eul_wid: lrw-aa
ἈποσπάσματαRhodian Historical Fragments
Zeno of Rhodes Rhodian Historical Fragments PDF
| t1-3 [5] | [ΡΟΔΙΑΚΑ.] ΕΝΤΟΠΙΟΣ ΙΣΤΟΡΙΑ [ΕΝΙΑΥΣΙΑΙΑ]. Diodorus V, 55: Τὴν δὲ νῆσον τὴν ὀνομαζομένην Ῥόδον πρῶτοι κατῴκησαν οἱ προσαγορευόμενοι Τελχῖνες· οὗτοι δ’ ἦσαν υἱοὶ μὲν Θαλάττης, ὡς ὁ μῦθος παραδέδωκε, μυθολογοῦνται δὲ μετὰ Καφείρας τῆς Ὠκεανοῦ θυγατρὸς ἐκθρέψαι Ποσειδῶνα, Ῥέας αὐτοῖς παρακαταθεμένης τὸ βρέφος. |
| 1 [45] | Γενέσθαι δ’ αὐτοὺς καὶ τεχνῶν τινων εὑρετὰς καὶ ἄλλα τῶν εἰς τὸν βίον χρησίμων τοῖς ἀνθρώποις εἰσηγήσασθαι. Ἀγάλματά τε θεῶν πρῶτοι κατασκευάσαι λέγονται, καί τινα τῶν ἀρχαίων ἀφιδρυμάτων ἀπ’ ἐκείνων ἐπωνομάσθαι· παρὰ μὲν γὰρ Λινδίοις Ἀπόλλωνα Τελχίνιον προσαγορευθῆναι, παρὰ δὲ Ἰαλυσίοις Ἥραν καὶ νύμφας Τελχινίας, παρὰ δὲ Καμειρεῦσιν Ἥραν Τελχινίαν. Λέγονται δ’ οὗτοι καὶ γόητες γεγονέναι καὶ παράγειν ὅτε βούλοιντο νέφη τε καὶ ὄμβρους καὶ χαλάζας, ὁμοίως δὲ καὶ χιόνα ἐφέλκεσθαι. Ταῦτα δὲ καθάπερ καὶ τοὺς μάγους ποιεῖν ἱστοροῦσιν. Ἀλλάττειν δὲ καὶ τὰς ἰδίας μορφὰς, καὶ εἶναι φθονεροὺς ἐν τῇ διδασκαλίᾳ τῶν τεχνῶν. Ποσειδῶνα δὲ ἀνδρωθέντα ἐρασθῆναι τῆς τῶν Τελχίνων ἀδελφῆς Ἁλίας, καὶ μιχθέντα ταύτῃ γεννῆσαι παῖδας ἓξ μὲν ἄρρενας, μίαν δὲ θυγατέρα Ῥόδον, ἀφ’ ἧς τὴν νῆσον ὀνομασθῆναι. Γενέσθαι δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐν τοῖς πρὸς ἕω μέρεσι τῆς νήσου τοὺς κληθέντας γίγαντας· ὅτε δὴ καὶ Ζεὺς λέγεται καταπεπολεμηκὼς Τιτᾶνας ἐρασθῆναι μιᾶς τῶν νυμφῶν Ἱμαλίας ὀνομαζομένης, καὶ τρεῖς ἐξ αὐτῆς τεκνῶσαι παῖδας, Σπαρταῖον, Κρόνιον, Κύτον. Κατὰ δὲ τὴν τούτων ἡλικίαν φασὶν Ἀφροδίτην ἐκ Κυθήρων κομιζομένην εἰς Κύπρον καὶ προσορμιζομένην τῇ νήσῳ κωλυθῆναι ὑπὸ τῶν Ποσειδῶνος υἱῶν, ὄντων ὑπερηφάνων καὶ ὑβριστῶν· τῆς δὲ θεοῦ διὰ τὴν ὀργὴν ἐμβαλούσης αὐτοῖς μανίαν, μιγῆναι αὐτοὺς βίᾳ τῇ μητρὶ καὶ πολλὰ κακὰ δρᾶν τοὺς ἐγχωρίους. Ποσειδῶνα δὲ τὸ γεγονὸς αἰσθόμενον τοὺς υἱοὺς κρύψαι κατὰ γῆς διὰ τὴν πεπραγμένην αἰσχύνην, οὓς κληθῆναι προσηῴους δαίμονας· Ἁλίαν δὲ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλατταν Λευκοθέαν ὀνομασθῆναι καὶ τιμῆς ἀθανάτου τυχεῖν παρὰ τοῖς ἐγχωρίοις. Χρόνῳ δ’ ὕστερον προαισθομένους τοὺς Τελχῖνας τὸν μέλλοντα γίνεσθαι κατακλυσμὸν, ἐκλιπεῖν τὴν νῆσον καὶ διασπαρῆναι. Λύκον δ’ ἐκ τούτων παραγενόμενον εἰς τὴν Λυκίαν, Ἀπόλλωνος Λυκίου ἱερὸν ἱδρύσασθαι παρὰ τὸν Ξάνθον ποταμόν. Τοῦ δὲ κατακλυσμοῦ γενομένου, τοὺς μὲν ἄλλους διαφθαρῆναι, τῆς δὲ νήσου διὰ τὴν ἐπομβρίαν ἐπιπολασάντων τῶν ὑγρῶν λιμνάσαι τοὺς ἐπιπέδους τόπους· ὀλίγους δ’ εἰς τὰ μετέωρα τῆς νήσου συμφυγόντας διασωθῆναι, ἐν οἷς ὑπάρχειν καὶ τοὺς Διὸς παῖδας. Ἥλιον δὲ κατὰ μὲν τὸν μῦθον ἐρασθέντα τῆς Ῥόδου τήν τε νῆσον ἀπ’ αὐτῆς ὀνομάσαι Ῥόδον καὶ τὸ ἐπιπολάζον ὕδωρ ἀφανίσαι· ὁ δ’ ἀληθὴς λόγος ὅτι κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν τῆς νήσου πηλώδους οὔσης ἔτι καὶ μαλακῆς, τὸν Ἥλιον ἀναξηράναντα τὴν πολλὴν ὑγρότητα ζωογονῆσαι τὴν γῆν, καὶ γενέσθαι τοὺς κληθέντας ἀπ’ αὐτοῦ Ἡλιάδας ἑπτὰ τὸν ἀριθμὸν καὶ τοὺς λαοὺς ὁμοίως αὐτόχθονας. |
