eul_wid: soi-ae

Βιβλία πρὸς Εὐνάπιον
Books to Eunapius

Oribasius of Pergamon Books to Eunapius PDF

p 1 1 [5] Ἐξ ὧν ἡμῖν διελέχθης, Εὐνάπιε κράτιστε καὶ λογιώτατε, δῆλος γέγονας ἰάσεις βουλόμενος ἐκμαθεῖν ὅσων οἷόντε νοσημάτων ἁπλᾶς καὶ εὐπορίστους, αἷς χρήσαιο ἂν ἔν τε ὁδοιπορίαις καὶ κατ’ ἀγροὺς καὶ ὁπουδήποτε μὴ παρόντος ἰατροῦ, ῥᾳδίως καὶ ὠφελίμως τοῖς ἐξαίφνης προσπίπτουσιν ἀνθιστάμενος, καὶ μάλιστα τοῖς δι’ ὀξύτητα πολλὴν μηδὲ ἀναβολὴν ἐπιδεχομένοις, μήτε ὀργάνου τινὸς μήτε σκεύους ἰατρικοῦ προσδεηθεὶς μηδενὸς δυσπορίστου.
p 1 2 [10] καί μοι δοκεῖς προσηκόντως ἐπὶ τοῦτο ἐληλυθέναι· γινώσκεις γάρ, οἶμαι, τῶν μὲν κατ’ ἀλήθειαν ἰατρῶν πολλήν τινα νῦν οὖσαν τὴν σπάνην, τῶν δ’ ὑποκρινομένων τὴν τέχνην καὶ ὄνομα μόνον ἰατροῦ κεκτημένων πολύ τι τὸ πλῆθος, ἐοικὸς ἐρέταις οὐκ εἰδόσι μέν, ἐπιχειροῦσι δὲ κυβερνᾶν· ὥσπερ γὰρ τῶν ναυτῶν τούτων τινές, οὐκ ἀρκούμενοι τῷ ἐρέσσειν μόνον, ἡνίκα προστάσσει ὁ κυβερνήτης, ἀλλὰ καὶ κυβερνᾶν τολμῶντες πταίουσι πολλάκις, οὕτως καί τινες φλεβοτομεῖν τε καὶ σικυάζειν καὶ ἀποσχάζειν καὶ τὰ ἄλλα τῆς ὑπηρετικῆς ἐμπειρίας μόνα μεμαθηκότες ἐπιτρέπουσιν αὑτοῖς πᾶσαν τὴν ἰατρείαν, οἵτινες οὔτε τὴν ποιότητα τῶν βοηθημάτων οὔτε τὴν ποσότητα γινώσκοντες, ἀλλ’ οὐδὲ τὸν καιρὸν οὐδὲ τὴν τάξιν αὐτῶν εὑρίσκοντες, ὅπερ ἴδιον τοῖς κατ’ ἀλήθειαν ἰατροῖς, τοὺς μὲν δυσιάτοις ἢ καὶ ἀνιάτοις πάθεσι περιβάλλουσιν, ἔστι δ’ οὓς καὶ διαφθείρουσιν.
p 1 3 [5] διὰ ταῦτα ἐπαινῶ σου τὴν προαίρεσιν καὶ πρὸς τούτοις, ἐπειδὴ πράγματος ἀντέχει δυνατοῦ σοι καὶ ἀναγκαίου καὶ τῆς σῆς παιδεύσεως ἀξίου· τῶν γὰρ ἐν ἰατρικῇ πραγματείᾳ ὅσα μὲν ἱκανῆς δεῖται θεωρίας καὶ τῆς ἐπὶ τῶν ἔργων ἀσκήσεως, ταῦτα ἴδια τοῦ τεχνίτου μόνου, τὰ δ’ εὐμεταχείριστα καὶ τοῖς φιλιατροῦσιν ἐφικτά. σὺ δὲ πλέον ἢ προσήκει τοῖς φιλιάτροις ἐπὶ τὴν θεωρίαν τῆς τέχνης ἐλήλυθας· τοσοῦτο ὑπάρξει σοι τὸ δύνασθαι μὴ μόνον ὠφελεῖν αὑτόν τε καὶ ἑτέρους ἔν τισι τῶν παθῶν, ἀλλὰ καὶ τὸ κρίνειν ἐπὶ τῶν μειζόνων τὴν τῶν ἰατρῶν διαφωνίαν αἱρεῖσθαί τε τὸ κρεῖττον καὶ ὠφελιμώτερον.
p 1 5 [5] εἰ μὲν οὖν ἐσῴζετο τὰ τῷ θαυμασίῳ Γαληνῷ γραφέντα περὶ τῶν εὐπορίστων φαρμάκων, εἶχες ἂν τὸ σπουδαζόμενον ἐξ αὐτῶν· ἐπεὶ δ’ οὔτε ταῦτα ἦλθεν εἰς ἡμᾶς, τά τε γραφέντα Διοσκορίδῃ καὶ Ἀπολλωνίῳ καὶ τοῖς ἄλλοις ἅπασιν εὐπόριστα παντελῶς εἰσιν ἀδιόριστα καὶ οὔτε ἀσφαλῶς οὔτε ἱκανῶς ἔχειν μοι δοκεῖ, διὰ τοῦτο ἑτοίμως ὑπήκουσά σου τῇ βουλήσει.
p 1 6 γέγραπται δὲ καὶ Ῥούφῳ τῷ μεγάλῳ πραγματεία τις πρὸς τοὺς ἰδιώτας, ἥτις οὐδὲ αὐτὴ μέν, ὅσον γε ἐμὲ γινώσκειν, πᾶσα φέρεται, διδάσκει δὲ μόνα τὰ καὶ τοῖς ἰδιώταις δυνατὰ δρᾶν.
p 1 7 [5] ἐγὼ δ’ ἐπὶ πλέον ἐκτεῖναι τὰς ἰάσεις ἔγνωκα, στοχαζόμενος τῆς τε σῆς καὶ τῆς τῶν παραπλησίως σοι φιλιατρούντων ἕξεως· εὔδηλον γὰρ ὡς καὶ συνορᾶν τὰ δέοντα καὶ πράττειν τὰ δόξαντα μᾶλλον δυνήσῃ τῶν παντάπασιν ἀπείρων ἰατρῶν· ποιήσομαι γοῦν μνήμην ὀλιγάκις καὶ φλεβοτομίας καὶ καθάρσεων ὀλίγων καὶ τῶν ἄλλων κενωτικῶν βοηθημάτων καὶ φαρμάκων τινῶν συνθέτων τῶν μάλιστα εὐδοκίμων, εἰδὼς ὡς οὐκ ἀδύνατον ἡμῖν προστάττειν τούτοις τοῖς τρίβαξι ταῦτα ἐνεργεῖν τε καὶ σκευάζειν πλείστοις οὖσιν ἁπανταχοῦ· μεσταὶ γοῦν οὐχ αἱ πόλεις μόνον αὐτῶν εἰσιν, ἀλλὰ καὶ πάντες ἀγροί.
p 1 8 [5] πειράσομαι οὖν κατὰ δύναμιν, ὡς ἠβουλήθης, τούς τε σκοποὺς τῶν ἰάσεων καὶ τὰς εὐπορίστους ὅλας συναγαγεῖν ἔκ τε τῶν Γαληνοῦ πραγματειῶν (περιέχεται γὰρ ἐν αὐταῖς καὶ ἡ τῶν εὐπορίστων γνῶσις) ἔκ τε τῶν Ῥούφου τοῦ Ἐφεσίου καὶ τῶν τοῖς ἄλλοις γεγραμμένων, ἐκλέγων τὰ χρήσιμα πρὸς τὰ παρόντα καὶ ὧν μάλιστα καὶ αὐτὸς ἐν πείρᾳ γέγονα.
p 1 9 [5] δυνατὸν δὲ ποιήσασθαι τὴν διδασκαλίαν τὴν περὶ τῶν εὐπορίστων ἰάσεων κατὰ τρεῖς τρόπους, καθ’ ἕνα μὲν ἑκάστου τῶν ἁπλῶν τάς τε καθόλου δυνάμεις καὶ τὰς κατὰ μέρος χρήσεις διελθόντα, κατὰ δεύτερον δ’ ἑκάστου πάθους τὰ ἰάματα καταλέξαντα, καὶ τρίτον, ὅταν ἅμα τῷ μορίῳ κατανοήσας τις τὸ κατ’ αὐτὸ πάθος ἐπὶ τὴν διήγησιν ἀφίκηται τῶν ἰωμένων αὐτό.
p 1 10 καὶ διελεύσομαί γε τοὺς τρεῖς τούτους τρόπους οὕτως ὡς εὐπορώτερον ἔσεσθαί σε τῶν ἑκάστοτε πρακτέων οἰόμενος· ἐπεὶ δ’ ἐκέλευσας μνημονεῦσαί με καὶ τοῦ ὑγιεινοῦ μέρους, ἐνταῦθα τὴν ἀρχὴν ποιήσομαι. Περὶ παιδίου τροφῆς.
1 1 1 Τῷ νεογενεῖ παιδίῳ κατ’ ἀρχὰς ἡ τροφὸς διαιτάσθω, πόνοις τε καὶ σιτίοις τοῖς ἁρμόττουσιν εὐγαλακτοτάτην ἑαυτὴν παρασκευάζουσα. πονείτω μὲν οὖν εἰς τοὺς ἐναντίους τόπους βαδίζουσα καὶ ὑφαίνουσα καὶ πτίσσουσα καὶ κάδῳ ἱμῶσα· σιτείσθω δὲ πτισάνης τε χυλὸν καὶ ἔτνη πισῶν τε καὶ δολίχων καὶ ἰχθῦς τοὺς μὴ κητώδεις καὶ σκληροσάρκους μηδὲ λιμναίους καὶ ὄρνιθας καὶ ἁπαλὰ κρέη.
1 1 3 καὶ οἶνον γλυκὺν καὶ εὐώδη πινέτω, τυρῶν δὲ τραγημάτων καὶ τῶν ἄλλων λαχάνων ἀπεχέσθω, θριδακίνας δ’ ἐσθιέτω μόνας· ἀγαθαὶ γάρ εἰσιν εἰς εὐχυμίαν καὶ εἰς ὕπνον ἄγουσαι τὰ παιδία.
1 1 4 λαμβάνοι δ’ ἂν καλῶς καὶ φοινίκων· διουρητικοὶ γὰρ ὄντες καθαίρουσι τὸ αἷμα καὶ χρηστὸν τὸ γάλα παρασκευάζουσι· πονηρότατα δὲ μίνθη καὶ ὤκιμον, φθείροντα τὸ γάλα.
1 1 5 καὶ τῶν ἀφροδισίων δὲ παντελῶς εἰργέσθωσαν· καὶ γὰρ τοῦτο φθείρει τὸ γάλα μάλιστα πάντων.
1 1 6 [5] εἰς δὲ τὸ πλῆθος τοῦ γάλακτος συντελεῖ μὲν πλέον ἁπάντων ὁ κύτισος ὠμός τε ἐσθιόμενος καὶ ἑφθὸς μετὰ πτισάνης· σὺν γὰρ τῷ πλήθει καὶ ἡδὺ τὸ γάλα ποιεῖ· συντελεῖ δὲ καὶ ἡ τοῦ ἀνήθου κόμη χλωρὰ καὶ τοῦ μαράθου αἱ ῥίζαι παραπλησίως καὶ τὰ εὔζωμα σέλινόν τε καὶ σμύρνιον καὶ ἐρέβινθοι· κατασπῶσι δὲ γάλα καὶ ἀνεμῶναι προστιθέμεναι.
1 1 7 τὸ δ’ ἄριστον γάλα τοῦ μοχθηροῦ δύναταί τις διακρίνειν οὕτως· τὸ μὲν γὰρ ἄριστον καὶ τῇ ὀσμῇ καὶ τῇ γεύσει προσηνὲς καὶ ἡδύ που φανήσεται καὶ λευκὸν καὶ κατὰ σύστασιν ὁμαλῶς τε καὶ μέσως ἔχον παχύτητος καὶ ὑγρότητος· μοχθηρὸν δὲ τὸ τὰ ἐναντία τούτων κεκτημένον.
1 1 8 ταῦτα μὲν πρὸς τὴν τροφόν· τοῦ δὲ παιδίου καὶ τῶν ἄλλων τροφῶν οἵου τε ὄντος ἤδη προσφέρεσθαι, μηδαμῶς ταῖς προθυμίαις ἐμποδὼν γίνεσθαι, φυσικῶς ὁρμῶντος ἐπὶ τὰ γυμνάσια καὶ τροφάς· οὐ γὰρ ἔσται πλησμονὴ πλείονος τοῦ αἵματος εἰς τὴν αὔξησιν ἀπαναλισκομένου.
1 1 9 φροντίζειν μὲν τοῦ καιροῦ τῆς τροφῆς καὶ πάνυ προσήκει, κωλύειν δὲ πρὸ τῶν τρίψεων καὶ τοῦ λουτροῦ σιτεῖσθαι. Δίαιτα τῶν μεταξὺ ἡλικιῶν παιδὸς καὶ γέροντος.
1 2 1 [5] Τῆς αὐξήσεως τοῦ σώματος ἱκανῶς γεγενημένης, δέος οὐ μικρὸν πληθώραν συστῆναι καὶ τὰ ἐκ ταύτης νοσήματα, μηκέτι τῆς τροφῆς ἀναλισκομένης πάσης διὰ τὸ τὴν αὔξησιν πεπαῦσθαι· δεῖ οὖν ἐνδεέστερόν τε διαιτᾶσθαι κατὰ τὰς ἡλικίας ταύτας καὶ πάντα τρόπον εὑρίσκειν κενώσεως τῶν περιττῶν· πρὸ τῶν σιτίων οὖν πονείτωσαν διά τε τῶν ἔργων τῶν εἰθισμένων αὐτοῖς· καὶ γὰρ ὠφελιμώτερον τοῦτο καὶ ἀναγκαῖον τὸ μὴ ὑπολιπεῖν τὰς οἰκείας πράξεις.
1 2 2 [5] ἐσθιέτω δ’ ἕκαστος τὰ εἰωθότα καὶ ὧν εὐπορεῖν οἷός τε, μόνου τοῦ βλάπτοντος ἀπεχόμενος· οἷον δ’ ἐστὶ τοῦτο, [ἐστιν] οὐδὲν ἔσται παρὰ τοῦ ἰατροῦ μαθεῖν, τῆς πείρας αὐτὸν ἱκανῶς διδασκούσης τί μὲν εὔπεπτόν ἐστι, τί δὲ δύσπεπτον, καὶ τί μὲν ἐπιτήδειον πρὸς ὑπαγωγὴν γαστρός, τί δὲ τοὐναντίον ἀποτελεῖ, καὶ τὰ ἄλλα ὁμοίως.
1 2 3 καὶ τῷ πλήθει δὲ τῶν ἐσθιομένων αὐτὸς ἐπιθήσει μέτρον, τῇ τε προθυμίᾳ καὶ τῷ τῆς γαστρὸς ὄγκῳ τὸ αὔταρκες ἐξευρίσκων καὶ τῷ ἔθει προσέχων καὶ πόσα τὰ προεκκριθέντα λογιζόμενος διὰ γαστρὸς ἢ δι’ ἱδρώτων.
1 2 4 δεῖ δὲ μὴ προσεθίζειν ἑαυτὸν ἑνὶ τρόπῳ διαίτης· ἀνάγκης γάρ ποτε καταλαβούσης ἑτέρᾳ διαίτῃ χρήσασθαι, μεγάλως ἀνιάσεται τῷ ξενισμῷ· κάλλιον οὖν εὔκολον εἶναι πρὸς τὰς μεταβολάς, μὴ μονοειδῶς, ἀλλ’ ἄλλοτε ἄλλως διαιτώμενον.
1 2 5 εἰ δέ τις ἀμετρότερον ὀρεχθείη ἢ ἄλλως πως ὑπερπληρωθείη, ὅτι τάχος ἐξεμείτω πρὸ τῆς τῶν σιτίων διαφθορᾶς καὶ τῇ ὑστεραίᾳ διαιτηθεὶς λεπτότερον ἐπανίτω κατὰ βραχὺ πρὸς τὸ σύνηθες· εἰ γὰρ διαφθαρῆναι φθάσειε τὰ σῖτα, πολλὰ ἂν συμπέσειε δύσκολα. κωλύοντος δέ τινος ἐμεῖν, οἷον στήθους ἢ αὐχένος ἐμπαθῶν ὄντων ἢ καὶ φάρυγγος, ῥυείσης μὲν τῆς γαστρὸς προχωρήσει καλῶς· εἰ δὲ μή, κοιμηθῆναι συμφέρει πλέον καὶ θερμοῦ πιεῖν συνεχῶς ὕδατος· τάς τε γὰρ δήξεις ἀμβλύνει καὶ διακλύζει τὸ ἔντερον.
1 2 7 πεφθέντος δὲ τοῦ σιτίου καὶ μάλιστα τῆς γαστρὸς διαχωρησάσης, λουτρῷ χρῆσθαι καὶ προσ〈φορᾶσ〉 ἐλάττονος καὶ πόματος ὑδαροῦ λαμβάνειν.
1 2 8 [10] εἰ δ’ ἡ τροφὴ πεφθείη καλῶς, καὶ ἡ γαστὴρ μὴ διαχωρήσῃ μετὰ βάρους καὶ δυσκινησίας τοῦ σώματος, ἐνυπάρχοι δὲ καὶ ὄκνος τις τῆς γνώμης καὶ ὑπνώδης εἴη, γινώσκειν χρὴ πλησμονὴν εἶναι κατὰ τὰς φλέβας· ὑπερεμπιπλάμεναι γὰρ πνευματοῦνται καὶ τείνονται καὶ ἐμφράσσονται καί ποτε καὶ ῥήγνυνται, καὶ τὰ ἄλλα τὰ μέγιστα καὶ πλεῖστα τῶν νοσημάτων ὑπὸ τῆς πληθώρας ἀποτελεῖται· διόπερ ὅταν διὰ τὴν πλησμονὴν κοπώδης καὶ ἡ αἴσθησις γίνηται, μέχρι μὲν τῆς πέψεως τῶν ἐν γαστρὶ σιτίων ἡσυχάζειν, μετὰ δὲ τοῦτο γυμνασίοις ἀπαναλίσκειν τὴν ὑποτραφεῖσαν πληθώραν· τοῦτο γάρ ἐστι τὸ παρὰ τῶν ἀρχαίων εἰρημένον, κόπῳ κόπον λύειν. Περὶ τῶν διαφθειρόντων τὰ σιτία.
1 3 1 Ὅταν δ’ ἡ γαστὴρ διαφθείρῃ τὰ σιτία, παραχρῆμα μὲν ὑπελθόντων τῶν διαφθειρόντων οὐδὲν ἐπακολουθήσει δύσκολον· μὴ διαχωρούντων δὲ τοῖς πρᾳοτέροις ἐρεθίζειν τῷ τε Διοσπολίτῃ τῷ τὸ νίτρον ἴσον τοῖς ἄλλοις ἔχοντι καὶ τῷ διὰ τῶν ἰσχάδων καὶ τοῦ κνήκωνος καὶ τοῖς ὁμοίοις.
1 3 2 τοῖς δὲ συνεχῶς φθείρουσι τὰς τροφὰς συμφέρει πρὸ τροφῆς ἐμεῖν οἴνου γλυκέος πίνοντας καὶ φεύγειν μὲν τὰς κνισσώδεις καὶ βρομώδεις προσφορὰς καὶ πάσας τὰς εὐφθάρτους, αἱρεῖσθαι δὲ τὰς εὐχύμους.
1 3 3 [5] καὶ τὴν γαστέρα δ’ ὑπάγειν ἐκ διαλειμμάτων συμφέρει τοῖς μετρίως κενοῦσιν, ὁποῖόν ἐστιν ἡ πικρὰ φάρμακον· συγχωρήσας γάρ τις ἀθροίζεσθαι τὴν κακοχυμίαν, δυσιάτοις ἢ ἀνιάτοις ἁλώσεται παθήμασι, ποδάγρᾳ καὶ ἀρθρίτιδι καὶ νεφρίτιδι, πολλάκις δὲ καὶ ὀξεῖ νοσήματι περιπεσεῖται. Περὶ κόπων διὰ πόνον ἄμετρον.
1 4 1 Εἰ δὲ διά τινα πόνον ἄμετρον καὶ ἀήθη καὶ σύντονον συστῆναι συμβαίη κόπον, ἡσυχάζειν μὲν συμφέρει καὶ ἀνατρίβεσθαι δαψιλεῖ καὶ γλυκεῖ τῷ ἐλαίῳ μαλακῶς, λούεσθαι δὲ κατ’ ἀρχὰς μὲν εὐθὺς μετὰ τοὺς πόνους θερμότερον καὶ διαιτᾶσθαι λεπτότερον (λύει γὰρ κόπον ἔνδεια τροφῆς ὡς οὐδὲν ἕτερον), προσέχειν δὲ μή τις περιοδικὴ κίνησις γίνοιτο τῷ κοπωθέντι· φέρει γὰρ πυρετοὺς ἀμελησάντων ὡς τὸ πολύ· λύειν μὲν αὐτὴν λεπτοτέρᾳ διαίτῃ καὶ εὐπέπτῳ καὶ εὐχύμῳ χρώμενον μετὰ προσηνοῦς ἀναπαύσεως.
1 5 t Περὶ ἐγκαύσεως διὰ πόνον ἄμετρον. Ἐγκαυθεὶς δέ τις ἐν ὥρᾳ θέρους διὰ πόνον ἄμετρον ὡς θερμότατον καὶ ξηρότατον συστῆναι κατὰ παντὸς τοῦ σώματος, μήλων κερασίων καὶ κοκκυμήλων καὶ περσικῶν καὶ σικύου ἢ πέπονος ἐσθιέτω καὶ κολοκύνθης καὶ σύκων ψυχρῶν καὶ μέλκης ψυχθείσης.
1 5 2 [5] ἀλλὰ ταῦτα μὲν κακόχυμα, δυνατὸν δὲ καὶ ἄλλως τὸν αὐχμὸν ψῦξαι τε καὶ ὑγρᾶναι· μετὰ γὰρ τὸ λουτρὸν ὕδατος πιέτω πρῶτον, εἶτ’ οἴνου μετρίως ὑδαροῦς, κἄπειτα ἐμέσας θριδακίνης μὲν πρῶτον, εἶτα δι’ ὄξους καὶ γάρου πόδας ὑείους λαμβανέτω καλῶς ἡψημένους καὶ ἀλεκτορίδων ἢ χηνὸς κοιλίας καὶ πτηνῶν ἤ τινος τῶν ἁπαλοσάρκων ἰχθύος ταγηνιστοῦ. γευέσθω δ’ εἰ βούλοιτο καὶ τῶν μὴ κακοχύμων λαχάνων καὶ κολοκύνθης· μετὰ δὲ ταῦτα πινέτω πάνυ ψυχρῷ κεκραμένον οἶνον.
1 5 4 δύναται δὲ καὶ οἰνομέλιτι χόνδρος ἢ οἴνῳ ψυχρῷ ἔγκαυσιν ἄνευ κακοχυμίας ἰάσασθαι· τισὶ δ’ ἤρκεσε καὶ πτισάνης χυλῷ ποθεὶς ἱκανῶς ψυχθείς.
1 5 6 [5] οἱ μὲν οὖν ἐν ἀσχολίαις ὄντες τοιούτοις τισὶν ἰάθησαν· οἱ δὲ κατὰ προαίρεσιν βιοῦντες, εἰ μὴ γυμνάζοιντο, σπανίως ψυχροῦ δεήσονται, γυμναζόμενοι δέ, ἡνίκα ἂν μέσου θέρους καυσωθῶσι, πηγαῖον πινέτωσαν ψυχρόν· ἡ γὰρ χιὼν κἂν ἐν τῷ παρόντι μηδὲν φαίνηται βλάπτουσα τοὺς νέους, ἀλλ’ ἀναισθήτως καὶ κατ’ ὀλίγον αὐξανομένης τῆς βλάβης· προϊόντος τοῦ χρόνου δέ, τῆς ἡλικίας παρακμαζούσης, δυσίατα καὶ ἀνίατα συνίσταται πάθη κατ’ ἄρθρα καὶ νεῦρα καὶ σπλάγχνα. Περὶ πυκνώσεως τοῦ σώματος.
1 6 1 Πυκνωθέντος δὲ τοῦ σώματος διὰ ψῦξιν ἢ λουτρὸν στυπτηριῶδες, γνωριεῖς μὲν τὴν διάθεσιν ἐξ ἀχροίας λευκῆς καὶ σκληρότητος τοῦ δέρματος κἀκ τοῦ μὴ ῥαδίως ἐκθερμαίνεσθαι μηδὲ τοὺς ἐξ ἔθους ἱδρῶτας προχεῖσθαι.
1 6 2 θεραπεύσεις δὲ θερμαίνων γυμνασίοις τε καὶ λουτροῖς καὶ κυλινδεῖσθαι ποιῶν ἐπὶ λίθου τινὸς ἐν τῷ λουτρῷ, τῶν χαλαστικῶν ἐλαίων ἑνὸς ἐπιχυθέντος αὐτῷ· μηδὲ ψυχρὸν ἄγαν ἔστω τὸ ὕδωρ τὸ ἐν τῷ ψυχροδόχῳ, μηδ’ ὅλως ἐγχρονιζέτω κατ’ αὐτό.
1 6 3 μέλλων δ’ ἐνδύεσθαι γλυκεῖ καὶ λεπτομερεῖ καὶ παλαιῷ τῷ ἐλαίῳ χριέσθω· κάλλιστον δ’ ἐστὶ τὸ ἀνήθινον καὶ μάλιστα ἐκ χλωροῦ γεγονὸς ἀνήθου· χρησιμώτατον δὲ ταῖς πυκνώσεσι τοῦ δέρματος· ὥσπερ δὲ καὶ τοῖς ἰσχυροῖς κόποις, τὸ διὰ τῆς αἰγείρου ἄκοπον.
1 7 t Περὶ τῶν ἐπὶ σιτίοις γυμνασίων καὶ λουτρῶν βλαψάντων. Ἐπὶ πλήθει σιτίων γυμναζομένοις πολλοῖς βλάβαι παρακολουθοῦσιν οὐ σμικραί, κεφαλῆς τε πληρουμένης καὶ ἐμφραττομένου τοῦ ἥπατος· εὐθὺς οὖν θεραπεύσεις τὴν μὲν κεφαλὴν διὰ τῶν περιπάτων, μετὰ τροφὴν μὲν τῶν βραδυτάτων, πρὸ τροφῆς δὲ διὰ τῶν ἐπιεικῶς συντονωτέρων, τὸ δ’ ἧπαρ διὰ τῶν ἐκφραττόντων.
1 7 2 κάλλιστον δ’ ἐστὶ τὸ ὀξύμελι καὶ τὸ ἁπλούστερον διὰ τριῶν πεπέρεων.
1 7 3 πίνειν δὲ καὶ ἀψινθίου κόμης ἀπόβρεγμα καὶ τὸ δι’ αὐτοῦ καὶ ἀνήσου καὶ τῶν πικρῶν ἀμυγδαλῶν δι’ ὀξυμέλιτος, πρὸ λουτροῦ κατειργασμένων τῶν ἐν γαστρί, καὶ τὸ διὰ καλαμίνθης δὲ λαμβάνειν ὁμοίως δι’ ὀξυμέλιτος, φυλαττόμενον αὐτοῦ τὴν συνεχῆ χρῆσιν τῶν πικροχόλων.
1 7 4 πάντων δ’ ἀπέχεσθαι δεῖ τῶν παχυχύμων τε καὶ γλίσχρων ἐδεσμάτων, μέχρις ἂν παύσηται τὸ σύμπτωμα, τοῖς δὲ λεπτύνουσι χρῆσθαι. Περὶ τῶν μὴ γυμναζομένων, εὐωχουμένων δὲ μόνον.
1 8 1 Πολλοὺς ἀγυμνάστους, εὐωχουμένους δὲ μόνον ἔστιν ἰδεῖν καί τινας αὐτῶν οὐ πολλάκις νοσοῦντας, ὅταν ὦσιν ἀραιοὶ καὶ εὐδιάπνευστοι. χρὴ οὖν μὴ μετάγειν ἐφ’ ἕτερον ἔθος τοὺς τοιούτους· τῶν δὲ συνεχῶς νοσούντων τὰς νοσοποιοὺς αἰτίας κωλυτέον.
1 8 2 [5] εἰσὶ δ’ ἐκ τοῦ σώματος ὁρμώμεναι πλῆθος καὶ κακοχυμία· τῶν μὲν οὖν ταχέως ἀθροιζόντων πλῆθος ἀφαιρεῖν προσήκει τῶν τροφῶν τῆς ποσότητος μετὰ τοῦ ὀλιγότροφα μᾶλλον ἀντὶ τῶν πολυτρόφων προσφέρειν· τῶν δὲ τὴν κακοχυμίαν ἀθροιζόντων, ἐπειδὴ τοὺς μὲν ὁρῶμεν φλέγμα, τοὺς δὲ ξανθὴν χολήν, τοὺς δὲ μέλαιναν ἀθροίζοντας, ἀπέχεσθαι τῶν τροφῶν ἐκείνων ποιήσομεν, ὅσαι τὸν εἰωθότα πλεονάζειν χυμὸν γεννῶσιν. πάντων δὲ τούτων ἡ γαστὴρ εὔκολος παρασκευαζέσθω.
1 9 t [5] Περὶ τῶν ἁρμοττουσῶν κενώσεων τοῖς ὑγιαίνουσιν. Τῶν δὲ παλαιῶν τισιν ἐξαρκεῖν ἐδόκει πρὸς ὑγείαν ἐφήμερα κενοῦσθαι διὰ γαστρὸς καὶ οὔρων ἀμέμπτως καὶ ἱκανῶς πρὸς τὸ πλῆθος τῶν ἐσθιομένων καὶ πινομένων, 〈καὶ γινομένων μὲν τῶν κενώσεων κατὰ λόγον ἐπῄνουν,〉 μὴ γινομένων δὲ συνήργουν τῇ μὲν οὐρήσει σκάνδικι καὶ σελίνῳ καὶ μαράθῳ καὶ ἀσπαράγῳ, τῇ δὲ κοιλίᾳ τερεβινθίνην διδόντες ἐλαίας μέγεθος καταπίνειν εἰς ὕπνον τρεπομένοις· μᾶλλον δ’ ὑπάγειν βουλόμενοι νίτρου βραχὺ κατεμίγνυον.
1 9 2 ἐπιτήδεια δ’ ὠὰ πρὸς ὑπαγωγὴν γαστρὸς καὶ λαχάνων τεῦτλα καὶ μαλάχαι καὶ κράμβαι καὶ τῶν κογχαρίων ὁ ζωμός· καὶ ἴσως ἐξαρκεῖ ταῦτα, μηδενὸς μεγάλου κωλύοντος.
1 9 3 [5] εἰσὶ μὴν οἱ καὶ τῶν σφοδροτέρων χρῄζοντες· καὶ ἔστιν οὐρητὰ μὲν ἄνευ τῶν εἰρημένων πετροσέλινον, δαῦκος, ἄνησον, καλαμίνθη καὶ ὀρίγανος καὶ ἀψίνθιον καὶ ἄγρωστις καὶ σκολύμου ῥίζα καὶ κύτισος καὶ ἀδίαντον· ἕκαστον οὖν τούτων ἐν ὕδατι ἀφεψῶντα ἐν οἴνῳ πίνειν· καθαίρει γὰρ δι’ οὔρων ταῦτα τὸ αἷμα· καὶ ἔστιν οὐ σμικρὸν ὄφελος, ὡς ἄν τις οἰηθείη· κινητικὰ δὲ τῆς γαστρὸς λινόζωστις ἐν ὕδατι μεθ’ ἁλῶν ἑψηθεῖσα καὶ ἐσθιομένη καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον καὶ τῆς ἀκτῆς τὰ φύλλα παραπλησίως καὶ τοῦ πολυποδίου τῆς ῥίζης ὅσον 𐅻 β ἐπιπασσόμεναι ταρίχει καὶ ἐν πτισάνῃ [ἡ] ῥοφούμεναι.
1 9 4 τινὲς δὲ καὶ ἀλόης ἐπὶ δείπνῳ λαμβάνουσιν ὅσον ἐρεβίνθους τρεῖς, καὶ τὸ ἐφήμερα καλῶς αὐτοῖς ἡ γαστὴρ ὑπέρχεται, καθάπερ καὶ τοῖς κνήκους ἐμβάλλουσιν εἰς ὄψα.
1 9 5 τῶν δ’ εἰρημένων κάλλιστος ἐπίθυμος ἐν οἴνῳ πινόμενος· χρὴ δὲ τὸν πιόντα δειπνῆσαι μὲν συνήθως, ἐνδεέστερον δέ, καὶ οὕτως ἀναπαύεσθαι· κενοῖ γὰρ ἐπιεικῶς· ὁ δὲ σφοδρότερον κενοῦσθαι δεόμενος ἕωθεν ἐπιθύμου πινέτω 𐆃 ϛ ἐν ὀξυμέλιτι.
1 9 6 τοῦτο δὲ ποιείτω ἦρος ὥρᾳ κατ’ ἀρχάς, πρὶν ζέσαντας καὶ χυθέντας τοὺς τέως συνεστῶτας χυμοὺς τοὺς ἐν χειμῶνι πλεονάσαντας ῥυῆναι πρός τι μόριον τῶν ἐπικαίρων ἤ τι πάθος ἀνήκεστον καὶ κινδυνῶδες ἀπεργάσασθαι.
1 9 7 [5] συμφέρει δέ ποτε καὶ τοῦ αἵματος κενοῦν ἐφ’ ὧν πληθύνει κατὰ τὴν τοῦ ἦρος ὥραν· ἀλλ’ ἔργον τοῦτο γεγυμνασμένου φλέβας τέμνειν· πλεῖστοι δ’ εἰσὶν ἁπανταχοῦ τοιοῦτοι καὶ οὐκ ἀπορήσεις τῶν ἐνεργούντων· εἰ δὲ μή, καὶ τὰς κνήμας ἀποσχάζων, ὡς ὁ Περγαμηνὸς Ἀπολλώνιος συνεβούλευε, ποιήσεις τὸ δέον· τοῦτο γὰρ τό τε πᾶν σῶμα κουφίζει καὶ τὴν κεφαλὴν ὀνίνησι μάλιστα καὶ περιττῆς ἀκριβείας οὐ δεῖται· γυναιξὶ δὲ καὶ καταμήνια μὴ προχωροῦντα καλῶς ἐρεθίζει.
1 9 9 [5] τοῖς δὲ κακοχύμοις καὶ διὰ δριμύτητα περιττωμάτων ἐξανθήματα ποιοῦσι περὶ τὸ δέρμα καὶ δακνομένοις ἡνίκα οὐροῦσί τε καὶ ἀποπατοῦσι, τὸ γάλα πίνειν συμφέρει μετὰ μέλιτος καὶ τὸν ὀρρὸν τοῦ γάλακτος, ὃν διακρινοῦμεν ἑψῶντες, ἐπειδὰν ἀναζέσῃ, καταρραίνοντες οἶνον ἢ μελίκρατον καὶ ἠθοῦντες· οὕτω γὰρ ὁ τυρὸς χωρίζεται.
1 9 10 πίνειν δὲ τὸ πρῶτον ἁλῶν μιγνύντας· ποριμώτερον γὰρ αὐτὸν οἱ ἅλες παρασκευάζουσι· τοῦ πρώτου δ’ ὑπελθόντος πίνειν αὐτὸν ἤδη χωρὶς ἁλῶν ἐκ μικρῶν διαλειμμάτων, ἕως ἂν ἡ κάθαρσις ἱκανὴ γένηται.
1 9 11 τὸ δὲ πλῆθος ἀρκέσει τῷ πίνοντι τοῦ ὀρροῦ 𐆂 ο ε τὸ μέτριον.
1 9 12 ἁρμόττει δὲ τοῖς οὕτω διακειμένοις καὶ ὁ τῶν παλαιῶν ἀλεκτρυόνων ζωμὸς πινόμενος.
1 9 13 [5] πολλοὺς δ’ ὠφελοῦσι καὶ ἔμετοι κενοῦντες τοῦ φλέγματος ἱκανῶς· ἀλλ’ οὐ χρὴ τεταγμένως οὐδὲ πάντως αὐτοὺς ἀεὶ κενοῦν, ὅπως ἂν μὴ δι’ ἀνάγκην τινὰ παραλειφθέντες βλάβην ἐνέγκωσιν· ἀναγκαῖον δὴ τοίνυν ἢ οἰνωθέντας παρὰ τὸ προσῆκον ἐμεῖν ἢ τροφῆς ὑπερπλησθέντας ἢ τῆς ἄλλης πληθώρας τῆς κατὰ τὸ σῶμα πᾶν ἀντιλαμβανομένους.
1 9 14 σημεῖα δὲ τῆς τοιαύτης ἐστὶ πληθώρας βάρος μετ’ ὄγκου καὶ ἄση καὶ νωθρότης καὶ ὕπνος πλείων τοῦ συνήθους καὶ παλμοὶ τοῦ σώματος φλεβῶν τε ἔντασις καὶ ἄτακτοι φρῖκαι συμμιγεῖς θερμότητι· ταῦτα γὰρ μάλιστα τὰς καθ’ ὅλον τὸ σῶμα πλησμονὰς διασημαίνει.
1 9 15 καὶ ἐπὶ τούτοις, εἰ ἕλοιτό τις ἐμεῖν, λεπτὸν καὶ εὔρουν παρασκευαζέτω τὸ φλέγμα, ῥαφανῖδας ἐσθίων ἐν τῷ δείπνῳ καὶ πράσον καὶ κρόμμυον ἢ τάριχος ἢ ὀριγάνου ὀλίγον καί τι τῶν ἀπὸ θύμου καὶ νάπυος ἀποτριμμάτων.
1 9 16 [5] ῥοφείτω δὲ πτισάνας καὶ ἔτνη κρέα τε ἐρίφων ἢ ἀρνῶν ἢ χοίρων ἐσθιέτω ... τὸ μέλι καὶ πλακούντων ἀπογευέσθω· πινέτω δὲ γλυκὺν οἶνον μὴ ἄκρατον, καὶ διιστὰς ἀπὸ τοῦ δείπνου τοσοῦτον ὡς καταστῆναι μὲν τὴν τροφήν, μηδέπω δὲ τρέπεσθαι πεττομένην, ἐμεῖν ὕδατος χλιαροῦ ἀθρόου προπιόντα καὶ πάλιν ὁμοίως, ἂν δέῃ, ταῦτα ποιοῦντα.
1 9 17 καλῶς δὲ καὶ αὐτάρκως ἐμέσας ὀξυκράτῳ προσκλυζέσθω τὸ πρόσωπον καὶ διακλυζέσθω τὸ στόμα· καὶ γὰρ ὀφθαλμοῖς τοῦτο καὶ ὀδοῦσιν ὠφέλιμον· σήπονται γὰρ οἱ ὀδόντες τοῖς ἐμοῦσι καὶ μὴ ποιοῦσιν οὕτως.
1 9 18 πινέτω δ’ ἐπὶ τούτοις ὕδωρ θερμότερον καὶ ἀναπαυέσθω τῶν ποδῶν ἀνατριβομένων ὑπό τινος πρᾴως.
1 9 19 εἰ δέ τις ἐμοίη μετὰ πλείονος δυσκολίας, παραιτεῖσθαι μὲν ἄμεινον· ἐπειγούσης δέ τινος ἀνάγκης ἐμεῖν ἐπεσθιέτω τοῖς προειρημένοις πέπονος ἢ σικύου σπέρματος μετὰ μέλιτος ἢ ῥίζαν ξηρὰν κόψας τοῦ πέπονος μετὰ μέλιτος· ταῦτα γὰρ εὔκολον ποιεῖ τὸν ἔμετον.
1 9 20 τὰ μὲν οὖν περὶ τὰς κενώσεις ἐπὶ τοσοῦτον ἄν τις ὡς πλέον τῶν ἰατρῶν ποιοίη. Περὶ 〈τῆσ〉 ταῖς ὥραις ἁρμοττούσης διαίτης.
1 10 1 [5] Καλῶς δ’ ἂν ἔχοι καὶ πρὸς τὰς ὥρας ἀφορῶντα διαιτᾶσθαι καὶ χειμῶνος μὲν πλείοσι τοῖς πόνοις χρῆσθαι καὶ ἐσθίειν πλείονα, μάλιστα ὅταν ἡ κατάστασις ᾖ βορεία· νοτίας γὰρ οὔσης, πονεῖν μὲν ὁμοίως, ἐλάττονα 〈δὲ〉 σῖτα καὶ ποτὰ προσφέρεσθαι καὶ ὅλον τὸ σῶμα ξηρὸν ποιεῖν ἐν ὑγρᾷ τῇ ὥρᾳ παντοίως, ὥσπερ ἐν τῇ ψυχρᾷ θερμότερον διὰ τοῦ πόνου καὶ ἐδωδῆς κρεῶν θερμῶν ἐσθιομένων καὶ λαχάνων δριμυτέρων καὶ οἴνου πλείονος.
1 10 2 [5] εἰσβάλλοντος δὲ τοῦ ἦρος, ὃς μέν τις δι’ ἐμέτων, ὃς δὲ διὰ γαστρὸς κενούσθω, καὶ ἄλλος φλέβα τεμὼν ἀφαιρείτω τοῦ αἵματος, ὅπως ἂν ἕκαστος ἔθους καὶ προθυμίας ἔχων τυγχάνῃ· καὶ γὰρ ἰδεῖν ἔστι τοὺς πολλοὺς σύνεσιν ἔχοντας ἐνίοτε τοῦ συμφέροντος κελεύοντάς τε τοῖς ἰατροῖς φλεβοτομεῖν ἤ τι ἄλλο ποιεῖν τῶν συμφερόντων αὐτοῖς· οὕτως ἡ φύσις καὶ πρὸς ταῦτα ὁρμὰς ἐντίθησι προσηκούσας τοῖς ἀνθρώποις.
1 10 3 δίαιτα δ’ ἡ ἄλλη κατ’ ἔαρ εἴη, καὶ τῶν πόνων τι 〈καὶ〉 τῶν τροφῶν ὑφαιροῦσα, τοῖς πόμασι δὲ προστιθεῖσα, διότι καὶ ἡ ὥρα θερμοτέρα τοῦ χειμῶνος.
1 10 4 κατὰ δὲ τὸ θέρος ἀνάπαυσις συμφέρει καὶ τῶν πόνων καὶ τῶν τροφῶν ἐλάττωσις καὶ εἴδους εἶναι ψυχροτέρου τὰς τροφὰς τῷ τε ποτῷ δαψιλεῖ χρῆσθαι καὶ πάντα ποιεῖν τὰ εἰς ἀνάψυξίν τε καὶ ὑγρότητα συντελοῦντα.
1 10 5 [10] κατὰ 〈δὲ〉 τὸ φθινόπωρον, ἐπειδὴ παντοίως ἐστὶν ἀνώμαλον καὶ ἄτακτον καὶ παντοδαπὰς ἐπιφέρον νόσους, πάνυ πεφυλαγμένως χρὴ διαιτᾶσθαι, μήτε περὶ τὰς πέψεις ἐξαμαρτάνοντα καὶ ἀφροδισίων καὶ ψυχροῦ πόματος ἐγκρατέστερον γενόμενον καὶ τὸ μὲν κατὰ τὴν ἕω ψυχρὸν τοῦ ἀέρος, κατὰ δὲ τὴν μεσημβρίαν τὸ καυσῶδες ἐκκλίνοντα, καὶ ὀπωρῶν δὲ μὴ ὑπερεμπιπλᾶσθαι· λυπηρὰ γὰρ οὐ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τῇ κακοχυμίᾳ καὶ τῷ φύσσαν ἐμποιεῖν· καὶ γὰρ οὖν καὶ αἱ κράτισται τῶν ὀπωρῶν, σῦκα καὶ βότρυες, πνεῦμα τίκτουσιν, εἰ μή τις αὐτῶν λαμβάνει πρὸ τῶν ἄλλων σιτίων, καὶ φθείρουσι τὰς τροφάς· προλαμβανόμεναι δ’ οὔτε ἐμφυσῶσιν [καὶ] οὔτε συνδιαφθείρουσιν.
1 10 6 ψυχροτέρου δὲ γενομένου τοῦ ἀέρος, ἀνὰ λόγον τὸ σῶμα θερμαίνειν καὶ πάντα ποιεῖν ὡς προσάγοντος τοῦ χειμῶνος.
1 10 7 καλῶς δ’ ἂν ἔχοι μετὰ τὴν ἰσημερίαν καὶ κενώσει τινὶ χρῆσθαι τῶν εἰρημένων, ὅπως ἂν μηδὲν περιττὸν κατασχεθὲν 〈ἐν〉 τῷ χειμῶνι γένηται λυπηρόν.
1 10 8 οὕτω μὲν καὶ πρὸς τὰς ὥρας ἀφορῶν διαιτῷτο ἄν τις καλῶς. Γερόντων δίαιτα.
1 11 1 Καὶ οἱ γέροντες, ἐπειδὴ ψυχρᾶς καὶ ξηρᾶς κράσεώς ἐστι θερμαίνεσθαι καὶ 〈ὑγραίνεσθαι, δέονται τῶν θερμαίνειν καὶ〉 ὑγραίνειν δυναμένων.
1 11 2 καὶ ἀνατριβέσθωσαν δὲ μετὰ τοὺς ὕπνους οἱ γέροντες σὺν ἐλαίῳ· ταῦτα γὰρ αὐτῶν ἐπεγείρει τὸν ζωτικὸν τόνον.
1 11 3 μετὰ δὲ ταῦτα καὶ περιπάτοις ἀκόποις καὶ αἰώραις χρήσθωσαν κατὰ τὴν ἑαυτῶν δύναμιν, οἱ μὲν ἀσθενέστεροι ταῖς αἰωρήσεσιν ἀρκούμενοι μόναις, οἱ δ’ ἰσχυρότεροι καὶ ἀμφοτέροις χρώμενοι· θᾶττον δ’ ὁ ἀσθενέστερος ταῦτα δράτω.
1 11 4 [5] κάλλιον γοῦν τὸν τοιοῦτον καὶ τρίτον ἐσθίειν κατ’ ὀλίγα· περὶ μὲν τρίτην ὥραν μετὰ μέλιτος καλλίστου 〈ἄρτον〉 ἢ χόνδρον ἐν ὕδατι ἡψημένον, μιγνυμένου μέλιτος, περὶ δ’ ἑβδόμην λουσάμενον ἀριστᾶν, καὶ πρῶτον μὲν τὰ λαπάττοντα τὴν γαστέρα προσφερόμενα, ἐφεξῆς δὲ ταῦτα ἃ τοῦ τῶν εὐχύμων ἐστὶ γένους, καὶ τρίτον ἐπὶ τῷ δείπνῳ διάβροχον ἄρτον οἴνῳ κεκραμένῳ λαμβάνειν ἤ τι ἄλλο τῶν εὐχυμοτάτων καὶ δυσφθάρτων.
1 11 5 οὔτε δ’ οἴνου παχυχύμου προσφέρεσθαι χρὴ τὸν πρεσβύτην οὔτε ἐδέσματα τοιούτου πού τινος 〈γένουσ〉· καὶ γὰρ ὕδερον ἢ λιθίασιν ἐπάγουσι τοῖς ἐπὶ πλέον αὐτοῖς χρησαμένοις γέρουσιν, ἐμφραχθέντος καὶ τοῦ ἥπατος ἢ καὶ τῆς σπληνὸς ἢ νεφρῶν. προπόμασι δ’ εἰ βούλοιντο χρήσασθαι τοῖς διὰ μέλιτος κατασκευαζομένοις χρήσθωσαν, καὶ μάλιστα εἰ λιθιάσει νεφρῶν ἢ ποδάγρᾳ καὶ ἀρθρίτιδι καταπονοῖντο.
1 11 7 μιγνύειν δ’ ἐπὶ μὲν τῶν ἀρθριτικῶν τῷ οἰνομέλιτι πετροσέλινον ἀρκέσει μόνον, ἐπὶ 〈δὲ〉 τῶν λιθιώντων καὶ τῆς βεττονίκης ἐπεμβάλλειν, ἥτις σαρξίφαγος καλεῖται.
1 11 8 χρήσιμον δὲ καὶ τὸ ἁπλοῦν συντιθέμενον πόμα δι’ οἰνομέλιτος καὶ ὀλίγου πεπέρεως καὶ πηγάνου.
1 11 9 [5] δεῖ μὲν οὖν, ὡς ἔφην, φεύγειν ἀεὶ καὶ τὸν γέροντα τὴν τῶν ἐμφραττόντων προσφοράν· κατά τινα δὲ περίστασιν εἰ προσενέγκοιτο ἐμφραχθέντα, λαμβάνειν εὐθὺς καὶ μάλιστα μὲν τοῦ διὰ καλαμίνθου· εἰ δὲ μή, τοῦ διὰ τριῶν πεπερέων· μηδετέρου δὲ τούτων παρόντος, καὶ πεπέρεως λευκοῦ χνοώδους ἐσθίειν σὺν τοῖς ὄψοις 〈καὶ〉 ἐπιπάττειν τῷ πώματι.
1 11 10 συμφέρει δὲ κατὰ τὸν καιρὸν τοῦτον καὶ κρομμύου καὶ σκορόδου γεύεσθαι· τῆς γαστρὸς δ’ ὑποκινηθείσης, ἐνίοτε τῆς θηριακῆς λαμβάνειν.
1 11 11 καὶ ἐπειδὴ ἀθροίζει συνεχῶς ὁ γέρων φλεγματώδη περιττώματα διὰ τὸ τῆς φύσεως ἀσθενές, χρεία τῶν τεμνόντων καὶ τῆς λεπτυνούσης διαίτης· μὴ χρονίζειν δ’ ἐν τούτοις, ἀλλ’ εὐθὺς ἰέναι μᾶλλον καὶ ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν.
1 11 12 πρὸ πάσης δ’ ὀπώρας αἱρείσθω τὰ πέπειρα σῦκα, τὰς δ’ ἰσχάδας ἐν χειμῶνι· καὶ γάλα δέ, εἰ πέττειν αὐτὸ καλῶς δύναιτο, καὶ μηδὲ ἡτισοῦν ᾖ περὶ τὸ ἧπαρ διάθεσις, προσφέρεσθαι μὴ κωλυέσθωσαν.
1 11 13 διὰ δὲ τὰ ὀρρώδη καὶ φλεγματώδη περιττώματα σελίνῳ καὶ μέλιτι καὶ τῷ οἴνῳ τῷ λεπτῷ τὴν οὔρησιν ἐφ’ ἡμέρας προτρεπέτω.
1 11 14 τὴν γαστέρα δ’ ἐπεχομένῳ ὑπάγειν ἔλαιον διδόντας πρὸ τῶν σιτίων καταρροφᾶν καί ποτε καὶ κάτωθεν ἐνιέντας· μαλάττει τε γὰρ τὰ περιττώματα καὶ ὄλισθον ἐμποιεῖ· φεύγειν δὲ τοὺς δριμεῖς κλυστῆρας ὡς ξηραίνοντας τὸ ἔντερον.
1 11 15 ὑπάγει δὲ καὶ τὰ λάχανα πρὸ τῶν ἄλλων σιτίων ἐσθιόμενα γαρελαίῳ καὶ σῦκα καὶ κοκκύμηλα καὶ τὰ ὅμοια τούτοις προεσθιόμενα· χειμῶνος δ’ ἰσχάδες καὶ ἐλαῖαι ἁλμώδεις καὶ ἡψημένα ἢ διαβεβρεγμένα Δαμάσκηνα ξηρὰ μελικράτῳ καλὸν ἔχοντι τὸ μέλι καὶ δαψιλές.
1 11 16 [5] οὐ μήν, ὥσπερ εἰώθασί τινες, συμβουλεύσαιμι ἂν ἀλόης αὐτῆς λαμβάνειν ἢ τῆς πικρᾶς ἄνευ τινὸς ἀνάγκης μεγάλης· κἂν γὰρ παρὰ μίαν ἡμέραν ἡ γαστὴρ ἐπ’ αὐτῶν ποιοίη, μηδὲν φαρμακῶδες προσφέρειν· ἐπὶ πλέον δ’ ἐπεχομένης, ἀρκέσει τῇ τρίτῃ διδόναι τῆς λινοζώστεως καὶ τοῦ κνήκου σὺν πτισάνῃ καὶ τερεβινθίνης καρύου Ποντικοῦ μέγεθος, πολλάκις δὲ καὶ δύο καὶ τρία· μετὰ γὰρ τοῦ λαπάττειν καλῶς τόν τε πνεύμονα καὶ τοὺς νεφροὺς καὶ τὰ ἄλλα σπλάγχνα διακαθαίρει.
1 11 17 καλὸν δὲ καὶ τὸ διὰ τῶν ἰσχάδων τῶν λιπαρῶν καὶ τοῦ κνήκου· ἀφαιρείσθω δ’ ἀμφοτέρων τὰ ἔξωθεν περικείμενα καὶ ὁμοῦ κοπτέσθω· πολλαπλασίων δ’ ἔσται ἡ ἰσχὰς τῷ σταθμῷ τοῦ κνήκου, καὶ διδόσθω δύο ἢ τριῶν ἰσχάδων μέγεθος.
1 11 18 ἀμείβειν δὲ δεῖ τὴν χρῆσιν τούτων· τοῦ γὰρ ἑνὸς ἡ φύσις ἐν συνηθείᾳ γινομένη καταφρονεῖν εἴωθεν.
1 11 19 χρόνον δὲ πλείονα τῶν νέων ἐπιμενέτωσαν οἱ γέροντες ταῖς κλίναις, ὅπως ἂν πεφθείη καλῶς ὑπὸ τῆς ἀλέας τὰ περιττώματα αὐτῶν. Περὶ οἴνου δυνάμεως.
1 12 1 [5] Χρὴ δὲ γινώσκειν τὸν πεφροντικότα τῆς ὑγείας καὶ περὶ οἴνου δυνάμεως καὶ ἀφροδισίων ὁμοίως· ὁ τοίνυν οἶνος ἀναζωπυρεῖ μὲν τὸ ἐν ἡμῖν θερμόν, καὶ διὰ τοῦτο αἱ πέψεις ἀμείνους γίνονται καὶ τὸ αἷμα χρηστόν, τήν τε τροφὴν διάγει πανταχοῦ πόριμος ὤν· διὸ καὶ τοὺς ἐκ νόσων ἰσχνωθέντας εὐτροφεῖς ἀπεργάζεται· ποιεῖ γὰρ καὶ ὀρεκτικοὺς τροφῶν καὶ τὸ μὲν φλέγμα λεπτύνει, τὴν δὲ χολὴν δι’ οὔρων ἐκκαθαίρει, καὶ τῇ ψυχῇ δ’ εὐφροσύνην καὶ ἡδονὴν ἐμποιεῖ καὶ ῥώμην παρέχει· τούτων μὲν οὖν τῶν ἀγαθῶν ὁ μέτρῳ πινόμενος αἴτιος γίνεται· τῶν δ’ ἐναντίων ὁ ἄμετρος.
1 12 2 διὰ τοῦτο οἱ μεθυσθέντες παρίενταί τε καὶ παρανοοῦσι καὶ καταφορικοὶ γίνονται· διὸ φεύγειν χρὴ τὴν εἰς τοσοῦτον ἀμετρίαν τῆς τοῦ οἴνου πόσεως.
1 12 3 διὰ χρόνου δὲ πλείονος ἐπιεικῶς συμφέρει πίνειν· τήν τε γὰρ δι’ οὔρων κάθαρσιν δαψιλῆ κινεῖ καὶ ἱδρῶτας προχεῖ· κάλλιον δ’ ἐπὶ τούτοις καὶ ἐμεῖν μελικράτου προσλαβόντας, ὡς μηδὲ μικρὸν ὑπ’ αὐτοῦ βλαβῆναι.
1 12 4 κωθωνιζόμενος δέ τις τῆς μὲν ἄλλης τροφῆς μὴ ἄγαν ἐμπιπλάσθω, πίνων δ’ ἐν τῷ μεταξὺ κράμβην ἑφθὴν ἐσθιέτω καὶ τραγημάτων γευέσθω, καὶ μᾶλλον τῶν ἀμυγδαλῶν· ταῦτα γὰρ καὶ τὰς κεφαλαλγίας κουφίζει καὶ τοῖς ἐμοῦσιν οὐδαμῶς ἐστι λυπηρά.
1 12 5 κάλλιστον δὲ καὶ τοῦ ἀψινθίου τὸ ἀπόβρεγμα πρὸ τῶν ποτῶν λαμβάνειν· πάνυ γάρ ἐστιν ἀκραιπάλωτον.
1 12 6 εἰ δὲ καὶ δάκνοιντό τινες ὑπὸ τοῦ οἴνου, ψυχρὸν ὕδωρ ἐπιρροφεῖν, τῇ δ’ ὑστεραίᾳ πάλιν τοῦ ἀψινθίου πίνειν περιπάτοις τε καὶ ἀνατρίψεσι καὶ λουτρῷ καὶ ἐλάττονι τροφῇ χρησάμενον ἀνακομισθῆναι. Περὶ ἀφροδισίων.
1 13 1 Τὰ δ’ ἀφροδίσια βλαβερὰ μὲν στήθει καὶ πνεύμονι καὶ κεφαλῇ καὶ νεύροις, τρέπει δὲ τὴν γνώμην ἐπὶ τὸ ἥμερον, ὡς μελαγχολίας καὶ μανίας καθιστᾶν καὶ τῶν ἐρώντων τὴν προθυμίαν ἐλαττοῦν, κἂν ἑταίρᾳ μιγῶσιν.
1 13 2 τοῖς δὲ χρωμένοις μίξεσι φυλάττεσθαι προσήκει πλησμονὰς καὶ μᾶλλον τὰς ἀπὸ τοῦ οἴνου καὶ ἔνδειαν τὴν ἐπί τε ἐμέτοις καὶ ταῖς κάτω καθάρσεσι γινομένην, καὶ εἴ τινι γαστὴρ αὐτομάτως ῥυῇ· φυλάττεσθαι δὲ καὶ ἀπεψίας καὶ κόπους, καὶ εἴ τι ἄλλο πρὸς μέλλουσαν νόσον ὕποπτον.
1 13 3 ἥκιστα δὲ καὶ ἐν φθινοπώρῳ μίγνυσθαι καὶ ἐν ἄλλῃ τινὶ ὥρᾳ νοσήματα ἐπιδήμια φερούσῃ.
1 13 4 καιρὸς δ’ ἐπιτήδειος μίξεως ὁ μετὰ τροφὴν πρὸ τῶν ὕπνων· καθυπνοῦντι γὰρ εὐθὺς καθίσταται ὁ κόπος· οὗτος δὲ καιρὸς καὶ εἰς παιδοποιίαν διά τε τὰ ἄλλα καὶ ὅτι ἡ γυνὴ κατακοιμηθεῖσα μᾶλλον κατέχει τὴν γονήν.
1 13 5 ἐπεὶ δ’ ἐξ ἀφροδισίων ἀραιότερόν τε καὶ ψυχρότερον καὶ ξηρότερον καὶ ἀσθενέστερον γίνεται τὸ σῶμα, τὰ πυκνοῦντα δηλονότι καὶ θερμαίνοντα καὶ ὑγραίνοντα καὶ ῥωννύντα δεῖ προσάγεσθαι.
1 13 6 [10] τινὲς δὲ σπέρμα πολὺ θερμὸν ἀθροίζοντες, εἶτ’ ἐπιγενόμενοι πρὸς ἀφροδίσια καὶ ἀποκρίναντες αὐτό, τό τε σῶμα ἀσθενὲς ἔχουσι καὶ τὸν στόμαχον ἔκλυτον καὶ λεπτύνονταί τε καὶ ὑγραίνονται καὶ ξηραίνονται καὶ κοιλοφθαλμιῶσιν· ἀποσχόμενοι δ’ αὖθις διὰ ταῦτα ἀφροδισίων κεφαλήν τε βαροῦνται καὶ ἀσώδεις γίνονται· κἄπειτα εὐθὺς ὀνειρώξαντες πάσχουσι τὰ αὐτά· δεῖ τοίνυν τῶν μὲν πολυσπέρμων μηδὲν προσφέρεσθαι, τῶν δὲ φθειρόντων αὐτὸ καὶ τροφῶν καὶ φαρμάκων λαμβάνειν καὶ μετὰ λουτρὸν ἀλείφεσθαι τὴν ὀσφὺν ῥοδίνῳ τε ἐλαίῳ καὶ μηλίνῳ καὶ ὀμφακίνῳ· βέλτιον δ’ αὐτὸ παχύτερον ποιοῦντας χρίειν ὡς ἂν μὴ ἀπορρυῇ, κηροῦ μιγνύντας καὶ χυλοῦ τινος τῶν ψυχόντων.
1 13 7 ποίει δ’ οὕτω κηρέλαιον· ἐν θυίᾳ ταῖς χερσὶν ἐπὶ πολὺ μαλάξας, τὸν ψύχοντα χυλὸν ἐπεγχέας, ἀκριβῶς ἕνωσον ἀναφυράσας ὡς ὅτι πλεῖστον χρόνον.
1 13 8 ἔστι δὲ ψύχων χυλὸς ὅ τε [ὁ] τοῦ ἀειζῴου καὶ ὁ τοῦ στρύχνου κοτυληδόνος τε καὶ ψυλλίου· κατὰ μὲν οὖν τὸ θέρος οὗτοι, κατὰ δὲ τὰς ἄλλας ὥρας ἄλλοι τε πολλοὶ καὶ ὁ τῆς θριδακίνης χυλὸς καὶ τὸ λινόσπερμον ἑψηθὲν ἐν ὕδατι ψύχοντα ποιεῖ χυλόν.
1 13 9 καὶ λεπὶς δὲ μολυβδίνη ταῖς ψόαις ὑποτιθεμένη κωλύει τοὺς ὀνειρωγμούς· καὶ βοτάναι δ’ ὑποστρωννύμεναι τῶν ψυχουσῶν μετὰ πηγάνου καὶ τῶν ἄκρων τοῦ ἄγνου τῶν ἁπαλῶν τὸ αὐτὸ ποιοῦσι· καὶ σπέρμα τοῦ ἄγνου καὶ τοῦ πηγάνου ἐσθιόμενα.
1 13 10 φυλάττεσθαι δὲ δεῖ πάνυ σφοδρῶς ψύχειν τὰς ψόας, ὅπως μὴ βλαβεῖεν οἱ νεφροί. Περὶ ὑδάτων.
1 14 1 Δεῖ δὲ καὶ τῆς τῶν ὑδάτων ἀρετῆς τε καὶ κακίας ἐμπείρους εἶναι· πολύχρηστα γὰρ τὰ ὕδατα σχεδὸν ἁπάντων μᾶλλόν ἐστιν εἰς ἅπασαν τὴν δίαιταν.
1 14 2 εἰδέναι χρὴ τοίνυν τὸ ἄριστον ὕδωρ ἀποιότατον εἶναι καὶ κατὰ γεῦσιν καὶ κατ’ ὀσμήν· εὐθὺς δὲ τοῦτο καὶ ἥδιστον ὑπάρχει τοῖς πίνουσι καὶ ὀφθῆναι καθαρόν.
1 14 3 [5] ὅταν δὲ καὶ ὑποχωρῇ τῶν ὑποχονδρίων ταχέως, μηδὲ ζητεῖν ἕτερον ἄμεινον· τὰ γὰρ ἐν τοῖς ὑποχονδρίοις χρονίζοντα καὶ τὴν γαστέρα πλήττοντα καὶ ἐμφυσῶντα καὶ βαρύνοντα, τῶν προειρημένων ἀγαθῶν ὑπαρχόντων, ἡμιμόχθηρα νομιστέον· οὔτε δὲ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων, ἀλλὰ καὶ τὰ ἐν αὐτοῖς ἑψόμενα βραδύτατα καὶ κάκιον ἕψεται. βέλτιον μὲν οὖν τῇ πείρᾳ κρίνειν τὸ τοιοῦτον ὕδωρ· ὁ δὲ βουλόμενος καὶ διὰ γνωρισμάτων διαγινώσκειν τοῖς ῥηθησομένοις κρινέτω· τὰ μὲν γὰρ πρὸς ἄρκτους ἐστραμμένα καὶ τὸν ἥλιον ἀπεστραμμένα βραδύπορά τέ ἐστι καὶ ἀτέραμνα καὶ θερμαίνεται καὶ ψύχεται βραδέως· τὰ δὲ πρὸς τὰς ἀνατολὰς καὶ διὰ πώρου τινὸς ἢ γῆς ἠθούμενα τάχιστα θερμαίνεται καὶ ψύχεται· ταῦτα ἐλπίζειν εἶναι κάλλιστα.
1 14 5 καλὰ δὲ καὶ ὅσα θέρους μὲν ψυχρότερα, χειμῶνος δὲ θερμότερα.
1 14 6 τινὲς δὲ καὶ τῷ σταθμῷ δοκιμάζουσι, τὰ κοῦφα νομίζοντες ἀμείνω· τοῦτο δ’ εἰ μὲν πρὸς τοῖς ἄλλοις ὑπάρχει τοῖς εἰρημένοις, ἐπαινεῖν· μόνον δ’ οὐκ ἐξαρκεῖ τεκμήριον εἶναι τῶν ἀγαθῶν.
1 14 7 [5] ‘κουφότατα δέ‘, ὥς φησιν Ἱπποκράτη ς, ‘τὰ ὄμβρια καὶ γλυκύτατα καὶ λεπτότατα καὶ λαμπρότατα· διόπερ ὑπὸ τοῦ ἡλίου τὸ λεπτότατον ἕλκεται καὶ κουφότατον· ἀνάγει δ’ οὐκ ἐκ μόνων τῶν ἄλλων ὑδάτων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης κἀκ τῶν σωμάτων αὐτῶν· διὸ καὶ εὐσηπτότατόν ἐστι πάντων ὡς ἂν ὑπὸ διαφόρων καὶ πλειόνων ποιοτήτων συνιστάμενον‘.
1 14 8 μή τις δ’ ὑπολάβῃ κάκιστον εἶναι τὸ εὔσηπτον ὕδωρ· τὸ γὰρ εὐαλλοίωτον πρὸς ἀρετῆς μᾶλλόν ἐστιν ἢ κακίας, ὥστε, ὅταν ἔχῃ τὰ γνωρίσματα τῶν ἀρίστων ὑδάτων, κἂν εὔσηπτον ὑπάρχῃ, κάλλιστον ὑποληπτέον αὐτό. τρέπεσθαι μὴν ἀρχόμενον τοῖς πιοῦσιν αἴτιον βράγχων τε καὶ βηχῶν καὶ βαρυφωνίας καθίσταται.
1 14 10 τούτων δὲ τῶν ὀμβρίων ὑδάτων τὸ θερινὸν τοῦ λαιλαπώδους ἄμεινόν ἐστι καὶ τὸ βρονταῖον.
1 14 11 τὰ δ’ ἀπὸ κρυστάλλου τε καὶ χιόνος πονηρότατα· κατὰ γὰρ τὴν πῆξιν τοῦ ὕδατος πᾶν τὸ λεπτομερέστερον ἐκθλίβεται.
1 14 12 [5] καλῶς δ’ ἂν ἔχοι τά τε ἰλυώδη καὶ δυσώδη καὶ ποιότητας ἀτόπους ἔχοντα ταῖς ἑψήσεσιν ἐπὶ τὸ βέλτιον τρέποντας οὕτω πίνειν κεραννύντας οἴνῳ, τὰ μὲν στρυφνὰ τῷ γλυκυτέρῳ, τὰ δ’ ἄλλα τῷ στρυφνοτέρῳ· τὰ δέ που καὶ διηθεῖν συμφέρει, τὰ ἰλυώδη, τὰ δ’ ἁλυκὰ καὶ ἀλφίτοις ἠθεῖν, τὰ δὲ λίαν ψυχρὰ μετὰ τροφὴν πίνειν καὶ μήτε ἀθρόως μήτε χανδὸν μήτε ἄοινα.
1 14 13 [5] τινὲς δ’ ἐξευρήκασι βρωτὰ καὶ ποτὰ πρὸς τὰς τῶν ὑδάτων κακίας ἰάματα, καὶ οἱ μὲν ἐρεβίνθων ἀφεψήματα προπίνουσι καὶ αὐτῶν ἐσθίουσιν, οἱ δὲ καυκαλίδας ὡσαύτως μετά τινος ἰχθυδίου ἑφθὰς καὶ μάραθα ὁμοίως, οἱ δὲ καὶ τεῦτλα καὶ κολοκύνθας προεσθίουσι μεθ’ ἅλμης οἴνῳ κεκραμένης. Περὶ ἀέρων.
1 15 1 Καὶ ἀὴρ δ’ ὑγιεινότατός τε καὶ ἄριστός ἐστιν ὁ καθαρότατος, νοσερὸς δὲ καὶ μοχθηρὸς ὁ ἐξ ἀναθυμιάσεως ἐπιθολούμενος λιμνῶν ἢ ἑλῶν ἢ βαράθρου τινὸς δηλητήριον ἀναπέμποντος αὔραν.
1 15 2 μοχθηρὸς δὲ καὶ ὁ ἔκ τινων ὀχετῶν ἐκκαθαιρόντων τὰς πόλεις θολούμενος· ὁμοίως καὶ ὁ ἐκ λαχάνων τινῶν ἢ ζῴων ἢ κόπρων σηπεδόνων.
1 15 3 οὕτω δὲ καὶ ὅστις διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν ὀμιχλώδης ἐστίν, οὐκ ἀγαθός, καὶ ὁ ἐν κοίλῳ δὲ χωρίῳ πανταχόθεν ὑπ’ ὀρῶν περιεχομένῳ καὶ διὰ τοῦτο μὴ καταπνεομένῳ μοχθηρός· οἱ μὲν οὖν οὕτω μοχθηροὶ πᾶσαν ἡλικίαν ὁμοίως βλάπτουσιν, ὥσπερ ὁ ἄριστος ὠφελεῖ.
1 15 4 [5] ἡ δὲ κατὰ ποιότητα, θερμότητα λέγω καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφορὰ τῶν ἀέρων οὐχὶ ὁμοίως ἔχει πρὸς ἅπαντας· τοῖς μὲν γὰρ εὐκράτοις σώμασιν ὁ εὔκρατος ἀὴρ ὠφέλιμος, τοῖς δὲ δυσκράτοις ὁ τὴν ἐναντίαν ἔχων κρᾶσιν. Περὶ λουτρῶν.
1 16 1 Ἐπαινῶ μὲν τὴν ψυχρολουσίαν, οὔ φημι δὲ συμφέρειν αὐτὴν τοῖς κατὰ τὸ προστυχὸν διαιτωμένοις, ἀλλὰ μόνοις τοῖς ἀκριβῶς βιοῦσι καὶ πόνοις καὶ σιτίοις κατὰ τὸ ἁρμόττον χρωμένοις.
1 16 2 ἀρκεῖ δὲ τοῖς πολλοῖς δεομένοις ποτὲ ψυχθῆναι μειζόνως ἐννήξασθαι ψυχρῷ θέρους ὥρᾳ νέους ὄντας καὶ εὐσάρκους προεκθερμανθέντας τρίψεσιν· ἔστωσαν δὲ μήτε ἐξ ἀφροδισίων μήτε ἄλλως κοπώδεις μήτε ἄπεπτοι καὶ ἐμεμηκότες ἢ κατὰ γαστέρα κεκενωμένοι μηδ’ ἠγρυπνηκότες· σφαλερὸν γάρ, εἰ ἄλλως τις χρῷτο.
1 16 4 τὸ 〈δὲ〉 θερμὸν λουτρὸν κράτιστόν ἐστι καὶ ἀσφαλέστερον κόπους λύον καὶ πληθώρας διαφοροῦν καὶ ἐκθερμαῖνον παρηγοροῦν τε [δὲ] καὶ ἐκμαλάσσον καὶ πνεύματα διαχέον, ἔνθα ἂν στηριχθείη, καὶ ὑπνοποιὸν καὶ εὐσαρκίαν παρέχον, ἔτι δὲ καὶ εὐμεταχείριστον παντὶ καὶ ἀνδρὶ καὶ γυναικὶ καὶ παιδίῳ καὶ πρεσβύτῃ καὶ ἰδιώτῃ.
1 17 t [5] Περὶ τροφῆς δυνάμεων. Χρὴ δ’ εἴπερ τι ἄλλο καὶ τὰς τῶν τροφῶν δυνάμεις ἐπίστασθαι τὸν τῆς ὑγείας φροντίζοντα· τὰ μὲν οὖν τῆς λεπτυνούσης δυνάμεως ἐκφράττει τε τὰς στενὰς διεξόδους καὶ ἀπορρύπτει τὰ προσπλαττόμενα γλίσχρα τέμνει τε καὶ λεπτύνει τὰ παχέα, συνάγει δὲ τοῖς χρονίσασι κατὰ τὴν ἐδωδὴν αὐτῶν ὀρρώδη καὶ χολώδη περιττώματα, κἂν ἔτι μᾶλλον πλεονάσῃ τις, μελαγχολικὸν τὸ αἷμα καθίσταται· χρὴ οὖν ἀπέχεσθαι τῆς συνεχοῦς αὐτῶν χρήσεως, καὶ μάλιστα τοὺς χολώδεις τὴν κρᾶσιν· ἁρμόζει γὰρ μόνοις τοῖς τὸ φλέγμα καὶ τὸν ὠμὸν καὶ γλίσχρον καὶ παχὺν χυμὸν ἠθροικόσιν.
1 17 2 τὰ δὲ τῆς παχυνούσης τρόφιμα μὲν ἱκανῶς ἐστι, κἂν ἔν τε τῇ γαστρὶ καὶ τῷ ἥπατι πεφθῇ προσηκόντως, εὔχυμον αἷμα γεννᾷ, σπλῆνα δὲ καὶ ἧπαρ ἐμφράττει.
1 17 3 τούτων δέ τινα μέν ἐστι παχύχυμα μόνον, ὡς φακή, τινὰ δὲ γλίσχρα ὡς μαλάχη· τισὶ δ’ ἄμφω συμβέβηκε παχυχύμοις τε εἶναι καὶ γλίσχροις ὥσπερ τοῖς ὀστρακοδέρμοις.
1 17 4 [5] ἀσφαλεστέρα τοίνυν ἐστὶν ἡ λεπτύνουσα δίαιτα πρὸς φυλακὴν ὑγείας τῆς παχυνούσης μᾶλλον· ὀλιγότροφος δ’ οὖσα τόνον οὐκ ἐντίθησιν οὐδὲ ῥώμην τοῖς σώμασι, καὶ χρή ποτε καὶ τῶν πολυτρόφων προσφέρεσθαι μετρίως, ἡνίκα τις ἐνδείας ἀντιλαμβάνηται· μάλιστα δ’ ἂν ἀκινδύνως μεταλαμβάνοιεν αὐτῆς οἱ γυμνασίοις τε προσέχοντες καὶ καθεύδοντες ἐφ’ ὅσον ἂν βούλωνται.
1 17 5 πάντες δ’ ὅσοι πρὸ τῶν σιτίων οὐχ οἷοί τέ εἰσι γυμνάζεσθαι, φευγέτωσαν τὰς παχυχύμους τροφάς· ἀργοὶ δὲ μηδ’ οὗτοι ταῖς τροφαῖς προσίτωσαν· μέγιστον γὰρ κακὸν εἰς τὴν τῆς ὑγείας φυλακὴν ἡ παντελὴς ἀργία καθέστηκεν, ὥσπερ γε ἡ σύμμετρος κίνησις μέγιστον τῶν ἀγαθῶν.
1 17 6 τὰ δὲ μεταξὺ τῶν παχυνόντων καὶ λεπτυνόντων ἐδέσματα κάλλιστα πάντων ἐστὶ σύμμετρον αἷμα γεννῶντα κατὰ σύστασιν· κατάλληλος μὲν οὖν ἡ τοιαύτη τοῖς σώμασι τροφὴ ἡμῶν ἐστι, βλαβερὰ δ’ ἡ κακόχυμος, ἣν ἀεὶ χρὴ φεύγειν.
1 17 7 φυλάττεσθαι δὲ καὶ τὴν ποικιλίαν τῶν τροφῶν ἄμεινον, μᾶλλον ἐὰν ἐξ ἐναντίων ὦσι δυνάμεων· οὐ γὰρ πέττεται τὰ ληφθέντα προσηκόντως. Ὅσα λεπτύνοντά ἐστιν ἐν τροφαῖς.
1 18 1 Σκόροδα, κρόμμυα, πράσα, νάπυ, πέπερι, σμύρνιον, πύρεθρον, ὀρίγανον, καλαμίνθη, ὕσσωπον, σισύμβρια, γλήχων, θύμα, θύμβρα χλωρὰ προσφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακά ἐστι· τοῖς δ’ εἰρημένοις ἐφεξῆς ἐστιν εὔζωμα, σέλινα, πετροσέλινα, ὤκιμα, ῥαφανίδες, κράμβαι, τεῦτλα, μάραθα, κορίανον, πήγανον, ἄνηθον, λιβυστικόν, κύμινον καππάρεως καὶ τερμίνθου καρπός, τὸ τῆς κάρου σπέρμα, ἀνήσου, δαύκου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς.
1 18 3 τῶν δ’ ἰσχυρῶς πάνυ λεπτυνόντων ἐστὶ τὸ τοῦ πηγάνου σπέρμα καὶ καννάβεως ὡς εἶναι φαρμακώδη λοιπόν.
1 18 4 τῶν δὲ Δημητρίων σπερμάτων εἰς λεπτύνουσαν δίαιταν ἄλυποι κριθαὶ μόναι, δεύτεροι δ’ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ διὰ μακροῦ 〈χρόνου〉 πισσοῦ ἢ φακοῦ γεύσασθαί τις ἐθέλοι.
1 18 5 πλείστην δ’ ἂν ἔχοις ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπό τε τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· καθόλου γὰρ πάντα τὰ γεγυμνασμένα τῶν 〈ἀγυμνάστων〉 καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίων.
1 18 7 καὶ τῶν ἰχθύων δ’ ἐσθίειν ὅσοι μαλακήν τε ἅμα καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ’ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.
1 18 8 ἔχεις γνωρίσματα πάσης ζῴου σαρκὸς τό τε ψαθυρὸν καὶ τὸ μαλακόν· οἷς μὲν γὰρ ἂν ὑπάρχῃ τὸ συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δ’ ἄλλων, οἷς μηδέτερον, ἀπέχεσθαι παντάπασιν· οἷς δὲ θάτερον, ἐσθίειν μέν ποτε, φυλάττεσθαι δ’ εἰς κόρον.
1 18 9 καὶ ταῖς ἀλεκτορίσι δέ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω χρῆσθαι καὶ περιστεραῖς καὶ τρυγόσι καὶ μάλιστα ταῖς ὀρείοις· χρὴ δὲ μὴ πρόσφατον, ἀλλ’ ἕωλον ἐργασάμενον ἡμέραν μίαν τοὐλάχιστον οὕτως ἐσθίειν οὐ τρυγόνα μόνον, ἀλλὰ καὶ πέρδικα καὶ πάντα τὰ μετρίως σκληρὰν ἔχοντα τὴν σάρκα.
1 18 10 καὶ οἱ ταριχευθέντες δὲ τῶν ἰχθύων ἱκανώτατα λεπτύνουσι [τε] τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· ἐκλέγεσθαι δὲ τούτων ὅσοι μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι. δι’ ὄξους μᾶλλον ἄμεινον καὶ ὀξυμέλιτος ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν.
1 18 11 ταριχευθέντων δὲ καὶ τῶν χοιρείων κρεῶν γεύοιτο ἄν τις.
1 18 12 καὶ ὑπὸ τῶν ὀπωρῶν ἥκιστα ἂν βλάπτοιτο τῶν λαπαττουσῶν τὴν κοιλίαν· τὰ δὲ βραδυπορώτερα χείρω, καὶ μᾶλλον εἰ σκληρὰ τυγχάνει· ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων καὶ σταφυλῶν οὐκ ὀλίγα γένη· τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν· ὅσα δὲ σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ τοιαύτῃ διαίτῃ.
1 18 14 ἐπιτηδειότερα δὲ πάντων ἐστὶν ἰσχάδες τε καὶ κάρυα καὶ πιστάκια καὶ τῶν ἀμυγδαλῶν αἱ ὑπόπικροι.
1 18 15 ἐλαίας δ’ οὔτε ἐπαινεῖν ἔχοιμι 〈ἂν〉 οὔτε ψέγειν.
1 18 16 τῶν δὲ γλυκέων, οὐκ ἐδεσμάτων 〈μόνον〉, ἀλλὰ καὶ πομάτων, τὸ μέλι σχεδὸν μόνον ἀκριβῶς λεπτὸν γεννᾷ χυμόν.
1 18 17 καὶ τῶν οἴνων δ’ οἱ λεπτοὶ καὶ λευκοὶ τέμνουσι τοὺς παχεῖς χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων.
1 18 18 χρησιμώτατον δ’ εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα ὑπάρχει. Ὅσα παχύχυμα.
1 19 1 Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶς ἐσκευασμένοι καὶ τὰ διὰ γλεύκους καὶ σεμιδάλεως πέμματα καὶ λάχανα καὶ τὰ ῥύμματα 〈ἃ〉 ἴτρια προσαγορεύεται καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα καὶ οἱ δι’ αὐτῶν δηλονότι σκευαζόμενοι πλακοῦντες.
1 19 2 ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς παχύχυμα· ἄμυλον μετρίως.
1 19 3 καὶ οἱ βολβοὶ δ’ εἰσὶ παχύχυμοι καὶ θέρμοι καὶ τῆς φακῆς ἡ οἷον σάρξ, κύαμοι φρυγέντες καὶ τὰ καλούμενα μαλάκια, τευθίδες, σηπίαι, πολύποδες, οἱ κητώδεις τῶν ἰχθύων, ἐξ ὧν εἰσιν οἱ θυννοί, μετριώτερον δ’ αὐτῶν αἱ πηλαμίδες.
1 19 4 [5] ἱκανῶς δὲ παχύχυμα τά τε ὄστρεα καὶ οἱ κήρυκες αἵ τε πορφύραι καὶ αἱ χῆμαι καὶ λεπάδες, κτένες καὶ πίνναι καὶ πάντα ὅσα [τὰ] ὀστρακόδερμα, ἐγχέλυες, κοχλίοι, ἐλάφεια κρέα, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἥπατα, νεφροί, ὄρχεις, ἐγκέφαλοι, ὁ νωτιαῖος μυελός, οὖθαρ, γλῶττα, ἀδένες μετρίως, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες (οἱ δὲ νέοι καὶ ὀξυγαλάκτινοι ἧττον), ὀξύγαλα, πυρίεφθον καὶ τῶν ὠῶν ὅσα μέχρι τελέας πήξεως ἑψοῦσι, μᾶλλον δὲ τὰ ὀπτὰ καὶ ἔτι μᾶλλον τὰ τηγανιστά, φοίνικες, κάστανοι, βολβοί, γογγύλαι, κοκκύμηλα, μύκητες, ὕδνα, κῶνος, σῦκα τὰ μὴ καλῶς πέπειρα.
1 19 5 τῶν οἴνων οἱ γλυκεῖς αἵματος παχέος εἰσὶ γεννητικοὶ καὶ μᾶλλον ἔτι τὸ καλούμενον σίραιον καὶ ὁ γλεύκινος ὁμοίως καὶ οἱ παχεῖς καὶ μέλανες οἶνοι. Ὅσα μέσα τῶν λεπτυνόντων καὶ παχυνόντων.
1 20 1 [10] Οἱ κάλλιστα κατασκευασθέντες ἄρτοι καὶ αἱ σάρκες τῶν ἀλεκτορίδων καὶ φασιανικῶν καὶ περδίκων καὶ περιστερῶν ἀτταγήνων τε καὶ τῶν μικρῶν στρουθίων ἁπάντων, ἔτι τε πετραίων ἰχθύων αἰγιάλου τε πελάγους κωβιῶν τε καὶ σμυραίνων καὶ βουγλώσσων καὶ πάντων ἁπλῶς ἰχθύων [αἰγιάλου τε καὶ πελάγους] ὅσοι μήτε γλισχρότητά τινα μήτε δυσωδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν, σῦκα τὰ πέπανα καὶ λαχάνων ἀγρίων ἡ σέρις (τοῦτο δὲ κοινὸν γένος ἐστὶ πλειόνων· τὰ δὲ κατ’ εἶδος ἕκαστον αὐτῶν ὄνομα κέκτηται παρὰ τοῖς Ἀττικοῖς, οἷον θριδακίνη καὶ χονδρίλη καὶ γιγγίδια καὶ ἄλλα πολλὰ τούτου τοῦ γένους ἐστίν) ὅ τε ἕλειος καὶ ὁ μυακάνθινος καὶ ὁ τῆς χαμαιδάφνης ἀσπάραγος καὶ ὁ τῆς βρυωνίας, οἶνος ξανθός τε ἅμα καὶ γλυκὺς καὶ διαυγής, οἷός [τε] ἐστιν ὁ τε Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσιν. Ὅσα γλίσχρον χυμὸν γεννᾷ.
1 21 1 Τῶν πυρῶν ὅσοι μὲν βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, γλίσχροι· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, ἧττον γεννῶσι γλίσχρον χυμόν.
1 21 2 ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς γλίσχρα· τένοντες καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χείλη μόρια, καλλῶσον, χοίρειον πᾶν κρέας καὶ ἡ τῶν ἀρνῶν σάρξ, τὸ τοῦ σησάμου σπέρμα, βολβοί, φοίνικες οἱ λιπαροί.
1 22 t [5] Ὅσα ὠμὸν χυμὸν γεννᾷ. Φοίνικες οἱ χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλᾶσι τοὺς ἐσθίοντας καὶ ἡ ῥίζα τῆς γογγυλίδος καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν σκληροσάρκων ἀποβαλοῦσα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονος ἑψήσεως καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι, ὅσα τε ἄλλα τοιαῦτα, πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων (διὸ προταριχεύοντες εἰς χρῆσιν ἄγουσιν αὐτά), κοιλία, ἔντερα, μῆτραι τῶν τετραπόδων καὶ οἱ σκληρότεροι τῶν ἀδένων ἀπεπτούμενοι, ὀξύγαλα, τηγανῖται, θέρμοι, σταφυλὴ ἐπισχεθεῖσα καὶ μὴ διαφθαρεῖσα.
