Ἀρχὴ σὺν Θεωῖ τοῦ ρ.Ῥαβάττειν: σοβεῖν καὶ τρέχειν καὶ συντόνως ποδοκτυπεῖν. Ῥαβάττειν: ἄνω κάτω ἀντιβαδίζειν. Ῥάγα: ῥῶγα. Ῥαγδαῖον: ἄθρουν καὶ πολὺ, ἀπὸ τοῦ καταράσσειν· καὶ μεταφορικῶς, ἄνθρωπον ῥαγδαῖον, τὸν πολὺν καὶ ἄθρουν· καὶ ὀξὺς ἄνεμος καὶ πολὺς, ῥαγδαῖος. Ῥάδα: τὰ ῥόδα· ὅθεν καὶ ῥαδινή … Ῥάδια: ὑπόδημα ποιόν. Ῥαδιουργός: οὐχ ὁ γράμματα παραποιῶν, ἀλλʼ ὁ κακοῦργος ἁπλῶς· καὶ ῥαδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία καὶ εὐκαιρία καὶ θρασύτης· Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τηῖ λέξει. Ῥαθαίνεται: ἀντὶ τοῦ σπείρεται. Ῥαθαπυγίζειν: τὸ πλατεῖ τωῖ ποδὶ εἰς τὰ ἰσχία ῥαπίζειν. Ῥαθασσόμενοι: ῥαινόμενοι. Ῥαιβόν: σκαμβόν· καμπύλον. Ῥαικούς: οἱ βάρβαροι τοὺς Ἕλληνας· Σοφοκλῆς τηῖ λέξει κέχρηται. Ῥαίοιτο: φθείροιτο. Ῥά: ἀντὶ τοῦ δή· οὕτως Πλάτων. Ῥαγδαῖος: ταχὺς ἢ σφοδρός. Ῥαγδαίους: κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων· τοὺς κεκινημένους καὶ σφοδροὺς καὶ βιαίους· Ἀντιφάνης Ἀγροίκοις· Ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς· Δίφιλος Πολυπράγμονι· Τί ποτʼ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν· ἔστι καὶ ἐν πρυτάνεσι Τηλεκλείδου τὸ ὄνομα, καὶ ἐν Δαιταλεῦσιν Ἀριστοφάνους. Ῥαδαμάνθυος ὅρκος: ὁ κατὰ χηνὸς ἢ κυνός· ἢ πλατάνου ἢ κριοῦ ἢ τινὸς ἄλλου τοιούτου· Οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγωι κύων· Ἔπειτα χήν· θεοὺς δὲ σιγᾶν· Κρατῖνος Χείροσι· τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι. Ῥάδαμνος: βλαστὸς τρυφερὸς ἢ κλάδος. Ῥάδιον: εὐχερές. Ῥαδιουργός: πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς· καὶ ῥαδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θρασύτης· Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τηῖ λέξει. Ῥαιδίως: εὐχερῶς· ταχέως. Ῥάζειν καὶ ῥύζειν: τὸ ὑλακτεῖν· Ἕρμιππος Εὐρώπηι· Ῥυζῶν ἅπαντας ἀπέδομαι τοὺς δακτύλους· ἀπὸ τούτου δὲ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας μετηνέχθη· Κρατῖνος Δηλιάσιν· Ἵνα σιωπηῖ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον· καὶ ἑξῆς· Ἔρραζε πρὸς τὴν γῆν· ὁ δʼ ἐσκάριζε καπέπαρδε. Ῥαθάμιγγες: ῥανίδες· ἢ ὁ ἀπὸ τῶν ἵππων κονιορτός· οἱ δὲ σταγόνας. Ῥαθυμία: ἀμέλεια. Ῥαΐσας: ὑγιάνας. Ῥαΐσας: ἀντὶ τοῦ ῥαῖον ἔχων ἐκ τῆς νόσου. Ῥαθυμεῖν: οὐχ ὡς ἡμεῖς φαμὲν, τὸ τοῖς Ἀφροδισίοις σχολάζειν· ἀλλʼ ἁπλῶς τὸ ἀργεῖν καὶ τρυφᾶν, παρὰ τὸ τὰ ῥᾶστα τωῖ θυμωῖ διδόναι. Ῥακχίζειν: τὸ διαιρεῖν τὰ μέρη τῆς ῥάχεως, ἤτοι διακόπτειν, ὡς φησὶ παρʼ Εὐριπίδηι. Ῥακετρίζειν: τὸ εἰς τὴν ῥάχιν παίειν· οὕτως Πλάτων. Ῥάκιον καὶ ῥάκος: ἄμφω λέγουσιν. Ῥακίδαι: δῆμος Ἀκαμαντίδος. Ῥάκτρια: ῥαιδία· μικρά· τοὺς καρποὺς ἀπαράσσουσα. Ῥάμνος: φυτὸν ὃ ἐν τοῖς χουσὶν ὡς ἀλεξιφάρμακον ἐμασῶντο ἕωθεν· καὶ πίττηι ἐχρίοντο τὰ σώματα· ἀμίαντος γὰρ αὕτη· διὸ καὶ ἐν ταῖς γενέσεσι τῶν παιδίων χρίουσι τὰς οἰκίας εἰς ἀπέλασιν τῶν δαιμόνων. Ῥαμνουσία Νέμεσις: αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας· ἱδρύσατο δὲ αὐτὴν Ἐρεχθεὺς μητέρα ἑαυτοῦ οὖσαν· ὀνομαζομένην δὲ Νέμεσιν καὶ βασιλεύσασαν ἐν τωῖ τόπωι· τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν· οὗ τὴν ἐπιγραφὴν ἐχαρίσατο Ἀγορακρίτωι τωῖ Παρίωι ἐρωμένωι· ὃς καὶ Ὀλυμπίασι τωῖ δακτύλωι τοῦ Διὸς ἐπέγραψε, Παντάρκης καλός· ἦν δὲ οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ. Ῥάμφος: ῥύγχος ὄρνιθος. Ῥαντόν: ποικίλον. Ῥαμφάξει: ῥυγχωθήσει. Ῥάξ: θηλυκῶς ἡ ῥάξ· ὁ δὲ ῥὼξ, καὶ βαρβαρισμὸς καὶ σολοικισμός. Ῥάξαι: ἀντὶ τοῦ καταβαλεῖν· οὕτως Ἀπολλόδωρος. Ῥάξας: τὸ δὲ ῥήξας οὐκ Ἀττικόν· καὶ παρὰ τοῖς δικανικοῖς ἐστὶν ἡ χρῆσις. Ῥᾶον: εὐχερές· εὔκολον. Ῥαπίσαι: πατάξαι τὴν γνάθον ἁπληῖ τηῖ χειρὶ, ὃ λέγουσι καὶ ἐπὶ κόρρης. Ῥαπίς: ῥάβδος. Ῥάρ: Τριπτολέμου πατήρ. Ῥάρον: ἰσχυρόν. Ῥᾶστα: ῥαιδίως· εὐχερῶς. Ῥαστώνη: ἀνάπαυσις· τέρψις· τρυφή· εὐκολία· ῥαθυμία· ἡδυπάθεια· χαυνότης· ἀργία· εἴρηται καὶ ῥαστωνεύειν ἐν τωῖ ληʹ Δίωνος Ῥωμαϊκῶν. Ῥάφανον: τὴν ῥαφανίδα· Ἐπίχαρμος. Ῥάφανος: κράμβη· ῥαφανὶς δὲ, ἣν ἡμεῖς ῥάφανον. Ῥάττει: ἐπιφώνημα χαιρόντων καὶ ὑπορχουμένων. Ῥᾶον ἄν τις τοὺς ὀδόντας ἠρίθμησεν, ἢ τοὺς δακτύλους. Ῥαχάδας: τὰ δενδρώδη χωρία. Ῥάχετον: τὸ ὄπισθεν τοῦ τραχήλου, ἀφʼ οὗ ἡ ἀρχὴ τῆς ῥάχεως· Δίδυμος δὲ πλευρόν. Ῥαχθέντος: ῥαγέντος. Ῥαχίαν: οἱ Ἀττικοὶ τὴν ἀκτήν· καὶ τὸν τόπον αὐτὸν, ωἷ προσαράττει τὸ κῦμα· καὶ Θουκυδίδης οὕτως· οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης. Ῥαχίζειν: τὸ ἀλαζονεύεσθαι· καὶ ῥαχιστὴς, ὁ ἀλαζών· Θεόπομπος Παμφίληι· Τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν. Ῥαχίζων: διακόπτων· καὶ τοὺς κακούργους ῥαχιστάς. Ῥάχιν: ὀσφῦν· ἢ τὸ νωτιαῖον μέρος· ὁ κανθὸς τοῦ νώτου. Ῥαχιστής: ὁ διατέμνων. Ῥάχοι: αἱ μυρικίναι ῥάβδοι. Ῥάχοισιν ὀρχάδος στέγης: Σοφοκλῆς δὲ τοὺς φραγμοὺς τῆς ποίμνης. Ῥάχους: τὰς ἀκανθώδεις καὶ τραχείας ῥάβδους λέγουσιν. Ῥαψωιδοί: τὸ δʼ ἔμπροσθεν ἀρνωδοὶ ἐκαλοῦντο, ἐπάθλου αὐτοῖς ὄντος ἀρνός. Ῥαψωιδὸς κύων: ἡ Σφίγξ· οὕτως Σοφοκλῆς. Ῥάψαι: συνθεῖναι. Ῥαψώδημα: ψεῦσμα. Ῥαψωιδία: φλυαρία· λόγων συναφή· ἀδολεσχία. Ῥαψωιδοί: οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντες· οἳ ἐκλήθησαν οὕτως, ἐπεὶ ῥάβδους ἔχοντες ἀπήγγελλον· ῥαψωιδῆσαι δέ ἐστι τὸ φλυαρῆσαι· ἢ τὸ ἁπλῶς λαβεῖν καὶ ἀπαγγεῖλαι, χωρὶς ἔργου τινός. Ῥάων: εὐθυμότερος· καὶ ἀπήμων. Ῥέας πόντος: ὁ Βόσπορος· ἢ ὅτι καὶ Ἀδρίας καλεῖται ἀπὸ τοῦ εἰσβάλλοντος ποταμοῦ Ἀδρίου. Ῥεδίων: ἁρμάτων. Ῥέζει: θυσιάζει· ποιεῖ· ἱερεύει· παρασκευάζει. Ῥέθος: πρόσωπον· ἐρύθημα· μέλος· σπλάγχνον. Ῥεῖα: ῥαδίως· εὐμαρῶς· ἰσχυρῶς. Ῥεῖα ζώοντες: ἀπόνως καὶ ἀμόχθως. Ῥειπαι: ὄρη Σκυθικὰ, ὅθεν ὁ Βορρᾶς πνεῖ. Ῥειτά: ἐν Ἐλευσῖνι δύο ναμάτια φερόμενα ἐκ μιᾶς πηγῆς καλούμενα ῥειτά· οὕτως Σοφοκλῆς. Ῥειτῶν τόπος: ἱερῶν ῥευμάτων. Ῥέκος: ζῶμα· ζώνη. Ῥελατρεία: ἀναφορά. Ῥέμει: πειρᾶ· ὀδυνᾶ· σήπει. Ῥέξαι: ποιῆσαι· πράξαι· Ἀθηναῖοι δὲ θῦσαι· παρʼ Ἐπιχάρμω τὸ βλάψαι. Ῥέπει: κλίνει. Ῥερυθμῶσθαι: ἐσχηματίσθαι· συγκεκρίσθαι. Ῥεῦμον: βρέφος νεογνόν. Ῥηγίνους: τοὺς δειλούς· Ξέναρχος γὰρ, ὁ Σώφρονος τοῦ Μιμογράφου υἱὸς, ἐκωμώδει τοὺς Ῥηγίνους ὡς δειλοὺς, ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. Ῥηγίνου δειλότερος: … Ῥῆγμα: ἡ κατὰ μῆκος τοῦ τραύματος οὐλή. Ῥηγμῖνι: αἰγιαλωῖ. Ῥήγνυται: διαιρεῖται καὶ διακόπτεται. Ῥῆμα: οὐ μόνον ἐπὶ μιᾶς λέξεως λέγουσιν, ἀλλὰ καὶ ἐπὶ πλειόνων. Ῥήναια: νῆσος πλησίον Δήλου. Ῥῆνες: πρόβατα. Ῥηξήνορες: ἀνδρεῖοι. Ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. Ῥήσεις: λόγοι. Ῥῆσις μακρά: διεξοδικὸς λόγος μακρός. Ῥῆσις: δημηγορία καὶ συμβουλή· καὶ ὅλος ὁ τοῦ ῥήτορος λόγος· οὕτως Ἀριστοφάνης. Ῥησείδιον: λεξείδιον. Ῥησικοπεῖν: δημηγορεῖν. Ῥήσεις καλεῖται τὰ ὑπὸ τῶν εἰσαγομένων προσώπων λεγόμενα· ἀναμέσον δὲ τούτων τὰ ὑπὸ τοῦ ποιητοῦ· οἷον, Τὸν δʼ ἀπαμειβόμενος. Ῥῆσις: τὸ ψήφισμα· οὕτως Κράτης. Ῥησίαρχος, ὃς ἐρέσει τὰ θέσφατα: παρʼ Ἐπιχάρμωι· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρηται· ἢ ὡς Ἀσκληπιάδης ἐν ϛʹ τραγωιδουμένων, ἄριστον αὐτὸν γεγονέναι ἀλήθειαν εἰπεῖν· ἐγένετο δὲ καὶ ἕτερος. Ῥησκόμενον: ἀντὶ τοῦ λεγόμενον. Ῥητόν: φανερόν. Ῥήτορα: καὶ τὴν γυναῖκα· Ἀριστοφάνης. Ῥητορικὴ γραφή: ἔοικε ῥητορικὴ γραφὴ καλεῖσθαι, ἡ κατὰ ῥήτορος γράψαντος ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέγεται πρυτανικὴ, ἡ κατὰ πρυτανέως· καὶ ἐπιστατικὴ, ἡ κατʼ ἐπιστάτου· ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαὶ τινὲς καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ τῶν ῥητόρων γραφαὶ εἰσάγονται. Ῥητορικὴ γραφή· ἣν ἠγωνίζοντο οἱ ῥήτορες· οὐ γὰρ πάσας ἠγωνίζοντο τὰς δίκας τῶν παλαιῶν οἱ ῥήτορες, ἀλλʼ ἐνίας· ἄλλοι δὲ ῥητορικὴν γραφὴν εἶναι λέγουσι τὴν κατὰ ῥήτορος γινομένην, γράψαντος τί, ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέγεται πρυτανικὴ γραφὴ, καὶ ἡ κατὰ πρυτανέως, καὶ ἐπιστατικὴ, ἡ κατʼ ἐπιστάτου. Ῥήτορες: οὐχ οἱ συνήγοροι, ἀλλʼ οἱ τὴν ἰδίαν γνώμην λέγοντες· καὶ τὸ παρʼ Ὁμήρωι οὕτως ὑπολαμβάνει. Ῥῆτρα: συνθῆκαι· λόγοι· ὁμολογίαι· Ταραντῖνοι δὲ νόμους· καὶ οἷον ψηφίσματα· παρὰ Λακεδαιμονίοις ῥήτρα Λυκούργου νόμος, ὡς ἐκ χρησμοῦ τιθέμενος· οἱ δὲ ῥήτρας ὁμολογίας· οἱ δὲ συγγράμματα· καὶ ῥητροφύλακας τοὺς συγγραμματοφύλακας. Ῥήτρας: συνθήκας. Ῥήτωρ: τὸ παλαιὸν ἐκαλεῖτο ὁ δήμωι συμβουλεύων· καὶ ὁ ἐν δήμωι ἀγορεύων· εἴτε ἱκανὸς εἴη λέγειν, εἴτε καὶ ἀδύνατος· εἴτε καὶ ἀπὸ τοῦ βελτίστου καὶ δικαιοτάτου συμβουλεύων, εἴτε ἐπὶ οἰκείοις λήμμασιν· καὶ ὁ Δημοσθένης τοῦτον καλεῖ ῥήτορα, ἐπειδʼ ἂν λέγηι· ῥήτωρ, ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτωι· καὶ ἑτέρωθι· ἐγὼ δὲ εἰ μὲν ὡς συμβουλεύων ὑμῖν ὅτι ἂν συμφέρειν ἡγῆται, ῥήτωρ ἐστὶν, οὔτε ἀρνοῦμαι, οὔτε φύγοιμι ἂν τούνομα τοῦτο· εἰ δὲ, οἵους ἐγὼ καὶ ὑμεῖς δὲ ὁρᾶτε, ἀπαιδεύτους καὶ ἀφʼ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ· καὶ πολλοῖς ψηφίσμασι παραγέγραπται Ῥητορικὴ ἐκ βουλῆς, εἰ εἰσφέρει τις γνώμην, ἀλλὰ μὴ αὐτὸς ἰδίαν τύχην ἡγούμενος. Ῥήτωρ: συνήγορος· δικολόγος· καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην κριτὴς, παρὰ Σοφοκλεῖ. Ῥηχιάδαι ἢ Ῥηχάδαι: οἱ τοὺς καταδίκους εἰς τὰς ῥαχίας βάλλοντες. Ῥία: ἀκρωτήρια· ὄρθια· καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. Ῥιγοῖ: ψύχει· συνέχεται ἀπὸ κρύους. Ῥιζοτόμοι: φαρμακεῖς· βοτανικοί. Ῥικνά: ἐρυτιδωμένα· ἀσθενῆ. Ῥικνόν: καμπύλον. Ῥικνός: ὁ πεφρικὼς, παρὰ Σοφοκλεῖ. Ῥινᾶν: ἐξαπατᾶν: οὕτως Μένανδρος. Ῥινόν: βύρσαν· δέρμα. Ῥίνων: ὄνομα κύριον. Ῥικνοῦσθαι: τὸ διέλκεσθαι καὶ παντοδαπῶς διαστρέφεσθαι κατʼ εἶδος· λέγεται δὲ καὶ ῥιγνοῦσθαι, τὸ καμπύλον γίγνεσθαι ἀσχημόνως, καὶ κατὰ συνουσίαν καὶ ὄρχησιν κάμπτοντα τὴν ὀσφῦν· Σοφοκλῆς Ἰχνευταῖς. Ῥίπας: ἀνέμου συστροφή. Ῥιπῆς: ὁρμῆς· φορᾶς· βολῆς. Ῥιπίζεται: παρακαίεται. Ῥίψασπις: δειλός. Ῥινώμενος: μυκτηριζόμενος. Ῥίσκος: ὁ τὰ ἀργυρώματα ἔχων καὶ τὸ πρόχειρον ἀργύριον. Ῥιψάδʼ ἀγείρων … Ῥοάς: ῥεύματα. Ῥόδια: μύρα. Ῥοδιακὸν καὶ Ῥοδιάς: εἶδος ἐκπώματος· οὕτως Δίφιλος. Ῥοδογούνη: γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δαρείου μήτηρ. Ῥοδίων χρησμός: Ῥόδιοι τηῖ Λινδίαι Ἀθηναῖ θύοντες καθʼ ἑκάστην ἡμέραν διετέλουν ἐν τωῖ ναωῖ εὐωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖς ἔθος ἀμίδα εἰσφέρειν … ἀμίδα· συγκαταινέσαντος δὲ, πάλιν ἀνεπυνθάνοντο, χαλκῆν ἢ ὀστρακίνην· ὁ δὲ ὀργισθεὶς