| 1 (50) [70] | Ἀκολούθως δὲ τούτοις νομισθῆναι τὴν νῆσον ἱερὰν Ἡλίου καὶ τοὺς μετὰ ταῦτα γενομένους Ῥοδίους διατελέσαι περιττότερον τῶν ἄλλων θεῶν τιμῶντας τὸν Ἥλιον ὡς ἀρχηγὸν τοῦ γένους αὐτῶν. Εἶναι δὲ τοὺς ἑπτὰ υἱοὺς Ὄχιμον, Κέρκαφον, Μάκαρα, Ἀκτῖνα, Τενάγην, Τριόπαν, Κάνδαλον, θυγατέρα δὲ μίαν, Ἠλεκτρυώνην, ἣν ἔτι παρθένον οὖσαν μεταλλάξαι τὸν βίον καὶ τιμῶν τυχεῖν παρὰ Ῥοδίοις ἡρωικῶν. Ἀνδρωθεῖσι δὲ τοῖς Ἡλιάδαις εἰπεῖν τὸν Ἥλιον, οἵτινες ἂν Ἀθηνᾷ θύσωσι πρῶτοι, παρ’ ἑαυτοῖς ἕξουσι τὴν θεόν· τὸ δ’ αὐτὸ διασαφῆσαι λέγεται τοῖς τὴν Ἀττικὴν κατοικοῦσι. Διὸ καί φασι τοὺς μὲν Ἡλιάδας διὰ τὴν σπουδὴν ἐπιλαθομένους ἐνεγκεῖν πῦρ [καὶ] ἐπιθεῖναι [τότε] τὰ θύματα, τὸν δὲ τότε βασιλεύοντα τῶν Ἀθηναίων Κέκροπα ἐπὶ τοῦ πυρὸς θῦσαι ὕστερον. Διόπερ φασὶ διαμένειν μέχρι τοῦ νῦν τὸ κατὰ τὴν θυσίαν ἴδιον ἐν τῇ Ῥόδῳ καὶ τὴν θεὸν ἐν αὐτῇ καθιδρῦσθαι. Περὶ μὲν οὖν τῶν ἀρχαιολογουμένων παρὰ Ῥοδίοις οὕτω τινὲς μυθολογοῦσιν· ἐν οἷς ἐστι καὶ Ζήνων ὁ τὰ περὶ ταύτης συνταξάμενο ς . Idem V, 57: Οἱ δ’ Ἡλιάδαι διάφοροι γενηθέντες τῶν ἄλλων ἐν παιδείᾳ διήνεγκαν καὶ μάλιστ’ ἐν ἀστρολογίᾳ. |
| 2 [45] | Εἰσηγήσαντο δὲ καὶ περὶ τῆς ναυτιλίας πολλὰ καὶ τὰ περὶ τὰς ὥρας διέταξαν. Εὐφυέστατος δὲ γενόμενος Τενάγης ὑπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἀνῃρέθη· γνωσθείσης δὲ τῆς ἐπιβουλῆς, οἱ μετασχόντες τοῦ φόνου πάντες ἔφυγον. Τούτων δὲ Μάκαρ μὲν εἰς Λέσβον ἀφίκετο, Κάνδαλος δὲ εἰς τὴν Κῶ· Ἀκτὶς δ’ εἰς Αἴγυπτον ἀπάρας ἔκτισε τὴν Ἡλιούπολιν ὀνομαζομένην, ἀπὸ τοῦ πατρὸς θέμενος τὴν προσηγορίαν· οἱ δ’ Αἰγύπτιοι ἔμαθον παρ’ αὐτοῦ τὰ περὶ τὴν ἀστρολογίαν θεωρήματα. Ὕστερον δὲ παρὰ τοῖς Ἕλλησι γενομένου κατακλυσμοῦ, καὶ διὰ τὴν ἐπομβρίαν τῶν πλείστων ἀνθρώπων ἀπολομένων, ὁμοίως τούτοις καὶ τὰ διὰ τῶν γραμμάτων ὑπομνήματα συνέβη φθαρῆναι. Δι’ ἣν αἰτίαν οἱ Αἰγύπτιοι καιρὸν εὔθετον λαβόντες ἐξιδιοποιήσαντο τὰ περὶ τὴν ἀστρολογίαν, καὶ τῶν Ἑλλήνων διὰ τὴν ἄγνοιαν μηκέτι τῶν γραμμάτων ἀντιποιουμένων, ἐνίσχυσεν ὡς αὐτοὶ πρῶτοι τὴν τῶν ἄστρων εὕρεσιν ἐποιήσαντο. Ὁμοίως δὲ καὶ Ἀθηναῖοι κτίσαντες ἐν Αἰγύπτῳ πόλιν τὴν ὀνομαζομένην Σάϊν, τῆς ὁμοίας ἔτυχον ἀγνοίας διὰ τὸν κατακλυσμόν. Δι’ ἃς αἰτίας πολλαῖς ὕστερον γενεαῖς Κάδμος ὁ Ἀγήνορος ἐκ τῆς Φοινίκης πρῶτος ὑπελήφθη κομίσαι γράμματα εἰς τὴν Ἑλλάδα· καὶ ἀπ’ ἐκείνου τὸ λοιπὸν οἱ Ἕλληνες ἔδοξαν ἀεί τι προσευρίσκειν περὶ τῶν γραμμάτων, κοινῆς τινος ἀγνοίας κατεχούσης τοὺς Ἕλληνας. Τριόπας δὲ, πλεύσας εἰς τὴν Καρίαν, κατέσχεν ἀκρωτήριον τὸ ἀπ’ ἐκείνου Τριόπιον κληθέν. Οἱ δὲ λοιποὶ τοῦ Ἡλίου παῖδες διὰ τὸ μὴ μετασχεῖν τοῦ φόνου κατέμειναν ἐν τῇ Ῥόδῳ, καὶ κατῴκησαν ἐν τῇ Ἰαλυσίᾳ κτίσαντες πόλιν Ἀχαΐαν. Ὧν ὁ πρεσβύτερος Ὄχιμος βασιλεύων ἔγημε μίαν τῶν ἐγχωρίων νυμφῶν Ἡγητορίαν, ἐξ ἧς ἐγέννησε θυγατέρα Κυδίππην τὴν μετὰ ταῦτα Κυρβίαν μετονομασθεῖσαν· ἣν