eul_wid: tqu-ad
Προγνωστικὰ ἐκ τῆς Μαθηματικῆς ἘπιστήμηςPrognostics-Lying Down from Mathematical Science
Medical Writer Anonymous Prognostics Lying Down from Mathematical Science PDF
| 19 529 (t1) [5] | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΑΤΑΚΛΙΣΕΩΣ ΠΡΟΓΝΩΣΤΙΚΑ ΕΚ ΤΗΣ ΜΑΘΗΜΑΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ. Περὶ μὲν τοῦ ὑπαρκτικὴν εἶναι τὴν μαθηματικὴν ἐπιστήμην, ἤρκει καὶ ἡ τῶν στωϊκῶν φιλοσόφων, ἀνδρῶν καὶ λόγους διεκπεπονημένων καὶ τὸν βίον ὁποῖός ἐστι παραστησάντων, δόξα. οὐδὲν δὲ ἧττον, ἐπεὶ καὶ ὁ παρὼν λόγος ἐστὶ περὶ ὧν καὶ ἡ ἰατρικὴ τέχνη ἐπαγγέλλεται, ἀναγκαῖόν ἐστι τῶν δοκιμωτάτων ἐν αὐτῇ τὰς ἱστορίας ἐκθέσθαι, ἵνα γνώριμος πᾶσι γένηται, ὅτι καὶ αὐτοὶ οἱ ἰατροὶ διὰ τὸ περὶ πλείστου ποιεῖσθαι τὸ προορατικὸν μέρος τῆς αὑτῶν τέχνης, τοῦτο τῇ μαθηματικῇ ἐπιστήμῃ ἀπένειμαν, καὶ εἰ μὴ πάντες, κατά γε τὸ πλεῖστον. |
| 19 530 [15] | Ἱπποκράτης γοῦν ὁ πολὺς σὺν τῇ ἀρχαιότητι καὶ θαυμαστὸς τὴν ἐπιστήμην, φησίν· ὁπόσοι τὴν ἰατρικὴν ἀσκέοντες φυσιογνωμονίης ἀμοιρέουσι, τουτέων ἡ γνώμη ἀνὰ σκότος καλινδουμένη νωθρὰ γηράσκει. οὐ μόνον εἶπεν οὐ κατορθώσουσιν, ἀλλ’ ὅτι καὶ διασφαλήσονται. ἀνὰ σκότος γὰρ ἔφη τὴν γνώμην πλανᾶσθαι τῶν τῇ φυσιογνωμίᾳ μὴ χρησαμένων. τὸ δὲ φυσιογνωμονικὸν μέρος τῆς ἀστρολογίας ἐστὶ μέγιστον μόριον. ὁ οὖν τι μόριον ἐπαινέσας, πολλῷ μᾶλλον ἂν τὸ ὅλον ἐγκωμιάζει. Διοκλῆς δὲ ὁ Καρύστιος καὶ ῥήτωρ οὐ μόνον αὐτός φησιν, ὡς καὶ σὺ γινώσκεις, ἀλλὰ καὶ τοὺς ἀρχαίους ἱστορεῖ, ἀπὸ φωτισμοῦ καὶ τοῦ δρομήματος τῆς ☾ τὰς προγνώσεις τῶν νόσων ποιουμένους. ὁπότε οὖν οἱ τηλικοῦτοι ἄνδρες, κατά γε ἀξίωμα καὶ τὴν ἐπιστήμην, οὐ διάδοχοι τῆς ἐν ἰατρικῇ προγνώσεως μόνον, ἀλλὰ καὶ κτίσται ἰδίων δογμάτων, ταύτην διαδεξάμενοι καὶ ἀλλοτρίους κόπους καρπούμενοι, περὶ τούτων τι διαστάσωσιν. |
| 19 531 [15] | ὅθεν καὶ σὺ, φίλτατε Ἀφροδίσιε, διεκποιήσας τὸν τῆς κατακλίσεως τρόπον καὶ στοιχήσας τοῖς προειρημένοις ἀνδράσι καρπώσῃ τὸ κάλλιστον μέρος τῆς ἑαυτοῦ τέχνης, προγινώσκων καὶ προλέγων τὰ μέλλοντα τοῖς κάμνουσι συμβήσεσθαι. ἀρξώμεθα δὲ τῶν πραγμάτων ἐντεῦθεν. Πρὸ παντὸς δέον σκοπεῖν τὴν ☾ κινουμένην κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν τοῖς ἀριθμοῖς, οὐ τοῖς φωσὶν, ὥς τινες πεπλάνηνται, ἂν οὖν γενομένης κατακλίσεως, ἔν τινι τῶν δωδεκατημορίων ζωδίων, ἡ ☾ ἄρξηται τοῖς ἰδίοις ἀριθμοῖς κινεῖσθαι, κατὰ τὸ ἰσόμοιρον ἐλθοῦσα, ἰσόμοιρον δέ ἐστι τὸ διάμετρον, ἐπισημασίαν τὴν μεγίστην ποιήσει. μάλιστα δὲ, ἐὰν καὶ σύνδεσμός ἐστιν, ὅταν ἀπὸ συνόδου εἰς πʹ ☾ . σύνδεσμον λύει καὶ πορεύσηται ἐπὶ τὸ μεῖζον μέγεθος τοῦ δρομήματος, περὶ τὰς ρπʹ μοίρας ἀναιρεῖ. |
| 19 532 [15] | ἐὰν δὲ γενομένης κατακλίσεως ἡ ☾ κατ’ ἀφαίρεσιν κινῆται, ἡ νόσος μέχρι τῆς ἰσομοίρου ἐπισημασίαν ποιησαμένη ἐπὶ τὸ ἰσόμοιρον τὴν νόσον ἐπὶ ὑγιέστερον τρέπει. πρόσεχε δὲ καὶ τὰς κινήσεις, ἤτοι μαρτυρίας τῶν ἀστέρων. ἐὰν γὰρ ἡ ☾ κατακλίσεως γενομένης κινῆται ἐπὶ τὸ μεῖζον συσχηματιζομένη, τὴν νόσον αὔξει καὶ ἐπικίνδυνον ποιήσει. αὐξανομένη δὲ τοῖς τε φωσὶ καὶ τοῖς ἀριθμοῖς, περὶ τῷ ♂ τὴν ☍ . ἀπαραβάτως κίνδυνον ἐποίσει. ἐὰν δὲ φαέθοντι Διῒ τύχῃ συσχηματιζομένη καθ’ οἷον δή ποτ’ οὖν τρόπον, τὰς νόσους ἀκινδύνους ποιήσει. ἢ ἐπὶ τετραγώνου ἐπισημασίας γενομένης, ἀποκαταστήσει σώους ἐπὶ τὸ κατὰ τὴν ☍ . ἐὰν δὲ φλεγέθοντι Κρόνῳ σχηματίζηται, ἀφαιροῦσα τοῖς ἀριθμοῖς, ἐπισφαλεῖς καὶ ἐπικινδύνους περὶ τὰς 𐅶 ʹ μοίρας ἀπεργάζεται. ἐὰν δὲ καὶ σύνδεσμον λύσασα ἐπὶ τὰ ἥττονα φέρηται περὶ τὰς ρπʹ μοίρας, τὴν ἀναίρεσιν ἀνυπερβάτως ποιήσει. ἐὰν δὲ ἥλιος ἢ ☍ . ἐὰν δὲ τῷ ♀ ἢ ☿ συσχηματισθῆ κατὰ τὴν κατάκλισιν ἀφαιροῦσα τοῖς ἀριθμοῖς ἢ καὶ τῷ φωτὶ λήγουσα, μειωθήσεται ἡ νόσος περὶ τὰς 𐅶 ʹ μοίρας καὶ ἐπισημασίας γενομένης, τραπήσεται ἐπὶ τὸ ὑγιαίνειν. |
| 19 533 [15] | ἐὰν δὲ καὶ σύνδεσμον λύσῃ ἔτι μειουμένη ἐπικαθίστησιν ὑγιαίνοντα διὰ ρπʹ μοίρας. δεήσει δὲ προλαμβάνειν καὶ τοὺς λοιποὺς τῶν ἀστέρων, καθ’ ἕκαστον ζώδιον πῶς διάκεινται. τῆς γὰρ ☾ ἐπιπορευομένης τὰ ιβʹ ζώδια, τὰ αἴτια τῶν νόσων ἐντεῦθεν γνωρίζονται. χρὴ δὲ πρὸ πάντων εἰδέναι ὡς εἴ τις ἀμελῶς περὶ τὰς ψήφους διατεθείη, οὐδὲν αὐτὸ κατὰ τὸ ἀληθὲς ἀποβήσεται. μὴ ἀποβαίνοντος δὲ δικαίως ἂν αὐτὸς, οὐχὶ τὸ πρᾶγμα αἰτίας ἔχῃ. οἱ δὲ ἀριθμοὶ ὡς ἐπὶ γενέσεως ἐξεταζέσθωσαν. ἐκ γὰρ τούτων τὸ ἀκριβὲς γνωσθήσεται. Ἐὰν γένηται κατάκλισις ☾ οὔσης ἐν ♈ πρὸς ♂ ἢ ☉ σχηματιζομένη, ἔσται ἡ νόσος ἀπὸ κεφαλῆς ἐξ ἐκκαύσεως καὶ τὴν μήνιγγα ἀλγήσει. καὶ ἔσονται πυρετοὶ συνεχεῖς. καὶ ἀγρυπνίαι. καὶ καύσωμα καὶ δίψα καὶ τραχώδης ἡ γλῶσσα. καὶ τοῦ θώρακος ἐκπύρωσις. ἢ ἥπατος πόνος. καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ ἄτακτοι, τούτοις ὠφέλιμος ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ προσαγωγὴ πάντων τῶν δυναμένων ψύχειν καὶ παρηγορεῖν. |
| 19 534 [15] | ἔσται γὰρ παρακοπὴ καὶ φρενῖτις. ἀγαθοποιοῦ δὲ μηδενὸς παρεμπλεκομένου τῇ ☾ καὶ ♄ τὸ αὐτὸ σχῆμα ἔχοντος μέχρι τῆς ζʹ ἡμέρας τελευτήσει ἐν τῷ αʹ τετραγώνῳ καὶ μάλιστα ἐὰν τοῖς ἀριθμοῖς ἀναυξάνῃ ἢ τῷ φωτὶ ἡ ☾ . ἐὰν γένηται κατάκλισις ☾ οὔσης ἐν ♈ σχηματίζεται δέ τις αὐτῇ τῶν κακοποιῶν διάμετρος ἢ □ ἢ σὺν αὐτῇ, φάσιν ποιούμενος δεήσειε τὸν ἀστέρα αὐτὸν ἐφορᾷν ποῖός τίς ἐστι. κἂν μὲν ᾖ ♄ , τὰ περὶ τὴν κεφαλὴν αἴτια γίνεται λήθαργος, ἀναίσθητοι, καταφωρικοὶ, κατεψυγμένοι, ἔτι δὲ ἀνώμαλοι, τῆς νόσου ποτὲ μὲν ἀνειμένης, ποτὲ δὲ ἐπιτεινομένης. ἐὰν δὲ καὶ τοῖς φωσὶν ἀφαιρεῖ ἢ τοῖς ἀριθμοῖς ἢ τὸ συναμφότερον, ὡς προεῖπόν σοι, εἰς τὴν εἰρημένην 𐅶 ʹ μοῖραν ἐπισημασίαν μεγίστην ἕξει. προσλάμβανε δὲ καὶ τὰς λοιπάς. ἐὰν γὰρ ♃ ἢ ἥλιος προσνεύσῃ κατά τι σχῆμα, μέχρι τοῦ ἄκρου κινδύνου ἐλεύσεται καὶ παραλλάξας τὴν διάμετρον σωθήσεται. ἐὰν δὲ Ἑρμῆς μόνος σχηματισθῇ τῷ προκειμένῳ ὅρῳ, ἀπαραλλάκτως τελευτήσει. |