ἀπεφήνατο, μηδετέραν· διὸ τὴν παροιμίαν τάσσεσθαι ἐπὶ τῶν περιεργότερον πυνθανομένων. Ῥοδώπιδος ἀνάθημα: ἐν Δελφοῖς ὀβελίσκοι πολλοί· Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτωι πυραμίδα, Ἡροδότου ἐλέγχοντος τὴν δόξαν· ἦν δὲ Θρᾶσσα τὸ γένος· ἐδούλευσε δὲ σὺν Αἰσώπω Ἰάδμονι Μιτυληναίωι· ἐλυτρώσατο δὲ αὐτὴν Χαράξας ὁ Σαπφοῦς ἀδελφός· ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ. Ῥόζειν: κυρίως μὲν ἐπὶ τῶν κυνῶν· μεταφορικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων. Ῥοθεῖ: ὁρμεῖ. Ῥόθιον: ἡ εἰρεσία· καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτόνως. Ῥοδωνιά: ἔστι μὲν ὁ τῶν ῥόδων λειμών· ἄλλοι δὲ καὶ τὴν ῥοδοδάφνην οὕτω φασὶ καλεῖσθαι· ἕτεροι δὲ εἶδος ἀμπέλου φερούσης σταφυλὴν παραπλησίαν τωῖ ῥόδωι κατὰ τὸ χρῶμα. Ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅτʼ ἂν σφοδρῶς ἐλαύνωσιν. Ῥόθιον: τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα· σημαίνει καὶ τὴν εἰρεσίαν· καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτόνως· Ἀριστοφάνης Βαβυλωνίοις· —κατάγου ῥοθιάζων, φησίν· καὶ πάλιν· Ναῦς ὅτʼ ἂν ἐκ πιτύλων ῥοθιάζηι σώφρονι κόσμωι. Ῥόθωι: ὁρμηῖ. Ῥοιάς: Ἴωνες· ἄνευ δὲ τοῦ ι ῥοάς· οὕτως Ἐπίλυκος. Ῥοιβδεῖ: ἀναρροφεῖ· ἀναρριπτεῖ. Ῥοίβδειν: ὡς ἐπὶ ῥεύματος· σφοδρῶς· φοβερῶς. Ῥοίδια: ῥοάς. Ῥοιζηδόν: σφοδρῶς μετʼ ἤχου ἀπειλητικόν. Ῥοῖζος: ῥύμη· ἦχος. Ῥοῖζος: παρʼ Ὁμήρωι θηλυκῶς· Πολληῖ δὲ ῥοίζωι πρὸς ὄρος τρέπε. Ῥομβεῖν: σφενδονᾶν. Ῥόμβον: κίνησιν· ἢ κύλινδρον. Ῥόμβος: ὃ ἔχουσιν οἱ ἐπιθειάζοντες ὡς τύμπανον· οὕτως Εὔπολις. Ῥοδωνιά: ἡ τῶν ῥόδων φυτεία· ἰωνιὰ, ἡ τῶν ἴων. Ῥοδοδάκτυλος: ῥοδόχρους. Ῥομφαία: τὸ μακρὸν ἀκόντιον ἢ μάχαιρα. Ῥοπαλίζει: κινεῖ, στρέφει ὡς ῥόπαλον. Ῥοπή: κλίσις. Ῥόπτρον: Λυσίας κατὰ Ἀνδοκίδου ἀσεβείας· ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ· νῦν τὸν τῆς θύρας κρίκον λέγει. Ῥόπτρον: ῥόπαλον· ἢ παγίς· ἢ τιμωρία. Ῥοῦν: τὸ ἥδυσμα· Σόλων. Ῥοφήσομαι: ἀντὶ τοῦ ῥοφήσω λέγουσιν. Ῥοώδης: ῥεῦμα ἔχων. Ῥυάχετον: θόρυβον. Ῥυάχετον: τὸν ῥέοντα