1 23 t Ὅσα ψυχρὸν χυμὸν γεννᾷ. Τοῖς ἄδην σικύων ἐμφορουμένοις ψυχρὸν χυμὸν ἀθροίζειν συμβέβηκε καὶ ἔτι κοιλίαν ἐσθίουσι καὶ ἔντερα καὶ μήτραν τῶν τετραπόδων ζῴων, ὀξύγαλα, βωλίτας, μῆλα τὰ 〈μήπω〉 πέπειρα, βολβούς.
1 24 t Ὅσα φλέγμα γεννᾷ. Φλεγματικὸν δ’ ἁπλῶς χυμὸν γεννᾷ τῶν ζῴων τὰ νευρώδη μόρια, ἐγκέφαλος, πνεῦμα, νωτιαῖος, ἀδένες ἀπεπτούμενοι, ἡ τῶν ἀρνῶν σὰρξ καὶ ἡ τῶν ὀστρακοδέρμων καὶ τῶν μαλακοσάρκων, μῆλα τὰ μήπω πέπειρα.
1 25 t [5] Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ. Κρέα βόεια καὶ αἴγεια, μᾶλλον τὰ τῶν ταύρων τε καὶ τράγων ἔτι τε μᾶλλον προβάτων, λαγωῶν, τῶν ἀγρίων συῶν, τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων, τῶν δὲ θαλαττίων θύννοι καὶ φάλαιναι καὶ τὰ κητώδη πάντα, κοχλίαι, κράμβη καὶ τῶν δένδρων οἱ βλαστοὶ δι’ ἅλμης τε καὶ ὀξάλμης συντιθέμενοι, ὡς σχίνου καὶ τερμίνθου, καὶ τῆς κινάρας ἡ οἷον σάρξ.
1 25 2 καὶ ἡ φακὴ μελαγχολικώτατόν ἐστιν ἔδεσμα· μετ’ αὐτὴν οἱ πιτυρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆς τίφης καὶ τῶν ἄλλων πονηρῶν σπερμάτων οἵ τε ἁπαλοὶ τυροὶ καὶ ὁ φακὸς καὶ ὁ βῖκος καὶ τῶν οἴνων οἱ παχεῖς καὶ μέλανες. [καὶ] Ὅσα χολώδη χυμὸν γεννᾷ.
1 26 1,2 Κεράτια· τῆς κινάρας ὁ χυλὸς λεπτὸς καὶ πικρόχολός ἐστιν· ἄμεινον οὖν ἀφεψῶντας αὐτὴν ἐσθίειν.
1 26 3 καὶ τὸ μέλι ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ σώματα (πάντες γάρ εἰσιν οἱ γλυκεῖς χυμοὶ ὕλη τῇ ξανθῇ χολῇ) καὶ οἱ γλυκεῖς οἶνοι. Ὅσα περιττωματικά.
1 27 1 [5] Φάσσαι, χῆνες πλὴν τῶν πτερῶν, σπλάγχνα πάντα, νωτιαῖος, ἐγκέφαλοι, οἱ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὄρνιθες, ἐρέβινθοι, κύαμοι χλωροί, κύαμος Αἰγύπτιος, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων καὶ τῶν ἀργῶς βιούντων καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ οἱ λιμναῖοι καὶ οἱ ἐν ἰλύι διαιτώμενοι καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων. Ὅσα ἀπέριττα.
1 28 1 Τράχηλοι ζῴων, οὐραί, πτερά, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων. Ὅσα πολύτροφα.
1 29 1 Συῶν τῶν ἡμέρων αἱ σάρκες πάντων ἐδεσμάτων εἰσὶ τροφιμώταται· βοῶν ἐγκέφαλοι, ὄρχεις, καρδία, νωτιαῖος καὶ ἄλλος μυελός, τὰ πτερὰ τῶν χηνῶν καὶ μᾶλλον ἀλεκτορίδων καὶ πάντων τῶν πτηνῶν αἱ κοιλίαι, κοχλίοι, καὶ μᾶλλον τρὶς ἑψηθέντες, τῶν ὀστρακοδέρμων τὰ σκληρόσαρκα, οἷον πορφύραι, κήρυκες καὶ τὰ ὅμοια, ἀστακοί, πάγουροι, καρκῖνοι, καρίδες, κάραβοι καὶ ὅσα τοιαῦτα καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι, τευθίδες καὶ τὰ παραπλήσια καὶ τῶν σελαχίων νάρκη μὲν καὶ τρυγὼν μετρίως, βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι μᾶλλον, τρίγλαι, κωβιοὶ ἔλαττον· γάλα τὸ μὲν παχύτερον μᾶλλον, τὸ δ’ ὑγρότερον ἔλαττον.
1 29 6 τῶν ἄρτων τροφιμώτατος ὁ σιλιγνίτης, ἐφεξῆς δ’ ὁ σεμιδαλίτης καὶ τρίτος ὁ συγκομιστός.
1 29 7 ἑφθοὶ πυροί, σεμίδαλις, χόνδρος. κύαμοι σαρκοῦσι τὴν ἕξιν οὐκ ἐσφιγμένῃ καὶ πυκνῇ σαρκί, ἀλλὰ χαυνοτέρᾳ μᾶλλον.
1 29 9 ἐρέβινθοι τρέφουσι μᾶλλον, φάσιλοι καὶ ὦχροι τήλεως πλέον.
1 29 10 δόλιχοι, οὓς λοβοὺς καὶ φασιόλους καλοῦσι, τρέφουσι πισσῶν οὐκ ἔλαττον· θέρμοι τρόφιμοι, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες, σταφίδες αἱ γλυκεῖαι καὶ λιπαραί, γογγυλίς, βολβοὶ τροφιμώτατοι, καὶ μᾶλλον δίσεφθοι.
1 29 13 μέλι τὸ ἀπαφρισθὲν ἐπιτήδειον πρός τε ἀνάδοσιν καὶ θρέψιν γίνεται.
1 29 14 ἅπας οἶνος ἀνὰ λόγον τρέφει τῆς παχύτητος· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖς καὶ αὐστηροὶ στύφοντες μᾶλλον, τούτων δ’ ἧττον τρέφουσιν οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ αὐστηροί, πάντων δ’ ἧττον οἱ λευκοί τε καὶ λεπτοί.
1 29 15 καὶ πάντα δὲ τὰ παχύχυμα, εἰ καλῶς πεφθείη καὶ αἱματωθείη, πολύτροφα γίνεται. Ὅσα ὀλιγότροφα.
1 30 1 Τὰ ἄκρεα τῶν ζῴων, μήτρα, γαστήρ, ἔντερα, οὐραί, ὦτα, πιμελή, στέαρ.
1 30 2 ἅπαν τὸ γένος τῶν ὀρνίθων ὀλιγότροφόν ἐστι παραβαλλόμενον τῷ γένει τῶν πεζῶν, καὶ ἡ τῶν γεγηρακότων ζῴων σὰρξ ὀλιγοτροφωτέρα ἐστὶ τῶν ἔτι αὐξανομένων.
1 30 4 τῶν δ’ ἰχθύων ἡ τροφὴ αἵματός ἐστι λεπτοτέρου γεννητική.
1 30 5 τῶν ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷα αὐτὰ τὰ ὄστρεα, ὀλιγότροφα.
1 30 6 [5] ἄρτοι κρίθινοι, τὰ ἐκ κριθῶν ἄλφιτα, ἄρτοι πιτυρίαι καὶ οἱ ῥυπαροὶ πάντες καὶ οἱ πλυτοί, ἄμυλον, μᾶζα ἐξ ἀλφίτων, κριθή, βρόμος, κέγχρος, καὶ μᾶλλον ἔλυμος, ὄρυζα, κύαμοι χλωροί, μήκωνος σπέρμα, συκάμινα, ἀμύγδαλα, πιστάκια, κοκκύμηλα, περσικά, ἀρμενιακά, πραικόκκια, ἐλαῖαι, καὶ μάλιστα αἱ δρυπεπεῖς, λεπτοκάρυα, καὶ μᾶλλον τὰ βασιλικὰ κάρυα, σηρικά, κράνα, προῦμνα, βάτινα, κάππαρις, καὶ μάλιστα ἡ ταριχευθεῖσα, τῆς τερμίνθου πάντα, κράμβη, τεῦτλα, ῥάφανος, νάπυ καὶ ἀσπάραγοι πάντες, σταφυλῖνος, δαῦκος, κάρω. κρόμμυα δὲ καὶ σκόροδα καὶ πράσα ὠμὰ μὲν οὐδ’ ὅλως τροφὴν δίδωσιν, ἑψηθέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην.
1 30 8 ῥοιαὶ δ’ ὀλιγότροφοι, ἄπιοι, κολοκύνθη, σταφίδες αἱ αὐστηραὶ καὶ ἀλιπεῖς. Ὅσα μέσα τῶν ὀλιγοτρόφων καὶ πολυτρόφων.
1 31 1,2 Φάσιλοι, ὦχροι, λάθυροι· σῦκα δ’ οὐχ ὁμοίως ταῖς ἄλλαις ὀπώραις ὀλιγότροφα, σομφώδη δὲ ποιεῖ τὴν σάρκα ὁμοίως σταφυλαῖς· ἔλαττον δὲ τῶν σύκων τρέφουσι χαύνῃ καὶ πλαδαρᾷ σαρκί.
1 32 t Ὅσα εὔχυμα. Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων ὧν προσφερόμεθα· ἄριστον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέως.
1 32 2 ὠὰ τρομητὰ καὶ ῥοφητὰ τῶν ἀλεκτορίδων καὶ φασιανικῶν· ὄρνιθες δὲ καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἑλώδεσι καὶ θολεροῖς διαιτωμένων.
1 32 4 τῇ δ’ ὀσμῇ καὶ τῇ γεύσει διάγνωσιν ποιεῖσθαι χρὴ τῶν ἰχθύων· καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλενώδεις εἰσὶν ὅσοι τὴν δίαιταν ἔχουσιν ἐν ὕδατι μοχθηρῷ.
1 32 5 αἱ σάρκες τῶν ζῴων, ὅταν καλῶς πεφθῶσιν, αἵματός εἰσιν ἀρίστου γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, ὁποῖόν ἐστι τὸ γένος τῶν ὑῶν.
1 32 6 οὖθαρ εὔχυμον, ἧπαρ, τὰ περὶ τὰ χείλη μόρια, πτερὰ καὶ τὰ ἄλλα τὰ ἄκρεα· ἔντερα δὲ καὶ μήτρα καὶ οὐρὰ τῶν σαρκῶν ἧττον εὔχυμα· οἱ δ’ ἀδένες πεφθέντες καλῶς ὁμοίως ταῖς σαρξὶν εὔχυμοι.
1 32 8,9 καρδία οὐ κακόχυμος. βελτίους οἱ πόδες τῶν ὑῶν τοῦ ῥύγχους καὶ [τοῦ] τῶν ὤτων.
1 32 10 τῶν ἀγρίων ζῴων αἱ σάρκες εὐχυμότεραι τῆς τῶν ἡμέρων εἰσίν.
1 32 11 ἄρτος καθαρὸς καλῶς ἐσκευασμένος εὔχυμος· χόνδρος, πτισάνη καλῶς ἡψημένη, κύαμοι.
1 32 12 κάστανα οὐ κακόχυμα, σῦκα πέπειρα καὶ σταφυλὴ πέπειρος κρεμασθεῖσα ἄμεμπτος. ἰσχάδες ἀναδοθεῖσαι μὲν ταχέως εὔχυμοι, χρονίσασαι δ’ ἐν τῇ γαστρὶ κακόχυμοι γίνονται καὶ φθειρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστόν ἐστιν ἔδεσμα· ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τά τε σῦκα καὶ τὰς ἰσχάδας, οὐ μικρὰ βλάπτονται.
1 32 14 θρίδαξ ὡς ἐν λαχάνοις αἷμα γεννᾷ καὶ μετὰ ταύτην ἴντυβοι.
1 32 15 οἱ εὐώδεις οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δ’ ἐστὶν ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης γλυκὺς καὶ ὁ Ἀριούσιος. Ὅσα κακόχυμα.
1 33 1 Πάντων ἀπέχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὔπεπτά εἰσι· λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς χυμὸς ἐν ταῖς φλεψὶν ἀθροιζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἀπεργάζεται.
1 33 2 ἔστι δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν· ἡ δὲ τῶν τράγων χειρίστη, ἐφεξῆς δ’ 〈ἡ〉 τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· ἐν ἅπασι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα.
1 33 3 τῶν λαγωῶν ἡ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελτίονος δ’ εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον· κακόχυμος δ’ οὐδὲν ἧττον τούτων ἐστίν.
1 33 4 καὶ οἱ τῶν ἐλάφων νεφροὶ κακόχυμοι καὶ οἱ τῶν τελείων ὄρχεις πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσιν.
1 33 5 ἐγκέφαλος, νωτιαῖος, καλλῶσον, σπλήν, ὠὰ τηγανιστά, τυροὶ ἁπαλοί, βωλῖται, ἀμανῖται, τῆλις, φακή, βρόμος· ἐρέβινθος οὐκ εὔχυμος· ἡ δ’ ὄλυρα τοσούτῳ πυροῦ χείρων ἐστίν, ὅσῳ τίφης καὶ βρόμου κρείττων· μελίνη, κέγχρος καὶ ὅσα τοιαῦτά ἐστιν, οὐκ εὔχυμα.
1 33 7 δράκοντες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, ζύγαιναι, γόγγροι, φάγροι καὶ ὅσα ἄλλα τῶν ἐν θαλάττῃ ζῴων κητώδη, πάντα κακόχυμα.
1 33 8 μῆλα τὰ μήπω πέπειρα, ἄπιοι πρὶν πεφθῆναι, περσικά, ῥοιαί, μέσπιλα, κράνα, προῦμνα, κεράτια, ὁ τῆς τερμίνθου καρπός, κινάρα, καὶ μᾶλλον ὅταν σκληροτέρα γένηται, σίκυοι πέπονες, μηλοπέπονες δ’ ἧττον.
1 33 9 κολοκύντη τούτων μὲν ἀμείνων ἐστίν, ἀλλὰ καὶ αὐτὴ διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται. σῦκα δ’ ἧττον τῶν ἄλλων ὡραίων ἐστὶ κακόχυμα, καὶ ἰσχάδες τοῖς πλεονάζουσιν ἐν αὐταῖς οὐ πάνυ χρηστὸν αἷμα γεννῶσιν, ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν ἕπεται πλῆθος.
1 33 11 τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμόν ἐστιν, ἐν μέσῳ δὲ τῶν εὐχύμων τε καὶ κακοχύμων θρίδαξ ἐστὶ καὶ ἴντυβοι καὶ μετὰ ταῦτα μαλάχη, βλίτον, ἀνδράφαξυς.
1 33 12 αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν ὅσαι δριμεῖαι, καθάπερ ἡ τῶν κρομμύων καὶ πράσων καὶ σκορόδων καὶ ῥαφανίδων καὶ δαύκων· μέσαι δ’ εὐχύμων τε καὶ κακοχύμων αἱ τῶν γογγυλίδων εἰσὶ καὶ τῆς καλουμένης κάρους.
1 33 13 ὤκιμον κακοχυμότατον, γογγυλὶς ἡ ὠμοτέρα, κράμβη, βολβοὶ μὴ καλῶς ἑψηθέντες.
1 33 14 κρόμμυα δὲ καὶ σκόροδα καὶ πράσα δίσεφθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθεται.
1 33 15 κακόχυμα δ’ ἐσχάτως πάντων ἐστὶν ἃ καλοῦσιν ἄγρια λάχανα.
1 33 16 οἴνων οἱ παχεῖς ἅμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροὶ κακόχυμοι, οἷός ἐστιν ὁ φαῦλος Βιθυνὸς ὁ ἐν μεγάλοις κεραμίοις· ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὔχυμός ἐστιν οὔτε κακόχυμος. Ὅσα εὔπεπτα.
1 34 1 Ἄρτοι καλῶς σκευασθέντες, ἰχθύων οἱ πετραῖοι πάντες, κωβιός, νάρκη, τρυγών, ἅπαν τὸ γένος τῶν πτηνῶν· ὀρνίθων ἡ σὰρξ παραβαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιστα πέρδικος, ἀτταγῆνος, περιστερᾶς, ἀλεκτορίδος καὶ φασιανικῶν.
1 34 3 τὰ πτερὰ τῶν χηνῶν καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιστα μὲν τὰ τῶν εὐτραφῶν τε καὶ νέων πτερά, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων.
1 34 4 σιτευθέντων δὲ δι’ ὀρροῦ γάλακτος χηνῶν τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων ἀλεκτρυόνων οἱ ὄρχεις εὐπεπτότατοι.
1 34 5 τὰ κρέα τῶν ὑῶν εἰς πέψιν ἐπιτηδειότερα, τοῖς μὲν ἀκμάζουσι 〈καὶ〉 διαπονουμένοις τὰ τῶν ἀκμαζόντων, τοῖς δ’ ἄλλοις τὰ τῶν ἔτι αὐξανομένων. τῶν δὲ τελείων βοῶν οἱ μόσχοι βελτίους εἰς πέψιν, καὶ οἱ ἔριφοι τῶν αἰγῶν.
1 34 6 〈πάντων τῶν〉 ἔτι αὐξανομένων ἡ σὰρξ εὐπεπτοτέρα τῆς τῶν ἄλλων.
1 34 7 τὸ βασιλικὸν κάρυον πέττεται μᾶλλον τοῦ λεπτοκαρύου.
1 34 8,9 βολβοὶ πεφθῆναι ῥᾴους οἱ δίσεφθοι. ὠὰ τρομητὰ καὶ ῥοφητά, θρίδακες, ἴντυβοι, μαλάχη, κολοκύντη ἑφθή, ὅταν μὴ διαφθαρῇ.
1 34 10,11 οἱ γλυκεῖς οἶνοι τῶν αὐστηρῶν πέττονται μᾶλλον· ἄμεινον δ’ εἰς τὴν πέψιν ἰστέον εἶναι τῶν ἐξ ἴσης ὑγιεινῶν τὸ ἧπαρ.
1 35 t Ὅσα δύσπεπτα. Αἴγεια, βόεια, ἐλάφεια· χειρίστη δ’ ἡ τῶν τράγων σάρξ ἐστι πρὸς πέψιν, ἐφεξῆς δ’ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· καὶ τὰ πρεσβυτικὰ δὲ τῶν ζῴων χείριστα, καὶ τῶν ὑῶν οἱ γηράσαντες ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύσπεπτον ἔχουσι τὴν σάρκα.
1 35 2 γαστὴρ δύσπεπτος, ἔντερα, μήτρα, καλλῶσον, καρδία, ἧπαρ, ὦτα, οὐραί, νεφροί, ἐγκέφαλοι, νωτιαῖος καὶ οἱ τῶν ζῴων ὄρχεις τῶν τελείων, χῆνες πλὴν τῶν πτερῶν.
1 35 3 φαττῶν, κιχλῶν, κοττύφων καὶ τῶν μικρῶν στρουθίων σκληροτέρα ἐστὶν ἡ σάρξ, καὶ μᾶλλον τῆς παλαιᾶς τρυγόνος καὶ νήττης· δυσπεπτοτέρα καὶ ἰνωδεστέρα τούτων ἡ τοῦ ταῶνος καὶ ἡ τῶν ὠτίδων.
1 35 4 αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι· ψευδῶς γὰρ ἐπαινοῦσιν ἔνιοι τὴν τοῦ στρουθοκαμήλου καὶ αἰθυίης.
1 35 5 [10] κοχλίοι δύσπεπτοι, ὀξύγαλα, τυρὸς παλαιός· ὁ δὲ νέος καὶ μάλιστα ὁ ὀξυγαλάκτινος καλλίων. πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ σκληρὰν ἔχοντα τὴν σάρκα δύσπεπτα· ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες καὶ πάντα τὰ τοιαῦτα, πολύποδες, σηπίαι, τευθίδες καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι, λειόβατοι, ῥῖναι, δράκοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, ζύγαιναι, γόγγροι, ὠὰ ἑφθά, τηγανιστά, τυροὶ ἑφθοί, ἄλφιτα, τίφαι, βρόμος, κύαμοι, δόλιχοι, φάσιλοι, λάθυροι, ἐρέβινθοι, ὄρυζα, θέρμοι, μελίνη, κέγχρος καὶ ὅσα τοιαῦτα, φακός, σήσαμον, κάστανα, μῆλα, ἄπιοι πρὶν πεπανθῆναι, σῦκα τὰ μήπω πέπειρα, σταφυλαὶ ὀξεῖαι καὶ αὐστηραί, φοίνικες πάντες, κεράτια, ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βολβοὶ οἱ ὠμότεροι, σταφυλῖνος, δαῦκος, κάρω καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων καὶ αὐτὰ τὰ λάχανα πλὴν θρίδακος καὶ ἰντύβου.
1 35 8 οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι καὶ ὕδωρ πᾶν. Ὅσα εὐστόμαχα καὶ ῥωστικά.
1 36 1 Φοίνικες αὐστηροί, μῆλα κυδώνια, ἐλαῖαι ἁλμάδες (ἐπιτηδειότεραι δ’ αἱ μετ’ ὄξους συντιθέμεναι), σταφίδες αἱ αὐστηραί, ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή, τὸ βασιλικὸν κάρυον τοῦ λεπτοκαρύου μᾶλλον καὶ πολὺ πλέον σὺν ἰσχάσι, κινάραι.
1 36 2 γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάνδικι· πάνυ δ’ ἐστὶν εὐστόμαχον, καὶ ὠμὸν καὶ ἑφθὸν ἐσθιόμενον, μακροτέρας δ’ ἑψήσεως οὐκ ἀνέχεται.
1 36 3 νάπυ, ῥάφανος, γογγυλίς, κάρδαμον, πύρεθρον καὶ ὁ βασιλικὸς ἀσπάραγος καὶ ὁ ἕλειος καὶ ὀξυμύρσινος καὶ χαμαιδάφνης καὶ ὀξυακάνθης καὶ βρυωνίας.
1 36 4 βολβοὶ εἰς ὄρεξιν ἐπεγείρουσι καὶ κάππαρις ταριχευθεῖσα.
1 36 5 κιτρίου τὸ ἐκτὸς ῥώννυσιν ἐν φαρμάκου μοίρᾳ λαμβανόμενον.
1 36 6 ὁ αὐστηρὸς οἶνος ῥώννυσι στόμα γαστρὸς καὶ κοιλίαν μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθυῖαν. Ὅσα κακοστόμαχα.
1 37 1 Τεῦτλα κακοστόμαχα ὡς καὶ δηγμὸν ἐμποιεῖν, ὅταν πλείονα βρωθῇ. ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βλίτον καὶ ἀνδράφαξυς, εἰ μὴ μετ’ ὄξους καὶ γάρου καὶ ἐλαίου προσφέροιντο.
1 37 3 τῆλις ἀνατρέπει καὶ σήσαμον. γάλα τοῖς μὲν ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται καὶ τοῖς πυρέττουσιν· πλείονος δ’ εἴ τις τοῦ μέλιτος προσενέγκαιτο, πρὸς ἔμετον ὁρμᾷ.
1 37 6 πέπων μὴ καλῶς πεφθεὶς χολερικοὺς ἀποτελεῖν εἴωθε, καὶ μηλοπέπων ὁμοίως.
1 37 7 ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ καὶ ὁ τῶν ὀστῶν μυελός.
1 37 8 οἶνος ὁ μέλας καὶ αὐστηρὸς ῥᾳδίως ἀποξύνεται καὶ εἰς ἔμετον ὁρμᾷ, καὶ ὁ παχὺς καὶ νέος. Ὅσα ἄφυσα.
1 38 1 Πισσοί, φάσιλοι, κύμινον, λιβυστικόν, ἄγνου σπέρμα, καννάβεως ὁ καρπός, κύαμοι φρυγέντες, βολβοὶ οἱ ἐπὶ πλέον ἑψηθέντες ἢ δὶς ἐν ἐλαίῳ μετ’ ὄξους ἐσθιόμενοι, μέλι τὸ κατὰ τὴν ἕψησιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν.
1 38 2 ὀξύμελι φύσας καταρρήγνυσιν· ἄρτοι κρίθινοι. μέσοι δ’ ὑπάρχουσι τῶν ἀφύσων καὶ φυσωδῶν φάσιλοι, ὦχροι, λάθυροι.
1 39 t Ὅσα φυσώδη. Ἐρέβινθοι, θέρμοι, μελίνη, κέγχρος καὶ ὅσα τοιαῦτα, κύαμοι (λοβοὶ δ’ ἧττον τῶν κυάμων), μᾶζα ἐξ ἀλφίτων, ὀποὶ πάντες, καὶ μᾶλλον οἱ Κυρηναϊκοί, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα.
1 39 2 σύκων ὀλιγοχρόνιος ἡ φῦσα γίνεται διὰ τὸ ὑπέρχεσθαι ῥᾳδίως, τὰ δ’ ἀκριβῶς πέπειρα ἐγγύς ἐστι τοῦ μηδ’ ὅλως βλάπτειν ὁμοίως ταῖς ἰσχάσιν.
1 39 3 οἱ χλωροὶ φοίνικες 〈φυσώδεισ〉 εἰσί· γογγυλὶς ἡ ὠμοτέρα.
1 39 4 γάλα ῥᾳδίως ἐν τῇ γαστρὶ πνευματοῦται· βολβοὶ οἱ ὠμότεροι, μέλι τὸ μὴ τελέως ἑψηθέν.
1 39 5,6 οἱ γλυκεῖς οἶνοι φῦσαν βραδύπορον γεννῶσιν οἵ τε γλυκεῖς ἅμα καὶ αὐστηροί· γλεῦκος ὁμοίως.
1 40 t Ὅσα ῥύπτει, τέμνει, ἐκφράττει. Πτισάνη ῥύπτει· τῆλις, μηλοπέπων, σταφίδες αἱ γλυκεῖαι, κύαμοι, ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες.
1 40 2 κάππαρις λεπτομερής ἐστιν ἱκανῶς καὶ ἀπορρύπτει καὶ ἐκφράττει μάλιστα δι’ ὀξυμέλιτος ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάντων σιτίων ἐσθιομένη.
1 40 3 τεύτλων ὁ χυλὸς ῥύπτει, καὶ μᾶλλον ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίηται.
1 40 4 βολβοὶ λεπτυντικὴν ἔχουσι δύναμιν καὶ ἐκφρακτικήν.
1 40 5 κρόμμυα καὶ σκόροδα καὶ πράσα λεπτύνει καὶ τέμνει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς, καὶ τὸ ὀρρῶδες τοῦ γάλακτος λεπτύνει πάχος χυμῶν.
1 40 7 σῦκα ῥύπτει· διὸ καὶ ἀμμώδη πολλὰ τῶν νεφρῶν ἐκκρίνει.
1 40 8 ἰσχάδες λεπτύνουσι καὶ τέμνουσι καὶ νεφροὺς ἐκκαθαίρουσιν.
1 40 9 ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καθαίρει τε τὰ σπλάγχνα καὶ τὰς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται. πιστάκια χρήσιμα εἰς εὐρωστίαν ἥπατος καὶ κάθαρσιν τῶν ἐμπεφραγμένων κατὰ τὰς 〈διεξόδους αὐτοῦ χυμῶν.
1 40 11 ῥαφανὶς λεπτομεροῦς ἐστι〉 δυνάμεως.
1 40 12 τὸ μέλι λεπτομερέστατόν ἐστι τὸ γεννώμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστι πρὸς τὴν τῶν πτυέλων ἀναγωγήν.
1 40 13 ὀξύμελι τὰ μὴ παντάπασι γλίσχρα καὶ παχέα ῥᾳδίως ἀνάγει καὶ τὰ σπλάγχνα ἀλύπως διακαθαίρει· πάνυ δ’ ὠφελεῖ καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη.
1 40 14 [5] τοῖς παχὺν ἠθροικόσι χυμὸν οἱ λεπτοὶ τῶν οἴνων χρήσιμοι· ἐὰν δὲ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητος. ὁ ὑδατώδης οἶνος ἐπιτήδειός ἐστιν εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγήν, ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων καὶ τέμνων μετρίως, καὶ ὁ γλυκὺς δ’ ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάκτησιν ἐπιτήδειος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας καὶ πλευρίτιδος. Ὅσα ἐμφράττει.
1 41 1 Γάλα τὸ ὀλίγον μὲν ἔχον τοῦ ὀρροῦ, πολὺ δὲ τοῦ τυρώδους οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσι· βλάπτει μὲν γὰρ καὶ νεφρούς, ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καὶ καθ’ ἧπαρ 〈ἐργάζεται〉 τοῖς ἑτοίμως παθεῖν δυναμένοις.
1 41 2 ἰσχάδες ἥπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραὶ καθάπερ τὰ σῦκα, καὶ πάντα δὲ τὰ γλυκέα βλάπτει σπλῆνα καὶ ἧπαρ.
1 41 3 τὸ μελίκρατον ἀνεπιτήδειον οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκόμενα καὶ φλεγμαίνοντα.
1 41 4,5 οἱ λιπαροὶ φοίνικες ἐμφρακτικοί. πάντα δ’ ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμφρακτικὰ καὶ σπληνὶ αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς ποιητικά· ὁμοίως καὶ ἄλευρον πυροῦ μετὰ γάλακτος.
1 41 6 καὶ χόνδρος δ’ ἀνεπιτήδειος τοῖς τε τὸ ἧπαρ εὐέμφρακτον ἔχουσι καὶ τοῖς τοὺς νεφροὺς πρὸς λίθων γένεσιν ἐπιτηδείους.
1 41 7 οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τὰ σπλάγχνα αὐξάνει. Ὅσα βραδύπορα.
1 42 1 [5] Πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, βραδύπορα· κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρημένη, ἐγκέφαλος, νωτιαῖος, ἧπαρ, καρδία, πυρίεφθος, ὠὰ ὀπτά, ἑφθά, ταγηνιστά, θέρμοι, φασίολοι, πισσοί, σήσαμον, μῆλα καὶ ἄπιοι μηδέπω πέπειρα, κεράτια, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ παχὺς νέος ἅπας· καὶ ὕδωρ πᾶν βραδύπορον.
1 43 t Ὅσα εὔφθαρτά ἐστιν. Περσικά, ἀρμενιακά, πραικόκκια· καὶ πᾶσι δὲ τοῖς ὡραίοις ἐδέσμασιν, ὅσα ταῖς κράσεσίν ἐστιν ὑγρά, συμβέβηκε φθείρεσθαι κατὰ γαστέρα, ὅταν μὴ φθάσῃ ταχέως ὑπελθεῖν.
1 43 3 πάντα ὅσα κακόχυμά ἐστιν, ὑγρὰ δὲ καὶ ὀλισθηρὰ καὶ ὑπεῖναι ῥᾳδίως δυνάμενα ἐσθίεσθαι πρότερον χρὴ τῶν ἄλλων· οὕτω γὰρ αὐτά τε ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις ποδηγεῖ· τὰ δ’ ὕστατα ληφθέντα συνδιαφθείρει καὶ τὰ ἄλλα. Ὅσα δύσφθαρτα.
1 44 1 Τὰ μικρὰ χημία, πορφύραι καὶ κήρυκες ὅσα τε ἄλλα τῶν ὀστρακοδέρμων σκληρὰν ἔχει τὴν σάρκα· διδόαμεν τοῖς φθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας, ἑψῶντες δὶς καὶ τρὶς ἐν ὕδατι καλλίστῳ μετατιθέντες εἰς τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται. καὶ ἀστακοὶ δὲ καὶ πάγουροι καρκῖνοί τε καὶ κάραβοι καὶ καρίδες ὅσα τε ἄλλα τοιαῦτα δύσφθαρτον ἔχει τὴν σάρκα παραπλησίως τοῖς σκληροσάρκοις τῶν ὀστρακοδέρμων.
1 45 t Ὅσα ὑπάγει γαστέρα. Φακὴ καὶ κράμβη καὶ τῶν θαλαττίων σχεδὸν ἁπάντων τὰ ὀστρακόδερμα καὶ κοχλίοι σύνθετον ἔχουσι τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ στερεὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σταλτικὸν τῆς γαστρός, ἡ δ’ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν.
1 45 2 εἴ τις οὖν καθεψήσας φακὴν ἢ κράμβην ἢ τἄλλα τὰ εἰρημένα, εἶθ’ ἡδύνας τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δοίη πιεῖν ὅτῳ βούλεται, θεάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν.
1 45 3 καὶ τῶν θαλαττίων δ’ ἐχίνων καὶ τῶν κογχαρίων πάντων οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσιν.
1 45 4 τὴν δὲ κράμβην ὑπάγειν βουλόμενοι, πλησίον τῆς κακκάβης κειμένης μετὰ τοῦ ὕδατος ἐν ᾧπερ ἂν ἡψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβάλλομεν τῷ γαρελαίῳ· χρὴ δὲ μὴ πάνυ καθεψεῖν αὐτήν.
1 45 5,6 ἄρτοι πιτυρίαι ὑπάγουσιν. τήλεως χυλὸς ἑψηθεὶς μετὰ μέλιτος καὶ λαμβανόμενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς· ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ [τὸ] μέλι, μή πως γένηται δακνῶδες.
1 45 7 ἐλαῖαι ἁλμάδες ὑπάγουσι μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμεναι.
1 45 8 γάλα τὸ μὲν παχύτερον ἧττον, τὸ δ’ ὑγρότερον ὑπάγει μᾶλλον· ὁ δ’ ὀρρὸς τοῦ γάλακτος σφοδρῶς λαπάττει· ἐμβάλλειν δ’ αὐτῷ μέλιτος ἀρίστου τοσοῦτον ὅσον ἡδῦναι χωρὶς 〈ἀνατροπῆς στομάχου, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἁλῶν ὅσον〉 μὴ λυπῆσαι τὴν γεῦσιν.
1 45 10 τὰ τῶν πάνυ 〈νέων〉 ζῴων κρέα ῥᾷον ὑπέρχεται κατὰ γαστέρα ὁμοίως.
1 45 11 τῶν σελαχίων νάρκη τε καὶ τρυγὼν ὑπέρχονται μετρίως καὶ μαλάχη μετρίως καὶ τεῦτλον ὅ τε νεοπαγὴς τυρὸς μετὰ μέλιτος, ἀνδράφαξυς, κολοκύντη, πέπονες, μηλοπέπονες, σῦκα, ἰσχάδες, σταφυλὴ ἡ γλυκεῖα, καὶ μάλιστα ὅταν ὦσιν ὑγραί, συκάμινα πρῶτα ληφθέντα.
1 45 12 τὸ ὑγρὸν ἔτι κάρυον πρὸς διαχώρησιν ἐπιτήδειον, καὶ τὰ ξηρὰ δ’ ὁμοίως προαποβεβρεγμένα πλέον ἔχοντα μέλιτος ἱκανῶς λαπάττει γαστέρα, κἂν μόνα τις αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον 〈ἐὰν〉 ἐπιρροφήσῃ τοῦ μελικράτου.
1 45 13 πρόδηλον δ’ ὅτι συντελέσει τῇ τῆς γαστρὸς ὑπαγωγῇ μετὰ τὴν προσφορὰν τῶν τοιούτων ἐπιπιεῖν οἴνου γλυκέος ὡς καὶ διαλιπεῖν τινα χρόνον καὶ οὐκ εὐθέως ἀριστᾶν.
1 45 14 μόρα, κεράσια, πραικόκκια, περσικὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη, καὶ ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖς γευομένοις ἢ ὀσμωμένοις αὐτῶν μέσης πώς ἐστι δυνάμεως τῶν τε ὑπαγόντων καὶ ἐπεχόντων.
1 45 15 τὸ μέλι μόνον, εἴ [μή] τις μὴ ἀφεψήσας ἐκλείχοι, καλῶς ὑπάγει, καὶ μελίκρατον τὸ ἐπ’ ὀλίγον ἢ μηδ’ ὅλως ἑψηθὲν ὑπέρχεται.
1 45 16 οἶνος γλυκὺς συμβάλλεται ἐπὶ τῇ κατὰ γαστέρα διεξόδῳ· γλεῦκος ὑπάγει.
1 46 t Ὅσα ἐπέχει γαστέρα. Φοίνικες οἱ αὐστηροί, σταφίδες αἱ αὐστηραί, συκάμινα, βάτινα, προῦμνα, μῆλα τὰ στύφοντα καὶ ἄπιοι ὁμοίως καὶ ῥοιαί.
1 46 2 ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες, ὅσα τε ἄλλα τοιαῦτα τῶν μαλακοστράκων ἔλαττον μὲν τῶν ὀστρακοδέρμων, ἔχει δ’ οὖν καὶ αὐτὰ τὸν ἁλυκὸν χυμόν, ὃν ἐὰν ἀπόθηται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἡ σὰρξ ἐπισχετικὴ γίνεται γαστρός.
1 46 3 [5] καὶ φακὴ δὲ καὶ κράμβαι δίσεφθοι γενόμεναι καὶ τὸν χυμὸν ἀποθέμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται· καὶ ξηρᾶναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἡψῆσθαι δοκῇ 〈ἡ〉 κράμβη, τὸ πρότερον ὕδωρ ἀποχέαντες ἐμβάλλομεν εὐθέως ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήσαντες ὡς τακερὰν γενέσθαι· χρὴ δὲ μήτε ἀέρος μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖστον ἕψῃς.
1 46 5 [5] ἀφαιρεθεῖσα δ’ ἡ φακὴ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ τὴν γαστέρα· εἰ μέντοι πτίσας αὐτὴν καὶ δὶς ἑψήσας ἀποχέοις τὸ πρότερον ὕδωρ, εἶτ’ ὀλίγον ὄξους ἢ γάρου μίξας ἐμβάλλοις τι τῶν ἐφεκτικῶν γαστρὸς ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν, ἥδιστόν τε καὶ ὠφελιμώτατον ἐργάσῃ φάρμακόν τε ἅμα καὶ σιτίον.
1 46 6 ἄλφιτα δι’ οἴνου αὐστηροῦ ποθέντα ξηραίνει· ὄρυζα ἐπέχει, ἔλυμον ἤτοι μελίνη, κέγχρος, ταγηνιστά, λάγεια κρέα· οἶνος αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ λευκὸς καὶ αὐστηρὸς καὶ 〈ὁ〉 κιρρὸς καὶ αὐστηρός.
1 47 t [5] Ὅσα θερμαίνει ἐν τροφαῖς. Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι, τίφη, βρόμος, τῆλις, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σήσαμον, αἱ γλυκεῖαι τῶν σταφυλῶν (διὸ καὶ διψώδεις), αἱ γλυκεῖαι σταφίδες, μαλάχαι μετρίως, σέλινον, σμύρνιον, εὔζωμα, ῥάφανος, γογγυλίς, ῥαφανίς, νάπυ, κάρδαμον, πύρεθρον, σταφυλῖνος, κάρω, σκόροδον, κρόμμυον, πράσον, τυρὸς ὁ παλαιός, οἶνος ὁ γλυκὺς μετρίως θερμὸς (διὸ καὶ διψώδης), ὁ κιρρὸς θερμότερος τοῦ μέλανος· ὁ δὲ ξανθὸς θερμότατός ἐστιν ἄκρως, εἶθ’ ὁ κιρρός, εἶθ’ ὁ ἐρυθρός, εἶθ’ ὁ γλυκύς, εἶθ’ ὁ λευκὸς ἁπάντων ἧττον θερμαίνει· ὁ παλαιότατος ἱκανῶς θερμαίνει.
1 48 t Ὅσα ψύχει. Κριθὴ κατὰ πάντας τρόπους τῆς χρήσεως, κέγχρος, ἔλυμον, ὕδνα, κολοκύνθη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυες, κοκκύμηλα, συκόμορα, αἱ αὐστηραὶ καὶ ὀξώδεις σταφυλαί, αἱ αὐστηραὶ τῶν σταφίδων, μῆλα τὰ στύφοντα καὶ τὰ ὀξέα καὶ τὰ ἄποια· καὶ ἄπιοι δὲ καὶ ῥοιαὶ ὁμοίως αἱ τοιαῦται ψύχουσιν.
1 48 3 οἱ στύφοντες φοίνικες ψυχρὸν ἔχουσι χυμόν, θρίδαξ, ἴντυβοι μετριώτερον, ἀνδράχνη, μήκωνος σπέρμα.
1 48 4 ὕδωρ, ὑδατώδης οἶνος οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται.
1 48 5 οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς ἥκιστα ὡς ἐν οἴνοις θερμαίνει, ὁ δὲ λευκὸς ἅμα καὶ αὐστηρὸς καὶ παχὺς καὶ νέος αἰσθητῶς ψύχει· ψύχει δὲ καὶ τὸ ὄξος· λεπτομερὲς δ’ ὑπάρχει· διὸ καὶ νεῦρα πλέον τῶν ἄλλων τῶν ψυχόντων βλάπτει.
1 48 7 μέσα δέ πως τῶν θερμαινόντων τε καὶ ψυχόντων εἰσὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν. Ὅσα ξηραίνει.
1 49 1 Φακή, κράμβη, ἄλφιτα, ἄγνου σπέρμα, ὄροβοι δὶς ἑψηθέντες καὶ ἀπογλυκανθέντες πολλάκις ὕδατι· βελτίους δ’ εἰσὶν οἱ λευκοί.
1 49 2 καὶ ὅσα ὀπτῶντες ἢ τηγανίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσι, καὶ ὅσα δαψιλῶς ἔχει γάρου καὶ οἴνου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐστίν.
1 49 3 μεγίστη δ’ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐμβαλλομένων αὐτοῖς δύναμιν σπερμάτων τε καὶ λαχανωδῶν φυτῶν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. Ὅσα ὑγραίνει.
1 50 1 Πτισάνη, κολοκύντη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυοι, κάρυα χλωρά, σούσινα, κοκκύμηλα, συκάμινα, θριδακίνη, ἴντυβοι· μαλάχη δὲ καὶ βλίτα καὶ ἀνδράφαξυς ὑδατωδέστατα λαχάνων ἐστίν.
1 50 3 κύαμοι χλωροὶ ὑγραίνουσιν, ἐρέβινθοι.
1 50 4 ὕδωρ ὑγραίνει καὶ ψύχει· θερμανθὲν δ’ ὑγραίνει καὶ θερμαίνει. Ὅσα κεφαλὴν βλάπτει.
1 51 1,2 [5] Συκάμινα, βάτινα κεφαλαλγῆ, φοίνικες πάντες, εὔζωμα, τῆλις. ὁ κιρρὸς καὶ αὐστηρὸς οἶνος κεφαλαλγὴς καὶ γνώμης ἅπτεται μᾶλλον τοῦ μέλανος καὶ αὐστηροῦ, καὶ οἱ εὐώδεις κεφαλαλγεῖς· ὁ ὑδατώδης γοῦν οὔτε κεφαλῆς οὔτε νεύρων ἅπτεται, ὁ δ’ ὀλιγοφόρος καὶ παύει τὰς κεφαλαλγίας γινομένας διὰ χυμοὺς τοὺς ἐν τῇ γαστρὶ ἀναδοθέντας.
1 51 3,4 οἱ παλαιοὶ οὐκ ἐπιτήδειοι κεφαλῇ, εἰ μή τις ἰσχυρὰν ἔχοι πάνυ. τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ καλοῦσι τρύγα, κεφαλαλγές, καὶ ἡ ἐν τοῖς στεμφύλοις συντιθεμένη σταφυλή.
1 52 t Ὅσα ὀδόντας βλάπτει. Γάλα βλάπτει τοὺς ὀδόντας, εἰ συνεχῶς αὐτῷ χρῷτό τις, καὶ τὰ οὖλα.
1 52 1 [5] ταῦτα μὲν πλαδαρά, τοὺς ὀδόντας δ’ εὐσήπτους τε καὶ ῥᾳδίως βιβρωσκομένους ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ τροφῇ τοῦ γάλακτος οἴνῳ κεκραμένῳ διακλύζεσθαι· καὶ βέλτιον δέ, εἰ καὶ μέλι ἐπεμβάλοις αὐτῷ. Ὅσα μὲν εἰδέναι τέ σε καὶ ποιεῖν δυνατὸν ἦν φυλακῆς ἕνεκα τῆς ὑγιείας εἴρηται· καιρὸς δὲ τάς τε δυνάμεις ἐπελθεῖν τὰς καθόλου τῶν ἁπλῶν καὶ εὐπορίστων φαρμάκων, καὶ τίσι τῶν παθῶν οἷόν τε βοηθεῖν ἕκαστον τούτων.
2 p 2 [5] καὶ μετὰ ταῦτα ὥσπερ ἐπὶ τῶν τροφῶν, οὕτω καὶ ἐπὶ τῶν ἁπλῶν φαρμάκων πράξομεν, τὰς ὕλας ἑκάστης δυνάμεώς τε καὶ ἐνεργείας εἰς ἓν ἀθροίσαντές τε καὶ ἀναγράψαντες· εὐπορεῖν γὰρ ἡμᾶς τῶν ἐπιτηδείων ἰάσεων, ὧν ἂν ἑκάστοτε δεώμεθα, τοῦτο μάλιστα πάντων ποιεῖν δυνήσεται. Κατὰ στοιχεῖον.
2 1,alpha 1 [5] Ἄγνου τὰ φύλλα καὶ τὰ ἄνθη καὶ ὁ καρπὸς θερμὰ μέν ἐστι καὶ ξηρὰ τὴν δύναμιν σφοδρῶς, λεπτομερῆ δ’ ἱκανῶς καὶ τὰς ἀφροδισίους ὁρμὰς ἐπέχει· διόπερ οὐ μόνον ἐσθιόμενα καὶ πινόμενα πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννύμενα· καὶ πρὸς ἧπαρ δὲ καὶ σπλῆνα σκιρρούμενά τε καὶ ἐμφραττόμενα τὸ σπέρμα μᾶλλον ἁρμόττει τοῦ πηγάνου.
2 1,alpha 2 —Ἀγρώστεως ἡ ῥίζα μετρίως ἐστὶ ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο κολλητικὴ τῶν ἐναίμων ἑλκῶν.
2 1,alpha 3 αὐτὴ δ’ ἡ πόα καταπλαττομένη ψύχει μὲν οὐκ ἰσχυρῶς, ξηρότητος δὲ καὶ ὑγρότητος ἐν τῷ μέσῳ καθέστηκεν.
2 1,alpha 4 τὸ δ’ ἐν τῇ ῥίζῃ δακνῶδές τε καὶ λεπτομερές ἐστι μὲν ὀλίγον· εἴωθε δ’ ἐνίοτε καὶ λίθους θρύπτειν, εἴ τις αὐτὴν ἀφεψήσας πίνοι.
2 1,alpha 5 —Ἀγαρικὸν διαφορεῖ καὶ πάχος τέμνει, διακαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις καὶ διὰ τοῦτο καὶ ἰκτεριῶντας ἰᾶται τοὺς ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ συνισταμένους.
2 1,alpha 6 ὀνίνησι δὲ καὶ τοὺς ἐπιληπτικοὺς καὶ τὰ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων ἢ γλίσχρων χυμῶν ἐστιν ἔγγονα.
2 1,alpha 7 —Ἀδίαντον ξηραίνει, λεπτύνει, διαφορεῖ· καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστήματα διαφορεῖ καὶ λίθους θρύπτει πινόμενον καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναγωγαῖς τῶν γλίσχρων καὶ παχέων οὐ σμικρὰ συντελεῖ καὶ ῥεῦμα κοιλίας ἵστησι· μέσον δ’ ἐστὶ κατὰ θερμότητα καὶ ψυχρότητα τὴν κρᾶσιν.
2 1,alpha 9 —Αἰγίλωψ διαφορητικὴν ἔχει δύναμιν· τὰς γοῦν σκληρυνομένας φλεγμονὰς καὶ αἰγίλοπας καὶ ἀλωπεκίας ἰᾶται.
2 1,alpha 10 —Ἀείζῳον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν πρᾴως, κρατεῖ δ’ ἐν αὐτῷ ἡ ὑδατώδης μᾶλλον οὐσία καὶ ψύχει σφοδρῶς· ταῦτα ἄρα καὶ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καὶ πρὸς τὰς ἐκ φλέγματος φλεγμονὰς ἁρμόττει.
2 1,alpha 11 —Αἴρα θερμαίνει καὶ ξηραίνει σφοδρῶς καὶ δραστικῶς ὡς ἐγγὺς εἶναι τῶν δριμέων· ξηραίνει δ’ ἱκανῶς.
2 1,alpha 12 —Αἰγείρου τὰ ἄνθη θερμαίνει μὲν σφοδρῶς, ξηραίνει δὲ μετρίως· ἔστι δὲ καὶ λεπτομερής. ἡ ῥητίνη δ’ αὐτῆς θερμοτέρας δυνάμεώς ἐστιν.
2 1,alpha 13,14 —Ἀκακία ξηραίνει μὲν σφοδρῶς, ψύχει δ’ ἱκανῶς ἐπειδὰν πλυθῇ, μὴ πλυθεῖσα δὲ μετρίως· οὐκ οὖσα γὰρ ὁμοιομερὴς ἔχει τινὰ μόρια παρεσπαρμένα καὶ λεπτομερῆ καὶ θερμὰ τὰ κατὰ τὴν πλύσιν ἀποχωροῦντα.
2 1,alpha 15 —Ἀκαλήφης τὰ φύλλα καὶ ὁ καρπὸς διαφορητικῆς καὶ λεπτομεροῦς ἐστιν ἱκανῶς δυνάμεως ἄνευ τοῦ θερμαίνειν σφοδρῶς· ἰᾶται γοῦν φύματα καὶ παρωτίδας καὶ τὰ ἐκ θώρακος καὶ πνεύμονος ἀνάγει καὶ τῶν ὑγρῶν τὰ παχέα τε καὶ γλίσχρα.
2 1,alpha 16 ἔχει δέ τι καὶ φυσῶδες, ᾧ καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐπεγείρει, καὶ μάλιστα δ’ ὅταν μετὰ γλύκεος πίνηται τὸ σπέρμα.
2 1,alpha 17 —Ἀκάνθης λευκῆς ἡ ῥίζα ξηραίνει μετρίως καὶ στύφει, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλαττομένη προσστέλλει καὶ ὀδόντας ἀλγοῦντας ὀνίνησιν, εἴ τις διακλύζοιτο τῷ ἀφεψήματι.
2 1,alpha 18 τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις ἁρμόττει πινόμενον.
2 1,alpha 19 —Ἀκόρου ἡ ῥίζα θερμὴν ἔχει καὶ ξηρὰν τὴν δύναμιν σφοδρῶς καὶ λεπτομερῆ τὴν σύστασιν· κινεῖ γοῦν οὖρα καὶ σπλῆνας ὠφελεῖ σκιρρουμένους.
2 1,alpha 20 —Ἀλόη θερμαίνει μὲν σφοδρῶς, ξηραίνει δὲ καὶ στύφει μετρίως· ἔστι δ’ εὐστόμαχον τὸ φάρμακον, εἴπερ τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν.
2 1,alpha 22 ἰᾶται δὲ καὶ τὰ δυσεπούλωτα τῶν ἑλκῶν καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον.
2 1,alpha 23 ἁρμόττει δ’ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στόματι καὶ ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς· καὶ ὅλως ἀποκρούεσθαί τε καὶ διαφορεῖν ἅμα πέφυκε μετὰ τοῦ καὶ ῥύπτειν ἐπ’ ὀλίγον, εἰς ὅσον ἕλκεσι καθαροῖς ἄλυπον.
2 1,alpha 24 —Ἅλες παραπλησίαν ἔχουσι δύναμιν οἵ τε ὀρυκτοὶ καὶ οἱ ἐκ τῆς θαλάσσης ἐκ δυοῖν ποιοτήτων ῥυπτικῆς τε καὶ στυπτικῆς· ὅτι δ’ ἀμφότεροι καὶ ξηραίνουσι δῆλον.
2 1,alpha 25 διὸ τὸ μὲν ὑγρὸν τὸ ἐν τῷ σώματι πᾶν ἐκβόσκονται, τὰ δὲ στερεὰ συνάγουσι τῇ στύψει καὶ διὰ τοῦτο ταριχεύουσι καὶ ἄσηπτα φυλάττουσι τὰ σώματα.
2 1,alpha 26 οἱ δὲ κεκαυμένοι τὸ μὲν διαφορητικὸν ἔχουσι μᾶλλον, τὸ πιλεῖν δὲ καὶ συνάγειν οὐχ ὁμοίως.
2 1,alpha 27 —Ἁλὸς ἄνθος λεπτομερέστερόν ἐστι τῶν κεκαυμένων ἁλῶν δριμύ τε τῇ ποιότητι καὶ διαφορητικὸν ἱκανῶς.
2 1,alpha 28 —Ἄμεως σπέρμα θερμαίνει καὶ ξηραίνει σφοδρῶς, λεπτομερὲς ὄν· ἔστι δὲ καὶ διουρητικὸν καὶ διαφορητικόν.
2 1,alpha 29 —Ἀμόργη θερμαίνει μέν, οὐ μὴν ἐπιφανῶς δάκνει· εἰ δ’ ἑψηθείη, γίνεται δυνάμεως θερμῆς καὶ ξηρᾶς ἱκανῶς.
2 1,alpha 30 —Ἀμπέλου λευκῆς, ἣν δὴ καὶ βρυωνίαν καλοῦσιν, οἱ βλαστοὶ τὴν οὔρησιν κινοῦσι μετρίως.
2 1,alpha 31 ἡ δὲ ῥίζα ῥυπτικὴν καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ συμμέτρως θερμαίνει· διὸ καὶ σπλῆνας τήκει σκιρρουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη.
2 1,alpha 32 μετὰ δὲ σύκων καὶ ψώρας καὶ λέπρας ἰᾶται.
2 1,alpha 33 ἡ δὲ μέλαινα παραπλήσιός ἐστι τὰ πάντα τῇ προειρημένῃ πλὴν ἀσθενεστέρα.
2 1,alpha 34 —Ἀμύγδαλα τὰ μὲν πικρὰ φανερῶς τῆς λεπτυνούσης ἐστὶ δυνάμεως ὡς ἔφηλίν τε ἀποκαθαίρειν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν ἱκανῶς συντελεῖν· ἀλλὰ καὶ ἐκφράττει καὶ ἐκκαθαίρει τὸ ἧπαρ καὶ σπλῆνα καὶ κῶλον καὶ νεφρούς.
2 1,alpha 35 καὶ τὸ δένδρον δ’ αὐτὸ σύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας ἑφθὰς ἐπιπλάττοντες ἀποκαθαίρουσιν ἔφηλιν.
2 1,alpha 36 τὰ δὲ γλυκέα τῶν ἀμυγδάλων ἀσθενέστερα τῶν πικρῶν.
2 1,alpha 37 —Ἀμμωνιακὸν μαλακτικῆς ἐστι δυνάμεως ἐπιτεταμένως, ὥστε καὶ τοὺς ἐπὶ τῶν ἄρθρων πώρους διαλύειν καὶ σπλῆνας ἐσκιρρωμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν.
2 1,alpha 38 —Ἄμωμον ἔοικε τὴν δύναμιν ἀκόρῳ πλὴν ὅσον ξηρότερόν ἐστι τὸ ἄκορον, πεπτικώτερον δέ πως τὸ ἄμωμον.
2 1,alpha 39 —Ἀναγαλλὶς ἑκατέρα, ἥ τε τὸ κυανοῦν ἄνθος ἔχουσα καὶ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικόν, ὥστε καὶ σκόλοπας ἐπισπᾶσθαι (ὁ δὲ χυλὸς αὐτῶν ἐκ ῥινῶν καθαίρει)· καὶ καθόλου ξηραντικὴν ἔχουσι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι καὶ τοῖς σηπομένοις βοηθοῦσιν.
2 1,alpha 41 —Ἀνδράχνη ψυχρὰ μὲν σφοδρῶς ἐστιν, ὑγρὰ δ’ ἱκανῶς, ὀλίγου τινὸς αὐστηροῦ μετέχουσα· διὸ καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιστα τὰ χολώδη καὶ θερμὰ μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ τὴν ποιότητα καὶ σφοδρῶς ἐμψύχειν.
2 1,alpha 42 ταῦτά τοι καὶ τοὺς καυσουμένους ὀνίνησιν, εἴπερ τι καὶ ἄλλο τῶν ὑποχονδρίων.
2 1,alpha 43 αἱμωδίας τέ ἐστιν ἴαμα. καὶ ὁ χυλὸς δ’ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμψύχει.
2 1,alpha 44 τοῦτο μέν γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ.
2 1,alpha 45 διὰ δὲ τὸ ὑποστύφειν καὶ δυσεντερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς· εἰς ταῦτα μέντοι πολὺ δραστικώτερος αὐτῆς τῆς πόας ὁ χυλός ἐστιν.
2 1,alpha 46 [5] —Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς εἰσιν ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς δυνάμεως· ὅθεν ἡ τούτου ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται, καὶ ὁ χυλὸς ἐκ ῥινῶν καθαίρει καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς λεπτύνει· καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν καθαίρουσι καὶ λέπρας ἀφιστᾶσιν ἔμμηνά τε προκαλοῦν〈ται προστιθέ〉μεναι καὶ γάλα κατασπῶσιν.
2 1,alpha 47 —Ἄνηθον ἱκανῶς θερμαίνει καὶ ξηραίνει, διόπερ εἰκότως ἐναφεψημένον ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει.
2 1,alpha 48 καυθὲν δὲ σφοδρῶς θερμαίνει καὶ ξηραίνει καὶ διὰ τοῦτο πλαδαροῖς ἕλκεσιν ἐπιπαττόμενον ὀνίνησι καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ· τὰ δ’ ἐπὶ τῆς πόσθης χρόνια καὶ ἐπουλοῖ καλῶς.
2 1,alpha 49 ὑγρότερον δὲ δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρόν, ὥστε πεπτικώτερον μέν ἐστι τοῦ ξηροῦ μᾶλλον, διαφορητικὸν δ’ ἧττον.
2 1,alpha 50 —Ἀνθεμὶς ἡ καὶ χαμαίμηλον θερμαίνει καὶ ξηραίνει μετρίως, ἔστι δὲ καὶ λεπτομερὴς καὶ διὰ ταῦτα καὶ διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστική· διὸ καὶ πόνοις ἀρωγόν ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ ἀλγημάτων πραϋντικόν.
2 1,alpha 51 ἀνίησι δὲ καὶ χαλᾷ τὰ συντεταμένα καὶ μαλάττει τὰ μετρίως σκληρά· καὶ πυρετῶν ὁπόσοι χωρὶς σπλάγχνων φλεγμονῆς ἐνοχλοῦσι λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι χυμοῖς ἢ πυκνώσει δέρματος συνισταμένων.
2 1,alpha 52 ἔστι δὲ καὶ ὑποχονδρίῳ εὐμενές, εἴπερ τι καὶ ἄλλο.
2 1,alpha 53 ἐξανθημάτων δὲ διὰ τὴν ὑπερβολὴν τοῦ πυρετοῦ γενομένων ἐν τῇ κεφαλῇ χαμαίμηλον ... εἰ μὲν εἴη χλωρόν, ἐναφεψημένον τῷ ἐλαίῳ, εἰ δὲ ξηρόν, ὄξει προνοτισθέν.
2 1,alpha 54 ἐπιτήδειον δὲ καὶ ἐφ’ ὧν οὔπω τέλεον ἡ ὕλη πέπαυται τῆς ἀναφορᾶς· τήν τε γὰρ οὐσίαν ἐν τῇ κεφαλῇ διαφορεῖ καὶ ἑτέραν οὐκ ἐπισπᾶται, ὅπερ οὐδενὶ τῶν ἄλλων συντετύχηκε φαρμάκων.
2 1,alpha 55 —Ἀνήσου τὸ σπέρμα θερμαίνει καὶ ξηραίνει σφοδρῶς (ταῦτα ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικόν), ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν.
2 1,alpha 56 — Ἀριστολοχία ἡ μακρὰ μὲν ἕλκη σαρκοῖ καὶ ταῖς τῶν ὑστερῶν πυρίαις χρησιμωτέρα καθέστηκεν· ἐφ’ ὧν δὲ παχὺν χυμὸν ἰσχυρότερον λεπτῦναι δεῖ, τῆς στρογγύλης χρεία· διὰ τοῦτο καὶ τὰ δι’ ἔμφραξιν ἢ πάχος ἀπέπτου πνεύματος ἀλγήματα θεραπεύει μᾶλλον ἡ στρογγύλη.
2 1,alpha 59 καὶ σκόλοπας ἀνάγει καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει καὶ ὀδόντας καὶ οὖλα λαμπρύνει· βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ λύζουσιν ἐπιληπτικοῖς τε καὶ δριμέσι χυμοῖς καὶ ποδαγρικοῖς μεθ’ ὕδατος πινομένη, καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν, εἴπερ τι καὶ ἄλλο φάρμακον, ἐπιτήδειόν ἐστιν.
2 1,alpha 61 —Ἀρνόγλωσσον ἱκανῶς ψύχει καὶ ξηραίνει καὶ στύφει· διὸ καὶ πρὸς ἕλκη κακοήθη καὶ ῥεύματα καὶ σηπεδόνας ἁρμόττει· καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας, καὶ αἱμορροΐδας ἵστησι, καὶ εἴ τι διακαὲς ἐμψύχει καὶ κολλᾷ κόλπους.
2 1,alpha 62 ἔστι δὲ καὶ τῶν ἄλλων ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν ἴαμα· ξηραίνει γὰρ ἀδήκτως καὶ μετέχει ψύξεως μηδέπω ναρκούσης.
2 1,alpha 63 καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ ἡ ῥίζα παραπλησίας εἰσὶ δυνάμεως, πλὴν ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς· ἀλλ’ ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ ῥίζαι δὲ παχυμερέστεραι.
2 1,alpha 64 καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίνεται δυνάμεως.
2 1,alpha 65 ταῦτα ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρῶνται διαμασωμέναις τε καὶ τοῖς διακλύσμασιν αὐτῶν ἐνεψομέναις· πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις μέν, ἀλλὰ καὶ τοῖς φύλλοις· καὶ πολὺ μᾶλλον ἔτι τῷ καρπῷ.
2 1,alpha 66 —Ἄρον ῥυπτικῆς ἐστι δυνάμεως οὐκ ἰσχυρᾶς, ὥσπερ τὸ δρακόντιον· ξηραίνει δ’ ἱκανῶς καὶ θερμαίνει.
2 1,alpha 67 αἱ ῥίζαι δ’ αὐτοῦ τέμνουσιν ἐσθιόμεναι πάχος χυμῶν οὐ μετρίως, ὥστε καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσίν εἰσιν ἐπιτήδειοι.
2 1,alpha 68 —Ἀρσενικὸν καυστικῆς ἐστι δυνάμεως, ἄκαυστόν τε καὶ κεκαυμένον.
2 1,alpha 69 χρῶνται δ’ αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς ἀποκάοντι, καὶ εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται. — Ἀρτεμισίαι θερμαίνουσι καὶ ξηραίνουσιν ἱκανῶς· εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως, ὥστε καὶ πρὸς τοὺς ἐν νεφροῖς λίθους ἁρμόττειν μετρίως καὶ εἰς πυρίας ὑστερῶν.
2 1,alpha 71 —Ἀσάρου αἱ ῥίζαι παραπλήσιαι μὲν ταῖς τοῦ ἀκόρου, ἐπιτεταμέναι δὲ μᾶλλον, ὥστε ἐξ ὧν περὶ ἐκείνου προείρηται, καὶ περὶ τούτων χρὴ γινώσκειν.
2 1,alpha 72 —Ἀσπάλαθος ἐξ ἀνομοιομερῶν σύγκειται δριμέων τε καὶ στυφόντων· καὶ τοῖς μὲν δριμέσιν ἑαυτοῦ μέρεσι θερμαίνει, τοῖς δὲ στύφουσι ψύχει, ὥστε ξηραίνει κατ’ ἄμφω· καὶ διὰ τοῦτο πρός τε σηπεδόνας καὶ ῥεύματα χρήσιμος ὑπάρχει.
2 1,alpha 74 —Ἀσπάραγος μυακάνθινος ῥυπτικῆς ἐστι δυνάμεως· οὔτε δὲ θερμαίνει σαφῶς οὔτε ψύχει.
2 1,alpha 75 ταῦτά τοι καὶ νεφρῶν καὶ ἥπατος ἐκφρακτικὸς ὑπάρχει, καὶ μάλιστα αἱ ῥίζαι τῆς βοτάνης καὶ τὸ σπέρμα.
2 1,alpha 76 καὶ μὲν δὴ καὶ ὀδονταλγίας ἰᾶται τῷ ξηραίνειν ἄνευ τοῦ θερμαίνειν.
2 1,alpha 77 —Ἀσταφὶς ἡ μὲν ἥμερος πεπτική τέ ἐστιν ἅμα καὶ στυπτικὴ καὶ διαφορητικὴ μετρίως· ἡ δ’ ἀγρία δριμεῖα ἰσχυρῶς, ἀποφλεγματίζει τε καὶ ῥύπτει σφοδρῶς, ὥστε καὶ πρὸς ψώρας ἁρμόττειν.
2 1,alpha 78 μετέχει δὲ καὶ καυστικῆς τινος δυνάμεως.
2 1,alpha 79 —Ἀσφοδέλου ἡ ῥίζα χρήσιμος ὥσπερ ἄρου καὶ ἀσάρου καὶ δρακοντίου ῥυπτικῆς ὑπάρχουσα δυνάμεως.
2 1,alpha 80 καυθείσης δ’ αὐτῆς ἡ τέφρα θερμοτέρα καὶ ξηραντικωτέρα καὶ λεπτομερεστέρα καὶ διαφορητικωτέρα γίνεται καὶ διὰ τοῦτο καὶ ἀλωπεκίας ἰᾶται.
2 1,alpha 81 —Ἀτράφαξυς ὑγρὰ μέν ἐστιν ἱκανῶς, ψυχρὰ δὲ μετρίως· στύψεως δ’ οὐ μετέχει, ἀλλ’ ἐστὶν ὑδατώδης ὁμοίως τῇ μαλάχῃ.
2 1,alpha 82 εἰσὶ δ’ ὑγρότεραι μὲν αἱ κηπευόμεναι πολὺ καὶ ψυχρότεραι τῶν ἀγρίων· διὸ καὶ φλεγμοναῖς ταῖς ἀρχομέναις ἐπιτήδειαι, ταῖς ἀκμαζούσαις δὲ καὶ παρακμαζούσαις αἱ ἄγριαι συμφορώτεραι.
2 1,alpha 83 ὁ δὲ καρπὸς ῥυπτικῆς ἐστι δυνάμεως, ὅθεν καὶ πρὸς ἰκτέρους τοὺς ἐφ’ ἥπατος ἐμφράξει χρήσιμος ὑπάρχει.
2 1,alpha 84 —Ἀφρόνιτρον ῥυπτικὴν ἔχει δύναμιν, ὥστε μὴ μόνον ἀποσμᾶν, ἀλλὰ καὶ κνῆσιν ἰᾶσθαι, διαφορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὴν ἰχώρων.
2 1,alpha 85 —Ἀψίνθιον θερμὸν μέν ἐστι μετρίως, ξηρὸν δὲ σφοδρῶς.
2 1,alpha 86 ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος· ῥύπτει δὲ καὶ τονοῖ διὰ τοῦτο καὶ τοὺς ἐν τῇ κοιλίᾳ χολώδεις χυμοὺς ἐπί τε τὴν κάτω διαχώρησιν ἀπάγει καὶ δι’ οὔρων καὶ μᾶλλον τὸ ἐν φλεψὶ χολῶδες καθαίρει.
2 1,alpha 87 [5] δι’ αὐτὰ δὲ ταῦτα καὶ φλέγματος ἐν τῇ κοιλίᾳ περιεχομένου προσφερόμενον οὐδὲν ὀνίνησιν· ἡ γὰρ στυπτικὴ δύναμις ἐν αὐτῷ τῆς πικρᾶς ἐστιν ἰσχυροτέρα· τῷ δὲ καὶ δριμύτητός τινος μετέχειν πλείονι μέτρῳ θερμόν ἐστιν ἤπερ ψυχρόν. Βάλσαμον ἱκανῶς θερμαίνει καὶ ξηραίνει, ἔστι δὲ καὶ λεπτομερές.
2 1,beta 2 ὁ δ’ ὀπὸς αὐτοῦ λεπτομερέστερος, οὐ μὴν εἰς τοσοῦτόν γε θερμός, εἰς ὅσον οἴονταί τινες ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι.
2 1,beta 3 ὁ δὲ καρπὸς αὐτοῦ παραπλήσιός ἐστι κατὰ τὴν δύναμιν, ἀπολείπεται δὲ μακρῷ κατὰ τὸ λεπτομερές.
2 1,beta 4 —Βαλαύστιόν ἐστι μὲν ἄνθος ἀγρίας ῥοιᾶς· ἰσχυρῶς δὲ στύφει τὴν γεῦσιν, καὶ ξηραντικῆς δὲ καὶ ψυκτικῆς ἐστι δυνάμεως καὶ παχυμεροῦς, καὶ εἰ παρατρίμμασι καὶ ἕλκεσιν ἐπιπάττοις αὐτό, τάχιστα ἂν ἴδοις εἰς οὐλὴν ἰόντα· διὰ ταῦτά τοι κἀπὶ τῶν ἀναγόντων αἷμα πάντες αὐτῷ χρῶνται.
2 1,beta 5 —Βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ δὲ διαμασώμενοι ἄφθας τε καὶ τὰ ἄλλα ἕλκη τὰ ἐν τῷ στόματι θεραπεύουσι, καὶ μέντοι καὶ τραύματα κολλᾷ.
2 1,beta 6 ὁ δὲ καρπὸς εἰ μὲν εἴη πέπειρος, ἔχει τι καὶ συμμέτρου θερμότητος· ὁ δ’ ἄωρος ὑπὸ ψυχρᾶς οὐσίας καὶ γεώδους ἐπικρατεῖται καὶ διὰ τοῦτο σφοδρῶς ξηραντικός ἐστι.
2 1,beta 7 ξηρανθεὶς δ’ ἀποτίθεται, ὥσπερ καὶ τὸ ἄνθος αὐτῆς· καὶ ποιοῦσι πρὸς δυσεντερίας καὶ ῥεύματα γαστρὸς καὶ ἀτονίας καὶ τὰς τοῦ αἵματος πτύσεις. ἡ δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομερής ἐστι καὶ διὰ τοῦτο τοὺς ἐν νεφροῖς θρύπτει λίθους.
2 1,beta 9 —Βδέλλιον μαλακτικῆς ἐστιν ἰσχυρῶς 〈καὶ〉 δραστηρίου δυνάμεως· καὶ χρῶνταί τινες ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων ἀσίτου πτυέλῳ δεύοντες ὡς ἐμπλαστῶδες γενέσθαι· καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς ἐξιᾶται καὶ πόνους πλευρῶν καὶ ῥήγματα.
2 1,beta 10 —Βλίτον τὸ λάχανον ὑγρόν τε καὶ ψυχρόν ἐστιν ἱκανῶς.
2 1,beta 11 —Βολβὸς φυσώδης καὶ ἀφροδισιαστικός ἐστιν ἐσθιόμενος· ἐπιπλαττόμενος δὲ κολλητικὸς γίνεται καὶ ξηραντικός.
2 1,beta 12 —Βούτυρον πεπτικῆς ἐστι δυνάμεως, ἔχον ὀλίγον τι τῆς διαφορητικῆς, ὥστε καὶ παρωτίδας καὶ βουβῶνας καὶ τὰς ἐν τῷ στόματι φλεγμονὰς καὶ ἄλλα δὲ μυρία πολλάκις αὐτὸ μόνον ἰᾶται παιδικῶν σωμάτων καὶ γυναικείων. ἀλλὰ κἀπὶ τῶν φυόντων τοὺς ὀδόντας παιδίων διαχριόμενον συνεχῶς οὐδὲν ἧττον μέλιτος λεπτύνει τὰ οὖλα, καὶ μέντοι καὶ καταποθὲν συντελεῖ μεγάλως ταῖς ἐκ πνεύμονος ἀναπτύσεσι μετὰ τοῦ συμπέττειν τὰς φλεγμονάς.
2 1,beta 14 —Βούφθαλμον δριμύτερόν ἐστι τῆς ἀνθεμίδος καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον μέχρι τοῦ καὶ σκληρίας ἰᾶσθαι μιγνύμενον κηρωτῇ.
2 1,beta 15 —Βράθυ τῶν θερμαινόντων ἐστὶ καὶ ξηραινόντων σφοδρῶς καὶ διαφορούντων διὰ λεπτομέρειαν καὶ καταμηνίων ἐστὶν ἀγωγόν, εἴπερ τι ἄλλο, καὶ δι’ οὔρων αἷμα κινεῖ καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει τά τε νεκρὰ ἐκβάλλει.
2 1,beta 16 ἔνιοι δὲ καὶ ἀντὶ κιναμώμου διπλάσιον αὐτὸ βάλλουσιν. Γάλα τὸ εὐχυμώτατον πρὸς τὰ δριμέα καὶ δάκνοντα ῥεύματα συμφορώτατόν ἐστιν, εὔτρεπτον ὄν, καὶ μάλιστα ὅταν τὸ περιέχον θερμὸν ᾖ, καὶ ἀποβάλλει πολὺ τῆς δυνάμεως, εἰ μή τις αὐτῷ χρῷτο θερμῷ τῶν τιτθῶν ἐκχυθέντι.
2 1,gamma 3 μάλιστα μὲν γυναικὸς εὐεκτούσης τε καὶ καλῶς διαιτωμένης γάλακτι χρηστέον· εἰ δὲ μή, αἰγὸς ἢ ἵππου ἢ βοὸς ἢ ὄνου ἢ προβάτου.
2 1,gamma 4 ὁ δ’ ὀρρὸς αὐτοῦ ῥυπτικὴν ἔχει δύναμιν καὶ ὑπαγωγῆς γαστρὸς ἕνεκα λαμβάνεται καὶ διὰ κλυστήρων ἐνίεται, περιρρύπτων τε καὶ περιπλύνων ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας, ἕλκη τε δριμέα καὶ ἰχῶρας ἔχοντα κατακλυζομένων.
2 1,gamma 5 ἐπὶ δὲ δυσεντερικῶν καὶ πάντων τῶν κατὰ γαστέρα δριμέων ῥευμάτων προαφεψημένῳ τῷ γάλακτι διαπύρους κάχληκας ἐμβάλλειν χρὴ καὶ ἑψεῖν τὸ γάλα, μέχρις ἂν ἐκδαπανηθῇ τὸ πλεῖστον αὐτοῦ τῆς ὀρρώδους ὑγρότητος· ἐὰν δέ τις σιδηροῦς κυλίνδρους διαπύρους ἐμβάλλῃ, βελτίονα τὴν δύναμιν ἀπεργάζεται.
2 1,gamma 7 τὸ δ’ ὅλον γάλα πρός τε τὰ κατὰ τοὺς ὀφθαλμοὺς ῥεύματα δριμέα ἁρμόττει καὶ πρὸς τὰ ὑποσφάγματα καὶ ὑπώπια· καὶ μέντοι κατὰ τῶν βλεφάρων ἔξωθεν ὑπνοῦν μελλόντων ἐπιτιθέμενον ἅμα ῥοδίνῳ καὶ ὠῷ πέττει τὰς φλεγμονάς· γυναικὸς δ’ ἔστω τὸ γάλα πρόσφατον ἐκ τῶν τιτθῶν ἐπισταζόμενον.
2 1,gamma 8 ἐνίεμεν δ’ αὐτὸ καὶ μήτραις ἡλκωμέναις, καὶ πρὸς πάντα δὲ τὰ παρηγορίας δεόμενα διὰ φλεγμονὴν ἢ δῆξιν ἢ κακοήθειαν καλῶς αὐτῷ χρώμεθα.
2 1,gamma 9 [5] —Γῆ πᾶσα ξηραντικὴν ἔχει δύναμιν, καὶ ὅταν ἀκριβῶς ᾖ πυρώδους ἄμικτος οὐσίας, ἀδηκτότατα ξηραίνει· συντελεῖ δ’ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι. καὶ τῆς γεωργουμένης ἡ λιπαρὰ πᾶσα γῆ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατ’ Ἀλεξάνδρειάν τε καὶ Αἴγυπτον χρῶνται.
2 1,gamma 10 εἶδον γοῦν ὑδερώδεις τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῇ Αἰγυπτίᾳ γῇ καὶ χριομένους.
2 1,gamma 11 κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰς παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς ὁ αὐτός, ὥστε ἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ αἱμορροΐδων ἀμέτρου κενώσεως γενομένης ὠφεληθέντας ἐναργῶς.
2 1,gamma 12 καί τινες ἀλγήματα χρόνια κατά τινα μόρια ἐστηριγμένα τῷ πηλῷ τούτῳ τελέως ἐξιάσαντο.
2 1,gamma 13 ἡ δὲ Λημνία γῆ ἄλλοτε ἄλλῳ τῶν ὑγρῶν ἀνιεμένη φάρμακον ἐπιτήδειον γίνεται πρός τε τὴν τῶν τραυμάτων κόλλησιν καὶ τῶν χρονίων ἢ δυσεπουλώτων ἢ κακοήθων ἴασιν.
2 1,gamma 14 ἡ δὲ Σαμία γῆ καὶ μᾶλλον ὁ Σάμιος ἀστὴρ καλούμενος χρήσιμος εἰς τὰς τοῦ αἵματος πτύσεις, ὅθεν ἂν γινόμεναι τύχωσιν, ὥσπερ καὶ ἡ Λημνία σφραγίς. ὠφελοῦσι δὲ καὶ τὰς ἐκ μήτρας αἱμορραγίας καὶ τὰς δυσεντερικὰς ἑλκώσεις, πρὶν σηπεδονώδεις γενέσθαι.
2 1,gamma 16 ἡ δὲ Σαμία καὶ παρηγορεῖ φλεγμονάς, μάλιστα τὰς ἐν τιτθοῖς καὶ ὄρχεσι καὶ πᾶσι τοῖς ἀδενώδεσιν. χρὴ δὲ λειοῦν αὐτὴν μεθ’ ὕδατος, εἶθ’ οὕτως μιγνύειν ῥοδίνου τοσοῦτον ὅσον τὸ μιχθὲν οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον· ἀγαθὸν γὰρ τὸ οὕτω σκευασθὲν ὅπου μετρίως ψῦξαι βουλόμεθα μετὰ τοῦ παρηγορεῖν, ὡς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν εἶναι μετρίως ψυκτικήν.
2 1,gamma 18 ῥυπτικαὶ δ’ εἰσὶ μετρίως ἥ τε Σελινουσία καὶ ἡ Χία· διὸ καί τινες τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται.
2 1,gamma 19 —Γίγαρτα ξηραίνει μὲν ἱκανῶς, ψύχει δὲ μετρίως καὶ στύφει· διὸ καὶ πᾶσι τοῖς κατὰ γαστέρα πάθεσι τοῖς ῥοώδεσιν ἱκανῶς ἁρμόττει.
2 1,gamma 20 —Γλαύκιον στύφει καὶ ψύχει σαφῶς, ὥστε θεραπεύειν καὶ ἐρυσιπέλατα ὅσα γε μὴ ἰσχυρά. —Γλήχων θερμαίνει καὶ λεπτύνει σφοδρῶς· τὰ γοῦν ἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ παχέα καὶ γλίσχρα ῥᾳδίως ἀναπτύεσθαι ποιεῖ καὶ καταμήνια προτρέπει.
2 1,gamma 22 —Γλυκυρρίζης ὁ χυλὸς τραχύτητας ἐκλεαίνειν πέφυκεν, οὐκ ἐν ἀρτηρίᾳ μόνον, ἀλλὰ καὶ ἐν ψωρώδει κύστει.
2 1,gamma 23 ἔστι δ’ ἡ σύμπασα κρᾶσις αὐτῆς χλιαρά· ἐπεὶ δ’ ὑγρόν ἐστι τῇ κράσει, δεόντως ἄδιψόν ἐστι τὸ φάρμακον.
2 1,gamma 24 —Γλυκυσίδης ἡ ῥίζα, τῆς καὶ παιωνίας, καταμήνια κινεῖ, μέγεθος ἀμυγδάλου σὺν μελικράτῳ πινομένη. ἐκκαθαίρει δὲ καὶ ἧπαρ ἐμπεφραγμένον καὶ νεφρούς· τῇ στύψει δὲ τὰ κατὰ γαστέρα ῥεύματα ἵστησιν, ἐν οἴνῳ τινὶ τῶν αὐστηρῶν κατεψηθεῖσα καὶ ποθεῖσα.
2 1,gamma 26 ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς· ὥστε οὐκ ἀπελπίσαιμι καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι παιδίων ἐπιληψίας ἰᾶσθαι.
2 1,gamma 27 ἔστι δ’ ἡ δύναμις αὐτῆς λεπτομερὴς μὲν καὶ ξηραντική, θερμὴ δ’ οὐκ ἐπιφανῶς.
2 1,gamma 28 —Γογγυλίδος τὸ σπέρμα πρὸς ἀφροδίσια παροξύνει, φυσῶδες ὄν· καὶ ἡ ῥίζα δ’ αὐτοῦ φυσώδης ἐστὶ καὶ σπέρματος γεννητική.
2 1,gamma 29 —Γύψος ξηραντικῆς ἐστι καὶ ἐμπλαστικῆς δυνάμεως.
2 1,gamma 30 καυθεῖσα δὲ τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίνεται, καὶ μέντοι καὶ ἀποκρουστική, καὶ μάλιστα ὅταν ὀξυκράτῳ δευθῇ. Δαῦκος ὁ καὶ σταφυλῖνος θερμαντικῆς ἐστι δυνάμεως καὶ λεπτυντικῆς.
2 1,delta 2 ἡ δὲ ῥίζα πρὸς τοῖς εἰρημένοις καὶ φυσῶδές τι κέκτηται καὶ ἀφροδισιαστικόν. τὸ δὲ σπέρμα τὸ μὲν τοῦ ἡμέρου ἔχει τι καὶ αὐτὸ παροξυντικὸν εἰς ἀφροδίσια· τὸ δὲ τοῦ ἀγρίου τελέως ἐστὶν ἄφυσον καὶ διὰ τοῦτο διουρητικόν τε καὶ καταμηνίων κινητικόν.
2 1,delta 3 —Δάφνης τοῦ δένδρου τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς καὶ μᾶλλόν γε ὁ καρπός.
2 1,delta 4 ὁ δὲ φλοιὸς τῆς ῥίζης ἧττόν ἐστι δριμύς, πικρὸς δὲ μᾶλλον καί τι καὶ στύψεως ἔχει· διὸ καὶ λίθους θρύπτει καὶ ἡπατικοὺς ὠφελεῖ.
2 1,delta 5 πίνεται δὲ σὺν οἴνῳ εὐώδει τριωβόλου σταθμός. —Δέρματα παλαιὰ ἀπὸ τῶν καττυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων ἕλκη παυσαμένης τῆς φλεγμονῆς ὠφελεῖ· ξηραντικὴ γάρ ἐστιν ἡ τοιαύτη τέφρα καὶ εἰκότως καὶ τὰ πυρίκαυστα τῶν ἑλκῶν καὶ τὰ καλούμενα παρατρίμματα κατὰ τοὺς μηροὺς γινόμενα θεραπεύει.
2 1,delta 7 —Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως στυφούσης καὶ δριμείας· διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον.
2 1,delta 8 —Δίκταμνον λεπτομερεστέρας ἐστὶν οὐσίας ἢ κατὰ γλήχωνα, τὰ δ’ ἄλλα παραπλήσιον αὐτῇ.
2 1,delta 9 τὸ δὲ καλούμενον ψευδοδίκταμνον ἀσθενέστερον εἰς ἅπαντα τοῦ δικτάμνου.
2 1,delta 10 —Δρακόντιον δριμύτερόν ἐστι τοῦ ἄρου καὶ πικρότερον καὶ θερμαντικώτερον καὶ λεπτομερέστερον.
2 1,delta 11 ἔχει δέ τινα καὶ στῦψιν βραχεῖαν σὺν τῇ δριμύτητι καὶ πικρότητι· δραστήριον γοῦν ἐστι φάρμακον ἐν τοῖς μάλιστα.
2 1,delta 12 ἡ γοῦν ῥίζα διακαθαίρει τὰ σπλάγχνα, τούς τε παχεῖς καὶ γλίσχρους λεπτύνουσα χυμούς, καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει τε καὶ ἀπορρύπτει γεννικῶς τά τε ἄλλα τὰ ῥύψεως δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει.
2 1,delta 14 τὰ δὲ φύλλα ἕλκεσι καὶ τραύμασι νεοτρώτοις ἁρμόττει, καὶ ὅσῳ γε ἂν ἧττον ᾖ ξηρά, τοσούτῳ μᾶλλον κολλᾷ· τὰ γὰρ ξηρότερα δριμύτερά ἐστιν ἢ ὡς τραύμασι πρέπειν.
2 1,delta 15 —Δρυὸς πάντα τὰ μόρια στυφούσης μετέχει ποιότητος, ἐπὶ πλέον δὲ τοῦ ἔνδον τὸ ὑπὸ τὸν φλοιὸν τοῦ πρέμνου ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου τὸ περὶ τῇ σαρκὶ τοῦ καρποῦ· διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον αἵματός τε πτύσεις καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα χρόνια χρήσιμον εἶναι πεπίστευται.
