eul_wid: gze-aa

Hymn to Health
Ἀποσπάσματα

Ariphron of Sicyon Hymn to Health PDF

unit_1 Ὑγίεια βροτοῖσι πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων ξυνείης· εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων οὓς κρυφίοις Ἀφροδίτας ἕρκεσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε καὶ λάμπει Χαρίτων ὀάροις·
unit_2 σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.