγκταί· οὕτως Μένανδρος. Σημαίνειν: τὸ σαλπίζειν ἔλεγον· καὶ τὸ ἐνσημαίνειν. Σημάντορες: ἐπιτάκτορες· ἡγεμόνες. Σήμαντρα: σφραγῖδας. Σημασία: φανέρωσις διὰ σάλπιγγος. Σήματα: τέρατα· σημεῖα· Ἀττικοὶ δὲ καὶ τὰ μνήματα. Σήμαχος: δῆμος Ἀντιοχίδος. Σημεῖα: μίλια. Σημεῖα: οὕτως λέγουσι τὰς σφραγῖδας Δημοσθένης καὶ ἄλλοι. Σημεῖον: τὴν σφραγῖδα· καὶ σημαίνεσθαι, τὸ σφραγίζεσθαι. Σήραγγες: αἱ ὑπὸ γῆν ὑπομήκεις ἐκῥήξεις· οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς· ἃς ὑποτρέχον τὸ ὕδωρ, ζητεῖ διέξοδον· ἐντεῦθεν καὶ σηραγγώδης τόπος εἴρηται ὁ διατετρημένος. Σηράγγειον: χωρίον τί τοῦ Πειραιῶς. Σηράγγειον: τόπος τοῦ Πειραιῶς, κτισθεὶς ὑπὸ Σηράγγου· καὶ ἡρωῖον ἐν αὐτωῖ. Σήραγξ: χάσμα· κοιλάς· καὶ ὕφαλος πέτρα, ῥήγματα ἔχουσα. Σῆρες: ἔθνος ἔνθα ἡ μέταξα γίνεται· ἐξ οὗ καὶ Σηρικὰ τὰ ἐκ μετάξης ὑφασμένα λέγεται. Σήσαμον: μετὰ μέλιτος κεκομμένον, πρῶτον μὲν παρὰ τῶ νυμφίωι τὸ παλαιὸν ἐδίδοσαν τοῖς ἀπαντῶσι περιιόντες τῶν ἐντίμων ἢ φίλων, ἐπιλέγοντες ὡς παρὰ τοῦ γαμοῦντος ἐστὶν ἢ τῆς γαμουμένης· νῦν δὲ δεῖπνα ποιοῦντες κατʼ οἰκίαν διανέμουσι τοῖς κεκλημένοις· ἔστι δὲ ὅτε τὴν σησάμην θέλοντες περιφέρειν δεῦρο πολυτελῆ· ἐν δὲ τοῖς γάμοις ἐδίδοσαν σησάμην, ἐπεὶ πολυγονώτατον σήσαμον. Σησαμῆν: περισπωμένως καὶ Ἀρίσταρχος καὶ Σέλευκος· ἡ δὲ χρῆσις ἑτέρως. Σησαμοῦσι: πλακοῦσιν. Σθένελος: τραγωδίας ποιητής· ἐκωμωδεῖτο δὲ, ὡς τὰ ἀλλότρια σφετεριζόμενος. Σθεναρός: ἰσχυρός. Σθένει: δύναται. Σθένης: ἰσχυρός· κάρτερος. Σιγηλός: ἄφωνος· σιγηρός. Σίγειον: πόλις ἐστὶ τῆς Τρωιάδος, οὐκ ἄποθεν τῆς Ἰλίου. Σιγύνους: τὰ δόρατα. Σιδίωι: κόκκωι ῥοᾶς. Σικάριοι: ληιστῶν γένος· σίκας δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι καλοῦσιν· οἷς χρώμενοι ἐλέγοντο σικάριοι. Σικελίζεις: τὸ ἀτηρεύεσθαι παρὰ Ἐπιχάρμωι· οἱ δὲ πονηρεύεσθαι. Σίκλος: ὀβολοὶ εἴκοσι. Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν διὰ μικρὰ ὑποπτευόμενα κέρδη μεγάλως βλαπτομένων· δύναται δὲ καὶ ἐπὶ τῶν τὰ ὡραιότερα ἐκλεγομένων τάττεσθαι. Σίκερα: σκευαστὸν πόμα. Σίκιννις: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ τραγική· κάρδαξ δὲ κωμική· ὡς Ἀριστόξενος αʹ περὶ τραγικῆς ὀρχήσεως. Σίκλος: καὶ τὸ ἐναντίον καὶ σταθμὸς βαρβαρικός· δυνάμενος ὀκτὼ ὀβολοὺς Ἀττικούς· οὕτως Σοφοκλῆς. Σικύαν: τὴν τῶν ἰατρῶν· οὕτως Εὔβουλος. Σικυῶν: ἀρρενικῶς· Ξενοφῶν. Σικχός: σκώπτης. Σικχός: ὁ μικρόσιτος. Σιλλαίνει: μυλλαίνει· διὰ τῶν ὀφθαλμῶν σκώπτει καὶ μυλλίζει. Σιληνοί: οἱ Σάτυροι· Εὔπολις. Σιληπορδεῖν: τρυφᾶν· καὶ σιληπορδία, ἡ ἄγαν τρυφή. Σιλλοῦν: τοὺς ὀφθαλμοὺς ἡρέμα παραφέρειν· οὕτως Ἄρχιππος. Σίλφιον: πᾶν τὸ ξηρὸν καὶ κοῦφον λέγουσιν· τοιοῦτος γὰρ ὁ τοῦ σιλφίου καυλός· οὕτως Ἀριστοφάνης. Σιμαίθα: Μεγαρικὴ ἑταίρα. Σίμβλοι: θῆκαι τῶν μελισσῶν. Σιμικίνθιον: φακιόλιον· ἢ σουδάριον. Σιμόν: ἄναντες· οὕτως Ἀριστοφάνης. Σιμός: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· εἷς τῶν Ἀλευάδων οὗτός ἐστι, τῶν δοκούντων συμπράξαι τωῖ Μακεδόνι. Σίμυλος: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος φησίν· ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκριταῖς, Σιμύλω καὶ Σωκράτηι. Σίμων: ὄνομα κύριον. Σινάμωρος: ἐν τωῖ α, οὐχὶ σινόμωρος· ὁ λίχνος καὶ ἀψίκορος. Σινδοί: Σκυθικὸν γένος. Σινδονίτης χιτών: λινοῦς. Σίνδρων: πονηρός. Σίνεσθαι: βλάπτεσθαι. Σινιάσαι: σεῖσαι· κοσκινίσαι· θορυβῆσαι· ταράξαι· πειρᾶσαι. Σίνος: βλάβη. Σινοῦται: βλάπτεται. Σίντης: βλαπτικός. Σινωπῆσαι: τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν Σινώπην· ἐκωμωδεῖτο γὰρ ἐπὶ τῶ κατασχημονῆσαι, καθάπερ Ἄλεξις ἔφη. Σινώπη: ἑταίρα ἥτις καὶ Ἄβυδος ἐλέγετο, διὰ τὸ γραῦς εἶναι. Σιπύα: σιτηρὸν ἀγγεῖον· ὡς Λυσίας τε καὶ Εὔπολις καὶ Ἀριστοφάνης. Σιραῖον: τὸν ἑψημένον οἶνον καὶ γλυκύν. Σιρῆνες: αἱ τῆς ψυχῆς ἐναρμόνιοι καὶ μουσικαὶ δυνάμεις. Σίριον: τὸν κύνα· ὅτε δὲ τὸν ἥλιον· Ἴβυκος δὲ πάντα τὰ ἄστρα Σίρια. Σιροῖς: ὄρυγμα ἐν οἷς κατετίθετο τὰ σπέρματα. Σιρομάστης: σκεῦος τί σιδηροῦν λαβὴν ξυλίνην ἔχον παρὰ τοῖς τελώναις εἰς ἔρευναν. Σισάριον: χρυσοῦν κοσμαρίω ὅμοιον. Σίσυβοι: κροσσοί· ἱμάντες. Σισύρα: βαίτη· τοῦτό ἐστι τὸ ἐκ κωδίων συρρεραμμένον ἱμάτιον· οὕτως Ἀριστοφάνης. Σισύρα: ἱμάτιον τραχύ· περιβόλαιον ἀγροικικόν· δουλικόν· παλαιόν· ἢ χιτὼν δερμάτινος. Σίτου δίκη: ὅτʼ ἂν γυνὴ ἀποδικεῖν ποιησαμένη πρὸς τὸν ἄνδρα διὰ τοῦ ἄρχοντος· ἢ καὶ ὑπὸ τοῦ ἀνδρὸς ἐκπεμφθεῖσα μὴ ἀπολαμβάνηι τὴν προῖκα, καὶ διαγένηται χρόνος, καὶ δίκην εἰσάγη πρὸς αὐτὸν, καὶ ἀπαιτηῖ τὴν προῖκα, καὶ τροφὰς ἀφʼ ἧς ἀπηλλάγη ἡμέρας· αὕτη καλεῖται δίκη σίτου. Σιταρχία: ἡ σῖτον διδοῦσα τοῖς ἐπιβάταις. Σιτηρέσιον: τὸ διδόμενον τισὶν εἰς τροφήν. Σιτηρέσιον: ἐν τῶ ε· οὐ σιτηρόσιον. Σιτίσεων: τροφῶν· δαπανῶν. Σιτοδεία: λιμός· ἔνδεια. Σῖτος: καλεῖται σῖτος καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξίν· ἢ τοῖς ὀρφανοῖς· ὥς ἐστι μαθεῖν κἀκ τῶν τοῦ Σόλωνος πρώτου ἄξονος, καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας· Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον, οὐκ ὀρθῶς ἡγούμενος. Σῖτος: πᾶς ὁ σιτικὸς καρπὸς, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία· Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τηῖ γηῖ ἡροῦντο, αἱ δὲ μετέωροι ὥρμουν. Σίτου: τροφῆς. Σίτου ἐκβολή: Θουκυδίδης· ὅτʼ ἂν ὁ στάχυς τῆς κάλυκος ἐκφύηται, οὐχ ὅτʼ ἂν ἐκ τῆς γῆς ἀναδίδοται τὰ σπέρματα. Σιτούμενος: ἐσθίων. Σιτοφύλακες: ἀρχή τις ἦν Ἀθήνησιν, ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται· καὶ τὰ ἄλφιτα· καὶ οἱ ἄρτοι· ἦσαν δὲ τὸν ἀριθμὸν πάλαι μὲν πεντεκαίδεκα ἐν ἄστει, πέντε δὲ ἐν Πειραιεῖ· ὕστερον δὲ λʹ μὲν ἐν ἄστει, εʹ δὲ ἐν Πειραιεῖ. Σίττυβα: δερμάτια. Σιτώνης: ὁ προεστὼς τοῦ δημοσίου σίτου. Σίφλος: μῶμος. Σιφλώσειεν: μέμψειεν· ἐκφαυλίσειεν. Σιφνιάζειν καὶ Λεσβιάζειν: ἀπὸ τῆς νήσου Σίφνου· ὡς καὶ τὸ Κρητίζειν· καὶ Σίφνιος δὲ ἀρραβὼν ὁμοίως· Σιφνιάζειν γὰρ τὸ ἅπτεσθαι τῆς πυγῆς δακτύλωι· Λεσβιάζειν δὲ στόματι παρανομεῖν. Σιωκόμος: νεωκόρος· Εὔπολις. Σκαβωνίδαι: δῆμος Λεοντίδος. Σκάζει: χωλεύει. Σκαιαῖ: τηῖ ἀριστεραῖ. Σκαιεμβατεῖν: τὸ σκαιῶς καὶ ἀρύθμως ἐμβαίνειν ὀρχούμενον· τὸ ἐν τηῖ συνηθείαι κενεμβατεῖν. Σκαιός: ἀριστερός· ἄφωνος· κακός. Σκαιότης: μωρία· ἀπαιδευσία· ἀγριότης· ἀπάτη. Σκαίροντες: χορεύοντες· σκαρίζοντες. Σκαλαθύρματα: σκαριφήματα· Ἀριστοφάνης. Σκαληνός: ἄνισος. Σκάλλοντες: σκάπτοντες. Σκάλμη: Θρακία μάχαιρα. Σκαλμοί: τὰ ξύλα ὧν δέονται αἱ κῶπαι πρὸς τὴν εἰρεσίαν. Σκαλος: ὃν ἡμεῖς σπάλακα. Σκάλωψ: ὁ σπάλαξ· ἐν Κλεοβουλίναις Κρατῖνος. Σκαμανδριαίους: ποταμιαίους. Σκαμβωνίδαι: δῆμος τῆς Λεοντίδος. Σκανδάληθρα: καὶ σκάνδαλα λέγουσιν· —σκανδάληθρʼ ἱστὰς ἐπῶν· Κρατῖνος. Σκάνδιξ λάχανον ἄγριον· παρὸ καὶ σκανδικοπώλην τὸν Εὐριπίδην λέγουσιν· ἐπεὶ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναι φασί. Σκαπανέα: λέγουσιν, οὐ σκαφανέα. Σκαπάνη: σκαφίον· ὀρύγιον· δικέλλιον. Σκαπέρδα: παιδιά τις· δοκίδος γὰρ ἐκτετρημένης σχοινίον διεκβαλόντες προσάπτουσιν τοῖς νεανίσκοις· καὶ ὁ προσαγαγὼν πρὸς τὴν δοκίδα τὸν ἕτερον, νικᾶ. Σκαρδαμύττει: πυκνὰ τοὺς ὀφθαλμοὺς κλείει καὶ ἀνοίγει. Σκάρκη: ἀργύρια Θραικιστί. Σκατοφάγος: ἀκάθαρτος· οὕτως Μένανδρος· Ἀλλὰ σκατοφάγος ἐστι καὶ λίαν πικρός. Σκάφας: ἔφερον οἱ μέτοικοι ἐν τηῖ πομπηῖ τῶν Παναθηναίων· οἱ μὲν χαλκᾶς· οἱ δὲ ἀργυρᾶς· κηρίων καὶ ποπάνων πλήρεις, ἐνδεδυκότες φοινικίους χιτῶνας· οὕτως Μένανδρος. Σκαφεῖον: ἡ νῦν λεγομένη ἄμη· ἐν ἧ σκάπτουσιν. Σκάφιον: τάχα λέγει τὸν καδίσκον, ὧ καταχέονται αἱ γυναῖκες· ἔχει γάρ τι ἐμφερὲς πρὸς τὸ σκάφος, ὅ ἐστιν εἶδος τι πλοίου. Σκαφηφορεῖν: τὸ τοὺς μετοίκους ἐν ταῖς πομπαῖς σκάφας φέρειν πλήρεις θυσιῶν· αὕτη γὰρ ἦν ἡ τῶν μετοίκων λειτουργία. Σκαφηφόροι: Δείναρχος ἐν τωῖ κατὰ Ἀγησικλέους φησίν· οἱ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται· οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τωῖ ἀργυρίω· οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθήνησι· Δημήτριος γʼ οὖν ἐν γʹ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς, αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια. Σκαφίδας: οὐ σκάφας τὰ σκεύη. Σκαφίδας μίξας Μοσσυνικὰ μαζονομεῖα· Ἀριστοφάνης. Σκάφιον ἀποκεκαρμένην: καὶ σκαφιόκουρον, τὸν κείροντα. Σκάφιον: ἔστιν καὶ εἶδος κουρᾶς· ὡς Ἀντιφῶν καὶ Ἀριστοφάνης. Σκάφιον: κουρὰ περιτρόχαλος· οὕτως Ἀριστοφάνης. Σκεδάζει: σκορπίζει. Σκεδαστήν: τὸν μεριστήν. Σκεθρόν: ἀκριβές. Σκελετεύεσθαι: ξηραίνεσθαι· Ἀριστοφάνης. Σκελλόμενα: ἀφαυαινόμενα. Σκέπαρνον: ἀρρενικῶς οἱ παλαιοὶ τὸν σκέπαρνον· καὶ παρʼ Ὁμήρωι. Σκέρβορε: λοίδορε. Σκευοθήκη: τόπος τίς ὅπου ἀπετίθετο τὰ σκεύη τῶν δημοσίων τριηρῶν. Σκευοποιοῦντα τὸ πρᾶγμα: Ὑπερίδης ἐν τωῖ κατὰ Μαντιθέου· ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον. Σκεῦος: τὸ αἰδοῖον. Σκευοφορεῖον καὶ ἀναφορεῖον: τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον· οὗ ἐξαρτῶσι τὰ βάρη. Σκευωρία: κατασκευή· ἐπιβουλή· βλάβη. Σκέψομαι: θεωρήσω. Σκηνή: ἡ οἰκία καὶ καταγωγή· ὡς Ἀσιαγενῆ τὴν λέξιν οὕτως Μένανδρος. Σκηνὴν δὲ ἣν ἔχουσιν· οὐδὲ γὰρ ταύτην λαβόντες ἀναφέρουσιν: Δημοσθένης ἐν τωῖ πρὸς Σπουδίαν· ἔοικεν δὲ σκεῦός τι εἶναι· ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναι φασίν· οἱ δὲ σκιάδειον. Σκηνίτης: Ἰσοκράτης Τραπεζιτικωῖ· Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον· ἔοικεν δὲ ἐπωνύμιον εἶναι· μήποτε δὲ ὡς εἰς ἀγοραῖον λεγόμενον· ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. Σκηπάνιον: σκῆπτρον. Σκίπων: ῥόπαλον· παρὸ καὶ σκαπάνιον. Σκήπτεται: προφασίζεται. Σκηπτόμενος: ἐπερειδόμενος· στηριζόμενος. Σκηπτόμενος: ἀξιῶν ἢ ἐμφαίνων. Σκηπτός: κεραυνὸς ἄνωθεν διάπυρος. Σκῆπτρον: βασιλικὴ ῥάβδος. Σκηπτοῦχος: βασιλεύς. Σκῆψις: πρόφασις· ἢ φροντίς· ἀναβολή. Σκῆψις: πόλις ἐστὶν ἐν τηῖ Τροίαι· ἧς μνημονεύει Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκλέους. Σκῆψις: πρόφασις· καὶ ἦν δίκη τίς οἷον ὑπωμοσία καὶ παραγραφή· Δημοσθένης ἐν τηῖ πρὸς Πανταίνετον παραγραφηῖ· ἀλλʼ ἐπὶ ταύτης τῆς σκέψεως εἰσελθὼν ἀμφότερʼ αὐτὸν ἐπιδείξω. Σκιαγράφος: ὁ νῦν σκηνογράφος· οὕτως Ἀπολλόδωρος. Σκιαδείων: καρουχιῶν. Σκίαθος: νῆσος ἐστι πλησίον Εὐβοίας· ἧς μέμνηται Δημοσθένης ἐν Φιλιππικοῖς. Σκιάποδες: Ἀντιφῶν ἐν τωῖ περὶ Ὁμονοίας· ἔθνος ἐστὶ Λιβυκόν· Κτησίας ἐν περίπλωι Ἀσίας φησίν· ὑπὲρ δὲ τοῦτον Σκιάποδες, οἳ τούς τε πόδας οἷον χῆνες ἔχουσιν κάρτα πλατέας, καὶ ὅτʼ ἂν θέρμη ηἶ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη, σκιάζονται τοῖς ποσίν. Σκιάποδες: Λιβυκὸν ἔθνος· οὕτως Ἄρχιππος. Σκιάς: ἀναδενδράς· σημαίνει δὲ καὶ τὴν παρὰ Ἀθηναίοις λεγομένην θόλον. Σκιὰς καὶ σκιάδειον: ἐν ωἷ ὁ Διόνυσος κάθηται· οὕτως Εὔπολις. Σκιδνάμενος: σκορπιζόμενος. Σκιμαλίσαι: καταδακτυλίσαι ἀσχημόνως. Σκιμβάζειν: χωλεύειν καὶ ἀσκωλίζειν· τὸ αὐτὸ τοῦτο· οὕτως Ἀριστοφάνης. Σκίμπους: κράββατος ἢ σκάμνος. Σκινδακίσαι: τὸ νύκτωρ ἐπαναστῆναί τινι ἀσελγῶς. Σκινδάλαμοι: τὰ τῶν καλάμων ἀποξύσματα ἢ σκόλοπες. Σκινδαλεύειν: ἀνασταυροῦν. Σκίνδαρον: προσκίνημα· καὶ τὸ νύκτωρ ἐπαναστῆναι ἀκολάστως, σκινδακίσαι. Σκιόεντα: σύσκια. Σκιραφία: τὰ κυβία· ἢ διʼ ὅτι σκιραφές ἐστιν τὸ ὄργανον τὸ κυβευτικόν· ἢ ἀπὸ Σκιράφου τινὸς κυβευτοῦ· ὃς πρῶτος εὑρηκέναι δοκεῖ τὰ κυβευτικὰ ὄργανα· ἢ ὅτι ἐν τωῖ τῆς Σκιράδος Ἀθηνᾶς ἱερωῖ ἔπαιζον οἱ κυβευταί. Σκιράφιον: κυβευτήριον. Σκιράφια: τὰ κυβευτήρια φησιν, ἐπειδὴ διέτριβον ἐν Σκιρωῖ οἱ κυβεύοντες, ὡς Θεόπομπος. Σκιρόν: Σκιρὰ ἑορτὴ παρὰ Ἀθηναίοις, ἀφʼ ἧς καὶ ὁ μὴν Σκιροφοριών· φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὡς τὸ Σκιρὸν σκιάδειόν ἐστιν· μεθʼ οὗ φερομένου ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκιρὸν πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱερεία καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι· σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν· καὶ σκέπας δὲ ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν· καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι· ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινος Ἐλευσινίου μάντεως κεκλῆσθαι· Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. Σκίρον: τόπος Ἀθήνησιν, ἐφʼ οὗ οἱ μάντεις ἐκαθέζοντο· καὶ Σκιράδος Ἀθηνᾶς ἱερόν· καὶ ἡ ἑορτὴ Σκιρά· οὕτω Φερεκράτης. Σκιρός: ἑορτή τις ἀγομένη τηῖ Ἀθηναῖ, ὅτι σκιάδειον ἐφρόντιζον ἐν ἀκμηῖ τοῦ καύματος· σκίρα δὲ τὰ σκιάδεια· οἱ δὲ οὐ διὰ τοῦτο φασὶν, ἀλλὰ διὰ τὴν ἀπὸ Σκίρων Ἀθηνᾶν· ἣν Θησεὺς ἐποίησεν, ὅτε ἐπανήει ἀποκτείνας τὸν Μινώταυρον· ἡ σκίρα δέ ἐστι γῆ λευκὴ, ὥσπερ γύψος· οἱ δὲ φασὶν, ἀπὸ Σκίρου τοῦ Ἐλευσινίου μάντεως γενέσθαι τὴν ἐπωνυμίαν ταύτην· ἄλλοι δὲ ἀπὸ Σκίρου τοῦ συνοικίσαντος Σαλαμῖνα. Σκιροφορία: ὄνομα ἑορτῆς. Σκιροφοριών: μὴν Ἀθηναίων ιβʹ· ὠνομάσθη δὲ ἀπὸ τῆς Σκιράδος Ἀθηνᾶς. Σκιτών: ἀσθενής· οὐδενὸς ἄξιος· οὕτω Φερεκράτης. Σκιωρῖται: λόχος ἀνδρῶν ἑξακοσίων Ἀρκαδικός· ὁ ἀρχόμενός τε ἐν τοῖς πολέμοις καὶ τελευταῖος ἀναχωρῶν. Σκληραύχενας: ἀκαμπεῖς. Σκλῆφρον: τὸν κατεσκληκότα καὶ ἀγεννῆ τὴν ἰδέαν. Σκλῆφρος: ὁ σκληρὸς καὶ παρηβηκώς· ὁ τὰ σκληρὰ φέρειν δυνάμενος. Σκνίψ: ζῶον κωνωπῶδες. Σκνὶψ ἐκ χώρας: ἐπὶ τῶν ταχὺ μεταπηδώντων ἡ παροιμία· ἔστι γὰρ ὁ σκνὶψ ζῶον μικρὸν ξυλοφάγον. Σκόθης: διάβολος. Σκοῖδος: ταμίας τὶς καὶ διοικητής· Μακεδονικὸν δὲ τὸ ὄνομα· διὅπερ Μένανδρος ἐν Κιθαριστηῖ Σκοῖδον Διόνυσον λέγει. Σκολιόν: ἡ παροίνιος ὠδή· ὡς μὲν Δικαίαρχος ἐν