2 1,delta 16 [5] σφοδρότερον δ’ ἔτι στύφει φηγὸς καὶ πρῖνος· τούτων καὶ τῆς δρυὸς τὰ φύλλα καταπλασσόμενα ξηραίνειν οὐκ ἀγεννῶς πέφυκε· κολλᾷ γοῦν καὶ τραύματα καταπλασσόμενα κατὰ τοῦ πέριξ χωρίου παντὸς τοῦ τραύματος. Ἐβίσκος ἡ ἀλθαία· ἐστὶ δὲ μαλάχη ἀγρία διαφορητική, χαλαστική, ἀφλέγμαντος, πραϋντική, πεπτικὴ φυμάτων δυσπέπτων.
2 1,epsilon 2 καὶ ἡ ῥίζα δ’ αὐτῆς καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ, λεπτομερεστέραν δὲ καὶ ξηραντικωτέραν ἐκείνης καὶ προσέτι ῥυπτικωτέραν ἐπιδείκνυται δύναμιν, ὥστε καὶ ἀλφοὺς ἀπορρύπτει, καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ.
2 1,epsilon 3 τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν, ὡς ἐχούσης τινὰ δύναμιν στυπτικήν.
2 1,epsilon 4 —Ἐλαίας οἱ μὲν θαλλοὶ τοσοῦτον μετέχουσι ψύξεως ὅσον καὶ στύψεως· ὁ δὲ καρπὸς ὁ ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστίν, ὁ δ’ ἄωρός ἐστι στυπτικώτερος καὶ ψυχρότερος.
2 1,epsilon 5 —Τὸ δ’ ἔλαιον τὸ ἐξ αὐτῶν ὑγραντικόν ἐστι συμμέτρως καὶ θερμόν· τὸ δ’ ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γλυκὺ γινόμενον· τὸ δ’ ὠμοτριβὲς εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν ἔλαιον τὸ ἐκ τοῦ γλυκέος θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι· καὶ τὸ ἐκ τοῦ ὠμοτριβοῦς δέ, ἐπειδὰν ἀποβάλλῃ τελέως τὴν στῦψιν, ὁμοιοῦται τῷ ἄλλῳ.
2 1,epsilon 7 τὸ δὲ λεπτομερές (τοιοῦτον δ’ ἐστὶ τό τε καθαρὸν καὶ διαυγὲς ὁρῶντι, κἀπειδὰν ὀλίγον ληφθὲν ἐπὶ πλεῖστον ἐκτείνηται τοῦ σώματος ἑαυτῷ μένον συνεχὲς ἀναπίνηταί τε πρὸς τοῦ χρωτός) ἡγεῖσθαι κάλλιστόν τε καὶ τὴν ἐλαίου μάλιστα κεκτημένον ἀρετήν.
2 1,epsilon 8 —Ἐλλέβορος ἑκάτερος ῥυπτικῆς τε ἅμα καὶ θερμῆς δυνάμεώς ἐστι· διὸ καὶ πρὸς ἀλφοὺς καὶ ψώρας καὶ λέπρας καὶ λειχῆνας ἁρμόττουσιν.
2 1,epsilon 9 καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην ὁ μέλας καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησιν αὐτῆς τὸν τύλον· καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος ὀνίνησι θερμαίνων καὶ ξηραίνων σφοδρῶς.
2 1,epsilon 10 —Ἑλξίνη, ἔνιοι δὲ περδίκιον· ἡ δύναμις αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθ’ ὑγρότητος ὑποψύχρου, ὅθεν ἰᾶται φλεγμονὰς πάσας ἐν ἀρχῇ τε καὶ ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ μάλιστα τὰς θερμάς· καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις ἐπιπλάττεται.
2 1,epsilon 11 καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ποιεῖ.
2 1,epsilon 12 —Ἔλυμος ἡ μελίνη ξηραντική ἐστιν· ἵστησι γοῦν καὶ τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ ὁ κέγχρος.
2 1,epsilon 13 εἰ δ’ ἔξωθεν ἐπιπλασθείη, ξηραίνει καὶ ψύχει.
2 1,epsilon 14 —Ἐρέβινθος γάλακτος καὶ σπέρματός ἐστι γεννητικός· προτρέπει δὲ καὶ καταμήνια.
2 1,epsilon 15 εἰσὶ δ’ οἱ κριοὶ καλούμενοι τῶν ἄλλων οὐρητικώτεροι.
2 1,epsilon 16 τὸ δ’ ἀφέψημα αὐτῶν καὶ λίθους τοὺς ἐν τοῖς νεφροῖς θρύπτει, καὶ μάλιστα τὸ τῶν μελάνων.
2 1,epsilon 17 τὸ δ’ ἕτερον γένος τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, δυνάμεως δ’ εἰσὶν ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς· εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως ὑγροί.
2 1,epsilon 18 μετέχουσι δὲ καὶ πικρότητος, δι’ ἣν καὶ ἧπαρ καὶ σπλῆνα καὶ νεφροὺς ἐκκαθαίρουσι καὶ ψώρας καὶ λειχῆνας ἀπορρύπτουσι καὶ παρωτίδας καὶ διδύμους σκιρρουμένους διαφοροῦσι καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος.
2 1,epsilon 19 —Ἕρπυλλον θερμαντικῆς εἰς τοσοῦτόν ἐστι δυνάμεως ὡς καταμήνια καὶ οὖρα κινεῖν.
2 1,epsilon 20 [5] —Ἔρια τὰ μὲν ῥυπαρὰ τὰ καλούμενα οἰσυπηρὰ ἐπιτιθέμενα κατὰ τῶν τεθλασμένων καὶ συντετριμμένων μορίων συνεργεῖ ταῖς ἐπιβροχαῖς πρὸς τὴν ὠφέλειαν· τὰ δὲ καθαρὰ καυθέντα δύναμιν ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα.
2 1,epsilon 21 καίεται δὲ καθάπερ καὶ τῶν ἄλλων τὰ πλεῖστα, καινῆς χύτρας πληρουμένης ἐξ αὐτῶν, εἶτα πωμαζομένης ὀπὰς πλείονας ἔχοντι τῷ πώματι.
2 1,epsilon 22 —Εὐπατόριος ἡ πόα λεπτομεροῦς καὶ ῥυπτικῆς καὶ στυπτικῆς καὶ τμητικῆς ἐστι δυνάμεως ἄνευ θερμότητος ἐπιφανοῦς· ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἀποκαθαίρει.
2 1,epsilon 23 μετέχει δὲ καὶ στύψεως βραχείας, δι’ ἣν καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ.
2 1,epsilon 24 —Εὐφόρβιον καυστικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως.
2 1,epsilon 25 —Ἐχίδνης αἱ σάρκες ἀρτυόμεναι ὡς ἐγχέλεις ἐλαίῳ καὶ ἁλσὶ καὶ ἀνήθῳ καὶ πράσῳ καὶ ὕδατι συμμέτρῳ καὶ ἐσθιόμεναι πᾶν ἐκκαθαίρουσι τὸ σῶμα διὰ τοῦ δέρματος οὕτως ὡς τοὺς ἐλεφαντιῶντας ἰᾶσθαι.
2 1,epsilon 26 ἐπεὶ δ’ ἔνιοι τῶν φαγόντων δίψει ἑάλωσαν σφοδροτάτῳ, φεύγειν χρὴ τὰς παρὰ τῇ θαλάσσῃ καὶ τόποις ἁλμυρίδας ἔχουσι διαιτωμένας· ἁλμυρὰν γὰρ ἔχουσι τὴν σάρκα· καλοῦσι δ’ αὐτὰς διψακούς.
2 1,epsilon 27 [5] ἔστιν οὖν ἡ σὰρξ τῶν ἐχιδνῶν ξηραντικὴ δυνάμει μετρίως· ἐπείγεται δέ, ὡς ἔοικεν, ἡ δύναμις αὐτῆς ἐπὶ τὸ δέρμα, διὰ τούτου κενοῦσα τὰ κατὰ τὸ σῶμα περιττώματα δαψιλῆ· καὶ τοῦ δέρματος ἀφίσταται καὶ ἀποπίπτει καθάπερ τις λοπὸς ἡ ἐπιδερμὶς ὀνομαζομένη, καθ’ ἣν αἵ τε ψῶραι καὶ αἱ λέπραι καὶ οἱ ἐλέφαντες γίνονται. Ζύμη λεπτομερής ἐστι καὶ μετρίως θερμή· διὰ τοῦτο τοίνυν ἀδήκτως τε καὶ ἀλύπως ἐπισπᾶταί τε ἅμα ἐκ τοῦ βάθους καὶ διαφορεῖ.
2 1,eta 1 Ἡδύοσμος (ἔνιοι 〈δὲ〉 μίνθην) θερμὴ τὴν δύναμίν ἐστι σφοδρῶς· διὰ δὲ τὴν ἐκ τοῦ κηπεύεσθαι προσοῦσαν ὑγρότητα πρὸς ἀφροδίσια παρορμᾷ μετρίως.
2 1,eta 2 ἔχει δέ τι καὶ πικρόν, ᾧ τὰς ἕλμινθας ἀναιρεῖ, καὶ στρυφνὴ δ’ ἐστί. δι’ ὀξυκράτου πινομένη τὰς προσφάτους αἵματος ἀναγωγὰς ἐπέχει.
2 1,eta 3 καὶ λεπτομεροῦς δ’ ἐστὶν οὐσίας, εἴπερ τις καὶ ἄλλη. Θαψία δριμείας ἐστὶν ἰσχυρῶς καὶ θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι· ἕλκει τοιγαροῦν ἐκ βάθους βιαίως καὶ αὐτὴ διαφορεῖ τὸ ἑλχθέν· χρόνῳ δ’ ἐργάζεται πλείονι ταῦτα.
2 1,theta 2 —Θέρμος ὁ μὲν ἐσθιόμενος τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων· ὁ δὲ τὴν σύμφυτον ἔχων πικρότητα ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει.
2 1,theta 3 ἀναιρεῖ δὲ καὶ ἕλμινθας ἐπιπλαττόμενός τε καὶ μετὰ μέλιτος ἐκλειχόμενος ἢ μετ’ ὀξυκράτου πινόμενος.
2 1,theta 4 οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμινθας ἐκβάλλειν πέφυκε· καὶ μέν γε καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφούς, ἀχῶρας, ἐξανθήματα, ψώρας, γαγγραίνας, ἕλκη κακοήθη· ξηραίνει γὰρ ἀδήκτως.
2 1,theta 5 ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ σπλῆνα μετὰ πηγάνου καὶ πεπέρεως.
2 1,theta 6 ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα σὺν μυρσίνῃ καὶ μέλιτι προστιθέμενον.
2 1,theta 7 ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων ἀδήκτως διαφορητικόν· οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει· ἐν ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ τηνικαῦτα ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ.
2 1,theta 8 διαφορεῖ δὲ καὶ τὰ πελιδνά, καὶ τὰ ἄλλα ὅσα εἴρηται πρόσθεν καὶ τὸ ἀφέψημα δρᾶν, ἅπαντα καὶ τὸ ἄλευρον ἐργάζεσθαι πέφυκεν.
2 1,theta 9 —Θεῖον πᾶν ἑλκτικῆς ἐστι δυνάμεως θερμόν τε ὂν καὶ λεπτομερές, ὡς πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι. καὶ ψώρας καὶ λέπρας καὶ λειχῆνας ἰᾶται μετὰ ῥητίνης τερμινθίνης· ἀπορρύπτει γὰρ καὶ τὰ τοιαῦτα πάθη πάντα χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι.
2 1,theta 11 —Θλάσπεως τὸ σπέρμα δριμὺ τὴν δύναμίν ἐστι· τὰ γοῦν ἐντὸς ἀποστήματα ῥήσσει ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα φθείρει καὶ δι’ ἕδρας ἐνιέμενον ἰσχιάδας ὀνίνησιν, αἱματώδη κενοῦν.
2 1,theta 12 —Θρίδαξ ὑγρὸν καὶ ψυχρόν ἐστιν, οὐ μὴν ἐσχάτως· διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυσιπελάτων· ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα.
2 1,theta 13,14 τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονορροίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται.
2 1,theta 15 —Θύμα θερμαίνει καὶ ξηραίνει σφοδρῶς καὶ τέμνει σαφῶς καὶ διὰ τοῦτο οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ καὶ τὰ σπλάγχνα διακαθαίρει πινόμενα ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσι συνεργεῖ. Ἰξὸς ἐκ τοῦ βάθους ἕλκει σφοδρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, διαχεῖ τε καὶ διαφορεῖ.
2 1,iota 2 ἔστι δὲ τῶν οὐκ εὐθὺς ἐκθερμαινόντων φαρμάκων, ἀλλὰ χρόνου δεομένων, ὥσπερ ἡ θαψία.
2 1,iota 3 —Ἴου τὰ μὲν φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ καθ’ ἑαυτὰ καὶ μετ’ ἀλφίτων ἐπιπλαττόμενα τὰς θερμὰς φλεγμονὰς παρηγορεῖ.
2 1,iota 4 —Ἰὸς δριμεῖαν ἔχει ποιότητα, διαφορητικός τε καὶ καθαρτικὸς καὶ σμηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός.
2 1,iota 5 εἰ δέ τις αὐτοῦ μίξειεν ὀλίγον κηρωτῇ πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μιχθὲν ἐξ ἀμφοῖν. —Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως.
2 1,iota 7 [5] τραύματά τε οὖν τὰ μέγιστα καταπλαττομένη κολλᾷ, κἂν νεῦρα διατετμημένα τύχῃ, καὶ τὰς ἐντεροκήλας ὀνίνησιν· ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος καὶ πρὸς τὸν ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν ἐρυθρόν, ἔτι δὲ δυσεντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα ῥεύματα γενναῖόν ἐστι φάρμακον ἡ πόα πινομένη δι’ ὕδατος ἢ οἴνου.
2 1,iota 8 ὁ δὲ χυλὸς αὐτῆς αἱμορραγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ τὰ κατὰ τὴν γαστέρα ῥοώδη πάθη σύν τινι τῶν αὐστηρῶν οἴνων πινόμενος ἢ καὶ δι’ ὕδατος, ἂν πυρέττοντες τυγχάνωσιν.
2 1,iota 9 [5] —Ἰσάτις ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης· ἔστι δὲ πικρά τε ἅμα καὶ στυπτική. ταύτῃ τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ, κἂν ἐν ταῖς τῶν μυῶν ὦσι κεφαλαῖς, καὶ κατὰ τῶν αἱμορραγούντων ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις ὄγκους ἱκανῶς διαφορεῖ τε ἅμα καὶ προσστέλλει καὶ πρὸς ἅπαντα τὰ κακοήθη ἕλκη δραστικῶς ἀνθίσταται.
2 1,iota 10 —Ἰτέας τοῖς φύλλοις χρήσαιτο ἄν τις εἰς τραυμάτων ἐναίμων κόλλησιν.
2 1,iota 11 ἔστι δ’ αὐτά τε καὶ τὸ ἄνθος αὐτῆς δυνάμεως ἀδήκτως ξηραντικῆς ἠρέμα καὶ στυφούσης.
2 1,iota 12 ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτόν τε καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον.
2 1,iota 13 καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος, πλὴν ὅσον ξηρότερος· ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸς ὅσαπερ ἂν ἰσχυρῶς δέωνται ξηραίνειν· τοὺς γοῦν καλουμένους ἥλους τε καὶ τύλους καὶ μυρμηκίας ἐξαίρουσιν αὐτὴν δεύοντες ὄξει δριμεῖ.
2 1,kappa 1,2 Καλαμίνθη θερμὴ καὶ ξηρὰ σφοδρῶς ἐστι καὶ λεπτομερής. πινομένη δ’ αὐτή τε καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου θερμαίνει τε σαφῶς καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ σύμπαν σῶμα.
2 1,kappa 3 [5] 〈διὰ〉 τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν μὲν ἀφέψοντες ἐλαίῳ καὶ συναλείφοντες ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίας, ἔσωθεν δὲ λαμβάνοντες, ὡς εἴρηται, καὶ μέν γε καὶ καταπλάττουσί τινες αὐτὴν κατ’ ἰσχίων ἐπὶ τῶν ἰσχιαδικῶν ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐκτὸς ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ τὰ καταμήνια πινομένη τε καὶ προστιθεμένη προκαλεῖται πάνυ δραστηρίως.
2 1,kappa 4 ἀγαθὸν δὲ καὶ τῶν ἐλεφαντιώντων τὸ φάρμακον τῷ διαφορεῖν καὶ λεπτύνειν ἰσχυρῶς καὶ τέμνειν τοὺς παχεῖς χυμούς· οὕτω δὲ καὶ οὐλὰς μελαίνας λαμπρύνει καὶ ὑπώπια διαφορεῖ.
2 1,kappa 5 κάλλιον δ’ ἐπὶ τῶν τοιούτων ἕψοντας ἐν οἴνῳ καταπλάσσειν αὐτήν, καὶ χλωρὰν μᾶλλον ἢ ξηράν· ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίνεται καὶ καίειν ἑτοιμοτέρα.
2 1,kappa 6 καὶ ἀσκαρίδας δὲ καὶ ἕλμινθας ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκεν.
2 1,kappa 7 ὀνίνησι δὲ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἰκτεριώδεις τῷ ῥύπτειν τε καὶ διακαθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις.
2 1,kappa 8 ἔστι δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος. —Καλάμου φραγμίτου ἡ ῥίζα ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δριμείας.
2 1,kappa 10 τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως ἐμψύχει, μετέχοντα καὶ αὐτὰ τῆς ῥυπτικῆς δυνάμεως.
2 1,kappa 11 ὁ φλοιὸς δ’ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν ὡς καὶ θερμαίνειν καὶ ξηραίνειν σφοδρῶς.
2 1,kappa 12 —Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικὸς εἰς τοσοῦτον ὡς, εἰ πλείων βρωθείη, ξηραίνει τὴν γονήν.
2 1,kappa 13 —Κάπνιος δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος· οὐκ ἀπήλλακται δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε καὶ ἀτονίας ἰᾶται.
2 1,kappa 14 [5] λαπάσσει δὲ καὶ γαστέρα ξηρὰ λεία μελικράτῳ ἐμπλασσομένη, καὶ τονοῖ στόμαχον ξηρὰ ὁμοίως οἴνῳ κεκραμένῳ ἐμπλασσομένη. —Καππάρεως τῆς ῥίζης ὁ φλοιὸς ἐκ μαχομένων σύγκειται δυνάμεων· ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ σφίγγειν τῇ στρυφνότητι· καὶ διὰ τοῦτο σπλῆνας σκιρρώδεις, εἴπερ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθέν τε τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω τε τοῦ σώματος λαμβανόμενον, ἀφεψημένον ὄξει ἢ ὀξυμέλιτι ἢ ξηρὸν λεῖον ἀναμιγνύμενον αὐτοῖς· κενοῖ γὰρ σαφῶς τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ κατὰ γαστέρα.
2 1,kappa 16 πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν, ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι.
2 1,kappa 17 καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει· καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν ἕλκεσιν ἀγαθὸν φάρμακον, καὶ ὀδόντων δὲ πόνους ὠφελεῖ, ἐνίοτε μὲν ὄξει συνεψηθείς, ἐνίοτε δ’ οἴνῳ, πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος. καὶ ἀλφοὺς δὲ διαφορεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνύμενος.
2 1,kappa 19 θαυμαστὸν δ’ οὐδὲν 〈εἰ〉 καὶ τοὺς ἐν ὠσὶ σκώληκας ὁ χυλὸς τῆς πόας ἀναιρεῖ διὰ τὴν πικρότητα.
2 1,kappa 20 —Καρδάμου τὸ σπέρμα καυστικῆς μετέχει δυνάμεως ὥσπερ τὸ νάπυ, καὶ διὰ τοῦτο ἰσχιάδας καὶ κεφαλαίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν αὐτῷ καθάπερ τῷ νάπυϊ.
2 1,kappa 21 —Καρδάμωμον θερμῆς ἐστι σφοδρῶς δυνάμεως ὡς καίειν ἐπιπλαττόμενον.
2 1,kappa 22 ἔχει δέ τι καὶ πικρότητος δι’ ἣν τὰς ἕλμινθας ἀναιρεῖ καὶ τὰς ψώρας ἰσχυρῶς ἀπορρύπτει σὺν ὄξει.
2 1,kappa 23 —Κασία θερμαίνει καὶ ξηραίνει σφοδρῶς· ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς καὶ δριμεῖα, βραχύ 〈δέ〉 τι καὶ στῦφον ἔχει· τέμνει τε οὖν ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττώματα καὶ ῥώμην ἐντίθησι τοῖς ὀργάνοις.
2 1,kappa 24 ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν ἐπιμηνίων ἐπισχέσεις ἐστίν, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι κωλύηται. — Καρύα τὸ δένδρον ἔχει μέν τι κἀν τοῖς βλαστοῖς στυπτικόν, ἐνεργὲς δὲ καὶ πλεῖστον ἐν τοῖς τοῦ καρύου λέμμασιν.
2 1,kappa 26 θλίβοντες γοῦν αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν μόρων καὶ τῷ τῶν βάτων ἕψοντες σὺν μέλιτι στομαχικῷ χρώμεθα φαρμάκῳ.
2 1,kappa 27 τὸ δὲ λέπος τοῦ καρύου τὸ ξηρὸν καυθὲν λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον.
2 1,kappa 28 τὸ δὲ λεπτοκάρυον ψυχρότερον καὶ αὐστηρότερόν ἐστι, τὰ δ’ ἄλλα παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ.
2 1,kappa 29 —Καστόριον θερμαίνει καὶ ξηραίνει λεπτομερές τε ἱκανῶς ὑπάρχει.
2 1,kappa 30 ἔστι δὲ τοῖς μὲν διὰ πλῆθος σπωμένοις ἢ τρέμουσιν ὠφελιμώτατον, τοῖς δὲ διὰ κένωσιν ἐναντιώτατον· τοῖς δὲ ...... εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ, ταῦτα καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἅμα Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. τὰ δὲ πλείονος θερμότητος δεόμενα καὶ ἀνατρίβειν προσήκει δι’ αὐτοῦ.
2 1,kappa 32 ὠφελεῖ δὲ καὶ εἴ τις αὐτὸ ἐπ’ ἀνθράκων θυμιῶν ἕλκοι διὰ τῆς εἰσπνοῆς, καὶ μάλιστα τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη.
2 1,kappa 33 τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ δεύοντα θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι τῇ κεφαλῇ καὶ τῷ αὐχένι. — Κέδρος θερμαίνει καὶ ξηραίνει σφοδρῶς· τὸ δ’ αὐτῆς ἔλαιον σφοδρότατα, λεπτομερὲς ἱκανῶς ὑπάρχον.
2 1,kappa 35 τὰς μὲν ἁπαλὰς σάρκας ἑτοίμως καὶ ἀνωδύνως σήπει, τὰς δὲ σκληρὰς ἐν χρόνῳ πλείονι· καὶ μάλιστα μέντοι τὰ τῶν νεκρῶν σώματα ξηραίνει τε καὶ ἄσηπτα φυλάττει.
2 1,kappa 36 θαυμαστὸν δ’ οὐδέν, εἰ καὶ φθεῖρας καὶ κονίδας καὶ ἀσκαρίδας καὶ τοὺς ἐν τοῖς ὠσὶ σκώληκας ἀναιρεῖν πέφυκεν.
2 1,kappa 37 ἔμβρυά τε προστιθεμένη τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει, περιαλειφομένη τῷ αἰδοίῳ· καὶ διὰ τοῦτο ἀτόκιόν ἐστι φάρμακον τοῖς οὕτω χρωμένοις οὐδενὸς δεύτερον.
2 1,kappa 38 καὶ τοῖς τρήμασι δὲ τῶν ὀδόντων ἐνσταχθεῖσα τὰ μὲν ἀλγήματα πραΰνει, θραύει δ’ αὐτούς.
2 1,kappa 39 —Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα δριμεῖά τε καὶ θερμὴ καὶ στύφουσα μετὰ γεώδους στύψεώς ἐστι.
2 1,kappa 40 τῇ μὲν οὖν δριμύτητι προτρέπει καταμήνια καὶ ἔμβρυα νεκρὰ κατασπᾷ καὶ ζῶντα διαφθείρει τε καὶ ἐκβάλλει· τῇ δὲ στύψει κολλᾷ τε τραύματα καὶ τοὺς αἱμοπτοϊκοὺς ὠφελεῖ.
2 1,kappa 41 δίδονται δ’ αὐτοῖς ὁλκαὶ δύο, τοῖς μὲν πυρέττουσι μεθ’ ὕδατος, τοῖς δ’ ἀπυρέτοις μετ’ οἴνου.
2 1,kappa 42 ὠφελεῖ δὲ καὶ ῥήγματα καὶ σπάσματα καὶ δυσπνοίας καὶ τὰς παλαιὰς βῆχας. —Κενταύριον τὸ μικρὸν ἰσχυρῶς ξηραίνει χωρὶς δήξεως· τά τε οὖν μεγάλα τραύματα κολλᾷ καταπλασσόμενα πρόσφατα καὶ τὰ παλαιὰ καὶ δυσκατούλωτα τῶν ἑλκῶν ἐπουλοῖ.
2 1,kappa 44 τὸ δ’ ἀφέψημα τῆς πόας ἐνιᾶσί τινες ἰσχιαδικοῖς, ὡς ἄγον χολώδη καὶ παχέα· καὶ μὲν δὴ καὶ ὅταν ἐνεργήσῃ σφοδρῶς αἱματώδη κενοῦν, ὠφελεῖ μᾶλλον.
2 1,kappa 45 ὁ δὲ χυλὸς αὐτοῦ παραπλησίας ὑπάρχων δυνάμεως τά τε ἄλλα τὰ προειρημένα δρᾷ καὶ ἔμβρυα προστιθέμενος κατασπᾷ καὶ καταμήνια ἄγει.
2 1,kappa 46 [5] —Κηκὶς ἡ μὲν ὀμφακῖτις στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον ἔχουσα, δι’ ἣν καὶ ξηραίνει καὶ ἀποκρούεται ῥεύματα καὶ συνάγει καὶ σφίγγει καὶ τονοῖ τὰ ἄρρωστα μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται· ξηραίνει μὲν οὖν σφοδρῶς, ψύχει δ’ ἱκανῶς.
2 1,kappa 47 ἡ δ’ ἑτέρα κηκὶς ἡ ξανθὴ καὶ χαύνη ξηραίνει μὲν καὶ αὐτή, ἀλλ’ ἧττον.
2 1,kappa 48 καυθεῖσαι δὲ κηκίδες ἰσχαίμου δυνάμεως γίνονται· χρὴ δὲ διαπύρους ἐπ’ ἀνθράκων ἐργασαμένους αὐτὰς ὄξει ἢ οἴνῳ σβεννύναι.
2 1,kappa 49 —Κηρὸς ἐν τῷ μεταξύ πώς ἐστι τῶν θερμαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε καὶ ξηραινόντων, ὅθεν καὶ ὕλη τῶν ἄλλων ἐστὶ φαρμάκων.
2 1,kappa 50 αὐτὸς δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν ἔξωθεν ἐπιτιθέμενος.
2 1,kappa 51 —Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων· στύφει τε γὰρ καὶ ψύχει καὶ δριμὺς καὶ θερμός ἐστιν, ὑδατώδους τε οὐσίας μετέχει χλιαρᾶς ὁ χλωρός· οὗ τὰ φύλλα ἑψηθέντα σὺν οἴνῳ μεγάλων τραυμάτων ἐστὶ κολλητικὰ καὶ τῶν κακοήθων ἰατικά· ἐπουλοῖ δὲ καὶ τὰς ἐκπυρώσεις.
2 1,kappa 52 σὺν ὄξει δ’ ἑψηθέντα τὰ φύλλα σπληνικοὺς ὠφελεῖ.
2 1,kappa 53 τὰ δ’ ἄνθη αὐτοῦ ἰσχυρότερά πώς ἐστιν, ὡς μετὰ κηρωτῆς λειούμενα τοῖς πυρικαύστοις ἁρμόττειν.
2 1,kappa 54 ὁ δὲ χυλός ἐστι μὲν καὶ ἔρρινον, καὶ τὰ χρόνια δὲ τῶν ὤτων ἰᾶται ῥεύματα καὶ τῶν ἑλκῶν τὰ παλαιὰ κατά τε τὰ ὦτα καὶ τὰς ῥῖνας· ἂν δὲ δριμύτερος φαίνηται, κατὰ μὲν τὴν χρῆσιν ῥοδίνῳ ἐλαίῳ μίγνυται· τὸ δὲ δάκρυον αὐτοῦ φθεῖρας κτείνει καὶ τρίχας ψιλοῖ.
2 1,kappa 55 —Κολοκύνθη ὑγραίνει καὶ ψύχει ἱκανῶς, ὅθεν καὶ τῶν ξεσμάτων αὐτῆς ὁ χυλὸς πρὸς ὠταλγίας τὰς κατὰ φλεγμονὴν ἁρμόττει σὺν ῥοδίνῳ χρωμένοις.
2 1,kappa 56 οὕτω δὲ καὶ ὅλη καταπλασσομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει.
2 1,kappa 57 —Κόμμι ξηραντικῆς τέ ἐστι καὶ ἐμπλαστικῆς δυνάμεως· καὶ δῆλον ὅτι καὶ τραχυτήτων ἰατική.
2 1,kappa 58 —Κονία καυστικὴν μὲν ἔχει θερμότητα, τῷ λεπτομερεῖ δὲ τῆς οὐσίας ἀνωδύνως καίει.
2 1,kappa 59 —Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικροτέρα θερμαίνουσι καὶ ξηραίνουσι σφοδρῶς· ἀφεψηθεῖσαι γοῦν ἐν ἐλαίῳ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξιτήριοι γίνονται.
2 1,kappa 61 τὰ δ’ ἄνθη αὐτῶν σὺν τοῖς φύλλοις τρίψαντές τινες σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ τοῦ καταμήνια κινῆσαι βιαίως καὶ ἔμβρυα ἐκβάλλειν.
2 1,kappa 62 —Κορίανον ἢ κόριον ἐξ ἐναντίων δυνάμεων σύγκειται, πολὺ μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις λεπτομερής ἐστι γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς κατὰ δύναμιν.
2 1,kappa 63 ἔχει δέ τι καὶ στύψεως ὀλίγον, ἐξ ὧν αὐτῶν ἐνεργεῖ ποικίλως.
2 1,kappa 64 —Κόπροι αἰγῶν (σπύραθοι δ’ ἰδίως ὀνομάζονται) δριμείας καὶ διαφορητικῆς οὖσαι δυνάμεως τοῖς σκιρρουμένοις ὄγκοις ἁρμόττουσιν, οὐκ ἐπὶ σπληνὸς μόνον, ἀλλὰ καὶ ἐπ’ ἄλλων μερῶν· ἔγωγε οὖν ἐπὶ γόνατος ἔχοντος ὄγκον χρόνιον ἐχρησάμην αὐταῖς δι’ ὀξυκράτου, καταπλάττεσθαι κελεύσας ἀλεύρων κριθίνων ἐπεμβαλλομένων· καὶ θαυμαστῶς ὁ ἄνθρωπος ὤνητο.
2 1,kappa 66 καὶ κατ’ ἄλλων δὲ μορίων οὗτος ὁ τρόπος ὠφελιμώτατος· δριμυτέρα δ’ ἐστὶν ἢ ὥστε γυναῖκας ἀστείας ἢ παιδία θεραπεύειν ἢ ὅλως τοὺς μαλακοσάρκους. καὶ μέντοι καυθεῖσα λεπτομερεστέρα μέν, οὐ μὴν δριμυτέρα σαφῶς γίνεται· διὸ καὶ πρὸς ἀλωπεκίας ἁρμόττει καὶ πάντα ὅσα ῥυπτόντων δεῖται φαρμάκων, οἷον λέπρας τε καὶ λειχῆνας καὶ ψώρας ὅσα τε ἄλλα τοιαῦτα.
2 1,kappa 68 τῶν δὲ βοῶν αἱ κόπροι ξηραντικῆς δυνάμεώς εἰσιν· ἔχουσι δὲ καὶ τῆς ἑλκτικῆς, ὡς δηλοῦσιν ὠφελοῦσαι τὰ τῶν μελιττῶν τε καὶ σφηκῶν νύγματα.
2 1,kappa 69 καὶ τοὺς ὑδερικοὺς δέ τις καταχρίων ἐν ἡλίῳ κατέκλινεν.
2 1,kappa 70 τῶν νομάδων δὲ περιστερῶν τῇ κόπρῳ ὡς θερμαίνοντι φαρμάκῳ συνεχῶς εἰς πολλὰ χρώμεθα μετὰ καρδάμου σπέρματος ἀντὶ νάπυος ἐπὶ τῶν φοινιγμοῦ δεομένων.
2 1,kappa 71 τῇ δὲ τῶν ἀλεκτορίδων χρῶνταί τινες ἐπὶ τῶν ὑπὸ μυκήτων ἐδωδῆς πνιγομένων· καὶ ἐμοῦσιν οἱ λαβόντες φλεγματώδη παχύτατον χυμόν, ἐφ’ ᾧ τελέως παύονται τοῦ συμπτώματος.
2 1,kappa 72 δεῖ δ’ ἐπιπάττεσθαι λελειωμένην αὐτὴν κυάθοις τρισὶν ἢ τέτταρσιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος.
2 1,kappa 73 ἔστι δὲ τῆς τῶν περιστερῶν ἧττον ἡ κόπρος αὕτη θερμή.
2 1,kappa 74 ἡ δὲ τῶν κροκοδείλων τῶν χερσαίων κόπρος ῥυπτικήν τε καὶ ξηραντικὴν δύναμιν ἔχει, ὡς καὶ τῶν ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν.
2 1,kappa 75 [5] ἡ γοῦν τῶν κροκοδείλων κόπρος ὥσπερ τὴν ἔφηλιν ἀπορρύπτειν πέφυκεν, οὕτω καὶ ἀλφοὺς καὶ λειχῆνας. — Κόστος βραχείας μὲν πάνυ τῆς πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητος, ὡς ἤδη καὶ ἑλκοῦν· διὸ ἔξωθεν ἀνατρίβουσιν αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πᾶν πρὸ τῆς εἰσβολῆς ἐπὶ τῶν κατὰ περίοδον ῥιγούντων· οὕτω δὲ κἀπὶ τῶν παραλελυμένων τε καὶ ἰσχιαδικῶν, καὶ ὅλως ἐφ’ ὧν ἤτοι τι θερμῆναι πρόκειται μόριον ἢ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν ἑλκῦσαί τινα χυμόν.
2 1,kappa 77 ἔστι δὲ καὶ οὐρητικὸς καὶ ἐμμήνων ἀγωγὸς καὶ πρὸς ῥήγματα καὶ σπάσματα καὶ πόνους πλευρῶν ἁρμόττει καὶ πλατείας ἕλμινθας ἀναιρεῖ, καὶ πρὸς ἐφήλεις αὐτῷ χρῶνται μεθ’ ὕδατος ἢ μέλιτος.
2 1,kappa 78 ἐνυπάρχει δ’ αὐτῷ τι φυσώδους ὑγρότητος, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’ οἰνομέλιτος. — Κοτυληδὼν μικτῆς ἐστι δυνάμεως ὑγρᾶς ὑποψύχρου καί τινος ἀμυδρᾶς στυφούσης καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ· φλεγμονάς τε οὖν τὰς ἐρυσιπελατώδεις καὶ ἐρυσιπέλατα φλεγμονώδη θεραπεύει καὶ κατὰ στομάχου καυσουμένου χρήσιμον ἱκανῶς ἐστιν ἐπίπλασμα.
2 1,kappa 80 —Κράμβη ξηραντικῆς ἐστι δυνάμεως, οὐ μὴν ἤδη γέ πως καὶ δριμείας ἐναργῶς, ἀλλ’ ὥστε καὶ τραύματα κολλᾶν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι καὶ φλεγμονὰς τὰς ἤδη σκληρυνομένας τε καὶ δυσλύτους καὶ τῶν ἐρυσιπελάτων τὰ τοιαῦτα καὶ ἕρπητας.
2 1,kappa 81 ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν ἑαυτῇ καθ’ ὃ καὶ λέπρας θεραπεύει.
2 1,kappa 82 τὸ δὲ σπέρμα πινόμενον ἕλμινθας ἀναιρεῖ καὶ ἐφήλεις τε καὶ φακοὺς ὀνίνησιν.
2 1,kappa 83 [5] οἱ δὲ καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς μετέχειν δυνάμεως· κατὰ τοῦτο οὖν αὐτῇ καὶ μιγνύντες στέαρ παλαιὸν εἴς τε τὰ τῶν πλευρῶν ἀλγήματα χρῶνται, καὶ εἴ πού τι τοιοῦτον ἕτερον εἴη· διαφορητικὸν γὰρ ἰσχυρῶς ἀποτελεῖ τὸ φάρμακον. — Κριθαὶ ξηραίνουσι καὶ ψύχουσι μετρίως, ἔχουσι δέ τι καὶ ῥυπτικὸν ὀλίγον.
2 1,kappa 85,86 τὰ δ’ ἄλφιτα πολὺ τῶν κριθῶν ἐστι ξηραντικώτερα. —Κρίνου τὸ ἄνθος λεπτομερές ἐστιν.
2 1,kappa 87 τὸ δ’ ἐξ αὐτοῦ ἔλαιον διαφορητικῆς τε ἀδήκτου καὶ μαλακτικῆς ἐστι δυνάμεως καὶ ταῖς τῆς μήτρας σκληρότησιν ἐπιτήδειον.
2 1,kappa 88 καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως· ἐπὶ γοῦν τῶν κατακαυμάτων ἁρμόττει. τὴν μὲν οὖν ῥίζαν ὀπτήσαντες, εἶθ’ ἅμα ῥοδίνῳ λειώσαντες, ἐπιτιθέασι τοῖς κατακαύμασι μέχρι συνουλώσεως· ἔστι γὰρ καὶ ἄλλως ἁπάντων ἑλκῶν εἰς ἐπούλωσιν ἀγαθὸν φάρμακον.
2 1,kappa 89 οὐ μὴν ἀλλὰ καὶ ὑστέρας μαλάττει καὶ καταμήνια προκαλεῖται.
2 1,kappa 90 τὰ δὲ φύλλα προαφέψοντες ἐπιτιθέασι καὶ αὐτὰ μέχρι κατουλώσεως, οὐ τοῖς κατακαύμασι μόνον, ἀλλὰ καὶ τοῖς ἕλκεσιν.
2 1,kappa 91 [5] εἰ δέ τις τῶν φύλλων τὸν χυλὸν ἑψήσαι σὺν ὄξει καὶ μέλιτι πλείονα τὸν χυλὸν ἑκάστου βαλών, εὐδόκιμον ἕξει φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τραύματα μεγάλα καὶ μάλιστα κατὰ τὰς κεφαλὰς γίνεται τῶν μυῶν ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσεπούλωτα τῶν ἑλκῶν ἐστιν.
2 1,kappa 92 —Κρόκος θερμαίνει μὲν ἱκανῶς, ξηραίνει δὲ μετρίως, καὶ διὰ τοῦτο καὶ πεπτικὸν ἔχει τι, συντελούσης εἰς τοῦτο καὶ τῆς βραχείας στύψεως.
2 1,kappa 93 —Κρόμμυον σφοδρότατα θερμαίνει παχυμεροῦς οὐσίας ὄν, ὅθεν καὶ τὰς αἱμορροΐδας ἀναστομοῖ προστιθέμενον· καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς ἀπορρύπτει, καὶ παρατριβόμενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου παρορμᾷ τὰς τρίχας.
2 1,kappa 94 —Κύαμος τῆς μέσης ἐγγυτάτω κράσεώς ἐστιν· μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως καὶ στυπτικῆς.
2 1,kappa 95 καὶ ἔξωθεν ἐπιτιθέμενος ἀλύπως ξηραίνει, ἐπὶ μὲν ποδαγρικῶν δι’ ὕδατος ἑψόμενος, εἶτα μιγνύμενος ὑείῳ στέατι, ἐπὶ δὲ τῶν κατὰ τὰ νεῦρα θλασμάτων καὶ ἑλκῶν δι’ ὀξυμέλιτος τὸ ἄλευρον ἐπιτίθεμεν, ἐπὶ δὲ τῶν ἤδη φλεγμαινόντων ἐκ πληγῆς σὺν ἀλφίτοις.
2 1,kappa 96 [5] καὶ διδύμων δ’ ἐστὶ καὶ μαστῶν ἀγαθὸν κατάπλασμα· φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα ὅταν ἐκ γάλακτος τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι· καὶ γὰρ οὖν καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ τοιούτου καταπλάσματος, ὥσπερ καὶ τὸ τῶν παίδων ἐφηβαῖον ἐπιπλασσόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλείονος ἄνηβον διαμένει.
2 1,kappa 97 —Κυμίνου τὸ σπέρμα θερμαντικῆς ἐστι δυνάμεως σφοδρῶς, ἄφυσον, διουρητικόν.
2 1,kappa 98 —Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων ἐν σκληροῖς σώμασίν ἐστι κολλητικά.
2 1,kappa 99 ἐξ οὗ δῆλον ὡς ξηραντικῆς ἐστι δυνάμεως οὐδὲν ἐπιφανῶς ἐχούσης δριμύ· πλεῖστον δ’ ἔχει τὸ πικρὸν καὶ πολὺ πλεῖον ἔτι τὸ στρυφνόν.
2 1,kappa 100 διὰ τοῦτο τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται ἑτέρας οὐκ ἐπισπώμενα.
2 1,kappa 101 καὶ τοὺς ἐντεροκηλικοὺς δ’ ὠφελεῖ ξηραίνοντα καὶ τόνον ἐντιθέντα τοῖς δι’ ὑγρότητα χαλαροῖς σώμασιν, ὡς ἂν τῆς στύψεως εἰς βάθος διαδυομένης διὰ τὴν μεμιγμένην θερμότητα.
2 1,kappa 102 —Κυπέρου χρήσιμοι μάλιστά εἰσιν αἱ ῥίζαι θερμαίνουσαι καὶ ξηραίνουσαι χωρὶς δήξεως, ὅθεν καὶ δι’ ὑγρότητα πολλὴν ἕλκη δυσεπούλωτα θαυμαστῶς ὀνινᾶσιν· ἔχουσι γάρ τι στυπτικὸν καὶ διὰ τοῦτο καὶ τοῖς ἐν στόμασιν ἕλκεσίν εἰσιν ἐπιτήδειοι.
2 1,kappa 103 καὶ μὴν καὶ τμητικήν τινα δύναμιν ἔχουσι, δι’ ἣν καὶ λιθιῶσιν ἁρμόττουσι καὶ οὖρα καὶ καταμήνια κινοῦσιν.
2 1,kappa 104 —Κυκλάμινος ῥύπτει καὶ τέμνει καὶ διαφορεῖ καὶ ἀναστομοῖ καὶ ἐπισπᾶται· ὁ γοῦν χυλὸς αὐτῆς αἱμορροΐδας ἀναστομοῖ καὶ προκαλεῖται βιαίως εἰς ἀπόπατον ἐν κροκύδι προστιθέμενος.
2 1,kappa 105 σφοδρὰ δ’ οὕτως ἐστὶν ἡ δύναμις αὐτοῦ, ὥστε καὶ ἐπὶ τοῦ ἐπιγαστρίου καταχριόμενος κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει ἐν πεσσῷ προστιθέμενος.
2 1,kappa 106 ἡ δὲ ῥίζα τοῦ χυλοῦ μέν ἐστιν ἀσθενεστέρα, σφοδρὰ δ’ ἐστὶ καὶ αὐτή· καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προστιθεμένη καὶ ἰκτεριῶντας ὀνίνησιν, οὐ μόνον ἐκκαθαίρουσα τὸ σπλάγχνον, ἀλλὰ καὶ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνουσα δι’ ἱδρώτων. χρὴ δ’ εἶναι τὸ πινόμενον αὐτῆς πλῆθος δραχμαὶ τρεῖς μετὰ γλυκέος ἢ μελικράτου.
2 1,kappa 108 ῥύπτει δὲ καὶ τὸ δέρμα καὶ ἀλωπεκίας καὶ τὰς ἐφηλίδας, ἅπαντά τε τὰ ἐξανθήματα θεραπεύει.
2 1,kappa 109 ὀνίνησι δὲ καὶ τοὺς σκληροὺς σπλῆνας, ἐπιπλαττομένη πρόσφατός τε καὶ ξηρά.
2 1,kappa 110 —Κυτίσου τὰ φύλλα διαφορητικῆς ἐστι δυνάμεως, ἐπιμεμιγμένης ὑδατώδους χλιαρᾶς. —Κώνου καρπός, ὃν δὴ καὶ κόκκαλον ὀνομάζουσιν, ὅλος μὲν χλωρός, ἔχει τι μεθ’ ὑγρότητος πικρὸν καὶ δριμύ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐμπύοις, ὅσοι τε ἄλλοι δέονται τὰ κατὰ θώρακα καὶ πνεύμονα ῥαδίως ἀναπτύειν, ἐπιτήδειός ἐστιν.
2 1,kappa 112 ὁ δ’ ἐδώδιμος ἐξ αὐτοῦ καρπὸς ἐκλεαίνει τραχύτητα ἐν ὕδατι βραχείς. Λάπαθον διαφορητικῆς ἐστι μετρίως δυνάμεως.
2 1,lambda 1 τὸ δ’ ὀξυλάπαθον μικτῆς· ἅμα γὰρ τῇ διαφορητικῇ καὶ ἀποκρουστικῆς τι μετέχει.
2 1,lambda 2 τὸ δὲ σπέρμα αὐτῶν ἔχει τι σαφῶς στυπτικόν, ὡς δυσεντερίας καὶ διαρροίας ἰᾶσθαι, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου.
2 1,lambda 3 —Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα μᾶλλον, ὥστε καὶ καταμήνια τὸ ἀφέψημα αὐτῶν προτρέπει καὶ χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται· καὶ εἰ ποθείη δέ, φθόριόν ἐστι φάρμακον.
2 1,lambda 4 καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ὕδατος ἐπιμιξίᾳ πολλοῦ πραΰνειεν, ἕξει πρὸς φλεγμονὴν ἀγαθὸν φάρμακον. οὕτως οὖν τὸ ἀφέψημα αὐτοῦ τὰς ἐν μήτρᾳ φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλιστα ὅσαι σκιρρώδεις εἰσίν.
2 1,lambda 5 ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως πινόμενος ὅσον 𐅻 β ἢ προστιθέμενος καταμήνιά τε κινεῖ καὶ ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρει, τὰ δὲ νεκρὰ ἐκβάλλει.
2 1,lambda 6 —Λιβανωτὸς θερμαίνει μὲν ἱκανῶς, ξηραίνει δὲ μετρίως· ἔχει δέ τι καὶ ὑποστῦφον ὀλίγον, καὶ μᾶλλον ὁ λευκός.
2 1,lambda 7 ὁ δὲ φλοιὸς αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται, διὸ καὶ ξηραίνει γενναίως· ἔστι δὲ καὶ παχυμερής, ἥκιστα δριμύτητος μετέχων.
2 1,lambda 8 —Λιβανωτίδες αἱ τρεῖς ὁμοίας εἰσι δυνάμεως, μαλακτικῆς, διαφορητικῆς, ῥυπτικῆς τε καὶ τμητικῆς.
2 1,lambda 9 ὁ δὲ χυλὸς αὐτῶν τῆς ῥίζης καὶ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας, ὅσαι διὰ πάχος ὑγρῶν γίνονται, θεραπεύει.
2 1,lambda 10 —Λίθος αἱματίτης τοσοῦτον ψύξεως μετέχει ὅσον καὶ στύψεως· μόνῳ γοῦν ἐχρησάμην αὐτῷ τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονῇ ταῦτα εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος ἢ μᾶλλον ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγμονῆς, δι’ ὕδατος.
2 1,lambda 12 ἄρχου δ’ ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης ἐγχέων· ὅταν δὲ φέρῃ τὴν δύναμιν αὐτοῦ ὁ θεραπευόμενος, παχύτερον αἰεὶ καὶ μᾶλλον ἐργάζου, καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις, ὡς διὰ μήλης πυρῆνος ὑπαλείφειν καθ’ ὑποβολὴν 〈ἢ〉 ἐκτροπὴν τοῦ βλεφάρου. ὁ δ’ αὐτὸς λίθος ὁμοίως ἐπ’ ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόζει καὶ πᾶσιν ἕλκεσιν· ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει τὰ ὑπερσαρκοῦντα.
2 1,lambda 15 καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς ἀποτριβόμενος, ὡς εἶπον, ἐγχυματιζόμενος ἢ ὑπαλειφόμενος.
2 1,lambda 16 —Λίθοι οἱ ἐν τοῖς σπόγγοις θρυπτικῆς δυνάμεώς εἰσιν, ὡς τοὺς ἐν κύστει λίθους θρύπτειν.
2 1,lambda 17 [5] —Λιθάργυρος ξηραίνει μὲν ὡς καὶ τὰ ἄλλα πάντα τὰ μεταλλικὰ καὶ γεώδη καὶ λιθώδη· μετριώτατά γε μὴν τοῦτο ποιεῖ· καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητας καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα, καὶ τοῦ ῥύπτειν τε καὶ στύφειν μετρίως μετέχει· διὸ καὶ ὡς ὕλῃ χρώμεθα αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν ἢ δάκνουσαν ἢ στύφουσαν ἤ τι ἄλλο ποιοῦσαν. [ψυχρότητος δὲ καὶ θερμότητος μέσον ἐστίν.
2 1,lambda 18 ] —Λινόσπερμον θερμαίνει μετρίως, ὑγρότητος δὲ καὶ ξηρότητος μέσον ἐστίν.
2 1,lambda 19 —Λίτρον ξηραίνει καὶ διαφορεῖ, καὶ εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν.
2 1,lambda 20 ἀφρόνιτρον δέ, μὴ μεγάλης ἀνάγκης οὔσης, οὐδὲ καταπίνει τις, ὡς ἂν κακοστόμαχον ὄν, 〈ἐπεί τοι μᾶλλόν ἐστι λίτρου τμητικόν〉· ἐπὶ γοῦν μυκήτων ἐχρῆτό τις αὐτῷ ἄγροικος καὶ ηὐδοκίμει.
2 1,lambda 21 λίτρῳ δὲ κεκαυμένῳ καὶ ἀκαύστῳ καὶ ἡμεῖς ἐπὶ τῶν τοιούτων χρώμεθα.
2 1,lambda 22 —Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ῥυπτικῆς τε ἅμα καὶ μετρίως ψυκτικῆς καὶ στυφούσης δυνάμεως καὶ ξηραντικῆς ἐστιν· οὐδὲν οὖν θαυμαστὸν ἀφλέγμαντον ὑπάρχειν αὐτόν.
2 1,lambda 23 —Λωτὸς ἥμερος, ὃν καὶ τρίφυλλον ὀνομάζουσι, στυπτικῆς μετρίως ἐστὶ δυνάμεως καὶ ξηραντικῆς, μέσος ὢν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν. — Λωτὸς τὸ δένδρον στύφει μὲν μετρίως· ἔστι δὲ λεπτομερὲς καὶ ξηραντικόν.
2 1,lambda 25 τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτοῦ πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ κοιλιακούς.
2 1,lambda 26 ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ δ’ οἴνῳ, ὡς ἂν ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται δὲ μόνον, ἀλλὰ καὶ πίνεται.
2 1,lambda 27,28 καὶ μὴν καὶ τὰς ῥεούσας τρίχας ἐπέχει. —Λύκιον ξηραντικῆς ἐστι δυνάμεως, ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν ἑτέρας λεπτομεροῦς τε 〈καὶ〉 διαφορητικῆς ἱκανῶς καὶ θερμῆς, τῆς δ’ ἑτέρας γεώδους ψυχρᾶς ὀλίγης, ἐξ ἧς καὶ τὸ στύφειν ἔχει.
2 1,lambda 29 διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μέν, ὅταν ὡς ἀποκαθαῖρον αὐτὸ τὰ ἐπισκοτοῦντα ταῖς κόραις παραλαμβάνωσιν, ὡς συνακτικῷ δὲ κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ ῥόῳ γυναικείῳ προσφέροντες.
2 1,lambda 30 χρῶνται δ’ αὐτῷ καὶ πρὸς ὑπώπια καὶ πρὸς τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ ὦτα πυορροῦντα καὶ παρατρίμματα καὶ παρωνυχίας.
2 1,lambda 31 τὸ δ’ Ἰνδικὸν λύκιον ἰσχυρότερόν ἐστι πρὸς πάντα. Μαλάχη ἡ μὲν ἀγρία διαφορητικῆς καὶ μαλακτικῆς ἀτρέμα μετέχει δυνάμεως· ἡ δὲ κηπευομένη ἀσθενεστέρα ταύτης.
2 1,mu 2 ὁ δὲ καρπὸς αὐτῶν εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν εἰς ὅσον καὶ ξηρότερος. ἡ δ’ ἀναδενδρομαλάχη, ἡ καὶ ἀλθαία καλουμένη, τοῦ μὲν αὐτοῦ γένους ἐστί, διαφορητικωτέρα δὲ τῶν εἰρημένων.
2 1,mu 3 —Μανδραγόρα ψύχει μὲν σφοδρῶς, μετέχει δέ τινος καὶ θερμότητος καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδη τὴν δύναμίν ἐστι ταῦτα.
2 1,mu 4 τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δ’ ἔνδον ἀσθενὲς ὑπάρχει. —Μάραθον θερμαίνει μὲν σφοδρῶς, ξηραίνει δὲ μετρίως· διὰ τοῦτο καὶ γάλακτος γεννητικόν ἐστιν οὐκ ἀγεννῶς.
2 1,mu 5 ἔστι δὲ καὶ οὐρητικὸν καὶ καταμηνίων ἀγωγόν.
2 1,mu 6 —Μαστίχη σύνθετος ἐξ ἐναντίων ἐστὶ δυνάμεων, στυπτικῆς 〈καὶ〉 μαλακτικῆς· διὸ στομάχου καὶ κοιλίας καὶ ἐντέρων καὶ ἥπατος φλεγμοναῖς ἁρμόττει, θερμαίνουσα καὶ ξηραίνουσα ἱκανῶς.
2 1,mu 7 —Μελάνθιον θερμαίνει μὲν καὶ ξηραίνει σφοδρῶς, λεπτομερὲς ὄν· οὕτω γοῦν καὶ τοὺς κατάρρους ἰᾶται θερμὸν ἐν ὀθονίῳ προσφερόμενον, ὡς ὀσμᾶσθαι συνεχῶς· καὶ μὲν δὴ καὶ ἀφυσώτατόν ἐστι πινόμενον.
2 1,mu 9 ἀναιρεῖ δὲ καὶ ἕλμινθας, οὐ μόνον ἐσθιόμενον, ἀλλὰ καὶ κατὰ τῆς γαστρὸς ἐπιτιθέμενον ἔξωθεν.
2 1,mu 10 λέπρας δὲ καὶ ἥλους καὶ μυρμηκίας ἐκβάλλει καὶ καταμήνια προτρέπει τὰ διὰ πάχος καὶ γλισχρότητα χυμῶν ἐπεσχημένα.
2 1,mu 11 —Μέλι θερμαίνει τε καὶ ξηραίνει ἱκανῶς· ἔστι δ’ ἁπλῆς ὡς ἔνι μάλιστα δυνάμεως τῆς φυσικῆς.
2 1,mu 12,13 ἑψηθὲν δ’ ἧττον γίνεται δριμὺ καὶ ῥυπτικόν, ὅθεν εἰς τὰς τῶν κόλπων αὐτῷ κολλήσεις χρῶνται.
2 1,mu 14 —Μελίλωτον μικτῆς ἐστι δυνάμεως· ἔχει μὲν γάρ τι καὶ ῥυπτικόν, ἀλλὰ καὶ διαφορεῖ καὶ συμπέττει· πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς.
2 1,mu 15 —Μεσπίλων στρυφνὸς ἱκανῶς ἐστιν ὁ καρπὸς καὶ μόλις ἐδώδιμος, ἐφεκτικὸς ἰσχυρῶς γαστρός.
2 1,mu 16 —Μήκων πᾶσα ψυκτικῆς ἐστι δυνάμεως· ἡ δὲ κηπευομένη μετρίως ὑπνῶδες ἔχει τὸ σπέρμα καὶ λευκόν.
2 1,mu 17 〈διὰ〉 ταῦτα ἄρα καὶ τοῖς ἄρτοις ἐπιπάττουσιν αὐτὸ καὶ σὺν μέλιτι δεύσαντες ἐσθίουσιν.
2 1,mu 18 τῆς δ’ ἄλλης, ἧς ἀπορρεῖ τὸ ἄνθος, ἰσχυρότερον ψύχει τὸ σπέρμα, ὥστε οὐκ ἄν τις αὐτῷ μόνῳ χρήσαιτο ἀλύπως, ὥσπερ τῆς κηπευομένης. — Μηλέας Περσικῆς τὰ φύλλα καὶ οἱ βλαστοὶ τὴν πικρὰν ἔχουσιν ἐπικρατοῦσαν ποιότητα· διὸ καὶ τὰς ἕλμινθας ἀποκτείνει ποθέντα καὶ κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα· καὶ ὅλως διαφορητικόν ἐστι φάρμακον.
2 1,mu 20,21 ὁ δὲ καρπὸς αὐτοῦ ὑγρός ἐστι καὶ ψυχρός. —Μῆον θερμαίνει μὲν σφοδρῶς, ξηραίνει δ’ ἱκανῶς, διὸ οὖρά τε κινεῖ καὶ καταμήνια· κεφαλαλγὲς δ’ ἐστὶ καὶ φυσῶδες.
2 1,mu 22 [5] —Μόλυβδος ὑγρασίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν· εἰ γοῦν τις θυίαν σκευάσας ἐκ μολύβδου μετὰ δοίδυκος μολυβδίνου, βαλὼν εἰς αὐτὴν ὀμφάκινον ἔλαιον ἢ ὕδωρ ἢ ῥόδινον ἤ τι ἄλλο ὑγρόν, τρίβοι ...... τῷ γινομένῳ χυλῷ χρῆσθαι εἰς τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων ἀνεξασμένας φλεγμονὰς εἴς τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ τιτθοῖς βούλοιτο, ἄριστον ἕξει φάρμακον.
2 1,mu 23 ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων φλεγμονῶν τῶν ἀρχομένων ὅσα τε βουβῶσιν ἢ ποσὶν ἢ τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὥστε καὶ πρὸς τὰ καρκινώδη χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον.
2 1,mu 24 εἰ δὲ θέλεις διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλόν, ἐν ἡλίῳ πειρῶ τρίβειν ἢ ὅλως ἐν ἀέρι θερμῷ.
2 1,mu 25 πολύχρηστον δ’ ἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν στυπτικῶν χυλῶν ἐναποτρίβοις, οἷον ἀειζῴου καὶ κοτυληδόνος καὶ σέρεως καὶ θριδακίνης καὶ ψυλλίου καὶ ὄμφακος.
2 1,mu 26 λεπὶς δὲ μολύβδου λεπτὴ γενομένη καὶ καλῶς ἐπιδεθεῖσα κατὰ γαγγλίου τελέως ἀφανίζει αὐτό.
2 1,mu 27 —Μορέας ὁ καρπὸς ὁ μὲν πέπειρος ὑπάγει γαστέρα, ὁ δ’ ἄωρος ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ἁρμόττειν· κόπτεται δὲ καὶ τοῖς ὄψοις μίγνυται.
2 1,mu 28 ὁ δὲ φλοιὸς τῆς ῥίζης τοῦ δένδρου καθαρτικῆς μετέχει δυνάμεως μετά τινος πικρότητος, ὡς καὶ πλατεῖαν ἕλμινθα ἀποκτιννύειν. —Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων καὶ σκιρρουμένων σωμάτων ἐστὶ δυνάμεως.
2 1,mu 30 καλλίστου δ’ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων, ἐφεξῆς δὲ τοῦ τῶν νέων βοῶν.
2 1,mu 31 ὁ δὲ τῶν τράγων καὶ ταύρων δριμύτερός ἐστι καὶ ξηραντικώτερος, ὥστε οὐ δύναται διαλύειν σκληρότητας σκιρρώδεις.
2 1,mu 32 —Μυρρίνη ἐξ ἐναντίων οὐσιῶν σύγκειται, ἐπικρατεῖ δ’ ἐν αὐτῇ τὸ γεῶδες ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲς θερμόν, ὅθεν ἰσχυρῶς ξηραίνει.
2 1,mu 33 ἔστι δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ οἱ βλαστοὶ καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στῦψιν.
2 1,mu 34 ἡ μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτῆς ἐπίφυσις ὀχθώδης, ἣν ἔνιοι μυρτίδα καλοῦσιν, εἰς ὅσον ἐστὶ ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτον καὶ στύφει καὶ ξηραίνει σφοδρότερον.
2 1,mu 35 ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες καὶ ἀναλαμβάνοντες οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα.
2 1,nu 1 [5] Νάρδου στάχυς θερμαίνει μὲν μετρίως, ξηραίνει δ’ ἱκανῶς· σύγκειται δ’ ἐκ στυφούσης αὐτάρκους οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας. εὐλόγως οὖν πρὸς ἧπαρ καὶ στόμαχον ἁρμόττει πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ γαστέρα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα.
2 1,nu 2 γενναιοτέρα δ’ ἐστὶν ἡ Ἰνδική, μελαντέρα τῆς Συριακῆς οὖσα.
2 1,nu 3 ἡ δὲ Κελτικὴ παραπλησίας μέν ἐστι δυνάμεως τῷ στάχυϊ, οὐρητικωτέρα δέ.
2 1,nu 4 —Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως, ὡς κολλᾶν τραύματα μέγιστα μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν.
2 1,nu 5 —Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον· ἐπέχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ τὸ σπέρμα τὸ κατὰ τοὺς ὀνειρωγμοὺς καὶ ἄλλως ἀμετρότερον φερόμενον· ὀνίνησι δὲ καὶ δυσεντερικούς.
2 1,nu 6 ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν σφοδροτέρας ἐστὶ δυνάμεως. πίνονται δ’ ἐν οἴνῳ μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἀλφοὺς ἰῶνται δευόμεναι σὺν ὕδατι, ἀλωπεκίας δὲ σὺν ὑγρᾷ πίττῃ. Ὄξος μικτῆς οὐσίας ἐστὶ ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν· ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά.
2 1,omicron 2 ξηραντικὸν δ’ ἐστὶ σφοδρῶς ὅταν ἰσχυρὸν ὑπάρχῃ.
2 1,omicron 3 —Ὀξυακάνθου ὁ καρπὸς οὐ μόνον ἐσθιόμενος, ἀλλὰ καὶ πινόμενος, ἐφεκτικός ἐστιν ἁπάντων ῥοώδων παθῶν.
2 1,omicron 4 —Ὀποπάναξ μαλάττει καὶ διαφορεῖ καὶ θερμαίνει σφοδρῶς ξηραίνει τε ἱκανῶς. —Ὀπὸς ὁ μὲν Κυρηναῖος, ἁπάντων ἐστὶ θερμότατος καὶ λεπτομερέστατος καὶ διὰ τοῦτο καὶ διαφορητικώτατος.
2 1,omicron 6 οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί εἰσι καὶ πνευματώδεις ἱκανῶς, τουτέστιν ὅ τε Μηδικὸς καὶ ὁ Συριακός.
2 1,omicron 7 —Ὀρίγανοι πᾶσαι τμητικῆς τε καὶ λεπτυντικῆς καὶ θερμαντικῆς καὶ ξηραντικῆς σφοδρῶς εἰσι δυνάμεως· ἡ δὲ τραγορίγανος προσείληφέ τι καὶ στύψεως.
2 1,omicron 8 —Ὄροβος ξηραίνει μὲν ἱκανῶς, θερμαίνει δὲ μετρίως καὶ τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει· πλείων δὲ ληφθεὶς αἷμα δι’ οὔρων ἄγει.
2 1,omicron 9 [5] —Ὄστρακα κηρύκων καὶ πορφυρῶν καυθέντα ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως· καὶ τῶν ὀστρέων δὲ τὸ ὄστρακον καυθὲν ὁμοίας ἐστὶ δυνάμεως, ᾧ χρῶμαι πρὸς τὰς ἐκ τραυμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι, περιτιθεὶς ἔξωθεν αὐτὸ μετὰ παλαιοῦ στέατος ὑείου καὶ εἰς τὸν κόλπον ἐμβαλών τι τῶν τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον διφρυγές, ὃ καλοῦσι σφεκλάριον.
2 1,omicron 10 ἀλλὰ καὶ λαμπρύνει τοὺς ὀδόντας ἡ τῶν τοιούτων ἁπάντων τέφρα, καὶ τῷ ῥυπτικῷ μὲν τῆς δυνάμεως, καὶ τῷ τῆς οὐσίας δὲ τραχεῖ καθάπερ ἡ κίσσηρις· ἐν μὲν οὖν τῇ τοιαύτῃ χρήσει οὐ πάνυ σφόδρα λειοῦν ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα, τοῖς δὲ κακοήθεσιν ἕλκεσιν ἐπιπάττων ἀκριβῶς προλειώσεις.
2 1,omicron 11 καὶ τὰ ὑπερσαρκοῦντα δὲ μετρίως καθαιρεῖ καὶ προσστέλλει.
2 1,omicron 12 μετά γε μὴν ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ ὀδόντων σμῆγμα δραστικώτερον, ὡς καὶ τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ. Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὡς καὶ τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δ’ εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρχει φλεγμονώδη τε καὶ θερμά.
2 1,pi 3 ὁ δὲ καρπὸς τμητικῆς εἰς τοσοῦτον μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσι βοηθεῖν.
2 1,pi 4 —Πενταφύλλου ἡ ῥίζα ξηραίνει μὲν ἱκανῶς, ἥκιστα δ’ ἐστὶ δριμεῖα, διὸ καὶ πολύχρηστος ὑπάρχει.
2 1,pi 5 —Πεπέρεως τὸ μὲν ἄρτι βλαστάνον τὸ μακρόν ἐστι (διὸ καὶ ὑγρότερον ὑπάρχει), τὸ δ’ οἷον ὀμφαξόκαρπον τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος· ἐκεῖνο γὰρ οἷον ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηρασμένον.
2 1,pi 6 ἀμφότερα δ’ ἰσχυρῶς θερμαίνει καὶ ξηραίνει.
2 1,pi 7 —Πετροσελίνου τὸ σπέρμα δριμὺ μετὰ πικρότητός ἐστι· διὰ τοῦτο καὶ καταμήνια κινεῖ καὶ οὖρα προτρέπει δαψιλῶς.
2 1,pi 8 ἔστι δὲ καὶ ἄφυσον, θερμαῖνον καὶ ξηραῖνον ἰσχυρῶς.
2 1,pi 9 —Πήγανον τὸ μὲν ἄγριον σφοδρότατα θερμαίνει καὶ ξηραίνει, καὶ τὸ ἥμερον δὲ σφοδρῶς. ἔστι δ’ οὐ δριμὺ μόνον, ἀλλὰ καὶ πικρόν, τέμνει τε καὶ διαφορεῖ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ δι’ οὔρων κενοῖ.
2 1,pi 12 καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον καὶ διὰ τοῦτο πρός τε τὰς ἐμπνευματώσεις ἁρμόττει καὶ τὰς εἰς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ καὶ ξηραίνει γενναίως.
2 1,pi 13 —Πίσσα ἡ μὲν ξηρὰ θερμαίνει τε ἱκανῶς καὶ ξηραίνει, ἡ δ’ ὑγρὰ μετὰ τούτων μετέχει τι καὶ λεπτομεροῦς, ὡς καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπύους ὠφελεῖν.
2 1,pi 14 πλῆθος δ’ ἐκλείχειν ἀρκεῖ κυάθου μέλιτος μιγνύντας.
2 1,pi 15 ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ διαφορητικόν.
2 1,pi 16 οὕτω γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσι μιγνύμεναι κηρῷ καὶ λειχῆνας ἀπορρύπτουσιν.
2 1,pi 17 συμπέττουσι δὲ καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἐπεμβαλλόμεναι καταπλάσμασιν.
2 1,pi 18 ἰσχυροτέρα δ’ εἰς ἅπαντα ἡ ὑγρά.
2 1,pi 19 —Πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν, ὡς καὶ παρατρίμματα καταπλασσόμενος ἰᾶσθαι κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ ποθείη· καὶ κατακαύματα δ’ ἐπουλοῖ.
2 1,pi 21 καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν.
2 1,pi 22 ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων δύναμίς ἐστι κολλητικὴ τραυμάτων.
2 1,pi 23 ἡ δὲ λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδῶντας κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι χρήσιμος.
2 1,pi 24 —Πλάτανος ὑγροτέρας καὶ ψυχροτέρας ἐστὶν οὐσίας· διὰ τοῦτο τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γόνασι φλεγμονὰς ὀνίνησιν.
2 1,pi 25 ὁ δὲ φλοιὸς αὐτῆς καὶ τὰ σφαιρία ξηραντικώτερα, ὡς τὸν μὲν 〈ἐν〉 ὄξει καθεψόμενον εἰς ὀδόντων ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος ἐπὶ τῶν πυρικαύστων ἑλκῶν.
2 1,pi 26 —Πομφόλυξ εἰ πλυθείη, σχεδὸν ἁπάντων πρῶτόν ἐστιν ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν, ὅθεν εἴς τε τὰ καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ πρὸς τὰ ἄλλα τὰ κακοήθη πάντα. — Πράσιον θερμαίνει καὶ ξηραίνει σφοδρῶς, ἧπάρ τε ἐκφράττει καὶ σπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαίρει κινεῖ τε ἔμμηνα· καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ· καὶ διὰ ῥινῶν ἰκτερικοὺς καθαίρει· καὶ πρὸς ὤτων ὀδύνας κεχρονισμένας ποιεῖ.
2 1,pi 29 —Πρόπολις θερμαίνει σφοδρῶς καὶ ῥυπτικῆς ἰσχυρῶς ἐστι δυνάμεως ἑλκτικῆς τε ἱκανῶς ἰσχυρᾶς καὶ λεπτομερὴς τὴν οὐσίαν.
2 1,pi 30 —Πτελέας τὰ φύλλα πρόσφατα τραύματα κολλᾷ στυπτικήν τε καὶ ῥυπτικὴν ἔχοντα δύναμιν. ὁ δὲ φλοιὸς ἔτι μᾶλλον, ὥστε καὶ λέπραν ἰᾶται σὺν ὄξει.
2 1,pi 31,32 καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως, ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσί τινες ὅσα πωρώσεως δεῖται κατάγματα.
2 1,pi 33 —Πτέρεως ἡ ῥίζα ἀναιρεῖ πλατεῖαν ἕλμινθα, δραχμῶν τεσσάρων ποθεισῶν ἐν μελικράτῳ· καὶ ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρει, τὰ δὲ νεκρὰ ἐκβάλλει.
2 1,pi 34 ὁμοίαν δ’ αὐτῇ καὶ ἡ θηλυπτερὶς δύναμιν ἔχει.
2 1,pi 35 —Πυρέθρου ἡ ῥίζα καυστικὴν ἔχει δύναμιν, καθ’ ἣν ὀδόντων τε τῶν ἐψυγμένων ὀδύνας ἰᾶται καὶ πρὸς τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ παρειμένους ὠφελεῖ.
2 1,pi 36 —Πυρὸς ἔξωθεν ἐπιτιθέμενος μετρίως θερμαίνει, οὐ μὴν οὔτε ὑγραίνειν οὔτε ξηραίνειν ἐπιφανῶς πέφυκεν, ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν.
2 1,pi 37 τὸ δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προσειληφότος τοῦ ἄρτου· δυνάμεως γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς ἐστιν ἡ ζύμη.
2 1,pi 38 —Πυτία πᾶσα δριμείας ἐστὶ καὶ λεπτυντικῆς καὶ διαφορητικῆς δυνάμεως καὶ ξηραντικῆς, γάλα δὲ τεθρομβωμένον ἐν κοιλίᾳ διαλύει.
2 1,pi 39 καλλίων δ’ αὐτῶν ἐστιν ἡ λαγῴα.
2 1,pi 40 διαλύει δὲ καὶ τεθρομβωμένον αἷμα κατὰ κοιλίαν ὁμοίως ποθεῖσα μᾶλλον μὲν ἴσως τῶν ἄλλων ἡ λαγῴα, οὐ μὴν μόνη. Ῥαφανὶς θερμαίνει σφοδρῶς καὶ ἱκανῶς ξηραίνει.
2 1,rho 1 τὸ δὲ σπέρμα δραστικώτερον τοῦ φυτοῦ· διαφορητικωτέρα δ’ ἐστὶν ἐν αὐτοῖς ἡ δύναμις, ὥστε καὶ πρὸς ὑπώπια καὶ τὰ ἄλλα πελιδνὰ ὠφελίμως παραλαμβάνεσθαι.
2 1,rho 2 —Ῥῆον μικτῆς ἐστι κράσεως· ἔχει γάρ τι καὶ γεῶδες ψυχρόν· σύνεστι δέ τις αὐτῷ καὶ θερμότης· μετέχει δὲ καὶ λεπτομερείας· σπάσματά τε οὖν καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ πελίωμα καὶ λειχῆνας ἰᾶται μετ’ ὄξους ἐπαλειφόμενον καὶ αἱμοπτοϊκούς τε καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελεῖ.
2 1,rho 3 —Ῥητῖναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι καὶ διαφοροῦσιν, αἱ μὲν πλέον, αἱ δ’ ἔλαττον. προκέκριται δ’ εἰκότως ἁπασῶν ἡ σχινίνη (μαστίχην δ’ αὐτὴν ὀνομάζουσι)· πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ τὰς κατὰ στόμαχον καὶ γαστέρα καὶ ἧπαρ ἀτονίας ἰᾶσθαι, καὶ φλεγμοναῖς ἁρμόττει· ἔτι καὶ ξηραίνειν ἀλύπως αὐτῇ πάρεστιν· ἥκιστα γάρ ἐστι δριμεῖα καὶ μάλιστα ἡ λεπτομερής.
2 1,rho 5,6 τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει. διαφορεῖ δὲ μᾶλλον τῆς μαστίχης καὶ ῥύπτει, ὡς καὶ ψώρας ἰᾶσθαι καὶ τὰ κατὰ βάθος ἕλκειν μᾶλλον τῶν ἄλλων.
2 1,rho 7 —Ῥόδων ἡ δύναμις ἐξ ὑδατώδους θερμῆς ἀναμεμιγμένης δυσὶ ποιότησιν ἑτέραις ἐστί, τῇ τε στυφούσῃ καὶ τῇ πικρᾷ.
2 1,rho 8 τὸ δ’ ἄνθος αὐτῶν ἔτι μᾶλλον αὐτῶν τῶν ῥόδων ῥυπτικόν ἐστι, καὶ δηλονότι διὰ τοῦτο καὶ ξηραντικόν.
2 1,rho 9 —Ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων διαφορητικός ἐστι καὶ μαλακτικὸς καὶ ἄπεπτα φύματα διαφορεῖ.
2 1,rho 10 ὁ δ’ ἐν ταῖς παλαίστραις, ὃν καὶ πάτον ὀνομάζουσιν, ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι· καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον στέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ. Σανδαράκη καυστικῆς ἐστι δυνάμεως ὥσπερ τὸ ἀρσενικόν· εἰκότως οὖν εἴς τε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσι καὶ τὰς ῥυπτικάς.
2 1,sigma 2 —Σατύριον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν, περιττωματικὴν καὶ φυσώδη τὴν ὑγρότητα κεκτημένον, καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια.
2 1,sigma 3,4 ταὐτὰ δὲ καὶ ἡ ῥίζα αὐτοῦ δρᾷ. —Σέλινον θερμὸν εἰς τοσοῦτόν ἐστιν ὡς οὖρα καὶ καταμήνια κινεῖν.
2 1,sigma 5 ἔστι δὲ καὶ ἄφυσον, καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα.
2 1,sigma 6 —Σέρις ψυχρᾶς καὶ ξηρᾶς ἐστι κράσεως μετρίως.
2 1,sigma 7 —Σεσέλεως τὸ σπέρμα τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν.
2 1,sigma 8 διὰ λεπτομέρειαν καὶ πρὸς ἐπιληψίαν καὶ ὀρθόπνοιαν ἁρμόττει.
2 1,sigma 9 —Σήσαμον ἐμπλαστικόν ἐστιν ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν.
2 1,sigma 10 τῆς αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἐξ αὐτοῦ ἔλαιον καὶ τὸ ἀφέψημα τῆς πόας.
2 1,sigma 11 —Σίκυος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας οὐσίας ἐστίν, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας· οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τέ εἰσι καὶ λαμπρύνουσι τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηρανθείη τὸ σπέρμα, κἄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο.
2 1,sigma 12 κρατεῖ δ’ ἐν αὐτοῖς ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις ἱκανῶς· εἰ μέντοι τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθείη, οὐκέτι οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’ ἤδη τῆς ξηραινούσης μετρίως.
2 1,sigma 13 —Σικύου ἀγρίου τοῦ καρποῦ ὁ χυλός, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων ἐπιτήδειοι τυγχάνουσιν εἰς τὰς ἰάσεις· τὸ μὲν οὖν ἐλατήριον ἔμμηνά τε προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον.
2 1,sigma 14 ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον ταῖς ῥισὶ μετὰ γάλακτος· οὕτω δὲ χρωμένων καὶ κεφαλαίας ἰᾶται.
2 1,sigma 15 ὁ δὲ τῆς ῥίζης χυλὸς καὶ τῶν φύλλων ἀσθενέστερος τοῦ προειρημένου.
2 1,sigma 16 ἡ δὲ ῥίζα ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει καὶ ξηραίνει· διαφορητικώτερος δ’ αὐτῆς ὁ φλοιός.
2 1,sigma 17 —Σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπός, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως.
2 1,sigma 18 ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο καὶ δύσπεπτα· ἔξωθεν μέντοι ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως.
2 1,sigma 20 καὶ μὲν δὴ καὶ καθαιρετικόν τι καὶ ἀποτηκτικὸν ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν.
2 1,sigma 21 —Σπόγγος ὁ μὲν κεκαυμένος δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως· ποιεῖ γοῦν καὶ πρὸς αἱμορραγίας τὰς ἐκ τραυμάτων δευόμενος ἀσφάλτῳ καὶ καιόμενος, ὡς γενέσθαι ξηρός, μὴ παρούσης δ’ αὐτῆς, πίττῃ.
2 1,sigma 22 καινὸς δ’ ὁ σπόγγος αὐτὸς καθ’ ἑαυτὸν ξηραίνει σαφῶς· εἴσῃ δὲ χρησάμενος ἐπὶ τραύματος αὐτῷ μόνῳ μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου· κολλήσει γὰρ αὐτὰ παραπλήσιως τοῖς ἐναίμοις φαρμάκοις.
2 1,sigma 23 —Σπονδυλίου ὁ μὲν καρπὸς δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἄσθματα καὶ πρὸς ἐπιληψίαν ἀγαθόν ἐστι φάρμακον· ὀνίνησι δὲ καὶ τοὺς ἰκτερικούς.
2 1,sigma 25 καὶ ἡ ῥίζα δ’ ὁμοία οὖσα τὴν δύναμιν ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων τύλους ἀφαιρεῖ· χρὴ δὲ περιξύσαντας ἐντιθέναι.
2 1,sigma 26 —Στέαρ τὸ τῶν ὑῶν ὑγρότατόν ἐστι σχεδὸν ἁπάντων τῶν ἄλλων καὶ διὰ τοῦτο τὴν ἐνέργειαν ἐγγύς ἐστιν ἐλαίου, μαλακτικώτερόν γε μὴν καὶ πεπτικώτερον ἐλαίου καὶ διὰ τοῦτο τοῖς πρὸς φλεγμονὰς ἁρμόττουσι καταπλάσμασι μίγνυται.
2 1,sigma 27 τοῖς 〈δὲ〉 δακνομένοις τὰ κατὰ τὸ ἀπευθυσμένον ἢ κατὰ τὸ κόλον ἐνίεμεν [δὲ] αἴγειον μᾶλλον στέαρ, διότι πήγνυται ῥᾳδίως διὰ πάχος, ἀπορρεῖ δὲ τὸ ὕειον· ὁμοίως τῷ ἐλαίῳ χρώμεθα παρηγοροῦντες τὰς δήξεις ἐπὶ τῶν δυσεντερικῶν τε καὶ τεινεσμωδῶν.
2 1,sigma 28 [5] τοὺς δὲ κατὰ τὸ βάθος δάκνοντας ἰχῶρας τὸ χήνειον στέαρ μᾶλλον ἀμβλύνει διὰ τὴν λεπτομέρειαν· ἔστι δὲ καὶ θερμότερον τοῦ ὑείου· μεταξὺ δ’ αὐτῶν ἐστι τὸ τῶν ἀλεκτρυόνων. ἁπάσης μὲν οὖν πιμελῆς δύναμίς ἐστιν ὑγραντική τε καὶ θερμαντική· ἀλλὰ τὸ μὲν τοῦ ὑὸς μετρίως ἐστὶ θερμόν, τὸ δὲ τῶν ταύρων πολὺ θερμότερον καὶ ξηρότερον, τὸ δὲ μόσχειον ἀπολείπεται τοῦ τῶν ταύρων καὶ τῶν ἐρίφων καὶ τῶν αἰγῶν καὶ τῶν τράγων, αὐτὸ δὲ πάλιν τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γάρ ἐστι πάντων τῶν ἐν τοῖς τετράποσι· καὶ γὰρ θερμότατόν ἐστι καὶ λεπτομερέστατον.
2 1,sigma 29 χρονίζον δὲ πᾶν στέαρ ἑαυτοῦ γίνεται θερμότερόν τε καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον.
2 1,sigma 30 —Σκάνδιξ θερμαίνει καὶ ξηραίνει σφοδρῶς· οὐρητικὸς οὖν εἰκότως ἐστὶ καὶ τῶν σπλάγχνων ἐκφρακτικός.
2 1,sigma 31 —Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς.
2 1,sigma 32 ἄμεινον δ’ ὀπτῶντας ἢ ἕψοντας αὐτῇ χρῆσθαι· ἐκλύεται γὰρ οὕτω τὸ σφοδρὸν τῆς δυνάμεως αὐτῆς.
2 1,sigma 33 —Σκολύμου ἡ ῥίζα θερμὴ καὶ ξηρὰ ἱκανῶς ἐστι, πλῆθος δ’ οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι· καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν μασχαλῶν καὶ ὅλου τοῦ σώματος.
2 1,sigma 34 [5] —Σκόρδιον ἐκ διαφόρων δυνάμεων σύγκειται· καὶ γὰρ πικρὸν ἔχει τι καὶ στῦφον καὶ δριμύ· διακαθαίρει τε οὖν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν καὶ ψῦξιν ἰᾶται πινόμενον καὶ κολλᾷ μὲν μεγάλα τραύματα χλωρὸν ἐμπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ καὶ εἰς οὐλὴν ἄγει ταῦτα.
2 1,sigma 35 —Σκόροδον θερμαίνει καὶ ξηραίνει σφοδρότατα καὶ βδέλλας ἐκβάλλει ὡς μηδενὸς ἑτέρου δεῖσθαι.
2 1,sigma 36 —Σμύρνα τῶν ἱκανῶς θερμαινόντων τε καὶ ξηραινόντων ἐστίν· ἐπιπαττομένη γοῦν τὰ ἐν κεφαλῇ τραύματα κολλᾷ· ἀναιρεῖ δὲ καὶ ἕλμινθας καὶ ἔμβρυα κτείνει τε καὶ ἐκβάλλει· ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικόν.
2 1,sigma 38,39 —Σμύρνιον θερμὸν καὶ ξηρὸν σφοδρῶς ἐστι καὶ οὐρητικὸν καὶ ἐμμήνων ἀγωγόν.
2 1,sigma 40 —Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στυπτικὴν ἔχει δύναμιν ἄδηκτον καὶ ξηραίνουσαν ἱκανῶς, δι’ ἧς τὸ μὲν ἀφέψημα αὐτῶν καὶ δυσεντερικοῖς ἐνίεται καὶ ὠσὶ πυορροοῦσι καὶ κολλητικὸν ὑπάρχει μεγάλων τραυμάτων.
2 1,sigma 41 ἐνεργέστερον δὲ ταῦτα ποιεῖ μετ’ οἴνου μέλανος αὐστηροῦ· ξηραίνει γὰρ ἰσχυρῶς πάσας τὰς παρὰ φύσιν ὑγρότητας.
2 1,sigma 42 τὰ δὲ φύλλα χλωρὰ καταπλασσόμενα δύναμιν ἐφεκτικὴν αἱμορραγίας ἔχει, καὶ τὰς ἐκ πληγῆς δὲ συγχύσεις τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενον.
2 1,sigma 43 —Στύραξ θερμαίνει, μαλάττει, συμπέττει· διὸ καὶ βῆχας καὶ κατάρρους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν ἔμμηνά τε προτρέπει πινόμενος καὶ προστιθέμενος.
2 1,sigma 44 —Σῦκα ξηρὰ θερμαίνει μετρίως, ἔχει δέ τι καὶ λεπτομερές· ἐξ ἀμφοῖν οὖν τούτων ἱκανὰ συμπέττειν ἐστὶ τοὺς σκληροὺς τῶν ὄγκων· εὐθὺς δ’ αὐτοὺς καὶ διαφορεῖ.
2 1,sigma 45 τὰ δὲ τῶν ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως· οὕτω δὲ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι.
2 1,sigma 46 —Σχῖνος ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς καὶ γεώδους ψυχρᾶς οὐ πολλῆς σύγκειται· ξηραίνει μὲν οὖν ἱκανῶς.
2 1,sigma 47 ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μέσος πώς ἐστιν, ὁμοίαν δ’ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι καὶ στῦψιν.