γήμας Κέρκαφος ὁ ἀδελφὸς διεδέξατο τὴν βασιλείαν. Μετὰ δὲ τὴν τούτου τελευτὴν διεδέξαντο τὴν ἀρχὴν [οἱ] υἱοὶ τρεῖς, Λίνδος, Ἰάλυσος, Κάμειρος. Ἐπὶ δὲ τούτων γενομένης μεγάλης πλημμυρίδος, ἐπικλυσθεῖσα ἡ Κύρβη ἔρημος ἐγένετο, αὐτοὶ δὲ διείλοντο τὴν χώραν, καὶ ἕκαστος ἑαυτοῦ πόλιν ὁμώνυμον ἔκτισε. Κατὰ δὲ τούτους τοὺς χρόνους Δαναὸς ἔφυγεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων· καταπλεύσας δὲ τῆς Ῥοδίας εἰς Λίνδον καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων, ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν καὶ τὸ ἄγαλμα τῆς θεοῦ καθιέρωσε. Τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖς ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δ’ ἄλλαι μετὰ τοῦ πατρὸς Δαναοῦ εἰς Ἄργος ἐξέπλευσαν. Μικρὸν δ’ ὕστερον τούτων τῶν χρόνων Κάδμος ὁ Ἀγήνορος ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως κατὰ ζήτησιν τῆς Εὐρώπης, κατέπλευσεν εἰς τὴν Ῥοδίαν· κεχειμασμένος δ’ ἰσχυρῶς κατὰ τὸν πλοῦν καὶ πεποιημένος εὐχὰς ἱδρύσασθαι Ποσειδῶνος ἱερὸν, διασωθεὶς ἱδρύσατο κατὰ τὴν νῆσον τοῦ θεοῦ τούτου τέμενος καὶ τῶν Φοινίκων ἀπέλιπέ τινας τοὺς ἐπιμελησομένους. |
| 2 (50) [95] | Οὗτοι δὲ καταμιγέντες Ἰαλυσίοις διετέλεσαν συμπολιτευόμενοι τούτοις· ἐξ ὧν φασι τοὺς ἱερεῖς κατὰ γένος διαδέχεσθαι τὰς ἱερωσύνας. Ὁ δ’ οὖν Κάδμος καὶ τὴν Λινδίαν Ἀθηνᾶν ἐτίμησεν ἀναθήμασιν, ἐν οἷς ἦν χαλκοῦς λέβης ἀξιόλογος κατεσκευασμένος εἰς τὸν ἀρχαῖον ῥυθμόν· οὗτος δ’ εἶχεν ἐπιγραφὴν Φοινικικοῖς γράμμασιν, ἅ φασι πρῶτον ἐκ Φοινίκης εἰς τὴν Ἑλλάδα κομισθῆναι. Μετὰ δὲ ταῦτα τῆς Ῥοδίας γῆς ἀνείσης ὄφεις ὑπερμεγέθεις, συνέβη πολλοὺς τῶν ἐγχωρίων ὑπὸ τῶν ὄφεων διαφθαρῆναι. Διόπερ οἱ περιλειφθέντες ἔπεμψαν εἰς Δῆλον τοὺς ἐπερωτήσοντας τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς. Τοῦ δ’ Ἀπόλλωνος προστάξαντος αὐτοῖς παραλαβεῖν Φρόβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον· οὗτος δ’ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ πλειόνων ζητῶν χώραν εἰς κατοίκησιν· τῶν δὲ Ῥοδίων μεταπεμψαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μεταδόντων τῆς χώρας, ὁ μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ· γενόμενος δὲ καὶ τἄλλα ἀνὴρ ἀγαθὸς, ἔσχε τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν. Ὕστερον δὲ τούτων Ἀλθαιμένης ὁ Κατρέως υἱὸς τοῦ Κρητῶν βασιλέως περί τινων χρηστηριαζόμενος ἔλαβε χρησμὸν ὅτι πεπρωμένον ἐστὶν αὐτῷ τοῦ πατρὸς αὐτόχειρα γενέσθαι. Βουλόμενος οὖν τοῦτο τὸ μύσος ἐκφυγεῖν, ἑκουσίως ἔφυγεν ἐκ τῆς Κρήτης μετὰ τῶν βουλομένων συναπᾶραι, πλειόνων ὄντων. Οὗτος μὲν οὖν κατέπλευσε τῆς Ῥοδίας εἰς Κάμειρον· ἐπὶ δ’ ὄρους Ἀταβύρου Διὸς ἱερὸν ἱδρύσατο τοῦ προσαγορευομένου Ἀταβυρίου, ὅπερ ἔτι καὶ νῦν τιμᾶται διαφερόντως, κείμενον ἐπί τινος ὑψηλῆς ἄκρας, ἀφ’ ἧς ἔστιν ἀφορᾶν τὴν Κρήτην. Ὁ μὲν οὖν Ἀλθαιμένης μετὰ τῶν συνακολουθησάντων κατῴκησεν ἐν τῇ Καμείρῳ, τιμώμενος ὑπὸ τῶν ἐγχωρίων· ὁ δὲ πατὴρ αὐτοῦ Κατρεὺς, ἔρημος ὢν ἀρρένων παίδων καὶ διαφερόντως ἀγαπῶν τὸν Ἀλθαιμένην, ἔπλευσεν εἰς Ῥόδον, φιλοτιμούμενος εὑρεῖν τὸν υἱὸν καὶ ἀπαγαγεῖν εἰς Κρήτην. Τῆς δὲ κατὰ τὸ πεπρωμένον ἀνάγκης ἐπισχυούσης, ὁ μὲν Κατρεὺς ἀπέβη μετά τινων ἐπὶ τὴν Ῥοδίαν νυκτὸς, καὶ γενομένης συμπλοκῆς καὶ μάχης πρὸς τοὺς ἐγχωρίους, ὁ Ἀλθαιμένης ἐκβοηθῶν ἠκόντισε λόγχῃ καὶ δι’ ἄγνοιαν παίσας ἀπέκτεινε τὸν πατέρα. Γνωσθείσης δὲ τῆς πράξεως, ὁ μὲν Ἀλθαιμένης οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς, τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων παρέκαμπτε, διδοὺς δ’ ἑαυτὸν εἰς τὰς ἐρημίας ἠλᾶτο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν· ὕστερον δὲ κατά τινα χρησμὸν τιμὰς ἔσχε παρὰ Ῥοδίοις ἡρωικάς. |
| 2 (100) [5] | Βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκὼς, ἔφυγεν ἐξ Ἄργους ἑκουσίως· χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε. Γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπ’ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς. Τὸ δὲ τελευταῖον μετ’ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον, τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δ’ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι. Polybius XVI, 14: Ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας συνετελέσθη, βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι. |
| 3 [45] | Ποιήσομαι δὲ οὐ πρὸς ἅπαντας, ἀλλ’ ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς· εἰσὶ δ’ οὗτοι Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι. Τούτους δὲ ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας. Καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι, καὶ πατρίδι πεπολίτευνται, καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολιτικοῖς. Τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις, ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐτοὺς, ἔνιοι μᾶλλον ἐπακολουθήσωσιν ἐκείνοις, ἤπερ ἡμῖν, οἱ φιλομαθοῦντες. Οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλ’ ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσι, καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ, καὶ καθόλου, φασὶ, τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους. Ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας συγχωρήσαιμ’ ἂν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι περὶ αὐτῶν. Ἱκανὰ γὰρ τὰ κατ’ ἄγνοιαν γιγνόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές. Ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶμεν, ἢ πατρίδος ἕνεκεν, ἢ φίλων, ἢ χάριτος, τί διοίσομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων; Ὥσπερ γὰρ ἐκεῖνοι, τῷ λυσιτελεῖ μετροῦντες, ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις· οὕτως οἱ πολιτικοὶ, τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι, πολλάκις εἰς τὸ αὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις. Δι’ ὃ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι. Δῆλον