ὀχετόν. Ῥοίβδην: δαψιλῶς. Ῥυγχάσαι: τὸ μυκτηρίσαι. Ῥύγχος: τὸ πρόσωπον· Κρατῖνος καὶ ἕτεροι. Ῥύδην: ὁρμήν. Ῥύδην: σφοδρῶς καὶ ἀθρόως· οὕτως Κρατῖνος. Ῥύζειν: ὑλακτεῖν. Ῥυζῶν: πενθῶν. Ῥυθμίζει: διατυποῖ· κανονίζει· εὐθύνει. Ῥυθμός: τάξις ἔμμελος ἀκόλουθος ἁρμονίαι. Ῥυμβονᾶν: διαρρίπτειν. Ῥυπαίνω: ἀντὶ τοῦ ὑβρίζω· Φερεκράτης. Ῥύπες: πόλις τῶν Ὠλενίων Ἀχαιῶν· οὕτως Αἰσχύλος. Ῥύπον καὶ ῥύπους: τὰ δεχόμενα τὰς σφραγῖδας· οὕτως Ἀριστοφάνης. Ῥυπᾶν: μεστὰ ῥύπου εἶναι. Ῥύππαπαι: ναυτικὸν ἀναφώνημα. Ῥύπτει: ἀποκλύζει· σμήχει. Ῥύπτομαι: σμήχομαι. Ῥυσά: ἢ μάρανσις, ἢ γῆρας. Ῥυσαί: ῥυτίδας ἔχουσαι. Ῥυσήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα. Ῥύσια: ἐνέχυρα· καὶ ῥυσιάζεσθαι· τὸ ἐνεχυριάζειν. Ῥυσίαν: τὴν τῶν τόξων τάσιν. Ῥυσίοισιν: ἑλκυσταῖς. Ῥυστῆρας: καὶ βρυτῆρας· τὰς ἡνίας. Ῥυτά: εἶδος φιαλῶν· τάχα δὲ οἷον ῥυτίδας καὶ συναγωγὰς ἐχουσῶν. Ῥυτά: πήγανα· οὕτως Κρατῖνος. Ῥυτά: συνεσταλμένως· εἶδος ἐστι ποτηρίου· Δημοσθένης κατὰ Μειδίου· ἐκτεταμένως παρʼ ἡμῖν λεγόμενα. Ῥυτήρ: ἁπλῶς μὲν ὁ ἱμάς· κυρίως δὲ ἡνία· παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, ὅπέρ ἐστι σωίζειν· ἢ παρὰ τὸ ῥεύειν, ὅ ἐστιν ἀνακόπτειν καὶ ἀνεγείρειν τοὺς ἵππους. Ῥυτῆρα: ἑλκτικόν· παρὰ τὸ ἐρύειν· καὶ φύλακα. Ῥυτῆρες: χαλινοί· ἡνίαι· ἱμάντες. Ῥυτῆρι κρούων γλουτὸν ὑπτίου ποδός· Σοφοκλῆς. Ῥυτίς: ἀσθένεια. Ῥυτίσματα: αἱ ἀκέστριαι τῶν διερρυηκότων ἱματίων τὰ ἀναπληρώματα ῥυτίσματα ἐκάλουν· οὕτως Μένανδρος. Ῥυφεῖν: τὸ ῥοφεῖν Ἴωνες· οὕτως Ἱππώναξ. Ῥύψαι: σμῆξαι. Ῥωγαλέον: διεσχισμένον. Ῥῶμα: ὅρμημα. Ῥῶμα: τὴν ῥώμην· ὡς γνῶμα, τὴν γνώμην. Ῥωμαλέως: ἰσχυρῶς. Ῥώμη: ἰσχύς. Ῥώξ: κόκκος. Ῥῶπες: δασεῖα ὕλη· ἢ κατάκομος καὶ σύμφυτος τόπος. Ῥῶπος: μίγμα· χρώματα, ὅσα βαφεῦσι, ζωγράφοις, μυρεψοῖς χρησιμεύει· ὅθεν ῥωποπώλης, ὁ μυροπώλης· τινὲς δὲ καὶ τὸν παντοδαπὸν φόρτον, ῥῶπον εἰρήκασιν. Ῥῶπος: μηθενὸς ἄξιον. Ῥῶπος καὶ γέλγη: ὁ ποικίλος καὶ λεπτὸς φόρτος. Ῥῶσαι: ῥῆξις. Ῥῶσθαι: σπουδάζειν. Ῥωστήριον: παρορμητήριον. Ῥωχμός: ῥῆγμα γῆς. Τέλος τοῦ ρ στοιχείου.