2 1,sigma 48 καὶ εἰ χυλὸν δ’ ἐκθλίψαις ἐκ χλωρῶν τῶν φύλλων αὐτοῦ, καὶ οὗτος ὁμοίας ἐστὶ κράσεως, ὅθεν πινόμενος ἰᾶται δυσεντερίας καὶ κοιλιακὰς διαθέσεις καὶ 〈πρὸσ〉 αἵματος πτύσεις καὶ τὰς ἐκ μήτρας αἱμορραγίας καὶ προπτώσεις ἕδρας τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν.
2 1,sigma 49 —Σχοίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετριώτερον, οὐκ ἀπηλλαγμένον τῆς λεπτομεροῦς φύσεως· διὰ ταῦτα καὶ οὐρητικόν ἐστι καὶ καταμηνίων ἀγωγόν.
2 1,sigma 50 ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ καὶ κοιλίαν καὶ στόμαχον φλεγμονάς. Τερμίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν, ἀλλὰ καὶ θερμαίνουσιν ἱκανῶς· ξηραίνουσι δ’ ὑγροὶ μὲν ὄντες μετρίως, ξηρανθέντες δ’ ἱκανῶς καὶ ἔτι μᾶλλον.
2 1,tau 2 ὁ καρπὸς ταύτης καὶ οὐρητικός ἐστι καὶ σπλῆνας ὀνίνησιν.
2 1,tau 3 —Τεῦτλον λιτρώδους τινὸς μετείληφε δυνάμεως· διὸ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν καθαίρει.
2 1,tau 4 ἑψηθὲν δὲ τὸ μὲν λιτρῶδες ἀποτίθεται, γίνεται δ’ ἀφλεγμάντου δυνάμεως ἀτρέμα διαφορητικῆς.
2 1,tau 5 ἰσχυρότερον δ’ εἰς τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκόν, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως καὶ μᾶλλον κατὰ τὴν ῥίζαν.
2 1,tau 6 —Τῆλις θερμὴ μέν ἐστιν ἱκανῶς, ξηρὰ δὲ μετρίως, καὶ διὰ τοῦτο τὰς μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ ἧττον θερμὰς καὶ ὅσαι σκιρρωδέστεραι διαφορεῖ.
2 1,tau 7 —Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν· ὑπάρχει δ’ αὐτοῖς καὶ πικρότης.
2 1,tau 8 ἰσχυρότατος μὲν οὖν ὁ ὀπός, ἐφεξῆς δ’ ὁ καρπὸς καὶ τὰ φύλλα, μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης· αὕτη μὲν οὖν ἑψομένη σὺν ὄξει ὀδόντων ἀλγήματα, καὶ μάλιστα ὅταν βεβρωμένοις αὐτοῖς γίνηται, θεραπεύει. ὁ δ’ ὀπὸς τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος· ἐπεὶ δὲ σφοδρός ἐστιν, ἐλαίῳ μίγνυται· καὶ εἰ πολλάκις τοῦτο γίνοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι, καὶ ψιλὸν αὐτῶν γίνεται τὸ σῶμα.
2 1,tau 10 κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ θύμους ἀφαιροῦσιν· ἀπορρύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας.
2 1,tau 11 — Τίτανος ἡ μὲν ἄσβεστος καίει σφοδρῶς ὡς ἐσχάραν ποιεῖν· σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτὴ μεθ’ ἡμέραν μίαν ἢ δευτέραν, μετὰ δὲ χρόνον οὐδ’ ὅλως· θερμαίνει δὲ καὶ διατήκει τὰς σάρκας.
2 1,tau 13,14 εἰ δ’ ἐκπλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλουμένην κονίαν· ἡ δ’ ἀδήκτως ξηραίνει.
2 1,tau 15 καὶ εἰ δὶς ἢ καὶ τρὶς ἢ καὶ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.
2 1,tau 16 —Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμει τὴν δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμυτήτων ἀμβλυντικήν.
2 1,tau 17 καὶ δὴ καὶ ὁμοίως ἐκείνῳ ξηραίνει.
2 1,tau 18 —Τρίβολος ψύχει· ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ στῦφον καὶ ξηραῖνον, ἐν δὲ τῷ ἐνύδρῳ τὸ ὑδατῶδες. ἀμφότεροι δὲ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν καὶ ὅλως πρὸς πάσας τὰς ἐπιρροὰς ἁρμόττουσιν.
2 1,tau 20 τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων τοὺς ἐν νεφροῖς λίθους θρύπτει πινόμενος.
2 1,tau 21 —Τρύχνον τὸ ἐδώδιμον καὶ ἐν τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς ὅσα ψῦξαί τε καὶ στῦψαι δέονται. Ὑδροπέπερι θερμαίνει μέν, ἀλλ’ οὐκ εἰς ὅσον πέπερι, καὶ μέντοι καὶ χλωρὸν ἔτι τὸ βοτάνιον ἅμα τῷ καρπῷ καταπλασθὲν ὑπώπιά τε καὶ τοὺς σκληρυνομένους ὄγκους διαφορεῖ.
2 1,upsilon 3 —Ὑοσκύαμος ἐπιτήδειος πρὸς ἰάσεις, ὁ τὸ σπέρμα καὶ τὸ ἄνθος λευκὸν ἔχων· ψύχει δὲ σφοδρῶς.
2 1,upsilon 4 —Ὕσσωπον θερμαίνει καὶ ξηραίνει σφοδρῶς· ἔστι δὲ καὶ λεπτομερές. Φακοὶ στύφουσι μὲν οὐκ ἰσχυρῶς, θερμότητος δὲ καὶ ψυχρότητος ἐν τῷ μέσῳ καθεστήκασι· ξηραίνουσι δ’ ἱκανῶς.
2 1,phi 1 αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει τε καὶ ἵστησι τὴν γαστέρα· τὸ δ’ ἀφέψημα προτρέπει. —Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς ἱκανῶς καὶ ψυχρᾶς ἐστι κράσεως.
2 1,phi 3 —Φοίνικος ὁ καρπὸς καὶ μάλιστα ὁ γλυκὺς οὐκ ὀλίγης μετέχει θερμότητος· οὐ μόνον δ’ ἔξωθεν ἐπιτιθέμενος τονοῖ καὶ ξηραίνει καὶ συνάγει καὶ πιλοῖ καὶ πυκνοῖ, ἀλλὰ καὶ ὡς σιτίον λαμβανόμενος.
2 1,phi 4 —Φῦκος ὑγρόν ἐστι καὶ χλωρόν· ἐξαιρούμενον δὲ τῆς θαλάσσης ἱκανῶς ψύχει καὶ ξηραίνει καὶ στύφει μετρίως. Χαλβάνη μαλακτικῆς τε καὶ διαφορητικῆς ὑπάρχει δυνάμεως, ξηραίνουσα μὲν ἱκανῶς, θερμαίνουσα δὲ σφοδρῶς.
2 1,psi 1,2 Ψιμύθιον ἐμπλαστικόν τε καὶ ἐμψυκτικόν ἐστι. τὸ δέ γε φῦκος, τὴν ψῦξιν τοῦ ψιμυθίου φυλάττον, λεπτομέρειαν προσείληφεν.
2 1,omega 1 Ὠῶν τὸ μὲν λευκὸν καὶ λεπτόν, ᾧ καὶ πρὸς τοὺς ὀφθαλμοὺς χρώμεθα, τῶν ἀδηκτοτάτων ἐστὶ φαρμάκων· χρῆσθαι δὲ τοῖς προσφάτοις.
2 1,omega 2,3 τῇ κράσει δ’ ἐστὶ ψυχρότερον ὀλίγῳ τοῦ συμμέτρου. χρηστέον οὖν οὐ μόνον ἐπὶ τῶν ὀφθαλμῶν αὐτῷ, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὅσα τῶν ἀδηκτοτάτων δεῖται φαρμάκων, ὡς τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον ἕλκη καὶ τὰ κακοήθη πάντα.
2 1,omega 4 ἔστι δὲ καὶ ἡ λέκιθος τῶν ὠῶν ἄδηκτος ἑψηθέντων ἢ ὀπτηθέντων.
2 1,omega 5 [5] ὅλῳ δὲ χρώμεθα μιγνύντες ῥόδινον ἐπὶ τῶν κατὰ βλέφαρα καὶ ὦτα καὶ τιτθοὺς φλεγμονῶν, ὅσαι τε πληγέντων αὐτῶν ἢ καὶ ἄλλως γίνονται, καὶ κατὰ τῶν νευρωδῶν δὲ σωμάτων, οἷον ἀγκῶνος καὶ τῶν κατὰ τοὺς δακτύλους τενόντων, ἢ ἄρθρων ἐν ποσί τε καὶ χερσί· καὶ πρὸς κατακαύματα δὲ παραχρῆμα ὠμὸν ἐπιτιθέμενον ὠφέλιμόν ἐστιν, εἴτε ἀναλαβὼν ἐρίῳ μαλακῷ τὸ λευκὸν αὐτοῦ μόνον, εἴτε καὶ σὺν τῇ λεκίθῳ πᾶν ἀναδεύσας ἐπιθείης· καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει. Ὅσα ἐστὶ μέσα τῶν θερμαινόντων τε καὶ ψυχόντων.
2 2 1 [5] Ἀδίαντον, ἀσπάραγος μυακάνθινος, βρύον τὸ καὶ σπλάγχνον, γλυκυρρίζης ὁ χυλός, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, κηρός, κύαμος, στροβίλου τὸ ἐδώδιμον ἀποβραχὲν εἰς ὕδωρ, λύκιον, λωτὸς ἢ τρίφυλλον, κιτρίου ὁ φλοιός, πτέρεως ἡ ῥίζα, σχῖνος, φακή, Χία γῆ, καδμεία, λιθάργυρος. Ὅσα θερμαίνει.
2 3 1 [10] Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα θερμαίνει μετρίως, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμύγδαλα τὰ γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἀλόη, ἀνθεμὶς ἡ καὶ χαμαίμηλον, φακή, ἀψίνθιον (θερμότερος δ’ ὁ χυλός), βάτων ὁ πέπειρος καρπός, γλυκυσίδης ἡ ῥίζα, ἐλαίας καρπὸς ὁ πέπειρος, ζύμη, κράμβη, λάδανον, λινόσπερμον, μαλαβάθρου τὸ φύλλον, νάρδου στάχυς (ἀσθενεστέρα δ’ ἡ Κελτική), οἶνος γλευκίνης, ὄροβος, πυρὸς ἔξωθεν ἐπιτιθέμενος, ῥητῖναι πᾶσαι (ἡ δὲ πευκίνη πλέον τῆς τερμινθίνης καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη· μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη τε καὶ 〈ἡ〉 ἐλατίνη· δριμείας δ’ ἐστὶν ἡ κυπαρισσίνη δυνάμεως), σήσαμον, σχοίνου ἄνθος, φοινίκων ὁ καρπὸς καὶ μᾶλλον ὁ γλυκύς, ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα, ἀκάνθης λευκῆς ἡ ῥίζα, ἀριστολοχίαι, ἀσφοδέλου αἱ ῥίζαι καὶ μᾶλλον καυθεισῶν ἡ τέφρα, δαῦκος ὁ καὶ σταφυλῖνος, χαμαιδάφνη, δρακοντίου ἡ ῥίζα μᾶλλον τῆς τοῦ ἄρου, ἔλαιον γλυκὺ παλαιόν, ἐλενίου τῆς πόας ἡ ῥίζα, ἐρέβινθοι, ἕρπυλλον, ἰξός, λιγυστικόν, νάρθηκος σπέρμα, σαγαπηνόν, σατύριον, σέλινον, σέσελι, σίνων, στύραξ, σάρκες ἐχιδνῶν, στέαρ, πιμελή, σίελον. ἱκανῶς δὲ θερμαίνει γλήχων, δάφνης τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δ’ ὁ φλοιὸς τῆς ῥίζης, δίκταμνον ὁμοίως γλήχωνι, ἐλελίσφακος, ἐρύσιμον, ἔρια κεκαυμένα, ζιγγίβερι, καρδάμωμον, ὀπὸς καὶ πάντων μᾶλλον ὁ Κυρηναϊκός, σίλφιον, τρίχες κεκαυμέναι, ἅλες οἱ χαῦνοι μᾶλλον τῶν ἄλλων, αἷμα, χολή, ἀμόργη, ἄνηθον (τὸ δὲ χλωρὸν ἔλαττον), ἀρτεμισίαι ἀμφότεραι, βάλσαμον, ἐλαφόβοσκον, κρόκος, λιβανωτός, μαστίχη Χία, μέλι, οἶνος, πευκέδανον, πίσσα, πόλιον τὸ μικρότερον, μελισσόφυλλον, πράσιον, πρόπολις, σικύου ἀγρίου ὁ χυλός, ὃν ἐλατήριον καλοῦσι, σκάνδιξ, σκίλλα, σκολύμου ἡ ῥίζα, σμύρνα, τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπός, τῆλις, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα, χαμαιπίτυς, ὤκιμον.
2 3 3 [10] σφοδρῶς δὲ θερμαίνει καὶ ἀβρότονον καὶ μᾶλλον τὸ καυθέν, αἶρα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἄκορον, ἄμωμον, ἀμάρακον, ἄμι, ἄνηθον καυθέν, ἀνήσου σπέρμα, ἄρκευθος καὶ ὁ καρπὸς αὐτῆς, ἀσάρου ἡ ῥίζα, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, μίνθη, καλαμίνθη, θύμα, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, κάρω, κασία, κέδροι ἀμφότεραι, κνήκου τὸ σπέρμα, κόνυζα, καὶ ἡ μείζων καὶ ἡ μικροτέρα (ἡ γὰρ δυσωδεστέρα ἀσθενεστέρα), κύμινον, λιβανωτοῦ ὁ αἴθαλος, μάραθον, μελάνθιον, μήου αἱ ῥίζαι, πήγανον ἥμερον, ῥοδοδάφνη, οἶνος ὁ ἱκανῶς παλαιός, ὀρίγανοι πᾶσαι, ὀποπάναξ, πετροσέλινον, ῥαφανίς, σάμψυχον, σμύρνιον, τρίφυλλον (οἱ δ’ ἀσφάλτιον), ὕσσωπον, χαλβάνη, χαμαίδρυς.
2 3 4 σφοδρότατα δὲ θερμαίνει ἀδάρκη, εὐφόρβιον, θαψία, κεδρέας τὸ ἔλαιον, κόστος, κρόμμυον, νάπυ, πήγανον ἄγριον, σκόροδον, στρουθίου ἡ ῥίζα, τιθυμάλλων ὁ ὀπός (ἔλαττον δ’ ὁ καρπὸς αὐτῶν καὶ τὰ φύλλα), τὰ καυστικὰ πάντα. Ὅσα ψύχει.
2 4 1 [10] Μετρίως ψύχει ἀγρώστεως ἡ ῥίζα καὶ ἡ πόα, ἀλσίνη χωρὶς στύψεως, ἄπιοι καταπλασσόμεναι, ἀνδράφαξυς ἄνευ στύψεως, ἀκακία ἄπλυτος, βαλαύστιον, βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ ἄωρος καρπὸς καὶ τὸ ἄνθος, βρόμος, βρύον θαλάσσιον, γίγαρτα, γλαύκιον, γλυκυρρίζης ὁ χυλός, ἐλαίας οἱ θαλλοὶ καὶ ὁ ἄωρος καρπός, ἔλαιον ὠμοτριβές, ἑλξίνη ἡ καὶ περδίκιον, ἔλυμος ἢ μελίνη καταπλασσομένη, θρίδαξ, ἴου τὰ φύλλα, καλάμου τὰ φύλλα τοῦ φραγμίτου, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, κέγχρος, κριθαί, μηλέας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ πλὴν τῶν γλυκέων (ταῦτα γὰρ [καὶ] ὑδατώδη εὔκρατα), περσικῆς ὁ καρπός, πλάτανος, κιτρίου ἡ σάρξ, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον, ῥάμνος, ῥόδινον, πάτος ὁ ἀπὸ παλαίστρας, σέρις, τρίβολοι ἀμφότεροι, φοίνικος τῶν κλάδων ὁ χυλὸς καὶ ὁ ἐγκέφαλος καὶ ὁ ἐλάτης αὐτοῦ, Σαμία γῆ, Κιμωλία, λίθος αἱματίτης, Ναξίας ἀκόνης τὸ ἀπότριμμα, μολύβδαινα, μόλυβδος ἄκαυστος καὶ κεκαυμένος, ψιμύθιον, σάνδυξ, τυρὸς ὁ μαλακὸς καὶ νεοπαγής.
2 4 2 ἱκανῶς δὲ ψύχει ἀκακία πεπλυμένη, ἀρνόγλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βλίτον, κηκὶς ὀμφακῖτις, κολοκύντη, μηλέας Ἀρμενιακῆς καρπός, μύκητες, ὄμφακος χυλός, ῥοῦς, σίκυς πέπων, στρύχνον τὸ κηπευόμενον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, φῦκος χλωρὸν ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάττης, ψυλλίου τὸ σπέρμα.
2 4 3 σφοδρῶς δὲ ψύχει ἀείζῳα ἀμφότερα, ἀνδράχνη αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, μανδραγόρας, κιτρίου τὸ περὶ τὸ σπέρμα τὸ ὀξύ, ὑοσκύαμος ὁ τὸ ἄνθος καὶ τὸ σπέρμα λευκὸν ἔχων.
2 4 4 σφοδρότατα δὲ ψύχει κώνειον καὶ μήκωνες πᾶσαι καὶ ὁ ἐξ αὐτῶν ὀπός. Ὅσα ξηραίνει.
2 5 1 [10] Ξηραίνει δὲ μετρίως ἀγρώστεως ἡ ῥίζα, ἀδίαντον, ἀείζῳα ἀμφότερα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἀκάνθης λευκῆς ἡ ῥίζα, ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη, ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα, ἀπαρίνη, ἄπιοι καταπλασσόμεναι (μᾶλλον δ’ ἀχράδες), ἀνθεμὶς ἢ χαμαίμηλον, ἄρον, ἀρτεμισίαι ἀμφότεραι, κριθαὶ μᾶλλον τοῦ ἀλεύρου τῶν κυάμων τοῦ χωρὶς τῶν λεμμάτων (τὰ δ’ ἄλφιτα καὶ τῶν κριθῶν πλέον), κρόκος, λιβανωτός, μάραθρον, οἶνος γλευκίνης, ἀσπάραγος μυακάνθινος, ἀσπάλαθος, βολβὸς ἐπιπλασσόμενος, ἔλυμος καὶ μελίνη καταπλασσόμενα, ἰσάτις, κόμμι, κράμβη ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ἡ θηλύπτερις, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον, ῥητῖναι πᾶσαι, ὑπερικόν, λιθάργυρος, ὄστρακον (μᾶλλον δὲ τὸ ἐκ τῶν κριβάνων), πυτία, ῥύπος, στέαρ ταύρειον τῶν ἄλλων μᾶλλον, ὠοῦ λέκιθος ὀπτηθεῖσα, σέρεως πάντα τὰ εἴδη, σικύου πέπονος τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθεῖσα, τῆλις.
2 5 2 [25] ἱκανῶς δὲ ξηραίνει ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα, αἶρα, ἀμάρακον, ἀσπάλαθος, ἀμόργη, ἄνηθον, ἀρνόγλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βάλσαμον, γίγαρτα, ἐλαφόβοσκος, κέγχρος, ἀριστολοχία καὶ μᾶλλον ἡ στρογγύλη, ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀφάκη μᾶλλον φακῆς, λιβανωτοῦ φλοιός, λύκιον, μαλαβάθρου φύλλα, μαστίχη Χία (ἡ δ’ Αἰγυπτία μᾶλλον), μέλι, κιτρίου ὁ φλοιὸς καὶ τὸ σπέρμα καὶ τοῦ δένδρου τὰ φύλλα, μήου αἱ ῥίζαι, νάρδου στάχυς, νάρδος Κελτική, οἶνος, ὄροβος, ὀποπάναξ, πίσσα, ῥαφανίς, σκολύμου ἡ ῥίζα, σμύρνα, σχῖνος, τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ μάλιστα ξηρανθέντα, φακοί, φῦκος χλωρὸν ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάττης, χαλβάνη. σφοδρῶς δὲ ξηραίνει ἀβρότονον καὶ μᾶλλον τὸ καυθέν, ἀκακία, ἄκορον, ἀλόη, ἄμι, ἄνηθον καυθέν, ἄνησον, ἄρκευθος, ἀσάρου ῥίζα, ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀψίνθιον, βράθυ, βαλαύστιον, τῶν βατίνων ὁ ἄωρος καρπός (ξηρανθεὶς δὲ μᾶλλον· ὁμοίως καὶ τὸ ἄνθος), παιωνίας ἡ ῥίζα, δάφνης τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δ’ ὁ φλοιὸς τῆς ῥίζης, δρυὸς ἅπαντα τὰ μόρια καὶ μᾶλλον φηγοῦ καὶ πρίνου, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, θύμα, ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα, καλαμίνθη, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, καρώ, κασία, κέδροι ἀμφότεραι, κόνυζα ἡ μείζων καὶ ἡ μικροτέρα (ἡ γὰρ δυσωδεστέρα καὶ ἐν ὑγροῖς χωρίοις γινομένη ἀσθενεστέρα), λευκακάνθου ἡ ῥίζα, λιβανωτοῦ αἴθαλος, μελάνθιον, κιτρίου τὸ ὑπὸ τὸ σπέρμα τὸ ὀξύ, οἶνος ὁ ἱκανῶς παλαιός, ὄξος ὅταν ἰσχυρὸν ὑπάρχῃ, νυμφαίας ἡ ῥίζα (ἡ δὲ λευκὴν ἔχουσα ῥίζαν σφοδρότερον), ὀρίγανοι πᾶσαι, πάπυρος καυθεῖσα (ἧττον δὲ τῆς τέφρας τοῦ χάρτου), πενταφύλλου ἡ ῥίζα, πετροσέλινον, σμύρνιον, πευκεδάνου ἡ ῥίζα, ὁ δ’ ὀπὸς μᾶλλον, πήγανον ἥμερον, πόλιον τὸ μικρότερον, μελισσόφυλλον, πράσιον, ῥοῦς, σάμψυχον, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα, τρίφυλλον (οἱ δ’ ἀσφάλτιον), ὕσσωπον, χαμαίδρυς, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα, χαμαιπίτυς, ἅλες, νίτρα, γύψος (καυθεῖσα δὲ μᾶλλον), καδμεῖαι πᾶσαι καὶ πάντα τὰ μεταλλικὰ καὶ λιθώδη, σκωρία πᾶσα (ἡ δὲ τοῦ σιδήρου μάλιστα), κόπρος πᾶσα (ἡ δὲ τῶν χηνῶν καὶ τῶν ἱεράκων ἄχρηστός ἐστι διὰ δριμύτητα καὶ ἡ τῶν ἀετῶν), σάρκες ἐχιδνῶν, σὰρξ κοχλίων, κεφαλαὶ ταριχηρῶν μαινίδων κεκαυμέναι, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα, καστόριον, ὀστᾶ κεκαυμένα, δέρμα παλαιὸν ἀπὸ τῶν καττυμάτων καυθέν, ὀστρέων καὶ πορφυρῶν τὸ ὄστρακον καυθέν, σηπέας ὄστρακον, ἔρια κεκαυμένα, τρίχες κεκαυμέναι, καρκίνων ἡ τέφρα, γάρος, ἅλμη τῶν ταριχηρῶν ἰχθύων.
2 5 4 [5] σφοδρότατα δὲ ξηραίνει κεδρέας τὸ ἔλαιον, κονία (ξηραντικωτάτη καὶ ῥυπτικωτάτη πασῶν ἐστιν ἥ τε ἐκ τῆς συκίνης τέφρας καὶ [ἡ] τῆς τῶν τιθυμάλλων καὶ σχεδὸν ἤδη τῆς καυστικῆς δυνάμεως)· κράμβης οἱ καυλοὶ καυθέντες ἰσχυρῶς ξηραίνουσαν ποιοῦσι τέφραν ὡς ἤδη τι καὶ καυστικῆς μετέχειν δυνάμεως· νάπυ, πήγανον ἄγριον, σκόροδον. Ὅσα ἀδήκτως ξηραίνει.
2 6 1 [20] Ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀλόη, ἀμόργη καὶ μᾶλλον ἑψηθεῖσα, ἀναγαλλίδες ἀμφότεραι, ἀρνόγλωσσον· βρόμος καὶ διαφορεῖ καταπλασσόμενος. ἔλαιον γλυκὺ ἄναλον πλυθὲν πάντων μάλιστα· ζύμη ἐπισπᾶται τὰ ἐκ βάθους καὶ διαφορεῖ· θέρμος ὁ πικρὸς καὶ τὸ ἄλευρον αὐτοῦ καὶ μετὰ τοῦ διαφορεῖν· ἵππουρις ἰσχυρῶς, ἰσάτις ἰσχυρῶς, ἰτέας τὰ φύλλα καὶ τὸ ἄνθος μετά τινος στύψεως (ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτον ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γὰρ πολυχρηστότερόν ἐστιν ἀδήκτου ξηραίνοντος καὶ στύφοντος ἠρέμα φαρμάκου)· καρύου λέπος ξηρὸν καυθὲν μετὰ τοῦ λεπτομερὲς εἶναι· κάρυα (τὰ Ποντικὰ δὲ κάρυα παραπλησίας ἐστὶ δυνάμεως· μετέχει δ’ οὐσίας ψυχρᾶς)· κέγχρος, κενταύριον τὸ μικρὸν ἰσχυρῶς καὶ ὁ χυλὸς αὐτοῦ, κερασίου τοῦ δένδρου τὸ κόμμι, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα καὶ τὸ ἀπ’ αὐτοῦ ἔλαιον, κύαμος ἔξωθεν ἐπιτιθέμενος, κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλά, κυπέρου αἱ ῥίζαι, στροβίλου τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν, νευράς, νυμφαίας ἡ ῥίζα, σίραιον, πενταφύλλου ἡ ῥίζα, πολυπόδιον, πτέρεως ἡ ῥίζα καὶ θηλυπτέρεως, σμύρνα, σαρκοκόλλα, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα, τραγάκανθα, γῆ πᾶσα (συντελεῖ δ’ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι· δραστικωτέρα δ’ ἐστὶν ἡ Λημνία), καδμεῖαι πλυθεῖσαι, πομφόλυξ συνεχῶς πλυθεῖσα, τίτανος σβεσθεῖσα καὶ πλυθεῖσα γενναίως· ὠῶν τὸ λευκὸν καὶ λεπτὸν ἀδηκτότατον· ὁμοίας δὲ φύσεώς ἐστι καὶ ἡ λέκιθος αὐτῶν· ὀπτηθεῖσα δ’ ἧττον παρηγορεῖ. Ὅσα ὑγραίνει.
2 7 1 Ὑγραίνει δὲ μετρίως ἀλσίνη, βούγλωσσον, γλυκυρρίζης ὁ χυλός, θρίδαξ, ἴου τὰ φύλλα, μηλέας Περσικῆς ὁ καρπός, μύκητες, ῥόδινον μᾶλλον ἐλαίου.
2 7 2 ἱκανῶς δ’ ἐξυγραίνει ἀνδράχνη, αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἀτράφαξυς, βλίτον, κολοκύνθη, μηλέας Ἀρμενιακῆς ὁ καρπός, σίκυος πέπων, φακὸς ὁ ἐπὶ τῶν τελμάτων. Ὅσα ὑδατώδη ψυχρότητα ἔχει.
2 8 1 [5] Ἀκακία, ἀλσίνη, ἀνδράχνη, ἀρνόγλωσσον, ἀτράφαξυς, βάτου τὰ φύλλα, βλίτον, βρύον θαλάσσιον, γλαύκιον, θρίδαξ, ἰξός, ἴου τὰ φύλλα, κολοκύντη, κοτυληδών, κώνειον, λεύκη τὸ δένδρον, μαλάχη ἥμερος, μηκώνιον, μῆλα, πραικόκκια, μύκητες, πλάτανος, σίκυς ἐδώδιμος, ὁλόσχοινος, τρίβολος, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ψυλλίου τὸ σπέρμα, μόλυβδος. Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων 〈ἐστίν〉.
2 9 1 Ἀγρώστεως ἡ ῥίζα καταπλασσομένη, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ. Ὅσα ῥωστικά.
2 10 1 Κασία, κηκὶς ὀμφακῖτις· στοιχὰς ῥώννυσι τά τε σπλάγχνα πάντα καὶ πᾶσαν τοῦ ζῴου τὴν ἕξιν· φοίνικος ὁ καρπὸς ἔξωθέν τε ἐπιτιθέμενος καὶ ἔσωθεν λαμβανόμενος, ἀψίνθιον. Ὅσα συμπεπτικά.
2 11 1 Ἄμωμον μᾶλλον ἀκόρου καὶ ἀσάρου ῥίζης, ἀσταφὶς ἥμερος, κηρός, λάδανον, κόλλα ἡ εἰς τὰ βιβλία, κρόκος, λιβανωτός, πίσσα, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, σμύρνα, στύραξ, χαλβάνη, χόνδρος, βούτυρον, οἴσυπον, στέαρ ὕειον ἐλαίου μᾶλλον. Ὅσα ἐκπυητικά.
2 12 1 [15] Χρησιμώτατόν ἐστιν εἰς πύου γένεσιν τῶν καταντλουμένων μὲν ὕδωρ εὔκρατον ἢ ὑδρέλαιον, τῶν δ’ ἐπιβρεχομένων ἔλαιον εὔκρατον, ἐπιπλασμάτων δὲ τό τε πύρινον ἄλευρον δι’ ὑδρελαίου καὶ ἄρτος. ἕψεσθαι δὲ δεῖ συμμέτρως· τὸ μὲν γὰρ ἐπὶ πλεῖστον ἡψημένον ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ δ’ ἐπ’ ἔλαττον ταῖς πάνυ θερμαῖς καὶ ζεούσαις, καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσπεπτοτέρων, τὸ δ’ ἧττον ἐπὶ τῶν ζεουσῶν. καὶ τὸ μὲν ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς· ἔχει γάρ τι καὶ ζύμης καὶ ἁλῶν ὁ ἄρτος· τὸ δ’ ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις. αὐτοῦ δ’ αὖ πάλιν τοῦ πυρίνου ἀλεύρου καὶ τοῦ ἄρτου μᾶλλον ὁ καθαρὸς ἐκπυΐσκει· καὶ τῶν φαρμάκων δὲ τῶν ἐπιτιθεμένων τοῖς φλεγμαίνουσιν ἕλκεσι συντελεῖ πρὸς τὴν ἐκπύησιν, τό τε χοίρειον στέαρ καὶ τὸ μόσχειον καὶ βούτυρον καὶ λιβανωτὸς καὶ πίττα καὶ ῥητίνη διηθεῖσαι δηλονότι μετ’ ἐλαίου τινός. χρὴ δὲ κἀνταῦθα πρὸς μὲν τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτά, πρὸς δὲ τὰς ἄλλας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τὸ παλαιὸν καὶ τὸ Σικυώνιον. Ὅσα μαλάττει.
2 13 1 [20] Τῶν μαλακτικῶν φαρμάκων ἐστὶ τό τε αἴγειον στέαρ καὶ τὸ τῆς ἀλεκτορίδος, ἀλλ’ ἀσθενέστερον καὶ τὰς μετρίας μαλάττει σκληρότητας· ἰσχυρότερον δὲ τοῦ μὲν τῶν ἀλεκτορίδων ἐστὶ τὸ χήνειον, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον· ἰσχυρὸν δὲ καὶ τὸ ταύρειον, ἀλλ’ ἧττον τοῦ τραγείου. διαφορητικώτερα δὲ τούτων καὶ μαλακτικώτερα τὸ λεόντειον καὶ παρδάλειον καὶ τὸ τῆς ὑαίνης· καὶ μέντοι καὶ ὁ μυελὸς ὁ ἐλάφειος ἱκανῶς μαλάττει, καὶ μετ’ αὐτὸν ὁ μόσχειος· βελτίων δ’ ὁ ἐκ τῶν ὀστῶν τοῦ ἐκ τῆς ῥάχεως. ἐκ ταὐτοῦ δὲ τοῦ γένους ἐστὶ τοῖς εἰρημένοις, ἀλλ’ ἰσχυρότερα τό τε ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον τὸ λιπαρὸν καὶ νέον καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ 〈τὸ〉 βδέλλιον τὸ Σκυθικόν, ὃ δὴ καὶ μελάντερόν ἐστι καὶ ῥητινωδέστερον. καλλίω δ’ ἐστὶ τῶν εἰρημένων ὅσα νέα· παλαιούμενα γὰρ δριμύτερα γίνεται καὶ ξηραντικώτερα. οὐ χρὴ δ’ ἔχειν ἁλῶν τὰ μαλακτικά· ξηραίνουσι γὰρ σφοδρῶς οἱ ἅλες. καὶ μὲν δὴ καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτων καὶ τὸ ἀπὸ τοῦ κρίνου καὶ τὸ ἀπὸ τῆς ἐλαίας τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, ἀνθεμὶς ἡ καὶ χαμαίμηλον ὀνομαζομένη καὶ ἀλθαίας καὶ ἀγρίου σικύου ἡ ῥίζα καθεψηθέντα ἐν ἐλαίῳ ἢ ἐν ὕδατι, καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά (ἡ δ’ ἀναδενδρομαλάχη ἰσχυροτέρα), καὶ ὁ καρπὸς αὐτῶν ἰσχυρότερος· λιβανωτίδες αἱ τρεῖς, μαστίχη Χία, τερμινθίνη καὶ μᾶλλον κολοφωνία ἡ παραπλησία τῇ Χίᾳ μαστίχῃ (ὁμοίως αὐτῇ καὶ ἡ Αἰγυπτία μαστίχη), ὀποπάναξ, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων, πάτος ὁ ἀπὸ παλαίστρας, γλοιὸς ὁ ἀπὸ λουτρῶν καὶ τὸ βούτυρον. Ὅσα ἐκφρακτικὰ καὶ καθαρτικὰ τῶν πόρων.
2 14 1 [15] Ἀγαρικόν, ἀκαλήφης τὸ σπέρμα, ἀμύγδαλα πικρὰ καὶ τὸ δένδρον αὐτό, ἀδίαντον, ἄρου αἱ ῥίζαι, γλήχων, δρακόντιον, δαῦκος ὁ καὶ σταφυλῖνος, γεντιανῆς ῥίζα πάνυ, ἑλενίου ἡ ῥίζα, ἐρυσίμου σπέρμα, ἐρέβινθοι, εὐπατόριος ἡ πόα ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, ἰσχάδων αἱ λιπαραί, θύμα, καλαμίνθη, κοκκυμηλέας κόμμι, λευκακάνθου ἡ ῥίζα, λιβανωτίδες αἱ τρεῖς, μελάνθιον, ὀξυακάνθου ὁ καρπός, πήγανον, πευκεδάνου ὁ ὀπὸς καὶ ἡ ῥίζα, στοιχάς, χαμαίδρυς, χαμαιπίτυς, ὅσα τε ἄλλα κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα· καὶ γὰρ τὸ λίτρον αὐτὸ καὶ τὸ ἀφρόλιτρον καὶ ἁλὸς ἄχνη καὶ ἐλαῖαι, ὅσα τε ἄλλα τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς δυνάμεώς ἐστιν. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥστε οὐδὲ τῶν ἐκ θώρακός τε καὶ πνεύμονος ἤτοι φλεγμάτων γλίσχρων ἢ πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ τούτων φάρμακα. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα τὰς μετρίας· αἱ γὰρ ἰσχυρότεραι τῶν σφοδροτέρων προσδέονται, καππάρεως τῆς ῥίζης τοῦ φλοιοῦ καὶ τῶν τοιούτων. Ὅσα ῥύπτει.
2 15 1 [25] Ῥύπτει μὲν καὶ ταῦτα ὅσα τοὺς πόρους ἐκφράττει καὶ τέμνει τοὺς παχεῖς χυμούς, καὶ τὰ νῦν δὲ λεχθησόμενα· αἰγεία κόπρος καυθεῖσα καὶ ἄκαυστος, τῶν ὀστρακοδέρμων πάντων καὶ σηπέας τὰ ὄστρακα, ἐχίνων ἀμφοτέρων καυθέντων ἡ τέφρα, ὀρὸς γάλακτος, μέλι, ἀμπέλου ἀγρίας οἱ βότρυες (οἱ δὲ τῆς ἡμέρου ἔλαττον), ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα, ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον, ἀναγαλλίδες ἱκανῶς ἀμφότεραι, ἀνεμῶναι πᾶσαι, ἀριστολοχία μακρά, ἀρνογλώσσου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἄρον, ἀσπάραγος μυακάνθινος, ἀσταφὶς ἀγρία, ἀσφοδέλου ἡ ῥίζα, ἀτραφάξυος ὁ καρπός, ἀψινθίου ὁ χυλός, βολβὸς ἐπιπλαττόμενος, ἐλλέβορος ἑκάτερος, ἑλξίνη ἡ καὶ περδίκιον, ἰτέας ὁ καρπός, καλάμου φραγμίτου ἡ ῥίζα σὺν τοῖς φύλλοις ἱκανῶς ἄνευ δριμύτητος καὶ τὰ φύλλα αὐτοῦ καὶ ὁ φλοιὸς καυθεὶς μετρίως, κενταύριον τὸ μικρὸν καὶ ὁ χυλὸς αὐτοῦ, κριθαὶ μετρίως, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειουμένη μετρίως, κυάμου ἡ σὰρξ μετρίως, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, λευκοΐου πᾶς ὁ θάμνος, λεύκη τὸ δένδρον, λωτὸς ἢ τρίφυλλον, μῆον, νυμφαίας ἑκατέρας ἡ ῥίζα, πίσσα, πλατάνου ὁ φλοιὸς καυθείς, μελισσόφυλλον, πράσιον καταπλασσόμενον, πρόπολις μετρίως, πτελέας τὰ φύλλα (ὁ δὲ φλοιὸς καὶ ἡ ῥίζα μᾶλλον), πτισάνη, τερμινθίνη πλέον τῆς μαστίχης, σαγαπηνὸν μετρίως, σίκυος πέπων (μᾶλλον δ’ αὐτοῦ τῆς σαρκὸς τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθέντα), σικύου ἀγρίου ῥίζα, σμύρνα, στρουθίου ἡ ῥίζα, τεῦτλον, τιθύμαλλοι καὶ μᾶλλον ὁ ὀπὸς αὐτῶν τοῦ φυτοῦ, φοῦ, χαμαιπίτυς, ἀλκυόνια πάντα, ἀρμενιακόν, γῆ Σελινουσία καὶ Χία καὶ Σαμία μετρίως καὶ ἡ Κρητική· ἰὸς μετὰ πολλῆς κηρωτῆς ἀδήκτως ῥύπτει· καδμεία, κίσσηρις ἄκαυστος καὶ κεκαυμένη, λιθάργυρος μετρίως, ὄστρακον καὶ μᾶλλον τὸ ἐκ τῶν κριβάνων, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα. Ὅσα οὐρητικά.
2 16 1 [15] Σελίνου, πετροσελίνου, μαράθου, δαύκου, σμυρνίου, ἀνήσου σπέρμα, ἄμι, ἄσαρον, ἄκορον, ἀσπάραγος βασιλικὸς καὶ ὁ ἕλειος καὶ ὀξυμύρσινος καὶ ὀξυακάνθινος, βδέλλιον Ἀραβικόν, βρυωνία, χαμαιδάφνη, ἐρέβινθοι καὶ μᾶλλον οἱ κριοί, ἕρπυλλον, θύμα, καρώ, αὐτό τε καὶ τὸ σπέρμα αὐτοῦ, καυκαλίς, κόστος, κοτυληδόνος τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα, κύμινον, κυπέρου ῥίζαι, μῆον, ναρδοστάχυς, νάρδος Κελτική, πόλιον, πήγανον, σέσελι, σίκυος ὁ ἐδώδιμος, μηλοπέπων, σίνων, σκάνδιξ, σκόρδιον, σταφυλῖνος καὶ μάλιστα τὸ σπέρμα αὐτοῦ, σχοίνου ἄνθος, τερμίνθου ὁ καρπός, τρίφυλλον ἢ καὶ ἀσφάλτιον, ὑπερικοῦ ὁ καρπὸς ὅλος, φοῦ, χαμαίδρυς, χαμαιπίτυς. ἀψίνθιον καὶ μάλιστα τὸ ἐν φλεψὶ χολῶδες ἐκκαθαίρει· βράθυ αἷμα δι’ οὔρων κινεῖ· ἡ τοῦ ἐρυθροδάνου ῥίζα οὖρα παχέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κινεῖ· καπνεῖος προτρέπει οὖρα χολώδη πολλά· ὄροβος πλείων ληφθεὶς αἷμα δι’ οὔρων ἄγει· σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι, καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος, καθαίρουσα τὸν τοιοῦτον χυμόν. μελίκρατον, ὀξύμελι, οἶνος λεπτὸς καὶ ὑδατώδης, τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ τρύγα καλοῦσιν. Ὅσα ἀνακαθαίρει τὸν θώρακα καὶ τὸν πνεύμονα.
2 17 1 Τὰ ἐκφρακτικὰ πάντα ὅσα ἔμπροσθεν ἀναγέγραπται καὶ προσέτι στρόβιλος ὅλος χλωρός, πιτυΐδες, βούτυρον, καστόριον ἐπ’ ἀνθράκων θυμιώμενον ἑλκόμενόν τε διὰ τῆς εἰσπνοῆς· ὠφελεῖ δὲ μάλιστα τὰ κατὰ πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη.
2 17 2 νάρδου στάχυς τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα ῥεύματα ξηραίνει. Ὅσα τοὺς νεφροὺς καθαίρει.
2 18 1 Τὰ προειρημένα πάντα τμητικὰ καὶ προσέτι ἀρνογλώσσου αἱ ῥίζαι καὶ τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἀσπάραγος μυακάνθινος καὶ μάλιστα αἱ ῥίζαι καὶ τὸ σπέρμα, παιωνίας ἡ ῥίζα, ἐρέβινθος, ἀμύγδαλα. Ὅσα ἀραιωτικὰ τοῦ δέρματος.
2 19 1 Χαμαίμηλον καὶ ἀλθαία καὶ τὸ δι’ αὐτῶν ἔλαιον, οὐχ ἥκιστα δὲ καὶ τὸ δι’ ἀγρίου σικύου· ἀλλὰ καὶ τὸ παλαιὸν ἔλαιον ἐκ τῆς αὐτῆς ἐστιν ἰδέας· ἀβρότονον κεκαυμένον. Ὅσα ἀναστομοῖ τὰ στόματα τῶν ἀγγείων.
2 20 1 Κυκλάμινος, ἀνεμῶναι πᾶσαι, σκόροδον, κρόμμυον, τῶν ταύρων αἱ χολαί, μύρου ἰρίνου καὶ ἀμαρακίνου ἡ ὑποστάθμη, ἥτις καὶ τὰς αἱμορροΐδας ἀναστομοῖ. Ὅσα πυκνωτικά.
2 21 1 [5] Ὕδωρ ψυχρόν, ἀείζῳον, ἀνδράχνη, τρίβολος χλωρός, ψύλλιον, φακὸς ὁ ἀπὸ τῶν τελμάτων, καὶ ἁπλῶς ὅσα ψύχει μὴ ξηραίνοντα· διὸ καὶ μανδραγόρας καὶ κώνειον ὑοσκύαμός τε καὶ μήκων· αὐτὰς δὲ λέγω νῦν τὰς πόας, αἷς εἰ μὲν μετρίως χρήσαιτό τις, πυκνωτικώταται ταῖς δυνάμεσιν ὑπάρχουσιν, εἰ δ’ ἐπὶ πλέον, οὐ πυκνωτικοὶ μόνον, ἀλλ’ ἤδη καὶ ναρκωτικαί, εἰ δ’ ἐπὶ πλεῖστον, οὐκέτι οὐδὲ ναρκωτικαὶ μόνον, ἀλλ’ ἤδη καὶ νεκρωτικαί. Ὅσα ἑλκτικῆς ἐστι δυνάμεως.
2 22 1 [5] Ἀνεμῶναι πᾶσαι, ἀναγαλλίδες ἀμφότεραι, δίκταμνον, ἐρέβινθοι, θαψία βιαίως, κυκλάμινος, πρόπολις ἰσχυρῶς, ζύμη, κόπροι πᾶσαι μέν, ἡ δὲ τῆς περιστερᾶς ἱκανῶς ἐστιν ἑλκτική· σαγαπηνὸν καὶ ὁ Κυρηναϊκὸς καὶ ὁ Μηδικὸς ὀπός, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα, σπάρτου, ᾧ τὰς ἀμπέλους δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς γενναίως, τερμινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, θεῖον· καὶ καλαμίνθη ἐπισπᾶται καταπλασσομένη, καὶ κόστος λειοτριβούμενος μετ’ ἐλαίου τοὺς ἐκ τοῦ βάθους ἕλκει χυμούς· ἰξὸς ἰσχυρῶς ἕλκει οὐ τὰς λεπτὰς μόνον ὑγρότητας, ἀλλὰ καὶ τὰς παχυτέρας καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. Ὅσα διαφορεῖ.
2 23 1 [5] Ἀβρότονον, ἀγαρικόν, ἀδίαντον, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα ἱκανῶς, ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη, ἄμι, ἀνθεμὶς ἢ χαμαίμηλον, ἀνήσου σπέρμα, ἀριστολοχίας ἡ ῥίζα καὶ μᾶλλον ἡ στρογγύλη, ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτράφαξυς ἠρέμα, βολβός, βούφθαλμον μᾶλλον ἀνθεμίδος, βράθυ, ὅ τινες ἀντὶ κινναμώμου βάλλουσι διπλάσιον, βρύον τὸ καὶ σπλάγχνον, ἔβισκος ἢ ἀλθαία (ἔστι δ’ ἀγρία μαλάχη· καὶ ἡ ῥίζα δὲ καὶ τὸ σπέρμα αὐτῆς ὁμοίως ἐνεργεῖ), ἔλαιον γλυκὺ παλαιόν, ἔλαιον τὸ ἐκ λύχνου, ἑλξίνη, θαψία, καλάμου φραγμίτου φλοιὸς καυθεὶς ἱκανῶς, κασία, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειούμενα καὶ τὸ ἀπ’ αὐτοῦ ἔλαιον, κυτίσου τὰ φύλλα, λάδανον, λαψάνη καταπλασσομένη, λάπαθον μετρίως, λιβανωτίδες αἱ τρεῖς, λινοζῶστις, μαστίχη Χία (ἡ δ’ Αἰγυπτία μᾶλλον), μέλι, περσικῆς οἱ βλαστοὶ καὶ τὰ φύλλα, κιτρίου τὸ σπέρμα καὶ τὰ φύλλα, ῥοδοδάφνη καταπλασσομένη, ὄλυνθοι, ὀποβάλσαμον ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, ὀπὸς ὁ Κυρηναϊκὸς σφοδρότατα, παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα, ὀποπάναξ, πήγανον, πίσσα, μελισσόφυλλον, πράσιον καταπλασσόμενον, τὸ ἐξ ἄρτων κατάπλασμα μᾶλλον τοῦ ἐκ τῶν πυρῶν, ζύμη, ῥαφανὶς καὶ τὸ σπέρμα αὐτῆς, τερμινθίνη τῆς μαστίχης πλέον καὶ ταύτης μᾶλλον ἡ δᾳδίνη, ῥόδινον ἔλαιον, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων, πάτος ὁ ἀπὸ παλαίστρας, σάμψυχον, σικύου ἀγρίου ἡ ῥίζα καὶ τὸ ἐλατήριον, σμύρνα, τῶν ἰσχάδων αἱ λιπαρώτεραι, τὰ τῶν ἐρινεῶν σῦκα, τῶν ἡμέρων σύκων οἱ ὄλυνθοι, τεῦτλον χωρὶς τοῦ θερμαίνειν (ἰσχυρότερον δὲ τὸ λευκόν), χαλβάνη, ὤκιμον ἐπιπλασσόμενον, ἅλες (οἱ δὲ κεκαυμένοι τῶν ἀκαύστων μᾶλλον, καὶ τούτων ἔτι μᾶλλον τὸ ἁλὸς ἄνθος), ἁλὸς ἄχνη, λίτρα, ἀφρόλιτρα, ἀλκυόνια πάντα, γῆ Σαμία ἡ ἄπλυτος μετρίως, ἰός, τυρὸς ὀξυγαλάκτινος μετρίως, βούτυρον μετρίως, πυτία πᾶσα, κόπρος πᾶσα, ὕσσωπον μετρίως, σάρκες ἐχιδνῶν ἰσχυρῶς ἐπὶ τὸ δέρμα κινοῦσαι τὰ περιττώματα (φθειρῶν γοῦν πλῆθος ἐπὶ τῶν κακοχύμων γεννᾶται), στέαρ λεόντειον ἁπάντων μᾶλλον στεάτων τῶν ἐν τοῖς τετράποσι (τὸ δὲ τῶν ταύρων ἔλαττον), στέαρ χοίρειον ἀδήκτως (ἔλαττον δὲ τὸ μόσχειον, τὸ δὲ χρονίζον στέαρ μᾶλλον ἑαυτοῦ), ὀστᾶ κεκαυμένα ἱκανῶς, ἔρια κεκαυμένα, ἐχίνων ἀμφοτέρων ἡ τέφρα. Ὁ μὲν οὖν πρῶτος τῆς διδασκαλίας εἴρηται τρόπος, νῦν δ’ ὁ δεύτερος λεχθήσεται τῶν παρὰ φύσιν διαθέσεων τὰς εὐπορίστους ἰάσεις ἐξηγούμενος, τῶν τε ἐσχάτως ὀξέων, ἐφ’ ὧν ἀναμένειν τὸν ἰατρὸν οὐκ ἀσφαλές, καὶ τῶν εὐμεταχειρίστων καὶ ἄνευ τεχνίτου τὴν ἐπανόρθωσιν δεχομένων.
3 1 t Περὶ τῶν πανδήμων νοσημάτων. Πανδήμους καὶ κοινὰς νόσους τὰς πολλοῖς ἅμα συμπιπτούσας ὀνομάζουσιν, ὧν ὥσπερ ἡ γένεσις, οὕτω καὶ ἡ αἰτία κοινή· ὕδατος μοχθηροῦ πόσις ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνήθεις ἐαθέντες ἔνδειαί τε καὶ πλησμοναί, λιμοῦ κατασχόντος ἢ εὐθηνίας γενομένης.
3 1 3 καὶ χωρίου δὲ φύσις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκεν, ἐνίοτε μὲν ἑλώδους, ἐνίοτε δ’ ἔχοντος βάραθρον παρακείμενον ἀναθυμίασιν δηλητηριώδη καὶ πονηρὰν ἀναπέμπον.
3 1 4 [5] ταῦτα μὲν οὖν οὐ συνεχῶς εἴωθε συμπίπτειν· ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ συνεχῶς ἡμῶν τρέπει τὰς κράσεις, ἤτοι θερμότερος ἀμέτρως ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος γινόμενος· τοῖς μὲν γὰρ ἄλλοις αἰτίοις οὔτε πάντες ἅμα περιπίπτομεν οὔτε δι’ ὅλης ἡμέρας ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ ἔξωθέν τε περικέχυται πᾶσι καὶ ἕλκεται διὰ τῆς εἰσπνοῆς.
3 1 5 ἀναγκαῖον οὖν συνδιατίθεσθαι ταῖς κατὰ τὴν κρᾶσιν ἐξαλλαγαῖς αὐτοῦ τὰ τῶν ζῴων σώματα.
3 1 6 ταῦτα οὖν ὁ γινώσκων οὐ προγνώσεται μόνον τὰς γενησομένας νόσους ἐν ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γενέσθαι, ταῖς τοῦ περιέχοντος ἀμέτροις κράσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν.
3 1 7 [5] ὅσα μὲν οὖν ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα νόσον τινὰ διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς κράσεως ἐξελέγχεται· τὰ δ’ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω, τὴν ἀμετρίαν τῆς κράσεως [ἐξελέγχεται] τῆς ἐναντίας ἀμετρίας κολαζούσης, καὶ ὁ γινώσκων τοῦτο τὴν ὑγείαν φυλάξει τοῖς σώμασι τἀναντία προσάγων, ποτὲ μὲν ἀναψύξεσι χρώμενος, εἰ οὕτως τύχῃ, ποτὲ δὲ θερμάνσεσιν ἢ ἐν ὕδασιν ἐπαγωγαῖς ἀναψύχων καὶ ἀργίαις καὶ τροφῶν ἐνδείαις καὶ πόσεως πλεονασμοῖς, τῇ δὲ σκέπῃ θερμαίνων καὶ σιτίῳ πλείονι καὶ ποτῷ ἐλάσσονι.
3 1 8 καὶ πυρὰν δέ τις ἀνακαίων πολλὰ δύναιτο ἂν μεταβάλλειν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα τέως ὑγρὸν ὄντα, καθάπερ ποιῆσαί φασιν Ἄκρωνα τὸν Ἀκραγαντῖνον. Ἐφημέρων πυρετῶν ἰάσεις.
3 2 1 Οἱ μὲν πλείους τῶν πυρετοῖς ἁλισκομένων τῆς τοῦ ἰατροῦ παρουσίας χρῄζουσιν· εἰσὶ δ’ οἳ δύνανται καὶ ἄνευ τοῦ ἰατροῦ βοηθείας τυγχάνειν.
3 2 2 ἐπὶ γοῦν τῶν ἐφημέρων, τοὺς μὲν διὰ κόπον πυρέξαντας ἐλαίῳ δαψιλεῖ μαλακῶς ἀνατρίβειν χρὴ καὶ λούειν· τοὺς δὲ διὰ ξηρότητα τρίβειν μὲν ἔλαττον, λούειν δὲ πλεονάκις· τοὺς δὲ διὰ λύπας καὶ φροντίδας καὶ ἀγρυπνίας ὀλιγάκις μὲν λούειν, πλέονι δ’ ἐλαίῳ καὶ χλιαρῷ στῦψιν οὐδὲ ἡντινοῦν ἔχοντι μὴ ἐπὶ πολὺ τρίβειν.
3 2 3 τοὺς δὲ δι’ ἔγκαυσιν κατ’ ἀρχὰς μὲν τοῖς ψύχουσιν ἰᾶσθαι μετὰ τοῦ πλείονα λούειν, μὴ πολλῷ δὲ τῷ ἐλαίῳ μηδ’ ἐπὶ πολὺ τρίβειν.
3 2 4 [5] ῥόδινον δ’ ἔστω τὸ ψῦχον καὶ ὀμφάκινον ἔλαιον χωρὶς ἁλῶν σκευασθέν· ψύχειν δὲ ταῦτα θέντας ἐν ὕδατι ψυχρῷ ἢ χιόνι περιπλάττοντας καὶ διαβρέχειν τὴν κεφαλὴν κατὰ τοῦ βρέγματος, ἐξ ὕψους καταχέοντας δι’ ἐρίου τὸ ψυχθὲν ἔλαιον· ταῦτα δὲ μέχρι παρακμῆς ποιήσαντας ἐπὶ τὸ λουτρὸν ἄγειν.
3 2 5 καὶ τοὺς διὰ ψῦξιν δὲ πυρέξαντας ἐν ταῖς παρακμαῖς ἐπὶ τὸ λουτρὸν ἄγειν· κατάρρου δὲ παρακολουθήσαντος, δεῖ μὲν ψύχειν, μὴ λούειν δέ, πρὶν πέψιν γενέσθαι.
3 2 6 τοὺς δὲ δι’ ἔγκαυσιν, κἂν ᾖ κατάρρους, λουστέον.
3 2 7 ἐν δὲ τοῖς λουτροῖς τὴν κεφαλὴν ἐφ’ ἑκατέρων ἐπιβρέχειν τοῖς αὐτοῖς οἷς κατ’ ἀρχάς, ψύχουσι μὲν ἐπὶ τῶν διὰ θερμότητα παθόντων, θερμαίνουσι δ’ ἐπὶ τῶν διὰ ψῦξιν.
3 2 8 σύμμετρα δ’ ἔστω τὰ θερμαίνοντα, οἷον τό τε ἴρινον καὶ νάρδινον μύρον· χρῆσθαι δ’ αὐτοῖς ἐν ταῖς παρακμαῖς μετὰ τὸ λουτρόν.
3 2 9 τοὺς δὲ διὰ στέγνωσιν πυρέξαντας ὠφελεῖ λουτρὸν γλυκέων ὑδάτων καὶ τρίψεις καὶ γυμνάσια ἀραιωτικὰ καὶ δίαιτα γλυκύχυμος· τὰ δὲ στύφοντα καὶ ψύχοντα καὶ τὰ ἐμπλάττοντα τοὺς πόρους καὶ τὸ δέρμα ὑπερξηραίνοντα βλάπτει σφοδρῶς. τοὺς δὲ δι’ ἀσιτίαν, τοῦ πρώτου παροξυσμοῦ παρακμάσαντος, εἰσάγοντας εἰς τὸ βαλανεῖον δαψιλὲς ἔλαιον χλιαρὸν καταχέειν καὶ ἀνατρίβειν προσηνῶς ποιεῖν τε χρονίζειν ἐν τῷ τῆς θερμῆς ἐμβάσεως ὕδατι.
3 2 11 λουσάμενον δ’ ἀναπαύειν ὡς ἀνακτήσασθαι τὴν δύναμιν καὶ πάλιν εἰσαγαγεῖν εἰς τὸ βαλανεῖον· εἶτ’ ἐξελθόντος, μετὰ τὸ πιεῖν εὐθὺς ὕδατος χυλὸν διδόναι πτισάνης καί ποτε καὶ θριδακίνης, εἶθ’ ὕστερον τῶν ἁπαλοσάρκων τινὸς ἰχθύων διὰ ζωμοῦ λευκοῦ γεγονότων.
3 2 12 [5] κοινὴ δὲ πᾶσιν ἁρμόττει τοῖς εἰρημένοις πυρετοῖς εὔπεπτος δίαιτα μηδαμῶς ἐμφράττουσα, τοῖς μὲν ἐγκαυθεῖσι καὶ θυμωθεῖσι μετὰ τοῦ ψύχειν καὶ ὑγραίνειν, τοῖς δὲ ψυχθεῖσι μετὰ τοῦ μετρίως θερμαίνειν, τοῖς δὲ λυπηθεῖσι καὶ φροντίσασι καὶ ἀγρυπνήσασι μετὰ τοῦ ὑγραίνειν καὶ ὕπνον ἐπάγειν.
3 2 13 καὶ τοῖς μὲν κοπωθεῖσιν ἀτροφώτερον ἔστω τὸ εἶδος τῆς διαίτης, τοῖς δὲ ψυχθεῖσι τροφιμώτερον, τοῖς δ’ ἄλλοις τὸ μέσον. οἶνον δὲ διδόναι πᾶσι τοῖς εἰρημένοις, εἰ καὶ μὴ κεφαλὴν ἀλγοῖεν, τὸν ὑδατώδη καὶ λεπτόν· τοῖς δὲ στεγνωθεῖσιν, εἰ μὲν μὴ σφοδρῶς τοῦτο πάθοιεν ἄνευ πληθώρας, διδόναι καὶ τούτοις οἶνον· τοὺς δὲ πάνυ στεγνωθέντας μετὰ πληθώρας κωλύειν προσφέρεσθαι.
3 2 15 καὶ τοῖς θυμωθεῖσι δὲ τοῦ πάθους ἐκτὸς παντελῶς γινομένοις διδόναι, μὴ παυσαμένοις δὲ τελέως οὐκ ἀσφαλὲς προσφέρειν.
3 2 16 τοὺς δ’ ἐπὶ βουβῶσι πυρέξαντας λούειν, πρότερον τοῦ ἕλκους πρόνοιαν ποιησαμένους, ἐφ’ ᾧ γέγονεν ὁ βουβών, κατὰ τὴν παρακμὴν τοῦ παροξυσμοῦ· κωλύειν δ’ αὐτοὺς οἴνου προσφέρεσθαι, πρὶν τοὺς βουβῶνας λυθῆναι, καὶ λεπτότερον διαιτᾶν.
3 2 17 ὑπὸ δὲ τοῦ ψυχροῦ πόματος οἱ τοὺς δριμεῖς καὶ καπνώδεις χυμοὺς ἀθροίζοντες ὀνίνανται πάντες, ὑγιαίνοντές τε καί τινι τῶν ἐφημέρων πυρετῶν ἀρρωστήσαντες, ὅταν ἐν συνηθείᾳ τύχωσιν ὄντες· ὡς ἔν γε τούτῳ τῷ καιρῷ κατάρχεσθαι τοῦ τοιούτου πόματος αὐτοῖς οὐκ ἀσφαλές.
3 2 18 καὶ τρέφειν δέ τινας τούτων κατὰ τὸν πρῶτον παροξυσμὸν ἀναγκαῖον· ἐκχολοῦνται γὰρ ἐπὶ τῶν πικροχόλων φύσεων· 〈ὅταν δὲ〉 φρίττειν ἄρξωνται, διδοὺς εἰς οἶνον κεκραμένον ἄρτου τι προσενέγκασθαι τήν τε φρίκην εὐθὺς παύσεις καὶ τὸν πυρετὸν διώξεις. τῆς φρίκης δὲ παυσαμένης καὶ τοῦ πυρετοῦ γινομένου, κατὰ μὲν τὸν καιρὸν τοῦτον μηκέτι τρέφειν· παρακμάσαντος δὲ τοῦ παροξυσμοῦ, παραχρῆμα θρέψεις μὴ περιμείνας τὴν ἀπυρεξίαν· ἐν γὰρ ταῖς αὐχμώδεσιν ἕξεσιν οὐκ ἂν παύσαιτο σαφῶς ὁ παροξυσμός, πρὶν λουτροῖς καὶ ὑγραινούσαις τροφαῖς χρήσασθαι.
3 2 20 κατὰ δὲ τὰς πικροχόλους κράσεις καὶ ἀπεψίαι πυρετοὺς ἐξάπτουσι, διαφθειρομένης τῆς τροφῆς ἐπὶ τὸ κνισσῶδες· κενωθέντων μὲν οὖν τῶν διαφθαρέντων μορίων, λούειν καὶ τρέφειν προσήκει κατὰ τὴν παρακμὴν τοῦ πυρετοῦ τῆς γαστρὸς προνοουμένους πρότερον.
3 2 21 ἀμέτρου δὲ γενομένης τῆς κενώσεως καὶ καθαιρουμένης τῆς δυνάμεως, τρέφειν ἄνευ τοῦ λούειν προνοησαμένους καὶ νῦν τῶν κατὰ γαστέρα.
3 2 22 [5] ἔτι μὲν οὖν διαχωρούσης τῆς γαστρός, δι’ ἐλαίου καὶ ἀψινθίου· δήξεως δέ τινος ἢ πόνου παρακολουθήσαντος, πορφύρας πίλημα θερμὸν καὶ ξηρὸν ἢ βεβρεγμένον ἐν ἐλαίῳ καὶ μύρῳ ναρδίνῳ ἐκπεπιεσμένον σφοδρῶς ἐπιτιθέναι· τοῦ στομάχου δ’ ἀτονοῦντος, μικτέον τῷ νάρδῳ μαστίχην λείαν καὶ δεύσαντας ὡς γλοιῶδες γενέσθαι, εἶτα βρέξαντας ἐν αὐτῷ τὴν πορφύραν ἐπιτιθέναι.
3 2 23 θερμὰ δὲ προσάγειν πάντα τὰ τοιαῦτα· τὸν γὰρ τόνον ἐκλύειν πέφυκε τὰ χλιαρά.
3 2 24 τῆς γαστρὸς δ’ ἔτι διαχωρούσης, μηλίνῳ προσφάτῳ χρηστέον ἀντὶ τοῦ νάρδου.
3 2 25 χρήσαιτο δ’ ἄν τις καὶ κηρωτῇ τοιαύτῃ· κηροῦ καὶ νάρδου ἴσον, ἀλόης δὲ καὶ μαστίχης τὸ ὄγδοον.
3 2 26 θερμῆς δ’ οὔσης τῆς γαστρός, καὶ νῦν ἀντὶ τοῦ νάρδου τῷ μηλίνῳ χρηστέον.
3 2 27 ἔστι δὲ καὶ δι’ οἰνάνθης καὶ ὑποκιστίδος καὶ βαλαυστίων καὶ φοινίκων σαρκὸς ἐπιτήδεια φάρμακα.
3 2 28 τροφὴν δὲ διδόναι, ὑπιούσης μὲν ἔτι τῆς γαστρός, ἄλφιτα δι’ ὕδατος μέν, ἐνίοτε δὲ θερμοῦ σφοδρῶς, ἐνίοτε δ’ ἤτοι διὰ χυλοῦ ῥοιῶν ἢ ἀπίων ἢ μήλων.
3 2 29 μηκέτι δὲ ῥεούσης αὐτῆς, χόνδρος ἐπιτήδειος παραπλησίως ἠρτυμένος πτισάνῃ καὶ ὄξους ἔχων, καὶ οἱ πετραῖοι δ’ ἰχθύες ἐν λευκῷ ζωμῷ καὶ τῶν ὀπωρῶν τις τῶν στυφουσῶν, μόνη 〈ἢ〉 μετ’ ἄρτου.
3 2 30 [5] ταῦτα δὲ καὶ ἐκκρινούσης αὐτῆς ἐπιτήδεια· καὶ μετὰ ταῦτα αἰονᾶν τά τε ὑποχόνδρια καὶ σύμπασαν τὴν γαστέρα. κινεῖσθαι δ’ ἀρχομένης τῆς γαστρός, συνεργεῖν διὰ προσθέτων ἢ δι’ ἐνεμάτων βοηθοῦντας καὶ ταῖς ἄλλαις δήξεσι καὶ ταῖς ἐμπνευματώσεσιν, εἰ παρεῖεν· ταῖς μὲν οὖν σφοδραῖς δήξεσι βοηθεῖν ἔλαιον ἐκχέοντας, ἑνωθέντος ἐν αὐτῷ χηνείου στέατος ἢ ἀλεκτορίδος ἢ αἰγὸς ἢ ὑός, καὶ κηροῦ τι βραχύ· ταῖς δ’ ἐμπνευματώσεσιν ἔλαιον συνεψήσας πηγάνου τι καὶ σελίνου σπέρμα καὶ κυμίνου καὶ μαράθρου.
3 2 32 κενωθείσης δὲ τῆς γαστρός, διδόναι τροφὴν εὐθὺς χωρὶς τῶν στυφόντων. Τριταίων γνησίων ἰάσεις.
3 3 1 Εὐπορήσεις δ’ ἰαμάτων καὶ ἐπὶ τῶν διαλειπόντων πυρετῶν, ὡς δύνασθαι καὶ χωρὶς ἰατροῦ βοηθεῖν τοῖς κάμνουσιν.
3 3 2 ἔστι δ’ ὁ μὲν τριταῖος ὀξύτατός τε ἅμα καὶ οὐ κακοήθης.
3 3 3 καὶ ὁ μὲν εἴσω τῶν δώδεκα ὡρῶν παυόμενος ἀκριβὴς καλεῖται τριταῖος, ὁ δ’ ὑπερβαίνων ταύτας οὐκ ἀκριβής.
3 3 4 [5] ὠφελήσεις οὖν τὸν ἀκριβῆ τριταῖον οὕτως· ἐπεὶ τὴν γένεσιν ἔχει χολῆς πλεοναζούσης τε καὶ κινουμένης, ὑγραίνειν καὶ ψύχειν τὸν κάμνοντα προσῆκε καὶ κενοῦν ἐρεθίζοντας τὴν χολὴν διὰ γαστρὸς καὶ δι’ ἐμέτων. ἀλλὰ τοῦτο μὲν καὶ αὐτομάτως συμβαίνει τοῖς ἀκριβέσι τριταίοις· σὺ δὲ καὶ δι’ οὔρων καὶ δι’ ἱδρώτων κένου τὸ χολῶδες, σελίνου τε καὶ ἀνήθου διδοὺς ἀφέψημα πίνειν, καὶ λούειν ἐν ὕδατι θερμῷ καὶ γλυκεῖ· τοῦτο γὰρ οὐ διαφορεῖ μόνον τὴν χολήν, ἀλλὰ καὶ τῇ ποιότητι μεγάλως ὠφελεῖ, ψῦχον καὶ ὑγραῖνον τῇ δυνάμει.
3 3 5 λοῦε δὲ χωρὶς νίτρου χρήσεως, ἔλαιον θερμὸν περιχέων, καὶ οὕτως ἐμβιβάζων καὶ χρονίζειν ἐπιτρέπων ταῖς θερμαῖς ἐμβάσεσιν, ἐφ’ ὅσον ἂν προθυμῶνται· τοὺς δὲ φιλολούτρους κἂν δεύτερον λούσῃς, ὠφελήσεις.
3 3 6 οἶνον δ’ ἐν ἀρχαῖς μὲν μηδ’ ὅλως ἐπιδιδόναι, μετὰ ταῦτα δὲ λευκὸν καὶ λεπτὸν καὶ ὑδαρῆ τέως καὶ ὀλίγον, ὕστερον δὲ τῆς λύσεως ἤδη τοῦ νοσήματος προσδοκωμένης, καὶ πλείονα.
3 3 7 [5] σιτία δὲ τοῖς ἀκριβέσι τριταίοις ἁρμόττει τὰ ψύχοντα καὶ ὑγραίνοντα· λαχάνων μὲν οὖν ἐπιτήδεια βλίτα, ἀτράφαξυς, μαλάχη, θριδακίνη καὶ κολοκύντη, τῶν δ’ ἄλλων κατ’ ἀρχὰς μὲν χυλὸς πτισάνης καὶ ῥόφημα τὸ ἐκ χόνδρου μετὰ δὲ ταῦτα τῶν ἰχθύων οἱ πετραῖοι καὶ τῶν πτηνῶν τὰ μαλακόσαρκα καὶ τῶν μὴ τοιούτων τὰ πτερὰ καὶ τῶν χοίρων οἱ πόδες καὶ ἐγκέφαλοι, τῶν δὲ νέων καὶ ἡ σὰρξ δίσεφθος· καὶ ὀπωρῶν δὲ τῶν μὴ δυσπέπτων συγχωρεῖν ἐσθίειν, εἴργειν δὲ παντὸς θερμοῦ καὶ δριμέος.
3 3 8 τοὺς μὲν οὖν πολλοὺς οὕτω διαιτήσεις, τοὺς δ’ ἄνευ τρυφῆς ζῶντας χυλὸν πτισάνης διδοὺς μέχρι κρίσεως. Τεταρταίου ἰάσεις.
3 4 1 Ὁ δὲ τεταρταῖος μακρότατός τέ ἐστι καὶ ἀκινδυνότατος ὅσον ἐφ’ ἑαυτῷ.
3 4 2 [5] δεῖ δὲ τοὺς κάμνοντας αὐτῷ κατ’ ἀρχὰς μὲν μήτε ἰσχυροῦ δόσει φαρμάκου συγκινεῖν μήτε κενοῦν σφοδρῶς, διαιτᾶν δὲ τοῖς ἀφύσοις καὶ τὴν γαστέρα ὑπομαλάττειν τοῖς συνήθεσι, μήτε δὲ χοιρείων λαμβανέτωσαν κρεῶν μήτε ὅλως τῶν γλίσχρων καὶ παχυχύμων ἐδεσμάτων, ἀπεχέσθωσαν δὲ καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων πάντων· οἴνῳ δὲ λευκῷ καὶ λεπτῷ θερμαίνοντι χρησάσθωσαν καὶ τῶν πτηνῶν τοῖς μὴ ἐν ἕλεσι καὶ λίμναις διαιτωμένοις καὶ τοῖς εὐπέπτοις καὶ μηδὲν ἔχουσι γλίσχρον τῶν ἰχθύων, καὶ ταρίχει δὲ καὶ νάπυϊ.
3 4 3 καὶ πέπερι δ’ αὐτοὺς ὠφελήσει λεπτὸν καὶ χνοῶδες ἐπιπαττόμενον ὕδατι θερμῷ καὶ πινόμενον.
3 4 4 τρίψεων δὲ καὶ περιπάτων μὴ εἰργέσθωσαν· λουτροῦ δ’ εἰ δύναιντο παντελῶς ἀπέχεσθαι, κάλλιον.
3 4 5 κατ’ ἀρχὰς μὲν οὖν οὕτως· περὶ τὴν ἀκμὴν δὲ λεπτότερόν τε διαιτᾶν καὶ ἐᾶν ἡσυχάζειν ἐπὶ πλέον αἰονᾶν τε τὰ ὑποχόνδρια καὶ καταπλάττειν τοῖς μαλάσσουσι καὶ χαλῶσιν· εἶθ’ οὕτως τοῖς οὐρητικοῖς κεχρῆσθαι.
3 4 6 [5] καὶ τῆς παρακμῆς ὑποφαινομένης, καθαίρειν σφοδρότερον τῷ τὴν μέλαιναν κενοῦντι χολήν (αὕτη γὰρ γεννᾷ τὸ νόσημα πλεονάσασα) καὶ διδόναι τῆς θηριακῆς ἐφεξῆς ἤ τι τῶν ἄλλων τῶν πείρᾳ † δεδωκότων, οἷόν ἐστι τόδε τὸ πάνυ δοκιμώτατον· ὀποῦ Κυρηναϊκοῦ, πεπέρεως, σμύρνης, πηγάνου φύλλων ἀνὰ 𐅻 α · λειωθέντα καὶ μιχθέντα ἀναλαμβάνεται Ἀττικῷ μέλιτι καὶ δίδοται πρὸ ὀλίγου τῆς ἐπισημασίας σὺν ὀξυμέλιτι πλῆθος ὀβολῶν δύο.
3 4 8 εἴ τις τοῦ τοιούτου φαρμάκου κατ’ ἀρχὰς δοίη, ἁπλοῦν μὲν ὄντα πολλάκις διπλοῦν κατασκευάσει τὸν τεταρταῖον ἢ μείζονά τε καὶ χαλεπώτερον πάντως, διπλοῦν δὲ τυγχάνοντα τριπλοῦν ποιήσει.
3 4 9 [5] τὰ δὲ κατὰ περίοδον ἰᾶται ῥίγη πάντα ὅσα παχέων καὶ γλίσχρων χυμῶν ἔγγονα τυγχάνει, τό τε ἀγαρικὸν καὶ ἡ καλαμίνθη διὰ μελικράτου πινομένη καὶ ἐνεψηθεῖσα ἐλαίῳ, τοῦ σώματος ὅλου γενναίως ἀνατριβομένου, καὶ ὁ κόστος ὁμοίως καὶ πύρεθρον· τοῦτο δὲ καὶ τοὺς ναρκώδεις καὶ τοὺς παρειμένους ὠφελεῖ. παύει δὲ ῥῖγος καὶ ἄγνου σπέρμα ὁμοίως ἐλαίῳ ἑψηθὲν καὶ δαφνίδες καὶ κόκκος Κνίδιος μετ’ ἐλαίου καὶ νίτρου. Ἀμφημερινῶν ἰάσεις.
3 5 1 Ἀμφημερινὸς δὲ καὶ μακρότατός ἐστι καὶ οὐκ ἀκίνδυνος ὑπὸ φλέγματος πλεονεξίας γεννώμενος.
3 5 2 δεῖ δ’ αὐτὸν ἰᾶσθαι ὀξυμέλιτί τε χρώμενον μετὰ τὰς πρώτας ἡμέρας καὶ τοῖς οὖρα κινοῦσι δαψιλῶς καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τμητικοῖς.
3 5 3 μετὰ δὲ ταῦτα προνοούντων τῆς γαστρός, κἄπειτα ἐμούντων ἀπὸ ῥαφανίδων καὶ τοῖς φλέγμα κενοῦσι χρώμενοι καθαρτηρίοις.
3 5 4 τὰ δ’ ἄλλα τῆς διαίτης εὔδηλα· θερμαίνειν γὰρ ὠφελεῖ καὶ τέμνειν.
3 5 5 [5] ἐπεὶ δ’ ἀκμῆς καὶ παρακμῆς ἐμνημονεύσαμεν, εἰδέναι χρὴ τὸν μὲν τεχνίτην πάντας τοὺς καιροὺς τῶν νοσημάτων διαγινώσκειν ἔκ τε τῶν οὔρων μάλιστα καὶ τῶν σφυγμῶν· σοὶ δ’ ἀρκέσει γνωρίζειν ἐπὶ τῶν κατὰ περίοδον νοσούντων τὴν μὲν ἀκμὴν ἐκ τοῦ τοὺς παροξυσμοὺς μένειν ἐπὶ τῶν αὐτῶν χρόνων τε καὶ συμπτωμάτων, τὰς δὲ παρακμὰς ἐκ τοῦ καὶ τὸν χρόνον ἐλαττοῦσθαι τῶν παροξυσμῶν καὶ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν συμπτωμάτων μειοῦσθαι. Περὶ τῶν συντηκτικῶν πυρετῶν.
3 6 1 [5] Ἐπειδὰν χυμὸς παραπλήσιος τῇ ξανθῇ χολῇ διὰ γαστρὸς ἐκκρίνηται πυρρότερος τῇ χρόᾳ καὶ δυσώδης καὶ γλοιώδης τὴν σύστασιν καὶ ἐλαιώδης ὀφθῆναι, γινώσκειν χρὴ πιμελῆ καὶ νεοπαγῆ σάρκα τήκεσθαι πρὸς τοῦ πυρετοῦ διακαεστάτου καὶ σφοδροτάτου τυγχάνοντος· χρονίσαντος δ’ αὐτοῦ, ὡς καὶ τῶν στερεῶν αὐτῶν γίνεσθαι σύντηξιν· διὸ καὶ χαλεπώτατός ἐστιν ἁπάντων πυρετῶν ὁ τοιοῦτος.
3 6 2 εὔδηλον οὖν ὡς σβεστηρίοις ἰάμασι χρησόμεθα, ψυχρόν τε ἄγαν προσφέροντες ὕδωρ πίνειν καὶ καταπλάσματα ψύχοντα κατὰ τοῦ θώρακος καὶ τῶν ὑποχονδρίων καὶ ἐπιθέματα τοιαῦτα καὶ τροφὰς ψυχούσας. Περὶ λειποθυμιῶν.
3 7 1 Αὐτὸ μὲν τὸ πρᾶγμα τῆς λειποθυμίας ἕν ἐστιν· αἰτίαι δ’ αὐτοῦ πλείους, καὶ θεραπεῖαι καθ’ ἑκάστην αὐτῶν ἴδιαι. τοσοῦτον οὖν ὑπὲρ αὐτῶν νῦν ἐροῦμεν, ὅσον ἄν τις μαθὼν ἱκανὸς εἴη τοῖς ἐξαίφνης προσπίπτουσιν ἐνίστασθαι παροξυσμοῖς.
3 7 2 [5] τοῖς μὲν οὖν ἐπὶ χολέραις καὶ κοιλίας ῥύσεσι καὶ ταῖς ἄλλαις κενώσεσι ταῖς ἀμέτροις λειποθυμοῦσιν ὕδωρ τε προσραίνειν ψυχρὸν καὶ ἀνατρίβειν τήν τε ῥῖνα καὶ τὸ στόμα τῆς γαστρὸς καὶ σπαράττειν δακτύλων ἢ πτερῶν καθέσει καὶ ἀναγκάζειν ἐμεῖν σκέλη τε καὶ χεῖρας διαδεῖν πλείοσι καὶ σφοδροτέροις δεσμοῖς, τὰ ἄνω μὲν ἐν ταῖς κάτωθεν κενώσεσι, τὰ δὲ κάτω ἐν ταῖς ἄνωθεν. βοηθεῖ δὲ ταῖς τοιαύταις ἐκλύσεσι καὶ οἶνος ψυχρῷ κεκραμένος.
3 7 3,4 λουτρὸν δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπιτηδειότατον, τοῖς δὲ δι’ αἱμορραγίαν ἢ ἱδρώτων ἀμετρίαν λειποθυμοῦσι πολεμιώτατον (ψύξεως γὰρ οὗτοι καὶ στύψεως, οὐ χαλασμοῦ δέονται)· ψυχρῷ δ’ ὕδατι κεκραμένος οἶνος αὐτοῖς ἐπιτήδειος.
3 7 5 οὔτε δὲ διαδεῖσθαι συμφέρει τούτους οὔτε ἐμεῖν οὔτε ὅλως κινεῖσθαι, ψύχεσθαι δ’ ἁρμόττει καὶ πυκνοῦσθαι· διὸ πνεύματά τε ψύχοντα κατασκευάσομεν εἰσρεῖν καὶ τὸν ἀέρα τοῦ οἴκου τρέψομεν εἰς ψυχρὰν καὶ στύφουσαν ποιότητα διὰ μυρσίνων καὶ ῥόδων καὶ ἑλίκων ἀμπέλων εἰσκομιδῆς.
3 7 6 τούτοις μὲν βοηθεῖν οὕτως, ἔν γε τῷ παραχρῆμα· τῶν δὲ διὰ πλῆθος λειποθυμούντων ἀνατρίβειν ἐπὶ πλεῖστον καὶ θερμαίνειν καὶ διαδεῖν τὰ κῶλα, τροφῆς δ’ αὐτοὺς καὶ οἴνου καὶ λουτροῦ εἴργειν, εἰ πυρέττοιεν, διδόναι δὲ μόνον μελίκρατον ἢ ὀρίγανον ἢ ὕσσωπον ἢ γλήχωνα ἢ θύμον συνεψημένον ἔχον· διδόναι δὲ καὶ ὀξυμέλιτος.
3 7 8 ὁμοίως δὲ καὶ τὰς ἐφ’ ὑστέραις ἐκλυομένας θεραπεύομεν χωρὶς τοῦ διδόναι τοῦ ὀξυμέλιτος. διαδεῖν δὲ καὶ τρίβειν αὐτῶν τὰ σκέλη καὶ πυρίας προσάγειν, αἷς μὲν ἐκκρίσεις πολλαὶ γίνονται, κατὰ τῶν μαστῶν, αἷς δ’ ἀνέσπασται μήτρα καὶ παρέσπασται, κατὰ βουβώνων καὶ μηρῶν· καὶ ὀσφραντὰ ταῖς μὲν ῥισὶ δυσωδέστατα, ταῖς δὲ μήτραις τὰ εὐώδη καὶ τὰ θερμαίνοντα καὶ τὰ χαλῶντα προσάξομεν.
3 7 10 δι’ ἀτονίαν δὲ τοῦ στομάχου λειποθυμίας γενομένης, ἐπιπλάσμασι χρησόμεθα κατὰ τοῦ μορίου τονοῦσι διὰ φοινίκων καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ μαστίχης, ἐμβροχαῖς δὲ ταῖς δι’ ἀψινθίου καὶ μαστιχίνου καὶ μηλίνου καὶ ναρδίνου καὶ οἴνου.
3 7 11 θέρμης δ’ οὔσης καὶ ἐγκαύσεως, τούτοις μιγνύναι τι τῶν ψυχόντων, ἢ τῆς κολοκύντης ἢ τῆς θρίδακος τὸν χυλὸν καὶ τοῦ στρύχνου καὶ τοῦ ὄμφακος.
3 7 12 ὠφελεῖ δ’ αὐτοὺς γενναίως καὶ ἡ τῶν ἄκρων ἀνάτριψις.
3 7 13 ἐπὶ τούτοις ἐὰν βέλτιον διατεθῶσι, τοὺς μὲν ἐγκαιομένους εὐθὺς ἐπὶ τὸ λουτρὸν ἄγειν, τοῖς δὲ διὰ ψύξεώς τινος αἴσθησιν ἔχουσι τὸ διὰ τριῶν πεπέρεων ἢ καὶ καθ’ ἑαυτὸ τὸ πέπερι δώσεις καὶ ἀψινθίου πίνειν.
3 7 14 [5] εἰ δὲ διὰ χυμοὺς μοχθηροὺς καὶ δάκνοντας ἔκλυσις παρακολουθοίη, πίνειν διδοὺς θερμὸν ὕδωρ ἢ ὑδρέλαιον ἐμεῖν ποίει. δυσεμὴς δ’ εἴ τις εἴη, θερμαίνειν πρότερον τὰ περὶ τὸν στόμαχον καὶ χεῖρας καὶ πόδας· εἰ δὲ μηδ’ οὕτως ἐμοίη, δακτύλους ἢ πτερὰ καθιέτωσαν· μηδ’ οὕτως δὲ δυναμένων, ἔλαιον θερμὸν πινέτωσαν· τοῦτο δὲ πολλάκις οὐκ ἔμετον κινεῖ, τὴν γαστέρα δ’ ἐρεθίζει καὶ χρησιμώτατόν ἐστι· διὸ κἂν μὴ γίνηται, συνεργεῖν ἡμᾶς ἄμεινον προσθέτοις χρωμένους.
3 7 16 βέλτιον δ’ ἐπὶ τούτοις διατεθέντι κόμην ἀψινθίου διδόναι πίνειν ἐν μελικράτῳ συνεψηθεῖσαν καὶ παντοίως ῥωννύναι τὰ μόρια διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ τῶν ἔσωθεν λαμβανομένων.
3 7 17 οὐ μὴν κατ’ ἀρχὰς οὕτω ποιεῖν προσῆκεν, ἀλλὰ μετὰ τὴν κένωσιν τῶν μοχθηρῶν χυμῶν.
3 7 18 εἰ δὲ φλέγματος ἀθροισθέντος ἐν στομάχῳ πολλοῦ καὶ ψυχροῦ τὰς ἐκλύσεις συμβαίνει γίνεσθαι, καταιονήσεις τὸ μόριον ἐπὶ πλεῖστον ἐλαίῳ ἀψινθάτῳ καὶ δώσεις μελίκρατον, ὕσσωπον ἤ τι τοιοῦτον ἐνεψήσας, ἢ ὀξυμέλιτος καὶ πεπέρεως· τμητικώτερον γὰρ εἶναι χρὴ τὸν σύμπαντα τρόπον τῆς βοηθείας.