| 19 535 [15] | εἰ δὲ καὶ πυρόεις Ἄρης, πρὸς τὸ προκείμενον σχηματισθείη σχῆμα, ἀντιλήπτορές σοι μᾶλλον νομιζέσθωσαν. διὸ δεήσει σε πᾶσαν σύνεσιν προσάγειν, εἰδότα ὅτι τοῦ ἀστέρος ψυκτικώτερα τὰ πάθη καὶ ῥευματωδέστερά ἐστιν. ἐὰν δὲ Ἄρης συσχηματίζεται ἡ τῷ ☍ προστιθεῖσα τοῖς ἀριθμοῖς ἢ καὶ τῷ φωτὶ, ποιήσει τὰ περὶ τὴν κεφαλὴν πάθη· παρακοπάς· φρενίτιδας· περιωδυνίας· φλεγμονάς· πυρώσεις· αἱμαγμούς. δεήσειεν οὖν ἐν πᾶσι χρῆσθαι τοῖς δυναμένοις ψύχειν καὶ διαφορεῖν. καὶ τούτοις μάλιστα περὶ τὸ □ . ἐπειδὴ ἀπὸ τῆς διὰ τρίτου ἄρχεται τοῦ αὔξειν τὸ μέγεθος τῆς νόσου· ἐπισφαλῆ δὲ καὶ ὀξύτατα πάθη μέχρι τῆς διαμέτρου γενήσεται. ἐὰν δὲ Ἑρμῆς συσχηματισθῇ τῷ προκειμένῳ ὅρῳ, σωθήσεται κινδυνεύσας, μετὰ γὰρ ♂ συμφωνεῖ, μετὰ δὲ ♄ τοὐναντίον. ἐὰν δὲ γενομένης κατακλίσεως σχηματισθῇ ἡ ☾ τῷ Διῒ ἢ τῷ Ἑρμῇ καὶ τῇ ♀ . κἂν ὁποτέρῳ αὐτῷ μόνῳ ἀνωμάλους μὲν τὰς νόσους ποιεῖ καὶ εἰς ἕτερα πάθη μετακυλίονται. σώζονται δὲ ἀπαραβάτως. χρὴ οὖν σε προσέχειν ταῖς διαίταις, αἰώραις τε καὶ περιπάτοις καὶ βαλανείοις καὶ οἴνου δόσει. |
| 19 536 [15] | οἱ μὲν γὰρ πρὸς ♄ κατακλιθέντες ἐπιθυμήσουσι καὶ βαλανείων καὶ ἠρεμίας ἐπὶ κλίνης, πολυτροφίας τε καὶ θερμοποσίας. οἱ δὲ πρὸς Ἄρεως ψυχροποσίας, κινήσεως, οἴνου, ἀνέμων. χρὴ οὖν σε καθ’ ἕκαστον ἀστέρα ἰδιοτρόπως τῆς ἐπιθυμίας μὴ ἀποσπᾷν. ἕκαστος γὰρ τῶν ἀστέρων οἷς ἥδεται καὶ ἐπιθυμεῖ, τούτοις καὶ ὠφελεῖται ὡς γὰρ ἐμοὶ δοκεῖ, κράτιστε Ἀφροδίσιε, μὴ νομίσεις ταύτας τὰς θεραπείας ἐναντιώματα εἶναι κατὰ τὸν ἰατρικὸν λόγον. ἐγὼ γὰρ γνοὺς τὰς φύσεις τῶν ἀστέρων προσεφώνησά σοι ᾧτινι ἕκαστος ἥδεται ἵνα ᾖς ἐν πᾶσιν ἀδιάπτωτος. Ἐὰν δὲ τῆς ☾ · οὔσης ἐν ♉ κατακλιθῇ τις Κρόνου ὄντος ἐν τῷ □ ἢ διαμέτρῳ ἢ συνόντος τῇ ☾ μάλιστα ἀφαιρούσης καὶ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, ἔσται ἡ νόσος καὶ ἐν τῇ καταρχῇ, ἀπὸ κραιπάλης καὶ περιφορῶν καὶ πλήθους καὶ ἔσονται στεγνοὶ πυρετοὶ καὶ τῶν ὑποχονδρίων ἄλγησις καὶ τῶν ἄρθρων πόνος καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ ἄτακτοι· καὶ ὅλου τοῦ σώματος φλεγμονὴ καὶ περὶ τὸν πνεύμονα βάρους αἴσθησις καὶ εὐωνύμου πλεύρου· τούτοις βοηθεῖ ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ πάντων τῶν δυναμένων καθελεῖν τὴν ἕξιν. |
| 19 537 [15] | ἀγαθοποιῶν οὖν μὴ παρεμπλεκομένων μέχρι τῆς διαμέτρου, ἀπαραβάτως τελευτήσει ἐὰν δὲ καὶ τοῦ πυρόεντος τὸ αὐτὸ σχῆμα ἐπισχῇ ἢ ☍ ἐν τῷ πρώτῳ □ τελευτήσει. ἀγαθοποιῶν δὲ παρόντων καὶ τὴν πανσέληνον ἐπιθεωρούντων κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ πανσελήνου οὔσης ἐν τῷ ταύρου, κατακλιθῇ τις μάλιστα ἡμέρας οὔσης, ♂ συνόντος αὐτῇ ἢ διάμετρος ἢ □ , ἔσται ἡ νόσος ἐκ πλήθους αἵματος καὶ στέγνωσις καὶ ἐκπύρωσις καὶ τοῦ τραχήλου καὶ ὀστέων ἄλγησις καὶ ἀγρυπνία ὑπερβάλλουσα καὶ ἐπιθυμία πολλὴ οἴνου καὶ ψυχροῦ· τούτοις οὖν ἡ τοῦ αἵματος ἀφαίρεσις ὠφέλιμος καὶ πάντα τὰ ἀναχαλῶντα. ♄ δὲ τὸ αὐτὸ σχῆμα ἐπέχοντος τῇ πανσελήνῳ, μηδενὸς ἀγαθοποιοῦ παρεμπλεκομένου, τὴν ἐννάτην ἡμέραν οὐχ ὑπερβήσονται. ἀγαθοποιῶν δὲ παρόντων ἢ συσχηματιζομένων, κινδυνεύσας μέχρι τῆς ὀγδόης ἡμέρας σωθήσονται. |
| 19 538 [5] | ἐὰν δὲ τῆς σελήνης οὔσης ἐν ♉ κατακλιθῇ τις κατὰ τὸν προκείμενον ὅρον μειουμένης αὐτῆς καὶ τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς, αὐτῇ δὲ σχηματισθῇ ♄ καθ’ οἷον δήποτ’ οὖν τρόπον, μάλιστα ἐὰν ὁ ♀ συμπεριειλημμένος ᾖ τὰ πάθη κατ’ ἰδιοτροπίαν μὲν τοῦ ζωδίου, κατὰ τὰς ἀρχὰς ἔσται βραδυκίνητα, δυσσύνοπτα, ὡς μὴ ὑπαρχούσης νόσου, νωχελεῖς τε τοῖς σώμασι καὶ τὰς λαλιὰς τεθραυσμένοι· ἀνόρεκτοι δὲ τῷ στομάχῳ καὶ τὰς ἐν βάθει θερμασίας ὑποφαίνοντες, τοῖς τε ἄρθροις ἐναλγεῖς καὶ τὸ ὅλον σῶμα παραμένοι. ταῦτα δέ σοι τὰ σημεῖα προστίθημι ἐπὶ παντὸς ζωδίου. καὶ ἐάν τι τῶν εἰρημένων φαίνεται, εὐσύνοπτος ἡ περὶ τοὺς κάμνοντας ἀπόφασις ἂν εἴη. φύσει γὰρ τὸ ζώδιον τοῦτο ἔχον ἐπισημασίας τῶν ὑδάτων, ἄγει χειμῶνας καὶ κατὰ γῆν τε καὶ κατὰ θάλασσαν καὶ πνευμάτων παντοίων ἐπισημασίας κινεῖ, διὸ δεῖ σε τῆς κεφαλῆς ἐπιμέλειαν ποιεῖν. ὑποφανεῖ γάρ σοι ἀπαθὲς τὸ αἴτιον τῆς καταρχῆς τῆς νόσου, διὸ καὶ τὸ νευρῶδες ὅλον συμπαθήσει καὶ τὰ τοῦ στομάχου παρακολουθήσει αἴτια. οἵ τε γὰρ σφυγμοὶ ἐνδεδυκότες καὶ μυρμηκίζοντες μάλιστα περὶ τὴν ἡμέραν, διὸ χρὴ τρέφειν μὲν, μὴ εὐλαβεῖσθαι δὲ ὡς ὑπερβάλλουσαν ἀσθένειαν ὅσον διὰ τὴν μικροψυχίαν, τάς τε τοῦ αἵματος ἀφαιρέσεις καὶ τῆς κοιλίας τὴν ὑπαγωγὴν ποιεῖσθαι πάντα ἀφαιροῦντα. |
| 19 539 [15] | ἀπὸ δὲ τῆς □ , ἐπὶ τὴν ☍ παρατηρεῖσθαι. ἐὰν γὰρ σύνδεσμον λύσασα τῆς σημασίας ἐπὶ τὸ βέλτιον κινήσῃ, ἔσται ἐπὶ τῆς ☍ ἡ κατάλυσις τῆς νόσου. ἐὰν δὲ λύσασα τὸν σύνδεσμον ἐπισημασίας ἐπὶ τὸ χεῖρον ποιήσει, μάλιστα μηδενὸς ἀγαθοποιοῦ ἐπὶ τῆς κατακλίσεως παρεμπλακέντος τὴν ☍ οὐχ ὑπερβήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♉ κατακλιθῇ τις καὶ σχηματισθῇ τῷ ♂ ἢ τῷ ☉ μάλιστα ἐπὶ πανσέληνα ἢ ἀμφίκυρτα αὔξουσα τοῖς ἀριθμοῖς, ἔσται τὰ αἴτια περὶ τὸν τράχηλον καὶ τὰ ὑποχόνδρια, ἐκ πλησμονῆς· οἵ τε πυρετοὶ καυσώδεις καὶ ἐστεγνωμένοι· καὶ περὶ τὴν γλῶσσαν τραχύτης· καὶ πικρία στόματος· αὐτοί τε τοὺς ὀφθαλμοὺς ταυρηδὸν σχηματίζοντες, πᾶσά τε ἀπειλὴ περὶ τὸ πρόσωπον, τάς τε λαλιὰς θρασείας καὶ πυκνότερον ἀναπηδῶσι, πικραινόμενοι πρὸς τοὺς οἰκείους, διψαλέοι τε. χρὴ οὖν τῆς κοιλίας ποιεῖσθαι ἐπιμέλειαν πρὸς τὸ στεγνῶσαι, τάς τε τοῦ αἵματος ἀφαιρέσεις μάλιστα προσάγειν καὶ μὴ πολὺ ἀποσπᾷν τῆς ἐπιθυμίας τοῦ ψυχροποτεῖν. |
