eul_wid: rfi-af
ἘπίγραμμαEpigram
Philostratus the Athenian Epigram PDF
| book 110.1.1 | Οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν |
| book 110.1.2 | Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν, |
| book 110.1.3 | Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον· |
| book 110.1.4 | οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος, |
| book 110.5.1 | νῦν ὀλοὸν μηρῷ κεύθων βάρος οἷα λιπόπνους |
| book 110.5.2 | τήκεται ἐμψύχῳ σαρκὶ συνελκόμενος. |
| book 110.5.3 | οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶ |
| book 110 | φύρδην Τευθρανίας νεῦνται ἀπ’ ἠιόνος. |