3 7 19 ὅταν δ’ ἐπὶ ψύξεσιν ἰσχυραῖς λειποψυχήσῃ τις, βοηθήσεις πᾶσι τρόποις ἐκθερμαίνων, οἶνόν τε διδοὺς κεκραμένον θερμῷ καὶ τροφὰς θερμαινούσας καὶ ἀνατρίβων παρὰ πυρί. τἀναντία δὲ ποιήσεις ἐπὶ τῶν διὰ πλείονα θερμασίαν λειποψυχούντων, ἐν ἀέρι πνιγώδει διατριψάντων καὶ ἐν λουτρῷ χρονισάντων· τονώσεις οὖν αὐτοὺς ἐν τῷ παραχρῆμα ψυχρὸν ὕδωρ ἐπιδιδοὺς πιεῖν καὶ ῥιπίζων καὶ καταπνεῖσθαι ποιῶν καὶ ἀνατρίβων τὸν στόμαχον, μετὰ δὲ ταῦτα καὶ οἶνον καὶ τροφὰς διδούς.
3 7 21 εἰ δὲ διὰ φλεγμονῆς ὑπερβολὴν ἢ κακοήθειαν πυρετῶν λειποθυμοίη τις ἐν ταῖς εἰσβολαῖς μετὰ τοῦ καταψύχεσθαι πόδας, θερμαίνων καὶ ἀνατρίβων σφοδρότερον καὶ διασφίγγων τὰ ἄκρα κατακοιμᾶσθαί τε κωλύων καὶ πάσης εἴργων προσφορᾶς σιτίου καὶ πόματος ἀναρρώσεις.
3 7 22 τοῖς δὲ συγκοπῆναι διὰ ξηρότητα κινδυνεύουσιν ἄρτου τι σὺν οἴνῳ δώσεις ἢ χόνδρου παντάπασιν ὀλίγου· πλείονος γὰρ εἰ ἐπιδοίης ἢ δυσπέπτου σιτίου, συγκοπήσονται ταχέως.
3 7 23 εἰ δὲ δι’ ἔμφραξιν καιρίου τινὸς μορίου λειποψυχία παρείη, τό τε ὀξύμελι δίδου καὶ μελίκρατον, ἐναφεψηθέντος αὐτῷ γλήχωνος ἢ ὀριγάνου ἢ ὑσσώπου, καὶ τὰς τμητικωτέρας τῶν τροφῶν· ἀνατριβέσθω δὲ καὶ διαδείσθω καὶ τούτων τὰ κῶλα, καὶ τοῖς διουρητικοῖς δὲ χρήσθωσαν.
3 7 24 ῥᾷον δ’ ἐπὶ τούτοις διατεθέντες καὶ οἴνου λευκοῦ καὶ λεπτοῦ μὴ πάνυ παλαιοῦ πινέτωσαν.
3 7 25 εἰ δὲ δι’ ἀθρόαν πύου κένωσιν, ἀρκέσει τούτους τοῖς ὀσφραντοῖς ἀνακτησαμένους ῥοφήμασιν εὐπέπτοις ἀνατρέφειν.
3 7 26 εἰ δὲ δι’ ἡδονῆς ὑπερβολὴν ἢ λύπης ἢ θυμοῦ ἢ φόβου ἢ ἐκπλήξεως λειποψυχία συσταίη, τοῖς τε ὀσφραντοῖς καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησαμένους ἐμεῖν ἀναγκάζειν.
3 7 27 οἱ δὲ διὰ κωλικὴν διάθεσιν ἤ τινος ἄλλου μορίου μεγίστην ὀδύνην λειποθυμοῦντες διά τε τῶν πυριαμάτων καὶ τῶν ἀνατρίψεων κατασταθήσονται. Πρὸς διαφορουμένους δι’ ἱδρώτων.
3 8 1 Τῶν δὲ διαφορουμένων τοὺς ἱδρῶτας ἵστησι καταπασσομένη γῆ Σαμία, λιθάργυρος, γύψος, κηκίς, σχιστή, μυρσίνη, ἔλαιον οἰνάνθινον, ῥόδινον, μήλινον, σχίνινον, καταχριόμενα δὲ μάννα καὶ ἄμυλον σὺν ὠοῦ τῷ λευκῷ. Πρὸς καρδιακούς.
3 9 1 Καρδιακοὺς δ’ ὠφελεῖ καταπλασσόμενα κατὰ τοῦ στομάχου βάτου φύλλα μετὰ κηρωτῆς ὀλίγης ἢ ἄρτου ἢ μυρσίνης φύλλα ἢ ἕλικες ἀμπέλου ἢ ἀρνόγλωσσον σὺν ἄρτῳ ἢ κηρωτῇ ὀλίγῃ ἢ μῆλα κυδώνια ἢ φοίνικες.
3 9 2 καὶ ἐνέματα δὲ παραλαμβάνεται ὠφελίμως πτισάνης χυλὸς καθηψημένων ἀκροκωλίων. καταχρίεται δ’ αὐτῶν καὶ τὰ ἄκρα ὠφελίμως κηρωτῇ ὑγρᾷ μετὰ νάπυος λείου. Περὶ βουλίμου.
3 10 1 Ὁ βούλιμος διὰ κατάψυξιν τοῦ στομάχου συνίσταται καὶ δι’ ἔνδειαν καὶ ἀτονίαν τῆς δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως καταπιπτούσης· συνεδρεύει δ’ αὐτῷ πείνη κατ’ ἀρχάς, μὴ παραμένουσα μέχρι παντός.
3 10 2 τοῖς μὲν οὖν ἐν ὁδοιπορίαις ἢ καὶ ἄλλως πως βουλιμιῶσι διὰ τῶν ὀσφραντῶν βοηθήσομεν, μάλιστα δὲ κρέα 〈ὕεια〉 προσάγοντες ὀπτὰ ταῖς ῥισὶν ἢ ἐρίφεια καὶ τἄλλα τὰ κνισσώδη καὶ διακρατοῦντες τὰ ἄκρα τάς τε τρίχας ἀνασπῶντες καὶ τὰς σιαγόνας διαμοχλεύοντες. ἀναρρωθεῖσι δ’ αὐτοῖς ἄρτον ἐν οἴνῳ κεκραμένῳ δώσομεν ἤ τι ἄλλο τῶν ταχέως ἀναλαμβανόντων τὴν δύναμιν.
3 11 t Περὶ χολέρας. Τὴν χολέραν δύναιτο ἄν τις κωλύειν, ἐμῶν ὁσάκις ἂν ὑπερπληρούμενος τυγχάνῃ πρὸ τῆς προσφορᾶς τῶν σιτίων· καὶ ἤδη δὲ τρεπομένων αὐτῶν, κωλύσειεν ἄν τις τὴν χολέραν, εἰ μελικράτου λαβὼν ἢ χλιαροῦ ὕδατος ἐμοίη, εἶτα πυριάσας ἐλαίῳ τὴν γαστέρα καὶ σκεπάσας ἐρίοις κατακοιμηθείη χρόνον πλείονα τοῦ εἰωθότος.
3 11 2 [5] συστῆναι δ’ αὐτῆς φθασάσης, καὶ κενουμένων ἄνω καὶ κάτω μετὰ συντονίας, οὐ μόνον τῶν φθαρέντων, ἀλλὰ καὶ ἑτέρας ὕλης τοῦ σώματος συνεφελκομένης, εἰ μὲν δήξεις σφοδραὶ παρακολουθοῖεν, μελίκρατον πίνοντα κατακεραννύειν, εἰ δ’ εἶεν ἐπιεικεῖς, ἀμβλύνειν αὐτὰς ὕδατι καὶ μὴ κωλύειν τὴν ἔκκρισιν τήν γε μὴ ἄμετρον.
3 11 3 ὑπερκενώσεως δὲ γενομένης, καὶ σπασθῆναι κινδυνεύοντος τοῦ πάσχοντος καὶ ἀσφύκτου ὄντος καὶ τὰ ἄκρα καταψυχομένου καὶ ψυχρὸν ἱδροῦντος, τοῦ τεχνίτου χρεία· μόλις γὰρ ἂν ὁ οὕτω διακείμενος καὶ ὑπόντος ἰατροῦ σωθείη.
3 11 4 μὴ παρόντος δέ, πάντα ποιεῖν τὰ ἐνδεχόμενα καὶ ταινίαις μὲν ἢ ἐρίοις τὰ ἄκρα διαδεῖν, ἀνατρίβειν δὲ τὰ κατεψυγμένα μιγνύντα ἐλαίῳ κηροῦ τι καὶ πεπέρεως καὶ λίτρου ἢ ἰρίνῳ μύρῳ μετά τινος τούτων ἢ Σικυωνίῳ μετὰ καστορίου· ταῦτα γὰρ ἐν τοῖς σπασμοῖς βοηθεῖ.
3 11 5 διδόναι δ’ ἐφεξῆς τροφήν, κἂν ἐμέσῃ, πάλιν διδόναι, ἄχρις ἂν κατάσχῃ, καὶ τῇ τροφῇ προσεπιδιδόναι τι τῶν ῥωννύντων τὸν στόμαχον ὀπωρῶν, μήλου, ἀπίου ἢ βότρυος ἤ τινος τοιούτου.
3 11 6 μάλιστα δ’ οἶνος τοὺς χολεροὺς ὀνίνησιν· ὕπνον γὰρ ἐπάγων πολλάκις ἐλπίδας παρέχει τῆς σωτηρίας. θερμότητος δὲ πλείονος περὶ τὰ στέρνα καὶ τὰ ὑποχόνδρια συνούσης, ἐπιψύχειν ῥοδίνῳ ἐμβρεχομένοις ὀθονίοις καὶ ἄλφιτα ἐπιρριπτοῦντας λειότατα μετὰ ῥοδίνου καὶ γλυκέος, διδόναι δ’ αὐτοῖς καὶ τὸν οἶνον ψυχρόν.
3 12 t Περὶ ὀδύνης. Ὅταν ἐν ὀδύνῃ τινὶ τυγχάνῃ μόριον, πολυπραγμόνει τὴν πρόφασιν, εἰ διά τι τῶν ἔξωθεν γέγονεν· πολλοὶ γὰρ κατὰ τὸ λεληθὸς ἐν τῷ καθεύδειν ἐβλάβησαν οὐκ ὀλιγάκις ἔν τε ἀθρόαις ἐπιστροφαῖς καὶ οὐ καλῶς ἐπεσχηματισμένον τὸ μόριον ἔχοντες.
3 12 2 καὶ ψυχόμενα δὲ μέρη τίλμασι καὶ σπάσμασι περιπίπτοντα σφοδροτάταις ὀδύναις ἁλίσκονται.
3 12 3,4 [5] γίνεται δὲ καὶ ὑπὸ ῥευμάτων ἐπώδυνα μόρια συνεχῶς. ἐὰν οὖν τῶν προειρημένων μηδὲν αἴτιον ᾖ τῆς ὀδύνης, τὴν προηγησαμένην ἐπίσκεψαι δίαιταν τοῦ πάσχοντος, εἰ ἀργοτέρα τοῦ συνήθους, καὶ εἰ ἐνεπίπλατο σιτίων οὐκ εἰωθὼς ἢ τοῖς πολυτρόφοις ἐχρήσατο, καὶ εἰ κένωσίς τις εἰωθυῖα γίνεσθαι πρότερον νῦν μὴ γίνοιτο· τούτων γὰρ ἢ πάντων ἤ τινων συμβεβηκότων, πλῆθος αἴτιον εἶναι τῆς ὀδύνης ὑποληπτέον, καὶ χρὴ κενῶσαι διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, εἰ κακοχυμία φαίνοιτο πλεονάζουσα.
3 12 5 μὴ παρόντος δὲ τοῦ ταῦτα δρῶντος, παροχετεύσει χρηστέον, τὴν ὕλην ἀπάγοντας διὰ τῶν πλησίον, οἷον ἐν κεφαλῇ μὲν τῆς ὕλης οὔσης, διὰ ῥινῶν ἢ ὑπερῴας ἢ ἀντισπάσει μετάγοντας εἰς τοὺς ἐναντίους τόπους τὸ πλῆθος, ἀνατρίβων δριμέσι φαρμάκοις τὰ κῶλα καὶ διαδέων.
3 12 6 ὠφελείας δ’ ἐπὶ τούτοις μὴ γενομένης, πρόδηλον μὲν ὡς σφήνωσίς ἐστι τοῦ λυποῦντος, καὶ διαφορεῖν αὐτὸ προσήκει φαρμάκοις.
3 12 7 διὰ πνεύματος δ’ ἔνστασιν τῆς ὀδύνης συμβαινούσης, προσκαρτερεῖν χρὴ τοῖς λεπτύνουσιν ἐδέσμασί τε καὶ πόμασι καὶ ἐνέμασιν ἀραιοῦντας τὸ πάσχον σῶμα διά τε πυριῶν καὶ καταιονήσεων καὶ καταπλασμάτων.
3 12 8 αἰτίου δ’ ὄντος ὄγκου παρὰ φύσιν, ἰάσῃ δηλονότι τοῦτον.
3 12 9 [5] δακνώδους δ’ ὑγροῦ ποιοῦντος τὴν ὀδύνην, πολεμιώτατα τὰ λεπτύνοντα καὶ θερμαίνοντα· κατάλληλα δέ, εἰ μὲν ἰᾶσθαι μέλλοι, τὰ κενοῦντα τὸν λυποῦντα χυμὸν διὰ τῶν ἀδήκτως ῥυπτόντων· εἰ δὲ τοῦτο μὴ εἴη δυνατόν, τὰ κατακεράσαι δυνάμενα· καὶ τούτου δ’ ὄντος ἀδυνάτου, τὰ ναρκωτικὰ φάρμακα· τὰ μὲν γὰρ ὄντως ἀνώδυνα φάρμακα λεπτομερῆ τε εἶναι χρὴ καὶ μετρίως θερμά, μηδ’ ἡστινοσοῦν μετέχοντα στύψεως, οἷόν ἐστι τὸ ἀνήθινον ἔλαιον ὑπὲρ τοῦ κενῶσαι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν τοῖς ὀδυνωμένοις ἐστὶ μορίοις.
3 12 11 τὰ δὲ λεγόμενα μόνον ἀνώδυνα ψύχει πᾶν τὸ σῶμα καὶ ναρκοῖ τὴν αἴσθησιν καταφοράν τε ἐργάζεται, καὶ χρὴ γινώσκειν ὡς ὅμοιόν τι νεκρώσει πάσχοντα τὰ μόρια καὶ τῶν ὀδυνώντων αἰτίων ἀναίσθητα γίνεται.
3 12 12 καὶ πολλοὶ τῶν συνεχῶς τὰ τοιαῦτα λαμβανόντων εἰς ἀνίατον ψῦξιν ἤγαγον τὰ μόρια· καὶ εἰ βραχεῖ δὲ πλείω ποθείη, θάνατον ἐπιφέρει. Περὶ τῶν ἁπλῶν ἑλκῶν.
3 13 1 Ἐπειδὴ τὸ ἁπλοῦν ἕλκος διαίρεσίς ἐστι μόνον, εἴ τις συνάγει τὰ διαιρεθέντα δεσμὸν ἐν κύκλῳ περιθείς, συμφυήσεται τὰ διεστῶτα μόρια χωρίς τινος ἑτέρας πραγματείας.
3 13 2 [5] δεῖ δέ, ὅταν μὲν καθ’ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη τὸ ἕλκος εἰς τὸ πλάγιον, ἐκεῖθεν τὴν ἀρχὴν ποιεῖσθαι τῆς ἐπιδέσεως καὶ περιτρέπειν εἰς τἀναντία· κατ’ ἀμφότερα δ’ οὔσης τῆς ἐκτροπῆς, τὴν ἀπὸ δυοῖν ἀρχῶν παραλαμβάνειν ἐπίδεσιν καὶ προσάγειν οὕτως τὰ χείλη· μηδενὸς γὰρ τῶν χειλῶν μεταξὺ παρεμπεσόντος, οἷον τριχὸς ἢ ψάμμου ἢ ἐλαίου ἢ ῥύπου ἤ τινος τοιούτου, πάντως συμφυήσεται τὸ ἕλκος.
3 13 3 [5] μεγάλου δ’ ὄντος τοῦ ἕλκους, ὡς μὴ δύνασθαι τὰ κεχωρισμένα δι’ ὅλου συναχθῆναι, ἢ ἰχῶρός τινος ἀθροισθέντος, ἢ ὀδύνης οὔσης, κολληθῆναι τὸ τοιοῦτον ἕλκος οὐχ οἷόν τε διὰ μόνης τῆς συναγωγῆς, καὶ χρεία ξηραίνοντος φαρμάκου τόν τε ἠθροισμένον ἐκδαπανῶντος ἰχῶρα καὶ κωλύοντος ἐπιρρεῖν ἕτερον. ὑγρῶν μὲν οὖν κάλλιστόν ἐστιν οἶνος· ποιεῖ δὲ καὶ ὀξύκρατον καὶ μελίκρατον· τῶν δ’ ἄλλων κολλᾷ τραύματα δρυὸς φύλλα καταπλασσόμενα καὶ ἰτέας καὶ κράμβης τε ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ χυλὸς καὶ ὁ φλοιὸς τῆς αὐστηροτέρας καὶ ὀξυτέρας, ἀρνόγλωσσον, πάπυρος ὀξυκράτῳ ἢ οἴνῳ βραχεῖσα καὶ ἐν κύκλῳ περιειλουμένη.
3 13 5 [5] τὰ πρόσφατα κολλᾷ πίτυος καὶ πεύκης τὰ φύλλα, πτελέας τὰ φύλλα καὶ ὁ φλοιὸς πρόσφατος ὡς ἐπίδεσμος περιειλούμενος, σπόγγος καινὸς μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου, τυρὸς πρόσφατος προλειωθείς· ἔξωθεν δ’ ἐπιτιθέναι δεῖ φύλλα λαπάθου ἢ ἀμπέλου ἢ τεύτλου ἢ θριδακίνης· ὁ δ’ ὀξυγαλάκτινος τυρὸς καὶ τὰ μείζονα ὁμοίως ἐπιτεθείς.
3 13 6 κολλῶσι καὶ ἄπιοι (τὰ δὲ μείζονα τραύματα αἱ ἀχράδες) καὶ ἀναστέλλουσι τὸ ῥεῦμα· ἵππουρις καταπλαττομένη, κἂν νεῦρα διατετμημένα τύχῃ· ἴσατις ἡ ἥμερος 〈ἐπὶ〉 τῶν σκληρῶν σωμάτων.
3 13 7 κοχλίου σὰρξ λειωθεῖσα κολλᾷ τραύματα μετὰ νεύρου τρώσεως καὶ θλάσεως γεγονότα ἐπὶ σκληρῶν σωμάτων· μιγνύναι δ’ αὐτῇ χρὴ λελειωμένῃ ἄχνην ἀλεύρου λαμβάνοντα ἀπὸ τοίχου πλησιάζοντος μύλῃ· σμύρνη σὺν ὕδατι καταχρισθεῖσα ἢ λιβανωτός.
3 13 8 γῆς ἔντερα καὶ νεύρων διακοπὰς κολλᾷ· πενταφύλλου φύλλα μετὰ μέλιτος· σκόροδα καέντα καταπλασσόμενα.
3 13 9 πρὸς δὲ τὰ πρεσβυτικὰ ἕλκη ἀναγαλλὶς ποιεῖ μετὰ κηρωτῆς, κριθαὶ καεῖσαι καὶ ψιμύθιον σὺν κηρωτῇ μυρσίνῃ τριπλάσιον.
3 13 10 πρὸς δὲ τὰ ἐν κεφαλῇ σμύρναν ξηρὰν ἐπίπασσε καὶ μὴ βρέχε (ταχέως γὰρ συνάγει) ἢ ἀλόην ξηρὰν ἢ ἀριστολοχίαν τρίψας μεθ’ ὕδατος (τοῦτο δὲ καὶ ὀστᾶ ἀνάγει), ἢ λιβανωτὸν καὶ σμύρνην ἴσα τρίψας καὶ μετὰ μέλιτος καὶ οἴνου συνεψήσας, ἕως πάχος σχῇ σύμμετρον, εἰς μοτὸν χρίων ἐπιτίθει.
3 14 t Πρὸς τραύματα περιωδυνοῦντα καὶ φλεγμαίνοντα. Ῥοιὰν γλυκεῖαν ἑψήσας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε.
3 14 1 θαυμαστὸν τοῦτο καὶ πολύχρηστον.
3 14 2 πρός τε γὰρ τὰ ἐν κεφαλῇ ἕλκη ποιεῖ καὶ πρὸς τὰ ἐν αἰδοίοις καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι περιωδυνοῦντα καὶ πρὸς ὀφθαλμοὺς φλεγμαίνοντας. Περὶ τῶν κοίλων ἑλκῶν.
3 15 1 Τὸ κοῖλον ἕλκος ὑγρόν ἐστι καὶ ῥυπαρόν· δεῖται οὖν φαρμάκων τῶν μετρίως ξηραινόντων καὶ ῥυπτόντων. τοιαῦτα δ’ ἐστὶ λιβανωτός τε καὶ κρίθινον ἄλευρον καὶ κυάμινον καὶ ὀρόβινον καὶ ἶρις καὶ ἀριστολοχία καὶ καδμεία καὶ πάναξ καὶ πομφόλυξ.
3 15 2 [5] ὅταν δὲ μηδὲν ὠφελήσῃ τὸ προσαγόμενον σαρκωτόν, οὕτω πως ἐπ’ ἄλλο μεταβαίνειν· εἰ μὲν πλείων ὁ ῥύπος εἴη καὶ ὑγρότερον τὸ ἕλκος, εἰδέναι προσῆκεν ὡς ἐνδεέστερον ἐξήρανε τὸ φάρμακον, καὶ ἐπιτείνειν αὐτὸ μέλιτος μίξει· εἰ δὲ καθαρὸν καὶ ἄνικμον εὑρεθείη, πλέον ἢ ἐχρῆν ἐξήρανεν, ἐλαίου τε αὐτὸ καὶ κηρωτῆς ἀνιέναι μίξει.
3 15 3 [5] συμβαίνει δ’ ἐνίοτε τοῦ φαρμάκου τυγχάνοντος ἰσχυροτέρου συντήκεσθαί τι τῆς σαρκὸς ὡς ῥυπαρὸν καὶ ὑγρὸν φαίνεσθαι [καὶ] τὸ ἕλκος παραπλησίως τοῖς ἐνδεέστερον ξηρανθεῖσιν· ἀλλὰ τοῦτο κοιλότερόν τε συντηκόμενον γίνεται καὶ ὀχθῶδες τοῖς χείλεσιν ἐρυθρόν τε καί τι φλεγμονῆς ἔχον, πολλάκις δὲ καὶ δάκνεται σαφῶς ὁ πάσχων· τὸ δ’ ἕτερον ὑπὸ τῶν ἔλαττον ξηραινόντων οὐδὲν ἔχει τούτων παρακολουθοῦν.
3 15 4 σαπρότης ξύλων, καὶ μάλιστα ὅσα μετρίας μετέχει στύψεώς τε καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ καθαρὰ τῶν ἑλκῶν· ἀνεμῶναι προστιθέμεναι.
3 15 5 πίτυος φλοιὸν ἀποξύσας καὶ τρίψας μετὰ κηρωτῆς εἰς μοτοὺς ἐγχρίων ἐπὶ τῶν κοίλων ἑλκῶν, καὶ μάλιστα τῶν προσφάτων, ἐπιτίθει· πληροῖ γὰρ αὐτά.
3 15 6 καθαίρει δὲ τὰ ῥυπαρὰ πράσιον μετὰ μέλιτος, ἀριστολοχία σὺν μέλιτι, ἐλαῖαι κολυμβάδες καταπλασθεῖσαι. Περὶ τῶν οὐλῆς δεομένων ἑλκῶν.
3 16 1 [5] Ξηραίνοντες καὶ στύφοντες τὴν σάρκα τῶν οὐλῆς δεομένων ἑλκῶν εἰς τοσοῦτον ὥστε μὴ μόνον διαφορῆσαι τὸ παρὰ φύσιν περιττὸν ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἅψασθαι, τὸ ἐπιπολῆς τοῦ ἕλκους παραπλήσιον δέρματι κατασκευάσομεν καὶ εἰς οὐλὴν ἄξομεν τὸ ἕλκος· ἐπιτήδεια δ’ εἰς τοῦτο κηκὶς ὀμφακῖτις καὶ τὰ τῆς ῥοιᾶς λέμματα μετρίως ξηραίνοντα.
3 16 2 ὅσα δὲ χωρὶς τοῦ στύφειν ἀδήκτως ξηραίνει, καὶ ταῦτα εἰς οὐλὴν ἄγει, οἷον σμύρνα, λιθάργυρος, καὶ εἰ καυθείη, ὄστρεον (ἐπιπαττόμενα γὰρ ξηραίνει καὶ ταῦτα πολλάκις ἐπούλωσεν), πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσίνῃ, κισσοῦ ἄνθος μετὰ κηρωτῆς, κρίνου ἡ ῥίζα σὺν ῥοδίνῳ.
3 16 3 τὰ δὲ παλαιὰ ἐπουλοῖ ἰξὸς σὺν λιβανωτῷ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσίνης. Περὶ τῶν ὑπερσαρκούντων ἑλκῶν.
3 17 1 Ἡ τῶν ὑπεραυξηθεισῶν σαρκῶν ἐπὶ τῶν ἑλκῶν καθαίρεσις ὑπὸ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων γίνεται, οἷόν ἐστιν Ἀσσίας πέτρας ἄνθος.
3 17 2 καὶ τὰ ὀστρώδη δὲ πάντα καυθέντα μετρίως καθαιρεῖ τὰ ὑπερσαρκοῦντα καὶ προσστέλλει, καὶ οἱ ἐχῖνοι δ’ ὁμοίως ἀμφότεροι καυθέντες σὺν τῷ σώματι παντί, καὶ διφρυγὲς καταπασσόμενον καὶ χαλκοῦ ἄνθος καὶ λεπὶς καταπασσομένη. Πρὸς ἕλκη ἐπιπόλαια καὶ παρατρίμματα καὶ ἀποσύρματα καὶ πρεσβυτικὰ καὶ ἁπαλόχρωτας.
3 18 1 Λιθαργύρου χρυσίτιδος 𐅻 ν , κηροῦ 𐅻 κ , ῥητίνης ξηρᾶς πευκίνης 𐅻 ιβ , ἐλαίου 𐆂 ο α 𐅶 · τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἑψήσας, μετὰ δὲ ταῦτα τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐπιβαλών, ὅταν ἐμπλάστρου πάχος λάβῃ, καθελὼν ἀπὸ τοῦ πυρὸς καὶ βαλὼν εἰς θυίαν μαλάξας χρῶ. τὸ δ’ ἀποσυρὲν δέρμα οὐ χρὴ τῶν ἑλκῶν ἀποτέμνειν, ἀλλ’ ἐπάγειν αὐτὸ καὶ ἔξωθεν ἐπιτιθέναι τι τῶν ἐπιτηδείων φαρμάκων· κολλᾶται γὰρ οὕτω ποιησάντων πολλάκις τὸ ἀποσυρὲν δέρμα, κἂν μελανθῆναι φθάσῃ γυμνωθείσης δὲ τῆς σαρκὸς τοῦ δέρματος, δύσκολος ἡ ἐπούλωσις γίνεται, δακνομένου καὶ ῥυπουμένου τοῦ ἕλκους.
3 18 3 ἀφλέγμαντα δὲ τηρεῖ τὰ ἀποσύρματα ῥοῦς ἐρυθρὸς καταπλασσόμενος λεῖος σὺν μέλιτι, σχίνου κόμη καεῖσα καὶ σὺν μέλιτι ἐπιτεθεῖσα. Πρὸς τὰ ἐξ ὑποδημάτων παρατρίμματα.
3 19 1 Πρὸς δὲ τὰ ἐξ ὑποδημάτων παρατρίμματα πνεύμων ἄρνειός τε καὶ χοίρειος καὶ αἴγειος ποιεῖ.
3 19 2 δέρμα παλαιὸν ἀπὸ τῶν καττυμάτων καυθὲν τὰ φλεγμαίνοντα μὲν οὐκ ὠφελεῖ, παυσάμενα δὲ τῆς φλεγμονῆς ὀνίνησι· ξηραντικὴ γάρ ἐστιν ἡ τοιαύτη τέφρα. κρόμμυον σὺν ὀρνιθείῳ στέατι λείῳ.
3 19 3,4 κηκῖδα καύσας καὶ τρίψας ἐπίπασσε. ἀκακίαν ἐν ὄξει διεὶς ἐπίχριε.
3 20 t Περὶ τῶν πυρικαύτων. Τὰ δὲ πυρίκαυτα τῶν μετρίως ῥυπτόντων δεῖται φαρμάκων χωρὶς τοῦ θερμαίνειν ἢ ψύχειν ἐπιφανῶς.
3 20 2 [5] γῆ τοίνυν Χία καὶ Κιμωλία, καὶ πᾶσα δὲ γῆ κούφη καταχριόμεναι δι’ ὄξους μὴ πάνυ δριμέος ἢ ὕδατος μιγνυμένου ποιοῦσι καλῶς καὶ κωλύουσι φλυκταινοῦσθαι, καὶ ὠὸν ὅλον ὠμὸν παραχρῆμα ἐπιτιθέμενον ἀναλαμβανόμενον ἐρίῳ μαλακῷ· καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει· ἢ μέλανι γραφικῷ περίχριε· ἢ λιβανωτὸν λευκὸν ὕδατι διεὶς κατάχριε· ἢ φακὸν ἑψήσας καὶ λεάνας κατάχριε.
3 20 3 πρὸς δὲ τὰ ἤδη πεφλυκταινωμένα ῥοῦν καὶ ἄλφιτον τρίψας μετ’ ὄξους κατάπλασσε· κονίαν ἄσβεστον κηρωτῇ μιγνὺς καὶ εἰς ὀθόνιον εἰλήσας κατάκαυσον, ἕως τέφρα γένηται, καὶ διεὶς ἐλαίῳ χρῶ· θαυμαστὸν φάρμακον.
3 20 4 πίτυος ἢ πεύκης φλοιὸς καταπλασσόμενος ἐπουλοῖ· πίτυος φλοιὸς λεῖος ἢ ἀδίαντον ξηρὸν λεῖον ἢ μυρρίνης φύλλα κατακεκαυμένα λεῖα· ποιεῖ δὲ τούτων ἕκαστον καὶ μετὰ κηρωτῆς συντιθέμενον.
3 20 5 πρὸς δὲ τὰ ἀφ’ ὕδατος κατακαύματα πρὶν φλυκταίνας γενέσθαι ἅλμην ἐλαιῶν συνεχῶς κατάντλει ἢ αὐτὰς τὰς ἁλμάδας τρίψας ἐπιτίθει, ἢ στυπτηρίαν σχιστὴν τρίψας μετ’ ὄξους ἐπίχριε, ἢ κόλλῃ ταυρείᾳ μεθ’ ὕδατος δαψιλοῦς τετηκυίᾳ κατάχριε. Περὶ ἐξανθημάτων.
3 21 1 Τὰ δ’ ἐξανθήματα γίνονται παχέων χυμῶν ἐν τῷ δέρματι σφηνωθέντων, καὶ πλέον εἰς τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν.
3 21 2 χρὴ οὖν αὐτοὺς κενοῦν διὰ τοῦ δέρματος, εἰ μὴ πόρρω περισπᾶν εἰς τὸ βάθος ἐπὶ τῷ διὰ γαστρὸς ἢ δι’ ἐμέτων κενῶσαι.
3 21 3 καὶ μή τις ὑπολάβῃ συμβουλεύειν με μηδέποτε καθαίρεσθαι τοὺς τοιούτους διὰ γαστρός· δεῖ γὰρ ἐφ’ ὧν πλῆθος ὑπόκειται χυμῶν καθαίρειν· εἰ γάρ τις μὴ πράξας τοῦτο πρότερον ἐπιχειροίη διαφορεῖν, ἐμφράξει μᾶλλον ἢ κενώσει διὰ τοῦ δέρματος τοὺς χυμούς.
3 21 4 ἀλλά γε τὴν θεραπείαν τῶν ἐμπεπλασμένων τῷ δέρματι χυμῶν διὰ τῶν πυριώντων τε καὶ θερμαινόντων ποιητέον, καὶ μάλιστα ὅταν πλατέα τυγχάνῃ τὰ ἐξανθήματα· τὰ γὰρ τοιαῦτα δηλοῖ τὸν χυμὸν οὐ θερμὸν καὶ λεπτὸν ὑπάρχειν, ἀλλ’ ἱκανῶς ψυχρὸν καὶ παχύν.
3 21 5 δάφνης φύλλων ἁπαλῶν καὶ πηγάνου καὶ μάννης ἴσον ἑκατέρου τρίψας καὶ διεὶς ἐν ἐλαίῳ κατάχριε.
3 21 6 σταφίδα ἀγρίαν φρύξας καὶ τρίψας καὶ λιβανωτὸν μετ’ ἐλαίου διεὶς ἐπάλειφε· σεῦτλον ἁπαλὸν ἑψήσας καὶ τρίψας κατάπλασσε· κηροῦ 𐅻 η , θείου ἴσον, ἁλὸς 𐅻 ϛ .
3 21 7 τὰ ξηρὰ τρίψας καὶ ἐπιχέας ἐλαίου 𐆂 ο 𐅶 πάντα ὁμοῦ ἕψε καὶ γενομένῳ ἐμπλάστρῳ χρῶ· προσεδρεύειν δὲ τῇ ἑψήσει· ἀγαθὸν σφόδρα τὸ φάρμακον. Περὶ κνησμῶν.
3 22 1 [5] Κνησμοὺς δὲ κατασκευάζειν χρή, ὅταν ἐκ τοῦ βάθους προκαλέσασθαι δέον ᾖ χυμούς, κωλύειν δέ, ὅταν περὶ τὰ κνώμενα μόρια κίνδυνος ᾖ ψώρας ἢ λέπρας ἤ τινα τῶν κακοήθων ἑλκῶν συστῆναι· κωλύσεις δὲ διὰ φαρμάκων ἀποκρουόμενος ἢ διὰ τοῦ καρτερεῖν κνησιῶντα καὶ μὴ ψαύειν· παύεσθαι γὰρ πέφυκεν ἡ κνῆσις καὶ οὕτως. πρὸς δὲ τοὺς ψωρώδεις κνησμοὺς θαλάσσῃ θερμῇ ἢ ὄξει θερμῷ λοῦε ἢ σικύου ἀγρίου ἀφεψήματι ὁμοίως, ἢ ἀμπέλου παλαιᾶς φλοιὸν φρύξας ἐπ’ ὀστράκου 〈καὶ〉 τρίψας προεπαλείψας τε τὸν ψωριῶντα τόπον βουτύρῳ ἐπίπασσε τοῦτο καὶ κατάδει, χρῶ τε τῷ φαρμάκῳ, μέχρις ἂν ὑγιασθῇ.
3 22 3 τὸ δ’ ὄπιον μεθ’ ὑγρᾶς κηρωτῆς συναλειφόμενον τοὺς κνησμοὺς καὶ τὰ ψυδράκια παρηγορεῖ. Περὶ φλυκταινῶν.
3 23 1 Καὶ τὰς φλυκταίνας δ’ ὀξείᾳ βελόνῃ τιτρᾶν προσήκει καθ’ ὑπόρρυσιν, εἶτ’ ἐκθλίβειν πρᾴως τὸ ὑγρόν, τὸ δέρμα προσκείμενον ἐῶντα, κἂν πληρωθῇ μύσαντος τοῦ τρήματος ἡ φλύκταινα, πάλιν αὐτὴν δεῖ τιτρᾶν ὁμοίως καὶ ἐκθλίβειν καὶ φυλάττειν τὸ δέρμα προσσταλέν, ἄχρις ἂν ἐπουλώσῃ τὸ ὑπ’ αὐτῷ ἡλκωμένον.
3 23 2 πρὶν μὲν οὖν ἐκραγῆναι τὰς φλυκτεῖς, ἑφθῷ φακῷ λείῳ μεθ’ ὕδατος κατάπλασσε, ἢ ῥοιᾶς ῥαβδία χλιαίνων ἐν τέφρᾳ θερμῇ προστίθει καὶ κατόπτα τοὺς τόπους.
3 23 3 ἐὰν δ’ ἐκραγῶσι καὶ ἕλκος γένηται, στέαρ ὕειον τήξας καὶ λιθαργύρου μίξας λείας εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει, ἢ κρίνου ῥίζας ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ κηρωτῆς ἐπιτίθει. Περὶ τῶν ἀναρρηγνυμένων ἑλκῶν.
3 24 1 [5] Τινὰ τῶν ἑλκῶν συνουλούμενα πολλάκις μετὰ χρόνον οὐ πολὺν αὖθις φλεγμαίνουσί τε καὶ ἀναρρήγνυνται· παθόντος γὰρ ὀστοῦ τινος ἐνίοτε ἡ ἐπικειμένη σὰρξ ἐπουλοῦται μὲν ῥᾳδίως καὶ ὑγιὴς εἶναι δοκεῖ τελείως, πάλιν δ’ ἰχῶρος ἐπιρρυέντος κατ’ ὀλίγον ἐκ τοῦ φθειρομένου κατὰ βάθος ὀστοῦ, φλεγμονή τε καὶ πύον ὑπογίνεται τὴν οὐλὴν ἀναξαῖνον.
3 24 2 τίς οὖν ἡ θεραπεία τῶν τοιούτων ἑλκῶν; ξήρανσις ἐπὶ τοσοῦτον ὡς ἀποστῆναι τὸ πεπονθὸς ὀστοῦν.
3 24 3 ῥᾳδίως οὖν ἀναπλεύσει τὰ ἐγκαθήμενα τῶν ὀστῶν, εἰ μήκωνος ἀγρίας καὶ συκῆς φύλλα λεῖα μετὰ πάλης ἀλφίτου καὶ οἴνου καταπλάσεις ἢ ὑοσκυάμου σπέρμα καὶ χάλκανθον ἴσα τρίψας ἐπιθήσεις.
3 24 4 πευκεδάνου ἡ ῥίζα λεπίον ὀστῶν ἀφίστησι τάχιστα. Πρὸς τὰ κακοήθη καὶ δυσεπούλωτα καὶ χρόνια τῶν ἑλκῶν.
3 25 1 Τὰ δὲ κακοήθη καὶ δυσεπούλωτα τῶν ἑλκῶν καὶ χρόνια καὶ σηπεδονώδη Λημνία σφραγὶς ὠφελεῖ μεγάλως· ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας· τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρὸν ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας ἀνιεμένης εἰς πηλώδη σύστασιν· καὶ δι’ οἴνου δ’ ἢ ὕδατος ἢ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ μελικράτου, ὅπως ἂν ἡ χρεία κελεύσῃ, ἐπιτήδειόν ἐστιν.
3 25 3 [5] εἴ τις θυίαν ἐκ μολύβδου κατασκευάσας μετὰ μολυβδίνου δοίδυκος ῥόδινον ἐμβαλὼν ἢ ὀμφάκινον ἔλαιον ἢ χυλὸν ἀειζῴου ἢ κοτυληδόνος ἢ θριδακίνης ἢ ψυλλίου ἢ ὄμφακος τρίβοι ὡς ἀνεῖναι χυλόν τινα, ἄριστον ἕξει φάρμακον πρὸς τὰ καρκινώδη καὶ κακοήθη τῶν ἑλκῶν πρός τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ μαστοῖς φλεγμονὰς πρός τε τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων ἀνεξασμένων.
3 25 4 κενταύριον τὸ μικρὸν καταπλασσόμενον πρόσφατον τά τε παλαιὰ καὶ δυσεπούλωτα τῶν ἑλκῶν ἐπουλοῖ καὶ τὰ κακοήθη ἰᾶται.
3 25 5 κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται.
3 25 6 κυπέρου αἱ ῥίζαι τὰ δι’ ὑγρότητα πολλὴν 〈ἑλκύδρια δυσεπούλωτα θαυμαστῶς ὠφελοῦσιν.
3 25 7 κολοκύν〉της ξηρᾶς κεκαυμένης ἡ τέφρα τοῖς ὑγροῖς ἅμα καὶ χωρὶς φλεγμονῆς σηπομένοις ἁρμόττει, καὶ μάλιστα τοῖς ἐπὶ πόσθης αἰδοίων· ὁμοίως ἀνήθου ῥίζης.
3 25 8 ἀρνόγλωσσον πρὸς τὰ κακοήθη καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει.
3 25 9 [5] ἴσατις ἥμερος πρὸς πᾶν ἕλκος κακόηθες δραστικῶς ἀνθίσταται, κἂν σήπηται, κἂν ἀναβιβρώσκηται· εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυροτέρα φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λειωθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἑκάστῳ διάθεσιν.
3 25 10 ὀστράκοις τῶν ὀνομαζομένων ἰδίων ὀστρέων κεκαυμένοις χρώμεθα πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι.
3 25 11 ἔρια κεκαυμένα τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκει τάχιστα.
3 25 12 πλατάνου φλοιὸς καυθεὶς ἐπιπαττόμενος τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται.
3 25 13 πευκεδάνου ἡ ῥίζα τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπαττομένη ξηρά· αὕτη γὰρ καθαίρει καὶ σαρκοῖ καὶ ἐπουλοῖ.
3 25 14 ἀλόη τὰ δυσεπούλωτα τῶν ἑλκῶν 〈ἰᾶται〉, καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον· ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα.
3 25 15 παλαιὰ ἕλκη ἰᾶται κηρὸς ἐν ἡλίῳ μαλαχθεὶς καὶ χαλκοῦ λεπίδα λείαν πλείστην ἀναλαβὼν καὶ χρυσοκόλλαν· δεῖ δ’ εἰς ὀθόνιον ἐμπλάσσοντα τιθέναι καὶ μὴ ἀφαιρεῖν συνεχῶς τὸ σπληνίον.
3 25 16 πρὸς δὲ τὰ Χειρώνεια ποιεῖ χαλκοῦ λεπίδος 𐅻 ι , κηροῦ τὸ ἴσον στυπτηρίας 𐅻 β .
3 25 17 τὸν κηρὸν θερμάνας καὶ μαλάξας ἀνάλαβε τὰ ξηρὰ λεῖα, καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. πρὸς δὲ τὰ θηριώδη σίδιον λεῖον καύσας ἐπιτίθει, ἢ στυπτηρίαν σχιστὴν κεκαυμένην λείαν ἐπιτίθει, ἢ ὑσσώπου 𐅻 δ , σταφίδος ἴσον, νίτρου 𐅻 β · προϋποχρίσας μέλιτι τὸ ἕλκος ἐπίπαττε αὐτὰ λεῖα.
3 25 19 τὰ δὲ σηπεδονώδη καὶ νεμόμενα τῶν ἑλκῶν ἰσχυροτάτων δεῖται φαρμάκων, οἷόν ἐστι χαλκῖτις καὶ ἀρσενικὸν καὶ τίτανος· καίει γὰρ παραπλησίως τὰ τοιαῦτα πυρί, καὶ πολλάκις τούτων νικωμένων αὐτῷ πυρὶ χρώμεθα. πράσιον ἑφθὸν ἐν οἴνῳ κατάπλασσε.
3 25 20,21 ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει.
3 25 22 ἐλαίας ἁπαλοῖς φύλλοις ἑφθοῖς ἐν οἴνῳ λείοις ὡσαύτως χρῶ· καταντλητέον δὲ θαλάσσῃ θερμῇ. Πρὸς τοὺς ἐν τοῖς ἕλκεσι σκώληκας.
3 26 1 Τοὺς δὲ σκώληκας τοὺς ἐν τοῖς σηπεδονώδεσιν ἕλκεσι χυλὸς καλαμίνθης ἀναιρεῖ. Περὶ ἀνθράκων.
3 27 1 Τοὺς ἄνθρακας μελαγχολικὸν αἷμα γενόμενον καὶ ἀναζέσαν ἐπιφλέξαν τε τὸ δέρμα ποιεῖ· διὸ καὶ σὺν ἐσχάρᾳ γίνονται φλυκταίνης προηγησαμένης τοῦ ἕλκους ὡς ἐπὶ πυρικαύτων πυρετόν τε ὀξύτατον καὶ κίνδυνον ἐπάγει ταχύν.
3 27 2 [5] κνησαμένων δ’ ἐνίοτε καὶ πλείους συνίστανται φλύκταιναι σμικραί, πυκναὶ καὶ συνεχεῖς ὅμοιαι κέγχροις, αἵτινες ῥηγνύμεναι ποιοῦσιν ὁμοίως ἐσχαρῶδες τὸ ἕλκος, τῇ χροιᾷ ποτὲ μὲν τεφρώδους γενομένης τῆς ἐσχάρας, ποτὲ δὲ μελαίνης· ἡ δ’ ἄλλη σὰρξ κύκλῳ φλογώδης ἰσχυρῶς καὶ μέλαινα τῇ χροιᾷ γίνεται καὶ στίλβουσα παραπλησίως ἀσφάλτῳ καὶ πίσσῃ· τοιαύτη δ’ ἐστὶν ἡ ἀκριβῶς μέλαινα χολή.
3 27 3 θεραπεύοντας δὲ τὸ τοιοῦτον πάθος ἀπὸ φλεβοτομίας ἄρχεσθαι προσήκει καὶ κενοῦν μέχρι λειποθυμίας.
3 27 4 καὶ μὴν καὶ ἀποσχάζειν μετὰ φλεβοτομίαν οὐκ ἀνάρμοστον βαθυτέραις ταῖς ἀμυχαῖς χρωμένους διὰ τὸ τοῦ χυμοῦ πάχος.
3 27 5 κατὰ δὲ τοῦ πεπονθότος τοῖς ἀποκενουμένοις μετρίως καὶ διαφοροῦσι χρησόμεθα· τοιοῦτον δ’ ἐστὶ τὸ [τὸ] δι’ ἀρνογλώσσου καὶ φακῆς ἑφθῆς κατάπλασμα προσλαμβάνον ἄρτου κλιβανίτου τὸ ἁπαλόν, μήτε ἄγαν 〈καθαροῦ μήτε〉 ῥυπαροῦ.
3 27 6 κατ’ αὐτοῦ δὲ τοῦ ἕλκους ἐπιθήσομεν τῶν σφοδρῶν τι φαρμάκων, οἷόν ἐστι τὸ Ἄνδρωνος, ἀνιέντες σιραίῳ ἄχρι γλοιώδους συστάσεως.
3 27 7 παυσαμένης δὲ τῆς φλογώσεως, τοῖς ἄλλοις ἕλκεσιν ὁμοίως εἰς οὐλὴν ἄξομεν τὸ ἕλκος.
3 27 8 παλαιὰ κάρυα τὰ ἐλαιώδη πρὸς ἄνθρακας ποιεῖ καὶ κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα 〈καὶ〉 ἁπαλὰ σφαιρία σὺν ἀλφίτοις καὶ σταφὶς ἐκγιγαρτισμένη καὶ λειωθεῖσα καὶ ἰσχάδες ἑφθαὶ ἐν οἴνῳ κοπεῖσαι. Περὶ καρκίνων.
3 28 1 [5] Καὶ οἱ καρκῖνοι δ’ ἐκ μελαίνης χολῆς μὴ ζεούσης συνίστανται, κἂν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους· διὰ τοῦτο κατὰ τὴν χρόαν μελάντεροι τῶν φλεγμονῶν εἰσι χωρὶς θερμότητος. αἱ φλέβες δὲ πληροῦνται καὶ τείνονται πλέον ἐπ’ αὐτῶν ἢ ἐπὶ τῶν φλεγμονῶν, οὐδ’ αὐταὶ παραπλησίως ταῖς φλεγμοναῖς ἐρυθραὶ τυγχάνουσι, κατὰ τὸν χυμὸν δὲ τὴν χρόαν ἔχουσιν.
3 28 2 διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ τούτου καὶ ἀνίατος ὁ καρκῖνός ἐστι, μήτε ἀποκρουσθῆναι δυνάμενος μήτε διαφορηθῆναι μήτε ἐπὶ ταῖς καθάρσεσιν ὅλου τοῦ σώματος εἴκων, καὶ τῶν μὲν πρᾳοτέρων φαρμάκων ἐπιτιθεμένων καταφρονῶν, ὑπὸ δὲ τῶν σφοδροτέρων παροξυνόμενος.
3 28 3 δυνατὸν μὴν ἔτι τοὺς ἀρχομένους καρκίνους κωλύειν αὔξεσθαι καθαίροντα τὸν μελαγχολικὸν χυμὸν πρὶν ἐν τῷ πεπονθότι μορίῳ στηριχθῆναι· κενώσομεν δ’ ἢ διὰ τῶν ἁπλῶν τινος, οἷόν ἐστι τὸ ἐπίθυμον πλῆθος 𐅻 δ ἐν ὀρῷ γάλακτος ἢ μελικράτῳ διδόμενον ἢ διὰ τῆς ἱερᾶς τὸν μέλανα ἐλλέβορον προσλαμβανούσης.
3 28 4 ἐπὶ δὲ τοῦ πεπονθότος τόπου προσφερόμενον ἀλύπως ποιεῖ ἐπὶ τῶν ἡλκωμένων στρύχνου χυλός, ὀθονίου μαλακοῦ διπτύχου ἢ τριπτύχου δευομένου καὶ ἐπιτιθεμένου πολλῷ τῷ χυλῷ.
3 28 5 δεῖ δὲ καὶ ἔξωθεν κατ’ αὐτοῦ καὶ ἔριον ἁπαλὸν ἐπιβαλεῖν δευόμενον καὶ αὐτὸ τῷ χυλῷ· προνοεῖν δ’ ὅπως μὴ ξηρανθῇ ταῦτα, συνεχέστερον ἐπαντλουμένου τοῦ χυλοῦ.
3 28 6 [5] χρήσαιτο δ’ ἄν τις δεόντως ἐπὶ τῶν ἡλκωμένων καρκίνων καὶ τῷ διὰ πομφόλυγος· διαιτάσθω δ’ ὁ πάσχων ἔν τε χυλῷ πτισάνης πλεονάζων καὶ γάλακτος ὀρῷ καὶ λαχάνων μαλάχῃ καὶ ἀτραφάξυϊ βλίτῳ τε καὶ κολοκύντῃ καὶ τοῖς πετραίοις τῶν ἰχθύων καὶ πᾶσιν ὄρνισι πλὴν τῶν ἑλείων. Περὶ ἐκχυμώματος.
3 29 1 Σαρκὸς θλασθείσης ὑπό τινος βαρέος ἐμπεσόντος, καὶ τῶν μικρῶν ἐν αὐτῇ φλεβίων διαιρεθέντων, αἷμα προχεῖται κατὰ διαπήδησιν, ὅπερ ἀθροιζόμενον ὑπὸ τῷ δέρματι 〈ποιεῖ τὸ καλούμενον ἐκχύμωμα μὴ διαιρεθέντος τοῦ δέρματοσ〉.
3 29 2 σκοπὸς οὖν ἡμῖν διαφορῆσαι τὸ θρομβωθὲν αἷμα, καὶ τοῦτο συντόμως πρὶν μελανθῆναι· κατ’ ἀρχὰς δὲ καὶ τῶν στυπτικῶν τι παραπλέκειν χρὴ τοῖς διαφοροῦσι διὰ τὸ τοὺς χιτῶνας τῶν φλεβῶν τεθλάσθαι καὶ χρῄζειν πυκνώσεως· μετὰ γὰρ ταῦτα καὶ χωρὶς τοῦ στύφειν τοῖς διαφορητικοῖς μόνοις χρησόμεθα.
3 29 3 καὶ ἀποσχάζοντες δ’ ἐν ἀρχῇ τὰ ἐκχυμώματα, οὕτως τὴν ἑξῆς θεραπείαν προσάγομεν.
3 29 4 εἴδη δ’ ἐστὶ τῶν ἐκχυμωμάτων καὶ τὰ καλούμενα ὑπώπια καὶ τὰ ὑποσφάγματα καὶ ἡ κατὰ τοὺς ὄνυχας ὑποδρομὴ τοῦ αἵματος ἐκ πληγῆς γινομένη.
3 29 5 δέρμα δὲ προβάτου νεωστὶ ἐκδεδαρμένον τοῖς μεμαστιγωμένοις ἐπιτιθέμενον θεραπεύει παντὸς μᾶλλον ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτί.
3 29 6 ὑδροπέπερι ἅμα τῷ καρπῷ καταπλασσόμενον ὑπώπιά τε καὶ τοὺς ἐσκιρρωμένους ὄγκους διαφορεῖ. Περὶ ῥήγματος καὶ σπάσματος.
3 30 1 Τὰ δὲ ῥήγματα σὺν ἐκχυμώσεσι μὲν γίνεται πάντως· ἰᾶται δ’ αὐτὰ τῶν φαρμάκων τὰ μετρίως θερμαίνοντα· τοιοῦτον δ’ ἐστὶ τὸ διὰ τῶν αἰγείρων ἄκοπον καὶ ὅσα τούτοις ὅμοια.
3 30 2 δεῖ δ’ ἐπὶ τῶν ἐν βάθει τοῦ σώματος ῥηγμάτων ἐπιτείνεσθαι τὴν δύναμιν τῶν φαρμάκων ὡς δριμύτερα καὶ τμητικώτερα προσάγεσθαι.
3 30 3 ὠφέλιμος δ’ ἐπὶ τῶν τοιούτων καὶ ἡ τῆς σικύας χρῆσις.
3 30 4 [5] ἐὰν μὲν 〈οὖν〉 εὐθὺς διαφορηθῆ τὸ ὅλον ἐκχύμωμα, συμφύεται ῥᾳδίως ἡ διαστᾶσα σάρξ· ἐὰν δὲ χρονίσῃ καὶ ῥύπος ὑποτραφῇ, συμφυῆναι τῷ ῥήγματι λοιπὸν ἀδύνατον, παρατίθεται δ’ ἀλλήλοις τὰ χείλη μόνον, ὡς καὶ μικρὰν πρόφασιν ῥᾳδίως αὐτὰ διιστάναι, ἐμπίπλασθαί τε τὴν μεταξὺ χώραν αὐτῶν ὑγρότητός τινος, καὶ τρόπον τινὰ συνεχῶς ἐκχύμωμα γίνεσθαι καὶ παραπλήσιον, ἅτε ἰχῶρα λεπτὸν περιέχον, τοῦ κατ’ ἀρχὰς ἐξ αἵματος συνισταμένου. τὸ δὲ σπάσμα γίνεται διασπωμένων τινῶν ἰνῶν, καὶ παρηγορίας δεῖται μόνης ἄχρις ἀνωδυνίας· κολληθῆναι γὰρ αὐτὰς οὐ δυνατόν.
3 30 6 ἀριστολοχία στρογγύλη ῥήγμασι καὶ σπάσμασιν, εἴπερ τι ἄλλο, ἐπιτήδειον· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὁμοίως καὶ ὁ χυλὸς αὐτῆς, ῥῆον, κόστος, βδέλλιον σὺν ὀξυμέλιτι πινόμενον. Πρὸς στρέμματα καὶ θλάσματα.
3 31 1 Πρὸς στρέμματα καὶ θλάσματα ποιεῖ ἔρια οἰσυπηρὰ ἢ σπόγγος ὀξελαίῳ βρεχόμενα καὶ ἐπιτιθέμενα, βολβῶν ἑφθῶν τὰ ἁπαλὰ μετὰ μέλιτος ἢ κηρωτῆς, ἅλας λεῖον, ἄλευρον μετὰ μέλιτος, ἄγνου φύλλα καὶ ἅλας καὶ νίτρον ὀπτὸν λεῖα μετὰ κηρωτῆς.
3 31 2 χρῶ δὲ καὶ καταντλήσει ὕδατος ἢ θαλάσσης θερμαίνων· μετὰ δὲ τὸ παύσασθαι τὴν φλεγμονὴν καὶ τοὺς πόνους καὶ ἀνατρίψει χρῶ τῶν ἐστραμμένων μερῶν. Ὅσα σκόλοπας καὶ ἀκίδας καὶ ἀκάνθας ἀνάγει.
3 32 1 Ἀκίδας καὶ καλάμους καὶ ἀκάνθας, ἔτι δὲ σκόλοπας ἐπισπῶνται ἀναγαλλίδες αἱ δύο, ἀριστολοχία στρογγύλη, ἀμμωνιακὸν δὲ σὺν μέλιτι καὶ ὑοσκυάμου καρπὸς λεῖος καταπλασσόμενος.
3 32 2 καλάμου ῥίζας κόψας καὶ μέλιτι μίξας εἰς ὀθόνιον ἐμπλάσσων δαψιλῶς ἐπιτίθει καὶ κατάδει· συντόμως ἀνάγει. Πρὸς τὰ περὶ τοὺς ὄνυχας πάθη.
3 33 1 Τὴν παρωνυχίδα μικρὰν ἔτι οὖσαν καὶ ἀρχομένην κηκὶς μετὰ μέλιτος καταστέλλει καὶ κωλύει συστῆναι· γενομένην δ’ ἤδη τὴν παρὰ φύσιν σάρκα σκοπός ἐστι διὰ τῶν ἀδήκτων ἀναλῶσαι καὶ τῆξαι.
3 33 2 ποιεῖ δὲ πρὸς παρωνυχίδας ὁ τε τῶν ὤτων ῥύπος καὶ τὸ λύκιον.
3 33 3 ἐκπυηθεῖσαν δὲ κεντήσας καὶ τὸ ὑγρὸν ἐκχέας, σπογγίον ὕδατι βρέξας ἐπιτίθει, ἢ κατάπλασσε 〈φακῷ〉 μεθ’ ὕδατος λείῳ, ἢ ῥόδοις ξηροῖς ἢ χλωροῖς ἀποβεβρεγμένοις ὕδατι λείοις κατάπλασσε, ἢ ἀλφίτοις λείοις μεθ’ ὕδατος.
3 33 4 δεῖ δὲ καὶ διαστέλλειν τὴν σάρκα πανταχόθεν ἀπὸ τοῦ ὄνυχος ξύσμασιν ὀθονίου.
3 33 5 τοὺς δὲ τεθλασμένους ὄνυχας μυρσίνης καὶ ῥοιᾶς φύλλοις ἁπαλοῖς λείοις κατάπλασσε.
3 33 6 ἐπὶ δὲ τῶν ὑφαίμων ὀνύχων ἄλευρον πίσσῃ μίξας ἐπιτίθει.
3 33 7 πρὸς τὸ ἀφιστάναι τοὺς πεπονηκότας ὄνυχας θεῖον λεῖον ἀναλαβὼν ὑείῳ στέατι ἐπιτίθει.
3 33 8 τοὺς δὲ λεπριῶντας ὄνυχας ἀποστήσεις τούτῳ· ἰξοῦ δρυΐνου, σανδαράκης, τήλεως ἀνὰ 𐆄 β , κανθαρίδων, θαψίας ἀνὰ 𐆄 α , ὄξους τὸ αὔταρκες.
3 33 9 ποιεῖ δὲ πρὸς τοὺς αὐτοὺς τρὺξ ξηρὰ μετὰ κηρωτῆς ἐπιτιθεμένη, ἢ σύκων σὰρξ κοπεῖσα χωρὶς τῶν κεγχραμίδων· ἢ προϋποχρίσας πίσσῃ τὸν ὄνυχα θείῳ καὶ σανδαράκῃ λείοις ἴσοις κατάπλασσε.
3 33 10 χρὴ δ’ ἐπιμελῶς περιξέειν τὸν ὄνυχα καὶ ὁμαλίζειν καὶ ἐπιδεῖν καὶ τοῖς πρὸς τὰς ἀποστάσεις τῶν ὀνύχων χρῆσθαι. Πρὸς τὰ ἐν τοῖς δακτύλοις πτερύγια.
3 34 1 Λιβανωτὸν λεῖον ἐπιτίθει καὶ ἐπίδει, ἢ ὄροβον λεῖον ὡσαύτως, ἢ λιβανωτοῦ ἀτόμου 𐅻 α , σανδαράκης τὸ διπλάσιον.
3 34 2 λεῖα ἐπιτίθει τῇ ῥίζῃ τοῦ ὄνυχος διασάσσων ἐπιμελῶς καὶ ἄνωθεν ἐπιτιθεὶς ξηρὰ τιλτά. τοῦτο ξηραίνει τὰ πτερύγια συντόμως.
3 34 3,4 — Ἄλλο ἀγαθὸν σφόδρα ποιοῦν καὶ πρὸς τὰ κακοηθευόμεν α .
3 34 4 (2) [5] κηκῖδος καὶ σιδίων ῥοιᾶς ὀξείας καὶ λεπίδος χαλκοῦ ἐρυθροῦ καὶ ἰσχάδων κεκαυμένων τὸ ἴσον τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ ἐγχριστοῦ πάχος ποιήσας μοτοὺς ἐγχρίων ἐπιτίθει δὶς θεραπεύων τῆς ἡμέρας καὶ ἐπιδέων, μὴ λιπαίνων μηδὲ βρέχων τοὺς τόπους· ἐὰν δ’ ὑγρὸν ᾖ, σπόγγιζε ἀποβρέχων ἐν οἴνῳ. Περὶ τῶν ἐν τοῖς ἄρθροις ἑλκῶν.
3 35 1 Τὰ ἄρθρα ξηρότερα τῶν σαρκωδῶν ἐστι μορίων· διόπερ ἑλκωθέντα ξηροτέρων χρῄζει φαρμάκων.
3 35 2 καλῶς γοῦν ὁ τοῦ Πολυείδου τροχίσκος ποιεῖ μετ’ οἴνου τριβόμενος ἕως γλοιώδους συστάσεως καὶ τὰ ὁμοίως τούτοις ξηραίνοντα.
3 35 3 καὶ θαλάττῃ δὲ καὶ ἅλμῃ πολλάκις αἰονήσαντες αὐτὰ βέλτιον ἐθεασάμεθα διατιθέμενα.
3 35 4 χρηστέον οὖν ἐπὶ τῶν ἄρθρων καὶ τοῖς μᾶλλον οἴνου ξηραίνουσιν. Περὶ αἱμορραγιῶν.
3 36 1 Αἱμορραγίαις βοήθημά ἐστι τὸ ἐπιτήδειον σχῆμα τοῦ τετρωμένου μορίου· τοιοῦτον δ’ ἐστὶ τὸ ἀνάρροπον μετ’ ἀνωδυνίας· τὸ 〈γὰρ〉 κατάρροπον καὶ ὀδυνῶδες κινήσειεν ἂν καὶ τὰς οὐκ οὔσας.
3 36 2 ἐπὶ τῶν τετρωμένων οὖν καὶ αἱμορραγούντων ἐπίβαλε τὸν δάκτυλον εὐθὺς κατὰ τοῦ στομίου τοῦ αἱμορραγοῦντος ἀγγείου πρᾴως πιέζων καὶ ἀνωδύνως· θρόμβου γὰρ οὕτως ἐπιπαγέντος καὶ ἡ αἱμορραγία συστήσεται.
3 36 3 μὴ ἐπισχεθείσης δ’ αὐτῆς οὕτως, ἰσχαίμοις χρηστέον· κάλλιστα δ’ αὐτῶν τὰ ἐμπλαστικὰ μᾶλλον τῶν ἐσχαρούντων· ἀποπιπτούσης γὰρ ἐνίοτε τῆς ἐσχάρας, αἱμορραγῆσαι πάλιν κίνδυνος.
3 36 4 [10] ἄριστον δ’ ἐστὶ τὸ καὶ πρὸς τὰς ἐκ μηνίγγων αἱμορραγίας ποιοῦν· λιβανωτοῦ μέρος α , ἀλόης 𐅶 , τῷ λευκῷ τοῦ ὠοῦ φυρόμενα ὡς μελιτώδη σύστασιν ἔχειν, εἶτ’ ἀναλαμβανόμενα λαγῴαις θριξὶ ταῖς μαλακωτάταις καὶ τῷ ἕλκει παντὶ πλεῖστον ἐπιτιθέμενον· εἶτ’ ἐξ ὀθόνης ἐπιδεσμεῖν χρὴ τὰς μὲν πρώτας ἐπιβολὰς τέσσαρας ἢ πέντε κατ’ αὐτοῦ τοῦ αἱμορραγοῦντος ποιουμένων ἡμῶν, ἐντεῦθεν δ’ ἐπὶ τὴν ῥίζαν νεμομένων· λύειν δὲ διὰ τρίτης, καὶ εἰ μὲν ἀσφαλῶς ἔτι προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὖθις ἐν κύκλῳ περισχεῖν καὶ ὥσπερ ἐπιτείνειν τὸν ἐκ τῶν τριχῶν μοτὸν καὶ ἐπιδεῖν ὁμοίως· εἰ δ’ αὐτομάτως ὁ μοτὸς ἀποπτύοιτο, πιέζων ἠρέμα τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου, ὡς μηδὲν ἐπιρρυῆναι, πρᾴως τοῦτον ἀφαιρεῖν καὶ ἕτερον ἐπιβάλλειν καὶ χρῆσθαι τῷ τρόπῳ τούτῳ τῆς θεραπείας, ἄχρις ἂν ἐπιτραφῇ τῷ ἀγγείῳ σάρξ.
3 36 5 τὰ δὲ ποιοῦντα τὰς ἐσχάρας γυμνότερον ἐργάζεται τὸ μόριον ἢ κατὰ φύσιν εἶχε, τῆς ἐσχάρας ἀποπιπτούσης, καὶ πολλάκις αἱμορραγία δυσεπίσχετος ἠκολούθησεν ἐκπεσούσης αὐτῆς.
3 36 6 πλὴν ἔσθ’ ὅτε ἡ χρῆσις τῶν ἐσχαρωτικῶν ἀναγκαία γίνεται καθὰ καὶ τῶν διαπύρων καυτηριῶν, τῆς αἱμορραγίας ἐξ ἀναβρώσεως σηπεδονώδους συμπιπτούσης.
3 36 7 ἴσατις ἡ ἥμερος κατὰ τῶν αἱμορραγούντων ἐπιπλαττομένη καλῶς ἐπέχει· κηκῖδες καυθεῖσαι· δεῖ δ’ αὐτὰς διαπύρους δι’ ὄξους ἢ δι’ οἴνου σβεννύειν.
3 36 8 γύψον μιγνὺς ὠοῦ τῷ λευκῷ καὶ λεπτῷ καὶ ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσιζάνει τοῖς τοίχοις, ποιήσεις φάρμακον πρὸς αἱμορραγίας ἐπιτήδειον· ἀναλαμβάνειν δὲ χρὴ τοῦτο φυραθὲν λαγῴαις θριξὶν ἤ τινι τῶν ὁμοίως μαλακῶν.
3 36 9 πρὸς δὲ τὰς ἐκ στόματος γινομένας αἱμορραγίας ἢ θύμων ἢ φακῶν ἢ ἀκροχορδόνων ἢ αἱμορροΐδων πράσου φύλλα κόψας ἐπιτίθει ἢ ῥοῦν ἐρυθρὸν ἢ γίγαρτα ἢ ῥοιᾶς κυτίνους κόψας ἐπιτίθει ἢ σπόγγον καινὸν βάψας εἰς πίσσαν ὠμὴν κατάκαυσον καὶ λεάνας χρῶ.
3 36 10 χρήσιμον σφόδρα ἐστὶ τοῦτο.
3 36 11 διακλύσματα δὲ ποιεῖ πρὸς τὰς ἐκ στόματος γινομένας αἱμορραγίας ῥόδων ξηρῶν ἢ χλωρῶν ἀφέψημα ψυχρὸν ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ μυρσίνης φύλλων ἢ βάτων ἢ μήλων κυδωνίων ἢ ῥοῶν ἢ γιγάρτων ἢ φακῶν.
3 36 12 τοῖς δ’ αὐτοῖς τούτοις χρηστέον καὶ ἐγκαθίσμασι ψυχροῖς πρὸς τὰς καθ’ ἕδραν καὶ μήτραν.
3 36 13 [5] ἔστω δὲ καὶ ἡ δίαιτα τῶν αἱμορραγούντων στύφουσα καὶ παχύνουσα, οἵα ἐστὶ χόνδρος καὶ ἄλευρον καθαρὸν ἑφθὸν καὶ κοχλίαι καὶ τυρὸς ἁπαλὸς καὶ βολβοὶ κάτεφθοι καὶ ἰχθύες ὀπτοὶ καὶ φοίνικες καὶ οἶνος μέλας αὐστηρός, φακή, ἄλφιτα, ὠῶν λέκιθος, ἄπιοι, ἀχράδες, μῆλα κυδώνια, οὖα, μέσπιλα καὶ τὰ παραπλήσια.
3 36 14 πρὸς δὲ τὰς τῶν ῥινῶν αἱμορραγίας τὰ τῆς πλατάνου σφαιρία ξήραινε καὶ 〈ἐπί〉 τινος τριχίνου παρατρίβων τὸ σπέρμα ἀπόρριπτε, τὰ δὲ κνάφαλα ἀποτίθεσο εἰς ἀγγεῖον ὀστρακοῦν καινόν.
3 36 15 ἐπὶ δὲ τῆς χρήσεως ταῦτα 〈τὰ〉 ἐριώδη διὰ καλαμίσκου ἐμφύσα· τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύψῳ ἢ πηλῷ κεραμικῷ.
3 36 16 ποιεῖ δὲ πράσου χυλὸς ἐρίῳ εἰργασμένῳ ἢ μοτῷ ἀναλαμβανόμενος καὶ ἐντιθέμενος τοῖς μυκτῆρσι καὶ μάννα χυλῷ πράσου φυραθεῖσα καὶ ἐντιθεμένη.
3 36 17 [5] χρὴ δὲ καὶ ἐλαίας φύλλοις ἁπαλοῖς λείοις ἔξωθεν τὴν ῥῖνα καταπλάσσειν καὶ κώνειον ἐπὶ μαλακῆς τέφρας θυμιᾶν ἐπὶ τοὺς μυκτῆρας καὶ σπόγγοις ἢ ἐρίοις εἰς ὕδωρ ψυχρὸν ἀποβεβρεγμένοις ἐμφράττειν τοὺς πόρους ἑκατέρων τῶν ὠτίων καὶ σκέλη καὶ χεῖρας ἀποδεῖν καὶ μέτωπον καὶ κροτάφους ἀνακολλᾶν τοῖς πρὸς τὰ ῥεύματα τῶν ὀφθαλμῶν ποιοῦσιν.
3 36 18 [5] ἐὰν δέ τινες ὑπίωσι θρόμβοι μενούσης ἔτι τῆς αἱμορραγίας, τούτους μὲν ἐκμύσσεσθαι συνοίσει, ταχέως δὲ πάλιν χρῆσθαι τοῖς ἰσχαίμοις φαρμάκοις καὶ προσπιέζειν τὸν χόνδρον τοῦ μυκτῆρος ὑπ’ αὐτὸ τὸ ὀστοῦν τοῖς δυσὶ δακτύλοις τῆς χειρός, τῷ τε μεγάλῳ καὶ τῷ λιχανῷ, ποτίζεσθαι δὲ πρὸς τὰς εἰρημένας αἱμορραγίας, καὶ ἔτι πρὸς τὰς ἐκ τῶν ἐντέρων, πράσου χυλὸν ὡς κυάθους δύο· ἢ δάφνης ἁπαλὰ φύλλα τρίψας ἐν ὀξυκράτῳ πότιζε· ἢ λιβανωτοῦ καὶ δάφνης ἴσα λεάνας πρόσφερε· ἢ ἄλευρον καθαρὸν καὶ λιβανωτὸν καὶ κόμμι ἴσα τρίψας μεθ’ ὕδατος δίδου. Πρὸς οὐλὰς καὶ στίγματα καὶ μώλωπας.
3 37 1 Οὐλὰς μελαίνας αἴρει βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑψηθείσης ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, καλαμίνθη ἐν οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ.
3 37 2 τὰς δ’ ἐκ λειχήνων οὐλὰς καὶ τὰς ἄλλας ὁμόχρους ποιεῖ ὄνειον στέαρ καταχριόμενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγὸς ἢ βοὸς ἢ προβάτου καταχριόμενον, εἶθ’ ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς καταχριόμενος σὺν λιθαργύρῳ.
3 37 3 στίγματα δ’ ἐξαίρει βατράχιον καταπλασθὲν ἢ καππάρεως φύλλα ἢ ψιμύθιον σὺν ὄξει καταχριόμενον.
3 37 4 χρόνῳ δ’ αἴρει τοῦτο. μώλωπας δὲ ταχέως ὁμοχρόους ποιεῖ κρίθινον ἔλαιον ἐπαλειφόμενον συνεχῶς. Περὶ νευροτρώτων.
3 38 1 Νεῦρον τρωθὲν διὰ τὸ περιττὸν τῆς αἰσθήσεως ὀδυνᾶταί τε καὶ φλεγμαίνει μειζόνως ἢ τἄλλα.
3 38 2 δεῖ οὖν τὴν τοῦ δέρματος τρῶσιν διατηρεῖν ἀκόλλητον, ἵνα οἱ ἰχῶρες δι’ αὐτῆς ἐκρέοιεν, καὶ φάρμακα τῷ τραύματι προσάγεσθαι τὰ τήν τε ὀδύνην πραΰνοντα καὶ τὴν ἐκροὴν ἀναστομοῦντα.
3 38 3 τὸ μὲν οὖν θερμὸν ὕδωρ 〈τὸ〉 ταῖς ἄλλαις φλεγμοναῖς ἐπιτηδειότατον εἰδέναι χρὴ πολεμιώτατον εἶναι τούτοις, καὶ κάλλιον καταιονᾶν ἐλαίῳ λεπτομερεῖ μηδὲν ἔχοντι στύψεως.
3 38 4 τῶν δὲ φαρμάκων ἐπιτήδειός ἐστι ῥητίνη τερμινθίνη καθ’ ἑαυτὴν ἐπὶ παίδων, γυναικῶν καὶ ἁπαλοσάρκων, μετ’ εὐφορβίου δ’ ἐπὶ τῶν ἄλλων, καὶ πρόπολις δὲ καθ’ ἑαυτήν τε καὶ μεθ’ εὐφορβίου μαλαττομένη, κἄν ποτε σκληροτέρα τύχῃ, σύν τινι τῶν λεπτυνόντων ἐλαίων.
3 38 5 καὶ καταπλάσμασι δ’ ἄν τις ἐπὶ τῶν φλεγμαινόντων καὶ σηπομένων νεύρων χρήσαιτο, κρίθινον ἄλευρον ἢ κυάμινον ἢ ὀρόβινον ἑψήσας ἐν κονίᾳ στακτῇ ἢ ὀξυμέλιτι.
3 38 6 καὶ κηρωτῇ δὲ χρήσαιτο ἄν τις τοιαύτῃ· κηροῦ 𐆄 γ , εὐφορβίου 𐆄 α , περιστερᾶς κόπρον ἐπὶ τῶν σκληροτέρων σωμάτων, ἐλαίου 𐆄 η .
3 38 7 ἁρμόττει δὲ καὶ τὸ βασιλικὸν φάρμακον προσλαμβάνον νίτρου ἢ ἀσβέστου ἢ εὐφορβίου ἢ θείου ἀπύρου ἢ ἀγρίας περιστερᾶς κόπρου. εἰς λίτραν δὲ τοῦ τετραφαρμάκου 𐆄 α ἐμβαλεῖν τῶν εἰρημένων τινός· ποιεῖ γὰρ καλῶς πρὸς τοὺς νευροτρώτους, καὶ μάλιστα τοὺς νενυγμένους.
3 38 9 δύναιο δ’ ἂν καὶ κατ’ ἀγρὸν μηδενὸς εὐπορῶν πρόπολιν πρόσφατον καὶ λιπαρὰν ἐπιτιθέναι κατὰ τοῦ τραύματος, ἢ ζύμην 〈μόνην〉 τε καὶ μετὰ τῆς προπόλεως μίξας ἢ τιθυμάλλου ὀπὸν τῇ ζύμῃ μίξας.
3 38 10 τοῖς καταπλάσμασι δὲ τοῖς δι’ ὀξυμέλιτος ἢ στακτῆς κονίας καὶ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ κριθῶν ἢ πάλης ἀλφίτων οὐ μόνον ἐπὶ τῶν φλεγμαινόντων ἤδη, ἀλλὰ καὶ κατ’ ἀρχὰς εὐθέως κεχρῆσθαι δεῖ.
3 38 11 [5] εἰ δὲ μὴ νυγείη τὸ νεῦρον, ἀλλὰ σαφεῖ τῇ τομῇ τρωθείη, διαιρεθέντος καὶ τοῦ προκειμένου δέρματος, ὡς γυμνὸν φαίνεσθαι τὸ νεῦρον καὶ ὄρθιον, οὐκ ἐγκάρσιον διῃρημένον, τῶν προειρημένων δι’ εὐφορβίου καὶ τῶν οὕτω δριμέων οὐδενὶ χρήσῃ· γυμνὸν γὰρ ὂν τὸ νεῦρον οὐκ οἴσει τὴν δύναμιν αὐτῶν σφοδρὰν οὖσαν.
3 38 12 τίτανον οὖν παραλήψῃ πεπλυμένην πλεονάκις ἐν ὥρᾳ θερινῇ πλείονι τῷ ἐλαίῳ δευομένην.
3 38 13 καλὸν δὲ καὶ τὸ διὰ πομφόλυγος καὶ τὸ διὰ μέλιτος ἐν ῥοδίνῳ πλείονι τακέν.
3 38 14 δεῖ δὲ μηδὲν τῆς τρώσεως ψαύειν· αἰσθητικὸν γάρ ἐστι τὸ νεῦρον καὶ τῇ κράσει ψυχρὸν καὶ συνεχὲς τῇ κυριωτάτῃ τῶν ἀρχῶν.
3 38 15 ἀλλ’ οὐδ’ ἐλαίῳ καταιονᾶν προσήκει τὸ τοιοῦτον ἕλκος (ῥυποῦται γάρ)· ἀποπλύνειν οὖν μόνον τοὺς ἰχῶρας δεῖ, μαλακὸν ἔριον ὑπαλείπτρῳ περιελίσσοντας.
3 38 16 πάντων δὲ κατὰ γνώμην προχωρούντων, ἀκίνδυνον γλυκεῖ διαβρέχειν.
3 38 17 μετὰ δὲ τὸ σκεπασθῆναι τὸ γεγυμνωμένον νεῦρον τοῖς μοτοῖς ἔξωθεν περιβάλλειν δεῖ τινι τῶν πρὸς τὰς στενὰς τρώσεις ποιούντων, ἢ τῷ δι’ εὐφορβίου ἢ τῷ διὰ τῆς κόπρου τῶν περιστερῶν συμπεριλαμβάνοντα πολὺ καὶ τῶν ὑγιεινῶν μερῶν.
3 38 18 τῆς τρώσεως δ’ ἐγκαρσίας γενομένης, ὁ μὲν κίνδυνος τοῦ σπασθῆναι μείζων, τὰ δὲ τῆς θεραπείας καὶ ἐπὶ ταύτης ὅμοια.
3 38 19 δίαιτα δὲ παραλαμβανέσθω λεπτοτέρα καὶ ἡσυχία καὶ στρωμνὴ μαλακή· θερμῷ ἐλαίῳ πίονι χρῆσθαι κατὰ μασχαλῶν καὶ κεφαλῆς καὶ τραχήλου· τῆς τρώσεως δ’ ἐν σκέλει γενομένης τοὺς βουβῶνας μάλιστα πολλῷ τέγγειν τῷ ἐλαίῳ μέχρι τῆς ῥάχεως καὶ κεφαλῆς καὶ τραχήλου· θλάσεως δὲ γενομένης τῶν νεύρων, 〈ἐὰν μὲν ἅμα τῷ δέρματι θλασθέντι καὶ ἕλκωσις γένηται τὸ διὰ τῶν κυαμίνων ἀλεύρων,〉 καὶ ὀξυμέλιτος ἐπιτήδειον κατάπλασμα· τῇ θλάσει δ’ ὀδύνης συνούσης, πίττης ὑγρᾶς μιγνύειν· ἐὰν δὲ χωρὶς τοῦ θλασθῆναι τὸ δέρμα γένηται, διαφορητικῷ καταντλεῖν ἐλαίῳ θερμῷ συνεχῶς.
3 38 21 τοῦ νεύρου δ’ ὅλου διακοπέντος, κίνδυνος μὲν οὐδεὶς ἕψεται, τὸ μόριον δ’ ἀνάπηρον γενήσεται· θεραπεία δ’ ὁμοία παραληφθήσεται τοῖς ἄλλοις ἕλκεσιν. Τηκτὸν φάρμακον πρὸς νυγέντα νεῦρα· ποιεῖ δὲ καὶ πρὸς λυσσοδήκτους· Ὄξους ξ̸ α , πίσσης λιπαρᾶς 𐆃 α , ὀποπάνακος 𐆄 γ · τὸν οὖν ὀποπάνακα λύσας ὄξει ἐπὶ πλεῖον λείου, καὶ τὴν πίσσαν τήξας καὶ μίξας ἕψε.
3 39 2 τοῦτο τὸ φάρμακον τοῖς νενυγμένοις νεύροις ἐπιτήδειόν ἐστιν οὐ συγχωροῦν μῦσαι τὸ στόμιον τοῦ νύγματος, ὥσπερ οὐδὲ τῶν λυσσοδήκτων συνουλωθῆναι τὸ ἕλκος· ποιεῖ δ’ ἐπὶ μόνων τῶν σκληρῶν σωμάτων.
3 39 3 εἰ δ’ ἐπὶ παιδίου νυγέντος ἢ γυναικὸς ἢ ἁπαλοσάρκου χρήσασθαι βουληθείης αὐτῷ, ἔνεστί σοι τήκειν αὐτὸ διά τινος τῶν διαφορούντων, ἀμαρακίνου, ὀποβαλσάμου ἢ ἐλαίου παλαιοῦ. Πρὸς κεχαλασμένα ἄρθρα.
3 40 1 Ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος ἢ βάτου ἢ μυρσίνης ἢ σιδίων ἢ σχίνου ἢ πτελέας τῶν ῥιζῶν τοῦ φλοιοῦ ἀφέψημα ἢ σίδια καταπλασθέντα ἢ μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσίνῃ ἐπιτιθέμενα. Περὶ φλεγμονῆς.
3 41 1 [5] Ἡ μὲν ἀρχὴ τῆς φλεγμονῆς ἐστι καθ’ ὃν χρόνον πληροῦται τὸ μόριον αἱματώδους οὐσίας· ἡ δ’ αὔξησις ἡνίκα ἂν τὸ μὲν ἐπιρρέον παύσηται, τὸ 〈δ’〉 ἐν τῷ μορίῳ περιεχόμενον ἀρχὴν λάβῃ τοῦ σήπεσθαι, καὶ θέρμη παρὰ φύσιν καὶ χύσις καὶ πνεῦμα γένηται καὶ τάσις τοῦ μορίου πλείων ἢ πρόσθεν· ἡ δ’ ἀκμὴ τοῦ πύου μὲν ἤδη συνισταμένου, μεγίστων δὲ γινομένων τῶν πόνων· παρακμὴ δ’ ἡνίκα διαφορούμενον τὸ ῥεῦμα τόν τε ὄγκον καὶ τὴν τάσιν ἐλαττώσῃ.
3 41 2 κατὰ μὲν 〈οὖν〉 τὰς ἀρχὰς τῇ ἀποκρουστικῇ χρησόμεθα δυνάμει καθ’ αὑτήν· ἐν δὲ ταῖς 〈αὐξήσεσι ταύτην μὲν ἐλαττοῦν, προστιθέναι δέ τι τοῖς διαφορητικοῖς· ἐν δὲ ταῖσ〉 ἀκμαῖς ἴσαις χρῆσθαι ταῖς δυνάμεσι, τῇ τε ἀποκρουστικῇ καὶ τῇ διαφορητικῇ.
3 41 3 ὀδύνης δ’ οὔσης σφοδρᾶς, χρεία τῆς παρηγορητικῆς δυνάμεως.
3 41 4 ἐν δὲ ταῖς παρακμαῖς τῇ διαφορητικῇ μόνῃ χρήσασθαι δεῖ μηδενὸς στύφοντος παραπλεκομένου.
3 41 5 ἑλξίνη πρὸς πάσας φλεγμονὰς ἁρμόττει ἐν ἀρχῇ τε καὶ ἀναβάσει· γλαύκιον ὁμοίως.
3 41 6 ἀτράφαξυς καὶ μαλάχη ταῖς μὲν ἀρχομέναις καὶ αὐξανομέναις καὶ οἷον ζεούσαις αἱ κηπευόμεναι, ταῖς δὲ παρακμαζούσαις καὶ σκληρυνομέναις καὶ ἀποψυχομέναις αἱ ἄγριαι συμφορώτεραι.
3 41 7 θρίδαξ καὶ κολοκύντη πρὸς τὰς 〈θερμὰς ἐπιπλαττόμεναι ποιοῦσι, καὶ ἀείζῳον πρὸς τὰσ〉 ἐκ ῥεύματος φλεγμονάς, καὶ τρίβολοι ἀμφότεραι· ὁμοίως κράμβη πρὸς τὰς σκληρυνομένας. Περὶ ῥευματικῆς διαθέσεως.
3 42 1 Ἐπειδὰν ἐξαίφνης φλεγμαίνῃ τι μόριον ἄνευ τοῦ προηγήσασθαι φανερὰν αἰτίαν, τὸ μὲν ποιῆσαν τὸ πάθος ῥεῦμα καλεῖται, ῥευματικὴ δὲ διάθεσις τὸ πάθος, καὶ χρὴ μάλιστα τῶν τοιούτων φλεγμονῶν τὰς ἀρχὰς τῶν ἰάσεων εἶναι χρηστάς.
3 42 2 [5] κενοῦν τοίνυν χρὴ πᾶν τὸ σῶμα ταῖς ἐνδεχομέναις κενώσεσιν, αὐτὸ δὲ τὸ φλεγμαῖνον ἐπιβρέχειν τε καὶ καταπλάττειν μὴ τοῖς θερμαίνουσι καὶ ὑγραίνουσιν, ἀλλὰ τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρέον δυναμένοις, τὸ δ’ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι κενοῦν, τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς πεπονθόσι μορίοις.
3 42 3 καταπλάττειν οὖν τῷ δι’ ἀειζῴου καὶ λεμμάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ καὶ ῥοῦ 〈καὶ〉 ἀλφίτων συγκειμένῳ.