| 19 540 [15] | αἱ γὰρ νόσοι ἀπὸ τῆς ἀρχῆς ὀξύτεραι μέχρι τῆς διὰ πέμπτου ἕως τῆς ζʹ προσεδρεύειν δὲ χρή. ἐὰν γὰρ ἴδης τὸν ♌ κατὰ τὸν δʹ, ἔσται καρδιακὴ διάθεσις. διὸ χρὴ τῇ ἑβδομαίᾳ προσεδρεύειν πᾶσαν τὴν ὥραν καὶ παρασκευάσασθαι πρός τε τοῦ οἴνου καὶ ψυχροῦ δόσιν. ἀπὸ δὲ τῆς ἑβδομαίας, ἐὰν ἐπὶ τὸ χεῖρον τραπῇ, χρὴ ἀπογινώσκειν, ἀπαραιτήτως γὰρ τελευτήσει. συνορᾷν δὲ χρὴ καὶ τὰς ὥρας ἐπὶ ταύτης τῆς ἐπισημασίας, πῶς δυνηθείης ἂν πρὸς τοὺς ἀγαθοποιοὺς σχηματίζειν τὴν ὥραν· καὶ βοηθεῖν πρὸς τὸ ὑποστρέφειν ἢ λούειν ἢ οἰνοποτεῖν. ἐὰν γὰρ κατὰ ταύτην τὴν ἐπισημασίαν δοθῇ τροφὴ, ὅπερ ἐστὶ κατὰ τὸν ἰατρικὸν λόγον ἐναντίωμα, πρὸς δὲ ἀγαθοποιὸν ὥραν φερομένη μεγάλως βοηθήσει. ἐὰν δὲ τῆς ☾ οὔσης κατὰ τὸν προειρημένον τρόπον, σχηματισθῇ ὁ ♃ ἢ ὁ ☿ ἢ ἡ ♀ , ἐάν τε προστιθῇ τοῖς ἀριθμοῖς, ἐάν τε ἀφαιρῇ ἡ ☾ μέχρι τῆς ☍ , τῆς σωτηρίας πρόδηλος ὁ τρόπος. |
| 19 541 [15] | χρὴ οὖν ἄτερ πάσης προσαγωγῆς διὰ τῶν ἀφαιρούντων διαιτᾷν. Ἐὰν δὲ τῆς ☾ ἐν ♊ οὔσης κατακλιθῇ τις, συνόντος ♄ ἢ ☍ ἢ □ , ἔσται ἡ καταρχὴ τῆς νόσου, ἀπὸ κόπου καὶ ἀγρυπνίας ἢ ὁδοιπορίας μάλιστα, ἐὰν ἡ ☾ ἀφαιρῇ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς. ἕξει γὰρ ἐναργῆ τὰ ἄρθρα καὶ κατὰ μικρὸν ἡ νόσος ἐκφαίνει· καὶ ἀπὸ τῆς διὰ τρίτου ἄρχεται αὔξειν μέχρι τῆς εἰκοστῆς. ἔσονται γὰρ λεπτοὶ οἱ πυρετοὶ καὶ καθαιρέσεις παντὸς τοῦ σώματος, νυκτεριναῖς ἐπιτάσεσι πυκνοτέραις καὶ σπληνὸς αἴσθησις. ἀγαθοποιοῦ δὲ μηδενὸς παρεμπλεκομένου, πυρόεντος τοῦ ♂ τὸ αὐτὸ σχῆμα ἐπέχοντος, μετὰ τὴν λʹ ἡμέραν τελευτήσει. ἀγαθοποιῶν δὲ παρόντων καὶ τὴν ☾ ἐπιθεωρούντων, εἰς χρόνων πάθη καὶ περιοδικὰ ἐμπεσὼν σωθήσεται. ἐὰν δὲ ☾ οὔσης ἐν ♊ κατακλιθῇ τις πυρόεντος ♂ ἢ συνόντος ἢ □ ἢ ☍ αὐξούσης τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ, ἔσται ἡ νόσος ἐπισφαλὴς καὶ ἐπικίνδυνος. ἔσονται γὰρ πυρετοὶ συνεχεῖς καὶ στεγνοὶ καὶ καυσώδεις καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ ἄτακτοι· τούτοις οὖν ὠφέλιμος ἔσται ἡ τοῦ αἵματος ἀφαίρεσις. |
| 19 542 [15] | ἐὰν δὲ ἀγαθοποιὸς μηδεὶς τὴν ☾ θεωρεῖ, τοῦ ♄ τὸ αὐτὸ σχῆμα ἔχοντος, μέχρι τῆς ☍ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιὸς ἐπιθεωρεῖ τὴν ☾ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♊ κατακλιθῇ τις, ἔσται ἀπὸ κόπου καὶ βαλανείων τὸ προκαταρκτικὸν αἴτιον, πᾶσά τε ὑγρότης καθέξει τὸ πάθος. ἐὰν δὲ συσχηματισθῇ φαίνων ♄ συμπαραλαβὼν στίλβοντα ☿ , τῆς ☾ μάλιστα ἐκ τῆς ☍ ἀφαιρούσης τοῖς ἀριθμοῖς, ἔσται ἐναλγὴς τὰς ὠμοπλάτας καὶ περὶ τὰς ψόας, ὅλον τε τὸ σῶμα διάπυρον καὶ περὶ τὴν ἐπιφάνειαν, ὡς ἐκ κατακαύσεως ἀλγῶν. ἔσονται δὲ ἀνωφελεῖς αἱ τοῦ αἵματος ἀφαιρέσεις, ὅπερ αὐτοὶ ἐπιθυμοῦσιν. ἐναντιοῦται δὲ καὶ ψυχροῦ πόσις μέχρι τῆς ἑβδόμης. σύνδεσμον δὲ λυούσης καὶ κινουμένης αὐτῆς ἐπὶ τὰ ἥττονα ἀπαραβάτως ἀναιρεθήσεται. ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ σχηματισθῇ τις τῶν ἀγαθοποιῶν κατὰ τὴν κατάκλισιν, εἰς ἕτερα ἀφ’ ἑτέρων πάθη περιπίπτουσιν οἷον ἰσχιάδας καὶ ἄλλα τινὰ ἀλγήματα περὶ αὐτὰ τὰ ἄρθρα, ἡ δὲ ποσότης σοι τοῦ χρόνου, δηλωθήσεται ἐξ αὐτῆς τῆς συναφῆς τῆς ☾ , τουτέστι τῆς προβάσεως τοῦ ἀγαθοποιοῦ ἀστέρος· σώζονται γὰρ ἀπαραβάτως. |
| 19 543 [15] | ὁ δ’ αὐτὸς ὅρος καὶ ἐπὶ παντὸς ζωδίου. ἐὰν δὲ ἀσχημάτιστος ἅπασι τοῖς ἄστρασιν ἡ κατάκλισις γένηται, ἀνώμαλοί εἰσιν αἱ νοῦσοι, ἐπὶ δὲ τῆς ☍ ἀπαλλάσσονται. κείσθω δέ σοι ἡ ἀνωμαλία οὕτως. ἐφ’ ᾧ ἂν ζωδίῳ γένηται ἡ ☾ , τὴν οἰκοδεσποτείαν λάμβανε· σημαίνει γάρ σοι αὐτὸς ὁ ἀστὴρ τὴν διήμερον, πότερον ἐπιταθήσεται ἢ ἀνεθήσεται. ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ τῆς κατακλίσεως τῆς ☾ οὔσης ἐν ♊ , συσχηματισθῇ ♂ ἢ ☉ καθ’ οἷον δή ποτ’ οὖν τρόπον ἢ καὶ ἀμφότεροι καὶ μάλιστα ἐὰν πανσελήνη ἢ ἀμφίκυρτος τύχοι, φέρεται δὲ ἐπὶ τὰ μεγάλα κινουμένη, ἔσται μὲν ἐκ παντὸς τρόπου πρόληψις τοῦ κάμνοντος ἐπὶ τῷ ἀπελπίζειν τοῦ ἑαυτοῦ· καὶ δακρύουσιν ἐπὶ τῷ οὕτως διαθέσθαι, ἔκπαλτοι δὲ καὶ θρασεῖς ταῖς λαλιαῖς γίνονται, εἰδώλων φαντασίαις ἐναλλόμενοι· κατὰ αὔξησιν τῶν ὅλων τὸ πάθος κινούμενον. ἐπὶ δὲ τῆς ἡμέρας καὶ στομάχου ἀσθενείας καὶ περὶ τὴν μήνιγγα διάθεσις, ὥστε καὶ ἐκλύτους καὶ ἀσφύκτους γίνεσθαι. |
| 19 544 [5] | χρὴ οὖν τῶν ἄκρων ἐπιμελεῖσθαι, διαδεσμεύοντας καὶ πυριῶντας τάς τε τοῦ αἵματος ἀφαιρέσεις εὐθέτους ἡγεῖσθαι· κατὰ δὲ τὸ ζώδιον, μᾶλλον δὲ ὀρεγομένων αὐτῶν πρὸς τὰς τροφὰς ἐπιδιδόναι· ἀπὸ γὰρ τοῦ συνδέσμου γνώσῃ τὸ σημεῖον καὶ ὑπακούσεις λύειν τὴν νόσον ἢ καὶ παρὰ τῷ στομάχῳ, εὐτονώτερόν σοι φανήσεται ἢ τὸ τῆς μήνιγγος ἀποθέμενοι, σώζονται οὗτοι ἀνυπερβάτως. ἐὰν δὲ ἀπὸ τῆς ☍ ἐπὶ τὸ μεῖζον τραπῇ ἡ νόσος καὶ κατὰ τὴν κοιλίαν λεπταὶ ἀνενεχθῶσι, ἀπαραβάτως ἀναιροῦνται. βοηθεῖ δὲ μεγάλα ἡ προσαγωγὴ τῶν εἰωθότων. ἐὰν δὲ τῷ προκειμένῳ ὅρῳ οἱ ἀγαθοποιοὶ συσχηματισθῶσι κατὰ τόδε τὸ ζώδιον καὶ ἡ ☾ ἐάν τε ἀφαιρῇ, ἐάν τε προστιθῇ, πᾶσαν μὲν φαρμακείαν παραιτεῖσθαι δεῖ, διαιτᾷν δὲ ἁπλοῖς καὶ εὐκαίροις βαλανείοις καὶ αἰώραις καὶ γυμνασίαις ταῖς διὰ τῶν χειρῶν· ἀνυπερβάτως γὰρ σώζονται. τινὲς δὲ ἐπὶ αὐτῆς τῆς □ ἀπαλλάττονται τῆς νόσου. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ κατακλιθῇ τις ♄ συνόντος τε ἢ ☍ ἢ □ , ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ βαλανείων καὶ περιψύξεως καὶ περὶ τὸν θώρακα ῥευματισμὸς καὶ βῆχες καὶ στέγνωσις τοῦ σώματος καὶ πυρέτια λεπτὰ καὶ κακοήθη καὶ σφυγμοὶ λεπτοὶ καὶ ἀσθενεῖς καὶ πλευροῦ αἴσθησις. |