τῶ περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ὠδῶν· τὸ μὲν ὑπὸ πάντων ἀδόμενον καθʼ ἕνα ἑξῆς· τὸ δὲ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχεν, τηῖ τάξει· ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν· ὡς δʼ Ἀριστόξενος καὶ Φίλης ὁ μουσικὸς, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες, ηἶδον γνώμας καὶ ἐρωτικὰ σύντονα· ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν. Σκόλοψ: ξύλον ὀξὺ καὶ οἱ τῶν φοινίκων. Σκολύθρια: ὑποπόδια. Σκόλυθρον: σκνιφὸν καὶ ἀνελεύθερον. Σκομβρίζει: γογγύζει. Σκομβρίσαι: παρὰ Ἰόβα ἐν βʹ φθορᾶς λέξεως, παιδιᾶς ἀσελγοῦς εἶδος· ἀποδίδοται καὶ κατὰ τὸ ἦτρον πλατεῖ τῶ ποδὶ πλήσσοντος ὡς ψόφον ἐργάσασθαι. Σκόνθυλλε: τονθόρυζε. Σκόνυζαν: καὶ χωρὶς τοῦ σ κόνυζαν λέγουσι· Φερεκράτης· Ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο. Σκοπέλωι: ὑψηλωῖ τόπω. Σκοπὴν καὶ σκοπιᾶν λέγουσιν: καὶ σκοπᾶν Ἀριστοφάνης. Σκοπιά: ὑψηλὸς τόπος. Σκοπιάζων: σκοπῶν· ἀποβλέπων. Σκοπιωροῦνται: φυλακτικῶς σκοποῦσιν ἀπὸ μετεώρου. Σκοπόν: τύπον· ὧ στοιχοῦσιν καὶ ἀκολουθοῦσιν. Σκοπός: σχῆμα ὀρχηστικόν· οὕτως Εὔπολις. Σκοπός: κατάσκοπός τις καὶ ἔφορος· καὶ ἀποσκοπῶν τὰ πόρρω. Σκορακίζειν: εἰς ἐρημίαν πέμπει ἢ χλευάζει. Σκορακίζειν: οἷον ἐς κόρακας ἀποπέμπειν· ἀπὸ τούτου γὰρ εἴρηται· ὡς καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι. Σκορακίζονται: ὑβρίζονται καὶ ἐκρίπτονται· πεποίηται δὲ ἀπὸ τῆς παροιμίας τῆς ἐς κόρακας. Σκορακισμός: ὕβρις· προπηλακισμός. Σκορδινᾶσθαι: τὸ παρὰ φύσιν ἀποτείνειν τὰ μέλη μετὰ τοῦ χασμᾶσθαι διακλώμενον· Ἀριστοφάνης Ἀχαρνεῦσι· Στένω, κέχηνα, σκορδινῶμαι, πέρδομαι. Σκοτοδινιᾶ: σκοτοῦται· μετὰ σκότους ὀφθαλμῶν συστρέφει· ὅ ἐστιν ἰλιγγιᾶ. Σκοτομήνη: νὺξ ἀσέληνος. Σκότος καὶ σκότον: ἑκατέρως· οὕτως Ἀμειψίας. Σκυβαλίζεται: ἀποδοκιμάζεται· ἀτιμάζεται. Σκυθικαί: εἶδός τι ὑποδήματος εἰσίν· ὡς Ἀλκαῖος ἐν ηʹ· Σκυθικὰς ὑποδησάμενος. Σκυθρός: αὐθέκαστος· αὐστηρός· Μένανδρος· Ἐγὼ δʼ ἀγροῖκος, ἐργάτης, σκυθρὸς, πικρὸς, Φειδωλός. Σκῦλα: τὰ ἀπὸ τῶν πολεμίων ἀνηρημένα. Σκυθαίνας: Σκυθίδας· Ἄλεξις. Σκῦλα: λέγουσιν ὡς ἡμεῖς· καὶ σκυλεύματα Θουκυδίδης. Σκυλόδεψος: ὁ τὰ κώδια ἐργαζόμενος. Σκύμνος: σκύλαξ λέοντος. Σκυρθάνια: τοὺς ἐφήβους οἱ Λάκωνες. Σκυρίαν δίκην: οἱ σκηπτόμενοι ἐν ταῖς δίκαις ἔφασκον εἰς Σκῦρον ἀποδημεῖν. Σκυτάλαι: στρογγύλα καὶ λεῖα ξύλα. Σκυτάλη: βακτηρία· ἀκροπάχη· ἢ φραγέλλιον. Σκυτάλη: ἐπιστολὴ Λακωνική· ἦν δὲ ἡ σκυτάλη ξύλον ἐξεσμένον ἐπίμηκες· δύο δὲ παρὰ Λακεδαιμονίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατεῖχον οἱ Ἔφοροι τῶν Λακεδαιμονίων· τὴν δὲ ἑτέραν τωῖ ἐκπεμπομένωι παρʼ αὐτῶν στρατηγωῖ παρεῖχον· καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτωῖ, φέροντες ἱμάντα λευκὸν περιεῖλλον τὴν σκυτάλην· καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον· καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τωῖ ἀποφέροντι· τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μανθάνωσιν οἱ ἀποφέροντες τὸ δηλούμενον ἐν αὐτῶ· ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τηῖ ἑαυτοῦ σκυτάλη περιείλιττεν· καὶ ἀνεγίνωσκεν οὕτως τὰ γεγραμμένα· λέγεται οὖν καὶ ἡ ἐπιστολὴ σκυτάλη καὶ αὐτὸ τὸ ξύλον, ἀφʼ οὗ καὶ ἡ ἐπιστολή· Διοσκουρίδης δὲ ἐν τοῖς περὶ νομίμων τοὺς δανείζοντας ἐν Σπάρτηι διαιρεῖν σκυτάλην δύο παρόντων μαρτύρων καὶ γράφειν τὸ συμβόλαιον ἐν ἑκατέρωι τμήματι· καὶ τὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι· τὸ δὲ διʼ ἑαυτοῦ ἔχειν· ἐχρῶντο δʼ αὐτῶ καὶ ἄλλοι· ὡς Ἀριστοτέλης ἐν τηῖ Ἰθακησίων πολιτείαι μ͂β. Σκύτη: δέρματα· Ἀριστοφάνης. Σκυτοδέψης: δερματομαλάκτης· καὶ βυρσοδέψης. Σκῦτος: πᾶν δέρμα· ἀφʼ οὗ καὶ σκυτεύς. Σκυτοτόμος: σκυτεύς· λωροτόμος. Σκύφος: ποτήριον. Σκώληξ: τὸ πρὸς τηῖ γηῖ οἴδημα τῆς θαλάσσης· οἷον τὸ προσαράσσον κῦμα. Σκῶλος: εἶδος ἀκάνθης ἢ σκάνδαλον. Σκώπτει: παίζει. Σκῶρ: τὸ ἀποπάτημα· οὐ σκατόν· οὕτως Ἀριστοφάνης. Σκώπευμα: σχῆμα Σατυρικὸν, ὡς καὶ ὁ σκωπός· οὕτως Αἰσχύλος. Σμῆνος: πλῆθος μελισσῶν. Σμήρινθοι: σπάρτα· σχοινία λεπτά. Σμικρόν: καὶ χωρὶς τοῦ σ λέγεται. Σμικυθίων: ὄνομα κύριον. Σμιλεύματα: … Σμινύην: σκαφίον ἢ δίκελλαν ἢ ἀξίνην. Σμοκορδοῦν: συνουσιάζειν· καὶ τὸ σπλεκοῦν ταυτὸ τοῦτο σημαίνει· καὶ τὸ σποδεῖν. Σμύξαι: καῦσαι. Σμυχόμενος: καιόμενος· ἀναλισκόμενος. Σμώδιγγες: μώλωπες. Σμώδιξ: μώλωψ· τὸ ἐκ πληγῶν οἴδημα. Σμώχειν: σπουδῆ ἐνεργεῖν. Σοβάδες: διώκουσαι πόρναι. Σοβαρός: οὐχ ὁ σεμνὸς, ἀλλʼ ὁ καταπληκτικός. Σοβαρός: λαμπρός· ἐπαιρόμενος· τολμηρός· αὐθάδης· ἔξω τοῦ δέοντος φερόμενος· τὸ δὲ σοβαρὸς λέγουσι γεγονέναι, οἱ μὲν ἀπὸ τῆς Συβαριτῶν ἀρχῆς τὸ ὄνομα· οἱ δὲ γεγενῆσθαι φασὶν αὐτὸ παρὰ τὸ σέβας· ἄλλοι δὲ σοβαρὸν ὠνομάσθαι λέγουσιν ἀπὸ τοῦ σοβεῖν, ὅπέρ ἐστιν μετὰ σεμνότητος προϊέναι· χρῶνται δὲ τηῖ λέξει ταύτηι συνήθως οἱ κυνικοί. Σοβεῖ: διώκει· κομπάζει. Σόλοι: πόλεις Σικελίας καὶ Κύπρου· ἀφʼ ὧν ὁ Σολοικισμός· βαρβαρίζοντες κατὰ τὴν ἰδίαν γλῶσσαν. Σόλοι: οἱ μὲν Κύπριος πόλις· οἱ δὲ Κιλικίας. Σόλον: δίσκον. Σορός: μνῆμα· θήκη. Σούνιον: δῆμος Λεοντίδος. Σορέλλη: σκῶμμα εἰς τοὺς γέροντας παρὰ τὴν σορόν· οὕτως Ἀριστοφάνης. Σοφίαν: κοινόν· ἀπάτην· μάθησιν· καὶ τὴν τέχνην· τὴν φρόνησιν καὶ ἐπιστήμην· τὸν νοῦν. Σόφισμα: μάθημα· καὶ ἐπινόημα· καὶ εὕρημα πᾶν· οὕτως Φερεκράτης. Σοφιστής: ἀπατεών· παρὰ τὸ σοφίζεσθαι· ὅ ἐστι λόγοις ἀπατᾶν· λέγεται δὲ σοφιστὴς καὶ ὁ διδάσκαλος ὁ σοφίζων· τὸ δὲ παλαιὸν σοφιστὴς ὁ σοφὸς ἐκαλεῖτο. Σοφιστής: πᾶς τεχνίτης· καὶ ὁ τὸ λεκτικὸν ἠσκηκώς· καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις. Σπάδων: εὐνοῦχος. Σπαδών: ὀξυτόνως τὸ σπάσμα. Σπαθᾶν: Μένανδρος Μισουμένωι· τὸ ἀλαζονεύεσθαι. Σπαθᾶν: εἰκῆ λέγειν ἢ ἀναλίσκειν ἀσώτως. Σπάθημα φρενῶν: τὸν ἄγαν φρόνιμον. Σπαθίδα: τὴν τῶν μυρεψῶν σπάθην· οὕτως Ἀριστοφάνης. Σπαθῶσι: σκορπίζουσιν. Σπαίρει: ἄλλεται· σκαρίζει· ἐκπνεῖ τὴν ψυχήν. Σπάλαυθρον: σκάλαυθρον. Σπάνις: ἔνδεια. Σπανίαν: σπάνιν. Σπαργανώματα: αἱ πρῶται φασκίαι καὶ οἱ δεσμοὶ τῶν ἀρτιτόκων παιδίων. Σπαργῶσα: ἀνθοῦσα ἢ σπαραττομένη ὑπὸ θλίψεως καὶ δεομένη ἐκκρίσεως τινός. Σπαργῶσιν: ὀρεκτικῶς καὶ ἐπιθυμητικῶς ἔχουσιν. Σπάρνον: σπάνιον· οὕτως Πλάτων. Σπάρτα: σχοινία. Σπαρτοπώλιον: ὡς ἡμεῖς· καὶ Μένανδρος· —σπαρτόπωλις ὁμογραῦς. Σπαρτωλός: πόλις ἐστι τῆς Ἀττικῆς ἡ Σπαρτωλός. Σπατάγγαι: ἰχθύες τινές· οἱ δὲ τοὺς μεγάλους ἐχίνους· οὕτως Ἀριστοφάνης. Σπεῖρα: ἡ συστροφὴ καὶ τὸ ἄθροισμα· οὐχ ὅπως παρὰ τοῖς τραγικοῖς, ἀλλὰ καὶ ἐν Μαμακύθωι. Σπεῖραι: πλήθη στρατευμάτων· φάλαγγες· νούμερα· λεγεών. Σπειρηδόν: παραπεπλεγμένως. Σπένδεται: θύεται· ἢ θυμιᾶ· ἢ φιλιοῦται. Σπένδομαι: θύομαι· ἢ θεωῖ ἀνατίθεμαι. Σπένδοντας: θύοντας· προσφέροντας