3 42 4 [5] ὀδύνης μὲν οὖν σφοδρᾶς οὐκ οὔσης, τούτῳ τε καὶ τοῖς τοιούτοις χρηστέον· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ μορίου ῥευματισθέντος, μηδ’ οὕτως μὲν ὕδωρ θερμὸν ἢ ἔλαιον προσφέρειν ἢ τὰ διὰ τῶν ἀλεύρων καταπλάσματα (πολέμια γὰρ ταῦτα πάντα ταῖς ῥευματικαῖς διαθέσεσιν), παραμυθεῖσθαι δὲ τὸ σφοδρὸν τῆς ὀδύνης τῷ διὰ γλυκέος καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐρίοις ῥυπαροῖς ὕσσωπον πολὺν ἔχουσιν ἀναλαμβάνοντα, καὶ προσφέροντα θέρους μὲν ψυχρά, χειμῶνος δὲ χλιαρά, περιλαμβάνοντα καὶ τοὺς ἀνωτέρω τόπους τῶν πεπονθότων χωρίων σπόγγῳ βραχέντι ἢ οἴνῳ αὐστηρῷ ἢ ὀξυκράτῳ ψυχρῷ.
3 42 5 παραλλαγῆς δ’ ἐπὶ τούτοις γενομένης καὶ πύου μὴ ὑποπίπτοντος, τῷ διὰ χαλκίτεως ἐμπλαστῷ φαρμάκῳ θεραπεύειν ἤ τινι τῶν ὁμοίων τῶν πρὸς τὰ ῥεύματα ποιούντων, καθαρὸν δ’ ἔριον οἴνῳ βεβρεγμένον αὐστηρῷ ἔξωθεν ἐπιβάλλειν τοῦ φαρμάκου.
3 42 6 τούτῳ μὲν οὖν ἰᾶσθαι τῷ τρόπῳ τὰς ἐπὶ ῥεύμασι φλεγμονάς· τὰς δ’ ἐπί τινι προσφάτῳ συνισταμένας ὑγραίνων καὶ θερμαίνων οὐ βλάψεις.
3 42 7 εἰς ἐκπύησιν δ’ αὐτὰς ἄγειν βουλόμενος καὶ ἀλεύρῳ πυρίνῳ καταπλάσεις ἑψῶν ἐν ὑδρελαίῳ.
3 42 8 κἄν ποτε χρεία γένηται ἀποσχάζειν αὐτάς, ἀδεῶς τοῦτο ποιήσεις· τὰς δ’ ἐπὶ ῥεύμασι φλεγμονὰς ἀποσχάσας, καὶ μάλιστα ἐν ἀρχαῖς, αἴτιος κακοῦ τινος μεγάλου γενήσῃ τῷ ἔχοντι. Περὶ ἀποστημάτων.
3 43 1 Ἐπὶ τῶν ἀποστημάτων ἐὰν δυνατόν σοι φαίνηται τὸ κωλυθῆναι τὴν ἐκπύησιν, ἄρτον ἑψήσας ἐν ὑδρελαίῳ κατάπλασσε 〈ἢ〉 κρίθινον ἄλευρον παραπλησίως σκευαζόμενον· καταντλείσθω δ’ ὕδατι τὸ μόριον ἀλθαίας ῥίζης ἐνεψηθείσης.
3 43 2 [5] ὅταν δὲ δυσεκπύητος ᾖ καὶ δυσδιαφόρητος 〈ὁ〉 ὄγκος, τῷ διὰ τῶν ἰσχάδων καταπλάσματι χρήσῃ· δεῖ δὲ γλυκείας καὶ λιπαρὰς ἑψῶντας κατατήκειν ἐν ὕδατι καὶ ποιεῖν ὅμοιον τὸ ὕδωρ μέλιτι λεπτῷ καὶ ποτὲ μὲν κρίθινον ἄλευρον μιγνύειν αὐτῷ, ποτὲ δ’ ἄρτον αὐτόπυρον, καὶ εἰ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐνδεέστερον δέ, δεῖ ταῖς ἰσχάσι συνεψεῖν ὕσσωπον ἢ ὀρίγανον· εἰ δ’ ἐπιτεῖναι βουληθείης μᾶλλον, ἅλας ἐπέμβαλε τῷ ἀφεψήματι.
3 43 3 προσέχειν δ’ ἀκριβῶς, μὴ διὰ τὸ ξηραίνεσθαι σφοδρότερον σκιρρῶδες γίνηται τὸ μόριον, κἄν ποτέ τι τοιοῦτον θεάσῃ, συναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ ἀλθαίας ἢ βρυωνίας.
3 43 4 ἰσχυρότερον δὲ τούτων ἡ δρακοντίου καὶ διαφορητικώτερόν ἐστιν.
3 43 5 ἐνίοτε μὲν 〈οὖν〉 τοῦτο μόνον ἐνέψεις· ἐνίοτε δὲ καὶ ἰσχάδων ἐπεμβάλλεις καὶ τὸ ἄλευρον ἀναμιγνύεις ἅμα στέατι.
3 43 6 διαφορεῖ δὲ καὶ ἀδίαντον ἀποστήματα, καὶ ἀνήθινον ἔλαιον διαφορητικόν ἐστι καὶ πεπτικὸν ὠμῶν χυμῶν καὶ ἀπέπτων ὄγκων.
3 43 7 πίττα συμπέττει τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐμβαλλομένη τοῖς καταπλάσμασι, καὶ μᾶλλον ἡ ὑγρά.
3 43 8 — Φάρμακον σύνθετον τὰ μὲν ἤδη πεπεμμένα τῶν ἀποστημάτων ἀπόνως ἐξιποῦν ὡς πολλάκις εὑρίσκεσθαι ἐπὶ τοῦ σπληνίου πύον (τὰ δὲ 〈μὴ〉 πεπεμμένα εἰς τέλος διαφορεῖ)· λίθου πυρίτου 𐅻 ιβ , ἀμμωνιακοῦ λείου ἴσον, κυαμίνου ἀλεύρου 𐅻 ϛ .
3 43 9 ἀναλάμβανε ῥητίνῃ ὑγρᾷ καὶ εἰς δέρμα ἐπιπλάσας ἐπιτίθει· τὸ δὲ σπληνίον μὴ ἀφαίρει, μέχρις ἂν αὐτόματον ἀποπέσῃ.
3 43 10 δεῖ δὲ μὴ πρὸ πολλοῦ παρασκευάζειν τὸ φάρμακον· ξηραίνεται γὰρ ταχέως. Πρὸς χοιράδας καὶ φύματα.
3 44 1 Θέρμων πικρῶν ἄλευρον οὐ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα θεραπεύει· ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ. ἰατρὸς δέ τις ἐπὶ σκληρῶν σωμάτων ἐχρῆτο βοείᾳ κόπρῳ σὺν ὄξει πρὸς χοιράδας καὶ τοὺς σκιρρώδεις ὄγκους ἅπαντας καταπλάττων.
3 44 3 διαφορεῖ δὲ καταπλασσόμενα λεῖα ἀδίαντον, ἀτράφαξυς, ἑλξίνη, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθέν, ἰξὸς σὺν ῥητίνῃ καὶ κηρωτῇ, ἰτέας φύλλα σὺν κηρωτῇ.
3 44 4 ῥήσσει δὲ φύματα πρόπολις, θέρμοι πικροὶ μετ’ ὄξους καταπλασθέντες, σικύου ἀγρίου ἡ ῥίζα ἀναληφθεῖσα τερεβινθίνῃ, ῥίζα καππάρεως ὁμοίως, νίτρον μετὰ ζύμης καὶ σύκων.
3 44 5 τὰς δ’ ἐντὸς ἀποστάσεις ῥήσσει θάλασσα μετὰ μελικράτου ποθεῖσα.
3 44 6 χοιράδας δὲ διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναληφθεῖσα ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ, αἴρινον ἄλευρον μετὰ περιστερᾶς κόπρου καὶ λινοσπέρμου ἐν οἴνῳ ἑψηθέν, ὄλυνθοι ἄγριοι καὶ ἥμεροι ἑφθοὶ λεῖοι καταπλασσόμενοι, καὶ πᾶσαν συστροφὴν διαφοροῦσιν. Πρὸς σύριγγας.
3 45 1 Σπονδυλίου ἡ ῥίζα περιξεομένη καὶ ἐντιθεμένη συρίγγων τύλους ἀφαιρεῖ.
3 45 2 καὶ ἐλλέβορος μέλας ἐντιθέμενος ἐν δύο καὶ τρισὶν ἡμέραις ἀφίστησι τὸν τύλον.
3 45 3 ἐκτήκει δὲ καὶ ἰοῦ 𐅻 ιβ , ἀμμωνιακοῦ 𐅻 β · κολλύρια ποιήσας ἐντίθει ταῖς σύριγξι μετ’ ὄξους ἢ ὕδατος· ἀμόργη ἑψομένη καὶ ἐγκλυζομένη, σῶρι ὠμὸν ἢ κεκαυμένον μετ’ ὀλίγου κράματος καὶ μέλιτος ἐγκλυζόμενον.
3 45 4 καὶ σαρκοῖ ὀμφάκιον ἐγκλυζόμενον. Περὶ βουβώνων.
3 46 1 [10] Ὅταν βουβῶνες ἐπαναστῶσιν, εἰ μὲν πληθωρικὸν εἴη καὶ κακόχυμον πᾶν τὸ σῶμα, δύσκολος ἡ θεραπεία· παραληπτέον δ’ ὅμως τὴν ἐπὶ τῶν ῥευματικῶν διαθέσεων εἰρημένην θεραπείαν· εἰ δ’ ὑγιεινὸν ἀκριβῶς, εὔκολος· θερμαίνειν γὰρ χρὴ καὶ ὑγραίνειν ὅλον τὸ σκέλος, ἵνα ἀνώδυνον γένηται, καὶ ἐπιτιθέναι τῷ μὲν ἕλκει τῆς τετραφαρμάκου θερμῆς ἐν μοτῷ λυομένης ῥοδίνῳ ἤ τινι τῶν χαλαστικῶν ἐλαίων, περιελίττειν δ’ ἐν ὅλῳ τῷ κώλῳ πίλημα ἐλαίῳ θερμῷ βεβρεγμένον ἔξωθέν τε καταπλάττειν τὸ ἕλκος καταπλάσματι θερμῷ ἐξ ἀλεύρου πυρίνου ἢ κριθίνου ἢ ἐξ ἀμφοτέρων σὺν ἐλαίῳ βραχεῖ, τὸν δ’ ἀδένα τὸν φλεγμαίνειν ἠργμένον παρηγορεῖν κατ’ ἀρχὰς ἔριον ἐπιτιθέντας διαβραχὲν ἐλαίῳ θερμῷ, μὴ μεθ’ ἁλῶν, ὥς τινες ποιοῦσιν· ὕστερον γὰρ τούτοις χρησόμεθα, τοῦ πεπληγότος κώλου παρηγορηθέντος καὶ ἀνωδύνου γενομένου τοῦ ἕλκους.
3 46 2 [5] ἐπὶ τούτοις μὲν 〈οὖν〉 ὡς τὸ πολὺ τῶν ἀδένων ἡ φλεγμονὴ λύεται· πολλάκις δὲ καὶ μείζων γίνεται καὶ ἐκπυΐσκεται. ὅταν οὖν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται, τῶν μὲν παρηγορητικῶν φαρμάκων ἀφίστασθαι, χρῆσθαι δὲ τοῖς διαφορητικοῖς, κατὰ βραχὺ μεταβαίνοντα τῶν διαφορούντων εἰς τὰ ταῖς συστάσεσιν ὑγρὰ ὅσα τοῖς ἐμμότοις ἐστὶν ὅμοια κηρωτοειδῆ· φεύγειν γὰρ ἐπὶ τούτων δεῖ τὰς σκληρὰς ἐμπλάστρους· συντείνουσι γὰρ τὰ μόρια καὶ αὖθις φλεγμαίνειν ἀναγκάζουσιν.
3 46 4 κἂν ἱκανὸν δ’ ᾖ τὸ πύον κατὰ τὸ διαπυῆσαν μόριον, οὐ χρὴ διαιρεῖν εὐθύς, ὥς τινες ποιοῦσιν, ἀλλ’ ἐπιχειρεῖν διαφορεῖν φαρμάκοις.
3 46 5 διαφορεῖ δὲ πάτος ταχέως τὸν ὄγκον κατὰ τῶν βουβώνων ἐπιτιθέμενος.
3 46 6 τοὺς μὲν οὖν ἐπὶ προσκόμμασι καὶ ἑλκυδρίοις βουβῶνας καὶ πυρετοὺς ἀκινδύνους νομιστέον, κακοὺς δὲ τοὺς ἄλλους, καὶ μάλιστα τοὺς ἐπὶ πυρετοῖς γινομένους. Περὶ ἐρυσιπελάτων.
3 47 1 Παχὺς καὶ δριμὺς χυμὸς ἐπιρρεύσας ἀπεργάζεται τὸ ἐρυσίπελας, ποτὲ μὲν χωρὶς ἕλκους, ποτὲ δὲ μεθ’ ἕλκους.
3 47 2 θεραπεύειν οὖν αὐτὸ χολαγωγῷ πρότερον χρωμένους καθαρτηρίῳ, εἶθ’ οὕτως ἀποκρουομένους τὸ ἐπιρρέον διὰ τῶν ψυχόντων.
3 47 3 δεῖ δὲ μεταβαίνειν ἀπὸ τῶν ψυχόντων ἐπὶ τὰ διαφοροῦντα πρὶν πελιδνὸν ἢ καὶ μέλαν γενέσθαι τὸ μόριον.
3 47 4 χρῄζει δὲ τὰ ἐρυσιπέλατα ψυχόντων μεθ’ ὑγρότητος ἄνευ στύψεως, οἷόν ἐστιν ἀείζῳον καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς καὶ κοτυληδὼν στρύχνον τε καὶ ὑοσκύαμος καὶ θριδακίνη καὶ τεῦτλον καὶ γλαύκιον αἵ τε δι’ ὕδατος πάνυ ψυχροῦ κηρωταί.
3 47 5 μίγνυται δὲ καὶ ὀποῦ τι τούτοις καὶ χυλοῦ μήκωνος καὶ κωνείου καὶ μανδραγόρου, καὶ γίνεται σύνθετα φάρμακα. Ψύχουσα κηρωτή.
3 48 1 Τήξαντας ἐλαίῳ κηρὸν ὡς ἔνι μάλιστα καθαρόν, ποιεῖν χρὴ κηρωτὴν ὑγρὰν καὶ ψύξαντας ἐν θυίᾳ μαλάττειν ταῖς χερσίν, ὕδωρ ψυχρὸν παραχέοντας, ὅσον ἂν ἡ κηρωτὴ καταδέξασθαι δύνηται.
3 48 2 κάλλιον δ’ εἶναι τὸ ῥόδινον ἐξ ὀμφακίνου χωρὶς ἁλῶν, καὶ τριπλάσιον ἢ τετραπλάσιον εἶναι τοῦ κηροῦ τὸ ῥόδινον.
3 48 3 εἰ δὲ καὶ ὄξους βραχύ τι μῖξαι βουληθείης λεπτοῦ καὶ διαυγοῦς, ἔτι καὶ μᾶλλον ὑγρὸν καὶ ψυχρὸν ἀποτελέσεις τὸ φάρμακον.
3 48 4 τοῦτο δ’ ἐπιτήδειόν ἐστιν οὐ μόνον τοῖς ἐρυσιπέλασιν, ἀλλὰ καὶ τοῖς ἑκτικοῖς πυρετοῖς καὶ φλεγμοναῖς ταῖς ἐν αἰδοίοις κατ’ ἀρχὰς πρὶν νομώδη τινὰ διάθεσιν συστῆναι.
3 48 5 καὶ ψύχουσαι δὲ πόαι μετ’ ἀλφίτων λεπτῶν ἐμψύχουσιν ἱκανῶς, καὶ φοίνικες λιπαροὶ τοῦ ὑμενοειδοῦς αὐτῶν ἐξαιρεθέντος δι’ ἑψήσεως τακεροὶ γενηθέντες, εἶτα λειωθέντες καὶ ἐπιτεθέντες· ξηρότεροι δ’ εἰ φανεῖεν κατὰ τὴν σύστασιν, τῆς προειρημένης κηρωτῆς μίξεις.
3 48 6 [5] παυσαμένης δὲ τῆς φλεγμονῆς πρὶν πελιδνὸν 〈γενέσθαι τὸ μόριον, καταπλάττειν δι’ ὠμῆς λύσεως· εἰ δὲ καὶ φθάσειε γενέσθαι πελιδνόν〉, ἀποσχάζοντα καταπλάττειν οὕτως, καταντλεῖν δὲ δι’ ὕδατος θερμοῦ γλυκέος, ἐνίοτε δὲ θαλάττῃ ἢ ἅλμῃ, καί ποτε καὶ τῷ καταπλάσματι μιγνύναι τούτων. Περὶ ἕρπητος.
3 49 1 [5] Δριμύς ἐστι χυμὸς ὁ καὶ τὸν ἕρπητα ποιῶν, ἀλλ’ ἐὰν μὲν ἄμικτος ἡ χολὴ συρρέουσα τύχῃ, τῇ σφοδρᾷ δριμύτητι τὸν ἐσθιόμενον ἕρπητα συνίστησι μετ’ ἀναβρώσεως τὸ συνεχὲς τοῦ δέρματος ἐπιλαμβάνουσα (διὸ καὶ ἕρπης ὠνομάσθη τὸ πάθος)· ἐὰν δὲ φλέγματι συμμιγῇ, τὸν ἕτερον ἕρπητα τὸν ὀνομαζόμενον κεγχρίαν ἀποτελεῖ, κέγχροις ὁμοίας ἐξοχὰς κατὰ τὸ δέρμα ποιοῦντα.
3 49 2 ὁ μὲν οὖν καθαίρων πᾶν τὸ σῶμα πρότερον, εἶθ’ ἑξῆς προσάγων τὰ ἀποκρουστικὰ τοῖς πεπονθόσι μορίοις, οὗτος ἰάσεται τὸν ἕρπητα προσηκόντως· ὁ δ’ εὐθὺς τοῖς ἐπουλοῦσι τὴν ἡλκωμένην ἐπιδερμίδα χρώμενος ταύτην μὲν ἰᾶται, τὴν δ’ ἐφεξῆς οὐ κωλύσει διάθεσιν ἔχειν ὁμοίαν τῇ προτέρᾳ.
3 49 3 κενώσομεν οὖν τὸ σῶμα πᾶν τοῖς ἐρυσιπέλασιν ὁμοίως, τοῖς δὲ πεπονθόσι τόποις οὐ τὰ αὐτὰ προσάξομεν· ψύχεσθαι μὲν γὰρ δέονται παραπλησίως τοῖς ἐρυσιπέλασιν, οὐκέτι δὲ καὶ ὑγραίνεσθαι φέρουσιν.
3 49 4 [5] κατάλληλα δ’ αὐτοῖς τὰ ψύχοντα καὶ ξηραίνοντα· μήτε οὖν θριδακίνην προσαγέτω τις μήτε φακὸν τὸν ἐπὶ τῶν τελμάτων ὡς ψυχόντων καὶ ὑγραινόντων, ἀλλὰ κατ’ ἀρχὰς μὲν ἕλικας ἀμπέλων καὶ βάτων καὶ ἀρνογλώσσου καταπλάττειν, ὕστερον δὲ φακὴν τούτοις μιγνύειν καί ποτε καὶ μέλιτος καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς κατάπλασμα χωρὶς τοῦ ἀειζῴου· τὰ δ’ ἡλκωμένα τοῖς φαρμάκοις ἐπιχρίειν τοῖς πρὸς ἕρπητας ποιοῦσι τροχίσκοις λυομένοις γλυκεῖ ἢ οἴνῳ λεπτῷ καὶ αὐστηρῷ μὴ παλαιῷ ἢ ὀξυκράτῳ ὑδαρεῖ.
3 49 5 χρονίων δ’ ὄντων τῶν τοιούτων ἤδη ἑλκῶν, ἐπιτήδειος ὅ τε τοῦ Μούσα καὶ ὁ τοῦ Ἄνδρωνος τροχίσκος.
3 49 6 τὰ ἐπιπολῆς δὲ μόνον ἑλκώσαντος τοῦ ἕρπητος, εἰ μὴ πάνυ χρόνιος τυγχάνει, μὴ καταχρίειν μηδενὶ τούτων (ἰσχυροτέρα γάρ ἐστι καὶ ξηραίνει πλέον ἢ δεῖ), προσφέρειν δὲ τοῖς τοιούτοις ἕρπησι γλαύκιόν τε καὶ τὰ τούτῳ παραπλήσια, μάλιστα μὲν ἀνιέντας ὕδατι· μηδὲν δ’ ἀνύοντος, ὄξους παραπλέκειν.
3 49 7 καὶ χυλῷ δ’ ἀρνογλώσσου 〈ἢ〉 στρύχνου διεὶς ὀνήσεις οὐ μικρῶς.
3 49 8 λίνου σπέρμα φώξας καὶ ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας καὶ λεάνας ἐπιτίθει· ἢ γῆν Κιμωλίαν στρύχνου χυλῷ διεὶς κατάχριε· ἢ λιθαργύρου 𐅻 δ καὶ πράσου χυλοῦ 𐆂 ο 𐅶 καὶ τεύτλου χυλοῦ τὸ ἴσον κατάχριε λεάνας.
3 50 t Περὶ σκίρρων. Σκληρὸς οὕτως ἐστὶν ὥσπερ ὀστοῦν· ἔστι δὲ καὶ ἀναίσθητος, καὶ ὅ γε τοιοῦτος ἀνίατος παντάπασιν· ὁ δ’ ἔχων κἂν ἀμυδρὰν γοῦν αἴσθησιν ὑπὸ τῶν διαφορούντων θεραπευθήσεται φαρμάκων.
3 50 2 [5] ἀλλὰ τὰ διαφοροῦντα καὶ ἀθρόως κενοῦντα χωρὶς τοῦ μαλάττειν ἐν μὲν ταῖς πρώταις ὀλίγαις ἡμέραις ἐλαττοῦν δοκεῖ τὸν ὄγκον· τὸ δ’ ὑπόλοιπον τῆς διαθέσεως ἀνίατον καθίσταται, παντὸς τοῦ λεπτομεροῦς διαφορηθέντος· διὰ τοῦτο ἐπιτηδειότερα τῶν φαρμάκων ἐστὶν ὅσα μετὰ τοῦ μαλάττειν καὶ διαφορεῖν πέφυκεν.
3 50 3 μαλακτικὰ μὲν οὖν ἐστιν ἐλάφειον στέαρ καὶ μυελὸς καὶ ταύρειον καὶ τράγειον καὶ ἄρκειον, ἀμμωνιακόν τε καὶ βδέλλιον καὶ στύραξ, καὶ τούτοις χρησάμενοι μετὰ τὸ λυθῆναι τὴν σκληρότητα διαφορητικὰ προσάξομεν, ὁποῖά ἐστι τῆλις καὶ αἰγεία κόπρος σὺν ὀξυκράτῳ.
3 50 4 συντίθεται δὲ φάρμακα παρὰ τῶν ἰατρῶν πρὸς ἀμφοτέρους 〈τοὺσ〉 σκοποὺς ἁρμόττοντα, τόν τε τῆς τοῦ σκίρρου διαλύσεως καὶ τὸν τῆς διαφορήσεως. Περὶ οἰδημάτων.
3 51 1 Ῥεῦμα φλεγματῶδες τὸ οἴδημα γεννᾷ, χαῦνον ὄγκον καὶ εἴκοντα καὶ βοθρούμενον καὶ τὰς ἐκπιέσεις τῶν δακτύλων· ἔστι δὲ καὶ ἀνώδυνος.
3 51 2 ἰᾶσθαι δ’ αὐτὸν χρὴ σπόγγον ὀξυκράτῳ βρέχοντα καὶ ἐπιτιθέναι μετ’ ἐπιδέσεως ἠρέμα σφιγγούσης ἐκ τῶν κάτω μὲν ἀρχομένης μερῶν, τελευτώσ〈ης δ’〉 εἰς τὰ ἄνω.
3 51 3 καινὸν δ’ εἶναι χρὴ τὸν σπόγγον, κἂν μὴ παρῇ τοιοῦτος, ἐκκαθαίρειν τὸν παρόντα νίτρῳ, καὶ μᾶλλον τῇ καλουμένῃ στακτῇ κονίᾳ· μὴ καθισταμένου δ’ ἐπὶ τούτοις τοῦ οἰδήματος, βραχὺ τῆς στυπτηρίας μιγνύειν.
3 51 4 ἐπιτήδειον δὲ καὶ τὸ ἁπαλώτατον ἐλλύχνιον ὑγρότητι τοιαύτῃ δευόμενον καὶ ἐπιτιθέμενον.
3 51 5 κάλλιον δὲ καὶ τὸ γλαύκιον.
3 51 6 καὶ χρονικὸν δ’ οἴδημα προϋπαλείψας ἐλαίῳ τὸ μόριον, εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον θεραπεύσεις.
3 51 7 ἴσατις ἡ ἥμερος τοὺς οἰδηματώδεις ὄγκους θαυμαστῶς διαφορεῖ τε καὶ προσστέλλει· γῆ λιπαρὰ πᾶσα, καὶ μᾶλλον ἡ Αἰγυπτία. Πρὸς σκίλλας.
3 52 1 Βδελλίῳ μάλιστα χρῶνταί τινες ἐπί τε βρογχοκηλικῶν καὶ ὑδροκηλικῶν, ἀσίτου πυάλου δεύοντες 〈ὡσ〉 ἐμπλαστώδη σύστασιν σχεῖν. κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τοὺς ἐντεροκηλικοὺς ὠφελεῖ· καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθησι τοῖς ὑγροτέροις χαλαροῖς σώμασιν.
3 53 t Πρὸς δοθιῆνας. Ἐκ παχέων μὲν χυμῶν δοθιῆνες γίνονται· διαφοροῦσι δ’ αὐτοὺς καὶ πέττουσι πυροὶ μασώμενοι καὶ ἐπιτιθέμενοι.
3 53 2 καὶ μαστίχη δ’ αὐτοὺς ὀνίνησιν ἡ Αἰγυπτία.
3 53 3 σταφίδας ἐκγιγαρτίσας τρῖψον καὶ μῖξον ἁλὸς λείου ἴσον, καὶ καταμίξας ῥητίνην ἐπιτίθει.
3 54 t Πρὸς ἐπινυκτίδας. Σέλινον μετ’ ἀλφίτου κατάπλασσε.
3 54 1,2 κράμβης ... μετὰ κορίου χλωροῦ.
3 54 3,4 ἐλαίας φύλλοις ἑφθοῖς μεθ’ ὕδατος χρῶ. σταφίδα ἐκγιγαρτισμένην λείαν μῖξον ἐν σπληνίῳ καὶ καταχρίων ἐπιτίθει· ἀδίαντον τρίψας μετὰ μέλιτος.
3 54 5 φυλακτέον δὲ τὴν τῶν δριμέων καὶ ὀξέων καὶ ἁλυκῶν προσφορὰν καὶ πυρίαν καὶ λουτρὸν καὶ ἥλιον. Πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ τὰ ὅμοια.
3 55 1 Διὰ μὲν τῶν ἑλκόντων σφοδρῶς φαρμάκων καὶ ἡ ἀκροχορδὼν ἀποσπασθήσεται, διὰ δὲ τῶν σηπόντων νεκρωθήσεται.
3 55 2 ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα κεκαυμένου ἥλους καὶ τύλους ἔτι τε μυρμηκίας καὶ ἀκροχορδόνας καὶ πτερύγια καὶ θύμους ἀφαιρεῖ.
3 55 3 ἡ τῶν προβάτων κόπρος πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ θύμους καὶ δοθιῆνας σκληροὺς καὶ ἥλους ποιεῖ ὄξει δευομένη.
3 55 4 ὄλυνθοι ἑψηθέντες μὲν τοὺς σκληροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ μυρμηκίας τε 〈καὶ〉 θύμους ἐκβάλλουσιν. λεπὶς μολύβδου λεπτὴ καλῆς ἐπιτεθεῖσα κατὰ γαγγλίου τελέως ἀφανίζει.
3 55 6 τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθ’ ὕδατος καταπλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, πενταφύλλου ῥίζα καταπλασθεῖσα, κυδώνια ἑφθὰ σὺν ἄρτῳ ἢ ἀλφίτῳ, μυρσίνης φύλλα κεκαυμένα σὺν κηρωτῇ, πρόπολις προμαλασσομένη καὶ ἐπιτιθεμένη.
3 55 7 αἴρει δὲ τὰ κονδυλώματα καὶ 〈τὰσ〉 συκὰς ἀρσενικὸν καταπλασθέν, ἄσβεστος καὶ τρὺξ ἰξῷ ἀναληφθέντα καὶ ὡς σπληνίον ἐπιτεθέντα.
3 55 8 τὰς δ’ ὑπερμεγέθεις συκὰς ἀποβάλλει ὁ ἰὸς σιδήρου σὺν οἴνῳ ἐπιχρισθεὶς γλυκεῖ, ἀνήθου σπέρματος κεκαυμένου ἡ τέφρα καταπλασσομένη, στυπτηρία σχιστὴ λεία σὺν ὄξει, στυπτηρία ἡ ὑγρὰ μετ’ ἄρτου καὶ οἴνου καὶ σελίνου.
3 55 9 συκὰς δ’ ἀφαιρεθείσας καὶ θύμους καὶ κονδυλώματα ἀποθεραπεύει καὶ οὐκ ἐᾷ πάλιν αὔξεσθαι τέφρα κλημάτων σὺν ὄξει καταπλασθεῖσα. Πρὸς χείμεθλα.
3 56 1 Θάλασσαν χλιαρὰν κατάντλει ἢ τεύτλου ἀφεψήματι ἢ φακοῦ ἢ ὀρόβου ἢ ἀσφοδέλου ῥίζης· μετὰ δὲ τὴν κατάντλησιν φακοὺς ἑφθοὺς ἐν οἴνῳ λειώσας κατάπλασσε· ἢ τρυγὶ ὀξηρᾷ κατάπλασσε· ἢ βολβὸν πρόσφατον οἴνῳ μίξας κατάπλασσε.
3 57 t Πρὸς τὰς τῶν δακτύλων ῥαγάδας καὶ τῶν ὅλων ποδῶν. Πίσσῃ ὑγρᾷ κατάχριε.
3 57 1,2 καρκῖνον ἢ ποτάμιον ἢ θαλάσσιον καύσας ἐπ’ ἀνθράκων ἀπόξεσον τὸ ὄστρακον καὶ μετ’ ἐλαίου τρίψας καὶ πάχος μέλιτος ποιήσας, προαποσμήξας τὰς ῥαγάδας ἔνσταζε.
3 57 3 ποιεῖ δὲ καὶ σκίλλης τὸ ἐντὸς ἐν ἐλαίῳ ζεσθὲν καὶ τερμινθίνῃ συλλεανθὲν καὶ κέρας αἴγειον καυθὲν καὶ ἀναληφθὲν στέατι αἰγείῳ.
3 57 4 δεῖ δὲ προπερικαθαίρειν τοὺς τύλους καὶ οὕτω χρῆσθαι τοῖς φαρμάκοις. Περὶ λεύκης, ἀλφοῦ, λέπρας καὶ ψώρας.
3 58 1 Φλεγματικὸν αἷμα καὶ γλίσχρον ποιεῖ τὴν λεύκην, ὅταν τρέψῃ χρόνῳ πλείονι τὴν χρόαν 〈καὶ〉 ἐπὶ τὸ λευκότερον ἀλλοιώσῃ.
3 58 2 τῶν δ’ ἀλφῶν ἡ γένεσις ὁμοειδὴς μέν ἐστιν, οὐ μὴν δι’ ὅλου τῆς σαρκὸς πεπονθυίας, ἀλλ’ ἐπιπολῆς τοῦ δέρματος, ἐκ τοῦ φλεγματικοῦ μὲν χυμοῦ λευκοὶ γινόμενοι, μέλανες δ’ ἐκ τοῦ μελαγχολικοῦ.
3 58 3 τὴν λέπραν δ’ ὁ γεννῶν χυμὸς ἄχρι βάθους διήκει, τῆς ψώρας ἐπιπολαιοτέρας οὔσης.
3 58 4 ἐὰν τοίνυν πεπλυμένην τὴν τίτανον, εἶτ’ ἐξηραμμένην ἔχῃς, ὕδωρ μιγνὺς τοσοῦτον ὡς πάχος γενέσθαι σύμμετρον εἰς ἐπίχρισιν θεραπεύσεις, ἀλφοὺς μὲν ἐπιχρίων ὑγροτέρῳ μᾶλλον, ψώρας δὲ παχυτέρῳ, παχυτάτῳ δὲ τὰς λέπρας.
3 58 5 [5] δρακοντίου ἡ ῥίζα σὺν ὄξει καταπλασσομένη ἀλφοὺς ἰᾶται, καὶ ἐλλέβορος ἑκάτερος θέρμων τε πικρῶν ἀφέψημα καταντλούμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον δι’ ὄξους ἢ μέλιτος, καππάρεως τῆς ῥίζης ὁ φλοιὸς σὺν ὄξει, κρίνου ῥίζα μετὰ μέλιτος, κρόμμυον σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ, κροκοδείλου χερσαίου κόπρος ὁμοίως καὶ ἡ τῶν ψαρῶν, ὅταν ὄρυζαν μόνην ἐσθίωσι, σηπίας ὄστρακα καυθέντα.
3 58 6 πρὸς δὲ ψώρας ποιεῖ σταφὶς ἀγρία, ἐλλέβορος ἑκάτερος, θέρμοι πικροί, ὡς εἴρηται πρόσθεν, καρδάμωμον μετ’ ὄξους, κρίνου ἡ ῥίζα μετὰ μέλιτος, ῥητίνη τερμινθίνη καὶ θεῖον (πεῖραν τούτου εἰλήφαμεν), ἐρέβινθοι, αἰγεία κόπρος.
3 58 7 τὰς δὲ λέπρας ἀφιστᾶσιν ἀνεμῶναι προστιθέμεναι, ἐλλέβορος ἑκάτερος, ἀμπέλου λευκῆς ἡ ῥίζα. Περὶ λειχήνων.
3 59 1 Μιχθέντων ἰχώρων λεπτῶν καὶ δριμέων παχεῖ χυμῷ οἱ λειχῆνες συνίστανται, ῥᾳδίως εἰς ψώραν καὶ λέπραν μεταπίπτοντες· διὸ τῶν ἰσχυρῶς ξηραινόντων χρῄζουσι φαρμάκων.
3 59 2 ἀγρίους δὲ καλοῦσι λειχῆνας τοὺς ὑπὸ τῶν μετρίως ξηραινόντων οὐδὲν ὀνιναμένων, ὑπὸ δὲ τῶν σφοδρῶς παροξυνομένους.
3 59 3 χρὴ οὖν ἐπὶ τούτων φάρμακα παραλαμβάνειν δραστικὰ μὲν ἱκανῶς, χωρὶς δὲ τοῦ δάκνειν σφοδρῶς.
3 59 4 [5] ἐρέβινθοι ποιοῦσι πρὸς λειχῆνας, ἐλλέβορος ἑκάτερος, κοκκυμηλέας τὸ κόμμι ἐπὶ παιδός, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, πίσσα μιγνυμένη κηρωτῇ, θεῖον μετὰ ῥητίνης (τοῦτο πεῖραν δέδωκε), σίαλον ἀνθρώπου ἐπὶ παιδός (δεῖ δὲ συνεχῶς τῷ δακτύλῳ μετὰ τοῦ σιάλου τὸ πεπονθὸς ἀνατρίβειν δέρμα), κροκοδείλου χερσαίου κόπρος καὶ ἡ τῶν ψαρῶν, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν.
3 59 5 πρὸς δὲ τοὺς ἐπὶ γενείου προσφάτους λειχῆνας ἢ ἄλλου μέρους προσώπου πυροὺς πολλοὺς λαμβάνων ἐπί τινος ἄκμονος ἐπιτίθει τοὺς πυρούς, καὶ τὸ ἀπορρέον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν λαμβάνων ἐπίχριε τοὺς λειχῆνας.
3 59 6,7 πολλοὶ τούτῳ μόνῳ ἰάθησαν. ἢ μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν συλλέγων καὶ κόπτων τὸν χυλὸν ἀποτίθου, καὶ τούτῳ συνεχῶς ἐπίχριε.
3 59 8 χρονιζόντων δὲ τῶν λειχήνων, χρῶ τοῖς ὑπογεγραμμένοις· ἄγνου φύλλα τρίψας, ὄξος ἐπιβαλὼν ὀλίγον κατάπλασσε· ἢ καππάρεως τὰ φύλλα τρίψας μετ’ ὄξους ἐπιτίθει.
3 60 t Τροχίσκος πρὸς λειχῆνας. Κόλλης τεκτονικῆς 𐅻 β , λιβάνου 𐅻 β , ὄξους 𐆂 ο 𐅶 · ἔν τισιν ἴσα ἔχει· ὄξει διαλύων ἐπίχριε.
3 61 t Περὶ ἐμφυσημάτων. Πνεῦμα φυσῶδες παχὺ καὶ ἀτμῶδες ὕλη τῶν ἐμφυσημάτων 〈ἐστίν〉· συνεργεῖ δ’ εἰς τὸ μὴ διαπνεῖσθαι τὸ πνεῦμα ἡ τῶν σωμάτων πύκνωσις· ὅθεν καὶ σκοπὸς τῆς θεραπείας ἀραίωσις μὲν τῶν πεπυκνωμένων καὶ λέπτυνσις τοῦ πεπαχυσμένου πνεύματός ἐστι διὰ τῶν λεπτομερῶν φαρμάκων.
3 61 2 τῶν μυῶν δὲ διὰ θλάσιν ἐμπεφυσημένων, τὸ μὲν διαφορεῖν καὶ ἐπ’ αὐτῶν ἀναγκαῖον· δριμέων δ’ ὄντων ὡς τὸ πολὺ τῶν διαφορητικῶν, ἀγανακτεῖν συμβαίνει τοὺς μῦς καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι. χρὴ τοίνυν μεμῖχθαι τοῖς διαφορητικοῖς τὰ παρηγοροῦντα.
3 61 3,4 ἔστι δὲ παρηγορητικὸν μὲν ἐπὶ τῆς τοιαύτης διαθέσεως τῶν μυῶν τό τε ἕψημα καὶ ὕσσωπον μετ’ ἐλαίου βραχέος· διαφορητικὸν δ’ ὄξος καὶ νίτρον καὶ στακτὴ κονία.
3 61 5 χρηστέον οὖν κατ’ ἀρχὰς μὲν τῷ ἑψήματι μετ’ ἐλαίου βραχέος καὶ οἴνου ὁμοίως βραχέος, ἀναλαμβάνοντας οἰσυπηροῖς ἐρίοις θερμόν, καὶ φροντίζειν ὅπως ἂν ἀεὶ ἡ θερμότης παραμένῃ· ψύχεσθαι γὰρ οὐ χρὴ τὰ μόρια.
3 61 6 [5] παρηγορηθέντος δὲ τοῦ κάμνοντος, παραμιγνύναι τοῦ ὄξους καὶ τοῦ νίτρου καὶ μετὰ ταῦτα καὶ τῆς κονίας τῆς στακτῆς, εἶθ’ ὕστερον διαφορητικοῖς φαρμάκοις χρῆσθαι εἰς ἀποκατάστασιν, οἷόν ἐστι καὶ τὸ ὑποτεταγμένον· γλοιὸν ἀποζέσας ἤθησον πρῶτον ὡς καθαρὸν γενέσθαι, καὶ πάλιν ἐμβαλὼν τῇ κακάβῃ λείαν ἄσβεστον τίτανον ὡς ἄλευρον ἐπίπαττε μέχρι πηλώδους συστάσεως. Πρὸς ἐλεφαντιῶντας.
3 62 1 [5] Θαυμάσιόν ἐστι τοῖς ἐλεφαντιῶσι βοήθημα ἡ τῶν ἐχιδνῶν ἐδωδή· χρὴ δ’ ἐσθίειν ταύτας ὧδε σκευάζοντας· πρῶτον μὲν ἀποκοπτομένης τῆς κεφαλῆς καὶ τῆς οὐρᾶς ἄχρι δακτύλων τεττάρων, εἶτα τῶν ἔνδον ἐξαιρεθέντων, καὶ τοῦ δέρματος ἀφαιρεθέντος, ὕδατί τε τοῦ σώματος αὐτῶν περιπλυθέντος, ἐν λοπάδι ταῖς ἐγχέλυσι παραπλησίως σκευάζοντας διὰ λευκοῦ ζωμοῦ· γίνεται δ’ οὗτος, ὕδατος μὲν δαψιλοῦς ἐπεμβληθέντος, ἐλαίου δὲ βραχέος καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου. πρόδηλον δ’ ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἑψεῖν προσήκει, μέχρις ἂν ἀκριβῶς γένοιντο ἁπαλαί.
3 62 3 καὶ αὐτὸ δὲ τὸ δι’ αὐτῶν σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακήν, ἐπιτήδειόν ἐστι πίνεσθαι δαψιλῶς τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτῷ καὶ τὸ δέρμα χρίεσθαι· ταῦτα γὰρ ποιούντων, ἔσθ’ ὅτε λέπος ἀφίσταται τοῦ δέρματος, ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας.
3 62 4 χρώμεθα δ’ ἐπ’ αὐτῶν καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς καὶ τῇ καλαμίνθῃ· ἀγαθὸν γὰρ καὶ τοῦτο, μὴ μόνον γενναίως διαφοροῦν τοὺς λεπτοὺς χυμούς, ἀλλὰ καὶ λεπτῦνον ἰσχυρῶς καὶ τέμνον τοὺς παχεῖς 〈τοὺσ〉 τοῦτο τὸ νόσημα γεννῶντας.
3 62 5 οὐ μὴν ἁπλῶς ἐφ’ ἕκαστον τούτων ἐρχόμεθα, προκαθαίρομεν δὲ πάντως, ἔστι δ’ ὅτε καὶ φλεβοτομοῦμεν. Περὶ τῶν δηλητηρίων καὶ τῶν ἰοβόλων.
3 63 1 Περὶ τῶν δηλητηρίων οὔτε ἀδιορίστως γράφειν ἀσφαλές, οὔτε ἑκάστου λέγοντας τὰς ἐπαγομένας βλάβας γράφειν οὔτε τὰς θεραπείας· παράσχοι γὰρ ἂν ἡ τοιαύτη διδασκαλία τοῖς μοχθηροῖς ἀφορμὴν κακουργίας· ὅσα δὲ κοινῶς βοηθεῖν πεπίστευται τοῖς θανάσιμον εἰληφόσι φάρμακον, ταῦτα γράψαι καλῶς ἂν ἔχοι.
3 63 2 κελεύειν δὲ χρὴ τοὺς εἰληφότας ἐμεῖν εὐθύς, ἀνυπερθέτως προλαμβάνοντας συνεχῶς πλεῖστον ὑδρέλαιον, καὶ πάλιν παντοδαπὰ σιτία λαβόντας εἰς κόρον αὖθις ἐμεῖν· ἢ γὰρ συνεκκενωθήσεται τὸ φάρμακον ἢ ἐπικραθὲν ἀμβλυτέραν ἕξει δύναμιν.
3 63 3 εἰ δ’ ἐγκαίοιντο τὴν γαστέρα μετὰ τὸν ἔμετον, ὑδροροδίνῳ ποτίσας αὖθις ἐμεῖν κέλευε.
3 63 4 [5] δίδου δὲ καὶ τῆς θηριακῆς μετ’ οἴνου δυναμένης καὶ μόνης ἀντιβαίνειν τοῖς δηλητηρίοις· μὴ παρούσης δ’ αὐτῆς, ἀρκευθίδας ἐννέα καὶ πηγάνου εἴκοσι φύλλα λειώσας πότιζε, ἢ χαμαιπίτυος βοτάνης μετ’ οἴνου, καὶ ὕπνου μὲν παντελῶς εἴργων, ψηλαφίᾳ δὲ τῶν ἄκρων χρώμενος· κἂν ὑποβιβασθῆναι τὸ δηλητήριον προσδοκηθῇ διὰ τοῦ δάκνεσθαι καὶ ἐρεθίζεσθαι τὴν κάτω γαστέρα, κλυστῆρσι δὴ δριμέσι χρῆσθαι, μέλι δαψιλὲς καὶ ἀφρόνιτρον ἢ ἕτερόν τι τῶν ὑπακτικωτέρων μιγνύς. Κοινὸν πρὸς πάντα θανάσιμα φάρμακον.
3 64 1 Χαλβάνης 𐅻 δ , σμύρνης 𐅻 α · ταῦτα τρίψας καὶ διεὶς οἴνῳ γλυκεῖ πότιζε.
3 64 2 — Ἄλλ ο . πηγάνου φύλλα κ , κάρυα βασιλικὰ β , ἁλὸς χόνδρον α , ἰσχάδας β · ταῦτα ἐσθίειν δίδου, καὶ ὑπ’ οὐδενὸς βλαβήσεται θανασίμου φαρμάκου.
3 64 3 ποιεῖ δὲ καὶ ὀρίγανος, ὄρνιθος καθηψημένης καὶ συντακείσης ζωμός, ὀποβάλσαμον σὺν γάλακτι γυναικείῳ ἢ ὕδατι. Πρὸς τοὺς ὑπὸ μυκήτων πνιγομένους.
3 65 1 Τοὺς δ’ ὑπὸ μυκήτων πνιγομένους ... ὀξύμελι μετὰ νίτρου πινόμενον, καὶ ὀρνίθων τῶν κατοικιδίων ἄφοδος μετ’ ὀξυμέλιτος· δίδου δὲ τρίψας μεθ’ ὕδατος.
3 65 2 δίδου δὲ καὶ ῥαφανίδας ὅτι πλείστας ὀπτὰς ἐσθίειν, ἢ τρύγα οἴνου καύσας καὶ τρίψας μεθ’ ὕδατος δίδου πίνειν. Πρὸς γάλα τυρωθέν.
3 66 1 Ὄξει πότιζε, ἢ γλυκεῖ πότιζε, ἢ πυτίαν ὡς πλείστην μεθ’ ὕδατος κρηναίου δίδου, ἢ σίλφιον καὶ θεῖον ἴσα τρίψας δι’ ὀξυκράτου πότιζε. Πρὸς βδέλλας.
3 67 1,2 Ὄξει ὡς δριμυτάτῳ πότιζε ἢ ὀξάλμῃ. χρηστέον δὲ καὶ τοῖς τὴν κοιλίαν λύουσι· συνεκτρέχειν γὰρ εἰώθασι τοῖς διαχωρήμασιν.
3 67 3 ποιεῖ δὲ καὶ χυλὸς ἀναγαλλίδος πινόμενος, καὶ θύμος λεῖος σὺν ὄξει δριμεῖ πινόμενος.
3 67 4 ἡμεῖς δὲ διὰ σκορόδων βρῶσιν ἐκβάλλοντες αὐτὰς οὐδενὸς τῶν εἰρημένων χρῄζομεν. Πρὸς τὰς τῶν σφηκῶν καὶ μελισσῶν πληγάς.
3 68 1 Μαλάχης φύλλα τρίψας ἐπιτίθει, ἢ σησάμου φύλλα, καὶ αὐτὸ τὸ σήσαμον κατάπλασσε. Πρὸς σκολοπένδρας.
3 69 1 Ὀξάλμῃ δριμείᾳ θερμῇ κατάντλει, καὶ τέφραν μετ’ ὄξους κατάπλασσε. Πρὸς μυγαλᾶς.
3 70 1 Σκόροδα συντρίψας σὺν τοῖς λεπίσμασι καὶ κύμινον ἴσον ὄγκῳ διεὶς ἐλαίῳ κατάπλασσε τὸ δῆγμα καὶ συνάλειφε τοὺς κύκλῳ τόπους. ἂν δ’ ἐκραγῇ καὶ ἕλκος γένηται, ὀξάλμῃ κατάντλει καὶ κριθὴν κατακαύσας κατάπλασσε ἐπὶ τὰ ἕλκη· οὐκ ἐκραγήσεται δέ, εἰ μὴ κύουσα δάκνῃ μυγαλῆ.
3 71 t Πρὸς κυνοδήκτους καὶ ἀνθρωποδήκτους καὶ πιθηκοδήκτους. Σπόγγον ὄξει δεύσας ἐπιτίθει· ἢ μαράθρου ῥίζαν κόψας μετὰ μέλιτος ἐπιτίθει· ἢ Ἰλλυρικὴν λείαν μετὰ μέλιτος, ἢ σῦκον ἢ ἀμύγδαλα πικρὰ τρίψας ἐπιτίθει· ἢ λιθάργυρον καὶ ἅλας λεάνας ἐπιτίθει.
3 71 2 πρὸς δὲ τὰ ἤδη πεπυωμένα ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει.
3 71 3 πρὸς δὲ τὰ φλεγμαίνοντα λιθαργύρῳ λείῳ μεθ’ ὕδατος κατάχριε. Πρὸς λυσσοδήκτους.
3 72 1 [5] Καρκίνους ζῶντας ἐπὶ λοπάδος θεὶς ἐξ ἐρυθροῦ χαλκοῦ καίειν δεῖ ἄχρις οὗ τεφρωθῶσιν ὡς εὐκόλως λειοῦσθαι· καίειν δὲ δεῖ μετὰ Κυνὸς ἐπιτολήν, ὄντος ἡλίου μὲν 〈ἐν〉 Λέοντι, τῆς δὲ σελήνης ὀκτωκαιδεκαταίας, καὶ ποιεῖν φάρμακον, τῆς μὲν τῶν καρκίνων τέφρας ἐμβάλλοντα μοίρας ι , γεντιανῆς δὲ μοίρας ε καὶ λιβανωτοῦ μοῖραν μίαν. καὶ δίδου πίνειν ἐξ αὐτοῦ τοῖς λυσσοδήκτοις καθ’ ἑκάστην ἡμέραν ἄχρι τῆς μ , ἐπιπάσσων ὕδατι κοχλιάριον ἓν εὐμέγεθες· εἰ δὲ μεθ’ ἡμέρας τινὰς τοῦ δηχθῆναι προνοῇ τοῦ δεδηγμένου, δύο κοχλιάρια δίδου.
3 72 2 κατὰ δὲ τοῦ τραύματος χρῶ φαρμάκῳ λαμβάνοντι μίαν μὲν λίτραν τῆς Βρυτίας πίττης, δριμυτάτου δ’ ὄξους ξέστην Ἰταλικὸν καὶ ὀποπάνακος οὐγγίας τρεῖς.
3 72 3,4 τούτοις εἴ τις χρῷτο, σώσει τοὺς λυσσοδήκτους ἀεί. ἡ ξηρὰ δὲ καλαμίνθη πρὸς τὰ τῶν ἰοβόλων δήγματα ποιεῖ, ῥᾳδίως ἐκ τοῦ βάθους ἐπισπωμένη πρὸς ἑαυτὴν πᾶσαν τὴν περικειμένην ὑγρότητα.
3 72 5 καὶ τὸ κέστρον δ’ ἐπιπαττόμενον τοῖς ἕλκεσι βοηθεῖ πᾶσι τοῖς τῶν θηρίων δήγμασι, καὶ τὸ εἰς ὀθόνιον ὁμοίως.
3 72 6 πινόμενα δὲ πηγάνου ἀγρίου σπέρμα, πυτία νεαροῦ [καὶ] λαγωοῦ, σεύτλου ῥίζης χυλός, ταῦτα σὺν οἴνῳ λαμβανόμενα. Πρὸς τὸ λαμβάνειν ἐχίδνας ἀλύπως.
3 73 1 Δρακοντίου τῆς ῥίζης χυλῷ ἐάν τις συγχρίσῃ τὰς χεῖρας, λαμβάνοι ἂν ὁ τοιοῦτος ἐχίδνας ἀλύπως.
3 73 2 [10] ἀλλὰ τί ταῦτα γράφομεν πρὸς σὲ πεπειραμένον τῆς δι’ ἐχιδνῶν θηριακῆς καὶ γινώσκοντα σαφῶς ὡς ἐναργῆ καὶ διὰ ταχέων βοηθεῖ τοῖς ὑπὸ τῶν ἰοβόλων δηχθεῖσι καὶ τοῖς προσενεγκαμένοις τι δηλητήριον, ἥ γε ἄριστα κατασκευασθεῖσα, δηλονότι μετ’ ἐπιμελείας τῆς πολλῆς καὶ ἐμπειρίας ἀκριβεστάτης, καὶ τῶν ἐμβαλλομένων τὴν οἰκείαν τε ἀρετὴν ἐχόντων καὶ μήτε διὰ χρόνον μήτε διὰ γένος ἀσθενῶν ὑπαρχόντων, ὡς ἥ γε ὑπὸ τῶν πολλῶν δι’ ἐμπειρίαν κατασκευαζομένη τε καὶ πιπρασκομένη χρυσίου μόνον ὄνομα κέκτηται πόρρω τῆς εἰρημένης ἐνεργείας οὖσα, τῷ τὰ μὲν διὰ τὸ ἀγνοεῖσθαι, τὰ δὲ διὰ τὸ τίμια τυγχάνειν πολλὰ τῶν ἁπλῶν μὴ βάλλεσθαι φαρμάκων.
3 73 3 [5] ἀλλ’ αὐτός γε οὐκ ἀπορήσεις τῆς καλλίστης θηριακῆς, οὐδ’ οἱ παραπλησίως σοι φιλιατροῦντες· λήψεσθε δ’ ἀεὶ παρ’ ἡμῶν τε καὶ τῶν ὁμοίως ἡμῖν σκευαζόντων· διόπερ οὐδὲ τὴν γραφὴν αὐτὴν νυνὶ ἐγράψαμεν, δυσχερεστάτην αὐτῆς εἰδότες τὴν ἀρίστην κατασκευήν, ὥστε οὐδὲ τοὺς ἰατροὺς πάντας ταύτης εὐτυχηκέναι τῆς ἐμπειρίας. Συμπληρουμένου καὶ τοῦ περὶ τῶν διαθέσεων λόγου, καιρὸς ἤδη τῶν πεπονθότων τόπων τὰς ἰάσεις διελθεῖν, ἀπὸ τῶν περὶ τὴν κεφαλὴν συνισταμένων παθῶν ἀρξάμενον.
4 1 t Περὶ κεφαλαλγιῶν καὶ σειρίων. Τὰς μὲν ἐπὶ ταῖς ἐγκαύσεσι κεφαλαλγίας ἰᾶσθαι προσήκει ἀνάλῳ ῥοδίνῳ πᾶν καταβρέχοντα τὸ βρέγμα, φειδόμενον τοῦ ὄπισθεν τῆς κεφαλῆς μέρους τοῦ κατὰ τὸ ἰνίον· οὔτε γὰρ ἐγκαίεται ῥᾳδίως, καὶ ἐνταῦθα οὔσης τῆς ἀρχῆς τοῦ νωτιαίου, παρακολουθήσει τις βλάβη.
4 1 2 μὴ παρόντος δὲ τοῦ ῥοδίνου, τῷ ὀμφακίνῳ ἐλαίῳ χρήσῃ.
4 1 3 παραλήψῃ δὲ τὸ χαμαιμήλινον ἐπί τε τῶν παίδων καὶ τῶν γυναικῶν καὶ τῶν ἁπαλοσάρκων, ἐφ’ ὧν δεῖ μὲν ἐμψύξεως, οὐ μὴν σφοδροτέρας.
4 1 4 ψύχειν δὲ δεῖ ταῦτα καὶ οὕτω προσφέρειν ἱστάντας ἐν ὕδατι ψυχρῷ καί, εἰ παρείη, χιόνι περιπλάττοντας τὸ ἀγγεῖον· ἀπορίας δ’ οὔσης τούτων συμπλέκειν ὄξους τῷ ῥοδίνῳ μέρος τέταρτον.
4 1 5 σφοδρῶς δ’ ἐγκεκαυμένης τῆς κεφαλῆς, χυλὸν ἀειζῴου ἢ ἀνδράχνης ἢ θριδακίνης ἢ ψυλλίου ἢ ὀμφάκιον σταφυλῶν ἀώρων, μιγνύς ποτε καὶ χύλισμα τῶν ξεσμάτων τῆς κολοκύντης.
4 1 6 τὰς δ’ ἐπὶ ταῖς ψύξεσιν ἰάσῃ καταιονῶν τὸ βρέγμα πηγανίνῳ ἢ δαφνίνῳ ἐλαίῳ.
4 1 7 σφοδροτέρας δ’ εἴ ποτε θερμασίας δεηθείη, εὐφόρβιον ἐπεμβαλεῖν τῷ ἐλαίῳ βραχύ· καὶ ἀλείψεις δὲ ναρδίνῳ μύρῳ καὶ ἀμαρακίνῳ τὸ μέτωπον, χρίσεις 〈δέ〉 τινι τῶν θερμαινόντων καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων τοὺς πόρους.
4 1 8 τινὲς δὲ καὶ τὰ τῶν ποδῶν ἴχνη καὶ τὴν ἕδραν χρίουσιν.
4 1 9 [5] χρονιζούσης δὲ τῆς κεφαλαλγίας διὰ θερμὴν ἢ ψυχρὰν δυσκρασίαν, ξυρᾶν δεῖ τὴν κεφαλὴν καὶ χρῆσθαι 〈ἐν〉 τούτοις ἐμπλαστοῖς τε καὶ κηρωτοειδέσι φαρμάκοις, ψύχοντας μὲν τὰς θερμὰς δυσκρασίας διὰ τῶν ἰωμένων τὰ ἐρυσιπέλατα, θερμαίνοντας δὲ τὰς ψυχρὰς διὰ τῶν θερμαινόντων, ὁποῖόν ἐστι καὶ τὸ ἁπλοῦν δι’ εὐφορβίου, μίαν μὲν ἔχον οὐγγίαν τοῦ εὐφορβίου, τρεῖς δὲ κηροῦ, καὶ ἐλαίου 𐆃 α .
4 1 10 [5] ἐπὶ δὲ τῶν διὰ δριμὺν χυμὸν κεφαλαλγούντων κατὰ τὸ στόμα τῆς γαστρὸς ἀθροιζόμενον καὶ ἀτμοὺς εἰς τὴν κεφαλὴν ἀναπέμποντα μάλιστα μὲν δι’ ἐμέτων κενοῦν προσήκει τὸν λυποῦντα χυμόν· εἰ δ’ ὁ πάσχων ἐμεῖν μὴ δύναται, τρέφειν αὐτὸν τάχιστα χρὴ εὐπέπτῳ καὶ εὐστομάχῳ τροφῇ καὶ συμμέτρῳ τῇ ποσότητι, τῇ δ’ ὑστεραίᾳ διδόναι πιεῖν ἀψίνθιον καὶ τοῦ λοιποῦ διαιτᾶν αὐτοὺς οὕτως ὡς πέττοντας ἀκριβῶς, περὶ δὲ τρίτην ὥραν ἢ τετάρτην ἄρτου τι προσφέρεσθαι, τοσοῦτον ὡς αὔταρκες διάστημα σχεῖν ἄχρι τῆς ὥρας τοῦ λουτροῦ.
4 1 12 εἰ δὲ μή τις δύναιτο καθ’ ἑαυτὸν ἐσθίειν ἄρτον, ἐλαιῶν ἢ σταφυλῶν ἢ φοινίκων ἤ τινος τοιούτου προσφερέσθω, τὸ κάλλιον ἐκ τῆς πείρας αἱρούμενος.
4 1 13 κακίστη δὲ διάθεσις ἐπὶ μοχθηροῖς συνίσταται χυμοῖς, ἐπειδὰν ἀναποθῶσιν οἱ χυμοὶ εἰς τοὺς χιτῶνας τῆς γαστρός, οὓς κενοῦν χρὴ τῇ διὰ τῆς ἀλόης πικρᾷ.
4 1 14 [10] εἰ δὲ θερμότης ἅμα φυσώδει πνεύματι τὴν κεφαλαλγίαν ἐργάζοιτο, κατ’ ἀρχὰς μὲν διὰ τῶν ψυχόντων τῇ ἀποκρουστικῇ θεραπείᾳ χρησόμεθα μόνῃ· μετὰ δὲ ταῦτα προσπλέξομέν τι τοῖς ἀποκρουστικοῖς τῶν παρηγορεῖν καὶ συμπέττειν δυναμένων, εἶτα προσθήσομέν τι καὶ τῶν διαφορητικῶν, ἐλαττοῦντες κατ’ ὀλίγον τὴν ἀποκρουστικὴν δύναμιν ὡς πλεῖστον μὲν γενέσθαι τὸ λεπτῦνον καὶ διαφοροῦν, ἔλαττον δὲ τὸ συμπέττον καὶ παρηγοροῦν, βραχύτατον δὲ τὸ ἀποκρουστικόν· πολλάκις γὰρ σφήνωσις γίνεται κατὰ τοὺς πόρους ἀτμώδους πνεύματος ἢ καὶ χυμῶν παχέων καὶ γλίσχρων οὕτως ὡς μόλις ἐν πλείονι χρόνῳ λύεσθαι τὴν γεγονυῖαν ἔντασιν.
4 1 15 εἰ δὲ δι’ ὑπερβολὴν πυρετῶν συσταίη κεφαλαλγία μὴ δηλοῦσα κρίσιν, ψύχων τῇ τε ποιότητι καὶ τῇ δυνάμει τῶν προσαγομένων ἰάσῃ δι’ ἐλαίου καὶ ὀξυροδίνου καὶ κωδυῶν ἐνεψηθεισῶν ἐλαίῳ. καὶ τὴν δι’ οἴνου πόσιν ἄμετρον κεφαλαλγίαν τοῖς ψύχουσι θεραπεύσεις· θερμοὶ γάρ εἰσιν οἱ τὴν κεφαλὴν ἀνιῶντες ἀτμοί· ῥόδινον δ’ ἀρκεῖ μὴ πάνυ ψυχρὸν προσαγόμενον.
4 1 17 [5] συμφέρει δὲ καὶ ἡσυχία καὶ ὕπνος τῇ τε ἑσπέρᾳ λουσάμενον τροφαῖς εὐχύμοις χρῆσθαι μὴ θερμαινούσαις, οἷαί εἰσι πτισάνης χυλὸς καὶ ῥόφημα χόνδρου καὶ ὠὰ ῥοφητὰ γάρου χωρὶς καὶ θριδακίνη ψύχουσά τε καὶ εὐχυμοτάτη τυγχάνουσα καὶ κράμβη (ξηραίνει γὰρ τοὺς ἀτμούς), ὁμοίως δὲ καὶ φακή. πινέτω δὲ πάντως μὲν ὕδωρ· εἰ δ’ ἀνατρέποιτο τὸν στόμαχον, ῥοιᾶς ἐπιλαμβανέτω καὶ μήλου ἑφθοῦ ἢ ἀπίου.
4 1 19 ὕπνου δ’ ἐπὶ τούτοις γενομένου, τῇ ἑξῆς λούειν αὐτόν, θερμὸν ὕδωρ καταχέοντας πολλάκις, μετὰ τοῦτο δὲ πάλιν ὑπνώσαντα ἢ ἡσυχάσαντα λούειν δεύτερον καὶ τρέφειν ὁμοίως.
4 1 20 [5] εἰ δ’ ἄμεινον διατεθείη καὶ μὴ φέρῃ τὴν ὑδροποσίαν, οἶνον ὑδατώδη πίνειν ἐπιτρέπειν ὑδαρέστερον· τρεφέσθωσαν δ’ ἰχθύων πετραίων καὶ τῶν ἁπαλοσάρκων καὶ περιστερῶν νεοττῶν ἡψημένων χωρὶς γάρου καὶ οἴνου κατὰ τοὺς ἁπαλοὺς ζωμοὺς ἐξ ὕδατος μόνου καὶ ἀνήθου καὶ πράσου βραχέος σκευαζομένους καὶ ἁλῶν συμμέτρων ἐπεμβαλλομένων μετὰ τὴν ἕψησιν τὴν αὐτάρκη.
4 1 21 ἀπομείναντος δέ τινος λειψάνου τῶν ἀτμῶν ἢ χυμῶν, παραμενούσης δὲ τῆς σφηνώσεως καὶ ὀδύνης, τὸ μὲν ῥόδινον μηκέτι προσφέρειν, χαμαιμηλίνῳ δὲ χρῆσθαι θερμῷ μετρίως καὶ ὕστερον ἰρίνῳ· καὶ τούτῳ μετὰ ταῦτα μιγνύειν ποτὲ μὲν ἀμαρακίνου, ποτὲ δὲ νάρδου.
4 1 22 τὴν δ’ ἐπὶ πληγῆς κεφαλαλγίαν ἢ καταπτώσεως γινώσκειν μὲν μηδὲ φλεγμονῆς διαφέρειν· εἰ δ’ εἴσω τοῦ κρανίου διαδοθῇ τὰ τῆς φλεγμονῆς, οὐκ ἀκίνδυνον τὴν τοιαύτην κεφαλαλγίαν νομιστέον.
4 1 23 χρὴ οὖν ἀπὸ φλεβοτομίας καὶ κλυστήρων ἐπὶ τούτων τὴν ἀρχὴν τῆς θεραπείας ποιεῖσθαι καὶ πυριᾶν διὰ σπόγγων καὶ πίλημα ἐκ μαλακῶν ἐρίων ἐλαίῳ θερμῷ δεδευμένον ἐπιτιθέναι καὶ τἄλλα ποιεῖν ὅσα ἐπὶ φλεγμοναῖς.
4 1 24 ἐπὶ δὲ τῶν σειριώντων παίδων ὠφελίμως κατὰ τοῦ βρέγματος ἐπιτίθεται κολοκύνθης ξέσματα ἢ σικύου τοῦ πέπονος τὸ παρακείμενον τῇ σαρκὶ δέρμα ἢ στρύχνου τοῦ κηπαίου τῶν φύλλων ὁ χυλὸς μετὰ ῥοδίνου. Περὶ κεφαλαίας.
4 2 1 Τὴν χρονίαν καὶ δύσλυτον κεφαλαλγίαν καὶ παροξυνομένην σφοδρῶς ἐπὶ μικραῖς αἰτίαις, οὕτως ὡς μήτε ψόφον μήτε μείζονα φωνὴν φέρειν μήτε αὐγὴν σφοδροτέραν, κεφαλαίαν καλοῦσιν.
4 2 2 [5] καὶ δεῖ σκοπεῖσθαι πότερον πλῆθός ἐστι τὸ ποιοῦν αὐτὴν ἢ ἔμφραξις ἢ φλεγμονή τις· εὑρήσεις γὰρ τὰς μὲν μετὰ βάρους ὀδύνας πλῆθος δηλούσας, τὰς δὲ μετὰ δήξεως ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα, τὰς δὲ μετὰ σφυγμοῦ ... διὰ φλεγμονὴν ὑμενώδους σώματος, μετὰ δὲ βάρους διὰ πλῆθος εἴσω τῶν ὑμένων κατεχόμενον.
4 2 3 [5] ἐὰν μὲν οὖν πλῆθος εὕρῃς αἴτιον χυμῶν ἢ ἀτμῶν, εἰ μὲν διὰ τὴν τοῦ παντὸς σώματος πλησμονήν, τὸ πᾶν σῶμα κενώσας ἰάσῃ τὴν κεφαλαλγίαν, εἰ δὲ διὰ τὴν ἀσθένειαν † παρηγορουμένης, ἀντισπᾶν τὴν ὕλην εἰς ὅλον τὸ σῶμα, καὶ οὕτως ἰάσῃ τὸ μόριον· κλύσμασι μὲν οὖν ἀντισπάσεις καὶ διαδέσεσι καὶ τρίψεσι τῶν κάτω μερῶν πολλάκις, καί ποτε δι’ αἵματος κενῶν.
4 2 4 [5] θεραπεύσεις δὲ τὸ μόριον, ἡνίκα μὲν κέχρησαι τοῖς ἀντισπαστικοῖς, διὰ τῶν ἀποκρουστικῶν αἰονήσεων, μετὰ δὲ ταῦτα διὰ τῶν κενούντων, εἶτα διὰ τῶν ῥωννύντων· ἀποκρούεται μὲν οὖν τὸ ὀμφάκινον ἔλαιον καὶ ῥόδινον καὶ ὀξυρόδινον καὶ τὸ διὰ κωδυῶν καὶ θαλλῶν ἁπαλῶν ἐλαίας καὶ κισσοῦ κορύμβων ἡδυόσμου τε χλωροῦ σκευαζόμενον.
4 2 5 προσάγειν δὲ ταῦτα χλιαρὰ μέν, ψυχροτέρου καὶ ὠμοτέρου τοῦ πλήθους ὄντος, ψυχρὰ δέ, θερμοτέρου καὶ χολωδεστέρου.
4 2 6 διαφορεῖ δὲ τὸ θερμὸν ἔλαιον, καὶ μᾶλλον τὸ παλαιόν, καὶ τὸ ἀνήθινον καὶ τὸ Σικυώνιον. εἰ δὲ παχύτερον εἴη τὸ πλῆθος, σπονδύλιον ἢ ἕρπυλλον ἐνεψῶν τῷ ἐλαίῳ ἢ γλήχωνος κόμην ἢ καλαμίνθην ἢ ἡδύοσμον κενώσεις αὐτό.
4 2 8 ταῦτα δὲ καὶ τόνον ἐντίθησι τῷ μορίῳ, διὸ καὶ μέχρι παντελοῦς ἰάσεως χρῆσθαι αὐτοῖς προσήκει.
4 2 9 καὶ χρείας γενομένης καὶ καθαίρειν διά τε ῥινῶν καὶ πταρμοῖς, καὶ ἐν τοῖς λουτροῖς δ’ ἀνατρίβειν δεῖ τὴν κεφαλὴν ξηραῖς σινδόσι, καὶ διαπάττειν ἁλσί τε καὶ νίτρῳ καὶ νάπυϊ χωρὶς ἐλαίου. Περὶ ἡμικραίρας.
4 3 1 [5] Καὶ τὸ ἥμισυ δὲ τῆς κεφαλῆς ὀδυνῶνταί τινες δι’ ἐπιρροὴν ἀτμῶν ἢ χυμῶν ἢ ἀμφοτέρων· καθαίρειν οὖν αὐτοὺς ἢ φλεβοτομεῖν δεῖ πρότερον καὶ οὕτω τοῖς τοπικοῖς χρῆσθαι βοηθήμασι, ἀνατρίβοντα διά τε σινδόνων καὶ διὰ δακτύλων τῆς χειρὸς τὸ ἥμισυ μέρος τοῦ μετώπου, καὶ μάλιστα τὸ κατὰ τὸν κροταφίτην μῦν πρὸ τῶν παροξυντικῶν ὡρῶν· μετὰ δὲ τὸν παροξυσμὸν τοῖς ἡμικρανικοῖς, θερμασίας μὲν οὔσης αἰσθήσεως ἐν ταῖς ὀδύναις, τοῖς ἔχουσί τι ψυκτικόν, μὴ παρούσης δὲ ταύτης, τοῖς θερμαίνουσιν ἱκανῶς· μεμίχθω δ’ ἑκατέροις τῶν τονούντων τι διὰ τοῦ στύφειν.
4 3 3 κάλλιστον δ’ ἐστὶ χρῖσμα θερμαῖνον τὸ δι’ εὐφορβίου μὲν ἔχον 𐆄 α , κηροῦ δὲ γ , ἐλαίου δὲ λίτραν τινὸς τῶν λεπτομερῶν· χρίειν δὲ τούτῳ τὸ ἥμισυ μέρος τοῦ μετώπου μετὰ τοῦ κροταφίτου μυός.
4 3 4 χρησιμώτατον δ’ ἐστὶ πρὸς τὰς ψυχρὰς διαθέσεις, ὡς πολλάκις ἅπαξ χρισθὲν πρὸ τοῦ βαλανείου τῆς ὅλης ὀδύνης ἀπαλλάττειν.
4 3 5 ὠφελεῖ δὲ τοὺς οὕτω πάσχοντας καὶ εἰς τὸ οὖς ἐγχεόμενον χλιαρὸν ἔλαιον, εὐφορβίου βραχέος ἐμβεβλημένου, ὡς ἀρκεῖν εἰς λίτραν μίαν τοῦ ἐλαίου 𐆄 𐅶 τοῦ εὐφορβίου. Περὶ σεισοκεφάλου.
4 4 1 Στοιχάδα δι’ ὕδατος ἢ ὑδρομέλιτος δίδου πίνειν, καὶ ἀπαλλάσσονται. Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.
4 5 1 Ἀλωπεκία καὶ ὀφίασις κοινὴν τὴν αἰτίαν τῆς γενέσεως ἔχουσαι κοινῆς καὶ τῆς ἰάσεως δέονται.
4 5 2 κέκληται δ’ ὀφίασις μὲν διὰ τὸ ὄφει τὸ σχῆμα παραπλήσιον ἔχειν, ἀλωπεκία δὲ διὰ τὸ τὴν ἀλώπεκα τοιαύτῃ διαθέσει συνεχῶς ἁλίσκεσθαι.
4 5 3 διὰ [τὸ] μοχθηρίαν δ’ ὑγρῶν συνίσταται, καὶ τὸ εἶδος τῆς μοχθηρίας ἡ χροία τοῦ δέρματος τῆς κεφαλῆς καταμηνύει σοι· λευκοτέρα μὲν γὰρ οὖσα φλεγματικωτέραν αὐτὴν δηλώσει, μελαντέρα δὲ μελαγχολικωτέραν, ὠχροτέρα δὲ πικρόχολον.
4 5 4 [5] καὶ κενοῦν χρὴ τὴν κακοχυμίαν ἢ τοῖς δι’ ἀλόης καὶ κολοκυνθίδος καταποτίοις ἢ τῇ ἱερᾷ τῇ ἀναγραφησομένῃ, εἰ μὲν ὁ μελαγχολικὸς πλεονάζοι χυμός, μέλανα ἐλλέβορον αὐτῇ μιγνύντας, εἰ δὲ πικρόχολος, σκαμμωνίαν, εἰ δὲ τὸ φλέγμα, μηδὲν μιγνύντας, καθαίροντας δ’ ἅπαν τὸ σῶμα καὶ τὴν κεφαλὴν κενοῦντας τοῖς ἀποφλεγματισμοῖς, οὕτω προσφέρειν τὰ τοπικὰ βοηθήματα τὰ διαφορητικὰ τῆς κακοχυμίας ὄντα καὶ λεπτομεροῦς οὐσίας.
4 5 5 εἰ δὲ πρὸς τῷ διαφορεῖν καὶ ἐπισπᾶσθαι τὸ αἷμα δύναιτο, καθάπερ ἡ θαψία, κάλλιστον ἂν εἴη τὸ τοιοῦτον.
4 5 6 [5] ξυρῶντας δὲ τὴν κεφαλὴν καὶ ἀνατρίβοντας σκοπεῖν· εἰ γὰρ μετ’ ὀλίγην τρῖψιν ἐρυθραίνοιτο τὸ μέρος, εὐίατον ὑπολαμβάνειν τὴν διάθεσιν· εἰ δὲ μετὰ τὴν προσφορὰν τοῦ φαρμάκου μήποτε διὰ σφοδρότητα περαιτέρω τοῦ προσήκοντος ἐξεθέρμηνε τὸ δέρμα (δῆλον δ’ ἐστὶ τοῦτο ξανθότερον τὴν χρόαν ὀφθέν), ἐπικαυθῆναι γὰρ κίνδυνος τὸ δέρμα πολλάκις τῷ αὐτῷ χρησαμένων ἡμῶν—ἀλλ’ ἢ μεταβαίνειν ἐπί τι χρὴ τῶν μαλακωτέρων, ἢ τῷ αὐτῷ χρωμένους ἐκλύειν χρὴ τὴν δύναμιν αὐτοῦ κηρωτῆς ἢ στέατος μίξει.
4 5 7 προσαγέσθω δ’ ἐν ἀέρι θερμῷ πάντως τὰ τοιαῦτα βοηθήματα χωρὶς αὔρας ἐν ἡλίῳ, χειμῶνος δ’ ὄντος ἐν λουτρῷ.
4 5 8 [5] τῶν δ’ ἁρμοττόντων φαρμάκων ταῖς τοιαύταις διαθέσεσι θερμότατόν ἐστι τὸ εὐφόρβιον, καὶ μετ’ αὐτὸ θαψία καὶ νάπυ καὶ κάρδαμον· καθ’ ἕτερον δὲ τρόπον οὐδενὸς ἔλαττον ἢ λιμνῆστις, εἶτα τὸ ἀδάρκιον καὶ τὸ βερενίκειον ἀμφότεροί τε οἱ ἐλλέβοροι καὶ τὸ τοῦ εὐζώμου σπέρμα καὶ τὸ δάφνινον ἔλαιον ἀλκυόνιά τε ἀμφότερα κεκαυμένα καὶ αἱ ῥίζαι τοῦ καλάμου καὶ ὁ φλοιὸς καυθέντα, καὶ πίττα δὲ καὶ κεδρία ἥ τε τῶν μυῶν κόπρος καὶ χήνειον στέαρ τά τε πικρὰ τῶν ἀμυγδάλων ὁλοκαυτωθέντα.
4 5 9 τούτων τοῖς μὲν ἰσχυροῖς ὑγρὰν κηρωτὴν μιγνύειν, τὰ δ’ ἀσθενέστερα δεύειν ἐλαίῳ δαφνίνῳ ἢ ὑγρᾷ πίσσῃ· καὶ τὰς μὲν χρονίας καὶ δυσιάτους τοῖς ἰσχυροῖς θεραπεύειν, τὰς δ’ ἀρχομένας καὶ εὐιάτους τοῖς ἀσθενεστέροις. Περὶ ῥεουσῶν τριχῶν.
4 6 1 Ῥύσις γίνεται τριχῶν, ἀραιωθέντος τε τοῦ δέρματος καὶ τῆς τρεφούσης αὐτὰς αἰτίας οὐκ ἐπιρρεούσης.
4 6 2 [5] σκοπὸς οὖν ἐστι τῆς ἰάσεως ἐπισπάσασθαι μὲν αἷμα, πυκνοῦν δ’ ἠρέμα καὶ σφίγγειν τὸ κεχαυνωμένον δέρμα διά τινων φαρμάκων· τοιαῦτα δ’ ἐστὶ τό τε λάδανον καὶ τὸ σχίνινον ἔλαιον αὐτοφυῶς· ἑλκτικῆς γάρ ἐστιν ἄμφω καὶ συνακτικῆς δυνάμεως, ὥστε ἐπινοῆσαι ἀδύνατόν ἐστιν ἄμεινον φάρμακον πρὸς ῥεούσας τρίχας τοῦ μιχθέντος ἔκ τε τοῦ λαδάνου καὶ τοῦ σχινίνου ἐλαίου. δῆλον δ’ ὡς ξυραμένοις μὲν παχύτερον χρὴ προσφέρειν τὸ φάρμακον, ἐν χρῷ δὲ κειραμένοις ὑγρότερον.
4 6 4 πολλῆς δ’ οὔσης τῆς ῥύσεως καὶ ἀραιότητος ὑποπτευομένης μείζονος, χρησίμως μιχθείη ἂν ἀντὶ τοῦ σχινίνου τῷ λαδάνῳ τὸ μύρσινον ἔλαιον· μιχθείη δ’ ἂν δεόντως ποτὲ καὶ τὸ νάρδινον μύρον ἐπὶ ψυχρᾶς ἡλικίας καὶ ὥρας χειμερινῆς.
4 6 5 πρὸ δὲ τῆς τοῦ φαρμάκου χρήσεως ἀνάτριψις παραλαμβανέσθω τῆς κεφαλῆς. συμβαίνει δ’ ἡ ῥύσις τῶν τριχῶν πλεονάκις μὲν τοῖς νοσοῦσι, καὶ χρεία διαίτης τούτοις ἀναληπτικῆς, ὡς χωρὶς φαρμάκων τοὺς πολλοὺς ὑγιάζεσθαι τελείως· ἔστι δ’ ὅτε καὶ χωρὶς νόσου ῥυΐσκονται, ἐφ’ ὧν τοῖς εἰρημένοις χρησόμεθα.
4 6 7 ἀκτὴν καύσας μετὰ κηρωτῆς μῖξον καὶ χρῶ· τοῦτο αὔξει καὶ πυκνὴν ποιεῖ τὴν τρίχα ὥστε μὴ ῥεῖν. μελάνθιον καύσας καὶ μεθ’ ὕδατος τρίψας [καύσας] κατάπλαττε, ἔνθα [δὲ] ἂν βουληθῇ μάλιστα ἀναφυῆναι τρίχας, μάλιστα δ’ ἐπ’ ὀφρύων.
4 6 8 ἐκ πυρικαύτου τρίχας ἀναφυῆναι [τὰς τρίχας] συκῆς φύλλα λειοτριβηθέντα καὶ καταπλασθέντα ποιεῖ. Περὶ τῶν φθειρόντων τὰς τρίχας ἢ † καλλίτριχας.
4 7 1 [5] Τρεῖς εἰσι τῶν φθειρόντων τὰς τρίχας διαφοραί, τὰ ψίλωθρα, τὰ λεπτύνοντα, τὰ παντελῶς ἀφανίζοντα. ἀλλὰ ταῦτα μὲν ἐπισφαλῆ τὴν χρῆσιν ἔχει (πολλάκις γὰρ οὐ μόνον τὰ χρισθέντα μόρια ψιλοῖ καὶ ἄτριχα τοῦ λοιποῦ ποιεῖ, σὺν αὐτοῖς δὲ καὶ πᾶν τὸ σῶμα ψιλοῦται καὶ διαμένει τοιοῦτον)· τἄλλα δ’ ἀμφότερα τὴν χρῆσιν παρέχει ἀσφαλῆ. τῶν μὲν οὖν ψιλούντων ἀσφαλῶς ἥ τε κονία στακτὴ χρήσιμος καὶ ἀρσενικὸν καὶ σανδαράκη καὶ τίτανος ἄσβεστος, τῶν σφοδρῶν δηλονότι θραυομένων τῇ τῶν ἀσθενεστέρων μίξει.
4 7 3 [5] τὰ δὲ λεπτύνοντα τὰς τρίχας ῥυπτικὰ κατὰ δύναμίν ἐστιν, ὧν μέτρια μὲν κριθὴ καὶ κυάμων καὶ ὀρόβων ἄλευρον ἀφρόνιτρόν τε καὶ λίτρον, ἰσχυρὰ δὲ τὰ μεγάλας καὶ σκληρὰς τρίχας λεπτύνοντα, κεκαυμένον τὸ λίτρον καὶ τῶν κεραμίδων καὶ τοῦ κριβάνου τὰ ὄστρακα καὶ κίσσηρις ἄκαυστος καὶ κεκαυμένη κηρύκων τε καὶ πορφυρῶν καὶ τῶν ἄλλων ὀστρέων κεκαυμένα τὰ ὄστρακα (τὸ δὲ τῆς σηπίας καὶ ἄκαυστον) ἀλκυόνιά τε καὶ ἐλλέβοροι καὶ ἡ τῆς βρυωνίας ῥίζα.
4 7 4 βουλόμενος δ’ αὐτὰ ποιεῖν εὐώδη μίξεις κυπέρου καὶ μελιλώτου καὶ ῥόδων ξηρῶν καὶ ἀμώμου καὶ σχοίνου ἄνθους.
4 7 5 κνίδης ἀγρίας τὸν καρπὸν τρίψας ἐλαίῳ ἀνάτριβε, καὶ ἀπορρυήσονται αἱ τρίχες.
4 7 6 μέλιτι ἀπέφθῳ δρωπάκιζε ὃν ἂν βούλῃ τόπον, καὶ οὐκέτι φυήσονται.
4 7 7 — Ψίλωθρο ν · λειοποιήσας ἀσβέστου μέρη β , ἀρσενικοῦ μέρος α , ταῦτα βαλὼν εἰς θυΐαν μολυβδίνην καὶ ὕδωρ ἐπιχέας 〈ἢ〉 πτισάνης χυλόν, τρῖβε· καὶ ὅταν μέλαν γένηται, θερμήνας κατάχριε. ὄρυζαν, κυάμους ἐρειχθέντας, πτισάνην ἕψει ἐν ὕδατι, καὶ τούτῳ χρησάμενος ἀντὶ ὕδατος καὶ μίξας ἀρσενικὸν καὶ ἄσβεστον, ἕψει τὸ ψίλωθρον κατὰ συνήθειαν· καὶ μετὰ ταῦτα μιγνύεις σμύρνης 𐆄 α , μαστίχης 𐆄 α , κισσήρεως ὠμῆς 𐆄 𐅶 .
4 8 t Ὥστε πολιὰς μὴ γενέσθαι. Λαβὼν κολοκύνθην ἀγρίαν τρύπησον καὶ κάθαρον τὰ ἔσω μάλα, εἶτα πλήρωσόν τε αὐτὴν ἐλαίου δαφνίνου καὶ πρόσβαλε ὑοσκύαμον ἀρσενικὸν μὴ τρίψας· ἄφες ἡμέραν μίαν καὶ ἄλειφε χρησίμως ἅπαξ τοῦ ἐνιαυτοῦ.
4 8 2 ἐπὶ παιδίων ποιεῖ καλὰς καὶ πυκνὰς τὰς τρίχας καρύου λέπυρον καὲν καὶ τριβὲν οἴνῳ καταχριόμενον, λωτοῦ τοῦ δένδρου τὰ φύλλα, ἀπόπατος καμήλου καεὶς καὶ σὺν ἐλαίῳ χρισθείς.
4 8 4 ξανθὰς ποιεῖ τὰς τρίχας θέρμων λέπη ἀποβραχέντα σὺν νίτρῳ ἡμέρας ι καὶ μετὰ ταῦτα σμώμενα, λωτοῦ τοῦ δένδρου πρισμάτων ἀφέψημα.
4 8 5 μελαίνας δὲ ποιεῖ σμώμενα κηκῖδος ἀπόβρεγμα καὶ χαλκάνθου καὶ σιδίων, λάδανον μετὰ μυρσίνου ἀλείμματος.
4 8 6 βράδιον πολιοῖ ἔλαιον τὸ ἐξ ἀγρίας ἐλαίας καθ’ ἡμέραν ἀλειφόμενον, μᾶλλον δ’ εἰ μυρσίνην τις αὐτῷ ἐναποβρέξει.