| 19 545 [15] | τούτοις οὖν πάντα τὰ θερμαίνοντα ἁρμόσει. ἐὰν δὲ ἀγαθοποιὸς μὴ ἐπιθεωρήσῃ τὴν ☾ , παρελκύσας τὴν νόσον οὗτος τελευτήσει μέχρι τεσσαράκοντα ἡμερῶν. ἐὰν δὲ ἀγαθοποιὸς τὴν ☾ ἐπιθεωρήσῃ, πολλὰ κακοπαθήσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ ἢ ♂ συνόντος αὐτῇ ἢ □ ἢ ☍ , κατακλιθῇ τις, ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ ἐμέτων καὶ χολέρας καὶ τῆς τοῦ στομάχου ἀνατροπῆς. τούτοις οὖν ἁρμόσει πάντα ψύχοντα καὶ στεγνοῦντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾ ἐν τῇ αʹ □ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιὸς ἐπιθεωρήσῃ τὴν ☾ ἐν τῇ αʹ □ σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ κατακλιθῇ τις, ἔσται ἡ νόσος ἐκ πληθώρας οἴνου καὶ ἐμφορήσεως. |
| 19 546 [15] | ἄρξεται δὲ ἀπὸ διαστάσεως καὶ ὑψηλώσεως τῶν μελῶν συγκαμνόντων καὶ διαλογιστικοὶ ὑποφαίνουσι τὸ νοσοῦν. ἔσται δὲ ἀπὸ ἐμέτων πυκνοτέρων καὶ χολῆς πλεονασμοῦ. δυσπνοοῦσιν οὖν καὶ τὰ πλευρὰ ἐπαισθάνονται ῥυπτιζόμενοι πάνυ καὶ ἐν ἀέρι ψυχρῷ βουλόμενοι εἶναι ἀεὶ, ὥστε καὶ τὰ περιβόλαια ἀποῤῥίπτειν καὶ περὶ τὰ κῶλα ἐναλγεῖς μετανιστάμενοι πυκνότερον μάλιστα ἀπὸ ☍ , διὸ δεῖ μὴ μόνον ἀφεστάναι τῆς τοῦ ψυχροῦ δόσεως, ἀλλὰ καὶ προσάγειν τὰ δυνάμενα ψύχειν καὶ διαφορεῖν καὶ μάλιστα κατὰ τὰς ἀρχάς. ἐὰν δὲ καὶ ἡ ☾ τῷ ♂ ἢ ☉ ἢ καὶ ἑκατέροις σχηματισθῇ καθ’ ὁπότερον φάσεως τρόπον, οἱ πυρετοὶ κατ’ ἐπίθεσιν καὶ αὔξησιν, οἵ τε σφυγμοὶ ἀνώμαλοι ποτὲ μὲν αὐξάνοντες, ποτὲ δὲ διαλεπτυνόμενοι· διὸ συμφέρει ἡ τοῦ αἵματος ἀφαίρεσις, ἀπὸ γὰρ τῆς διὰ πέμπτου μέχρι τῆς 𐅶 ʹ μοίρας, τουτέστι τῆς τοῦ □ πλευρᾶς ἐπακολουθήσει ἐπάλληλα καὶ κακοήθη πάθη, μηδενὸς δὲ παρεμπλακέντος ἀγαθοποιοῦ, μέχρις οὗ τὸν σύνδεσμον λύσῃ, περὶ τὸ νευρῶδες πάσχουσι καὶ παρακόπτονται, ἐπιβοῶντες καὶ κραυγάζοντες. φυσικῶς δὲ καὶ κατὰ τόδε τὸ ζώδιον, ἐν ταῖς νυξὶ τὰ πάθη ἐπιγίνεται. |
| 19 547 [15] | ἐὰν δὲ τὸν σύνδεσμον λύσῃ καὶ ἐπὶ τὰ ἧττον κινῆται, συνάψῃ δὲ ἀγαθοποιῷ, εἰς περιοδικὸν πάθος οἷον τεταρταῖον ἐμπεσὼν σωθήσεται. ἐὰν δὲ κακοποιῷ συνάπτῃ, οὐδὲν ἧσσον τῷ περιοδικῷ τρόπῳ ἀναιρεθήσεται· ἐὰν δὲ ἐν τῷ προειρημένῳ τρόπῳ μηδεὶς τύχοι μέσος μέχρι τῆς ☍ , τῆς ☾ σύνδεσμον λυούσης καὶ κινουμένης ἐπὶ τὰ ἥσσονα σωθήσεται. ἐὰν δὲ ἐπὶ τὰ μείζονα ἀπὸ συνδέσμου κινῆται, μέσος δὲ τύχοι κακοποιὸς, λέγω δὴ ♄ , μέχρι τῆς ☍ κινδυνεύσας σωθήσεται. φύσει δὲ οἱ κατακλιθέντες ἐν τῷδε τῷ ζωδίῳ δυσεκλείπτους τὰς νόσους ἕξουσι καὶ κακοήθεις. καὶ τὰ δοκοῦντα αὐτοῖς βοηθεῖν θεραπεύματα ἐναντιοῦνται. ἁρμόζει δὲ καὶ οἴνου δόσις καὶ βαλανεῖα καὶ τροφαὶ δυνάμεναι ταχέως ἀναδίδοσθαι. ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ ♄ ἢ ♀ σχηματισθῶσιν, ἀνεθήσονται μὲν αἱ νόσοι, καθώς σοι ὑποδέδεικται· περισσότερον δὲ περὶ τὰ ἄρθρα ἕξουσι πόνους καὶ περὶ τὰ ὦτα· τινὲς δὲ περὶ τὸν πνεύμονα ἢ περὶ τὸ ἧπαρ, τὰ πάθη ἴσχουσιν· οὕτως δὲ καὶ πολυχρόνιοι αἱ νόσοι. |
| 19 548 [15] | ἐὰν οὖν τούτῳ τῷ σχήματι κινῆται ἡ ☾ ἀφαιροῦσα τοῖς ἀριθμοῖς, χρονίζουσι τὰ πάθη. καὶ οὐδὲν ἧσσον ἐν τῷ πάθει τελευτήσουσιν. ἐὰν δὲ κατὰ αὔξησιν τοῖς ἀριθμοῖς προστιθῇ καὶ τῷ φωτὶ ἡ ☾ καὶ ὁ ♃ καθ’ οἷον δή ποτ’ οὖν τρόπον προσκληθῇ, κατακλιθήσονται μέχρις οὗ ἡ ☾ παραγένηται ἐπὶ τὸ ιʹ ζώδιον τῆς κατακλίσεως. ἐὰν δὲ ἀνεπιθεώρητος εἴη ἀπό τε κακοποιῶν καὶ ἀγαθοποιῶν, ἐν αὐτῷ τῷ ζωδίῳ τῆς νόσου λυθήσονται. ἐὰν δὲ ἀγαθοποιοὶ μόνοι καὶ ☿ καθ’ οἷον δή ποτ’ οὖν τρόπον σχηματισθῶσι μέχρι τῆς □ τὰ πάθη λύουσι. χρὴ οὖν τῶν πυκνοτέρων βαλανείων ἀπέχεσθαι. ἐπὶ τὰ γυμνάσια δὲ καὶ τὰς αἰώρας τρέπεσθαι. οὕτω γὰρ παραμυθήσονται αἱ νόσοι. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♌ κατακλιθῇ τις ♂ συνόντος ἢ ☍ ἢ □ , ἔσται ἡ καταρχὴ τῆς νόσου ἐκ πλήθους καὶ ὠμότητος. ἔσται γὰρ περὶ τὸν θώρακα αἴσθησις καὶ τὰ ὑποχόνδρια. |
| 19 549 [15] | καὶ πυρετοὶ ἐπιτεταμένοι γενήσονται. καὶ ἡ ἐν βάθει θερμασία μᾶλλον ἢ τῇ ἐπιφανείᾳ καὶ κοιλία στεγνή. τούτοις οὖν ἁρμόσει πάντα τὰ ἀναθερμαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾ , μέχρι τῆς ☍ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιοὶ τὴν ☾ ἐπιθεωρήσωσι, πολλὰ κακοπαθήσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♌ κατακλιθῇ τις, ♂ συνόντος ἢ ☍ ἢ □ , ἔσται ἡ καταρχὴ τῆς νόσου, ἀπὸ πλήθους αἵματος καὶ ἔσονται πυρετοὶ ῥοώδεις καὶ σφυγμοὶ ἄτονοι καὶ ἐνδεδυκότες καὶ λειποθυμίαι καὶ ἀνορεξίαι καὶ βάρος καὶ καταφορὰ καὶ πάρεσις παντὸς τοῦ σώματος. καὶ καρδιακὴ διάθεσις. τούτοις οὖν ἁρμόσει πάντα τὰ στεγνοῦντα καὶ ψύχοντα. ἐὰν οὖν μηδεὶς ἀγαθοποιὸς ἐπιθεωρῇ τὴν ☾ , μέχρι τῆς ἐννάτης τελευτήσει. ἀγαθοποιῶν δὲ ἐπιθεωρούντων τὴν ☾ , ἀπὸ τῆς ☍ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♌ κατακλιθῇ τις ἐφ’ οἵᾳ ποτ’ οὖν μοίρᾳ, τόδ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ζωδίων νοείσθω, ὡς θέμις, συγκρίνοντός μου ἢ ὡροσκοποῦντος ♌ , ἔσται ἡ νόσος ἀπὸ ψυχικῶν τόπων, λυπηρῶν ἢ πραγμάτων καὶ δι’ ἄλλων μεριμνῶν. |
| 19 550 [15] | πυρουμένου μὲν τοῦ θώρακος, τῶν δὲ ἄκρων ψυχομένων καὶ περὶ τὴν κεφαλὴν τῶν αἰτίων γινομένων· καὶ τῶν ὀφθαλμῶν κοιλουμένων, περιτεινομένης τε τῆς ῥινὸς καὶ ἀσφύκτων φαινομένων τῶν καμνόντων καὶ ὑποφαινόντων πολυχρόνιον νόσον· εὐτονοῦσι δὲ ὅσον κατὰ τὸ πλῆθος. χρὴ οὖν αἵματος εὐθέως ἀφαίρεσιν ποιεῖσθαι, εἰ μὲν δυνατὸν ἐν αὐτῷ τῷ ζωδίῳ κινουμένης τῆς σελήνης, μάλιστα μέντοι ἐὰν ἄρξηται τὰ μεγάλα κινεῖσθαι. εἰ δὲ μὴ, ἕως τῆς διατρίτης· ἀνατρίβειν τε τὰ ἄκρα καὶ διαφορεῖν πάντα τὰ ἀπὸ τοῦ θώρακος. ἐὰν δὲ ♂ τε καὶ ☉ ἀμφοτέροις κατὰ πρόσθεσιν οὔσῃ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ σχηματισθεῖεν, καρδιακὴ περίστασις ἀπαραβάτως ἔσται μέχρι τῆς διὰ πέμπτου. ἐπὶ δὲ τὴν □ πλευρὰν ἐὰν λήγῃ τοῖς ἀριθμοῖς ἢ καὶ ἐπαύξῃ, σχηματισθῇ δὲ τῷ ♄ , σωθήσεται. ἐὰν δὲ ♃ ἢ ♀ σχηματίζων ἐπὶ τῆς κατακλίσεως, ἐλθούσης αὐτῆς τῆς ☾ εἰς τὸ □ σωθήσονται. ἐὰν δὲ καὶ αὕτη μόνη κατὰ ἀφαίρεσιν τοῖς ἀριθμοῖς, κινῆται, σωθήσεται. εὔχρηστοι δὲ αἱ τοῦ οἴνου δόσεις καὶ τὰ βαλανεῖα καὶ μετὰ τὴν διάτριτον ἢ διάπεμπτον αἰῶραι. |