παρὰ τὴν σπονδὴν καὶ τὸ φιλιοῦσθαι· οὕτως γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβάσεις καὶ σπονδὰς ἐνόρκους. Σπερματίαν: τὸν εἰς σπέρμα παρειμένον· οὕτως Κρατῖνος. Σπερμολόγος: εὐρυλόγος· ἀκριτόμυθος· καὶ ὁ τὰ σπέρματα συλλέγων. Σπερμολόγος: λέγεται μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος ὠνομασμένον· ἔοικεν δὲ ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν· λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος, καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν, σπερμολόγος. Σπεύδειν: οὐ τὸ ἐπιταχύνειν· ἀλλʼ ὅπερ ἡμεῖς σπουδάζειν καὶ συλλαμβάνειν. Σπερχνός: τραχύς. Σπερχόμενος: ἐπειγόμενος. Σπῆλυγξ: σπήλαιον. Σπιθαμή: τοῦ βίου τὸ ἐλάχιστον. Σπιθαμήν: οἷον χρόνου στιγμήν. Σπιθαμή: τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρόν· τὸ δʼ ἀπὸ τοῦ λιχανοῦ λιχάς· τὴν δὲ σπιθαμὴν τινὲς καὶ δόχμην καλοῦσιν· οὕτως Κρατῖνος. Σπιλάδες: αἱ ἐν ὕδατι κοῖλαι πέτραι ὡς Ἀπίων· Ἡλιόδωρος δὲ τὰς παραθαλασσίας πέτρας καὶ ἐπειλημμένας ὑπὸ τῶν κυμάτων. Σπίλος: μιασμός· ῥύπος. Σπινός: διὰ τοῦ ἑνὸς ν λέγουσιν· Ἀριστοφάνης Ταγηνισταῖς. Σπλήνιον: οὐ τὸ φάρμακον· ἀλλὰ τὸ ὀθόνιον· καὶ σπλῆνα, αὐτὸ τὸ πτύγμα τοῦ ὀθονίου. Σποδοῦν: τὸ συνουσιάζειν· καὶ τύπτειν· ὡς παῖσαι καὶ πατάξαι, τὸ αὐτό· οὕτως Ἀριστοφάνης. Σποδιοῦσιν: ἐν σποδωῖ ὀπτήσουσιν· οὕτως Πλάτων. Σπολάς: δερμάτιον ἐφαπτῶδες, πρὸς τὰς ἐν πολέμωι μάχας χρήσιμον. Σπονδεῖα: ἀγγεῖα ἐν οἷς σπένδουσιν. Σπονδή: οἴνου ἔκχυσις ἐπὶ τιμηῖ δαιμόνων ἢ φιλίαι. Σπονδόφοροι: οἱ τὰς σπονδὰς φέροντες τοῖς πολεμοῦσιν· ἔθος γὰρ ἦν ἐν ταῖς πανηγύρεσι ταῖς κοιναῖς, σπονδοφόρους περιερχομένους κελεύειν σπονδὰς ποιεῖσθαι τοὺς πολεμοῦντας. Σποράδα γῆς: κονιορτὸν ἢ χνοῦν γῆς. Σποράδην: διεσπαρμένως ὧδε κακεῖσε. Σπόρθυνγες: αἱ συνεστραμμέναι μετὰ ῥύπου τρίχες. Σπουδάζω περὶ τὸν ἄνδρα: Δημοσθένης κατὰ Μειδίου· ἐπὶ δὲ τοῦ κατεπείγομαι, Θεόπομπος ἐν ἐπιτομηῖ τῶν Ἡροδότου· ἐπὶ δὲ τοῦ βούλομαι, ὁ αὐτὸς ἐν τηῖ ἐπιτομηῖ· ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλʼ ἐσπουδασμένως, Πλάτων Πολιτείας γʹ· ἐπὶ δὲ τοῦ λίαν θέλω, Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν· ἐπὶ δὲ τοῦ σεμνολογεῖν, τὸ σπουδαιολογεῖν Ξενοφῶν Συμποσίωι· —τίνι σπεύδεις, ἀντὶ τοῦ τίνι σπουδάζεις· οὕτως καὶ Ἄλεξις. Σπουδαίως: σοφῶς. Σπουδαρχιάσας: ἐπιθυμήσας ἄρξαι· σπουδάσας· ἐπιμεληθεὶς τυχεῖν τῆς ἀρχῆς. Σπουδὴν ποιεῖσθαι: τὸ ὀργίζεσθαι· οὕτως Ἀριστοφάνης ἐν Βατράχοις. Σπυρθίζειν: τὸ ἀνασκιρτᾶν· ἀπὸ τῶν ὄνων· οὕτως Ἀριστοφάνης. Σπυρίζειν: σφαδάζειν· σφύζειν. Σπυρίς: κυρίως τὸ τῶν πυρῶν ἀγγεῖον. Σποράδες νῆσοι: ἃς ἔνιοι Κυκλάδας λέγουσιν· αἱ ἐν τωῖ Αἰγαίωι· εἰσὶ δὲ δέκα. Στάδια καὶ σταδίους: ἑκατέρως λέγουσιν· ὁ Θουκυδίδης δὲ σταδίους ὡς ἐπὶ τὸ πᾶν· ἅπαξ δὲ μόνον στάδια εἴρηκεν ἐν ζʹ· ἐν γὰρ τωῖ πρόσθεν ἐπὶ πολλὰ στάδια μέλλων ἰέναι. Στάδιον: ὁ τόπος τοῦ ἀγῶνος· καὶ μέρος τί τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι μίλιον· λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν· Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῶ δὲ δὴ σταδίω τῶν σκαφῶν προδιδόμενοι, δεινῶς ἤσχαλλον· ἀντὶ τοῦ τηῖ στάσει καὶ ἀκινησίαι τῶν σκαφῶν προδιδόμενοι, σφόδρα ἠνιῶντο. Σταθείς: ὑφʼ ἑτέρου· στὰς δὲ, ἀφʼ ἑαυτοῦ· καὶ σταθεῖσα καὶ στᾶσα, ἀνάλογον. Σταθερόν: μόνιμον· στάσιμον. Σταθερόν: ὀξύ· ἰσχυρόν· τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν· καὶ σταθερὰν μεσημβρίαν ἐν Φαίδρω Πλάτων, τὸ μεσαίτατον καὶ πνιγηρότερον τῆς ἡμέρας δῆλον ὅτι. Σταθερόν: ὀξύ· ἰσχυρὸν ἢ θερμόν· τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν· ἐν Φαίδρωι· μή πως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθη· οὐχ ὁρᾶς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά· δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερὰ, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον ὅτʼ ἂν μᾶλλον ἐγκαῆ, ὀξὺν εἰώθασι λέγειν· σημαίνοι δʼ ἂν καὶ τὸ στάσιμον, τῶ μέσον τι εἶναι τῆς ἡμέρας καὶ μὴ δὲ ἐφʼ ἕτερον κλίνειν· καὶ Κρατῖνος δὲ ἐν Σεριφίοις ἐπὶ τοῦ ὀξέως ἢ ἰσχυροῦ· Οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει· Ἀντίμαχος· —θέρεος σταθεροῖο· τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· —σταθεροῦ χεύματος· καὶ Ἀριστοφάνης ἐν Προάγωνι· Στατερὰ δὲ κάλυξ νεαρᾶς ἥβης· σημαίνει καὶ τὸ μόνιμον. Στάθμη: τὸ σπαρτίον. Σταθεῦσαι: Ἀχαρνεῦσι· Κατάχει σὺ τῆς χορδῆς τὸ μέλι· τὰς σηπίας στάθευε· τοῦτέστιν ἡσυχῆ τῶ πυρὶ χλίαινε. Σταθμός: οὐ τὸ διάστημα τῆς ὁδοῦ· ἀλλὰ ἡ κατάλυσις. Σταθμούς: Ἀριστοφάνης Δράμασιν· Αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιάγονας· οἷον τοῖς φλειοῖς. Σταθμῶν: τῶν παραστάδων τῆς θύρας. Σταθμώμενον: δοκιμάζοντα. Σταλαγμόν: ὡς ἡμεῖς· Ἀριστοφάνης Ἀχαρνεῦσι· Σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα. Στάλικας: πασσάλους. Σταμνία: τὰ Θάσια κεράμια· οἱ δὲ καὶ τὰ Χῖα καὶ τὰ Μενδαῖα. Στατήρ: τετράγραμμον νόμισμα· καὶ τὸ ἐξάγιον· καὶ τὸ ζύγιον. Σταμνίονες: τὰ ἐν ταῖς σχεδίαις ὀρθὰ πεπηγότα ξύλα. Σταυροί: τὰ ὀρθὰ πεπηγότα ξύλα. Στάς: ἄνευ τοῦ ι ὁ Ἀττικὸς λέγει· ὁ δὲ Ἴων σταῖς. Στασιασμόν: τὴν στάσιν· Μένανδρος. Στάσις: οὐχ ἡ φιλονεικία· ἀλλʼ αὐτοὶ οἱ στασιάζοντες· καλοῦσι δὲ καὶ τὰ πεφυκότα σπέρματα· οὕτως Ἀριστοφάνης. Στασιώτης: Ἀντιφῶν ἐν τῶ περὶ τῆς μεταστάσεως· περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὁ στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός· ἔοικεν οὖν ἰδίως νῦν ὁ ῥήτωρ ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῶ ὀνόματι· ἐν γοῦν τοῖς ἑξῆς φησίν· ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι καλέσαι· τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. Στατῆρα: καὶ ἐπὶ τῆς ὁλκῆς λέγουσι καὶ τὸν σταθμὸν ἁπλῶς. Στατήρ: βάρβαρον οἴονται τινὲς εἶναι τὸ ὄνομα· τὸ δὲ τέτραχμον καὶ τετράδραχμον, Ἀττικά. Σταφυλήν: τὸν ἐν τῶ στόματι κίονα· οὕτως Νικοφῶν. Σταφυλοβολεῖον: οἱ μὲν φασὶ σταφυλοβολεῖον εἶναι, ἐν ωἷ ἀνακόπτουσιν ἐν τῶ ληνωῖ τοὺς βότρυς οἱ πατοῦντες· ἀπὸ τοῦ βάλλειν τὴν σταφυλήν· οἱ δὲ τοὺς κοφίνους φασὶν, ἐν οἷς ἀπὸ τῶν ἀγρῶν φέροντες τὴν σταφυλὴν βάλλουσιν εἰς τὴν ληνόν· ἄλλοι δὲ λέγουσιν σταφυλοβολεῖον εἶναι ἄγγος τι χωρητικὸν οἴνου. Στέατα: ἄλευρα. Στεγανόμιον: ὁ διδόμενος φόρος ὑπὲρ τῶν στεγῶν. Στεγανώτερον: στερεώτερον· πεπυκνωμένον· συνεχέστερον· στερέμνιον. Στεγανόν: πυκνόν· σφιγκτόν. Στεγναί: στερεαί. Στεγόμενα: κρυπτόμενα. Στείβοντες: πατοῦντες. Στειλάμενοι: στείλαντες. Στειλάμενος: εὐσταλῶς ἐπελθών. Στείλασθαι: ὁδεῦσαι· πλεῦσαι. Στείχειν: πορεύεσθαι. Στείχοντες: πορευόμενοι. Στελεόν: τὸ τοῦ πελέκεως ξύλον. Στέμμα: στεφάνη· πλήρωμα. Στέμφυλον: τὸ ἔκδυμα τῆς σταφυλῆς ἢ τῶν ἐλαῶν· οἷς ἀντὶ ὄψων ἐχρῶντο. Στένει: στενάζει. Στενολεσχία: λεπτολογία. Στενόπρωκτος: ἄπυγος. Στενωπός: στενορύμη διόδων. Στεργέτω: οἷον στεγέτω, ὑπομενέτω· οὕτως Πλάτων. Στέρεσθαι καὶ στερίσκεσθαι: ἄμφω λέγουσιν Ἀττικοί. Στερέμνιον: στερεόν· ἰσχυρόν. Στερίφη: στεῖρα· μὴ τεκοῦσα· μηδὲ τίκτουσα. Στερκτικόν: τὸ ἔμμονον καὶ βέβαιον καὶ ἀσφαλές. Στέριφος: στεῖρος καὶ ἄγονος· παρὰ τὸ στερεὰν ἔχειν τὴν ὑστέραν. Στερίφοις: στερεοῖς ἢ πικροῖς. Στέρνοις: στήθεσιν. Στερνοτύπτης: ὁ τὸ στῆθος τύπτων· καὶ στερνοτυπτόμενος. Στεροπή: ἀστραπὴ, ἢ λαμπηδών. Στερτοι: στερροί· πεπιλημένοι. Στλεγγίς: ἡ ξύστρα· καὶ στλεγγιζόμενος, ἀποξυόμενος· Ἀριστοφάνης Γήρα· Εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ, σφαῖραν καὶ στλεγγίδʼ ἔχοντα· Δαιταλεῦσιν· Οὐδʼ ἔστιν αὕτη στλεγγὶς, οὐδὲ λήκυθος· καλεῖται δὲ στλεγγὶς καὶ χρυσοῦν ἔλασμα τὸ περὶ τηῖ κεφαληῖ τῶν γυναικῶν. Στερρός: στερεός· ἰσχυρός. Στεφάνη: ὄρους ἐξοχή. Στεφάνη: προκόσμημα γυναικεῖον. Στεφανηφόρος: Ἀντιφῶν ἐν τῶ πρὸς Νικοκλέα· Στεφανηφόρου ἡρῶον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις· εἴη δʼ ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς· τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων· ἢ μήποτε τοῦ ἀστικοῦ Στεφανηφόρου τὸ ἡρῶον ἦν, ὡς φησὶν Ἑλλάνικος ἐν βʹ Ἀτθίδος. Στεφανῶν τοὺς νενικηκότας: ἀντὶ τοῦ τιμῶν, ὡς Δημοσθένης· καὶ γὰρ Λυκοῦργος φησίν· ἀλλὰ μὴν καὶ Καλλισθένην ἑκατὸν μνὰς ἐστεφανώσατε. Στήλας: θεμελίους. Στηλιτεύσας: δημοσιεύσας. Στημον: ὀξὺ ἢ τραχύ. Στήνια: ἑορτὴ Ἀθήνησιν, ἐν ἧ ἐδόκει ἡ ἄνοδος γενέσθαι τῆς Δήμητρος· ἐλοιδοροῦντο δʼ ἐν αὐτηῖ νυκτὸς αἱ γυναῖκες ἀλλήλαις· οὕτως Εὔβουλος. Στήριγμα: τὸ ὑποτιθέμενον τηῖ ἁμάξηι δίκρουν· οὕτως Νικόστρατος. Στιβάδες: τραπέζαι ἢ στρωμναί. Στιβαρόν: ἰσχυρόν. Στιβαί: χαμαικοίτιον ἀκούβιτον ἀπὸ ῥάβδων· καὶ οἱ τῶν δένδρων ἀκρέμονες. Στίγματα: πληγαί· στρώματα ἢ ποικίλματα. Στιγμήν: ὡς ἡμεῖς, τὸ ἐλάχιστον· οὕτως Μένανδρος. Στιγών: ὁ στιγματίας· Βαβυλωνίοις. Στίλβη: λύχνω τί ἐοικός· Ἕρμιππος Θεοῖς· —ἐξ ἀγορᾶς δʼ ἐγὼ Ὠνησόμαι λύχνον τινʼ ἢ στίλβην. Στίλην: τὸ ἐλάχιστον· Ἀριστοφάνης Σφηξίν· Τί οὐ κατεκοιμήθημεν ὅσον ὅσον στίλην. Στίμην καὶ στίμιν: ὅ τινες στίβην· Ἀντιφάνης Παροιμιαζομένω· Στίμιν, κάτοπτρα, κρωβύλους, κεκρυφάλους. Στίξαι: τὸ ἐγκαῦσαι ἵππον. Στιλπνόν: λαμπρόν· στίλβον. Στιρακη: ἡ ὁδός. Στιριεύς: δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στιρία. Στῖφος: τάξις πολεμική· ἢ φάλαγξ· συστροφή· πλῆθος συστάσεων. Στιφρόν: τὸ πεπηγός· στρυφνὸν δὲ, τὸ πρὸς τὴν γεῦσιν. Στίχος: τάξις. Στλεγγιδοποιός: ὁ χαλκεύων τὰς στλεγγίδας· ἃ νῦν ξύστρα καλεῖται. Στοαί: τὰ ταμιεῖα· παραμήκη γὰρ ἦν τοῖς παλαιοῖς. Στοάν: καὶ σὺν τῶ ι στοιὰν ἑκατέρως λέγουσιν. Στοιβήν: ὡς ἡμεῖς τὸ ἀναπλήρωμα· καὶ διακόλλημα τὸ αὐτὸ τοῦτο Εὔπολις. Στοιχεῖον: ἐκάλουν τὴν ναυτῶν σκιὰν, ηἷ τὰς ὥρας ἐσκοποῦντο. Στοιχεῖον: ἡ σκιά· Φιλήμων Ὑποβολιμαίωι. Στοιχειοῦσιν: διατυποῦσιν. Στοιχομυθεῖν ἐφἑξῆς λέγειν. Στοιχείωσις: ἀκριβεστάτη ἐπιτομή· ἡ πρώτη μάθησις, ἤτοι διάταξις. Στοῖχος: στίχος· καὶ περιστοίχους ἐλαίας εἴρηκεν Δημοσθένης, οὐχὶ περιστίχους, ἐν τωῖ πρὸς Καλλικλέα περὶ χωρίου βλάβης· Ἀριστοφάνης Βαβυλωνίοις· Ἤπου κατὰ στοίχους κεκράξονταί τι βαρ-βαριστί. Στόλον: τὰ πλοῖα· Ἄλεξις. Στόλοκρον: κορδύλη· τὸ ἐν τηῖ κεφαληῖ συνεστραμμένον. Στολήν: μᾶλλον μὲν τὴν ἀποστολὴν καὶ ἔκπεμψιν· λέγουσι δὲ καὶ τὴν ἐσθῆτα ὡς ἡμεῖς. Στόλοκρον: καὶ ἡ ἔσωθεν τῶν κεράτων ἔκφυσις· καὶ τὸ περικεκομμένον τὰς κόμας. Στόμαχος: λαιμός. Στόμις ἵππος: ἀπειθὴς καὶ βίαιος ὅν τινες ἄστομον. Στόμφακα: τὸν κομπαστήν· καὶ στομφάσαι, τὸ ἀλαζονεύσασθαι. Στόμωμα: τὸ ὀξύνον τὸν σίδηρον· ἀφʼ οὗ καὶ αἱ ἀκμαὶ γίνονται τῶν μαχαιρῶν. Στοναχας: στεναγμούς. Στονόεσσα: στεναγμὸν ἔχουσα. Στόνος: στεναγμός. Στορέσαι: στρῶσαι. Στόρθυγξ: τὸ ἄκρον τοῦ δόρατος· ἢ τὸ τοῦ βέλους σιδήριον. Στράβαξ: ὄνομα κύριον. Στράγγα: Μένανδρος Θησαυρωῖ· Ἄσιτος ἐπτὰ μῆνας, ὕδατος στράγγʼ ἔχων. Στραγγαλᾶν: εἴρηκέν που Μένανδρος. Στραγγαλίδες: τὰ δύσλυτα ἅμματα· Φερεκράτης Αὐτομόλοις· Ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε. Στραγγαλιῶδες: διεστραμμένον. Στραγγίς: σταγών. Στραγγεύει: διαβάλλει· οὐκ εὐθὺς πορεύεται· ὥσπερ νεάζει· καὶ χρονίζει· ῥαθυμεῖ. Στραγός: ἀναιδής· σκολιός· στρεβλός· δύσκολος. Στραγώτερος: ἀναιδέστερος. Στρατήγημα: σόφισμα ἢ τοῦ στρατοῦ ἡγεμονία ἢ κατόρθωσις. Στρατηγίς: ἡ γυνή· οὕτως Φερεκράτης. Στρατιὰ ἐν τοῖς ἐπωνύμοις: Αἰσχίνης ἐν τῶ περὶ τῆς παραπρεσβείας· Ἀριστοτέλης τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείαι· τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατιά· εἰσὶν γὰρ, φησὶν, ἐπώνυμοι, δέκα μὲν οἱ τῶν φυλῶν· δύο δὲ καὶ τεσσαράκοντα οἱ τῶν ἡλικιῶν· οἱ δʼ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκασμένα γραμματεῖα ἐνεγράφοντο· καὶ ἐπεγράφοντο αὐτοῖς, ὅ τε ἄρχων ἐφʼ ὃν ἐπεγράφησαν, καὶ ἐπώνυμος ὁ τῶ προτέρωι ἐπιδεδημηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται· καὶ μετʼ ὀλίγα· χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατιάς· καὶ ὅτʼ ἂν ἡλικίαν ἐκπέμπωσιν, προσγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. Στρατιά: τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα. Στρατεία: ἡ ἐνέργεια καὶ ὥσπερ πάλη. Στρατηγιᾶν: ἐπιθυμεῖν τῆς στρατηγίδος. Στρατηγοί: οἱ καθʼ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ δέκα ἦσαν· Δημοσθένης ἐν Φιλιππικοῖς. Στρατιάν: συστέλλοντες τὴν δευτέραν συλλαβὴν, οὐ μόνον τὸ στράτευμα λέγουσιν, ἀλλὰ καὶ αὐτὴν τὴν στράτευσιν· οὕτως Ἀριστοφάνης. Στράτιος: Ἄρης καὶ Ζεύς· ἡ δευτέρα συλλαβὴ βραχεῖα· καὶ στράτιον, τὸ μέγα καὶ σοβαρόν. Στρατοπεδευσάμενοι: ἀπληκεύσαντες. Στρατόπεδον ἐποιήσαντο: ἀντὶ τοῦ σκηνάς· δύο γὰρ σημαίνει ἡ λέξις· καὶ τὸ στράτευμα, καὶ τὸν τόπον τοῦ στρατεύματος. Στρατός: τὸ πλῆθος τῶν πολεμούντων· ὁ δὲ τόπος, στρατόπεδον· λέγεται γὰρ τοῦ στρατοῦ τὸ πέδον. Στρατοφάνη: τὴν κλητικὴν πτῶσιν· Μένανδρος Σικυωνίω· Στρατοφάνη, λιτόν ποτʼ εἶχες χλαμύδιον καὶ παῖδα ἕνα· καὶ ἀεὶ οὕτως λέγει. Στρεβλούμενος: δεσμούμενος· μαστιζόμενος. Στρεβλόν: τὸν στραβὸν λέγουσιν· οὕτως Εὔπολις. Στρέμμα: ἡ τοῦ στρογγύλου ἕλκους οὐλή. Στρεπτά: ψέλια. Στρεπτούς: πλακούντων εἶδος· ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Στρέφος: δέρμα· βύρσα. Στρέψα: πόλις τῆς Θραίκης· καὶ οἱ πολίται Στρεψαῖοι. Στρεψαίους: Ἀριστοφάνης Γεωργοῖς. Στρεψίμαλλος ἄνθρωπος: ὁ μὴ ἁπλοῦς· ἀπὸ τῶν ἐρίων τῶν συνεστραμμένους τοὺς μαλλοὺς ἐχόντων. Στρῆνον: οἱ μὲν τὸ ὀξὺ καὶ τὸ ἀνατεταμένον· Νικόστρατος δὲ τὸ τραχὺ καὶ πρόσαντες τηῖ ἀκοηῖ φθέγμα. Στριφνός: σφιγκτός· στερεός. Στροβεῖ: ταράττει· κινεῖ· περιφοβεῖ· καταπονεῖ. Στρόβιλος: καμπύλος. Στρόβιλοι: καὶ οἱ κοχλίαι καὶ οἱ θαλάσσιοι κήρυκες· καὶ στρόβιλος, εἶδος ὀρχησέως· καὶ ἀνέμων εἶδος· καὶ ὁ τοῦ δένδρου καρπός. Στροβῆσαι: συστρέψαι· καὶ στρόβιλος, ἡ συστροφή· καὶ ὁ λαῖλαψ· Στρόβιλος ἐν ὅσω συστρέφεται· καὶ ὁ καρπὸς τῆς πιτύος· καὶ εἶδος τί ὀρχήσεως. Στρομβῆσαι: συστρέψαι. Στρόμβος: ῥόμβος· ἀπὸ τοῦ περιστρέφεσθαι. Στρομβιχίδης: ὄνομα κύριον. Στρούθης: σατράπης τις βασιλικὸς ἦν. Στρουθίζων: τρίζων. Στρουθός: ὁ λελοβημένος. Στρομφίδες: νῆσοι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι. Στροφάλιγγι: τηῖ συστροφηῖ. Στροφαῖος: ὁ παρὰ ταῖς θύραις ἱδρυμένος Ἑρμῆς· παρὰ τὸν στροφέα τῆς θύρας. Στροφάς: ἀντιλογίας. Στρόφιον: τὸ στρογγύλον ζωνάριον· Ἀριστοφάνης· Τὸ στρόφιον ἤδη λύομαι. Στροφιοπανοῦργος: τὸν δεσμὸν Ἡρόδοτος. Στρωματίτης: ἐν ὧ ἑαυτοῖς στρώματα παρεῖχον· οὕτως Κρατῖνος. Στρωτήρ: τὰ μικρὰ δοκίδια, τὰ ἐπάνω τῶν δοκῶν τιθέμενα, στρωτῆρας ἔλεγον. Στρυφόν: στρυφνόν· σκληρόν. Στρύμη: νῆσος ἄποικος Θασίων· ἔστιν δὲ ἐμπόριον Θασίων. Στρωτήρ: λέγεται μὲν ἐν τηῖ συνηθείαι τὸ πλέγμα τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πεποιημένον· οἱ δὲ ῥήτορες στρωτῆρας καλοῦσι τὰ μικρὰ δόκια εἰς στροφὰς πεποιημένα· ἄλλοι δὲ πλέγμα λέγουσι τὸν στρωτῆρα ἀπὸ ῥάβδων εἰς ὀρόφωσιν πεποιημένον. Στυγεῖ: μισεῖ ἢ φοβεῖται. Στυρακίζειν: κεντρίζειν. Στυγερωῖ: μισητωῖ ἢ φοβουμένωι. Στυγητός: μισητός. Στύξ: κρήνη ἐν Ἅδου, ὅρκος θεῶν. Στυππεῖον: ἢ στιππεῖον· λίνου εἶδος. Στύραξ: ὁ σαυρωτὴρ καλούμενος· ἡ τοῦ δόρατος ἀρχὴ, ἐφʼ ἧ στηρίζεται. Στύραξ: τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν· καὶ Θουκυδίδης φησί· στυρακίωι ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν. Στυφελίξαι: σεῖσαι· κακῶσαι· διῶξαι. Στωΐδιον: καὶ στοίδιον λέγουσιν. Στωμύλος: λάλος· πολύκομψος· πιθανολόγος· εὐτράπελος· ἔφεδρος τῶν λόγων· ἀπατεών· κόλαξ. Συβαριτικαῖς: καὶ Συβαρικαῖς· τρυφηλαῖς· λαμπραῖς· πολυτέλεσιν· τρυφηταὶ γὰρ οἱ Συβαρῖται. Συβαριτικοὶ λόγοι: οἱ Αἰσώπειοι. Συβήνη: ἡ δερματίνη αὐλοθήκη· ἢ ἡ φαρέτρα· Θεσμοφοριαζούσαις Ἀριστοφάνης· Ἀλλὰ οὐκ ἔχω οὐδὲν, ἀλλὰ συβήνην λάβε. Συβώτης: χοιροβοσκός. Συβριται: δῆμος Ἐρεχθηΐδος. Συγγαληττος: δῆμος Κεκροπίδος. Συγγραφηῖς: ἄνδρες ἡροῦντο, ἵνα συγγράψωσι τοὺς μεθέξοντας τῆς τῶν υʹ ἀρχῆς· καὶ τῆς τῶν λʹ· ἐκαλοῦντο δὲ οἱ αὐτοὶ καὶ καταλογεῖς. Συγγραφικῶς: στρογγύλως· ὡς οἱ συγγραφεῖς· περὶ ψυχῆς. Συγχεῖ: ἀφανίζει· συμμιγνύει. Συγχυθείς: συνταραχθείς. Σύγκεισθε: ὁμονοεῖτε. Συγκλύδων: συμμίκτων· ἐπηλύδων· παρεισάκτων. Συγκαρύγαι: συνταράξαι. Συγκεκορδημένα: συγκεκυφότα· συνεστηκότα. Σύγκρισις: ὁμοίωσις. Συγκομιδή: ὡς ἐπὶ καρπῶν· Θουκυδίδης ἐν γʹ· καὶ ἐν συγκομιδηῖ καρποῦ ἦσαν· καὶ Λυσίας ἐν τωῖ πρὸς Ξενοφῶντα· συγκομίσας δὲ δῶρα καὶ ἀποδόμενος τὸ ἀργύριον. Συγκριτικῶς: ὁμοίως. Συγκροτεῖ: συνάγει· αὔξει· συνιστᾶ· καὶ συνδεῖ· πρὸς ἁρμονίαν ἄγει. Συγκρούειν: συναθροίζειν. Συγκυκῶν: συνταράσσων. Συγκυροῦντα: διαφέροντα· συνεγγίζοντα. Συηνία: καὶ ὑηνία· ἀμαθία· σκαιότης· παρὰ Φερεκράτει καὶ συηνεῖν, Πλάτων ὁ φιλόσοφος, τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδες τί ποιεῖν. Συκάμινα: τὰ μόρα· Φιλιππίδης Φιλαθηναίωι· Τοῖς συκαμίνοις δʼ ἀντὶ τοῦ φύκους ὅλον Τὸ πρόσωπον· τὰ δὲ μόρα, Δώριον μᾶλλον· καὶ Ἐπίχαρμος· Μόρων νέον τὸ φυτόν. Συκίδα: συκίδαφος· ὁ ἐπὶ παντὶ δυσαρεστούμενος καὶ ἀνάγωγος. Συκίνη μάχαιρα: συκοφαντία. Σύκινον: ἀσθενές. Σῦκον ἐφʼ Ἑρμηῖ: τὸ ἐγκείμενον εἰς ὠφέλειαν τωῖ βουλομένωι· τὸ γὰρ πρῶτον φανὲν σῦκον Ἑρμηῖ ἐτίθεσαν· οἱ δὲ πάρνοπες ἦρον. Συκάζειν: συκοφαντεῖν. Σῦκον αἰτεῖν: κολακεύειν· νεωστὶ γὰρ τῶν σύκων φαινομένων ὡς ἂν εἰς ὥρας ἥκοντες, ἐλιπάρουν τοὺς συκώρους δοῦναι. Συκοφαντεῖν: τὸ ψευδῶς τινὸς κατηγορεῖν· κεκλῆσθαι δὲ φασὶ τοῦτο παρʼ Ἀθηναίοις, πρῶτον εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα, τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας συκοφαντῶν κληθέντων· συνέβη καὶ τοὺς ὁπῶς οὖν κατηγοροῦντας τινων φιλαπεχθημόνως οὕτως προσαγορευθῆναι. Σύλαι: αἱ συλήσεις παρὰ Δημοσθένει. Σύλας: Δημοσθένης ἐν τῶ περὶ τοῦ στεφάνου· ὁπότʼ ἂν μὴ σύλαι ὦσιν Ἀθηναίοις· ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό φησι· σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν, δεδομένων συλῶν Φασηλίταις κατὰ Ἀθηναίων· ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τωῖ τοιούτω, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια· ἀντὶ τοῦ τὰς συλήσεις σύλας ἔλεγον. Συλλήβδην: συλλαβών· ἀθρόως. Συλλήπτορα: βοηθόν. Συλλογῆς: ὄνομα ἀρχῆς. Σύλλογος: ἄθροισις. Συμβαίνοντα: συμφωνοῦντα. Συμβαλεῖν: νοῆσαι· διακρῖναι· συγκρῖναι. Σύμβασις: φιλία· συντυχία· καταλλαγή· σύμμιξις. Συμβατήριοι: εἰρηνικοί· φιλικοί. Συμβιβασέι: εἰς συμβίβασιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινος. Συμβιβάζων: συλλαλῶν· διδάσκων. Συμβιβῶ: διδάξω· ἐπιστήσω· νοήσω· ποιήσω. Σύμβολα: σημεῖα· μέτρα· οἷον σημεῖον τοῦ φθαρτὸν γενέσθαι τὸν ἄνθρωπον πρὸ τοῦ θανάτου οἱ δερμάτινοι χιτῶνες. Σύμβολα: τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττουσι τοῖς πολίταις· ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια· πολλάκις ἐν τῶ ζʹ Φιλιππικῶν Δημοσθένης. Συμβόλαια: τὰ συναλλάγματα· οὕτως Μένανδρος. Συμβολοκοπῶν: σύμβολον, ὃ ἐλάμβανον οἱ δικασταὶ, εἰς τὸ δικαστήριον εἰσιόντες, εἶτα τοῦτο δόντες, τὸ δικαστικὸν ἐκομίζοντο. Σύμβολον: οἰώνισμα· σημεῖον· μάντευμα. Σύμβουλοι: συνωμόται. Συμβούλους: τοὺς οἰωνοὺς Ἀττικοὶ λέγουσιν. Συμβραβεύσω: συνδιοικήσω. Συμμορία: σύνταγμα ἢ φρατρία. Συμμορία: Δημοσθένης κατὰ Ἀφόβου· οὐχ ἅπαν τὸ πλῆθος ὥσπερ παρʼ ἡμῖν διήρητο εἰς τὰς συμμορίας Ἀθήνησιν· ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τηῖ πόλει δυνάμενοι· ὁ γοῦν Δημοσθένης ἐν τῶ περὶ τῶν συμμοριῶν φησὶ περὶ τῶν ͵αʹ καὶ ςʹ ἀνδρῶν λέγων τῶν πλουσιωτάτων· ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας· κʹ ναῦς εἰσὶν, ξʹ σώματα ἑκάστην ἔχουσαν· Ὑπερίδης δὲ ἐν τωῖ πρὸς Πολύευκτον φησίν· εἰσὶν γὰρ ἐν τηῖ συμμορίαι ἑκάστη ιεʹ ἄνδρες· οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶ ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν· ὁ δὲ Ὑπερίδης ιεʹ· ἐν γὰρ τωῖ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν γράφων ταύτην· ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σὺν εʹ καὶ ϛʹ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδεν Δημοσθένης, νόμους ἔθηκεν τοὺς τʹ τριηραρχεῖν· καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι· ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῶ κατὰ Πολυεύκτου· συμμορῖται δʼ εἰσὶν