4 8 7 βράδιον δ’ αὔξεσθαι ποιεῖ τὰς ἐπὶ τῶν ἀνήβων τρίχας καταχριόμενον ἀμπέλου δάκρυον σὺν ἐλαίῳ καὶ τὸ ἀπὸ τοῦ χλωροῦ κλήματος καιομένου ἱδρούμενον ὑγρόν, κυάμινον ἄλευρον καταπλασσόμενον. Περὶ πιτυριάσεως.
4 9 1 Ἡ πιτυρίασις ὑπὸ μοχθηρῶν χυμῶν συνίσταται· σκοπὸς οὖν ἐστιν ἐνδαπανῆσαι τούτους διὰ τῶν ῥυπτόντων καὶ διαφορούντων φαρμάκων προκαθαίροντας τὸ σῶμα, εἰ μεστὸν εἴη κακοχύμου.
4 9 2 βουλόμενοι δέ τινες ῥωννύναι τὴν κεφαλὴν ἔμιξαν τοῖς εἰρημένοις τῶν στυφόντων τι. Πρὸς πίτυρα.
4 10 1 [5] Πιτύρων χοίνικος ἥμισυ βρέξας ἐν ὕδατος κοτύλαις β καὶ μετὰ ταῦτα ἐπιτρίψας καὶ διηθήσας τὸν χυλὸν ἕψησον μετ’ ὄξους ἡμικοτυλίου, μέχρις οὗ πάχος λάβῃ οἴνου, καὶ τούτῳ τὴν κεφαλὴν ἀπόσμα, εἶτα κλύζε ἐν ὕδατι σεύτλου ἐνεψομένου ἢ τήλεως ἢ θέρμων· χρίσματι δ’ ἰρίνου μύρου χρῶ. τούτῳ χρηστέον ὡς ἐπιτηδειοτέρῳ καὶ δραστικῷ φαρμάκῳ.
4 10 2 γῆς Κιμωλίας, θείου ἀπύρου τὸ ἴσον τρίψας μετ’ ὄξους ἐν βαλανείῳ ἀπόσμα καὶ θερμῷ ὕδατι ἀπόπλυνε· τούτῳ καὶ καταχρίειν δεῖ, μὴ μόνον ἐν βαλανείῳ χρῆσθαι· πάσας γὰρ ἔχει τὰς δυνάμεις ὧν δεῖται τὸ πάθος.
4 10 3 λιθαργύρου, πηγάνου, ἐλαίου, ὄξους κοτύλης τέταρτον τρίψας τὴν κεφαλὴν κατάχριε.
4 10 4 δέδωκεν ἡμῖν τοῦτο πεῖραν ἱκανῶς. Περὶ φθειριάσεως.
4 11 1 Τίκτεται πολλάκις ἐν τῇ κεφαλῇ φθειρῶν πλῆθος ἀθρόως, ἐν τῷ βάθει τοῦ δέρματος περιττῶν ὑγρῶν καὶ μετρίως θερμῶν συστάντων· δεῖ τοίνυν προσάγειν ξηραίνοντα φάρμακα καὶ κενοῦν καὶ ἕλκειν πεφυκότα.
4 11 2 κεδρία φθεῖρας καὶ κονίδας ἀναιρεῖ, καὶ κισσοῦ τὸ δάκρυον ὁμοίως.
4 11 3 [5] σταφίδος ἀγρίας μέρη β , σανδαράκης καὶ νίτρου ἀνὰ μέρος α · σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν· ἢ ὀξυλαπάθου ῥίζας σὺν ἐλαίῳ ὁμοίως· ἢ ἐλλέβορον λευκὸν καὶ σταφίδα ἀγρίαν καὶ νίτρον ἴσα· ἐν βαλανείῳ μετ’ ἐλαίου χρῶ, ἢ θαλάττῃ ἢ ἅλμῃ ἀκράτῳ μετ’ ὄξους κατάντλει. Περὶ ἀχώρων καὶ κηρίων.
4 12 1 Ὁ καλούμενος ἀχὼρ ἐν τῷ τῆς κεφαλῆς συνίσταται δέρματι λεπτὰς πάνυ κατατρήσεις ἔχων, δι’ ὧν ἀπορρεῖ λεπτὸς ἰχὼρ γλίσχρος μετρίως. ὅμοιον δ’ ἐστὶν αὐτῷ πάθος καὶ τὸ καλούμενον κηρίον τὰς κατατρήσεις μείζονας ἔχον ὑγρὸν περιεχούσας μελιτῶδες.
4 12 3 σκοπός ἐστιν οὖν κενῶσαι τοὺς ποιοῦντας τὸ πάθος χυμούς, ἐπιρρέοντας δ’ αὐτοὺς ἔτι [δὲ] κωλῦσαι, κενοῦντας τὴν κεφαλὴν καὶ πρὸ ταύτης τὸ πᾶν σῶμα, ὡς ἐπὶ τῶν ἀλωπεκιῶν εἴρηται.
4 12 4 μικρᾶς δ’ οὔσης τῆς διαθέσεως, ἤρκεσε πολλάκις τὰ τοπικὰ βοηθήματα· τοιαῦτα δ’ ἐστὶ τὰ τέμνοντα καὶ διαφοροῦντα τὸ πάχος τοῦ χυμοῦ.
4 12 5 ἔνια δὲ τῶν φαρμάκων ἰᾶται τοὺς ἀρχομένους ἀχῶρας, ὅταν ἀπέριττον ᾖ τὸ σῶμα, στυπτικὴν 〈ἔχοντα δύναμιν〉· εἰσὶ δὲ τοιαῦτα 〈μυρσίνη〉 καὶ ὁ τῆς πίτυος φλοιός.
4 12 6 τινὰ δὲ τοῖς ἐπιπολαίοις καὶ μετρίοις βοηθεῖ, διαφοροῦντα μὲν καὶ ῥύπτοντα χωρὶς αἰσθητῆς θερμασίας, οὐ μὴν ἐρεθιστικὸν ἔχοντά τι· τοιοῦτον δ’ ἐστὶ τὸ τεῦτλον καὶ ἡ κεκαυμένη κιμωλία.
4 12 7 τινὰ δ’ οὕτω σφοδρὰ τὴν δύναμίν ἐστιν, ὡς δύνασθαι κενοῦν τοὺς παχεῖς πάνυ καὶ γλίσχρους χυμοὺς αἰτίους γενομένους ἀχώρων, κἂν ἤδη σκιρρώδεις ὦσι, διαλύειν αὐτάς· τοιαῦτα δ’ ἐστὶ χαλκίτης καὶ τρὺξ οἴνου καὶ τίτανος ἄσβεστος. τὸ δ’ ὄξος χρησιμώτατόν ἐστιν ἐν παντὶ καιρῷ πρὸς ἀχῶρας, τέμνον καὶ διαφοροῦν καὶ ἀποκρουόμενον· δεῖ δ’ ἀκριβῶς ὀξὺ τυγχάνειν αὐτὸ καὶ μηδ’ ἡντινοῦν ἔχειν οἴνου ποιότητα· τούτῳ γὰρ ἀναμιγνὺς ἄλλοτε τῶν μεταλλικῶν ἐξιάσῃ τοὺς ἀχῶρας.
4 12 9 ἄρχεσθαι δὲ προσῆκεν ἀπ’ ἀσθενεστέρων, καὶ μάλιστα ὅταν σὺν ὀδύνῃ τυγχάνωσιν.
4 12 10 εἰς τοῦτο γοῦν χρήσιμος Κρητικὴ καὶ Σαμία γῆ πομφόλυξ τε καὶ σπόδιον καὶ λιθάργυρος.
4 12 11 μηδὲν δ’ ἀνυόντων τούτων, τὸ διὰ χάρτου ξηρὸν ἐπίχριε δεύσας ὄξει· μὴ παρόντος δὲ τοῦ διὰ χάρτου καθ’ αὑτὸν χάρτην καύσας καὶ δεύσας ὄξει χρήσῃ δεόντως ἐπὶ τῶν σκληροσάρκων.
4 12 12 ὅταν δὲ φλεγμονώδης ᾖ ἀχὼρ ἢ μετ’ ὀδύνης, δῆλον ὡς παρηγορήσεις αὐτὸν πρότερον πεπτικῷ καὶ μαλακτικῷ καὶ ὑγρῷ φαρμάκῳ καὶ ἀδήκτῳ, οἷα τὰ ἑδραστικά ἐστιν. 〈Περὶ τῶν ἐν ὀφθαλμῷ ἐπιπολαίων παθῶν.
4 13 t 〉 Τὰς τῶν ὀφθαλμῶν ταράξεις ὑπό τε καπνοῦ γινομένας καὶ ἐγκαύσεως ἢ κόνεως, ἢ ἀτενὲς ἐνιδόντων αὐγῇ, παύσεις ῥᾳδίως ἐκστὰς μὲν τοῦ καπνοῦ καὶ τὴν κεφαλὴν σκέπων, ὡς μὴ καθικνοῖτο ὁ ἥλιος, καὶ εἰς σκιὰν πορευόμενος, ἀπονίπτων δὲ τῶν ὄψεων τὴν κόνιν πρότερον μὲν χλιαρῷ ὕδατι θερμῷ καὶ γλυκεῖ, ψυχρῷ δ’ ὕστερον, καὶ τὴν αὐγὴν ἀποστρεφόμενος καὶ ἐπιμύων τοῖς ὀφθαλμοῖς· ἐπὶ τούτοις γὰρ καθίσταται μηδενὸς ἑτέρου προσδεηθέντος, ἀλλ’ ἢ μόνον ἐνδεέστερον διαιτηθέντος.
4 13 3 ποτῷ δὲ καὶ πλείονι χρῆσθαι διὰ τὰς ἐγκαύσεις· εἰ γὰρ ὕπνος ἐπιλάβοι βαθύτερος καὶ ὀφθαλμία προσδοκηθεῖσα, πεφθήσεται διὸ μηδὲ τῶν λουτρῶν ἀπέχεσθαι, διαιτᾶσθαι δ’ ἀκριβέστερον.
4 13 4 ὀφθαλμίας τινὸς ἀρχομένης καὶ ἡσυχάζειν, ἐπιχρίειν δὲ τὰ βλέφαρα τῶν διὰ ῥόδων ἢ κρόκου φαρμάκῳ τινί· παρὰ γὰρ τοῖς πολλοῖς ἀπορία τούτων οὐκ ἔστι.
4 13 5 τὰς δὲ λήμας καὶ τὰς ἐν νυκτὶ γινομένας κολλήσεις διακαθαίρει τε καὶ ἀνίησι καλῶς τὸ ὀξύκρατον καὶ καθ’ ἑαυτὸ ὕδωρ ψυχρὸν καὶ τῶν ξηρῶν τι τῶν ὀφθαλμῶν ἀποδακρύειν πρᾴως ποιοῦν· ὠφελεῖ δὲ καὶ γαστρὸς ὑπαγωγή.
4 14 t Πρὸς φλεγμονὴν καὶ ὀδύνην ὀφθαλμῶν. Φλεγμονῆς δὲ καὶ ὀδύνης κατεχούσης τοὺς ὀφθαλμούς, ἰατροῦ μὲν ἔργον ἴασις τούτων, μὴ παρόντος δέ, τέως ποιεῖν αὐτὸν τὰ ἐνδεχόμενα μέχρι τῆς τοῦ ἰατροῦ παρουσίας, ἵνα μή τι χαλεπώτερον συμπέσῃ.
4 14 2 σιτίων δ’ οὖν ἀπέχεσθαι καὶ ἡσυχίαν ἄγειν ἁρμόττει καὶ τὴν αὐγὴν ἐκκλίνειν καὶ μήτε τοῖς ψόφοις μήτε ἄλλῃ τινὶ κινήσει τὰς ὀδύνας ἐπιτείνειν καὶ τοὺς πόδας ψηλαφᾶν καὶ διαδεῖν ἐνίοτε τὰ ἄκρα· περισπαστικὰ γὰρ ταῦτα τῶν ὀδυνῶν.
4 14 3 ποιεῖ δὲ πρὸς φλεγμονὰς καὶ ἴου τὰ φύλλα ἐπιτιθέμενα καὶ γάλα γυναικεῖον πρόσφατον σὺν ὠῷ 〈καὶ〉 ῥοδίνῳ ἔξωθεν ἐπιτιθέμενον. Πρὸς ῥεῦμα ὀφθαλμῶν.
4 15 1 Ῥεύματος δ’ ἐνοχλοῦντος, ἀνακόλλημα ποιεῖν κατὰ τοῦ μετώπου, λιβανωτὸν λεῖον μετὰ γύρεως ὠοῦ τῷ λευκῷ μιγνύντα.
4 15 2 καὶ μετέωρον ἔχειν τὴν κεφαλὴν συμφέρει καὶ ἡσυχάζειν καὶ διαδέσμοις χρῆσθαι τῶν ἄκρων.
4 15 3 ἁλμυροῦ δ’ ὄντος καὶ δριμέος τοῦ ῥεύματος, ἐγχέοντα γλυκαίνειν τῷ γάλακτι καὶ τῷ λευκῷ τοῦ ὠοῦ τάς τε λήμας ἀφαιρεῖν εὐαφῶς καὶ μαλακῇ σπογγιᾷ.
4 15 4 μεγάλης δ’ οὔσης τῆς ἐπιφορᾶς μετὰ περιωδυνίας, κατάπλασσε οὕτως· ῥόδων ξηρῶν 𐅻 δ , κρόκου 𐅻 α · ἀναλάμβανε μελιλώτων ἀφεψήματι 〈ἢ〉 γλυκεῖ. Πρὸς τὰς τῶν πρεσβυτέρων ἀμβλυωπίας.
4 16 1 Τὰς δὲ τοῖς πρεσβύταις εἰωθυίας συμβαίνειν ἀμβλυωπίας παραμυθήσῃ τρίψεσι καὶ αἰωρήσεσι καὶ συμμετρίᾳ τροφῶν καὶ δριμυφαγίᾳ καὶ τῆς κεφαλῆς κτενισμοῖς καὶ τοῦ ἀψινθίου πόσει πρὸ τῶν σιτίων καὶ τοῦ ἀπὸ θύμου καὶ ὀριγάνεως καὶ ὀξυμέλιτι σκιλλητικῷ καὶ ὑπαλείψεσι τοῖς ὀξυδέρκοις ἐπαγγειλαμένοις.
4 16 2 συμφέρει δὲ καὶ πταρμοὺς κινοῦν τι καθ’ ἡμέραν, χρίειν δὲ τὸ φαρύγγεθρον καὶ ἀποχρέμπτεσθαι τοῦ φλέγματος. Πρὸς 〈τὰσ〉 ἐπὶ τῶν βλεφάρων κριθάς.
4 17 1 Τὰς δὲ κριθὰς τὰς ἐπὶ τῶν βλεφάρων πυριῶν κηρῷ λευκῷ διαφορήσεις οὕτω.
4 17 2 χρὴ δὲ τήκοντα τὸν κηρὸν προσφέρειν καὶ θερμῇ τῇ μήλῃ προσάπτεσθαι.
4 17 3 διαφορεῖ δὲ καὶ χαλβάνη μετ’ ὀλίγου νίτρου τιθεμένη. Πρὸς τοὺς νυκταλωπιῶντας.
4 18 1 Τοὺς δὲ νυκταλωπιῶντας ἧπαρ τράγειον ὀπτήσας τὸν ἐν τῇ ὀπτήσει συντηκόμενον ἰχῶρα συναγαγὼν ἔγχριε, καὶ αὐτὸ τὸ ἧπαρ ἐσθίειν δίδου.
4 18 2,3 καὶ ὀνίδα πρόσφατον χυλίσας ὑπάλειφε. νυκταλωπίασις δ’ ἐστίν, ὅταν τὴν ἡμέραν ἀμέμπτως βλέπωσι, τῆς δὲ νυκτὸς προσαγούσης χείρω.
4 19 t Πρὸς 〈τὰ〉 διὰ πληγὴν ὕφαιμα τῶν ὀφθαλμῶν. Τὰ δὲ διὰ πληγὴν ὕφαιμα τοῦ ὀφθαλμοῦ κατ’ ἀρχάς, ἔτι φλεγμονῆς οὔσης, περιστερᾶς αἷμα θερμὸν ἢ τρυγόνος διακαθαίρει καὶ πυρίαι διὰ σπόγγων, ἁλῶν ὀλίγων τῷ ὕδατι μεμιγμένων, εἰ μὴ χιτὼν ἀνεξεσμένος εἴη· τοιούτου δέ τινος συμβάντος, τῷ ὕδατι μόνῳ πυριᾶν.
4 19 2 καλῶς δ’ ἂν ἔχοι καὶ ἔριον ὠοῦ μετὰ ῥοδίνου δεύσαντος κοῦφον ἐπιβάλλειν τῷ ὀφθαλμῷ.
4 19 3 καὶ στοιβῆς δὲ χλωρὰ φύλλα καταπλασσόμενα ὠφελεῖ, καὶ φύλλα κράμβης καταπλασσόμενα.
4 19 4 χρονισάντων δ’ αὐτῶν, ἂν ἐπιμένῃ αἱμάλωψ, ὑσσώπου κόμην λείαν λαβὼν εἰς λινοῦν ῥάκος, καθιεὶς εἰς ζέον ὕδωρ προσάπτου τῷ ὀφθαλμῷ, καὶ ἀκολουθεῖ τὸ αἷμα, ὥστε 〈ἐκ〉πιεζῆσθαι τοῦ ὀθονίου.
4 19 5 συστάντων δ’ οἰδημάτων ἀπὸ τῆς πληγῆς, πυριᾶν τῷ σπόγγῳ συνεχῶς· εἶτα καινὸν σπόγγον ὀξυκράτῳ βρεχόμενον ἐπιτιθέναι· παλαιῶν δὲ γενομένων, νάπυ τριβόμενον μεθ’ ὕδατος προστιθέναι συνεχῶς καὶ ἀφαιρεῖν.
4 20 t Πρὸς τριχιῶντα βλέφαρα. Εἰ δὲ τριχιῶσι βλέφαρα καὶ τριχολαβίδι τίλλουσι τὰς τρίχας, μικρὸν ὕστερον ὀδυνῶνται, μειζόνως ὑποφυομένων αὐτῶν καὶ νυσσουσῶν.
4 20 2 πρὶν οὖν βλάβην τινὰ παρασχεῖν ἀμείνους αἱ κολλήσεις αἱ πρὸς τὰς κατὰ φύσιν διά τε πίσσης καὶ κόμμεως.
4 20 3 καλὸν δὲ καὶ τοῦτο ἔχειν παρεσκευασμένον· μαστίχην καὶ κηρὸν καὶ λιβανωτὸν καὶ ξηρὰν πίσσαν ἑνῶσαι μασσόμενα ὡς ὅτι μάλιστα καὶ ποιήσαντας τροχίσκους ἀποτίθεσθαι.
4 20 4 τῆς δὲ χρείας καλούσης, μηλωτίδος πεπυρωμένης τήκειν τοῦ φαρμάκου καὶ κολλᾶν. Πρὸς τὰς ἐκ χιόνος ὀφθαλμίας.
4 21 1 Πυρῆνα μήλης καθέντες εἰς σκόροδον ὡς χρωσθῆναι τῷ χυλῷ ἐγχρίομεν.
4 21 2 πυροὺς ἐπὶ διαπύρων σιδήρων ὀπτήσαντες σὺν οἴνῳ καταχρίομεν τὰ βλέφαρα. Πρὸς πτίλους καὶ τρίχας μὴ ἔχοντας.
4 22 1 Μυόχοδον καὶ κόπρος τράγου· ταῦτα καὶ μίλφους ὠφελεῖ καὶ ἀνάγει τρίχας. Πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἕλκη.
4 23 1 Κρόκον βρέξας γάλακτι γυναικὸς καὶ τρίψας μίξας τε κόμμεως λευκοῦ σύμμετρον, ὥστε συστῆναι τὸν κρόκον, ἀναπλάσας κολλύριον χρῶ μετὰ γάλακτος γυναικὸς ἐνστάζων. Πρὸς λευκώματα καὶ ἀμαυρώσεις καὶ ἀρχομένην ὑπόχυσιν καὶ ἀμβλυωπίαν καὶ ἀχλὺν καὶ ἐπικαύματα καὶ ὀξυδέρκειαν καὶ πτερύγια καὶ βαφὴν λευκώματος.
4 24 1 Λευκώματα ταχέως ἰᾶται νίτρον μετ’ ἐλαίου λειωθὲν ἐπιμελῶς καὶ ἐγχριόμενον· ἢ σηπέας ὄστρακον λεῖον φυράσας μέλιτι κατάκαυσον καὶ λείῳ ὑπάλειφε.
4 24 2,3 λεπτύνει δὲ καὶ ὁ χυλὸς ἀνεμώνης ἁπάσης. —Ἀμαύρωσιν δὲ πᾶσαν καὶ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολῆς μέρη δύο, πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ ἀνὰ μέρος ἕν· ἢ μαράθρου χυλὸς καὶ ταυρεία χολὴ ὑγρὰ ἴσα μετὰ διπλασίονος μέλιτος· ἢ χολὴ ἀρκεία μεθ’ ὕδατος διπλασίου.
4 24 4 —Καπνίου χυλὸς ὀξυδερκής ἐστιν ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον.
4 24 5 —Λιβανωτίδος τῆς τε ῥίζης καὶ τῆς πόας ὁ χυλὸς μέλιτι μιγνύμενος ἀμβλυωπίας ὅσαι διὰ πάχος ὑγρῶν γίνονται θεραπεύει.
4 24 6,7 ποιεῖ καὶ πρασίου χυλὸς μετὰ μέλιτος. —Θρίδακος ἀγρίας ὀπὸς ἄργεμά τε καὶ ἀχλύας ἀποκαθαίρει καὶ πρὸς ἐπικαύματα ποιεῖ μετὰ γυναικείου γάλακτος ὑπαλειφόμενος.
4 24 8 — Ὀξυδερκέ ς · ῥοῶν τῶν κόκκων χυλὸν ἐκπιέσας βάλε εἰς ἄγγος Ἀττικὸν καὶ ὀθονίῳ περιδήσας θὲς εἰς ἥλιον, ἕως ἂν πάχος σχῇ μέλιτος, καὶ ἴσον πρὸς ἴσον βάλε τῷ χυλῷ μέλι καὶ ἀνελόμενος εἰς ὀστράκινον ἀγγεῖον φύλασσε· παλαιούμενον γὰρ βέλτιον γίνεται.
4 24 9 ὅταν δὲ καθεύδειν μέλλωσιν, ὑπόχριε τούτῳ κούφως τοὺς ὀφθαλμούς.
4 24 10 τοῦτο ζῳγράφοις καὶ δακτυλιογλύφοις καὶ χρυσοχόοις ἁρμόττει καὶ πρεσβύταις.
4 24 11 — Ἄλλ ο · ὑαίνης χολὴν μετὰ μέλιτος Ἀττικοῦ μίξας χρῶ· τοῦτο ἀμβλυωπίας ἀναστέλλει καὶ τὰς ἀρχομένας ὑποχύσεις διασκίδνησι· βέλτιον δὲ παλαιούμενον γίνεται. —Πτερυγίου δὲ μεγάλου μὲν ὄντος καὶ σκληροῦ γεγονότος, χειρουργίας ἐστὶν ἡ ἴασις καὶ τοῦ ἰατροῦ χρεία· τὸ δὲ μικρὸν καὶ μαλακὸν θεραπεύσεις αἰγείρου ὀπῷ μετὰ διπλασίονος μέλιτος ἐγχρίων.
4 24 13 καὶ σηπίας δ’ ὄστρακον καυθὲν καὶ μιχθὲν ἁλσὶν ἀνορύκτοις ἀποτήκει τὰ κατὰ τοὺς ὀφθαλμοὺς πτερύγια.
4 24 14 [5] —Βάψεις δὲ τὰ λευκώματα ῥοιᾶς γλυκείας σάρκα τρίψας, παραστάζων ὕδατος ὀλίγου καὶ ποιῶν λεῖον πολλάκις καὶ ἐγχρίων· ἢ ὑοσκυάμου χυλῷ ἐφ’ ἡμέρας ιε τοῦτο βάπτε, καὶ ἀφανῆ ποιεῖ ἐπ’ ἐνιαυτόν. Καλλιβλέφαρον· μάλιστα δὲ ποιεῖ νηπίοις καὶ τοῖς ἁπαλοσάρκοις· στίμμεως 𐅻 ιϛ , μολύβδου 𐅻 η , κρόκου [ἀνὰ] 𐅻 α , ῥόδων ἄνθους, σμύρνης, νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ, λιβάνου ἄρρενος ἀνὰ 𐅻 α , φοινίκων ὀστᾶ λ · πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, εἶτα τρίψας ἐν θυΐᾳ ἐπίβαλε ὀποβαλσάμου κοχλιάρια β , καὶ ἀνακόψας 〈καὶ〉 ξηράνας χρῶ.
4 26 t Πρὸς τὰς ῥήξεις τῶν ὀφθαλμῶν. Λίθον αἱματίτην διεὶς ἐπ’ ἀκόνης γάλακτι γυναικείῳ πολλάκις ὑπόχριε τῆς ἡμέρας.
4 26 1 ἄγνου φύλλα τρίψας μεθ’ ὕδατος καὶ ἀλφίτου κατάπλασσε. Πρὸς βλέφαρα παχέα καὶ ὕφαιμα καὶ κεγχραμίδων ὑπόπλεα.
4 27 1 Ἐκστρέφων τὸ βλέφαρον ἀπολέαινε μήλῃ θερμῇ, ἢ φύλλῳ συκῆς καὶ μέλιτι ὑπάλειφε, ἢ οἶνον αὐστηρὸν μέλιτι μιγνὺς ὑπάλειφε. Πρὸς ψωροφθαλμίαν.
4 28 1 Ῥοιᾶς γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας, ἕως λάβῃ μέλιτος πάχος, ὑπόχριε. Πρὸς τὰ λεπρώδη βλέφαρα.
4 29 1 Τὰ δὲ λεπρώδη τῶν βλεφάρων ὑγιάζει συκῆς ὀπὸς καταχριόμενος. ἁλὸς ἄχνῃ λείᾳ χρῶ.
4 30 t Πρὸς σκληρὰ βλέφαρα καὶ δυσκίνητα. Μυελὸν μόσχειον καὶ κηρὸν ἴσα τήξας μετὰ ῥοδίνου κατάπλασσε· ἢ τερεβινθίνης μέρη ἑπτά, λιθαργύρου μέρος ἓν μετὰ κηροῦ καὶ ἐλαίου τήξας εἰς ὀθόνιον κατάπλασσε.
4 31 t Πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἐμπίπτοντα. Ὕδατι ἢ γάλακτι ἐγχυματίζων διάκλυζε ἢ μέλιτι ἢ ἐλαίῳ ἔγχριε, ὥστε δάκρυον ἐκκριθῆναι, ἢ διαβλέπειν κέλευε εἰς ὕδωρ ἢ εἰς οἶνον.
4 31 2 τὰ δ’ ἐγκαθήματα ῥητίνῃ προσφάτῳ ψαύων, ἀφαίρει τριχὶ μάλιστα μὲν ἀνθρωπίνῃ, εἰ δὲ μή, ὑείᾳ.
4 31 3 τὰ δ’ ἐμπεπηγότα καταλαβὼν τὸν ὀφθαλμὸν ἔξαιρε λαβιδίῳ.
4 31 4 τὰ δ’ ὑπὸ τὸ βλέφαρον ἐκστρέφων ἔξαιρε καὶ γάλακτι διάκλυζε. Πρὸς τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι φθειριάσεις.
4 32 1 Τὰς δὲ φθειριάσεις τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι θεραπεύει σὺν μέλιτι ἢ οἴνῳ καταχριόμενα σανδαράχη, σταφὶς ἀγρία. Πρὸς αἰγίλωπας καὶ χαλάζια.
4 33 1 Αἰγίλωπας θεραπεύει, ἐφ’ ὧν μὲν διὰ βάθους 〈μὴ〉 ἔφθαρται τὸ ὀστέον, ἀνθεμίδος φύλλα μασηθέντα καὶ ἐπιτεθέντα ἢ αἰγίλωπος τοῦ ἐν τοῖς σιτίοις χυλὸς σὺν ἀλεύρῳ σιτινίῳ καταπλασσόμενος, ἀρνογλώσσου φύλλα μασηθέντα καὶ ἐπιτεθέντα.
4 33 2 μετὰ δὲ τὸ ἀναστομωθῆναι καρύων βασιλικῶν τὰ ἐντὸς μασησάμενος ἐπιτίθει ἢ λίβανον καὶ περιστερᾶς κόπρον λείαν μίξας ἐπιτίθει μέχρι ἀπουλώσεως (λιθοῦται δὲ καὶ ἐπιμένει)· ἢ πρόπολις καὶ τερμινθίνη μετὰ χόνδρου ἐν σπληνίῳ, ἢ στυπτηρία σχιστὴ καὶ ὅτι πλείστῃ τερεβινθίνῃ ἀναληφθεῖσα.
4 33 4 —Χαλάζια δὲ διαφοροῦσιν ὄλυνθοι ἑφθοὶ καταπλασθέντες 〈ἢ〉 τὰ τῆς συκῆς φύλλα. Περὶ τῶν συμβαινόντων περὶ τὰ ὦτα παθῶν.
4 34 t [5] —Περὶ δυσηκοΐας καὶ κωφώσεως. Χυμός τις ἐν τοῖς ἀκουστικοῖς πόροις σφηνωθεὶς τὰς δυσηκοΐας καὶ κωφώσεις συνίστησι· δεῖ οὖν ἐφ’ ἡμέρας πλείους κλύζειν ὄξει λευκῷ καὶ ὕδατι ἴσοις ἐζεσμένοις σὺν λείῳ νίτρῳ, καὶ μετὰ ταῦτα πάλιν κλύζειν ὕδατι θερμῷ μόνῳ καὶ οὕτως ἐγχυματίζειν τοῖς πρὸς τὰς δυσηκοΐας ἀναγεγραμμένοις τοῖσδε· μέλανος ἐλλεβόρου ῥίζαν λείαν μετ’ ὄξους καὶ μέλιτος τρίψας ἄχρι τῆς ἀκοῆς ἐντίθει, καὶ ἔα τὸ φάρμακον ἐφ’ ἡμέρας ε · ἢ καρδάμου τὸ ἱκανὸν καὶ νίτρου βραχὺ σύκων σαρκίοις ἄνευ τῶν κεγχραμίδων ἀναλαβὼν ποίει κολλύριον ἁρμόττον τῷ πόρῳ τῷ τῆς ἀκοῆς· κομίζου δ’ αὐτὸ τριταῖον· τοῦτο ἄγει ῥύπον ἱκανὸν καὶ παραχρῆμα κουφίζει.
4 35 t Περὶ τῶν κατὰ τὰ ὦτα ὀδυνῶν. Τὰς δ’ ὀδύνας τῶν ὤτων, εἰ μὲν ἀπὸ ψύξεως γένοιντο, τὰ θερμαίνοντα θεραπεύει τάχιστα· κρόμμυον οὖν ἢ σκόροδον ἀποζεσθὲν ἐλαίῳ καὶ ἐγχυθὲν ἰᾶται, καὶ εὐφορβίου δ’ ὀλίγιστον ἐλαίῳ πολλῷ μιχθὲν ἢ πεπέρεως ἀκριβῶς λελειωμένου.
4 35 2 ὠφελεῖ δὲ καὶ τὸ ἀμαράκινον καὶ ἡ ἀρίστη νάρδος καὶ πηγάνινον ἐκ λεπτομεροῦς καὶ μὴ στύφοντος ἐλαίου. Περὶ ὕδατος περιεχομένου κατὰ τὰ ὦτα.
4 36 1 Εἰ δ’ ὕδωρ περιέχοιτο κατὰ τὸν ἀκουστικὸν πόρον, συνεχῶς ἔλαιον ἐγχεῖν προσῆκεν, ἐγκλύζοντας αὐτὸ καὶ δι’ ἐρίου μαλακοῦ σπογγίζοντας καὶ πάλιν ἐγχέοντας.
4 36 2 παρηγορεῖ δ’ αὐτοὺς ὠοῦ τὸ λευκὸν καὶ λεπτὸν καὶ γάλα γυναικεῖον· πάντα δ’ ἔστω θερμὰ τὰ προσφερόμενα. καὶ τὸ χήνειον δὲ στέαρ ἱκανῶς αὐτοὺς ὠφελεῖ.
4 36 3,4 εἰ δέ τις καὶ ἐφ’ ἑνὶ ποδὶ τῷ κατὰ τὸ πάσχον οὖς ἅλλοιτο, παρεγκλίνων πως ἑαυτόν, ἐκκρίνεται ῥᾳδίως.
4 36 5 ἄκρως δὲ καὶ ὁ διὰ τοῦ στόματος ἐκμυζηθμὸς ἐπισπᾶται.
4 36 6 φλεγμονῆς δ’ οὔσης τινός, νάρδινον μύρον ἐγχεῖν μετὰ βραχυτάτου βασιλικοῦ.
4 36 7 μεγάλης δ’ οὔσης τῆς ὀδύνης, ἀναγκαῖον τοῖς ναρκοῦσι τὴν αἴσθησιν χρῆσθαι, γυναικείῳ γάλακτι μιγνύντας καὶ τοῦ ὠοῦ τῷ λευκῷ μήκωνος ὀπόν, μιγνύειν δὲ καὶ καστορίου πρὸς μὲν τὰς σφοδροτέρας ὀδύνας ἴσον, πρὸς δὲ τὰς κουφοτέρας διπλάσιον.
4 36 8 ὑγρὸν δ’ ἔστω τὸ ἐκ τοῦ γλεύκους ἕψημα, καὶ ἐν τῇ χρήσει δὲ τῷ ἑψήματι ἀνιέσθω· παρασκευάζεσθαι δ’ ἄμεινον ἐκ πολλοῦ μεμιγμένον τὸ φάρμακον.
4 36 9 [5] χρὴ δὲ μηδ’ ὅλως ψαύειν τοῦ ἀκουστικοῦ πόρου κατὰ τὸν καιρὸν τῆς ὀδύνης, πυριᾶν δὲ διὰ μηλωτίδος ἐρίῳ μαλακωτάτῳ, τὸ δὲ φάρμακον ἐμβάλλειν οὕτω πως· ἔστω κεχλιασμένον ἐν ὠτικῷ τε ἐγχυτῆρι, καὶ τὴν μηλωτίδα βάπτων ἐπιτίθει μαλακὸν ἔριον· τῇ δ’ ἀρχῇ τοῦ πόρου καὶ παντὶ τῷ ὠτίῳ πυριᾷς, ὡς εἴρηται, νάρδῳ μιχθέντος ὀλιγίστου τῆς τετραφαρμάκου.
4 36 10 θέρους δὲ καθεστῶτος ἢ θερμασίας ἀντιλαμβανομένου τοῦ κάμνοντος, κατὰ τὸ πάσχον διὰ ῥοδίνου ἡ πυρία γινέσθω.
4 36 11 καὶ παχὺν δὲ χυμὸν ἢ γλίσχρον ἢ πνεῦμα φυσῶδες ὑπονοήσας ἐσφηνῶσθαι μίξεις τι καὶ τῶν ἐκφραττόντων.
4 36 12 τεχνικῶς δ’ ἂν στοχάσαιο τοιοῦτόν τι τυγχάνειν τὸ αἴτιον, τά τε προηγούμενα τοῦ πόνου καὶ τὰ παρόντα πολυπραγμονήσας· διὰ μὲν γὰρ ψῦξιν προηγησαμένην πνεῦμα φυσῶδες συνίσταται, διὰ δὲ δίαιταν κακόχυμον καὶ πνευματώδη, βάρους τε τῆς κεφαλῆς ὄντος, παχεῖς αἴτιοι χυμοί.
4 36 13 [5] καὶ ἐπειδὰν τοιοῦτόν τι παρακολουθοίη, λίτρον καὶ ἀφρόλιτρον τοῖς ὠτικοῖς μίξεις φαρμάκοις καὶ λευκὸν καὶ μέλανα ἐλλέβορον ἀμύγδαλά τε πικρὰ καὶ ἀριστολοχιῶν τὴν παροῦσαν καὶ σικύου ἀγρίου καὶ βρυωνίας ῥίζαν ἄρου τε καὶ δρακοντίου καὶ κασίαν καὶ κενταύριον τὸ μικρόν· διαρρύπτει γὰρ ταῦτα τοὺς πόρους καὶ λεπτύνει τὰ ἐμπεφραγμένα. τὰς δ’ ἐπιεικεῖς καὶ μὴ σφυγματώδεις φλεγμονὰς ἱκανὸν ἰᾶσθαι καὶ ὀξυρόδινον χλιανθὲν καὶ γλαύκιον ἐπ’ ἀκόνης ἰατρικῆς ἀποτριβόμενον μετ’ ὄξους.
4 37 t Περὶ τῶν ἐν ἐπιφανείᾳ ὠτίου φλεγμονῶν καὶ οἰδημάτων. Τὰς δ’ ἐν τῇ ἐπιφανείᾳ ὠτίου φλεγμονὰς καὶ τὰ οἰδήματα καὶ τὰ ἐρυθήματα δι’ ἐπιρροὴν ἢ πληγὴν γεγονότα φακὸν ἑψήσας ἐν ὕδατι κατάπλασσε τρίψας μετὰ μέλιτος· ἢ στέαρ χήνειον καὶ βούτυρον καὶ σμύρναν μίξας ἐπιτίθει.
4 38 t Πρὸς τὰ ἡλκωμένα ὦτα καὶ πυορροοῦντα. Τὰ δ’ ἡλκωμένα τῶν ὤτων καὶ πυορροοῦντα θεραπεύσεις γλαυκίῳ μετ’ ὄξους· ὅταν δὲ μετὰ ῥεύματος, τοῖς τροχίσκοις, οἷός ἐστιν ὅ τε Ἄνδρωνος καὶ ὁ Πολυείδους.
4 38 2 κἂν πυορροῇ χωρὶς ὀδύνης μὴ σφοδρῶς, τοῖς αὐτοῖς θεραπεύσεις.
4 38 3 μηδὲν δ’ ἐνεργούντων αὐτῶν, τῷ σφοδρῷ χρησόμεθα σιδήρου σκωρίαν χνοώδη ποιήσαντες καὶ καθεψήσαντες ἐν ὄξει δριμυτάτῳ μέχρι γλοιώδους καὶ μελιτώδους συστάσεως. πρὸς δὲ τὰ ἐκ πληγῆς ἡλκωμένα ἄρτου θερμοῦ τὸ ἐντὸς τρίψας μετὰ μέλιτος ἐπιτίθει· ἢ σμύρναν τρίψας μετ’ οἴνου παλαιοῦ ἐπίχριε· ἢ κοχλιῶν τὰ ἐντὸς τρίψας καὶ σμύρναν μίξας τὸ ἥμισυ μέρος ἐπιτίθει.
4 38 5 μήτε δ’ ἐπίδει ταῦτα μήτε συνεχῶς ἀφαίρει τὰ ἐπιτιθέμενα. Πρὸς τὰ τεθλασμένα καὶ κεκλασμένα καὶ τὰς αἱμορραγίας τῶν ὤτων καὶ τὸν ἐξαίφνης ἦχον, καὶ εἰ ἐμπέσῃ τι λιθάριον ἢ κύαμος ἤ τι τοιοῦτον ἢ ζῷόν τι εἰς αὐτά.
4 39 1 Τὰ δὲ τεθλασμένα τῶν ὤτων σμύρναν, μάνναν, λιβανωτόν, γῆν μέλαιναν, ᾗ σμῶνται, καλῶς ἑνώσας, κηρωτῆς ποιῶν πάχος, κατάπλασσε, μηδενὶ τρόπῳ ἐρεθίζων· ἢ θεῖον ἄπυρον ἢ λιβανωτὸν μετὰ πίσσης ὑγρᾶς εἰς σπληνίον ἐπιτίθει.
4 39 2 —Ἐφ’ ὧν δὲ κέκλασται τὰ ὦτα, κεραμικῆς γῆς τὰ ἐντὸς πληρώσας, ὅταν ξηρανθῇ, στρύχνον μετὰ ψιμυθίου ἐπάλειφε, μέχρι καταστῇ.
4 39 3 —Αἱμορραγίας δ’ ἐξ ὤτων γινομένης, ὥστε μὴ ἐνθρομβοῦσθαι, πράσου τὸν χυλὸν καὶ ὄξος μίξας ἐγχυμάτιζε· ἢ ῥοιᾶς ἐν ὄξει ἡψημένης τὸν χυλὸν ἐκθλίψας ἐγχυμάτιζε.
4 39 4 ἐφέξεις δὲ τὴν αἱμορραγίαν βάτων καὶ κηκίδων ἐν ὄξει ἡψημένων τὸν χυλὸν ὁμοῦ μίξας καὶ ἐγχυματίσας.
4 39 5 —Ἐπὶ δὲ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ῥοδίνου ἔγχει ἢ κύμινον καὶ ἔλαιον, μέλιτος ποιήσας πάχος, ἢ σικύου ἀγρίου τὸν χυλὸν τῆς ῥίζης.
4 39 6 εἰ δ’ ἐπιμένει, κατακλίνας τὸν πάσχοντα καὶ λίτρον ὠμὸν λεῖον ἐμπλάσας εἰς τὸ οὖς, ὄξος δριμὺ χλιαρὸν ἔγχει. ἐπὶ δὲ τῶν μετὰ νόσον ἤχων ἀψινθίου ἀφεψήματι πυριάσας ὀξυρόδινον ἔγχει, ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ πράσου χυλὸν μετὰ γάλακτος γυναικείου ἢ ῥοδίνου, ἢ σικύου ἀγρίου φύλλα λειώσας καὶ χυλίσας ἐγχυμάτιζε.
4 39 8 —Λιθαρίου δ’ ἢ κυάμου ἤ τινος τοιούτου παρεμπεσόντος εἰς τὸ οὖς, εἰλίξας περὶ μηλωτίδα ἔριον βάψον εἰς τερεβινθίνην ἢ εἴς τι τῶν ἐχεκόλλων καὶ καθεὶς πρᾴως ἐπισπῶ.
4 39 9 μὴ ὑπακούσαντος δέ, πταρμικὸν εἰς τὰς ῥῖνας ἐνιεὶς τὸ στόμα ἔμφραττε καὶ τοὺς ῥώθωνας· κατὰ γὰρ τὴν γινομένην ἔντασιν ἐκφυσᾶται τὸ ἐμπεσόν. ποίει δὲ συνεχῶς τοῦτο, μέχρις ἂν ἐκπέσῃ τὸ ἐνόν· ἐμμείναντος γάρ, εἰ ἐπιφλεγμήνειε τὸ οὖς, σπασμοὶ συμπεσοῦνται.
4 39 11 ζῴου δέ τινος ἐμπεσόντος, σκαμμωνίαν διεὶς ὄξει ἢ ἀψινθίου χυλὸν ἢ πευκέδανον, ἢ θεῖον καὶ νίτρον μετὰ χυλοῦ ῥαφάνου ἔνσταζε. Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας καὶ τὰ λοιπὰ τὰ εἰσδυόμενα εἰς αὐτά.
4 40 1 Πρὸς σκώληκας δὲ τοὺς ἐν ὠσὶ καὶ τὰ λοιπὰ τὰ εἰς τὸν πόρον τῆς ἀκοῆς εἰσδυόμενα ὀξέλαιον ἔνσταζε ἢ καππάρεως χυλὸν ἢ καλαμίνθης χυλὸν ἢ ἐλλέβορον λευκὸν μετ’ οἴνου ἐγχυμάτιζε. Πρὸς ῥύπον τὸν ἐν ὠσί.
4 41 1 Νίτρον ὀπτὸν ἔμπλασον εἰς τὸ οὖς καὶ ὄξος ἐπίσταζε, καὶ ἔριον ἐνθεὶς ἔασον διὰ νυκτός· τῇ δ’ ὑστεραίᾳ κλύσον ὕδατι καὶ ἐλαίῳ θερμῷ. Πρὸς ὦτα κάθυγρα.
4 42 1 Μίσυ καύσας ἐν ὀθονίῳ καὶ λειώσας ἐμφύσα, ἢ κηκῖδα λειώσας καὶ καύσας παραπλησίως χρῶ, ἢ στυπτηρίαν ὀπτήσας καὶ λειώσας ἔλαιον προσεγχέας ἐμφύσα. Πρὸς τὰς ἐν ὠσὶν ὑπερσαρκώσεις.
4 43 1 Τὰς δ’ ὑπερσαρκώσεις τὰς ἐν ὠσὶν ἀφαιρεῖ ταχέως τρὺξ μετ’ ἀσβέστου καὶ κονίας στακτῆς λεία, γλοιώδης δι’ ἐρίου καὶ μηλωτίδος προστεθεῖσα. Περὶ παρωτίδων.
4 44 1 Οὐχ ὡς ἐπὶ τῶν ἄλλων μορίων φλεγμαινόντων χρώμεθα τοῖς ἀποκρουστικοῖς, οὕτω καὶ ἐπὶ τῶν παρωτίδων, τοὐναντίον τοῖς ἑλκτικοῖς, σπεύδοντες τὸν λυποῦντα χυμὸν ἐκ τοῦ βάθους ἐπισπᾶσθαι πρὸς τὸ δέρμα καὶ συνεργεῖν τῇ φύσει δι’ ἀποσκημμάτων ἰωμένῃ τὸν πυρετόν.
4 44 2 ἱκανὴν δ’ ὁρμὴν τῆς φύσεως ἐχούσης, ἡσυχάζομεν ἡμεῖς τὸ πᾶν ἐπιτρέποντες αὐτῇ, παρηγοροῦντες μόνον καὶ συμπέττοντες τοὺς συνδεδομένους χυμούς, ἐκπυηθέντας δ’ αὐτοὺς διαφορεῖν σπουδάζοντες. σκληρία δ’ εἰ φαίνοιτο, μίξομεν τὰ μαλακτικὰ τοῖς ἑλκτικοῖς.
4 44 3,4 [5] τὰς μέντοι μετρίας παρωτίδας, ἐφ’ ὧν μήτε πλῆθός ἐστι τὸ ἐπιρρέον μήτε ὀδύνη βίαιος μήτε ἐκπυήσεως προσδοκία, ῥᾳδίως ἰασόμεθα, πυρίᾳ δι’ ἅλμης καὶ καταπλάσμασι καὶ φαρμάκοις διαφορητικωτέροις, οἷά εἰσιν ἥ τε Μνασέου καὶ ἡ διὰ χυλοῦ, καὶ τούτων μαλακώτεραι αἱ κηρωτοειδεῖς, καὶ διὰ βουτύρου καὶ οἰσύπου.
4 44 5 [5] κήρυκες κεκαυμένοι καὶ πορφύραι καὶ ὄστρεα ἐπὶ τῶν ἤδη σκιρρουμένων καὶ χρονιζουσῶν παρωτίδων ἐπιτήδεια· γίνεται γὰρ ἄλυπόν τε καὶ ἄδηκτον φάρμακον, οὐ μόνον εἴ τις μέλιτι δεύσειεν αὐτῶν τὴν τέφραν, ἀλλὰ πολὺ μᾶλλον εἰ παλαιὸν στέαρ ὑὸς ἄναλον ἐξινίσας μίξειεν· ἀλυπότατα γὰρ τοῦτο διαφορεῖ πάσας τὰς χρονιζούσας φλεγμονάς, κἂν ἐκ ῥευματικῆς ὦσι διαθέσεως.
4 44 6 ἁρμόττει δ’ ἐπὶ τῶν ἤδη σκιρρουμένων καὶ ἰσχὰς ἡψημένη ἐν θαλάττῃ ἢ ἅλμῃ ὁμοίως καὶ θέρμων πικρῶν τὸ ἄλευρον ἑψηθὲν μετὰ μέλιτος, ὀλίγης ἀσβέστου μιγείσης, καταπλασσόμενον. Περὶ τῶν τῆς ῥινὸς παθῶν, ὀζαινῶν καὶ πολύπων.
4 45 1 [5] Κοινὴ θεραπεία ὀζαινῶν καὶ πολύπων ξηρᾶναι πρῶτον καὶ ῥῶσαι τὴν κεφαλήν, ἐπιτιθέντας κατ’ αὐτῆς ἢ τὴν δι’ ἀνεμώνης ἢ τὴν διὰ κοχλιῶν, ἧς ἡ σύνθεσίς ἐστιν αὕτη· σμύρνης, λιβάνου ἀνὰ 𐆄 α , κοχλίους ὁλοκλήρους ε , ὠῶν τὰ λευκὰ β , ὁλμοκοπήσας καὶ μίξας ἅπαντα, κατάχριε ἐπιτιθεὶς ὀθόνῃ καὶ ἐῶν ἐφ’ ἡμέρας θ · καὶ οὕτω τοῖς τοπικοῖς χρῶ.
4 45 2 —Ἐπὶ τοίνυν τῶν πολύπων τῷ διὰ τῶν ῥοιῶν χρησόμεθα· πάνυ γὰρ ἄκρως ἐνεργεῖ.
4 45 3 [5] λαμβανέσθωσαν δ’ ἴσαι κατὰ τὸ μέγεθος καὶ τὸν ἀριθμὸν αἵ τε αὐστηραὶ καὶ ὀξεῖαι καὶ γλυκεῖαι· κοπέσθωσάν τε καὶ συνθλάσθωσαν ὅλαι πρόσφατοι καὶ πέπειροι, καὶ ὁ χυλὸς αὐτῶν ἐκθλιβέσθω καὶ ἐν ἀγγείῳ κατατιθέσθω κασσιτερίνῳ, πρότερον ἐπ’ ὀλίγον ἡψημένος, εἰ φαίνοιτο τοῦ προσήκοντος ὑγρότερος. τὸ δ’ ὑπολειφθὲν αὐτῶν στερεὸν κόπτειν ἀκριβῶς καὶ λειοῦν πάλιν ἐν θυΐᾳ καὶ ἀναπλάσσειν κολλυρίοις ὅμοια ἁρμόζειν δυνάμενα τῇ ῥινὶ τοῦ πάσχοντος· ἐναρμόζεται γὰρ τῷ πόρῳ τῆς ῥινός, ἐν ᾧ ὁ πολύπους ἐστίν· ἄνευ γὰρ δήξεως καὶ συμπαθείας ταὐτὸν ἐργάζεται τοῖς δριμέσι φαρμάκοις ἐν πλείονι χρόνῳ τὸν πολύπουν ἀναλίσκων.
4 45 5 ἐὰν μὲν οὖν ὑγρότερος καὶ πλαδαρώτερος ὁ πολύπους σοι φανῇ, τῶν αὐστηρῶν ῥοιῶν πλέον ἐμβαλεῖς· ἐὰν δὲ σκληρότερος, τῶν γλυκειῶν. δυσφορίαν δὲ τοῦ κολλυρίου παρέχοντος ἢ εἰ διὰ παντὸς ἐγκαίοιτο, διακόπτειν χρὴ τὴν χρῆσιν, καὶ καθ’ ὃν καιρὸν οὐκ ἐντίθεται, τῷ ἐκτεθλιμμένῳ χυλῷ χρηστέον, τόν τε πεπονθότα τόπον διαχρίοντα καὶ τὸν ἔνδον τοῦ στόματος, καθ’ ἃ μέρη συντέτρηται πρὸς τὸν οὐρανίσκον ἡ ῥίς, ἢ πτεροῖς ἢ ἐρίῳ περιβεβλημένῳ μηλωτίδι.
4 45 7 καὶ τὸ διφρυγὲς δὲ δαπανᾷ πολύπουν ἐν πλείονι χρόνῳ.
4 45 8 εἰ δέ τινι δι’ ἁπαλότητα καὶ αὐτὰ δακνώδη φαίνοιτο, ῥόδα λεῖα προσάγειν· θαυμαστῶς γὰρ ὠφελεῖ τὰ μαλακὰ καὶ ὑγρὰ σώματα.
4 45 9 δῆλον δ’ ὡς συνεχῶς δεῖ τὰ τοιαῦτα πάντα προσάγειν· ἐκκλύζεται γὰρ ὑπὸ τῆς ὑγρότητος. Πρὸς τὰ ἐν τοῖς πόροις τῆς ῥινὸς ἕλκη.
4 46 1 Τὰ δ’ ἐν τοῖς πόροις τῆς ῥινὸς ἕλκη θεραπεύουσιν ὅ τε Ἄνδρωνος καὶ ὁ Πολυείδους ἀνιέμενος δι’ οἴνου, ποτὲ μὲν γλυκέος, ποτὲ δ’ αὐστηροῦ, πολλάκις δὲ καὶ δι’ ὄξους.
4 46 2 ἐὰν μὲν οὖν δριμὺ μόνον ὑγρὸν ἐπιρρεύσῃ τοῖς πόροις, δυσίατα μὲν ἕλκη συνίσταται, χωρὶς δ’ ὀσμῆς μοχθηρᾶς· ἐὰν δὲ μετὰ δριμύτητος καὶ σηπεδονῶδες ᾖ τὸ ἐπιρρέον, αἱ ὄζαιναι γίνονται.
4 46 3 θεραπεύσεις δ’ αὐτὰς καλαμίνθης χυλὸν ἐγχυματίζων ἢ μέλι ἐνιεὶς ταῖς ῥισὶ καὶ διαστήσας πταρμοῖς τε τὰς ἐφελκίδας ἐκβάλλων, εἶτ’ ἐλλέβορον λευκὸν ποιῶν ἀνασπᾶν τὸν πάσχοντα ὡς πλεῖστον τῇ ῥινί, καὶ μετὰ ταῦτα διαχρίων ἀμόργῃ μετὰ μέλιτος. διάχριε δὲ τοὺς πόρους χαλκίτιδι ἢ χαλκάνθῳ μετὰ μέλιτος.
4 46 4,5 ἐὰν δὲ παλαιὰ ᾖ, καὶ ὄξος δριμὺ πρόσβαλε.
4 47 t [5] Περὶ κατάρρου καὶ κορύζης. Τοὺς ἀπὸ τῆς κεφαλῆς κατάρρους ἀμεληθέντας πολλῶν αἰτίους κακῶν γίνεσθαι συμβαίνει· τὸ μὲν οὖν φλεγμῆναι τὸν γαργαρεῶνα καὶ τὰς ἀντιάδας ἐπ’ αὐτοῖς μέτριον, τὸ δὲ βραγχώδη συστῆναι χρονίαν διάθεσιν οὐ μικρόν· αἷμά τε γὰρ ἤδη τινὲς ἔπτυσαν ἐκ κατάρρου καὶ πύον ἀνήνεγκαν καὶ φθινώδεις ἐγένοντο καὶ τὴν φωνὴν ἐβλάβησαν.
4 47 2 χρὴ οὖν ἰᾶσθαι παντοίως τὸν κατάρρουν τῷ τε ἐνδεέστερον ταῖς τροφαῖς χρῆσθαι καὶ τῷ πίνειν ἔλαττον, ἰρίνου τε ὑποστάθμῃ καταχρίειν τὸ βρέγμα καὶ ἐπιβρέχειν ἀφεψήματι πηγάνου καὶ δαφνίνῳ ἐλαίῳ· πέττει γὰρ ταῦτα καὶ παχύνει τὸν κατάρρουν· συνεργεῖν δὲ καὶ τῇ σκέπῃ καὶ μὴ καθεύδειν ὕπτιον· τοῖς γὰρ οὕτω κλινομένοις ῥᾳδίως εἰς ἀρτηρίαν τὸ ὑγρὸν συνδίδοται.
4 47 4 δεῖ δὲ καὶ ἀνακογχυλιάζεσθαι συνεχῶς τοῖς στύφουσιν, ἢ ῥόδα ἐν ὕδατι ἀφεψῶντα ἢ ῥοῦν ἢ σχῖνον ἢ ὀξύκρατον.
4 47 5 οὐ χεῖρον δὲ καὶ εἰς τὴν ῥῖνα παροχετεύειν τὸν κατάρρουν, ὀσφραντοῖς μὲν τῷ μελανθίῳ καὶ τῷ ἀνήσῳ, ἐγχύτοις δὲ καὶ τῷ μελανθίῳ μὲν μετ’ ὄξους τετριμμένῳ, καὶ τεύτλου δὲ καὶ ἀναγαλλίδος χυλῷ· ῥυὲν γὰρ ἐνταῦθα τὸ ὑγρὸν ῥύεται τοῦ κινδύνου τὸν πνεύμονα.
4 47 6 τὰ δὲ τῆς κορύζης μικρὰ ἐνοχλήσαντα ῥᾳδίως καθίσταται τῷ τε ἰρίνῳ καὶ τῷ δαφνίνῳ χρισαμένων, καὶ λύγου σπέρματι ἐν ἐλαίῳ ἑψηθέντι καὶ πηγάνῳ καὶ τῇ σκέπῃ καὶ περὶ τὴν δίαιταν ἐνδείᾳ. Πρὸς πταρμοὺς συνεχεῖς καὶ κορύζας.
4 48 1 [5] Μελάνθιον ξηρὸν ἐνδήσας εἰς ὀθόνιον καὶ διατρίψας χερσὶ τοῦτο ἐν τῷ ὀθονίῳ τὴν ὀσμὴν ἐπὶ πλέον ἀνασπᾶν κέλευε. ἢ θύμον στέατι φυράσας εἰς τέφραν ἔγκρυψον, καὶ ὅταν ὀπτηθῇ, συντρίψας κέλευε τὴν ὀσμὴν ἀνασπᾶν τοῖς μυκτῆρσιν. ἢ σμύρναν διεὶς ἐν οἴνῳ εὐώδει διάχριε τοὺς μυκτῆρας παχυτάτῳ. Πρὸς ὑπώπια.
4 49 1 Τὰ ὑπώπια πυριᾶν δεῖ μελιλώτου καὶ τήλεως ἀφεψήματι, εἶτ’ ἀνιέντα κολλύριον τὸ Νείλου διάρροδον τῷ ἀφεψήματι χρίειν.
4 49 2 μετὰ δὲ ταῦτα μόνης τῆς τήλεως ἀφέψημα πυριᾶν τό τε διάσμυρνον κολλύριον ἐπιχρίειν.
4 49 3 τούτῳ τῷ τρόπῳ θεραπεύσεις καὶ τὰ ὑπώπια, ἐὰν μὴ χρόνια τυγχάνῃ παντάπασιν· ἐφ’ ὧν χρῆσθαι δεῖ τοῖς γενναίως διαφοροῦσι τοῖς ἀναγραφησομένοις. Πρὸς τὰ ἀρχόμενα ὑπώπια.
4 50 1 Νεαλὴς τυρὸς καταπλασσόμενος θεραπεύει ἢ κυάμινον ἄλευρον μετὰ μέλιτος δευθὲν ἢ ὠοῦ λέκιθος μετὰ μέλιτος ὁμοίως· τὰ δὲ κεχρονικότα καὶ ἤδη μελανθέντα ῥάφανος καταπλασσομένη (ἀφαιρεῖν δ’ αὐτήν, ὅταν ἄρξηται δάκνειν) καὶ ἄρου ῥίζα τεθεῖσα καὶ μιγεῖσα μέλιτι καταπλασσομένη.
4 50 2 τὰ δὲ μετὰ φλεγμονῆς ὑπώπια πυριῶν ὕδατι θερμῷ κατάπλασσε ἑφθῇ φακῇ λείᾳ μετὰ μέλιτος.
4 50 3 εἰ δὲ μετὰ διακοπῆς εἴη, τῇ μὲν διαιρέσει τῶν ἐναίμων τι ἐπιτίθει, τὰ δ’ ἔξωθεν κατάπλασσε τοῖς ποιοῦσι πρὸς τὰ χωρὶς διακοπῆς. Περὶ ἰόνθων.
4 51 1 Ὄγκος σκληρὸς καὶ μικρός ἐστι καλούμενος ἴονθος ἐν τῷ κατὰ πρόσωπον δέρματι συνιστάμενος.
4 51 2 τῶν μαλαττόντων καὶ διαφορούντων χρῄζων βοηθημάτων, μέλιτος Ἀττικοῦ κύαθον ὄξους δριμυτάτου τὸ ἴσον μίξας, χρῖε ἐπιμελῶς τοὺς ἰόνθους τῷ δακτύλῳ παρατρίβων, ἢ σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερεβινθίνῃ καὶ μαλάξας ἐπιτίθει. πρὸς δὲ τοὺς κεχρονισμένους καὶ τετυλωμένους σάπωνος Γαλλικοῦ 𐅻 δ , ἀμμωνιακοῦ 𐅻 α ὕδατι διαλύσας ποίει κηρωτῆς πάχος καὶ ἐπιχρίσας καὶ διαστήσας ὥραν μίαν ἀπόνιπτε χλιαρῷ.
4 51 4 — Ἄλλ ο · νίτρου, κόμμεως λευκοῦ τὸ ἴσον ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ 〈δὲ〉 τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε· ὅταν δὲ ξηρανθῇ, σάπωνι ἀπόσμηχε.
4 51 5 ποιεῖ τοῦτο καὶ πρὸς τὰς ὀχθώδεις διαθέσεις καὶ πρὸς 〈τοὺσ〉 ἐπὶ τοῦ προσώπου κνησμούς. Πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις.
4 52 1 Λιθαργύρου, μίσυος ὠμοῦ ἴσα τρίψας κατάχριε, ἢ κόλλαν τεκτονικὴν μετὰ μίλτου κατάχριε.
4 52 2 — Ἄλλο σφόδρα γενναῖον· ἐλατηρίου, ἁλῶν ὀρυκτῶν ἴσα μίξας κατάπλασσε, παραπτόμενος πυρῆνι μήλης καθύγρου, ὥστε τὸ φάρμακον προσκαθίσαι.
4 52 3 μετὰ δὲ τὴν τοῦ φαρμάκου ἐπίθεσιν χρηστέον λινοσπέρματι λειωθέντι μεθ’ ὕδατος.
4 52 4 καθύγρων δ’ ὄντων τῶν ἑλκῶν, ἀφ’ ὧν ὕδωρ καθαρὸν ἀπορρεῖ, χρηστέον τῷ Ἄνδρωνος τροχίσκῳ.
4 52 5 πρὸς δὲ τὰ ἐπὶ τῶν γενείων ἐξανθήματα σίδηρον πεπυρακτωμένον ἐπίβαλε ξύλῳ παλιούρου καὶ τὸ ἐπιγινόμενον ὑγρὸν λαβὼν κατάχριε, ἢ μύρτα λειώσας οἴνῳ κατάχριε, ἢ χάλκανθον ὄξει λειώσας κατάχριε. Πρὸς ἔφηλιν, σπίλους, φακούς.
4 52(bis) 1 Ἀμπέλου ἀγρίας οἱ βότρυες ἐφήλεις καὶ σπίλους ὅσα τε τοιαῦτα κατὰ τοῦ δέρματος ἐπιπολῆς γίνεται, θεραπεύσουσιν.
4 52(bis) 2 ἀμύγδαλα πικρὰ ἔφηλιν ἀποκαθαίρει καὶ αἱ ῥίζαι τούτου τοῦ δένδρου ἑφθαὶ καταπλασσόμεναι.
4 52(bis) 3,4 κόστος πρὸς ἐφήλεις ποιεῖ μεθ’ ὑγρομέλιτος. κράμβη πρὸς ἐφήλεις καὶ φακοὺς ὅσα τε ἄλλα δεῖται μετρίας ῥύψεως.
4 52(bis) 4 (2) σηπίας ὄστρακα καυθέντα πρὸς ἐφήλεις καὶ φακοὺς ποιεῖ. Πρόσωπα λαμπρύνοντα καὶ τετανοῦντα καὶ στιλπνοῦντα καὶ εὔχροιαν παρέχοντα καὶ ὑφ’ ἡλίου μὴ ὑποκαίεσθαι καὶ τὴν γενομένην ἐπίκαυσιν ἰᾶσθαι.
4 53 1 Σίκυος ἐδώδιμος καὶ ὁ ἤδη πέπων λαμπρύνει τὸ σῶμα, καὶ μάλιστα εἰ ξηράνας τις τὸ σπέρμα κἄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κροκοδείλου χερσαίου κόπρος λαμπρόν τε καὶ τετανὸν ἐργάζεται τὸ πρόσωπον· ὁμοία δ’ ἐστὶν αὐτῇ καὶ ἡ τῶν ψαρῶν, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν· ἀπορρύπτουσιν οὖν καὶ ἔφηλιν.
4 53 4,5 —Σικύου ἀγρίου τὰς ῥίζας κόψας φῶξον, καὶ ἑψήσας δι’ ὕδατος τρῖψον λεῖα καὶ κατάπλασσε· τετανὸν ποιεῖ καὶ λευκὸν τὸ πρόσωπον.
4 53 6 ὁμοίως καὶ βρυωνίας ῥίζαι ἐν ἐλαίῳ ἑψηθεῖσαι καὶ χριόμεναι στιλπνὸν ποιοῦσι τὸ πρόσωπον. ὀρόβινον οἴνῳ εὐώδει λειώσας κατάπλασον· ἢ σεμιδάλεως χυλὸν καταστήσας ἀπόχεε τὸ ὑγρόν, καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκόν, ποιῶν μέλιτος πάχος· καὶ τούτῳ χρῖε τὸ πρόσωπον ἐν ἡλίῳ μέλλων διατρίβειν· ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος πρόσκλυζε ψυχρῷ πολλῷ.
4 53 9,10 ποιεῖ καὶ γῆ Χία χριομένη καὶ μαστίχη. εὔχρουν τὸ πρόσωπον καὶ πᾶν τὸ σῶμα ποιῆσαι· πελεκήματα κυπαρίσσου καὶ πρίνου ἐν τῷ αὐτῷ ζέσας τῷ ἀποζέματι ἄλειφε πᾶν τὸ σῶμα.
4 53 11 πρὸς δὲ τὸ ὑφ’ ἡλίου μὴ ὑποκαίεσθαι καὶ τὴν γινομένην ἐπίκαυσιν ἰᾶσθαι βολβὸν λευκὸν μετὰ μέλιτος λεῖον κατάχριε. Πρὸς τὰς ἐν ταῖς μασχάλαις δυσωδίας καὶ τοὺς τράγους.
4 54 1 Διάχριε σμύρναν μετὰ στυπτηρίας, ἢ κροκομάγματι ἢ πρίσμασι μετὰ στυπτηρίας καὶ οἴνου εὐώδους.
4 54 2 δίδου δὲ σκολύμου ῥίζαν ἡψημένην πίνειν. Πρὸς τὰς ἐν τῷ στόματι δυσωδίας.
4 55 1 Στόματι δ’ εὐωδίαν παρέξεις ἴριν ἀποβρέχων οἴνῳ εὐώδει παλαιῷ καὶ διακλυζόμενος συνεχῶς καὶ κατέχων ἐν τῷ στόματι χρόνον τινά. τὰς δ’ οὔσας ἐν τῷ στόματι δυσωδίας περιαιρεῖ οἶνος ἄκρατος μετὰ σμύρνης διακλυζόμενος καὶ σχοίνου ἄνθος παρατριβόμενον.
4 55 3 διαμασῶνται δέ τινες ἴριν, ἄνησον ἤ τι τοιοῦτον. Πρὸς χείλη κατερρωγότα.
4 56 1 Κηκῖδα, ὀμφακῖτιν λείαν ἀναλάμβανε τερεβινθίνῃ ἢ ὑσσώπῳ ἢ μέλιτι καὶ ἐπίχριε.
4 56 2 πρὸς δὲ τὰς βαθυτέρας ἐπιρρήξεις ἐπάλειφε αἰγείῳ τεθεραπευμένῳ λίπει ἢ μυελῷ βοείῳ ἢ στέατι χηνείῳ. Περὶ τῶν κατὰ τοὺς ὀδόντας παθῶν.
4 57 t —Πρὸς σειομένους ὀδόντας. Ὅταν διὰ γῆρας οἱ ὀδόντες σείωνται, βραχείας τῆς βοηθείας τυγχάνουσι διὰ τῶν στυφόντων καὶ τὰ οὖλα σφιγγόντων τὰ περὶ τοὺς ὀδόντας.
4 57 2 ὅταν δὲ δι’ ἄλλην αἰτίαν σείωνται, τεκμαίρεσθαι χρὴ δι’ ὑγρότητα πολλὴν χαλᾶσθαι τὸ νεῦρον τὸ καθῆκον εἰς τὰς ῥίζας αὐτῶν καὶ χρῄζειν φαρμάκων τῶν ξηραινόντων· στυπτηρίαν οὖν στρογγύλην μεθ’ ἁλὸς διπλοῦ περίπλασσε τοῖς ὀδοῦσιν, ἢ πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακράτει.
4 57 4 ἀλλὰ καὶ τὰ τρήματα τῶν ὀδόντων δι’ ἐπιρροὴν ὑγρῶν δριμέων ἀποτελεῖται· δῆλον οὖν ὅτι καὶ ταῦτα χρῄζει τῶν ξηραινόντων τὴν κακοχυμίαν.
4 57 5 [5] πολλῆς μὲν οὖν οὔσης τῆς ὑγρότητος, τῆς κεφαλῆς προνοήσομεν ἢ καὶ τοῦ σώματος παντός· ἐλάττονος δ’ οὔσης, τοῖς τοπικοῖς ἀρκεσθησόμεθα βοηθήμασιν, ἐν ἀρχαῖς μὲν διὰ τῶν ἀποκρουομένων ἀναστέλλοντες τὸ ἐπιρρέον (πολλάκις γὰρ πρὸ τῆς φλεγμονῆς διὰ τούτων ὑγιὴς ὁ πάσχων γίνεται)· φλεγμονῆς δ’ ἐπισυμβάσης, τοῖς ἀδήκτως θερμαίνουσι καὶ κενοῦσι χρησόμεθα.
4 57 6 τῆς ὀδύνης δὲ μηδ’ ἐπὶ τούτοις εἰξάσης, τὰ σφοδρῶς θερμαίνοντα προσάξομεν, οἷόν ἐστι τό τε πέπερι καὶ τρὺξ κεκαυμένη καὶ πύρεθρον καὶ εὐφόρβιον.
4 57 7,8 ἐντιθέναι δὲ τούτων τι δεῖ τῷ τρήματι, καί ποτε καὶ τοῖς ναρκωτικοῖς ἐπὶ τῶν ἀγρυπνούντων διὰ σφοδρὰν ὀδύνην χρῆσθαι.
4 58 t Πρὸς βεβρωμένους ὀδόντας καὶ μύλας καὶ πεπελιδνωμένους καὶ ὀδυνωμένους. Πρὸς βεβρωμένους ὀδόντας κηκῖδα λείαν λυκίῳ ἢ τερμινθίνῃ ἀναλαβὼν περίπλαττε, περικαθάρας πρότερον πεπέρει· ἢ κάχρυ ὀπίῳ ἀναλαβὼν ἐντίθει εἰς τὸ βρῶμα, ἢ πύρεθρον μετὰ σμύρνης, ἢ ὀπὸν Κυρηναϊκὸν καὶ πέπερι ἴσα μετὰ χαλβάνης.
4 58 3 πρὸς δὲ βεβρωμένην μύλην μελάνθιον φώξας καὶ τρίψας μετ’ ὄξους δριμέος κατάπλασσε τὸ βρῶμα, καὶ οὐκέτι βρωθήσεται.
4 58 4 ἐλλεβόρου μέλανος ἡλίκον ὀρόβιον σὺν μέλιτι ἑφθῷ ἐπιτίθει.
4 58 5 —Καὶ τοὺς πεπελιδνωμένους δὲ διὰ τῶν ξηραινόντων, ὡς ἂν ἐξ ἐπιρροῆς ὑγρῶν μοχθηρῶν τοῦτο πάσχοντας, ὁμοίως θεραπεύσεις τοῖς βεβρωμένοις.
4 58 6 [5] —Ὀδυνωμένων δ’ ὀδόντων χωρὶς φλεγμονῆς οὔλων, ποτὲ μὲν αὐτὸ τὸ σῶμα τὴν ὀδύνην ἔχει, ποτὲ δὲ τὸ καταφυόμενον νεῦρον· σφοδροτέρων οὖν δέονται φαρμάκων, εἴτε ἀποκρούεσθαί τις εἴτε διαφορεῖν βούλοιτο τὸ τῆς ὀδύνης αἴτιον, εἴτε χυμὸς εἴτε φυσῶδες πνεῦμα εἴη· διὸ καὶ τὰ πλεῖστα αὐτῶν δι’ ὄξους σκευάζεται δριμυτάτου. Πρὸς ὀδόντων ἀλγήματα καὶ περὶ τῶν ἐψυγμένων καὶ τῶν σειομένων.
4 59 1 Ἀρνογλώσσου ῥίζαι διαμασώμεναί τε καὶ διακλυζόμεναι ἀφεψηθεῖσαι, ἢ μυρσίνης κλωνία μετ’ ὄξους ἀνεζεσμένα, ἢ πενταφύλλου ῥίζα καθεψηθεῖσα ἐν οἴνῳ, ἢ κηκὶς ἐν ὄξει ἱκανῶς ἑψηθεῖσα, ἢ ἐλλέβορος μέλας σὺν ὄξει διακλυζόμενος, ἢ καππάρεως ῥίζης φλοιός.
4 59 2 ἐπὶ δὲ τῶν ἐψυγμένων πυρέθρου ῥίζα, οἴνου τρὺξ θερμή, ὕσσωπον, σταφὶς ἀγρία, γλήχων μετ’ ὀξυμέλιτος, ὑοσκυάμου τὸ σπέρμα καὶ φύλλα σὺν ὄξει ἢ ὀνείῳ γάλακτι διακλυζόμενα· τοῦτο καὶ τοὺς σειομένους στερεοῖ.
4 59 3 πυριάσεις δ’ ἔξωθεν μὲν δι’ ἁλῶν πεφωγμένων ἢ κέγχρων εἰς μαρσίπιον. αὐτὸν δὲ τὸν ὀδόντα πυριάσεις ὀριγάνου ξηροῦ κλωνίον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν ἐπερείδων.
4 60 t Ἀποφλεγματισμοὶ ὀδονταλγίας. Σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ καὶ μετὰ γλήχωνος, ἢ σκορόδων πυρῆνας πέντε, μυρσίνης μελαίνης φύλλα ὀλίγα σὺν ὄξει κινῶν σπάθῃ δᾳδίνῃ ἕψε μέχρις ἡμίσους καὶ δίδου διακλύζεσθαι καὶ διακρατεῖν, εἶτα χανόντας ἐᾶν ἀπορρεῖν τὸ φλέγμα.
4 61 t Πρὸς τὸ ὀδόντα καὶ μύλην ἀπόνως ἆραι. Ἀλεύρου 𐅻 α φυράσας ἐν ὀπῷ τιθυμάλλου ἐπίθες κατὰ τοῦ ὀδόντος, καὶ ἐπάνω κισσοῦ φύλλα, καὶ ἐάσας ὥραν α ἆρον αὐτό· αὐτομάτως γὰρ θρυβήσεται.
4 62 t Πρὸς τοὺς ἠσθενηκότας ἢ μύλας καὶ τοὺς τριβομένους καὶ τοὺς αἱμωδιῶντας. Μέλι καὶ κηρὸν ἐν ἡλίῳ ἴσα θερμῷ ὕδατι ἀνεὶς πίσσης τὸ ἥμισυ πρόσμιξον καὶ δίδου διαμασᾶσθαι· ἐὰν δ’ 〈ᾖ〉 ξηρόν, 〈βραχὺ ἔλαιον πρόσμιξον.
4 62 2,3 〉 καλὸν δὲ καὶ ξηρὰ μαστίχη μασωμένη. τοὺς δὲ τριβομένους ὀδόντας, ὡς ἂν ὑπὸ μαλακότητος τοῦτο πάσχοντας, σκληροτέρους ἀποτελεῖν χρὴ διὰ τῶν στυφόντων.
4 62 4 αἱμωδίας δ’ ἴαμά ἐστιν ἀνδράχνη, αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἢ ἔλαιον διακρατούμενον. Πρὸς τὰ ὀδοντοφυοῦντα βρέφη.
4 63 1 Ἐπὶ δὲ τῶν ὀδοντοφυούντων βρεφῶν, ἐὰν ὦσιν ἐπαλγεῖς, κυνείῳ γάλακτι περίχριε ἢ λαγωοῦ ἐγκεφάλῳ· ποιεῖ καὶ ἐσθιόμενος.
4 63 2 ἐὰν δὲ δυσχερῶς ὀδοὺς ἐκφύηται, κύπερον μετὰ βουτύρου καὶ σουσίνου χρῖε κατὰ τῆς ἐκφύσεως. Προφυλακτικὸν ὀδονταλγίας καὶ ῥῶσις καὶ εὐπρέπεια ὀδόντων.
4 64 1 Τιθυμάλλου ῥίζας ἑψήσας ἐν οἴνῳ μέχρις ἡμίσους δὶς τοῦ μηνὸς διακλύζου, καὶ οὐδέποτε ὀδονταλγήσεις.
4 64 2 [5] ἄριστα δὲ πρός τε φυλακὴν ἀλγημάτων καὶ ῥῶσιν καὶ εὐπρέπειαν τὰ ὑπογεγραμμένα σμήγματα· λαγωοῦ κεφαλὴν καύσας καὶ λεάνας σμήχου· ἢ ἅλας καὶ μέλι λεάνας, μέχρι κηρωτοειδὲς γένηται, καθαρῷ ὀθονίῳ δήσας καῦσον, εἶτα μίξας ἴριν ὀλίγην σμήχου. Λαμπρυντικὰ ὀδόντων καὶ τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνοντα.
4 65 1 Λαμπρυντικὰ δ’ ὀδόντων ἐστὶν ὀστρέων καὶ κηρύκων καὶ πορφυρῶν καυθέντων ἡ τέφρα μὴ πάνυ λειουμένη, κίσσηρις, κριβάνων ὄστρακα ὁμοίως.
4 65 2 μεθ’ ἁλῶν δὲ καυθέντων ποιεῖ μὲν καὶ τῶν ὀδόντων σμῆγμα δραστικώτερον, καὶ τὰ πλαδαρὰ δὲ τῶν οὔλων ξηραίνει.
4 65 3 σηπίας ὄστρακα ἄκαυτα κοπτόμενα ὁμοίως ὀδόντας λαμπρύνει.
4 65 4 κέρας ἐλάφου τε καὶ αἰγὸς λαμπρύνει τε τοὺς ὀδόντας καὶ τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνει. Περὶ τῶν κατὰ τὰ οὖλα παθῶν τὰ διὰ φλεγμονὴν ὀδυνώμενα καὶ τὰ ῥευματιζόμενα καὶ τὰ βεβρωμένα καὶ περὶ ἐπουλίδων.
4 66 1 Οὔλων δὲ διὰ φλεγμονὴν ὀδυνωμένων, ἄριστόν ἐστι σχίνινον εὔκρατον κατὰ θερμότητα διακρατούμενον.
4 66 2 ἔστω δὲ νέον καὶ ἐν διπλώματι θερμαινέσθω· ἀποκρούεται γὰρ ἄνευ τραχύτητος καὶ διαφορεῖ χωρὶς δήξεως, ὧν μάλιστα χρεία τοῖς φλεγμαίνουσιν.
4 66 3 ποιεῖ δὲ καὶ τὰ πρὸς ὀδονταλγίας ἀναγεγραμμένα, ἰδιαίτερον δ’ ὄξος ἐναφηψημένης ὑοσκυάμου ῥίζης.
4 66 4 [5] ἐπὶ δὲ τῶν ῥευματιζομένων καὶ περιβεβρωμένων μετ’ ἐξοιδήσεώς τε καὶ ὀδύνης καὶ ὑπονεμομένων ἄκρως ποιεῖ πυρία ἥδε· μηλωτίδι ἔριον περιειλήσας εἰς ζεστὸν ἔλαιον ἀπόβαπτε καὶ προσάγαγε τοῖς οὔλοις, ἕως ἐξομαλισθῇ καὶ λευκὰ τὰ κύκλῳ γένηται· οὕτω γὰρ ἵσταταί τε ἡ νομή, καὶ ἐξ ὑγιοῦς τῆς σαρκὸς τὸ περιβρωθὲν τρέφεται. μετὰ δὲ ταῦτα χρῶ προστρίμματι τῇ κηκῖδι λειοτάτῃ ὡς ὀξύβαφον μετὰ σμύρνης ὡς κυάμου τὸ μέγεθος, λείοις ξηροῖς.
4 66 6 —Ἐπὶ δὲ τῶν ἐπουλίδων προσάπτου χαλκάνθου καὶ μυρσίνης ἴσα μετ’ ὀλίγης σχιστῆς. Περὶ τῶν αἱμασσομένων οὔλων.
4 67 1 Αἱμασσομένοις δ’ οὔλοις ἄκρως ποιεῖ ὑγρὰ στυπτηρία μετὰ διπλοῦ ἀλόης συναπτομένης· ἢ σχιστῇ καὶ μυρσίνῃ λειοτάτοις παράτριβε· στυφθέντων δέ, μέλιτι χρῖε.
4 68 t [5] Περὶ τῶν ἐν τῷ στόματι παθῶν, φλεγμονῆς καὶ ἄφθας. Ἐπὶ δὲ τῆς ἐν τῷ στόματι φλεγμονῆς, ὅταν μὲν πᾶν τὸ σῶμα φαίνηται πληθωρικὸν ἢ κακόχυμον, φλεβοτομίᾳ δεόντως χρώμεθα καὶ καθάρσει καὶ κλυστῆρσι καὶ ἀσιτίαις· εἰ δὲ μηδέτερον εἴη τούτων, ἐπὶ τῶν τοπικῶν ἴασιν εὐθὺς ἀφικνούμεθα, κατ’ ἀρχὰς μὲν ἀναστέλλοντες διὰ τῶν στυφόντων καὶ ψυχόντων, οἷόν ἐστι τὸ διὰ μόρων, προσλαβὸν ὄμφακος ἢ ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα ξηρά, βαλαύστιόν τε καὶ κύτινοι καὶ κηκῖδες ὀμφακίτιδες καὶ στυπτηρία καὶ ῥοῦς καὶ γλαύκιον καὶ ἀφέψημα μυρσίνης καὶ σχιστῆς (καὶ ἀρκεῖ τὸ διὰ μόρων τὸ τοῦ κρόκου καὶ τῆς σμύρνης προσειληφὸς εἰς τὸ πέψαι τὴν φλεγμονήν)· συμπεφθείσης δ’ αὐτῆς ἤδη, καὶ τῶν διαφορούντων μίγνυμεν, τὸ ἀφρόλιτρον καὶ τὸ λίτρον ἢ τὸ θεῖον ἄπυρον, ὅπερ ἐστὶν ἁπάντων ἰσχυρότερον.
4 68 5 ἐνίοτε δὲ σίραιον ἢ μελίκρατον αὐτῷ μίγνυμεν, ἐνηψημένου ὀριγάνου ἢ ὑσσώπου ἢ γλήχωνος ἢ θύμου ἢ θύμβρας ἢ καλαμίνθης· ἐπενοήθη γὰρ τὰ μέσα φάρμακα ταῖς δυνάμεσιν, ὥστε ἐπὶ τῆς χρείας μιγνύειν τὰ ἁρμόττοντα.
4 68 6 [5] κατὰ μέντοι τὰς ἀκμὰς τῶν φλεγμονῶν ὀλιγάκις μὲν χρῆσθαι δεῖ τοῖς στοματικοῖς φαρμάκοις, διακλύσμασι δὲ καὶ ἀνακογχυλίσμασι παρηγορητικωτέροις πέττειν τὴν φλεγμονήν, οἷόν ἐστι τό τε διὰ τῶν ἰσχάδων καὶ τὸ διὰ τῶν πιτύρων ἀφέψημα καὶ τὸ σχίνινον ἔλαιον ἐπὶ διπλοῦ σκεύους χλιαινόμενον. ἀλλὰ καὶ αὐτὸ τὸ στοματικὸν ἐν ταῖς ἀκμαῖς ἀνακογχυλίσασθαι δύναταί τις μιγνύμενον ὑδαρεῖ τε μελικράτῳ καὶ θερμῷ σιραίῳ· μὴ παρόντων δὲ τούτων, ὕδατι θερμῷ.
4 68 8 τούτων μεμνημένος ῥᾳδίως ἐκ τῆς παρούσης ὕλης εὐπόριστον συντιθέναι δυνήσῃ φάρμακον.
4 68 9 τῶν δ’ ἑλκῶν τῶν ἐν τοῖς στόμασιν ὅσα μέν ἐστι πλαδαρά, τῶν ξηραινόντων ἰσχυρῶς δεῖται φαρμάκων, οἷον τοῦ διφρυγοῦς, καθ’ ἑαυτό τε καὶ μετὰ μέλιτος ἢ οἰνομέλιτος· ἀγαθὸν δὲ καὶ τὸ τοῦ Μούσα καὶ ὁ τοῦ ῥοῦ χυλὸς καὶ ὀμφάκιον (τὰ 〈γὰρ〉 ἁπλούστερα τῶν ἐν τοῖς στόμασιν ἑλκῶν ἱκανὰ θεραπεύειν ἐστὶ τὰ στοματικά, τό τε διὰ μόρων καὶ βάτων καὶ τἄλλα).
4 68 12 [5] ὅσα δ’ ἱκανῶς ὑγρὰ τῶν ἐν τοῖς στόμασιν ἑλκῶν πλησίον ἐστὶν ὀστῶν καὶ κίνδυνος σφακελίσαι, σφοδροτάτων δεῖται φαρμάκων, καὶ δεῖ λεαίνοντας τῶν εἰρημένων τροχίσκων τινὰ ξηρὸν ἐπιτιθέναι τὸ φάρμακον· διὰ γὰρ τὴν ὑγρότητα καὶ θερμότητα τῶν ἐν τῷ στόματι μορίων ταχέως ἐπιγίνεται σηπεδών· διὸ καὶ τοῖς ἰσχυροτάτοις φαρμάκοις ἀναγκαζόμεθα χρῆσθαι πολλάκις ὑπ’ αὐτῶν.
4 68 13 ἰσχυρότερα δ’ ἐστὶν ὅσα τὴν καλουμένην ἐσχάραν ἐργάζεται παραπλησίως τοῖς καυτηρίοις. — Τὰς δ’ ἐπιπολῆς ἑλκώσεις ἐν τοῖς στόμασι γινομένας ἄφθας ἀναφέρουσι· γίνονται δὲ τοὐπίπαν αὗται τοῖς βρέφεσιν, ἐπὶ τοῖς μετρίως στύφουσιν ἰώμεναι τὰ πολλά, ποτὲ μὲν καὶ χρονίζουσαι ἢ δύσλυτοι καὶ τῷ χρόνῳ σηπεδονῶδες ἴσχουσαί τι τὴν καλουμένην νομήν.