| 19 551 [15] | ἐὰν δὲ ἐν τῷ προκειμένῳ σχήματι τῆς ☾ οὔσης ἐπὶ τῆς κατακλίσεως ἐν ♌ , κινουμένης τε αὐτῆς ἐπὶ τὰ μεγάλα ἢ καὶ τῷ φωτὶ προστιθείσης, σχηματισθῇ αὐτῇ ♄ καὶ ♀ μεσουρανήσῃ· ἢ καὶ εἷς τῶν ἀγαθοποιῶν καὶ μέχρι μὲν τῆς □ τὰ προκείμενα γενήσεται. οὐδὲν δὲ ἧττον περὶ τὴν κύστιν ἀλγήματα ἔσται καὶ ἐμπνευματώσεις στομάχου πλὴν σώζονται. ἐὰν δὲ τὰ μείζονα ἀπὸ τοῦ συνδέσμου τρέχῃ, ἀπαραβάτως σωθήσονται. ἐὰν δὲ τῷ προκειμένῳ σχήματι ♄ καὶ ♂ καὶ ἕτερός τις σχηματισθῇ ἐπὶ τὸ βόριον αὐτῆς φερομένης ἀπαραβάτως ἐπὶ τὴν τῆς ☍ ἐλθούσης, λύσις ἔσται τῆς νόσου. χρὴ δὲ μὴ θάλπειν, μηδὲ ἐν σκοτεινοῖς κατακλῖναι· ἀεὶ δὲ τῆς ἐπιθυμίας μακρὰν ἀποσπᾷν. εὔχρηστος δὲ καὶ ἡ τοῦ ψυχροῦ δόσις· τροφαὶ δὲ αἱ δυνάμεναι ὀγκοῦν καὶ μὴ ἀφαιρεῖν. ἐὰν δὲ αὐτὴ ἡ ☾ ἀνεπιθεώρητος πάντα ᾖ, κινῆται δὲ ἐπὶ τὰ μεγάλα, ἐπὶ τὴν ☍ ἐλθοῦσα ἐπὶ τὴν κρίσεως σημασίαν ποιησαμένη λύει τὴν νόσον. |
| 19 552 [15] | ἐὰν δὲ ἐπὶ τὰ ἥσσονα κινῆται μέχρις παρέλθῃ τὴν ♂ ἀνωμάλως νοσήσας καὶ πυκνότερον ἀνατροπιάζων σωθήσεται. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♍ κατακλιθῇ τις ♄ συνόντος αὐτῇ ἢ ☍ ἢ □ , ἔσται ἡ καταρχὴ τῆς νόσου, ἐκ βραδύτητος καὶ ὠμότητος περὶ τὴν κοιλίαν καὶ τῶν ἐντέρων πόνος καὶ τῶν ὑποχονδρίων φλεγμονὴ καὶ πυρετοὶ στεγνοὶ καὶ ἀνώμαλοι ἐν ἀνέσει καὶ ἐπιτάσει. καὶ σφυγμοὶ ἐνδεδυκότες, πυκνοὶ καὶ ἄτακτοι· τούτοις οὖν ἁρμόσει πάντως τὰ θερμαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ ἀγαθοποιοὶ τὴν ☾ μὴ θεωρήσωσι κινδυνεύει περὶ τὴν τεσσαρακοστήν. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι τὴν ☾ πολυχρόνιον πάθος ἔχων σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♍ κατακλιθῇ τις ὄντος ♂ σὺν αὐτῇ ἢ □ ἢ ☍ , ἔσται ἡ νόσος ἀπὸ κοιλίας ῥύσεως καὶ περιστήσεται εἰς δυσεντερικὸν πάθος καὶ ἔσται αἵματος ῥύσις καὶ ἕλκωσις περὶ τὰ ἔντερα. πυρετοὶ λεπτοὶ ῥυώδεις καὶ σφυγμοὶ ἄτονοι καὶ πυκνοὶ καὶ ἀνορεξίαι καὶ στομάχου ἀνατροπή. |
| 19 553 [15] | τούτοις ἁρμόσει πάντα τὰ στεγνοῦντα. εἰ δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾ , τῇ τριακοστῇ ἡμέρᾳ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι τὴν ☾ , σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♍ κατακλιθῇ τις, ἔσται ἡ νόσος ἐπὶ κοιλιακῆς διαθέσεως, πόνων τε τῆς κοιλίας καὶ ἐμπνευματώσεως. καὶ ἄρξεται ὡς ἂν ἐξ ἀπεψίας τὰ μὲν κατὰ τὴν κοιλίαν ῥεῖν δριμέα, τὰ δὲ ἐπὶ τὰ οὖρα φέρεσθαι χλωρὰ καὶ δυσώδη. μάλιστα δὲ νυγμῶν γινομένων ὡς ἐπὶ τὸ διάφραγμα καὶ τοῦ στομάχου ἀναλυομένου· συγκάμνοντος δὲ τοῦ νευρώδους ὅλου. κατ’ ἀρχὴν γὰρ εὐθὺς ἀγρυπνοῦσι τὰς ὄψιας διηνεκῶς. ἐὰν δὲ καὶ ἀπὸ τοῦ ἐλαχίστου δρομήματος ὁρμηθεῖσα ἐπὶ τὰ μείζονα κινῆται, σχηματισθῇ δὲ αὐτῇ ♂ ἢ ☿ ἢ καὶ ☉ καὶ παρακόψουσι ταῖς λαλιαῖς ἐμποδιζόμενοι. χρὴ οὖν τοῖς δυναμένοις πυκνοῦν τε καὶ συστέλλειν τὰ ὑγρὰ χρῆσθαι, ἄχρηστος δὲ ἡ τοῦ ὑγροῦ προσαγωγὴ καὶ πᾶς χυλὸς κατάψυχρος. ἐὰν δὲ ἀπὸ τῆς ☾ ἐπὶ τὰ μείζονα τρέπηται περισσοτέρως παντὸς τοῦ ψύχοντος ἀπεσχέσθωσαν. μέχρι γὰρ τῆς ☍ κινδυνεύσαντες, εἰς διάθεσιν κοιλιακὴν ἢ δυσεντερίαν περικυλίονται καὶ οὕτως δὲ χρονίσαντες ἐλαττῶσι. |
| 19 554 [15] | ἐὰν δὲ τούτῳ τῷ οὔρῳ ὁ ♄ σχηματισθῇ μετὰ ☿ ἢ ♀ ἢ τοῦ ♃ μόνου, οὐδὲν ἧσσον πολυχρόνιος ἡ νόσος καὶ σπληνικὰ πάθη καὶ νεφριτικά. καὶ οὕτως δὲ χρονίσαντες καὶ μοχθήσαντες ἐν τῷ πάθει διασώζονται. ἐὰν δὲ τῆς ☾ μόνης κινουμένης καὶ ἀνεπιθεωρήτου οὔσης ἢ κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ κατὰ οἷον δήποτ’ οὖν τρόπον σχήματος κατακλιθῇ τις, αἱμοῤῥοήσει. τούτοις δ’ ἡ ☾ περιοδεύουσα τοῦ πάθους λύει. ὠχροὶ δὲ καὶ μελάγχροοι ἐπὶ πολὺν χρόνον νοσήσαντες γίνονται, οὐδὲν δὲ ἧττον διασώζονται. ἐὰν δὲ ♃ ἢ ♀ ἢ ☿ καὶ ὁπότερος αὐτῶν ἢ καὶ οἱ πάντες κατὰ τὴν κατάκλισιν προσνεύσωσιν, οὐδὲν ἧττον τὰ κατὰ τὴν κοιλίαν ῥευματίζονται. ἐν αὐτῷ δὲ τῷ ζωδίῳ μέχρι τῆς διὰ πέμπτου λύουσι τὰς νόσους. χρὴ δὲ τὰς μὲν τοῦ οἴνου δόσεις προσάγειν, τὰς δὲ τῶν βαλανείων παραιτεῖσθαι. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♎ κατακλιθῇ τις ♄ συνόντος ἢ ☍ ἢ □ ἔσται ἡ καταρχὴ τῆς νόσου, ἐξ οἰνοποσίας καὶ κραιπάλης μάλιστα. |
| 19 555 [15] | ἐὰν ἡ ☾ ἀφαιρῇ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς καὶ ἐν νυκτὶ γένηται ἡ κατάκλισις, ἔσται δὲ τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν θώρακα πάθη, ῥευματισμοὶ καὶ βῆχες κατ’ ἀρχήν· καὶ κάρος περὶ τὴν κεφαλὴν καὶ ἀνορεξίαι καὶ διτταὶ ἐπιτάσεις. καὶ συνεχεῖς πυρετοὶ καὶ πυκνοὶ καὶ ἄτονοι. τούτοις οὖν ἁρμόσει πάντα τὰ θερμαίνοντα. ἐὰν δὲ καὶ μετὰ ♂ τὸ αὐτὸ σχῆμα ἐπισχῇ, ἀπαραβάτως ἐν τῇ ☍ τελευτήσει. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♎ κατακλιθῇ τις ὄντος ♂ σὺν αὐτῇ ἢ διαμέτρου ἢ □ ἔσται ἡ νόσος ἐκ πλήθους αἵματος καὶ ἔσονται πυρετοὶ ἐπιτεταμένοι. καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ παρακοπὴ καὶ φρενῖτις καὶ ἀγρυπνία ὑπερβάλλουσα καὶ περὶ ὅλον τὸ σῶμα, φλεγμονή. τούτοις ἁρμόσει ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ πάντα τὰ δυνάμενα καθαίρειν τὴν ἕξιν. ἀγαθοποιοῦ δὲ μὴ ἐπιθεωροῦντος τὴν ☾ , ἐν ταῖς ιʹ ἡμέραις τελευτήσει. ἀγαθοποιῶν δὲ ἐπιθεωρούντων μέχρι τῆς ☍ κινδυνεύσας σωθήσεται. |