οἱ τὴς αὐτῆς αὐτοῖς μετέχοντες συμμορίας· διηρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὡς Φιλόχορος. Συμπαίστορα: συμπαίζοντα. Συμπαρομαρτῶν: συνακολουθῶν. Συμπεπηγός: συνειρημένον· συνεστραμμένον. Συμπλάττεται: ψεύδεται. Σύμπτωμα: συμβεβηκός. Συμφέρεται: συναρμόττει· συμφωνεῖ· ὁμονοεῖ. Σύμφημι: συναινῶ. Συμφορά: ἀτυχία· κακῶν συντυχία. Συμφορῆσαι: συναγαγεῖν. Συμφράδμονες: σύμβουλοι. Συμφυλετῶν: ὁμοεθνῶν· συγγενῶν. Συμφυοῦς: συγγενοῦς. Συμφύρεται: συμμίγνυται· συνανακρᾶται· συμμιαίνεται. Σύμψηφα: σύμφωνα. Συμψισθείς: βλαβείς· τρωθείς. Συναγείρων: συνάπτων· συνάγων. Συναγηγερμένοι: συνηγμένοι. Συναγορεύειν: συνηγορεῖν· ὑπὲρ αὐτοῦ λέγειν. Συνάδων: ἁρμόττων· συντρέχων· συμφωνῶν. Σύναιμος: ἀδελφός. Συναιρόμενος: συμβαλλόμενος· συνερχόμενος· συμβοηθῶν. Σύναιχμος: ὁ σύμμαχος. Συναλίσας: συνάξας· ἀθροίσας. Συναλισθείσης: συναχθείσης. Συνανέσχον: συνανέτεινον. Συναπηρτημένος: πεπληρωμένος. Συναραμένου: συνεργήσαντος. Συναρτήσαντες: συνάψαντες. Συναυλία: συμφωνία. Συνάφεια: σύζευξις. Σύνδειπνα: τὰ συμπόσια· καὶ Λυσίας καὶ ἕτεροι. Συγγραφεῖς: εἰθισμένον ἦν παρʼ Ἀθηναίοις· ὁπότε δέοι πλῆθος τι αἱρεῖσθαι εἰς ῥητὴν ἡμέραν, εἰσέφερον γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί· τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἐγίνετο, καθὰ Θουκυδίδης ἐν τηῖ ηʹ· ἐν δὲ τούτωι τωῖ καιρωῖ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες, εὐθὺς τῶν λοιπῶν εἴχοντο· καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην δέκα ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας· τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν εἰς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθὅτι ἄριστα ἡ πόλις οἰκήσεται· ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ, οἱ τότε αἱρεθέντες· ὡς φησὶν Ἀνδροτίων καὶ Φιλόχορος· ὁ δὲ Θουκυδίδης τῶν δέκα ἐμνημόνευσεν μόνων τῶν προβούλων. Σύνδικοι: Ἰσαῖος ἐν τῶ κατὰ Ἐλπαγόρου· σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο· καὶ Λυκοῦργος φησίν· ἀνδρεῖός ἐστιν οὗτος, πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων· μήποτʼ οὖν ἀρχή τις ἦν καθισταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον οἱ σύνδικοι. Σὺν δορὶ σὺν ἀσπίδι: ἐπὶ τῶν παντὶ τρόπωι πρᾶξαι τι πειρωμένων. Συνδούμενος: συνδεδεμένος. Σύνδρομος: σύμφωνος. Συνδυάσω: συζευχθῶ· κοινωνήσω· συμπράξω. Συνεδεῖσθαι: συγκαθῆσθαι. Συνέθει: συνέτρεχεν. Συνέδριον: καὶ τὸ χωρίον καὶ τοὺς θώκους ἐν οἷς συνεδρεύουσιν Ἀττικοὶ καλοῦσιν. Συνέλκειν τὰς ὀφρῦς: ἀντὶ τοῦ συνάγειν· οὕτως Ἀντιφάνης. Συνέφηβος: ὁ μετά τινος τῶν ἡλικιωτῶν ἐφηβεύσας· τοὺς δὲ ἐφήβους, Ἠλεῖοι μὲν σκύθας καλοῦσιν· Σπαρτιᾶται δὲ σιδεύνας· διέκρινον δὲ αὐτοὺς ἄρα τηῖ ἥβηι, τουτέστιν περὶ πεντεκαίδεκα καὶ ἑξῆσδεκα ἔτη γεγονότας τῶν νεωτέρων παίδων καὶ καθʼ ἑαυτοὺς ἤσκουν ἀνδροῦσθαι. Συνεχῶς: οὐ πυκνῶς, ἀλλʼ ἀδιαλείπτως· οὕτως Εὔπολις. Συνειλεγμένα: συνηγμένα. Συνειλόχασιν: συνήθροισαν. Συνείπετο: συνηκολούθει. Συνειρημένον: συνεστραμμένον. Συνείρει: συνάπτει. Συνεῖρκτο: συνεφυλάττετο· συνεδέδετο. Συνεισέφρησεν: συνεισήνεγκεν. Συνεκδοχικῶς: συλληπτικῶς. Συνεκόμισαν: συνήγαγον. Συνεκτικώτατα: κεφαλαιωδέστατα· συνέχοντα· διακρατοῦντα. Συνεκύρησεν: συνέτυχεν. Συνελόντι φράσαι: συντόμως εἰπεῖν. Συνελόχησεν: συνήθροισεν. Συνέμπορος: συνοδοιπόρος. Συνενηνεγμένοι: συνελθόντες. Συνέπεσε γενέσθαι: ἀντὶ τοῦ συνέβη· οὕτως Ἰσοκράτης. Συνερανίζεται: συνεισφέρεται. Συνερέσθαι: συνερωτᾶν. Συνέριθος: συνεργός· συνυφαίνουσα. Συνεστιᾶται: συναριστᾶ. Συνευνέτης: σύγκοιτος. Συνεύνιον: σύγκοιτον. Συνεχόμενος: ἀρρωστῶν ἢ κρατούμενος. Συνεψήσθη: συνελεπτύνθη. Συνήγορος: προστάτης· ὑπέρ τινων λέγων. Συνήγοροι: οὐ μόνον οἱ τοῖς ἰδιώταις συναγορεύοντες· ἀλλὰ καὶ ἄρχοντες Ἀθήνησιν. Συνήγοροι: ἐοίκασιν παρὰ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι· ἐπὶ τῶ συναγορεύειν, ὡς Ἀντιφῶν φησί. Συνήδομαι: συγχαίρω. Συνήεσαν: συνῆλθον. Συνήκμαζεν: συνηύξανεν. Συνήλασεν: συνεχώρησεν· συνεδίωξεν. Συνήμονας: συνθήκας ἤτοι παρὰ τὸ ἧσθαι, ἵνʼ ἦ, συνέδρους· ἢ παρὰ τὴν ἕσιν, ἵνʼ ἦ, συναγωνιστὰς, ὃ καὶ βέλτιον. Συνήθεις: καὶ ἑταίρους καὶ ὁμοήθεις. Συνήορος: συνηρμοσμένη· συνήθης. Συνήρτυες: συνήρμοττες. Συνησθέντες: συγχαρέντες. Συνησθῶσιν: συγχαρῶσιν. Σύνθακος: σύνθρονος. Σύνθημα: συνθήκη· σύσσημον· λόγος ἐν πολέμω, ἐπὶ γνωρισμωῖ τῶν οἰκείων διδόμενος. Σύνθυμοι: συμπείθεσθαι· οὕτως Ἐπίχαρμος. Συνίημι: συνιῶ· νοῶ. Συνιστορεῖ: σύνοιδεν. Συνίστωρ: συνόμιλος· γνωστός· μάρτυς· συνειδὼς ἐπὶ πράγματι. Συνιστᾶ: ἀντὶ τοῦ συγκροτεῖ. Συγκεκορδυλημένα: κορδύλη γὰρ ἡ συστροφή. Σύγκλητος ἐκκλησία: τῶν ἐκκλησιῶν αἱ μὲν ἔξωθεν καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν, ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης κατὰ Αἰσχίνου. Συγκόψαι: ἐπὶ τοῦ πληγαῖς αἰκίσασθαι· οὕτως Μεταγένης. Συνοίσει: συνενέγκη. Συνοῖσον: συμφέρον. Συνοιχήσεται: συναναιρεθήσεται. Συνουσία: τὸ συνεῖναι μετʼ ἀλλήλων. Συνουσιασμός: συμμιξία. Σύνταξις: βʹ πραγμάτων ἕνωσις· καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. Σύνταξις: ἀντὶ τοῦ συντεταγμένη οἴκησις· Δημοσθένης Φιλιππικοῖς· καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν, τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα· ἔλεγεν δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα· Καλλιστράτου οὕτω καλέσαντος· καὶ Ὑπερίδης δὲ φησί· σύνταξιν ἐν τωῖ παρόντι οὐδενὶ διδόντες· ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. Συντελής: χρήσιμος. Συντελεῖς: ὅτε οἱ τριηραρχοῦντες νεὼς μιᾶς ἅμα ἐπεμελοῦντο, συντελεῖς ἐλέγοντο. Συντελεῖς: οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται. Συντέρμων: πλησιόχωρος. Συντετάσθαι: διατετάσθαι. Σύντευξις: συντυχία. Συντεύξομαι: συντύχω. Συντιμηθῆναι: τὸ πολλῆς τιμῆς γενέσθαι τὰ ὤνια, συντιμηθῆναι καλεῖται· οὕτω Δημοσθένης. Συντροχάσαι: καταντῆσαι· πληρωθῆναι· ἐκ μεταφορᾶς τῶν τροχῶν. Σὺν τῶ κυνὶ καὶ τὸν ἱμάντα: … Συντυχεῖν: οὐ τὸ ἐντυχεῖν, ἀλλὰ τὸ ἐξ αὐτομάτου περιπεσεῖν. Συντύχημα: συντυχία· οὕτως Ἀπολλόδωρος. Συνωδά: σύμφωνα. Συνωθούμενος: συνερχόμενος. Συνωμοσία: ἡ μεθʼ ὅρκου φιλία. Συνωρίς: συζυγία· δυάς. Συοβοιωτοί: σύες γὰρ ἐκαλοῦντο οἱ πάλαι Βοιωτοί. Συοβαύβαλοι: ἐν οἷς οἱ σύες εὐνάζονται. Συοφορβία: ἀγέλη χοίρων. Συρακοσία τράπεζα: ἡ πολυτελής· ἐδόκουν γὰρ οἱ Σικελιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων. Συρβάβυττα: καὶ τὸν τάραχον τύρβη· ὡς Ἀριστοφάνης. Συρβηνεύς: ὁ ταραχώδης· ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου· ἢ πένης· διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέτρας κενὰς ἔχειν· καὶ συρβηνέων χορός· ὁ τεταραγμένος καὶ συώδης· ἀπὸ τοῦ τοῖς συσὶν ἐπιφωνουμένου. Σύργαστρος: ὑφορβός· ἐργάτης. Συρμαία: τὸ καθαρτικὸν διʼ ἐμετῶν καὶ κοιλίας· καὶ συρμαΐζειν, τὸ κενοῦσθαι· οὕτως Ἡρόδοτος. Συρμαίαν βλέπων: ἀντὶ τοῦ ναυτιῶν. Σύριγγος: αὐλοῦ ἢ δορατοθήκης. Σύρφαξ: ὁ εἰκαῖος· οὕτως Ἀριστοφάνης. Σύρφα: συρφετός· ὄλεφος. Συρφετός: ἀγυρτώδης ὄχλος ἢ λόγος· ἢ ἡ ἐξ ἀνέμου συλλεγομένη κόπρος καὶ φρυγανώδης. Σύροι πρὸς Φοίνικας: ἑκάτερα τὰ ἔθνη διαβέβληται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε διʼ ἔχθρας ἀλλήλοις ὄντα οὐδέποτε πιστῶς διαλλάττεται. Συσκευάζει: λόγωι ἐπιβουλεύει. Συσπειραθέντες: συστραφέντες. Συσσεισμός: λαῖλαψ· συστροφὴ ἀνέμου. Συσσιτίαι: τὰ δεῖπνα ἃ κοινὰ ποιοῦνται Λακεδαιμόνιοι· καλεῖται δὲ καὶ φιλίτια· ἐπεὶ καὶ φιλίας ἐστι συναγωγά. Συσσίτιον: εὐωχία· ἄριστον. Συστομώτερον σκάφης: τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲς σιωπώντων· Θεόφραστος γὰρ ἐν τῶ περὶ Νόμων εἰρῆσθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνησιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶσαι, ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον· διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι συστομώτερον ποιήσειν ἀπειλεῖν σκάφης. Συστρέμματα: στασιαστῶν πλῆθος. Σῦς: ὗς τοὺς Ἱπποκράτους υἱοὺς ἔλεγον καὶ τοὺς Παναιτίου καὶ Μέμνονος, εἰς ὑηνίαν κωμωδοῦντες. Συφεός: τόπος ὅπου αἱ σύες τρέφονται. Συχναῖς: συνεχέσιν. Συχνόν: πολύ· πυκνόν. Συώδης: ἀπὸ τοῦ τοῖς συσὶν ἐπιφωνουμένου. Σφαγεῖον: τὸ ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν σφαζομένων ἱερείων δέχονται· περισπᾶται ἡ δευτέρα συλλαβή. Σφαγάς: τὰς κατακλείδας· Θουκυδίδης· καὶ τοὺς οἰστοὺς καθίεσαν ἐς τὰς σφαγάς. Σφαδάζειν: θράσσειν· δυσθανατεῖν· ματαίως σπᾶσθαι· χαλεπαίνειν· μετʼ ὀργῆς στενάζειν. Σφαδάζοντες: σπώμενοι ἢ δυσφοροῦντες. Σφαδάζουσα: πανουργεύουσα. Σφαιρωτήρ: σανδαλίου ζινίχιον· τὸ λωρίον τοῦ ὑποδήματος. Σφακελίζοντες: διασπῶντες· πηδῶντες· ὑποτρέμοντες. Σφακελισμός: παραπληξία. Σφακελισμός: ἡ σῆψις τοῦ μυελοῦ σφακελισμὸς καλεῖται· γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός· λέγεται δὲ καὶ σφάκελος ὁ μέσος τῆς χειρὸς δάκτυλος· λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός· σφάκελον δʼ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων. Σφαλείς: ἀποτυχών. Σφάραγον: ὁ Ἀπίων φάρυγγα, ἀπὸ τοῦ περὶ αὐτὸν γενομένου ψόφου. Σφᾶς: ἑαυτοὺς, ἢ τὰς ἑαυτῶν. Σφενδαμνίνους: τοὺς σκληρούς· Ἀριστοφάνης. Σφενδόνη: ὁ δακτύλιος ἄνευ τῆς σφραγῖδος. Σφενδόνη: τοῦ δακτυλίου ἡ περιφέρεια· ἢ εἰς λίθου βολήν. Σφενδονᾶσθαι: ἀπορρίπτεσθαι. Σφέτερα: τὰ ἑαυτῶν. Σφετερίζεται: λαμβάνει· ἰδιοποιεῖται. Σφέτερον: τὸ ἑαυτῶν ἢ τὸ ἴδιον. Σφετέρω: τωῖ ἑαυτῶν. Σφῆκες: οἱ τὴν κοιλίαν ἐπισυνηγμένην ἔχοντες. Σφηκώδεις: οἱ κάτισχνοι τοῖς σώμασιν. Σφῆκες καὶ σφηκιαί: τὰ μικρὰ καὶ εἰς ὀξὺ συνηγμένα ξύλα· οὕτως Φερεκράτης. Σφηκῶσαι: τὸ δῆσαι· οὕτως Φρύνιχος. Σφῆλαι: πλανῆσαι· βλάψαι· ἀπατῆσαι. Σφηνούμενος: στρεβλούμενος· βασανιζόμενος. Σφήττιοι: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· κωμωδοῦνται δὲ ὡς ὀξεῖς· ὥσπερ Ἀχαρνεῖς ἄγριοι· Ποτάμιοι δὲ ὡς ῥαδίως δεχόμενοι τοὺς ἐγγράφους νόμους. Σφιν: αὐτοῖς. Σφίγκτας: Κρατῖνος τοὺς κιναιδώδεις καὶ μαλθακούς. Σφιγανόν: πολεμικόν. Σφίσιν: αὐτοῖς ἢ τοῖς ἑαυτῶν. Σφραγιδονυχαργοκομῆται: ἐν τοῖς δακτυλίοις σφραγῖδα ἔχοντες λίθου ὄνυχος. Σφριγῶν: νεάζων· αὔξων· σφύζων· βράζων· εὐσωματῶν· ἀκμάζων· ἀνθῶν. Σφοδρίας: στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας ἐστίν· φασὶν δὲ αὐτὸν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας. Σφυγμός: φλεγμονή· παλμός· ζέσις φλεβὸς ἢ ἀρτηρίας Σφύζει: ἐπείγει· ἢ αἱ φλέβες ἄλλονται. Σφυρά: τὰ περὶ τοὺς ἀστραγάλους. Σφυρήλατος: σφύραις ἐληλαμένος. Σφῶν: αὐτῶν· ἢ ὑμᾶς ἰδίους· ἰδίας. Σχάδονας: τὰ τῶν κηφήνων κηρία· καὶ ζῶον ἄπτερον ἄπουν. Σχαλίσαι: θηλάσαι· καὶ ἀνίσχαδον τὴν ἄτοκον καὶ ἀθήλαστον. Σχαστηρία: ἡ ἄφεσις. Σχάσον: κατάπαυσον· μετάβαλε. Σχεδιάζει: ἐκ τοῦ παρατυχόντος λέγει. Σχεδιάζειν: ἐγγίζειν· πλησιάζειν· τὸ εἰκῆ ἀποφαίνεσθαι. Σχεδιασθείς: παραχρῆμα ῥηθείς. Σχέδιοι: εὐτελεῖς. Σχέδιον: ἐκ τοῦ ἑτοίμου. Σχεδόν: πλησίον· πέλας· ἢ ἐκ χειρός. Σχελίδες: τὰ πλευριαῖα κρέα. Σχέσις: ὁρμή· συνάφεια. Σχετικῶς: οἰκειωτικῶς. Σχετλιάζει: δυσχεραίνει· ἢ βλασφημεῖ. Σχέτλιος: ὀδυνηρός· χαλεπός· ἀγνώμων· ἀτυχής· δεινοπαθής· ἄδικος· ἄπορος· θλιβόμενος· τλήμων· ἀπεχθής. Σχηματιζόμενος: προσποιούμενος ἢ συνταττόμενος. Σχήσειν: ἀνθέξειν. Σχήσεσθαι: ἐπισχεθήσεσθαι. Σχήσουσιν: σχῶσιν· κρατήσουσιν· ἐφέξουσιν. Σχοίητε: νομίσοιτε· ἢ ὑπολάβοιτε. Σχιστὸς ὁδός: ἡ μιξοδία. Σχίζα: ἡ λαμπάς. Σχιζίας: ὁ τετανὸς καὶ ἰσχνός· οὕτως Κρατῖνος. Σχιστὸς χιτών: κατὰ τὸ μέσον πόρπη συνεχόμενος. Σχῖνον: τὴν σκίλλαν, ἐν ἧ διαμασῶνται οἱ καλλωπιζόμενοι ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· ἀφʼ οὗ καὶ σχινίζεσθαι. Σχοινίον μεμιλτωμένον: εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν, οἱ τοξόται σχοινίον μιλτοῦντες, συνήλαυνον, καὶ τὰ πρατήρια διέκλειον. Σχοίνισμα: μέτρου μέρος· κληρουχία. Σχοῖνος: μέτρον γεωμετρικὸν, ὥς φησιν Ἡρόδοτος ἐν τῆ βʹ τῶν ἱστοριῶν. Σχολάζειν καὶ σχολὴν ἄγειν: οὐκ εὐκαιρεῖν λέγουσιν Ἀττικοί. Σχολαῖον: ἀργόν· διατρίβειν ποιούμενον· καὶ σχολαίτερον ἢ σχολαιότερον, τὸ ἠρεμαιότερον· ὁμοίως καὶ σχολαιότης. Σχολή: οὐχὶ ὁ τόπος ἐν ωἷ σχολάζουσι καὶ διατρίβουσι περὶ παιδείαν· οὐδὲ αὐτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβή· ἀλλὰ ἣν οἱ πολλοὶ ἀκύρως καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν βάρβαρον· ἀλλʼ ἀντὶ μὲν τούτου, σχολὴν ἄγειν λέγουσιν· ἡ δὲ εὐκαιρία βάρβαρον μὲν οὐκ ἔστιν ὄνομα· τάττεται δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλʼ ἐπὶ καιροῦ τινὸς εὐφυίας καὶ ἀρετῆς· καὶ σχοληῖ ἀντὶ τοῦ οὐδαμῶς. Σχόλια: σεμνολογήματα· ἢ ὑπομνήματα καὶ ἑρμηνεῖαι. Σχόμενος: κατασχὼν ἢ κατασχεθείς. Σχών: κατασχών. Σῶ: μονοσυλλάβως οἱ σῶοι· καὶ παρὰ Θουκυδίδη· οἱ δὲ συνηθέστερον γράφουσιν σῶοι. Σωκεῖν: ἀντὶ τοῦ ἰσχύειν. Σῶμα: πᾶν τὸ τεθνηκός· τὸ δὲ τοῦ ζῶντος δέμας λέγεται· διὰ τὸ συνδεδέσθαι τηῖ ψυχηῖ, ὡς εἶπεν Ὅμηρος. Σωμάτια: τὰ ἀναπλάσματα· οἷς οἱ ὑποκριταὶ διασάττουσιν αὐτούς· οὕτως Πλάτων. Σωρηδόν: ὁμοῦ. Σωρεία: πλῆθος. Σωρός: συναγωγή. Σῶστρα: σωτήρια· μήνυτρα· λύτρα. Σωτάδεια: τὰ τοῦ Σωτάδου ποιήματα. Σωτὴρ Ζεύς: ὁ ἐλευθέριος. Σωτέος: σωθῆναι ἄξιος. Σωφρονισταί: ἄρχοντες τινες χειροτονητοί· δέκα τὸν ἀριθμὸν ἑκάστης φυλῆς· ἐχειροτόνει μὲν ὁ δῆμος· ἐπεμελοῦντο δὲ οἱ χειροτονηθέντες τῆς τῶν ἐφήβων σωφροσύνης, μισθὸν λαμβάνοντες ἕκαστος παρὰ τῆς πόλεως καθʼ ἡμέραν δραχμήν.