δ’ ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων. Ὁμολογοῦντες γὰρ οἱ προειρημένοι, διὰ τῶν κατὰ μέρος, ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις· ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος· τέλος δὲ μετ’ ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταυτὸ τοῖς προειρημένοις πράττειν· καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δ’ ἐπαύριον ἀναχθέντας εἰς Κῶ διᾶραι· τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι, καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην, ἐπὶ τῇ ἐκείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν· ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονὸς, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἔφοδον. |
| 3 (50) [95] | Ταῦτα δ’ εἰρηκότες, ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος, καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως, νικῶντας ἀποφαίνουσι τοὺς Ῥοδίους· καὶ ταῦτα, τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ, τῆς ὑπ’ αὐτοὺς τοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ Ζήνωνος ἀποφάσεσιν * , ἀλλὰ ταῖς ἡμετέραις. Ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ κατὰ Μεσσηνίους παρασπονδήματος. Ἐν ᾧ φησιν ὁ Ζήνων, ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς Λακεδαίμονος, καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν, παρὰ τὸν Ὁπλίτην προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελλασίαν ἀφίκετο τόπους· ἐντεῦθεν δὲ ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὶν Πάμισον ποταμόν. Ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. Τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην, ὥστε μηδὲν διαφέρει τοῦ λέγειν, ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν, καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν, καὶ συνάψας ταῖς Σκιρωνίσιν, εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπεβάλετο, καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος. Ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα. Καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τῆς Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν καὶ Μυκήνας, ἔγγιστα πρὸς δύσεις χειμερινάς. Ὥστ’ εἶναι τελέως ἀδύνατον, ἀπὸ τῶν προηγουμένων ἐπιβαλεῖν τοῖς προειρημένοις τόποις. Τὸ δ’ αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν. Ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς· τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον, ὡς πρὸς τὰς χειμερινὰς δύσεις. Ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ’ οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν. Πρὸς δὲ τούτοις φησὶ, τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τέγεαν. Τοῦτο δ’ ἔστιν ἄλογον. Πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη Πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστ’ ἀδύνατον εἶναι, καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τέγεαν. Ἀλλ’ ἔστι παρ’ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ’ ἣν ἐποίησε τὴν ἐπάνοδον Νάβις· ᾧ πλανηθεὶς, ἔγγιον ὑπέλαβε τὴν Τέγεαν εἶναι Μεσσηνίων. Τὸ δ’ ἔστιν οὐ τοιοῦτον, ἀλλ’ ἡ Λακωνικὴ καὶ ἡ Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ Τεγεάτιδος. |