| 19 556 [15] | ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♎ κατακλιθῇ τις, ἔσται τὸ αἴτιον εἰς τὰ ἄκρα. ἐπαλγῆ γὰρ ἔσται αὐτὰ καὶ πυρώδη, καὶ τὴν ἐν βάθει μᾶλλον θερμασίαν ὑπεμφαίνοντα. εὐθὺς δὲ καροῦνται καὶ μᾶλλον τοὺς ὀφθαλμοὺς ὡς εἰς ὕπνον τρέπουσι. καὶ ἀποκρίνονται ἀνόρεκτον. οὕτω μὲν οὖν φυσικῶς ἐπὶ τούτου τοῦ ζωδίου αἱ νόσοι γίνονται, ὅπερ καταψεύδονταί τινες αἰτιώμενοι τὸ ἀεὶ φέρειν. ἐὰν δὲ καὶ αὐτῆς κινουμένης ἐπὶ τὰ ἥττονα ♄ . ἢ ♀ ἢ ☿ ἢ καὶ ὁπότερος αὐτῶν προσγένηται, μέχρι τῆς ☍ φρενιτίζουσιν ἀπαραβάτως. διὸ δεῖ θάλπειν καὶ τοῖς δυναμένοις διαφορεῖν κεχρῆσθαι καὶ ἀποκρούεσθαι καὶ ἐν ἠρεμίᾳ καὶ δεσμοῖς φυλάττειν, μήποτε κλέψαντες ὑδροποτήσωσιν. οὕτω γάρ τε τὰ κατὰ τὴν κοιλίαν ἐκκριθέντα, μέχρι τῆς ☍ διαφόρησιν ποιήσονται τῆς νόσου. οὐδὲν δὲ ἧσσον εἰς χρονιώτερα καὶ ἀνώμαλα πάθη περικυλισθέντες οἷον περιοδικὰ, οὕτως διασωθήσονται. ἐὰν μόνος δὲ ♄ ᾖ, ἀπόλλυνται. ἐὰν δὲ τὰ μεγάλα τροχάζῃ τῷ προειρημένῳ τρόπῳ τῆς ☍ πολλὰ παθόντες, κατὰ ἄνεσιν καὶ ἐπίτασιν τῶν πυρετῶν διασώζονται. |
| 19 557 [15] | ἐὰν δὲ ☾ οὔσης ἐν ♎ καὶ ὁ ♂ καὶ ὁ ☉ διαμετρήσωσι, ἔσται τὰ περὶ τὴν κεφαλὴν αἴτια. κεφαλαλγία καὶ ῥευματισμὸς καὶ ἡμικρανία. ἐὰν δὲ ☿ παραγένηται, τὰ περὶ τοὺς ὀφθαλμοὺς αἴτια ὑποχύσεις, γλαυκώσεις, μυδριάσεις. χρὴ οὖν ὡς ἐπὶ τὸ πλεῖστον τὴν τοῦ αἵματος ἀφαίρεσιν προσάγειν. εὔχρηστοι δὲ καὶ αἱ κατὰ τὴν κοιλίαν ἐκκρίσεις. οὕτω δὲ πολυχρονίσαντες οὐδὲν ἧττον κινδυνεύσουσιν, ἐπὶ τῆς αὐτῆς διαθέσεως μένοντες. ἐὰν δὲ ♃ ἢ ♀ παρεπιπλακῶσι καθ’ οἷον δήποτ’ οὖν τρόπον σχηματισμοῦ διασωθήσονται μένοντες ἐπὶ τῶν αὐτῶν παθῶν. ἀνεπιθεωρήτου δὲ αὐτῆς οὔσης, εἴτε μειουμένης, κακοήθεις μὲν αἱ νόσοι καὶ ἡ περὶ τοὺς ὀφθαλμοὺς ἀταξία δυσκατάληπτος, οὐδὲν δὲ ἧττον ἐπὶ τὸ διάμετρον ἐλθοῦσα ἡ ☾ λύει τὴν νόσον. ἐπὶ πάντων δὲ τῶν τροπικῶν καὶ ἰσομερινῶν τῶν ζωδίων νοείθωσαν κακοήθεις εἶναι τὰς νόσους. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♏ κατακλιθῇ τις, ♄ συνόντος αὐτῇ ἢ ☍ ἢ □ , ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ ἑλκώσεως ἢ βουβώνων ἢ τόπων κρυπτῶν, περὶ τὸν δακτύλιον ἢ αἰδοῖον. |
| 19 558 [15] | καὶ ἐὰν προστιθῇ ἡ ☾ τοῖς ἀριθμοῖς ἢ τῷ φωτὶ, σωθήσεται ὁ νοσῶν. καὶ μάλιστα ἀγαθοποιῶν ἐπιθεωρούντων. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♏ κατακλιθῇ τις, ♂ καὶ συνόντος αὐτῇ ἢ ☍ ἢ □ . τῷ δὲ φωτὶ λειπομένου καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, μάλιστα ἀγαθοποιῶν ἐπιθεωρούντων, σωθήσεται ἐν τῷ αʹ □ . ἢ μέχρι τῆς ☍ . καὶ γὰρ αἱ νόσοι ἔσονται ἐπιεικεῖς καὶ εὐμετάγωγοι. ὁ δὲ αὐτὸς τρόπος νοείσθω σοι καὶ πάντων τῶν ζωδίων, ὅταν τοιαῦτα σχήματα ἐμπέσωσι. ἐὰν οὖν τῆς ☾ οὔσης ἐν ♏ . κατακλιθῇ τις, ἔσται ἡ νόσος ἀπὸ φρικίων ἐλαχίστων. οὗτοί τε καταφρονοῦντες, αὔξουσι τὰ πάθη. τὸ δὲ προκαταρκτικὸν αἴτιον ἔσται περὶ τὴν κύστιν καὶ τὰ μεσομήρια ἢ καὶ περὶ ἕδραν ἕλκωσις. μέχρι δὲ τῆς διατρίτου ὀρθοπυρεταίνων αὐξήσει τὴν νόσον. ἐὰν δὲ προστίθησι τοῖς ἀριθμοῖς καὶ μάλιστα ἀπὸ ☍ . |
| 19 559 [15] | συμπαρῇ δὲ αὐτῇ ♂ κατὰ τὸν ♏ κἀκ σιδήρου πεῖραν ἕξουσι κατὰ τοὺς κρυπτοὺς τόπους. ἐὰν δὲ καὶ ☉ συμπαρῇ καὶ σχηματισθῇ, ἀποστήματα περὶ τὰ πλευρὰ πεῖραν ἕξουσι. ἐὰν δὲ ἐπὶ τὰ μείζονα τρέπωνται, τοῦτο δέ ἐστιν ἐπὶ τὰς ιεʹ κατὰ μῆκος πεῖραν δέξηται περὶ τὰ πλευρά. καὶ δι’ αἱμάτων ἐλεύσονται. ἢ αἷμα ἐκκρινοῦσιν. χρὴ οὖν τῆς τοῦ ψυχροῦ προσαγωγῆς ἀπέχεσθαι διαπαντὸς, ἐν ἠρεμίᾳ δὲ φυλάττειν. ἄχρηστοι δὲ οἱ κλυσμοὶ καὶ τὰ δυνάμενα ψύχειν καταπλάσματα καὶ ἡ τοῦ αἵματος ἀφαίρεσις διὰ σικυιῶν. ἄχρηστα δὲ καὶ τὰ βαλανεῖα. μέχρι δὲ τῆς ☾ ιαʹ γινομένης, οὕτως δὲ ὑπερβαίνοντες, χρόνια τὰ πάθη ποιοῦσι καὶ ὁμοίως κινδυνεύουσι. ἐὰν δὲ ♃ καὶ ♀ συμπαρῇ τῇ ☾ ἢ σχηματίζωνται τὰ μὲν προκείμενα πάθη ἔσται, σωθήσονται δὲ ἐγχρονίσαντες. ἡ δὲ ποσότης τῶν χρόνων ἤτοι ἡμερῶν, ἀπὸ τῆς τῶν ἀστέρων παρεμπλοκῆς γνωσθήσεταί σοι. μέχρι γὰρ τῆς ἐπομμάσεως αὐτῶν, παραμένει τὰ πάθη. |
| 19 560 [15] | ἡ γὰρ ὡρισμένη ἡμέρα κατοκλίσεως μέχρι τῆς ☍ . ὑπερτιθέμενοι δὲ τὴν διάμετρον, χρονίους τὰς νόσους ποιοῦσιν ἀστέρες. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♏ κατακλιθῇ τις καὶ ♄ συμπαρῇ αὐτῇ ἢ σχηματισθῇ καὶ κατὰ ἥσσονα τρέχῃ ἢ καὶ ἐπισύνδεσμον φέρηται, παραλυθήσονται ἀπαραβάτως καὶ εἰς χρόνια πάθη ἐπικυλίονται, οἱονεὶ ῥευματιζόμενοι τὸ αἰδοῖον ἢ τὰ περὶ τὴν ἕδραν. ἐὰν δὲ μηδεὶς ἀγαθοποιὸς παρεμπλακῇ ἢ σχηματισθῇ, ἐν τοῖς πάθεσι τελευτήσει. ἐὰν δὲ ἐπὶ τὰ μείζονα ἐγείρηται ☾ καὶ σχηματίζηται αὐτῇ ♄ . ἢ συμπαρῇ τὰ μὲν προκείμενα πάθη ἐπιγένωνται. ἐγχρονίσαντες δὲ διακαυθήσονται. φύσει δὲ κατὰ τόδε τὸ ζώδιον, ἄχρηστα τὰ βαλανεῖα καὶ πάντα τὰ δυνάμενα ῥευματίζειν. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♐ κατακλιθῇ τις, ὄντος ♄ σὺν αὐτῇ ἢ ☍ ἢ □ ἔσται ἡ κατ’ ἀρχὴν τῆς νόσου ἐκ ῥύσεως ὑγρῶν καὶ λεπτῶν ῥευμάτων καὶ δριμέων. ἔσονται δὲ ἐναλγεῖς τοῖς ἄρθροις καὶ ῥιγοπυρετοῖς σχεθήσονται καὶ ἐπισημασίαι μετὰ ῥίγους καὶ τῶν ἄκρων ψύξεις. |
| 19 561 [15] | ὅταν οὖν μάλιστα ἡ ☾ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ, ἔσονται διπλαῖ σημασίαι. καὶ οἱ πυρετοὶ στεγνοί· καὶ οἱ σφυγμοὶ ἐνδεδυκότες. τούτοις ἁρμόσει τὰ ἀναχαλῶντα καὶ θερμαίνοντα. εἰ δὲ ἀγαθοποιὸς ἐπιθεωρήσει τὴν ☾ κινδυνεύσας σωθήσεται παραλλάξας τὴν ☍ . ἐὰν δὲ τῆς ☾ οὔσης ἐν τῷ ♐ κατακλιθῇ τις ♂ αὐτῇ συνόντος ἢ ☍ ἢ □ ἢ τῷ φωτὶ αὐξούσης τῆς ☾ καὶ τοῖς ἀριθμοῖς, ἔσται ἡ νόσος ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἀπὸ πλήθους καὶ κραιπάλης. ἔσονται γὰρ πυρετοὶ συνεχεῖς καὶ ἐπιτεταμένοι καὶ ῥοώδεις καὶ χολερικὰ πάθη καὶ κοιλίας ῥύσεις καὶ σφυγμοὶ ἄτονοι, ἁρμόσει οὖν τούτοις πάντα τὰ ψύχοντα καὶ στεγνοῦντα· ἐὰν δὲ καὶ κακοποιοὶ τὴν ☾ ἐπιθεωρήσωσι τῇ ζʹ ἡμέρᾳ ἀναιρεθήσεται. ἐὰν δὲ ἀγαθοποιοὶ τὴν ☾ ἐπιθεωρήσωσι, μετὰ τὴν ☍ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♐ κατακλιθῇ τις, ἔσται ἡ νόσος ἀπὸ βαλανείου καὶ ἀέρος ψυχροῦ. ὅλον δὲ ῥευματισθήσεται τὸ σῶμα καὶ περὶ τὸ πρόσωπον σφυγμοὶ καὶ τῶν οὔλων ἄλγησις καὶ τῶν ὀδόντων. |
