eul_wid: tqu-af
Παντελῶς Ἀληθὴς καὶ Ἐμπειρικὴ ΠρογνώσιςEntirely True and Experienced Prediction
Medical Writer Anonymous Entirely True and Experienced Prediction PDF
| 19 512 (t1) [5] | ΓΑΛΗΝΟΥ ΠΡΟΓΝΩΣΙΣ ΠΕΠΕΙΡΑΜΕΝΗ ΚΑΙ ΠΑΝΑΛΗΘΗΣ. Κε φ . αʹ. Τὸν θέλοντα προγινώσκειν οὐ μόνον τὴν ἡμέραν τοῦ θανάτου, ἀλλὰ καὶ τὴν ὥραν σκοπεῖν χρὴ ἐν τίνι μάλιστα καιρῷ τοῦ παροξυσμοῦ βαρύνοιτο μεγάλως ὁ κάμνων. εἰ μὲν γὰρ κατὰ τὴν εἰσβολὴν αὐτοῦ καταψύχει, τότε σφοδρῶς καὶ δυσεκθέρμαντος καὶ ἄχρους ἄχρι πλείστου μένει καὶ μικρόσφυκτος γένοιτο καὶ κοιμηθῆ νωθρῶς καὶ κωματώδης ἤ τι τοιοῦτον ἕτερον πάσχοι· τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν καιρὸν, εἰ καὶ οὗτος μέτριος εἴη. περὶ δὲ τὴν ἀκμὴν ἤν τε καταφερόμενον τὸν ἄῤῥωστον ἢ παραπαίοντα ἢ ἀλύοντα βλέπῃς ἢ τοῦ πυρετοῦ τὸ μέγεθος οὐχ ὑπομένοντα· διακαιόμενόν τε σφοδρῶς καὶ σκοτοδινιῶντα καὶ κεφαλαλγοῦντα καὶ καρδιώσσοντα ἤ τι τοιοῦτον ἕτερον πάσχοντα, τοῦτον ὑποπτεύειν μάλιστα τὸν καιρὸν, εἰ δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ καὶ τῆς ἀκμῆς μετρίας γινομένης. |
| 19 513 [15] | περὶ δὲ τὴν παρακμὴν, λειποψυχίας τε καὶ ἱδρῶτας ἀνωμάλους ἢ ψυχροὺς ἢ περὶ κεφαλὴν ἢ στέρνον ἐπιφέροιτο καὶ τοὺς σφυγμοὺς ἀμυδροὺς καὶ μικροὺς ἐργάζοιτο καὶ τὰ τούτοις ἐοικότερα, τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν καιρόν. καὶ μὴν εἰ τοῦτο διορισθείη, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ τὴν ἡμέραν εἰπεῖν τοῦ θανάτου. καὶ γὰρ εἰ τῆς δευτέρας ἡμέρας, εἰ τύχῃ, τὸν σφοδρότερον παροξυσμὸν ἐνεγκούσης ὑπὲρ τῆς πρώτης τε καὶ τρίτης καὶ πέμπτης, εἰς τὴν ἕκτην ἡμέραν ὁ θάνατος προδηλωθείη. Κε φ . βʹ. Διὰ πέντε ἢ διὰ πρόσθεσιν ἐπιτηδείας ὕλης ἢ διὰ κίνησιν ἢ διὰ στέγνωσιν ἢ διὰ σῆψιν ἢ διὰ προσομιλίαν ἑτέρου θερμοῦ. καὶ διὰ μὲν πρόσθεσιν, ὡς ὅταν προσενεχθῇ τῷ θερμὴν ἔχοντι κρᾶσιν, οἷον πέπερι, νᾶπυ, σκόροδον καὶ τὰ τούτοις ὅμοια· καὶ ἀναδοθῇ τούτων ἡ ποιότης ἐν τῇ καρδίᾳ καὶ ἐκπυρώσει τὸ ἐν αὐτῇ ἔμφυτον θερμὸν καὶ ἐξάψει πυρετόν. |
| 19 514 [15] | διὰ δὲ κίνησιν διχῇ, ἢ γὰρ ψυχικῶς ἢ σωματικῶς· καὶ ψυχικῶς μὲν ὡς ἐπὶ θυμῷ καὶ φροντίδι, σωματικῶς δὲ ὡς ἐπὶ ἀμέτρῳ κόπῳ. διὰ δὲ στέγνωσιν ὅταν διὰ γλισχρότητα ἢ διὰ παχύτητά τινα ξηρανθῶσι καὶ ἐμφραχθῶσιν οἱ ἄδηλοι πόροι τοῦ σώματος ἢ τὰ πέρατα τῶν ἀγγείων καὶ ἐπὶ τῇ διαπνευστίᾳ τοῦ βάθους ἐξαφθῇ πυρετός. διὰ δὲ σῆψιν, ὡς ὅταν ἡ ὑποκειμένη καὶ πλεονεκτοῦσα ὕλη σαπῇ ἐν τῷ βάθει, καὶ ἀναδοθῇ τῇ καρδίᾳ καὶ ἀνάψῃ πυρετόν. διὰ δὲ προσομιλίαν ἑτέρου θερμοῦ, ὡς ὅταν ἐν ἡλιοκαΐᾳ ὑπερφλεχθείη ἡ κεφαλὴ καὶ μάλιστα τὸ δικτυοειδὲς πλέγμα καὶ διὰ τῶν ἀρτηριῶν μεταδοθῇ τῇ καρδίᾳ καὶ ἀνάψῃ πυρετόν. Κε φ . γʹ. Σημεῖα δὲ εἰσβολῆς πυρετοῦ χάσμαι, φρῖκαι, σκορδινισμοὶ, εἴτουν ἀποδιακλασμοὶ, ναυτίαι, καταφορὰ ὕπνου, βηχίον μικρὸν καὶ ὑπότραχυ, ἄκρων κατάψυξις καὶ ταῦτα μὲν ἔξωθεν τὰ γνωρίσματα. |
| 19 515 [15] | ἀπὸ δὲ τῶν σφυγμῶν ἔκ τε τῆς σμικρότητος καὶ τῆς ἀνωμαλίας διαγινώσκεται καὶ τὸ διαλεῖπον. καὶ ἐν μὲν τῇ εἰσβολῇ κατεπάγει μᾶλλον ἡ συστολὴ τοῦ σφυγμοῦ κατά τινος ἀνωμαλίας καὶ σμικρότητος. ἐν δὲ τῇ ἀναβάσει μοχθηροί πώς εἰσιν ἐπαυξομένης τῆς διαστολῆς μέχρι τελείας ἀκμῆς, ἐπιτεινομένης δὲ τῆς θερμασίας πρῶτον τὸ μέγεθος αὔξεται, εἶτα προσλαμβάνεται καὶ τὸ τάχος. ὅταν γὰρ ἱκανῶς ἐκπυρωθῇ ὁ πυρετὸς, μεγάλους ἅμα καὶ ταχεῖς ἐργάζεται τοὺς σφυγμούς· ἢν δὲ ἐπὶ πλεῖον, καὶ πυκνούς. καὶ ποίῳ τρόπῳ πρὸ τῶν πυρετῶν αἱ χάσμαι προγίνονται; χασμῶνται πρὸ τῶν πυρετῶν οἱ νοσοῦντες καὶ διακινουμένων καὶ βίᾳ διατεινόντων αὐτούς. ὥσπερ γὰρ ἐκ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἐφεψημένου τοῦ ἐν αὐτοῖς ὕδατος, οὕτω καὶ ἐκ τῶν ἔνδοθεν τοῦ σώματος ἀναβαινόμενος ὁ ἀτμὸς διατείνει καὶ διασείει καὶ συστρέφει τοὺς μύας τοῦ σώματος. εἰώθασι γὰρ τὰ νεῦρα χλιαινόμενα διΐστασθαι καὶ οὕτως αἱ χάσμαι γίνονται. Κε φ . δʹ. Ὅταν αἱ φλέβες πλησθῶσι καὶ πρισθῶσιν ὑπὸ τῶν πνευμάτων, ἐξοιδαινόμεναι τοὺς πόνους ἐπιφέρουσι περὶ τὴν κεφαλὴν τῇ βίᾳ καὶ τάσει τῶν ἀναπεμπομένων ἔνδον πνευμάτων. |
| 19 516 [5] | τὸν δὲ διὰ τῶν ἱδρώτων μέλλοντα λυθήσεσθαι πυρετὸν γνωσόμεθα ἐκ τοῦ τὸ νόσημα εἶναι διακαέστατον, οἷον ὁ προσαγορευόμενος καῦσος. χολῶδες γὰρ τοῦτο δηλονότι τὸ νόσημα καὶ ὁπόταν μέλλει σφοδρῶς κινεῖσθαι, ῥῖγος ἐργάζεται· καὶ εἰ μὲν οὖν ἐπισχεθείη γαστὴρ ἢ οὖρα τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος· εἰ δὲ καὶ ἀμφοτέρων ἡ ἐπίσχεσις γέγονε καὶ οὐ πάρεστιν ἔμετος ἢ αἱμοῤῥαγία, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολὺς καὶ μᾶλλον ἐπειδὰν οἱ κάμνοντες παραπέσωσιν ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ θερμότεροι ἐκ τούτου γινόμενοι καί τις ἀτμὸς ἐκ τοῦ σώματος ἀνείη θερμὸς, οἷος οὐ πρόσθεν ἐγένετο ἐπὶ τῶν νεωστὶ λελουμένων. οἵ τε σφυγμοὶ μεγάλοι καὶ ὑψηλοὶ καὶ ταχεῖς καὶ εἰς διαστολὴν μᾶλλον ἐπιγινόμενοι καὶ οἷον κυματώδεις. ὅ τε τῆς ἀρτηρίας χιτὼν μαλακός τε καὶ δίϋγρος φαίνεται, ἡ δὲ ἐπιφάνεια τοῦ παντὸς σώματος κνησμώδης καὶ μαλθακὴ καὶ κατά τινας ὥρας ἐρυθραινομένη· καὶ ταῦτα μὲν ἐν τῷ κριτικῷ παροξυσμῷ γιγνόμενα πέψεως προηγησαμένης καὶ τῆς κριτικῆς ἡμέρας ἀγαθῆς οὔσης σωτηρίων καὶ λυτικῶν ἱδρώτων ἔσται δηλωτικά· δῆλον δ’ ὅτι θερμὸν εἶναι δεῖ συμμέτρως τὸν λυτικὸν ἱδρῶτα καὶ δι’ ὅλου τοῦ σώματος συνιστάμενον καὶ πρὸς λόγον κουφίζοντα καὶ εὐφορώτερον ἀποφαίνοντα τὸν ἄνθρωπον. |
| 19 517 [15] | οἱ δὲ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον σημαίνουσι, σὺν δὲ πρηϋτέρῳ, μῆκος νόσου. ἱδρῶτες πυρεταινόντων ἢν ἄρξωνται ἀγαθοὶ καὶ τριταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑνδεκαταῖοι καὶ τεσσαρεσκαιδεκαταῖοι καὶ εἰκοστῇ ἑβδόμῃ καὶ τριακοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νόσους κρίνουσιν, εἰ δὲ μὴ οὕτω γιγνόμενοι, πόνον σημαίνουσι καὶ μῆκος νόσου καὶ ὑποτροπιασμόν· καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐκεῖ φράζε τὴν νοῦσον· καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ θερμὸν, ἐνταῦθα ἡ νοῦσος· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολὴ καὶ ἢν τὸ σῶμα ψύχηται ἢ αὖθις θερμαίνηται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίγνηται, μῆκος νόσου σημαίνει. ἱδρὼς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερῆς αἰτίης τὸ σῶμα σημαίνει, ὅτι πλείονι τροφῇ χρῆται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίνηται, σημεῖον ὅτι κενώσεως δεῖται τὰ σώματα. |
| 19 518 [5] | πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος μηδὲ ἐκλείπων τὸν πυρετὸν κακόν. μηκύνει γὰρ ἡ νόσος καὶ ὑγρασίαν πλείω σημαίνει. |