| 3 (100) [145] | Τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν, ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα, καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς, ἐκβάλλειν περὶ Λυκόαν τῆς Ἀρκαδίας. Ὁ δὲ ποταμὸς, οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, πάλιν ἐκπίπτει· καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος, τὰς μὲν ἀρχὰς ἐλαφρὸς, εἶτα λαμβάνων αὔξησιν, καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ σʹ σταδίους, γίγνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα, καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς. *** Οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα, διαπτώματα μὲν εἶναι, πρόφασιν δὲ ἐπιδέχεσθαι καὶ παραίτησιν· τὰ μὲν γὰρ δι’ ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν πατρίδα φιλοστοργίαν. Εἶτα, τίς οὐκ εἰκότως ἂν Ζήνωνι μέμψαιτο, διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν, οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων; Ἐγὼ δὲ φημὶ μὲν, δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις· δῆλον γὰρ, ὡς οὐ μικρὰ, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν· οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι. Πολλοῦ γε δεῖ· ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφ’ οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ. Ὃ δὲ λέγειν βούλομαι, γένοιτ’ ἂν οὕτω μάλιστα καταφανές. Ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς, ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις· τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν, ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως. Προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετ’ ὀλίγων ἰππέων· τὸ δ’ εὐώνυμον αὐτῆς, καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους, ἐν τοῖς ἐπιπέδοις κεῖσθαι. Τὸν δ’ Ἀντίοχον ἔτι μὲν τῆς ἑωθινῆς ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον, ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους· τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν, μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δ’ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δ’ ἐπὶ τὸ δεξιὸν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν. |