| 19 562 [15] | τὸ δὲ προκαταρκτικὸν αἴτιον ἔσται περὶ τὸν θώρακα. ἐὰν δὲ ἥττονα τροχάζῃ, μάλιστα δὲ ἐπὶ ☉ ☾ φερομένη, συμπαρῇ δὲ ♄ ἢ ☿ συγχηματισθῇ, περὶ τὸν πνεύμονα ἑλκώσεις καὶ φλεγμοναὶ περὶ τὸ διάφραγμα ἔσονται, ὅλον τε σῶμα ἔσται φλεγμαῖνον. χρὴ δὲ προσάγειν τὰ δυνάμενα ξηρᾶναι. εὔχρηστοι δὲ καὶ αἵματος ἀφαιρέσεις μέχρι τῆς διὰ πέμπτου. ἐὰν δὲ ἀπὸ τῶν ιγʹ ἐπὶ ιδʹ τροχάζῃ, πειραθέντες μέχρι τῆς διὰ πέμπτου τελευτήσουσιν. ἐὰν δὲ ♃ ἢ ♀ συμπαρῶσι τῷ προκειμένῳ ὅρῳ τὰ μὲν προκείμενα πάθη ἔσται, σωθήσονται δέ. ἐὰν δὲ τὰ μείζονα ἡ ☾ τροχάζῃ καὶ μόνη ᾖ, σώζονται. ἐὰν δὲ ἐπὶ τὰ μείζονα τροχαζούσης τῆς ☾ ♂ καὶ ☉ αὐτῇ σχηματίζωνται, μάλιστα μὲν ψυγμῷ ἢ βηχίοις συσχεθήσονται. φύσει δὲ κατὰ τόδε τὸ ζώδιον ἀγρυπνίαι καὶ ἐπιτάσεις νυκτεριναὶ γίνονται, ἀσφυκτοῦσι δὲ εἰς ὑπερβολήν. χρὴ δὲ καὶ θάλπειν καὶ ἐν σκοτεινῷ κατακλίνειν τά τε βαλανεῖα ἄχρηστα καὶ πάντα τὰ εὔλυτα. |
| 19 563 [15] | τῶν μὲν οὖν ἀγαθοποιῶν ἐπιθεωρούντων κινδυνεύσας σωθήσεται. ἐὰν δὲ ἡ ☾ ἐπιθεωρῆται ὑπὸ τῶν ἀγαθοποιῶν ἢ ὑφ’ ἑνὸς αὐτῶν, λυθήσονται αἱ νόσοι οὐκ ἄγαν σφοδρανθεῖσαι περὶ τὴν ☍ . Ἐὰν δὲ τῆς ☾ οὔσης ♑ κατακλιθῇ τις ἀφαιρούσης τῆς ☾ καὶ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ ♄ συνόντος αὐτῇ, ἢ ☍ ἢ □ ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ βαλανείων περιψύξεως καὶ ῥευμάτων λεπτῶν καὶ περὶ τὸν θώρακα βάρος καὶ περὶ τὸν πνεύμονα. καὶ βῆχες κατ’ ἀρχήν· καὶ μετὰ ῥίγους ἐπισημασίαι. καὶ ἐπιτάσεις νυκτεριναί. καὶ πυρετοὶ ἐπιτεταμένοι. τούτοις οὖν ἁρμόζει πάντα τὰ θερμαίνοντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾ τελευτᾷ τῇ καʹ ἡμέρᾳ. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσιν αὐτὴν ζώσεται πολυχρόνιον πάθος ἔχων περὶ τὸν πνεύμονα. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♑ κατακλιθῇ τις συνόντος αὐτῇ ♂ ἢ ☍ ἢ □ ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ ἐμέτου καὶ χολέρας ἢ φθορᾶς ἢ βραδυπεψιῶν. |
| 19 564 [15] | ἡ οὖν νόσος ἔσται ἐπικίνδυνος καὶ ὀξεῖα. καὶ νεύρων σύντασις. καὶ κοιλίας ῥύσις. καὶ περὶ τὸν δακτύλιον δριμύτης καὶ ἕλκωσις. τούτοις ἁρμόσει πάντα τὰ ψύχοντα καὶ στεγνοῦντα. ἐὰν οὖν ἀγαθοποιὸς μὴ ἐπιθεωρῇ τὴν ☾ ἐν τῇ διαπέμπτῳ τελευτήσει, ἤγουν ἐν τῇ ζʹ. ἐὰν δὲ ἀγαθοποιὸς ἐπιθεωρήσῃ τὴν ☾ μετὰ τὴν ζʹ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♑ κατακλιθῇ τις ἔσται τὸ προκαταρκτικὸν αἴτιον ἀπὸ κόπου ἢ ἐνδείας. ἔσονται δὲ περὶ τὸ νῶτον ἐναλγεῖς καὶ φρικίων ἐπιβολαὶ καὶ πυκνότεραι ἐπισημασίαι τῶν ἐπιβολῶν, ὡς καὶ τὴν δευτέραν καὶ τρίτην γενέσθαι καὶ ὅλου τοῦ σώματος ὀρθοτριχίαι. καὶ πυρετοὶ στεγνοί. καὶ ἀταξίαι. πυκνότερόν σοι ταῦτα ἐκτίθεμαι, ἵνα ἀπὸ τῶν τοιούτων σημείων παρακολουθῇς καὶ τεκμαίρῃ τὴν νόσον, ἐὰν δὲ τοῖς ἀριθμοῖς ἀφαιρῇ ἐκλύτους καὶ νοσωδεστέρους ποιεῖ καὶ ταῖς λαλιαῖς τετραυλωμένους καὶ βραδέως ἄνω βλέποντας. ἐὰν δὲ καὶ ♄ συσχηματισθῇ ἢ συμπαρῇ μέχρι μὲν τῆς ☍ κινδυνεύουσι διὰ τὰς ἐπιτάσεις τῶν πυρετῶν. ἐὰν δὲ ἀγαθοποιὸς παρεμπλακῇ σώζονται καὶ χρονίζουσι τοῖς πάθεσι. |
| 19 565 [15] | ἐὰν δὲ ♂ ἢ ☉ ἐν τῷ προκειμένῳ ὅρῳ συσχηματισθῶσι, τοῦ μὲν πάθους ἀπαλλαγήσονται, εἰς περιοδικὰ δὲ πάθη περιπίπτουσι καὶ οὕτω σώζονται. ἐὰν δὲ κατὰ πρόσθεσιν αὔξῃ τοῖς ἀριθμοῖς, ἡ ☾ συμπαρῇ δὲ αὐτῇ ἢ συσχηματισθῇ ♄ ἢ ☉ μέχρι τῆς ☍ αὔξῃ τὰ πάθῃ καὶ ἐπικινδύνως νοσοῦσι. ἐὰν δὲ ἐπὶ ταῖς εʹ αὔξῃ ἀπαραβάτως τὴν ☍ οὐχ ὑπερθήσουσιν. ἐὰν δὲ ἡ ☾ γένηται σὺν ♃ ἢ ♀ ἢ ☿ ἢ καὶ ἀμφότερον τὰ μὲν προκείμενα αἴτια γενήσονται, σωθήσονται δέ. πρόσεχε οὖν. φύσει γὰρ ἐπὶ τούτου τοῦ ζωδίου ἐπικίνδυνοι νόσοι γίνονται. διὸ χρὴ τῶν βαλανείων ἀπέχεσθαι καὶ τῆς τοῦ ψυχροῦ προσαγωγῆς, ἐπὶ δὲ τοὺς αἰώρας καὶ ἀλείμματα καὶ γυμνάσια τρέπεσθαι. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♒ κατακλιθῇ τις προστιθείσης αὐτῆς τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ ♄ συνόντος αὐτῇ ἢ □ ἢ ☍ , ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ κόπων ἢ ἀγρυπνίας ἢ ὁδοιπορίας. ἔσται οὖν ἀνώμαλος ἡ νόσος ἐν ἐπιτάσει καὶ μέχρι τῆς ☍ σωθήσεται, μάλιστα ἐὰν ἀγαθοποιὸς τὴν ☾ ἐπιθεωρήσῃ. |
| 19 566 [15] | ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♒ κατακλιθῇ τις, ἀφαιρούσης αὐτῆς καὶ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, συνῇ δὲ ὁ ♂ ἢ ☍ ἢ □ ἔσται ἡ νόσος ἐκ προϋποκειμένου τινὸς αἰτίου βουβωνιάσεως, ἢ ἀντικνημίου, ἢ ἐξ αἰδοίων πόνου. οὕτως τε πυρετοὶ καυσώδεις καὶ ἐπιτεταμένοι. καὶ μάλιστα τῶν ἄκρων ἡ πύρωσις ἔσται. διψαλέοι τε καὶ ψυχροῦ ἐπιθυμηταί. καὶ πυκτότερον διανιστάμενοι. ἐὰν δὲ κατὰ μεγάλα τροχάζῃ καὶ συσχηματισθῇ. ἢ ♂ προσγένηται μέχρι τῆς □ παραλλάξει τῇ διανοίᾳ. εὔχρηστοι δὲ ἔσονται αἱ τοῦ αἵματος ἀφαιρέσεις. καὶ τὸ μὴ ἀποσπᾷν τῆς τοῦ ψυχροῦ ἐπιθυμίας καὶ ἐν φωτὶ κατακλίνειν. ἐὰν δὲ καὶ ἐπὶ τὰ μείζονα τροχάζῃ γενομένης αὐτῆς ἐπὶ τῆς □ καὶ κατὰ μηδὲν ἐλαττωθείσης τῆς νόσου, ἀναιρεθήσεται μέχρι τῆς ☍ , ἐὰν δὲ τῷ προκειμένῳ ὅρῳ ♃ ἢ ♀ ἢ καὶ ἀμφότεροι μαρτυροῦσι καὶ αὐτὴ ἡ ☾ ἐπὶ τὰ ἥσσονα ἐτρόχαζεν ὅτε κατεκλίθη, μέχρι τῆς ☍ . |
| 19 567 [15] | κινδυνεύσας σωθήσεται. ἐὰν δὲ ἀφαιρεῖ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, συσχηματισθῇ δὲ ♄ ἢ καὶ ☿ προσγένηται, τὰ μὲν πάθη τὰ αὐτὰ γενήσεται, τρισσῶς δὲ ῥευματισθήσονται περὶ τὰ σκέλη καὶ χρονιώτερα τὰ πάθη γεννήσας ὑποφαίνει που ὕδρωπα. ἐὰν δὲ καὶ ἀπὸ μέσου ὅρου ἐπὶ τὰ ἥττονα κινεῖται ἐν αὐτῷ τῷ πάθει τελευτήσει. ἐὰν δὲ τὰ μέσα τρέχει ἡ ☾ ὑπὸ τὴν κατάκλισιν τὸ μὲν προκείμενον αἴτιον γενήσεται, χρονίσαντες δὲ ἐν τῇ νόσῳ σώζονται. Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♓ κατακλιθῇ τις ἀφαιρούσης τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς ♄ , συνόντος αὐτῇ ἢ ☍ ἢ □ , ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ βαλανείων καὶ περιψύξεως ἢ ῥευμάτων λεπτῶν. ἔσονται γὰρ τῶν ἄκρων ψύξεις πυκναὶ καὶ ῥιγοπύρετοι καὶ ἐπισημασίαι διπλαῖ. |
