eul_wid: dac-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Animated Feast by Crates the Comic Poet

The Animated Feast, also known as The Savories, is a lost comedy by the Athenian playwright Crates, active in the mid-5th century BCE. Written in Attic Greek verse as a work of Old Comedy, the play survives only in fragments, primarily preserved in the quotations of later grammarians such as Athenaeus. These 93 brief excerpts, valued for their lexical and cultural interest rather than their narrative continuity, preclude a full reconstruction of the plot. The comedy has a fantastical, utopian premise in which inanimate objects—foodstuffs, tableware, and other household items—become animated and serve themselves automatically. This conceit creates a world of effortless abundance and leisure, a source of both laughter and social imagination. According to Aristotle, Crates was instrumental in shifting Athenian comedy away from harsh personal invective toward more generalized plots and universal scenarios. The Animated Feast stands as a key exemplar of this innovative, plot-driven style, showcasing the imaginative scope of Old Comedy beyond mere satire.

ΓΕΙΤΟΝΕΣ
νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις
ὅκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
χοίρων.
γλυκύτατον δʼ, ὦ Ζεῦ, βασιλείου μύρου.
οὐκ ἔστι μοι λυχνείδιον.
ὗς διὰ ῥόδων
εἰ σοφὸς ᾖ
καρδοπογλύφος
πεσσονομεῖν
ΔΙΟΝΥΣΟΣ
ΗΡΩΕΣ
οὐκ ἀσκίῳ μεντἄρʼ ἐμορμολύττετο
αὐτούς, εἶτα δʼ ἔστʼ ἀληθῆ.
οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν
καὶ τῆς ἀθάρης.
τὸν αὐχένʼ ἐκ γῆς ἀνεκὰς εἰς αὐτοὺς βλέπων.
ἁλτῆρσι θυλάκοισι χρῆσαι τὸ μέγεθος.
ὁ κάνης δὲ τῆς κοίτης ὑπερέχειν μοι δοκεῖ.
ῥιπίδι κοπραγωγῷ
ΘΗΡΙΑ
Α. ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετʼ οὐδὲ δούλην,
ἀλλʼ αὐτὸς αὑτῷ δῆτʼ ἀνὴρ γέρων διακονήσει;
Β. οὐ δῆθʼ· ὁδοιποροῦντα γὰρ τὰ πάντʼ ἐγὼ ποιήσω.
Α. τί δῆτα τοῦτʼ αὐτοῖς πλέον; Β. πρόσεισιν αὔθʼ ἕκαστον
τῶν σκευαρίων, ὅταν καλῇ τι. παρατίθου, τράπεζα.
αὕτη, παρασκεύαζε σαυτόν. μάττε, θυλακίσκε.
ἔγχει, κύαθε. ποὖσθʼ ἡ κύλιξ; διάνιζʼ ἰοῦσα σαυτήν.
ἀνάβαινε, μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
ἰχθύ, βάδιζʼ. ἀλλʼ οὐδέπω ʼπὶ θάτερʼ ὀπτός εἰμι.
οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων;
ἀλλʼ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ πάμπαλιν
τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς
ἐπὶ κιόνων ὥσπερ διὰ τοῦ παιωνίου
ἐπὶ τῆς θαλάττης, ὥσθʼ ἑκάστῳ ῥεύσεται
εἰς τὴν πύελον. ἐρεῖ δὲ θὔδωρ «ἀνέχετε».
ἔπειτʼ ἀλάβαστος εὐθέως ἥξει μύρου
αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.
ἔχοντες εὐπαθῆ βίον
παρουσίαν τε χρημάτων.
καὶ τῶν ῥαφάνων ἕψειν χρὴ …
ἰχθῦς τʼ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δʼ ἄπο χεῖρας ἔχεσθαι.
Β. οὐκ ἄρʼ ἔτʼ οὐδὲν κρέας, ὡς ὑμεῖς λέγετʼ, οὐδʼ ὁτιοῦν ἐδόμεσθα,
οὐδʼ ἐξ ἀγορᾶς οὐδὲ τάκωνας ποιησόμεθʼ οὐδʼ ἀλλᾶντας;
ΘΗΣΑΥΡΟΣ
ΛΑΜΙΑ
ἐπεὶ τριπήχη Θετταλικῶς τετμημένα
ἡμίεκτόν ἐστι χρυσοῦ, μανθάνεις, ὀκτὼ ʼβολοί.
ὁ μῦθος ἀπώλετο
ΜΕΤΟΙΚΟΙ
λιποπωγωνία
ΟΡΝΙΘΕΣ
ΠΑΙΔΙΑΙ
παί-
ζειν δʼ ἐν ἀνδρικοῖς χοροῖσι
τὴν κυνητίνδʼ, ὥσπερ εἰκός,
τοὺς καλοὺς φιλοῦσʼ ἀεί.
τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν λόγος ἄλλος ὅδʼ ἔστιν.
ΠΕΔΗΤΑΙ
ΡΗΤΟΡΕΣ
Κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ ...
ΣΑΜΙΟΙ
ἔπαιξαν γυναῖκες ἅτʼ ὀρχηστρίδες καλαί,
ἐπὶ κοχωνῶν τὰς τρίχας καθειμέναι.
ἥξει δὲ ταχέως ἀργυρίου χλῆδον λαβών
σκυτίνῃ πότʼ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον
ἧψε ποντιὰς χελώνη πευκίνοισι κύμασιν,
καρκίνοι ποδήνεμοί τε καὶ τανύπτεροι λύκοι
ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.
παῖʼ ἐκεῖνον, ἄγχʼ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;
ἵππῳ γηράσκοντι τὰ μείονα κύκλʼ ἐπίβαλλε.
περιπόρφυρα ἱμάτια
ΤΟΛΜΑΙ
πρῶτα μὲν ταλαντιαῖος ὅστις ἔστʼ αὐτῶν λέγε.
ποιμαίνει δʼ ἐπισίτιον,
ῥιγῶν δʼ ἐν μετὰ βύξου,
δέξετʼ ἐπὶ μισθῷ
σῖτος.
καὶ δὴ ποδεῖα τριμίτινα
ἀστραγαλωτή μάστιξ
ὄνος ἐν μελίτταις
ἐξ ὅτου ἦλθον
ΦΙΛΑΡΓΥΡΟΣ
..ΠΝΙΑΣΤΡΙΑ
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὁ γὰρ χρόνος μʼ ἔκαμψε, τέκτων μὲν σοφός,
ἅπαντα δʼ ἐργαζόμενος ἀσθενέστερα.
πάνυ γάρ ἐστιν ὡρικώτατα
τὰ τιτθίʼ ὥσπερ μῆλον ἢ μιμαίκυλα.
ἀλλὰ σικύαν ποτιβαλῶ τοι, καναταλὴς ἀποσχάσω.
ἀδικοχρήματος
ἀλλόκοτον
ἀναγκόσιτον
ἀνεβιωσάμην
ἀψάλακτος
διαβάλλειν
ἐθελόσυχνος
ἡμιμάσητοι
μεμνοῖτο
παλίνδικον
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
ἀχράδων πρόσφερε
Σαρπηδονία ἀκτή
ἡμεροῦν
ῥῆσις