| 3 (150) [195] | Μετὰ δὲ ταῦτα, φησὶ, τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι, καὶ τοὺς μετ’ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις. Ταῦτα δὲ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχον, φησὶν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων, ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου, καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων· τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν. Ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν, τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτο οὐκέτι συνορᾷ. Μετὰ δὲ ταῦτα, φησὶ, καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχερείαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν, ἀναχωρεῖν ἐπὶ πόδα· τὰ δὲ θηρία, τοὺς ἐγκλίνοντας ἐκδεχόμενα, καὶ συμπίπτοντα τοῖς πολεμίοις, μεγάλην παρέχεσθαι χρείαν. Πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος, οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς, γενόμενα, παρείχετο χρείαν μεγάλην. Ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν, κρῖναι τὰ θηρία, τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι. Πρὸς δὲ τούτοις φησὶ, τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας. Ἀλλ’ οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξαρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων, τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν, ὑποφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον. Ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; ποῦ δὲ ὁ βασιλεὺς γέγονε; καὶ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὐτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων. Ποῦ δὲ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος, ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; Οὗτος μὲν γὰρ οὐδὲ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. Εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱοὺς, ὄντος ἑνὸς τοῦ τότε συνεστρατευμένου. Πῶς δὲ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δ’ ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου; Φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν· μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου. |
| 3 (200) [225] | Ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγγραφεῦσι. Διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο δυνατὸν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν. Ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον ἐν ἑκάστοις ἐπισεσυρμένον· τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν, καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν. Περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν, διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν, οὐκ ὤκνησα γράψαι καὶ πρὸς αὐτὸν Ζήνωνα· κρίνων, καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν· ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθόσον οἷοί τε ἐσμὲν, ποιεῖσθαι πρόνοιαν καὶ διόρθωσιν χάριν τῆς κοινῆς ὠφελείας. Ὁ δὲ λαβὼν τὴν ἐπιστολὴν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν. διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν δ’ οὐδὲν εἶχε· τήν γε μὴν ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως. |