eul_wid: ois-aa
Σκευασία ἁλατίουPreparation of Salt
Gospel of Luke Preparation of Salt PDF
| 1 | * ΣΚΕΥΑΣΙΑ ΑΛΑΤΙΟΥ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ Ἔχων ἐνεργείας τοσαύτας, ὅσα καὶ τὰ ὑποτεταγμένα κεφάλαια, ἐφ’ ᾧ καὶ δωδεκάτεον λέγεται, ὅθεν καὶ εὐσεβῶς βιοῦντες τούτῳ κέχρηνται τῷ φαρμάκῳ. Ὅρασιν τηρεῖ μέχρι γήρως, φλέγμα ἐν τῷ θώρακι οὐκ ἐᾷ γενέσθαι, οὐκ ὀφθαλμίαν, οὐκ ἀπόρροιαν τριχῶν, χολήν τε πᾶσαν καθαιρεῖ, τοὺς χυμοὺς ἀναλύει, σπασμοὺς παύει, ὀδόντας σαλευομένους στηρίζει. |
| 2 | Σκευάζω δὲ οὕτως· ὑσώπου κρητικοῦ οὐγγίας δʹ, γλίχωνος οὐγγ. βʹ. κιμίνου οὐγγ. βʹ. ἐπιθύμου οὐγγ. αʹʹϹ. ζιγγιβέρεως οὐγγ. βʹ. θύμου οὐγγ. βʹ. ἅλατος ὀγ. βʹ. ἀμωνιακοῦ ὀγ. βʹ. ἄμμεως ὀγ. κʹ. ἅλατος ῥυκτοῦ ὀγ. βʹ. ἀστραγωρειγάνου ὀγ. δʹ. πεπέρεως κοινοῦ οὐγγίαν αʹ. πεπέρεως μακροῦ ὀγ. αʹ. πεπέρεως λευκοῦ ὀγ. αʹ. Τὰ πάντα θήσας καὶ τρίψας χρῷ ἐξ αὐτῶν καθ’ ἑκάστην ἐσθίων, ὁ ἐμβάπτων ἐν αὐτῷ τὰς τροφὰς πάσας. |