eul_wid: umi-ag

Περὶ Φύσεως Ἀνθρωπίνου Σώματος
On the Nature of the Human Body

Medical Writers Anonymous On the Nature of the Human Body PDF

t [5] * ΕΡΜΗΝΕΙΑ ΠΕΡΙ ΤΩΝ ΣΤΟΙΧΕΙΩΝ ΤΟΥ ΑΝΘΡΩΠΟΥ. Ἰστέον ὅτι διὰ τῆς ἀποψύξεως καὶ ὑποχωρίσεως τῆς τοῦ αἵματος θερμότητος ὁ χωρισμὸς τῆς ψυχῆς γίνεται καὶ μερίζονται τὰ στοιχεῖα, τὸ θερμὸν εἰς πῦρ, τὸ ψυχρὸν εἰς τὸν ἀέρα, τὸ ὑγρὸν εἰς τὰ ὕδατα, τὸ ξηρὸν συνάπτεται τῷ σώματι.
2 [5] Ὁπηνίκα γοῦν ἀνάστασις γένηται, συντρέχει πάλιν τὰ στοιχεῖα πρὸς ἑαυτόν. Ὁμοίως καὶ ἡ ψυχὴ ἔχεται ἐν αὐτοῖς, καὶ ἀνίσταται ὁλόκληρος ὁ ἄνθρωπος, ὅθεν ὁρῶμεν, ὅπερ ἡνίκα περὶ τὸ ὑγρὸν στοιχεῖον ἡ φθορὰ γένηται θνήσκουσιν αὐτομάτως ἰχθύων πλήθη, ὅτε περὶ τὸ τῆς γῆς ξηρὸν πίπτουσι τὰ κτήνη. Ἐὰν δὲ τὸ τοῦ ἀέρος ψυχρὸν πλεονάσῃ, φθείρονται τὰ πετεινά.
3 [5] εἰ δὲ τοῦ πυρὸς ὑπερζέσει στοιχεῖον, συνειδήσει τοῦ πεποιηκότος τελευτῶσιν ὑπὸ θανατικοῦ ἄνθρωποι. οἱ ἄωρα ἐκλείψει ἡ ἐν τῷ αἵματι θερμὴ κινητικὴ ἐνέργεια, εὐθέως ἡ ζωὴ τοῦ σώματος χωρίζεται. Καὶ διὰ τοῦτό τινες τῶν ἀνθρώπων ἀποθνήσκουσιν. Ἐπὶ δὲ τῶν ψυχῶν τῶν ἀλόγων ζῴων γίνεται διὰ τοῦ πνεύματος τοῦ ἀέρος ἐν τῷ αἵματι ζωτικὴ κίνησις, ἥτις ἐκ τῶν στοιχείων τὴν ὕπαρξιν ἔχουσα ἐν αὐτοῖς πάλιν κωλύεται τοῦ ζῴου θνήσκοντος.
5 [5] Ψυχὴ δὲ ἀνθρώπου ἐστὶν οὐσία ἀνούσιος λογικὴ ἀθάνατος, νοερά, οὐκ ἐκ στοιχείων, ἀλλ’ ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχουσα, οἵαν οἶδεν αὐτὸς μόνος. Καὶ ὅθεν οἶδεν ὁ αὐτὸς συστησάμενος οὐκ ἄναρχον μὲν ὑπάρχουσαν, ἀτελεύτητον δὲ διαμένουσαν; Ἐκ τῶν δ στοιχείων τὸ ἡμέτερον συνίσταται σῶμα, ἐκ θερμοῦ, ἐκ ξηροῦ, ὑγροῦ καὶ ψυχροῦ, θερμοῦ μὲν τοῦ αἵματος ἤτοι τοῦ πυρός, ξηροῦ δὲ τῆς ξανθῆς χολῆς ἤτοι τῆς γῆς, ὑγροῦ δὲ τοῦ φλέγματος ἤτοι τοῦ ὕδατος, ψυχροῦ δὲ τῆς μελαίνης χολῆς ἤτοι τοῦ ἀέρος.
7 Τοῦ αἵματος ἡ φύσις παρὰ μὲν τοῖς ἀλόγοις οὐσία τίς ἐστι ζωτική, τῶν λοιπῶν τριῶν στοιχείων συστατική, οὗ τινος τὸ ζῷον στερούμενον, θνήσκει, ἐκ τῶν τριῶν στοιχείων μηδὲν ὠφελούμενον. Παρὰ δὲ τοῖς ἀνθρώποις ἡ τοῦ αἵματος φύσις σύνδεσμός ἐστι τῆς ψυχῆς καὶ τοῦ σώματος.
8 ἀφηρουμένου γοῦν τοῦ συνδέσμου ἀνάγκη τὰ συνδεδεμένα διαλύεσθαι.