| 19 568 [15] | καὶ στέγνωσις τῆς κεφαλῆς. καὶ νυγμοὶ κατὰ τῶν μασθῶν καὶ ὑποχονδρίων αἴσθησις καὶ σφυγμοὶ ἐνδεδυκότες καὶ λεπτοὶ καὶ τῶν ἄρθρων αἴσθησις. τούτοις ἁρμόσει πάντα τὰ θερμαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ ἀγαθοποιὸς ἐπίδῃ τὴν ☾ κατὰ ☍ διαλλάξας σωθήσεται. ἕξει δὲ πολυχρόνιον αἴσθησιν περὶ τὰ ἄρθρα. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♓ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ αὐξούσης, ♂ συνόντος ἢ □ ἢ ☍ , ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ πλήθους, οἰνοποσίας καὶ ὠμότητος. ἄρχεται γὰρ ἀπὸ τῆς διατρίτου ἡ νόσος αὔξειν. ἐπιτάσεις δὲ νυκτὸς ἔσονται καὶ πυρώσεις τοῦ θώρακος. καὶ παρακοπὴ τῶν λογισμῶν καὶ φρενῖτις. καὶ περὶ τὴν κεφαλὴν σφήνωσις. καὶ πυρετοὶ καυσώδεις, καὶ δίψα, καὶ ἐπιθυμία οἴνου, καὶ σφυγμοὶ ἐπῃρμένοι, τούτοις ἁρμόσει ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ πάντα τὰ δυνάμενα καθελεῖν τὴν ἕξιν. ἐὰν οὖν ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾ , ἐν τῷ πρώτῳ □ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι τὴν ☾ , παραλλάξας τὴν ☍ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης μετὰ τοῦ ♃ ἢ ♀ ἢ □ ἢ ☍ κατακλιθῇ τις κἂν ἐν οἵῳ δήποτε ζωδίῳ κατακλιθῇ τις μέχρι τῆς αʹ □ ἢ τῆς ☍ σωθήσεται. |
| 19 569 [15] | πολὺ δέ τι καὶ ἡ ὥρα συμβάλλεται ἐν τῇ κατακλίσει. ἐὰν γὰρ ὡροσκοπῶσιν ἢ μεσουρανῶσιν οἱ ἀγαθοποιοὶ τῆς ☾ μετὰ κακοποιῶν οὔσης ἢ □ ἢ ☍ ἀντιλήψονται τῆς ζωῆς, ἐὰν δὲ κακοποιοὶ ὡροσκοπῶσι τῆς ☾ οὔσης μετὰ ἀγαθοποιῶν βλάπτουσι τὸν κατακλιθέντα. δεῖ δὲ τὸν ἄριστον ἰατρὸν μεμνῆσθαι μὲν τῆς μαθηματικῆς ἐπιστήμης, ἐξετάζειν δὲ ἀκριβῶς τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς κατακλίσεως. καὶ συνορᾷν τὸν κόσμον πῶς διάκειται. ἄτερ γὰρ τῆς κοσμικῆς συμπαθείας οὐδὲν γίνεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♓ κατακλιθῇ τις, ἔσται τὰ προκαταρκτικὰ τῆς νόσου αἴτια ἀπὸ βαλανείων ἢ ψυχροποσίας. εὐθέως γὰρ τὸ νευρῶδες πάσχει. καὶ περὶ τὸν στόμαχον ἀλγήσει. γυμνοὶ δὲ διατροχάζουσιν, ὀδύναι περὶ τὰ πλευρὰ καὶ δυσπνοοῦσι. καὶ πυρετοὶ ἐστεγνωμένοι καὶ ἐν βάθει. καὶ σφυγμοὶ λεπτοὶ καὶ δυσκατάληπτοι κατὰ τὰς ἐπισημασίας. ἐναλλάσσουσι δὲ τοὺς σφυγμοὺς περὶ ὥρας βʹ. |
| 19 570 [15] | ἀνεκτοῦσι δὲ διηνεκῶς καὶ κατὰ τὴν κοιλίαν λεπτά, ἔπειτα οὖρα δυσώδη, εὔχρηστοι δὲ πάντες χυλοὶ καταψύχοντες. ἀπὸ δὲ τῆς □ ἐὰν ἡ ☾ τὰ μείζονα τροχάζῃ σχηματισθεῖσα τῷ ♄ μέχρι τῆς ☍ κινδυνεύσαντες σώζονται. ἐὰν δὲ τοῦ προκειμένου ὅρου ὄντος τρέχῃ καὶ σχηματίζηται ♃ ἢ ☿ ἢ ἄμφω, τὰ μὲν προκείμενα αἴτια ἔσται, πρὸς τούτοις δὲ κατὰ τὴν κοιλίαν πάσχουσι καὶ ἐκλύονται πυκνότερον, ὥστε ἀσφυκτεῖν. ἐὰν δὲ ἐπὶ τὰ ἥσσονα ἀπὸ τοῦ μέσου ὅρου φέρηται σχηματιζομένη ♄ οὐδὲ τὴν □ παραλλάξει. ἐὰν δὲ ♀ παρεμπλακῇ καθ’ οἷον δή ποτ’ οὖν τρόπον οἱ παρατεθέντες τὴν ☍ εἰς τὴν δυσεντετερίαν περιπίπτουσι. ὠχροὶ δὲ καὶ τοὺς πόδας φλεγμαίνοντες καὶ ταῖς σαρξὶ συμπεπτωκότες. οὕτως δὲ καὶ ἐγχρονίσαντες οὐδὲν ἧσσον ἀναιροῦνται. ἐὰν δὲ ἐπὶ τὰ μεγάλα τρέχῃ, σχηματίζηται δὲ ὁμοίως ♂ ἢ ☉ ἢ ἀμφότερος τὰ προκαταρκτικὰ αἴτια γενήσεται ἅπαντα. πρὸς δὲ τούτοις καὶ πυρετοὶ ἐπιτεταμένοι. καὶ περὶ τὸ ἧπαρ φλεγμονὴ, ἐναλγεῖς τε ὅλῳ τῷ σώματι, τὰ δὲ ἄκρα πυρούμενα διὰ τὰς ἐπαλλήλους σημασίας. |
| 19 571 [15] | προσήκει οὖν διαίταις δυναμέναις τρέφειν χρῆσθαι. φύσει γὰρ ἐπὶ τούτου τοῦ ζωδίου οὔτε αἱ τοῦ αἵματος ἀφαιρέσεις συνοίσουσιν αἳ διὰ φλεβοτομίας. ἐὰν δὲ μηδεὶς τῶν ἀγαθοποιῶν παρεμπλακῇ, μέχρι τῆς ☍ κινδυνεύσει. ἐὰν δὲ ♃ ἢ ♀ ἐπιθεωρήσωσιν ἢ αὐτὴ ἡ ☾ ἐπὶ τὰ ἥσσονα φέρηται, μέχρι τῆς ☍ πολλὰ σκυλέντες διασώζονται, χρῆσθαι οὖν ταῖς ὁμαλαῖς καὶ εὐαγώγοις θεραπείαις. ἐὰν δὲ ♃ ἢ ♀ συσχηματισθῶσι τῇ ☾ συσχηματιζομένης αὐτῆς ♂ ἢ ☉ καὶ προστιθείσης τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ, οὐδὲν ὠφελήσουσιν οἱ ἀγαθοποιοὶ καὶ ἀναιρεθήσονται. Οὐδὲν ἧττον καὶ τοῦτο γινώσκειν σε θέλω ὅτι τὰ περὶ τοὺς τοκετοὺς καὶ τὰς πτώσεις καὶ τοὺς τραυματισμοὺς τοὺς ἐξαίφνης καὶ ὅσα τούτοις ὅμοια δεῖ ὁρᾷν, ὡς ἐπὶ τῶν κατακλίσεων δεδήλωται, τὰς δὲ ἐκ προαιρέσεως χειρουργίας καὶ ὅσα τούτοις ὅμοια δεῖ ὁρᾷν. ἤγουν τὰς περὶ τοὺς ὀφθαλμοὺς χειρουργίας, οἱονεὶ μυδριάσεως ἢ ὑποχύσεως, γλαυκώσεώς τι καὶ ὅσα τούτοις ὅμοια τῆς ☾ ἰούσης πρὸς αὔξησιν τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, ποιεῖσθαι καὶ σχηματιζόντων τῶν ἀγαθοποιῶν κατάρχεσθαι. |
| 19 572 [15] | χρὴ δὲ εἰδέναι ὅτι αὐξούσης τῆς ☾ καὶ προστιθείσης τοῖς ἀριθμοῖς ♂ ἢ ☉ συνόντων ἢ σχηματιζομένων ἐκπυρούμενοι τὰ σώματα ἀναλίσκονται. μειουμένης δὲ τῆς ☾ καὶ τοῖς ἀριθμοῖς ἀφαιρούσης ♄ ἢ ☿ συνόντων ἢ συσχηματιζομένων τῇ ☾ ψυχόμενοι τὰ σώματα ἀναλίσκονται. ἐκεῖνο δέ σοι προστίθημι. ὁπότε δύο τῇ αὐτῇ ὥρᾳ καὶ τῇ ἡμέρᾳ κατακλιθῶσι, σκέψαι οὕτως τὰς ἡλικίας αὐτῶν συγκρίνων καὶ ἐὰν ἡ ☾ ἀφαιρεῖ τοῖς ἀριθμοῖς καὶ κατακλιθῶσί τινες, συσχηματίζηται δὲ ♄ καὶ ♀ , ὁ νεώτερος πρῶτα σωθήσεται, καθὰ προεῖπον καὶ ἐν τοῖς ἔμπροσθεν συντάγμασι καὶ παρὰ τὸ ὁμοιότροπον τοῦ ζωδίου ἐπὶ τῆς ☍ ἀπαλλαγήσεται. ὁ δὲ πρεσβύτερος κινδυνεύσει, ἢ εἰς ἕτερα πάθη περικυλισθήσεται ὁμοιοτρόπως τῷ ζωδίῳ, ἢ μακρονοσήσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ αὐξούσης τοῖς ἀριθμοῖς καὶ τοῖς φωσὶ συσχηματισθῇ ♂ ἢ ☉ ὁ νεώτερος κινδυνεύσει μετὰ τὴν □ καὶ ☍ ὁμοιοτρόπως τῷ ζωδίῳ ἐν ᾧ ἡ ἔτυχε. |
| 19 573 [5] | ἐὰν δὲ πρὸς τοὺς ἀγαθοποιοὺς ἡ ☾ συσχηματισθῇ ἐπί τε πρεσβυτέρων καὶ νεωτέρων σωθήσονται ὁμοιοτρόπως αὐτῷ τῷ ζωδίῳ· διό σοι ἀπηγόρευσα, ἵνα σκέψει ταύτῃ χρώμενος ἀδιάπτωτος ἔσῃ ἐν ἅπασι. |