4 68 16 [5] ἐπὶ μὲν οὖν τῶν βρεφῶν, ὅσα ψωμίζουσιν αἱ τροφοί, φακὴν μετὰ βραχέος ἄρτου καὶ μυελοῦ μοσχείου ἢ ἐλαφείου διδόναι χρή· μιγνύειν δὲ τῇ τροφῇ καὶ μήλων κυδωνίων καὶ τῶν ἄλλων ὅσα στύφει τῶν ἀπίων καὶ οὔων καὶ μεσπίλων, καί ποτε καὶ θριδακίνης μιγνύειν τῷ ψωμίσματι, διαπύρου τῆς ἄφθης ὑπαρχούσης· εἰ δὲ μηδέποτε δύναιτο ψωμίζεσθαι, τὴν τροφὸν ἐπὶ τοῖς τοιούτοις διαιτᾶν.
4 68 18 [5] καὶ μέντοι καὶ διαχρίειν τὰ βρέφη φαρμάκοις, ὑπερύθρων μὲν οὐσῶν τῶν ἀφθῶν, ἐν ἀρχῇ μὲν τοῖς μετρίως ψύχουσί τε καὶ στύφουσιν, ἐφεξῆς δὲ τοῖς διαφοροῦσιν ἀδήκτως, ὑποξάνθων δέ, τοῖς αὐτοῖς μέν, ἀλλὰ μᾶλλον τοῖς ψύχουσιν· εἰ δ’ ὑπόλευκοι καὶ φλεγματικώτεροι τυγχάνοιεν, τοῖς ῥυπτικοῖς· εἰ δὲ μέλαιναι, τοῖς διαφοροῦσι γενναιότερον.
4 68 19 ἐπὶ δὲ τῶν τελείων καὶ σκληρὰ σώματα ἐχόντων ἤρκεσε μίσυϊ χρῆσθαι μετ’ οἴνου στύφοντος, εἰ δ’ ὑπορύπαρος ἡ ἄφθα γένοιτο, σὺν οἰνομέλιτι τρίβειν· τοῖς δ’ ἰσχυροτέροις ἢ κατὰ τὸ μίσυ φαρμάκοις χρῄζουσι, σὺν οἴνῳ τε καὶ οἰνομέλιτι χρήσιμον.
4 68 20 τὰ μὲν δὴ τοιαῦτα δραστήρια· μέτρια δὲ καὶ μάλιστα πρὸς τὰς ἀρχομένας διαθέσεις ὀμφάκιον σὺν οἰνομέλιτι καὶ ῥοῦς ὁμοίως.
4 68 21 ἐπὶ δὲ τῶν παιδίων ἀρκεῖ καὶ τὸ τῶν ῥόδων ἄνθος καὶ αὐτὰ τὰ ῥόδα ξηρά. Περὶ τῶν τοῦ κίονος παθῶν.
4 69 1 Φλεγμαίνοντος τοῦ κίονος, τῶν ἀναστελλόντων βοηθημάτων χρεία· στυπτικῆς οὖν αὐτὰ δεῖ δυνάμεως εἶναι.
4 69 2 μετρίας μὲν οὔσης ἐπιρροῆς, μετρίως στυφούσης, σφοδροτέρας δέ, τῆς στρυφνῆς.
4 69 3 [5] διακλύσματα μὲν οὖν μέτρια τά τε διὰ τῶν φοινίκων ἐστὶν ἐναφεψομένων ποτὲ μὲν ὕδατι μόνῳ, ποτὲ δὲ καὶ βραχέος μέλιτος ἐμβεβλημένου, καὶ ῥόδων, ἑλίκων ἀμπέλου καὶ βάτου, σχίνων καὶ τερμίνθων καὶ κύπρου καὶ ὑποκιστίδος· τούτων δ’ ἰσχυρότερα τό τε τῆς μυρσίνης ἀφέψημα καὶ τὸ τῶν στρυφνῶν κυδωνίων μήλων ἀκρεμόνων τε πρίνου καὶ φηγῶν βαλανίων τε αὐτῶν μεσπίλων τε καὶ κρανίων καρπῶν· γενναιότατον δὲ κηκίδων τε καὶ ῥοῦ καὶ βαλαυστίων καὶ κυτίνων σιδίων.
4 69 4 τούτων ἑκάστου κατὰ μόνας 〈ἢ〉 μετ’ ἀλλήλων ἑψηθέντων, ἀνακογχυλιάζεσθαι δεῖ τῷ ὕδατι ξηροῖς τε λειωθεῖσι προσάπτεσθαι τοῦ γαργαρεῶνος, ἀτρέμα πως προσάγοντας πρός τε τὴν ἄνω χώραν καὶ τὴν ἐκτός, ὡς ἐπὶ τὴν γλῶσσαν· ἐμβεβλήσθω δὲ κοχλιαρίῳ λελειωμένα ξηρὰ τὰ φάρμακα· διὰ γὰρ τῶν τοιούτων εἰς τὴν κατὰ φύσιν ἐπανάγειν προσήκει τὸν γαργαρεῶνα παντὶ τρόπῳ καὶ μὴ σπεύδειν ἐκτέμνειν.
4 69 6 ὅταν δ’ ἰσχνὸς καὶ ἱμαντώδης γένηταί ποτε (τοιοῦτον δ’ αὐτὸν ἐργάζεται χρόνος μακρός), τηνικαῦτα ἀφαιρεῖν, μετὰ τὴν τομὴν δ’ ἀεὶ τῷ διφρυγεῖ μόνῳ παραχρῆμά τε καὶ μέχρι συνουλώσεως χρῆσθαι· τὴν γὰρ οὐλὴν ἀκριβῶς ἐσφιγμένην ἐργάζεται καὶ τούτου τοῦ μορίου καὶ πάντων τῶν ἡλκωθέντων.
4 70 t [5] Περὶ τῶν κατὰ παρίσθμια φλεγμονῶν. Τὰς δὲ κατὰ τὰ παρίσθμια φλεγμονὰς καὶ ἀντιάδας ἀναπιέζειν δεῖ φαρμάκῳ τινὶ τῶν ὠφελῆσαι δυναμένων προχρίσαντας τοὺς δακτύλους· μάλιστα γὰρ ἐπὶ τῶν ἀδένων τῶν τῇδε φλεγμαινόντων τρόπος οὗτος τῆς θεραπείας ἁρμόττει· χαῦνοι γὰρ ὄντες καὶ σηραγγώδεις οἱ τόποι ῥᾳδίως τε δέχονται τὸ ῥεῦμα καὶ προπετέστεροι γίνονται καὶ πνευματοῦνται.
4 70 2 ὅταν δ’ ἐπὶ προσήκοντι τῷ χρόνῳ τά τε τῆς φλεγμονῆς εἴδη πέττηται, καί τινος ὑγροῦ γλίσχρου πλήρεις ὦσιν οἱ ἀδένες, προσμιγνύντες τῷ στοματικῷ φαρμάκῳ νίτρον ἢ ἅλας ἤ τι τῶν τοιούτων κενώσομεν τὸ φλέγμα.
4 70 3 τῆς μέντοι φάρυγγος αὐτῆς φλεγμαινούσης, οὔτε φαρμάκῳ τοιούτῳ χρηστέον οὔτε ἀναπιεσμῷ διὰ τὴν ἁπαλότητα τῶν σαρκῶν. Περὶ συνάγχης.
4 71 1 Ὅταν δ’ ὑπὸ συνάγχης πνίγωνταί τινες, γινώσκειν μὲν ὡς ἐπικίνδυνός ἐστιν ἡ διάθεσις, καὶ πλέον εἴσω τῆς φλεγμονῆς ἐρειδούσης, ὡς μηδὲν ἔξω διασημαίνειν· καὶ ἔτι μᾶλλον εἰ ἀμφότερα τὰ παρίσθμια φλεγμαίνει, καὶ εἰ ὁ γαργαρεὼν συμπάσχοι.
4 71 2 προσήκει δ’ ὡς ὅτι τάχιστα κενῶσαι διὰ φλεβοτομίας τὸ πᾶν σῶμα.
4 71 3 [5] μὴ παρόντος δὲ τοῦ τὴν φλέβα τεμεῖν δυναμένου, σχάσαντες τὰς κνήμας συγχωρεῖν ὡς ὅτι πλεῖστον ἀπορρεῖν· χρῆσθαι δὲ καὶ κλυστῆρσι δριμέσι καὶ ἐν ἀσιτίᾳ φυλάττειν τὸν ἄνθρωπον ἄρρωστον, ὡς μετὰ ταῦτα περιλαμβάνειν τὸν τράχηλον ἑλκτικὴν δύναμιν ἔχοντι φαρμάκῳ· τῆς γὰρ σφηνωθείσης ἐν τοῖς μορίοις ὕλης ἑλκυσθείσης, ὡς οἰδήσαντα ἔξω, πᾶσα ἐλπὶς τοῦ σωθῆναι τὸν ἄνθρωπον.
4 71 4 καὶ ἀνακογχυλιάζειν δὲ τῷ τῆς πτισάνης χυλῷ συμφέρει λεπτοτέρῳ μετὰ μέλιτος καὶ τῷ τῶν ἰσχάδων ἀφεψήματι καὶ τοῦ ὑσσώπου καὶ τοῦ ὀριγάνου καὶ πράσου· διαφοροῦνται γὰρ οἱ ἐν τοῖς μορίοις σφηνωθέντες γλίσχροι καὶ παχεῖς χυμοί.
4 71 5 ποιεῖ δ’ ἄκρως πρὸς συνάγχην κυνεία κόπρος λευκὴ ξηρανθεῖσα λειωθεῖσά τε καὶ σησθεῖσα, μέλιτι δευομένη καὶ διαχριομένη.
4 71 6 γενναιότερον τούτου φάρμακον ἐπὶ συνάγχης οὐκ ἄν τις εὕροι· χρὴ δ’ ὀστᾶ μόνον φαγεῖν τοὺς κύνας.
4 71 7 λίνα πλείονα καὶ μάλιστα τῶν ἀπὸ τῆς θαλαττίας πορφύρας εἰ περιβαλὼν ἐχίδνης τραχήλῳ πνίξειας αὐτὴν τὴν ἔχιδναν, εἶτα περιάπτοις ἓν ἐκ τῶν λίνων τῷ τραχήλῳ, θαυμαστῶς ὅπως ὀνίνησι παρίσθμιά τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. Πρὸς τὰ καταπινόμενα ὀστᾶ καὶ ἀκάνθας.
4 72 1 Τὰ δὲ καταπινόμενα ὀστέα ἢ ἀκάνθας καὶ ἐμπηγνύμενα τῷ στομάχῳ κομίζουσι σπόγγιον ἢ κρεάδινον ἐντετμημένον ἐνάψας λίνῳ καὶ ἀναγκάσας καταπίνειν καὶ μετὰ ταῦτα ἀνασπάσας ἀθρόως διὰ τοῦ ἀπηρτημένου λίνου· εἴωθε γὰρ συνεφέλκεσθαι τὸ ἐμπεπηγός.
4 72 2 δεῖ δὲ καὶ ἄρτου ἁπαλοῦ τὸ ἐντὸς διδόναι καταπίνειν καὶ σῦκα ξηρὰ μεμασημένα. Περὶ τῶν στοματικῶν φαρμάκων τῶν φλεγμαινόντων παρισθμίων ἢ σταφυλῆς 〈ἤ〉 τινος ἄλλου μέρους.
4 73 1 Διὰ μόρων ἁπλοῦν· τῶν μόρων τοῦ χυλοῦ κοτύλας πέντε προεψήσας ἄχρι γλοιώδους συστάσεως, πρόσβαλλε μέλιτος λίτραν μίαν καὶ ἕψε μέχρι μελιτώδους συστάσεως.
4 73 2 ἐπὶ δὲ τῆς χρήσεως ἐν μὲν ταῖς ἀρχαῖς μίγνυε, καθάπερ εἴρηται, τὰ ἀποκρουστικά, κατὰ δὲ τὰς ἀκμὰς τὰ πέττοντα καὶ παρηγοροῦντα, κατὰ δὲ τὰς παρακμὰς τὰ διαφοροῦντα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ διὰ τοῦ χυλοῦ τῶν λεμμάτων τῶν καρύων ποιήσεις στοματικὸν φάρμακον, καὶ διὰ τοῦ γλεύκους ἐξ αὐστηρῶν σταφυλῶν, καὶ ἀπὸ τοῦ χυλοῦ τῶν ῥοιῶν καὶ τῶν ἄλλων τῶν αὐστηρῶν καρπῶν τῶν ἐχόντων χυλόν.
4 73 4 παχεῖ μὲν οὖν φανέντι τῷ χυλῷ μέλι μιγνύειν εὐθέτως προσῆκεν, εἰ δ’ ὑγρότερον εἴη, προεψηθέντι.
4 73 5 δέχεται δ’ ὁ μὲν τῶν ἀπίων καὶ τῶν μήλων χυλὸς ἔτι τε τῶν πλείστων ὀπωρῶν ἴσον ἑαυτῶν τὸ μέλι, τῶν στρυφνῶν δ’ ἱκανῶς, οἷόσπερ ἐστὶν ὁ τῆς κρανείας καρπός, ἐνίοτε μὲν διπλάσιον, 〈ἔστι δ’ ὅτε καὶ τριπλάσιον〉.
4 73 6 τοῖς μὲν οὖν μὴ φέρουσι τὰς φαρμακώδεις ποιότητας ἐπὶ μὲν τῶν μετρίων φλεγμονῶν παρισθμίων ἢ σταφυλῆς ἢ ἄλλου τινὸς μέρους ἀρκοῦσι τῶν εἰρημένων ἄρτι καρπῶν οἱ χυλοὶ καὶ ὁ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα· πρὸς δὲ τὰς μείζονας τῶν ῥοιῶν χρὴ τῶν αὐστηρῶν τὸν χυλὸν ἢ τῶν κυδωνίων μήλων καὶ ἀμφοτέρων κατὰ τὴν εἰρημένην ἀναλογίαν μῖξαι μέλιτος, καὶ γίνεται σύμμετρον.
4 73 8 κάλλιον δὲ καὶ σφοδρότερον ἂν τὰς ὅλας κόψας ῥοιὰς ἐνεψήσαις γλεύκει.
4 73 9 [5] δεῖ δὲ μὴ μόνον ἀποκρουστικὸν ἔχειν φάρμακον, ἀλλὰ καὶ διαφορητικόν, εἰ σκιρρούμενόν τι φαίνοιτο· τοῖς εἰρημένοις οὖν μέσοις ἐμβαλεῖς ἑψομένοις γλήχωνος ἢ ὑσσώπου ἢ ὀριγάνου ἢ θύμων ἢ καλαμίνθης διηθήσας· οὕτω γὰρ ἕξεις ἐπιτήδειον φάρμακον. Πρὸς τὰς ἐν στόματι σηπεδόνας.
4 74 1 Χάρτου κεκαυμένου μέρη γ , ἀρσενικοῦ μέρος α · λείοις χρῶ· ἄνωθεν δὲ τιλτὸν προσεπιτίθει βάψας εἰς ῥόδινον καὶ ἐκθλίψας.
4 74 2 —Πρὸς μεγάλας σηπεδόνας τὰς ἐν τῷ στόματι καὶ τὰς ἐν ἄλλῳ μέρει τοῦ σώματος· χαλκίτεως μέρος ἕν, κονίας ἀσβέστου τὸ ἴσον, ἀρσενικοῦ τὸ ἥμισυ· λεῖα μίξας χρῶ.
4 74 3 ἐὰν δὲ ξηραίνηται τὸ στόμα, καὶ τὸ σίελον μὴ δύνηται καταπίνεσθαι, σῦκα ἑψήσας ἐν οἴνῳ αὐστηρῷ ἀκράτῳ δίδου θερμὸν καταρροφεῖν· ἐὰν δὲ μὴ δύνηται, παρέγχει κατ’ ὀλίγον. Περὶ τῶν ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἑλκῶν.
4 75 1 Τὰ ἐν ταῖς τραχείαις ἀρτηρίαις συνιστάμενα ἕλκη 〈εἰσ〉 τὸν ἔνδον αὐτῶν χιτῶνα θεραπεύομεν ἔξωθέν τι τῶν ξηραινόντων ἐπιτιθέντες φαρμάκων ὕπτιόν τε κατακλίνοντες, εἶτα διδόντες ὑγρὸν φάρμακον τὸ πρὸς τὰ ἕλκη.
4 75 2 τοιαῦτα ἐν τῷ στόματι κατέχειν καὶ βραχύ τι παραρρεῖν ἐᾶν εἰς τὴν ἀρτηρίαν παρακελεύομεν. Πρὸς φωνῆς ἀποκοπήν.
4 76 1,2 Χυλὸν κράμβης μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν. — Ἄλλ ο · ποιεῖ δὲ καὶ πρὸς βῆχας· λινοσπέρμου κεκαυμένου καὶ σεσησμένου, σταφίδων λιπαρῶν χωρὶς τῶν γιγάρτων, στροβίλων πεφωγμένων, καρύων Ποντικῶν κεκαθαρμένων ἴσα λεάνας καὶ μέλιτι ἀπέφθῳ ἀναλαβὼν δίδου κοχλιάριον ὑπὸ γλώττης.
4 76 3 —Πρὸς τὰς τῆς φωνῆς ἀποκοπάς· γλυκυρρίζης 𐅻 η , σμύρνης 𐅻 κδ , τερεβινθίνης 𐅻 ϛ , τραγακάνθης 𐅻 λη · ἕκαστον τῶν ξηρῶν κόπτε κατ’ ἰδίαν καὶ σῆθε· τὴν δὲ ῥητίνην εἰς ὅλμον βαλὼν κόπτε καταπάσσων τὰ ξηρά· εἶθ’ ἑνώσας ἀνάπλαττε κυάμου Αἰγυπτίου μέγεθος καὶ ξήραινε ἐν σκιᾷ.
4 76 4 ἐπὶ δὲ τῆς χρήσεως δίδου α ἢ β ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ τηκόμενον παραπέμπειν.
4 76 5 δεῖ δὲ τὸ φάρμακον ταχέως ἀναπλάττειν καὶ ἐν τῷ κόπτεσθαι· ξηραίνεται γὰρ τάχιστα. Περὶ βηχὸς καὶ δυσπνοίας καὶ κατάρρου καὶ κορύζης καὶ βράγχου καὶ τῶν ἐκ θώρακος καὶ πνεύμονος πτύσεων.
4 77 1 Βηχὸς αἴτιόν ἐστιν ὑγρὸν τὸ καταφερόμενον ἀπὸ τῆς κεφαλῆς, ὡς ἐν κατάρροις, ἢ τὸ ἐν ταῖς τραχείαις ἀρτηρίαις περιεχόμενον, ὡς ἐν πλευρίτισι καὶ περιπνευμονίαις.
4 77 2 γίνονται δὲ καὶ τραχύτητες φάρυγγος καὶ ἀρτηρίας τῆς τραχείας αἴτια βηχός, καὶ τὰ παρεμπίπτοντα πινόντων ἢ ἐσθιόντων καὶ δυσκρασία ψυχρὰ τῶν ἀναπνευστικῶν ὀργάνων. βήττουσι δὲ μετρίως οἱ διὰ δυσκρασίαν βήττοντες καὶ οὐδὲν ἀνάγουσιν, οὕτω δὲ καὶ ἀβιάστως ὡς μὴ μόνον κατέχειν δύνασθαι καὶ κωλύειν αὐτὴν τὴν κατοχὴν τοῦ πνεύματος, ἀλλὰ καὶ ἰᾶσθαι πολλάκις αὐτήν, τῇ τῆς ἀναπνοῆς ἐπισχέσει τὰ κατεψυγμένα τῶν μορίων ἐκθερμαίνοντας.
4 77 4 σημεῖα δὲ τῶν οὕτω βηττόντων ἐστὶ τὸ κατὰ τὰς ἀθρόας εἰσπνοὰς ἐρεθίζεσθαι, δηλονότι τῆς ψύξεως ἐπιτεινομένης· ὅτε οὖν πρᾴως τε εἰσπνέωσι καὶ ἐν οἴκῳ θερμῷ διατρίβωσιν, ἢ μικρὸν ἢ οὐδ’ ὅλως βήττουσιν.
4 77 5 αἱ δὲ μετὰ γαργαλισμοῦ συνιστάμεναι βῆχες ἐνδείκνυνται σαφῶς ἀπὸ τῆς κεφαλῆς συνδεδόσθαι τὸ ῥεῦμα εἰς ἀρτηρίαν τε καὶ πνεύμονα.
4 77 6 μηδενὸς μὲν οὖν ἀναπτυομένου, λεπτὸν εἶναι χρὴ γινώσκειν τὸ καταφερόμενον· ἀναπτυομένου δὲ τινός, τὸ ἐναντίον. ἰασόμεθα δὲ τὴν μὲν ἐπὶ λεπτῷ ῥεύματι γινομένην βῆχα καὶ τὴν ἐπὶ τραχύτητι παχύνοντες τῇ διὰ κωδυῶν ἤ τινι τῶν ἀνωδύνων καλουμένων φαρμάκων, τὴν δὲ διὰ πάχος, [καὶ ἐπὶ τραχύτητι] καὶ γλίσχρον χυμὸν ἐγκείμενον διὰ τῶν λεπτυνόντων.
4 77 8 κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα δυσπνοίαις καὶ ταῖς πεπαλαιωμέναις ἁρμόζει βηξίν.
4 77 9 μελάνθιον κατάρρους ἰᾶται θερμὸν ἐν ὀθονίῳ προσαγόμενον, ὡς συνεχῶς ὀσμᾶσθαι.
4 77 10 στύραξ βῆχας, κατάρρους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν ἐκλεικτόν.
4 77 11 [5] στρόβιλον βαλών, ὅταν ᾖ λιπαρὸς μάλιστα, τουτέστιν ἐν κύκλῳ πολλὴν ἔχων ἐμπερικεχυμένην τὴν ἰδίαν ῥητίνην, ἕψησον ἐν ὕδατι μετὰ πρασίου προσφάτου, εἶτα τῷ ἀφεψήματι μιγνὺς μέλι συμμέτρως ἕψησον πάλιν τοῦτο μέχρι μελιτώδους συστάσεως, καὶ χρῶ πρὸς τὰς ἐκ θώρακος καὶ πνεύμονος πτύσεις. Περὶ ἀναγωγῆς καὶ θρομβώσεως αἵματος.
4 78 1 Ὁ πρῶτος κίνδυνός ἐστι τῆς τοῦ αἵματος ἀναγωγῆς κατ’ αὐτὴν τὴν ἄμετρον κένωσιν. βοηθεῖν οὖν ἐκ τοῦ παραυτίκα τοῖς πάσχουσι δυνήσῃ διὰ τῶν ὑπογεγραμμένων· τὴν γὰρ ὅλην διάθεσιν ἰατρῶν ἔργον ἰᾶσθαι.
4 78 2 ἀνδράχνη ἐσθιομένη ποιεῖ (δραστικώτερος δ’ ὁ χυλὸς αὐτῆς πινόμενος), βαλαύστιον, βάτου ὁ καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου· μάλιστα δ’ ἑψῶντες αὐτῷ χρῶνται· φηγοῦ δὲ καὶ πρίνου δραστικώτερα.
4 78 3 ἀλθαίας τῆς ῥίζης ἀφέψημα, ἡδύοσμος πρὸς τὰς προσφάτους, κενταυρίου τοῦ μεγάλου 𐅻 β διδόμεναι τοῖς μὲν πυρέττουσι μεθ’ ὕδατος, τοῖς δ’ ἀπυρέτοις μετ’ οἴνου ῥοιῶν, σχίνου τῶν φύλλων ὁ χυλός· Σάμιος ἀστὴρ πρὸς πᾶσας ὁμοίως καὶ Λημνία σφραγίς.
4 78 4,5 πρὸς δ’ αἵματος θρομβώσεις ποιεῖ πυτία ποθεῖσα, 〈καὶ μάλιστα ἡ λαγῴα.
4 78 6 διαχεῖ δὲ θρόμβους καὶ ἡ συκίνη κονία μεθ’ ὕδατος ποθεῖσα〉 καὶ θύμος ἢ θύμβρα μετ’ ὄξους. Πρὸς ἀσθματικοὺς καὶ ἐμπυϊκούς.
4 79 1 Ἀριστολοχία στρογγύλη μεθ’ ὕδατος πινομένη ἀσθματικοὺς βοηθεῖ· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, καλαμίνθη, ὕσσωπον, ἶρις, μελάνθιον.
4 79 2 ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ξέστην βαλὼν εἰς ἄγγος κεραμεοῦν φρῦγε ἐπ’ ἀνθράκων· λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου μύστρον ἓν ἐκλείχειν πρὸ τροφῆς.
4 79 3 — Ἄλλ ο · σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε, καὶ μίξας αὐτῷ μέλιτος τὸ ἴσον ἕψε ἐπ’ ἀνθράκων καὶ δίδου πρὸ τροφῆς. Πρὸς πλευριτικοὺς καὶ πρὸς πλευρῶν ὀδύνας.
4 80 1 Ἐπὶ τῶν πλευριτικῶν, τῶν θερμασμάτων μὴ λυόντων τὴν ὀδύνην, κένου τὸ πᾶν σῶμα καὶ πυρίᾳ τῇ ἀκινδυνοτάτῃ χρῶ τῇ ἀδήκτῳ καὶ ὑγρᾷ, οἵα ἐστὶν ἥ τε δι’ ὕδατος γλυκέος καὶ ἐλαίου ἐν κύστεσιν.
4 80 2 δώσομεν δὲ τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, ὅσα μέτρια φλεγμαινόντων ἔτι τῶν πεπονθότων, ὅσα δ’ ἰσχυρότερα κατὰ τὰς παρακμὰς τῶν φλεγμονῶν, ἢ καὶ τελέως αὐτῶν πεπαυμένων. μέτριος μὲν οὖν ἐν τοῖς τοιούτοις ἐστὶν ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον· ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ τι βραχὺ μέλιτι τῶν δριμειῶν βοτανῶν, ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης καὶ γλήχωνος καὶ ἴρεως.
4 80 4 πλευρῶν δ’ ὀδύνας ἄνευ πυρετῶν βδέλλιον ἰᾶται καὶ κόστος.
4 80 5 κράμβης καυλῶν καυθέντων τῇ τέφρᾳ μιγνύντες στέαρ [τὸ] παλαιὸν εἰς τὰ τῶν πλευρῶν ἀλγήματα χρώμεθα, καὶ εἴ τι τοιοῦτον· διαφορητικὸν γὰρ ἰσχυρῶς ἐστι τὸ φάρμακον. Πρὸς θώρακος ἀλγήματα χρόνια.
4 81 1 Πρὸς ἀλγήματα χρόνια τὰ ἐν θώρακι χωρὶς πυρετῶν συνεψεῖν τήλει χρὴ λιπαροὺς φοίνικας, ἐκθλίψαντας δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξαντας δαψιλεῖ, κἄπειτα ἑψήσαντας αὐτὰ ἐπ’ ἀνθράκων ἄχρι πάχους συμμέτρου χρῆσθαι πρὸ πολλοῦ τῶν σιτίων. Πρὸς τιτθοὺς καὶ τὸ ἐν αὐτοῖς γάλα.
4 82 1 Πάτος φλεγμαινόντων τιτθῶν βοήθημά ἐστι δραστικώτατον ἐπιτιθέμενον· ἂν δὲ ξηρότερόν σοι φαίνηται, κυπρίνῳ μάλαττε ἢ ῥοδίνῳ. καὶ πρὸς τὸ ἐκ τοκετῶν δὲ σβέσαι τὸ γάλα τυρωθὲν κατὰ τοὺς μαστοὺς χρήσιμον ἱκανῶς ἐστιν.
4 82 3 ὠῷ ὅλῳ ὠμῷ χρώμεθα μιγνύντες ῥόδινον, οὐ μόνον ἐπὶ τῶν τιτθῶν φλεγμαινόντων, ἀλλὰ καὶ ἐπ’ ἄλλων πλειόνων μορίων.
4 82 4 ῥύπος ὁ ἐν ταῖς παλαίστραις ἴαμά ἐστι τιτθῶν· καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον ἀναστέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ.
4 82 5 κυάμων ἄλευρον μαστῶν καὶ διδύμων ἀγαθόν ἐστι κατάπλασμα· φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα ὅταν τυρωθῇ τὸ γάλα.
4 82 6 τὸ τῆς Ναξίας ἀκόνης ἀπότριμμα τιτθούς τε παρθένων κωλύει πρὸ ὥρας ἐμφυσᾶσθαι καὶ παίδων ὄρχεις. 〈τὰς σπαργανώσεις τῶν μαστῶν〉 ἀποκαθίστησι φακὸς ἑψηθεὶς ἐν θαλάσσῃ καταπλασσόμενος ἢ ἡδύοσμος σὺν ἀλφίτῳ ἢ ἅλμη πυριωμένη.
4 82 8 σβέννυσι δὲ μετὰ ταῦτα ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, κιμωλία σὺν ὄξει καταχριομένη ἢ ὕδατι, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ ἢ κωνείου τὰ φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη.
4 82 9 τοὺς δὲ χονδριῶντας παύει ἅλμη πυριωμένη, ἡδύοσμον σὺν ἀλφίτῳ καταπλασθέν, κρόκος σὺν γάλακτι καταχριόμενος, ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, κυδώνια ἑφθὰ σὺν μέλιτι.
4 82 10 οὐκ ἐᾷ δὲ τὸ ἐπὶ τῶν τιθηνουσῶν γάλα τυροῦσθαι κηροῦ δέκα τὸν ἀριθμὸν κεγχριαῖα τὸ μέγεθος καταπινόμενα. Περὶ τῶν τοῦ στόματος τῆς γαστρὸς παθῶν.
4 83 1 Τοῖς τὴν κυνώδη καλουμένην ὄρεξιν ἔχουσι, τουτέστι τοῖς ἀπαύστως λιμώττουσιν, οἶνον χρὴ διδόναι δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων ὡς μέγα ἴαμα· τοιοῦτοι δ’ εἰσὶν οἱ κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν· αἱ γὰρ λιμώδεις ὀρέξεις διὰ ψυχρότητα τοῦ στομάχου συνίστανται· καὶ εἰκότως ὁ τοιοῦτος οἶνος αὐτὰς παύει.
4 83 2 [5] χρὴ δ’ αὐτοῖς, ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι τὰ λιπαρὰ καὶ ἐλαιώδη τῶν ἐδεσμάτων, καὶ τὰ ἄλλα δὲ πάντα δι’ ἐλαίου πολλοῦ σκευάζοντα μηδὲν αὐστηρὸν ἢ στρυφνὸν ἔχοντα, μετὰ δὲ ταῦτα οἶνον, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι· πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ, πλείονι δὲ χρόνῳ οὕτω πραττόντων παύεται.
4 83 3 τοῖς δὲ λύζουσι διδόναι χρὴ πήγανον μετ’ οἴνου λεπτοῦ ἢ λίτρον ἐν μελικράτῳ ἢ σέλινον ἢ κύμινον ἢ σκιλλιτικὸν ὄξος ἢ καλαμίνθην ἢ ἄσαρον ἢ νάρδον Κελτικήν, ἰδίᾳ ἕκαστον καὶ ὁμοῦ.
4 83 4 τὸ δὲ καστόριον τοῖς ὑπὸ πλήθους λύζουσιν [ἢ] ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς δίδου πίνειν δι’ ὀξυκράτου· καὶ κατὰ τοῦ δέρματος δ’ ἐπιτιθέμενον ὠφελεῖ ἅμα Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ.
4 83 5 ὅταν δ’ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμός, τοὐπίπαν δ’ οὕτως συνίσταται, βιαίας δεῖται κενώσεως· τοῦτο δὲ πταρμὸς ἐργάζεται.
4 83 6 αἱ δὲ ναυτίαι γίνονται πρὸς ἔμετον ὁρμώσης τῆς γαστρός, ποτὲ μὲν πλήθους βαρύνοντος αὐτήν, ποτὲ δὲ δήξεως ἢ ὅλως μοχθηρῶν χυμῶν.
4 83 7 τινὲς δὲ σπαράττονται μέν, ἐμοῦσι δ’ οὐδέν, ἐφ’ ὧν οὔτε πολύς ἐστιν ὁ λυπῶν χυμὸς οὔτε κατὰ τὴν εὐρυχωρίαν τῆς γαστρός, ἀλλ’ ἐν αὐτοῖς περιέχεται τοῖς χιτῶσιν, ἐνίοις μὲν ὡς ὕδωρ ἐν σπόγγῳ, ἐνίοις δ’ ἐμπεπλασμένος δυσαπολύτως.
4 83 8 ἡ δ’ ἴασις ἐν τοῖς τρισίν ἐστι κειμένη κεφαλαίοις, πέψει τε καὶ ἐπικράσει καὶ κενώσει.
4 83 9 [5] πέττονται μὲν οὖν οἱ φλεγματωδέστεροι καὶ ὠμοὶ τῇ τε ἡσυχίᾳ καὶ ἀσιτίᾳ καὶ ὕπνῳ· τῶν δ’ ἄλλων τοὺς μὲν λεπτοὺς τὴν σύστασιν, μετρίως δ’ ἐσφηνωμένους ἔμετοι ἐκβάλλουσι, ποτὲ μὲν ἐπὶ τῷ τῆς πτισάνης χυλῷ γενόμενοι ἢ μελικράτῳ, ποτὲ δ’ ἐφ’ ὕδατι μόνῳ· ὅσοι δὲ γλίσχροι τέ εἰσι καὶ παχεῖς δυσλύτως ἐμπεπλασμένοι τῇ γαστρί, τῶν λεπτυνόντων χρῄζουσι τοὺς χυμούς.
4 83 10 [5] ἔνθα δ’ ὑγρότης, ἡ δι’ ἀλόης πικρὰ χρησίμως ἐκκαθαίρει ταύτην, τὰ στύφοντα δὲ βλάπτει γενναίως, ὥσπερ πάλιν ἐφ’ ὧν ὑγρότης πολλὴ χωρὶς κακίας χυμῶν, ὅταν οἷον πλάδος τις ᾖ τῷ ποσῷ λυποῦσα μόνον, τὰ στύφοντα μὲν ὠφελιμώτατα γίνεται, τὸ δὲ δι’ ἀλόης φάρμακον εἰς μαρασμὸν ἄγει πάντως τοὺς χρησαμένους.
4 83 11 μίξειε δ’ ἄν τις τοῖς στύφουσι καὶ τῶν θερμαινόντων ψυχρᾶς διαθέσεως αἰσθανόμενος· ἱκανὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν τὴν διάθεσιν εἶναι τὸ ἄδιψον· ὅταν γὰρ μήτε διψώδης ὁ κάμνων ᾖ μήτε καύματος αἰσθάνηται κατὰ τὸ τῆς κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ εἶναι θερμὴν τὴν διάθεσιν.
4 83 12 αἱ δὲ φλεγμοναὶ τοῦ στόματος τῆς κοιλίας καὶ τοῦ ἥπατος δέονται τῆς τῶν στυφόντων παραπλοκῆς· ἐὰν γὰρ διὰ τῆς χαλαστικῆς μόνης ἀγωγῆς θεραπεύῃ τις, κίνδυνον ἐπάξει περὶ τῆς ζωῆς.
4 83 13 δεῖ τοίνυν εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον τοῖς πεπονθόσι τόποις εἴτε κατάπλασμα, παραπλέκειν τι τῶν στυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον μύρον ἢ μήλινον ἢ κυδώνιον ἑψήσαντας.
4 83 14 — Κηρωτὴ ᾗ συνεχῶς χρώμεθ α · κηροῦ λευκοῦ 𐆄 α , νάρδου χειμῶνος μὲν 𐅻 η , θέρους δὲ 𐅻 ζ , ἀλόης, μαστίχης ἀνὰ 𐅻 α .
4 83 15 εἰ δὲ πλείονος δέοιτο στύψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῶν τροφῶν κρατεῖν, προσμιγνύσθω καὶ ὀμφακίου τὸ ἴσον.
4 83 16 μιγνύσθω δ’ ἐν τῇ κηρωτῇ πρῶτον τὸ ὀμφάκιον, εἶθ’ οὕτως τὰ ἄλλα· μιγνύειν δ’ ὥσπερ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου χυλόν, ἔστι δ’ ὅτε καὶ ἄμφω, καὶ τρίτον γε ἐπ’ αὐτοῖς τῆς ὑποκιστίδος καὶ οἰνάνθης καὶ ῥοῦ χυλόν.
4 83 17 [5] παραύξειν δὲ χρὴ τῆς κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ τῶν ἄλλων ἀριθμῷ φαρμάκων· χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ τῶν ἀρωμάτων ἔχοντα καὶ τῶν μαλακτικῶν καὶ τῶν διαφορητικῶν, ὁποῖόν ἐστι τὸ διὰ μελιλώτου σκευαζόμενον.
4 83 18 ὁ χλωρὸς ἴασπις ὠφελεῖ τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενος, καὶ πεῖράν γε ἱκανὴν δέδωκε, καὶ χρὴ ποιοῦντας ὁρμαθὸν ἐξάπτειν τοῦ τραχήλου συμμέτρως οὕτως ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός.
4 83 19 [5] ἐπὶ δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ καυσουμένων μετ’ ἐκλύσεως ἢ λειποψυχίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδήποτε προφάσεως πλὴν πυρετοῦ ψυχρὸν ὕδωρ δίδου μετ’ ὄμφακος χυλοῦ ἢ μήλων κυδωνίων ἀφέψημα ἢ ἕλικος ἀμπέλου ἢ σικύου σπερμάτια ὡς ὀκτὼ λεῖα μετὰ ψυχροῦ ἢ κλωνίον ἡδυόσμου λεάνας δὸς πιεῖν· ἐπιτίθει δ’ ἔξωθεν ἐπὶ τὸν στόμαχον κύστιν πληρώσας ὕδατος ψυχροῦ ἢ χιόνα ἐπίβαλλε ἢ κολοκύντης ξέσματα.
4 83 20 — Ἐκκαιομένοις δ ’ ἄδιψον καταπότιο ν · σικύου ἡμέρου σπέρματος 𐅻 η , τραγακάνθης 𐅻 ϛ .
4 83 21 λύε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς ἐπίβαλλε τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ ξηράνας ἐν σκιᾷ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπίνειν.
4 83 22 καὶ τοῦτο καὶ τὸ μετὰ τοῦτο ψυκτικόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντός ἐστι στομάχου διάθεσιν ἔχοντος ὑγρὰν καὶ θερμήν.
4 83 23 — Ἄλλ ο · ῥόδων χλωρῶν τῶν φύλλων 𐅻 ϛ , γλυκυρρίζης 𐅻 δ , νάρδου Ἰνδικῆς 𐅻 δ ... ὕδατι ψυχρῷ ἐρεβίνθου τὸ μέγεθος· ἐπὶ δὲ τῶν κατεψυγμένων καὶ ἐπὶ τῶν διὰ πάχος τοῦ φλέγματος θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένων χρήσιμόν ἐστι τόδε· μαράθρου ῥίζης φλοιοῦ 𐆄 ϛ , ὄξους ξ̸ α , ἀλόης 𐆄 γ .
4 83 25 αἱ ῥίζαι σὺν ὄξει ἕψονται, εἶθ’ ὅταν ἑφθαὶ γένωνται, ἐκθλιβεῖσαι ῥίπτονται, καὶ ἐπιχεῖται τὸ μέλι καὶ ἕψεται, εἶτ’ ἐπιπάσσεται ἡ ἀλόη· δίδου κοχλιάρια γ σὺν ὕδατι· τινὲς ἄνευ ἀλόης σκευάζουσιν.
4 83 26 ἐπὶ δὲ τῶν ἀποξυνόντων τὴν τροφὴν χρήσιμον τόδε τὸ φάρμακον· πεπέρεως 𐅻 δ , ἀνήθου σπέρματος 𐅻 α , κυμίνου 𐅻 δ .
4 83 27 λειώσας δίδου εἰς κοίτην κοχλιάριον 〈ἓν〉 ἐν οἴνῳ κεκραμένον.
4 83 28 ἐπὶ δὲ τῶν γεννώντων χολὴν μέλαιναν καὶ φυσωμένων τὸν στόμαχον ἐπιτίθει, καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι, σπόγγους ὄξει δριμυτάτῳ βεβρεγμένους· μετὰ δὲ τούτους εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκοῦ λείου μέλιτι ἀναλαμβάνων ἐπιτίθει.
4 83 29 τῷ δὲ διατεινομένῳ καὶ πνευματουμένῳ τὸν στόμαχον καλαμίνθης ἀπόζεμα ἐξῃθριασμένου τοῦ ὕδατος μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως 𐅻 α δίδου. Πρὸς ἀνατροπὰς στομάχου.
4 84 1 Πρὸς δὲ τὰς ἀνατροπὰς τοῦ στομάχου ῥοιᾶς ὀξείας τῶν πυρήνων χυλοῦ μέρη τρία, ἡδυόσμου χυλοῦ μέρος ἕν.
4 84 2 βαλὼν εἰς κεραμεοῦν ἀγγεῖον· ἕψε κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου· ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον ἕν. Περὶ πνευματώσεως.
4 85 1 [5] Ἡ τῶν πνευμάτων ἐν γαστρὶ γένεσις χυμῶν ἢ σιτίων εἰς ἀτμοὺς διαλυομένων ὑπὸ θερμότητος συνίσταται χλιαρᾶς. ἡ μὲν γὰρ ψῦξις τῷ μὴ πεφυκέναι λεπτύνειν καὶ διαλύειν οὐ γεννᾷ πνεύματος 〈οὐδέν. ἡ δὲ σφοδρὰ θερμότης οὐ λεπτύνουσα καὶ διαλύουσα μόνον, ἀλλὰ καὶ διαφοροῦσα κωλύει τὴν σύστασιν τοῦ πνεύματοσ〉· ἡ δ’ ἐλάττων θερμότης [οὐ λεπτύνουσα καὶ διαλύουσα μόνον, ἀλλὰ καὶ διαφοροῦσα κωλύει τὴν σύστασιν τοῦ πνεύματος· ἡ δ’ ἐλάττων θερμότης] χεῖ μὲν καὶ μεταβάλλει τὴν τροφήν, ἐλλιπέστερον δέ, κἀντεῦθεν ἡ γένεσις τῶν πνευμάτων.
4 85 2 [5] λεπτύνειν οὖν αὐτὰ διὰ τῶν θερμαινόντων φαρμάκων ἀφεψῶντας προσῆκεν ἐλαίῳ τοῦ κυμίνου καὶ σελίνου καὶ σπονδυλίου καὶ δαύκου σπέρματα· ψύξεως δὲ προσούσης τῇ διαθέσει, πήγανον καὶ δαφνίδας καὶ μελάνθιον καὶ μάραθρον ἐνεψεῖν τῷ ἐλαίῳ καὶ μιγνύειν ἄσφαλτον καὶ ἔλαιον δάφνινον· ἐὰν δέ τις καὶ φλεγμονὴ συνῇ ταῖς ὀδύναις, ἀντὶ τῶν θερμαινόντων χρήσῃ τοῖς χαλαστικοῖς, ἄνηθον ἐνεψῶν καὶ μιγνὺς στέαρ ὄρνιθος ἢ χηνός.
4 85 3 ποιεῖ δὲ πρὸς πνευματουμένους καὶ πολίου δεσμίδιον καθεψόμενον καὶ ποτιζόμενον ἢ καλαμίνθης ἀφέψημα μιγνυμένου μέλιτος ὀλίγου καὶ πεπέρεως 𐅻 α .
4 85 4 ταῦτα μὲν οὖν σφοδρᾶς ὀδύνης ἐμπεσούσης πρακτέον· ἐπὶ δὲ τῆς μετρίας ἀρκέσουσι καὶ πυρίαι διὰ κέγχρου καὶ ἡ διὰ τῶν ὠμολίνων.
4 85 5 σικύα δ’ εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλὸν ἀθρόως πολλάκις ἀπαλλάττει τοὺς πάσχοντας τοῦ συμπτώματος.
4 85 6 ὠφελεῖ δὲ καὶ τὸ καστόριον αὐτοὺς πινόμενον δι’ ὀξυκράτου καὶ ἔξωθεν σὺν ἐλαίῳ Σικυωνίῳ τιθέμενον, κἂν μετὰ στρόφου τυγχάνωσιν αἱ ἐμπνευματώσεις.
4 85 7 〈καὶ ὕειος δ’ ἀστράγαλος καυθεὶς καὶ ποθεὶς στρόφους καὶ ἐμπνευματώσεισ〉 ἰᾶται, καὶ ἀριστολοχία στρογγύλη δι’ ἔμφραξιν ἢ παχύτητα πνεύματος ὀδύνας θεραπεύει.
4 85 8 τὰς δὲ δι’ ἔμφραξιν τῆς κοίλης ὀδύνας ἢ διὰ παχύτητα γινομένας οἶνος ἀκρατέστερος μετὰ τροφὴν ὀνίνησιν· ὕπνου δ’ ἐπιγενομένου, καὶ τελείως αὐτὰς ἀποπαύει. Περὶ κωλικῶν.
4 86 1 [5] Οἷς ἂν ἐν τῷ κώλῳ καὶ τοῖς ἐντέροις ἐνίζῃ τις δακνώδης χυμός, βλάπτονται μὲν ὑπὸ τῶν θερμῶν τροφῶν καὶ φαρμάκων καὶ ἀσιτοῦντες παροξύνονται, διατίθενται δ’ ἄμεινον τοῖς κατακεραστικοῖς χρώμενοι. δεῖ οὖν περικλύζειν ἐνέματι πρότερον μελικράτου ἢ χυλῷ πτισάνης καὶ τροφὰς εὐχύμους καὶ δυσφθάρτους παραλαμβάνειν, φεύγειν δὲ τὰ λεπτύνοντα καὶ θερμαίνοντα· χρὴ γὰρ ἢ κενῶσαι τὸν χυμὸν ἢ κατακεράσαι· μηδετέρου δὲ τούτων δυνατοῦ γενομένου, καταφεύγειν ἐπὶ τὴν τῶν ναρκωτικῶν χρῆσιν· τοὺς γὰρ ἐν τοιαύτῃ διαθέσει οὐ μόνον τὸ ναρκοῦν τὴν αἴσθησιν ἐπικουφίζει τῆς ὀδύνης, ἀλλὰ καὶ τὸ παχύνειν τὴν λεπτότητα τῶν ὑγρῶν καὶ ἐμψύχειν τὴν θερμότητα μεγάλως ὠφελεῖ.
4 86 3 παχέων δ’ ὄντων καὶ γλίσχρων χυμῶν τῶν τῆς ὀδύνης αἰτίων, μηδαμῶς προσφέρειν τὰ ναρκωτικά· κουφίζονται μὲν γὰρ ἐπὶ τῇ χρήσει τούτων, ναρκούμενοι τῆς αἰσθήσεως μόνης, πάλιν δ’ ἴσχουσι κάκιον, παχυνομένων ἐπὶ πλέον τῶν χυμῶν καὶ δυσεκκρίτων γινομένων.
4 86 4 [5] θεραπεύσομεν οὖν τούτους οὐδὲ τοῖς σφοδρῶς θερμαίνουσιν (αὔξονται γὰρ ὑπὸ τούτων αἱ ὀδύναι, χεομένων τῶν χυμῶν καὶ πνευματουμένων), ἀλλὰ τοῖς ἄνευ τοῦ θερμαίνειν σφοδρῶς τέμνουσι καὶ τοῖς ἀφύσοις. ἐπεὶ δὲ τὸ σκόροδον πάντων ἐστὶν ἀφυσότατον, εἰ μὴ παρείη πυρετός, τούτου τε προσοίσομεν καὶ τοῦ θηριακοῦ φαρμάκου, γενναίως ὠφελοῦντες τὴν τοιάνδε διάθεσιν· πυρετοῦ δ’ ὄντος, τῇ διὰ τῶν κέγχρων πυρίᾳ χρησόμεθα καὶ ἐνεψήσαντες ἐλαίῳ λεπτομερεῖ τῶν ἀφύσων τι σπερμάτων, εἶτα διηθήσαντες καὶ μίξαντες τῷ ἐλαίῳ στέαρ χηνὸς ἢ ὄρνιθος ἀνάλογον ἐνήσομεν.
4 86 6 μὴ παυσαμένης δ’ ἐπὶ τούτοις τῆς ὀδύνης, καὶ πάλιν ἐνίεμεν μίξαντες τῷ ἐλαίῳ καστορίου τε καὶ ὀπίου, μέγεθος ἑκατέρου μὴ μεῖζον κυάμου εἰς κοτύλην τοῦ ἐλαίου.
4 86 7 δύναιτο δ’ ἄν τις ἀναλαμβάνων ἐκ τοῦ φαρμάκου τούτου κροκύδα μέχρι πλείστου κατὰ τὸν δακτύλιον ἐντιθέναι· δεῖ δ’ ἀποδεσμεῖν ἰσχυρὸν νῆμα τῆς κροκύδος, ἵνα, ὅταν δέῃ, ῥᾳδίως λαμβάνηται.
4 86 8 λύκων κόπρος διδομένη, καὶ μάλιστα ἡ λευκὴ μεθ’ ὕδατος ἢ οἴνου λεπτοῦ κατὰ τὴν σύστασιν, ἄκρως ὠφελεῖ τοὺς κωλικούς, οὐ μόνον ἐν παροξυσμοῖς, ἀλλὰ καὶ 〈ἐν〉 διαλείμμασιν· ἢ γὰρ παύει τελέως τὸ νόσημα ἢ πρᾳότερον καὶ διὰ χρόνου γίνεσθαι παρασκευάζει.
4 86 9 βέλτιον δέ, εἰ μὴ πεπτωκυῖαν ἐπὶ τῆς γῆς εὕροιμεν τὴν κόπρον, ἀλλ’ ἐπί τινος θάμνου καὶ βοτάνης. καὶ ὀστᾶ δ’ εὑρίσκεται διαφυγόντα τοῦ ζῴου τὴν πέψιν, ἅτινα λεῖα διδόμενα πίνειν ὀνίνησι τοὺς κωλικούς· δεῖ δὲ καθαριωτέροις διδόντας ἁλῶν καὶ πεπέρεως μιγνύειν ἤ τινος τῶν ἡδέων.
4 86 11 θαυμαστῶς δ’ ὅπως καὶ περιαπτομένη ταῖς λαγῶσιν ὠφελεῖ σαφῶς· χρὴ δ’ ἐκ λυκοβρώτου γενομένῳ ῥάμματι τὸ περιάπτον ἐξαρτᾶν, ἐν δέρματι τὴν κόπρον ἐλαφείῳ βαλόντας· μὴ εὐπορούντων δ’ ἐρίων ἐκ λυκοβρώτων, καὶ τὸ ἄρτημα γίνεσθαι ἐξ ἱμάντος ἐλαφείου.
4 86 12 καὶ κόρυδος δὲ τὸ στρουθίον ὠφελεῖ τοὺς αὐτοὺς ζωμῷ λαμβανόμενος. Πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς.
4 87 1 Λημνία σφραγὶς καὶ ἤδη νεμομένην ἰᾶται δυσεντερίαν πινομένη τε καὶ ἐνιεμένη· δεῖ δὲ προαποκλύζειν τὴν ἕλκωσιν μελικράτῳ πρῶτον ἀκρατεστέρῳ, κἄπειτα τῇ ἅλμῃ, καὶ μετὰ ταῦτα τὴν Λημνίαν ἐνιέναι [γῆν] δι’ ἀρνογλώσσου χυλοῦ· πινέσθω δὲ δι’ ὑδαροῦς ὀξυκράτου.
4 87 2 γάλα τὸ τυρῶδες (γίνεται δὲ τοιοῦτον κοχλάκων διαπύρων ἐμβληθέντων εἰς αὐτὸ καὶ ἑψόμενον, ἄχρις 〈ἂν〉 ἀναλωθῇ τοῦ ὀροῦ τὸ πλεῖστον) κάλλιστόν ἐστιν ἴαμα δυσεντερικοῖς καὶ πᾶσι τοῖς κατὰ γαστέρα ῥεύμασι δριμέσιν. κυνείαν δὲ κόπρον λείαν τῷ οὕτω σκευασθέντι γάλακτι μίξας φάρμακον ποιήσεις ἄκρως ὠφελοῦν δυσεντερικούς· δεῖ δὲ τὸν κύνα μηδὲν ἕτερον φαγεῖν ἢ ὀστᾶ· γενήσεται γὰρ ἡ κόπρος οὔτε δυσώδης καὶ λευκή.
4 87 4 ξηραίνει δὲ τὰ κατὰ τὴν κοιλίαν ῥεύματα καὶ ὠὰ δι’ ὄξους ἑψηθέντα καὶ βρωθέντα· εἰ δὲ καὶ μῖξαι βουληθείης τῶν πρὸς δυσεντερικὴν ἢ κοιλιακὴν διάθεσιν ἁρμοττόντων ταγηνίσας τε ἐπ’ ἀκάπνου πυρὸς δοίης προσενέγκασθαι, μεγάλως ὀνήσεις τὸν ἄνθρωπον· χρησιμώτατον δ’ ἐστὶ πρὸς τὴν χρῆσιν ὀμφάκιον, ῥοῦς ἐρυθρὸς καὶ χυλὸς αὐτοῦ, τέφρα κοχλιῶν ὅλων ὀπτηθέντων, σίδια, κηκίς, γίγαρτα, μέσπιλα, μύρτα, κράνα.
4 87 6 κοχλιῶν καυθέντων μετὰ τῶν ὀστρέων τῆς τέφρας μέρη δ , κηκῖδος β καὶ πεπέρεως ἓν χνοώδη ποιήσας ταῦτα τοῖς τε ὄψοις ἐπιπάττων δίδου ἐν ὕδατι ἢ οἴνῳ λευκῷ καὶ ὑδαρεῖ πίνειν.
4 87 7 γενναίως ὠφελεῖ τοῦτο δυσεντερίας, ὅσαις οὐδέπω σηπεδονῶδες γέγονε τὸ ἕλκος.
4 87 8 ἀνδράχνης ὁ χυλὸς ἐπιτήδειος δυσεντερικοῖς πινόμενος.
4 87 9 ἁρμόττει δὲ καὶ ἀρνόγλωσσον καὶ βάτου ὁ καρπὸς καὶ τὰ φύλλα.
4 87 10 ἀλθαίας τῆς ῥίζης τὸ ἀφέψημα πρός τε δυσεντερίαν καὶ διάρροιαν ὠφέλιμόν ἐστιν.
4 87 11 καὶ ἵππουρις γενναῖόν ἐστι φάρμακον δι’ ὕδατος ἢ οἴνου πινομένη, καὶ ὁ χυλὸς αὐτῆς ὁμοίως. Πρὸς διάρροιαν καὶ κοιλιακοὺς καὶ στομαχικοὺς καὶ νεφριτικούς.
4 88 1 Τὰς διαρροίας ἰᾶται ἀδίαντον, παλιούρου τὰ φύλλα, ῥίζα πίτυος, πεύκης φλοιός, 〈φακὴ δίσ〉εφθος, τοῦ προτέρου ὕδατος ἀποχυθέντος. γίγαρτα πᾶσι τοῖς κατὰ γαστέρα καὶ 〈ἔντερα〉 ῥοώδεσι πάθεσι βοηθεῖ ἱκανῶς· νάρδου στάχυς, ὀξυακάνθου ὁ καρπὸς ἐσθιόμενός τε καὶ πινόμενος.
4 88 3,4 ἄκανθα λευκὴ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ. μορέας ὁ ἄωρος 〈καρπὸσ〉 ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττειν καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις· κόπτεται δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ ὁ τῆς ῥοῦ καρπός, ἢ εἴ τις ἐθέλοι, δι’ ὕδατος ἢ οἴνου πίνεται.
4 88 5 μᾶλλον δ’ ἐστὶν ἐμφρακτικώτερα ὁμοίως τὰ βάτινα ξηραινόμενα καὶ ἀποτιθέμενα. Πρὸς ἕλμινθας.
4 89 1 [5] Τοὺς μὲν στρογγύλους ἕλμινθας ἱκανὸν ἀποκτεῖναι ἀψίνθιον, ἀβρότονον, καλαμίνθη, καρδάμωμον, κράμβης σπέρμα καὶ ἡδύοσμος, θέρμος πικρὸς ἐπιπλαττόμενός τε καὶ ἐκλειχόμενος μετὰ μέλιτος ἢ μετ’ ὀξυκράτου πινόμενος, μελάνθιον οὐκ ἐσθιόμενον μόνον, ἀλλὰ καὶ καταπλασσόμενον τῆς γαστρὸς ἔξωθεν, περσικῆς λεῖα φύλλα κατὰ τὴν κοιλίαν τιθέμενα.
4 89 2 τὰς δ’ ἀσκαρίδας ἐνιέμενα ἀναιρεῖ καλαμίνθης ὁ χυλὸς καὶ ἡ κεδρία.
4 89 3 τὰς δὲ πλατείας ἀναιρεῖ μορέας τῆς ῥίζης ὁ φλοιός, πτέρεως ἡ ῥίζα 𐅻 δ ἐν μελικράτῳ λαμβανομένη καὶ χαμαιλέοντος λευκοῦ ἡ ῥίζα πλῆθος ὀξυβάφου μετ’ οἴνου αὐστηροῦ.
4 89 4 ἀναιρεῖ δ’ αὐτὰς καὶ κόστος. Περὶ εἰλεοῦ.
4 90 1 Χαλεπόν ἐστιν ὁ εἰλεὸς τὸ πάθος, καὶ σπανίως ἐσώθη περιπεσών τις αὐτῷ.
4 90 2 μάλιστα δ’ ὁ δυσώδης καλούμενος ὀλέθριος, καθ’ ὃν ἤτοι κόπρος ἐμεῖται ἢ δυσώδης ἐστὶν ἡ ἐκπνοή, πολλάκις δ’ ἐρυγὴ τοιαύτη γίνεται, καί ποτε καὶ πᾶν ἀποτελεῖται τὸ σῶμα δυσῶδες.
4 90 3 θαυμαστῶς δὲ ποιεῖ πρὸς αὐτούς, κἂν ἐμῶσι κόπρον, εἰς ἔλαιον ... φαγεῖν θερμοὺς τοὺς ψωμούς. σωθήσεται γάρ, κἂν ἤδη πνίγηται. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.
4 91 1 Πρὸς δὲ τοὺς πυκνὰ ἐμοῦντας καὶ μὴ κατέχοντας ῥοῦν καὶ κύμινον τρίψας ἐν τῷ αὐτῷ δὸς πιεῖν 〈ἐν〉 ὀξυμέλιτος κυάθοις ϛ ὁλκὴν μίαν· ἢ ἀμπέλου φύλλα ἢ ἕλικας χυλίσας μετ’ ἀλφίτων δίδου πιεῖν. Πρὸς τὰς τῆς ἕδρας διαθέσεις, φλεγμονὰς καὶ προπτώσεις.
4 92 1 Ἑψήσας κηκῖδα τὴν ξανθὴν καὶ λειώσας κατάπλασσε τὰς ἐν ἕδρᾳ φλεγμονὰς καὶ προπτώσεις, ἰσχυροτέρου μὲν χρῄζων τοῦ βοηθήματος ἐν οἴνῳ, πρᾳοτέρου δ’ ἐνεψῶν ὕδατι.
4 92 2 καὶ ὁ χυλὸς δὲ τῆς σχίνου ποιεῖ πρός τε τὰς τῆς ἕδρας καὶ τῆς ὑστέρας προπτώσεις.
4 92 3 — Ἄλλ ο · πίτυος φλοιοῦ 𐅻 η , κυπαρίσσου σφαιρίων ξηρῶν 𐅻 β , μολυβδαίνης 𐅻 β · προαπονίψας ἐν οἴνῳ στρυφνῷ λείοις κατάπλασσε.
4 93 t Πρὸς τὰς τῆς ἕδρας πυρώδεις ὀδύνας. Πρὸς δὲ τὰς πυρώδεις ὀδύνας τῆς ἕδρας ὠοῦ ὀπτοῦ λέκιθον λειώσας ἐν οἴνῳ λευκῷ καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε καὶ ἐμπλαστῷ χρῶ.
4 93 2 — Κατάπλασμ α · ἄρτου καθαροῦ λελειωμένου καὶ ἡψημένου ὕδατι ῥοδίνῳ προσλαμβάνοντος καὶ ὠοῦ λεκίθου ὀπτοῦ.
4 93 3 ῥόδων 𐅻 γ , ὠῶν ὀπτῶν λεκίθους β οἴνῳ λευκῷ λειώσας καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν ἐπίχριε. Πρὸς τοὺς τῆς ἕδρας κνησμούς.
4 94 1 Πρὸς δὲ τοὺς κνησμοὺς γῆν Κιμωλίαν λειώσας ἀναλάμβανε κηρωτῇ μυρσίνῃ καὶ χρῶ· καὶ ἡ κηρωτὴ δ’ ὁμοίως ποιεῖ.
4 95 t Πρὸς τὰς ἐν δακτυλίῳ καὶ αἰδοίῳ ῥαγάδας καὶ αἱμορροΐδας. Πρὸς δὲ τὰς ἐν δακτυλίῳ καὶ αἰδοίῳ ῥαγάδας καὶ αἱμορροΐδας σποδοῦ, ξυσμάτων, ὀθονίου κεκαυμένου καὶ ἀμύλου ἴσα λεάνας καὶ ἐλαίας φύλλων χυλὸν μίξας κατάχριε.
4 95 2 αἱμορροΐδας δὲ πλεοναζούσας ἐφίστησιν ἀλόη καταπλασθεῖσα ἢ λεπὶς σιδήρου, μόλυβδος κεκαυμένος, ὀξυκράτου προσάντλησις καὶ τῶν στυμμάτων.
4 95 3 ἀναστομοῖ δ’ αἱμορροΐδας μύρτων τὸ ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον.
4 95 4 ἐπέχει δὲ παραχρῆμα ἀκακίας κιρρᾶς 𐅻 δ , μολυβδίνης 𐅻 δ , τραγακάνθης 𐅻 β · καθ’ ἓν λειώσας καὶ μίξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει.
4 95 6 αἱμορροΐδας αἴρει θαυμαστῶς κωνείου ξηροῦ 𐅻 β , ὑοσκυάμου χυλίσματος 𐅻 δ , στυπτηρίας σχιστῆς 𐅻 〈 β , χαλκάνθου 𐅻 β , σινωπίδος 𐅻 α , ψιμυθίου 𐅻 〉 α , κηρωτῇ ῥοδίνῃ ἀναληφθέντα, καὶ ῥοιᾶς ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα.
4 95 8 ἐὰν δὲ καὶ ἐνδοτέρω ὦσιν, ὡς μαζίον ἐντίθει.
4 95 9 ποιεῖ δὲ καὶ τοῦτο θαυμαστῶς· σανδαράκης, ἀρσενικοῦ, σχιστῆς ἀνὰ 𐅻 η · ἐπίχριε παρεσχηματισμένον.
4 95 10 ἀπονεκροῖ καὶ ἀποπίπτει ἐν ἡμιωρίῳ ἀποξηραινομένη καὶ ἀπὸ τῆς βάσεως ἀποκλειομένη.
4 95 11 ἐνίεται δὲ στακτή· κύκλῳ δὲ χρίεται κηρωτή, καὶ γίνεται ἐν ἡλίῳ ἢ παρὰ πυρί. Περὶ τῶν ἐν ἥπατι παθῶν.
4 96 1 Φλεγμονῆς οὔσης περὶ τὸ ἧπαρ ὀδύνη τε συνεδρεύσει καὶ πυρετὸς πάντως· πληθωρικοῦ δ’ ὄντος τοῦ σώματος, κενοῦν τε ἅμα καὶ περισπᾶν τὸ περιττὸν τοῦ αἵματος τέμνων φλέβα τὴν ἐν ἀγκῶνι τῆς δεξιᾶς χειρός, καὶ ὡς ἔδεσμα μὲν πτισάνην δίδου κατ’ ἀρχάς, ὡς φάρμακον δ’ ὀξύμελι κεκραμένον ὑδαρέστερον καὶ ἀφέψημα σελίνου.
4 96 2 μετὰ ταῦτα δ’ ἤδη πεττομένης τῆς φλεγμονῆς, καὶ ἀσάρῳ χρήσῃ καὶ Κελτικῇ νάρδῳ καὶ πετροσελίνῳ ἢ σχίνου ἄνθει, τοῖς ὑπάγουσι δ’ ἀκαλήφῃ καὶ λινοζώστει καὶ ἐπιθύμῳ, κατὰ 〈δὲ〉 τὰς παρακμὰς καὶ πολυποδίῳ. δεῖ δὲ κενοῦν καὶ διὰ κλυστῆρος, ἐν ἀρχαῖς μὲν μελικράτῳ μεθ’ ἁλῶν καὶ λίτρου, παρακμῆς δ’ ἐνεστώσης μιγνύειν ὕσσωπον ἢ ὀρίγανον ἢ κολοκυνθίδα· χρεία γάρ ἐστι τῷ σπλάγχνῳ ῥᾳδίως σκιρρουμένῳ τῶν ῥυπτόντων.
4 96 4 ὅταν δ’ ὀδύνη χωρὶς πυρετοῦ συμπέσῃ, χρὴ γινώσκειν ἔμφραξιν περὶ τὸ σπλάγχνον σφοδρὰν ὑπὸ παχέων καὶ γλίσχρων χυμῶν γινομένην.
4 96 5 ἀρχόμενον οὖν σκίρρον ἰάσεταί τις 〈χρονίωσ〉, χρονίσαντα δ’ οὐδαμῶς· ὑδεριῶσι γὰρ οἷς ἂν σκιρρωθῇ, καὶ 〈ἐν〉 πλείονι χρόνῳ διαφθείρονται· τοὺς δ’ οὖν θεραπευθῆναι δυναμένους διὰ τῶν θερμαινόντων καὶ λεπτυνόντων ἰασόμεθα φαρμάκων, ἐπιμιγνύντες αὐτοῖς τὰ μαλάττοντα.
4 96 6 τῆς δ’ ἀτονίας τοῦ ἥπατος δυσκρασίαι μέν εἰσιν αἰτίαι, δυσφωρατόταται δ’ ἱκανῶς καὶ ποικίλας καὶ χαλεπωτάτας ἐπάγουσαι συμπτωμάτων ἰδέας, μηδὲ τοῖς τεχνίταις αὐτοῖς εὐμεταχειρίστους.
4 96 7 [5] ἄγνου σπέρμα σκιρρούμενον ἧπαρ ὠφελεῖ καὶ ἐμφραττόμενον, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, μυάκανθα, καὶ μάλιστα τὸ σπέρμα καὶ αἱ ῥίζαι, δάφνης τῆς ῥίζης ὁ φλοιὸς πινόμενος τριώβολον ἐν οἴνῳ εὐώδει, εὐπατόριον μετὰ τοῦ τόνον ἐντιθέναι τῷ μορίῳ, θέρμων πικρῶν ἀφέψημα μετὰ πεπέρεως καὶ πηγάνου πινόμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον, κάπνιος μετὰ τοῦ τόνον ἐντιθέναι, νάρδου στάχυς πινομένη καὶ ἔξωθεν ἐπιτιθεμένη, ἶρις, πιστακίου ὁ καρπός, πράσιον, ἀμύγδαλα.
4 96 8 δρακοντίου ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· ἀγαρικόν· ἀνθεμὶς ἢ χαμαίμηλον εὐμενές ἐστιν ὑποχονδρίοις πάντων μάλιστα.
4 96 10 κιχόρια καὶ σέρις ταῖς θερμαῖς τοῦ ἥπατος δυσκρασίαις ἄκρως ἁρμόττουσι τόνον τε ἐντιθέασι τῷ μορίῳ καὶ διαρρύπτουσιν αὐτό.
4 96 11 δίδου τοίνυν κιχορίου χυλίσματος ἢ σέρεως κύαθον α μεθ’ ὕδατος κυάθων τριῶν, μέλιτος Ἀττικοῦ ἐπιβαλὼν κοχλιάριον α .
4 96 12 χρήσιμος δ’ οὐ μόνον ὁ χυλὸς αὐτῶν πρόσφατός τε καὶ ἐξηρασμένος, ἀλλὰ 〈καὶ〉 τὰ φύλλα ξηρὰ κοπτόμενα μετ’ ἐπιμελείας, εἶτ’ ἐπιπαττόμενα ποτῷ.
4 96 13 κἂν ἀφεψήσας δέ τις αὐτὰ πίνοι, καλῶς ἐνεργεῖ.
4 96 14 θερμῆς δ’ οὐκ οὔσης δυσκρασίας, ἀλλ’ ἐμφράξεως μόνης, αἱ πόαι πινόμεναι δι’ οἴνου λευκοῦ καὶ λεπτοῦ μεγάλως ὠφελοῦσιν.
4 96 15 ἧπαρ λύκου λειοῦται μετ’ ἀκριβείας καὶ δίδοται 𐅻 α μετ’ οἴνου γλυκέος.
4 96 16 τοῦτο πεῖραν ἱκανὴν δέδωκε καὶ πάσαις ἁρμόττει ταῖς δυσκρασίαις, ὡς ἰδιότητι τῆς οὐσίας ἐνεργοῦν, καὶ οὐ κατά τινα ποιότητα.
4 96 17 πυρετῶν δ’ ὄντων οὐκ ἀμυδρῶν, αὐτὸ δι’ ὕδατος διδόναι, καὶ ἔτι κάλλιον διά τινος τῶν εἰρημένων χυλῶν, οἷός ἐστιν ὁ τῆς σέρεως.
4 96 18 καὶ τὸ Φίλωνος δὲ φάρμακον θαυμαστῶς ὅπως ἐνίοτε δοθὲν ἅπαξ ἰάσατο θερμὴν δυσκρασίαν ἥπατος. — Σύνθετον ἐκφράττο ν · ἀμυγδάλων πικρῶν 𐅻 γ , κυμίνου 𐅻 α , σελίνου σπέρματος 𐅻 α · δίδου πίνειν κοχλιάριον 〈ἓν〉 ἐν οἴνῳ.
4 96 20,21 — Ἄλλος τροχίσκο ς · ἀνήσου, σελίνου σπέρματος, ἀσάρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου ἀνὰ 𐅻 δ .
4 96 22 ὕδατι ἀναλαβὼν ἀνάπλαττε τροχίσκους ἔχοντας ἀνὰ 𐅻 α .
4 96 23 ἀπυρέτοις μετ’ οἴνου κεκραμένου δίδου, πυρέττουσι δὲ μεθ’ ὑδρομέλιτος. Περὶ ὑδέρου.
4 97 1 [5] Γίνεται μὲν ὕδερος ἢ διὰ ψῦξιν ὑπερβάλλουσαν τοῦ ἥπατος ἢ διὰ πλῆθος αἵματος ψυχροῦ καθ’ ὅλον τὸν ὄγκον πλεονάσαντος, ἤ τινων ἑτέρων μερῶν ἰσχυρῶς κατεψυγμένων καὶ συνδιαθεῖναι τὸ ἧπαρ ἑαυτοῖς δυναμένων· ἄνευ γὰρ τοῦ καταψυγῆναι τὸ ἧπαρ οὐδαμῶς ἂν ὕδρωψ συσταίη· συνδιατίθεται δὲ τὸ ἧπαρ σπληνὶ καταψυγέντι καὶ κοιλίᾳ καὶ ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ νῆστιν πνεύμονί τε καὶ νεφροῖς καὶ διαφράγματι.
4 97 2 συνίσταται δὲ καὶ δι’ ἄμετρον αἱμορροΐδων κένωσιν καὶ ῥοῦν γυναικεῖον καὶ καταμηνίων ἐπίσχεσιν.
4 97 3 [5] διαφοραὶ δ’ εἰσὶ τῶν ὑδρώπων τρεῖς· ὁ μὲν ἀσκίτης καλεῖται, καθ’ ὃν ὑγροῦ λεπτοῦ πληροῦται τὰ κάτω ἀγγεῖα πάντα τοῦ θώρακος· ἄλλος δ’ ἐστί τις τυμπανίτης, πνεύματος τὰ προειρημένα χωρία μεστὰ ποιῶν· ὁ δὲ τρίτος ὑποσαρκίδιος μὲν ὀνομάζεται, πᾶν δὲ διοιδίσκεται τὸ σῶμα κατ’ αὐτὸν νεκρῷ παραπλήσιον γινόμενον.
4 97 4 ἔστι δ’ ἡ θεραπεία τῶν ὑδερικῶν οὐ παντάπασιν εὔκολος καὶ χρῄζουσα τῆς τοῦ τεχνίτου παρουσίας· λεχθήσεται δ’ ὅμως τινὰ πρὸς ἴασιν ἐπιτήδεια τῶν δυναμένων καὶ ὑπὸ σοῦ πράττεσθαι.
4 97 5 βόλβιτον βοὸς ἀγελαίας ξηρὸν ἀκριβῶς λειώσας ἕψε ἐν ὀξυκράτῳ καθάπερ τὴν ὠμὴν λύσιν, καὶ θείου τέταρτον μέρος προσεμπλάσας ὅλῳ τῷ τῆς γαστρὸς ἐπίβαλλε κύτει· ἢ σπυράθους αἰγὸς ἐν οὔρῳ παιδὸς ἢ αἰγὸς γλοιοῦ ποιῶν πάχος κατάπλαττε.
4 97 6 διὰ γαστρὸς ἄκρως αὐτοὺς καθαίρει.
4 97 7 δίδου δὲ καὶ πίνειν καθεψῶν τὴν ῥίζαν τῆς καλαμίνθης ἢ σελίνου ἢ ἄρου ῥίζης φλοιὸν ἐν οἴνῳ· ἢ σίκυον ἄγριον οἴνῳ ἀναβρέξας αὐστηρῷ ἡμέρας τρεῖς δίδου κύαθον ἕνα προστιθεὶς κατὰ βραχὺ ἕως κυάθων τριῶν· ἢ λεπίδος 𐅻 α ἄρτου τῷ ἐντὸς ἀναλαβὼν καταπότια ποιῶν δίδου.
4 97 8,9 σφοδρῶς ὕδωρ ἄγει. — Ἐπίθεμ α · τήλεως 𐆄 δ , κριθίνου ἀλεύρου 𐆄 γ , κόπρου περιστερᾶς 𐆄 δ , ῥητίνης φρυκτῆς 𐆃 α , κηροῦ 𐆃 α , ἀξουγγίας παλαιᾶς 𐆃 α .
4 97 10 τὰ τηκτὰ τήξας κατάχεε τῶν ἄλλων προλελειωμένων ἐν ὄξει καὶ χρῶ. Περὶ ἰκτέρου.
4 98 1 Οἱ μὲν ἐπὶ λόγῳ κρίσεως ἴκτεροι συνιστάμενοι ῥᾳδίως καθίστανται, λουτρῶν γλυκέων ὑδάτων παραληφθέντων καὶ τρίψεων μετ’ ἐλαίου τῶν διαφορητικῶν τινος, οἷόν ἐστι τὸ χαμαιμήλινον καὶ τὸ ἀνήθινον καὶ τὸ ἀπὸ τῶν κρίνων καὶ τὸ ἀμαράκινον.
4 98 2 τοὺς δ’ ἐπ’ ἐμφράξει τοῦ ἥπατος συστάντας προεκφράξας τις τὸ σπλάγχνον, εἶτα χολαγωγῷ χρησάμενος φαρμάκῳ, ῥᾳδίως ἰάσεται τὸν πάσχοντα καὶ ταχέως. ἁρμόττει δὲ καὶ τοῖς ἐπὶ φλεγμονῆς τοῦ ἥπατος ἰκτεριῶσι πάντα ὅσα τὰς φλεγμονὰς ἰᾶται.
4 98 4 καρπὸς ἀτραφάξυος ὠφελεῖ τοὺς ἰκτεριῶντας, καλαμίνθη, κυκλαμίνου ἡ ῥίζα· καὶ γὰρ ἐκκαθαίρει τὸ σπλάγχνον καὶ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνει δι’ ἱδρώτων· χρὴ δ’ εἶναι τὸ πινόμενον ἄχρι 𐅻 γ μετὰ γλυκέος ἢ μελικράτου.
4 98 5 χρὴ δὲ καὶ συνεργεῖν τοῖς ἱδρῶσιν.
4 98 6 — Ἄλλ ο · ἐρεβίνθων ξέστης εἷς, ἀδιάντου δέσμιον χειροπληθές, ἀσπαράγων ἑλείων τῶν ῥιζῶν χειροπληθές, ὕδατος κοτύλη· καὶ καθεψήσας καὶ διυλίσας τὸ ὑγρὸν δίδου πυρέττουσι δι’ ὕδατος, ἀπυρέτοις 〈δὲ〉 δι’ οἴνου.
4 98 7 καὶ τῶν ἀπὸ τῶν πετρῶν δ’ ἢ κεραμίδων πότιζε λειχῆνας δι’ ὑδρομέλιτος.
4 98 8 πρασίου χυλὸν διὰ ῥινῶν ἴκτερον καθαίρει, ἐλατήριον ὁμοίως ἐγχεόμενον ταῖς ῥισὶ μετὰ γάλακτος.
4 98 9 [5] ὅταν δὲ τὸ μὲν ἄλλο σῶμα κατὰ φύσιν ἔχῃ, οἱ δ’ ὀφθαλμοὶ μένωσιν ὠχροί, δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον διὰ τῶν μυκτήρων ἀνέλκειν· ἀπορρεῖ γὰρ χολῶδες πολύ· ἢ μελάνθιον ἐν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα διὰ τῶν μυκτήρων ποίει ἀναρροφήν· ἐνίοτε δ’ ἐν ἐλαίῳ παλαιῷ λειῶν τὸ μελάνθιον.
4 98 10 — Ἄλλο πάνυ πεπειραμένον· ῥαφάνων χλωρῶν σὺν τοῖς φύλλοις τὸν χυλὸν λαβὼν δίδου κύαθον ἕνα ἢ δύο νήστει ἐν λουτρῷ, εἰς τὴν θερμὴν ἐμβαίνειν μέλλοντι, καὶ ὄψει τὴν χολὴν προχεομένην.
4 98 11 — Ἄλλο πολλὴν δεδωκὸς πεῖραν· ἀφρονίτρου 𐅻 β βρέχων ἐν οἴνῳ Ἀμιναίῳ 𐆂 υ β , καὶ ἐξαιθριάσας ὅλην τὴν νύκτα δὸς νήστει πιεῖν ἐφ’ ἡμέρας τρεῖς ἢ τέσσαρας. Περὶ τῶν τοῦ σπληνὸς παθῶν.
4 99 1 [5] Φλεγμήνας ὁ σπλὴν τάχιστα σκιρροῦται, τοῦ ἐν ταῖς φλεψὶν αἵματος σφηνωθέντος διὰ παχύτητα· χρεία τοίνυν λεπτυνόντων φαρμάκων [ὧν] ἄνευ τοῦ σαφῶς θερμαίνειν, ἐν οἷς βραχύ τι παραπλέκειν δεῖ τῶν στυφόντων, ἵνα τονούμενον τὸ μόριον σῴζῃ τὴν οἰκείαν ἐνέργειαν· τοιοῦτον δ’ ἐστὶν αὐτοφυῶς ἁλὸς ἄνθος ἰώμενον σκίρρους σπληνῶν ἐπιτιθέμενον ἐν κύστει.
4 99 2 χρηστέον δ’ ἐπ’ αὐτοῦ καὶ τοῖς ἰσχυροτέροις φαρμάκοις· ἀνέχεται γὰρ αὐτῶν ἀλύπως.
4 99 3 [10] καππάρεως τῆς ῥίζης ὁ φλοιὸς οὐδενὸς ἔλαττον ὠφελεῖ σκιρρουμένους σπλῆνας ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινόμενος ἐν ὄξει ἢ ὀξυμέλιτι λεῖος, ξηρὸς κοπτόμενος (κενοῖ γὰρ οὕτω ποθεὶς παχεῖς καὶ γλίσχρους χυμούς, ἔσθ’ ὅτε δὲ καὶ αἱματώδεις οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ διὰ γαστρός), καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινόμενος, κυκλάμινος καὶ πρόσφατος ἐπιπλαττομένη καὶ ξηρά, λευκοΐων αἱ ῥίζαι μετ’ ὄξους, ἄκορον, ἀμμωνιακόν, κόπρος αἰγεία καταπλαττομένη δι’ ὀξυκράτου μετὰ κριθίνων ἀλεύρων, ἀμπέλου λευκῆς ἡ ῥίζα πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ σύκων, πικρῶν θέρμων ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον, τὸ δ’ ἄλευρον αὐτῶν καταπλαττόμενον.
4 99 4 σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος ὕδατι, πυρέσσουσι μὲν καθ’ αὑτὸ δίδου πίνειν τὸ ὕδωρ, ἀπυρέτοις δὲ μετ’ οἴνου.
4 99 5 κατάπλασσε δὲ τέφρᾳ ἐκ χαλκείου μετ’ ὄξους [δριμέος ἐπιτίθει] ἢ καππάρει ἐν ὄξει βεβρεγμένῃ λείᾳ ἀνειλημμένῃ κηρωτῇ κυπρίνῃ, ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει.
4 99 6 — Κατάπλασμ α · τήλεως 𐆄 δ , κριθίνων ἀλεύρων 𐆄 γ , καρδαμώμου σπέρματος 𐆄 α , σύκων λιπαρῶν 𐆃 α , περιστερεῶνος βοτάνης 𐆄 α .
4 99 7 ἀποβρέξας τὰ σῦκα ὄξει δριμυτάτῳ καὶ εὐτόνως κόψας ἐν ὅλμῳ ἐπίβαλλε τὰ λοιπὰ καὶ ἑνώσας χρῶ. Περὶ τῶν ἐν νεφροῖς καὶ κύστει παθῶν καὶ πρὸς λιθιῶντας.
4 100 1 Τὸ ὀρῶδες περίττωμα τὸ λεπτὸν τὸ τῷ αἵματι κατὰ τὰς φλέβας ἀναμεμιγμένον ἕλκειν εἰς αὑτοὺς οἱ νεφροὶ πεφύκασιν.
4 100 2 [5] ἐπειδὰν οὖν οἱ πόροι, δι’ ὧν ἕλκεται τοῦτο, πλέον τοῦ προσήκοντος εὐρυνθῶσι, συνδιηθεῖσθαί τι τῷ λεπτῷ καὶ τῆς παχυτέρας ὕλης εἰκός, εἶτ’ ἐὰν τύχωσι πυρωδεστέρας τε καὶ δριμυτέρας οἱ νεφροὶ κράσεως, ἀναγκαῖόν ἐστι τὴν παχυτέραν ὕλην θερμαινομένην τε καὶ ξηραινομένην εἰς ἰδέαν ψάμμων τε καὶ πωροειδῶν λίθων συνίστασθαι.
4 100 3 [5] τοῖς θρύπτουσιν οὖν καὶ τέμνουσι χρῆσθαι δεῖ φαρμάκοις ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς (ἡ γὰρ πλείων θερμότης συνίστησι μᾶλλον ξηραίνουσα)· τοιαῦτα δ’ ἐστὶν αἵ τε τῶν βασιλικῶν ἀσπαράγων ῥίζαι καὶ τοῦ βάτου καὶ ὕαλος ἡ κεκαυμένη ἀγρώστεώς τε ἡ ῥίζα καὶ ἀδίαντον καὶ τὸ βδέλλιον καὶ δάφνης τῆς ῥίζης ὁ φλοιὸς καὶ ἀλθαίας τὸ σπέρμα καὶ ἐρεβίνθων οἱ κριοί, καὶ μάλιστα οἱ μέλανες, κεράσου τε τοῦ δένδρου καὶ κοκκυμηλέας τὸ κόμμι καὶ κυπέρου ἡ ῥίζα καὶ παλιούρου ὁ καρπὸς καὶ τριβόλου οἵ τε ἀπὸ τῶν σπόγγων λίθοι καὶ τὸ διὰ τῆς σκίλλης ὄξος.
4 100 4 μαλάχης ἀγρίας ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν 〈καὶ〉 σελίνου ἕψε μετ’ οἴνου.
4 100 5 τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους β καὶ ὕδατος τὸ ἴσον.
4 100 6 οἱ μὲν οὖν ἐν τοῖς νεφροῖς λίθοι συνίστασθαι πεφύκασιν ἐπὶ τῶν παρακμαζόντων, οἱ δ’ ἐν ταῖς κύστεσιν ἐπὶ τῶν παίδων.
4 100 7 [5] — Ἄλλο κατάπλαστον πρὸς λιθιῶντα ς · βαλσάμου καρποῦ, λίθου τοῦ ἐν τοῖς σπόγγοις, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας τοῦ σπέρματος ξηροῦ ἴσα κόψας σήσας δίδου κοχλιάριον μετ’ οἴνου κεκραμένου κυάθους β . ἡ κατὰ νεφροὺς φλεγμονὴ καὶ κύστιν ἐξαίρετον ἔχει τὴν θεραπείαν· τὸ γὰρ ὀρῶδες περίττωμα δι’ αὐτῶν ἐκκαθαίρεται, διόπερ εἰ μὲν εἴη δριμὺ καὶ χολῶδες τοῦτο κατὰ πᾶν τὸ σῶμα, τῶν διουρητικῶν οὐδενὶ χρῆσθαι προσήκει (βλάψει γὰρ τὰ τοιαῦτα τοὺς δακνώδεις ἐπάγοντα χυμοὺς τοῖς φλεγμαίνουσι μορίοις)· εἰ δὲ μηδὲν τοιοῦτον εἴη μηδὲ κακόχυμον ὑπάρχοι τὸ σῶμα πᾶν, τοῦ μελικράτου διδόναι πίνειν ὑδαρεστέρου· λύει γὰρ τὰς φλεγμονὰς ἀδήκτως κενοῦν τοὺς ἐσφηνωμένους χυμούς· καὶ γὰρ τέμνει καὶ λεπτύνει καὶ ἀραιοῖ.
4 100 10 τὰ δ’ ἐπὶ μέλιτος εἰρημένα παραδείγματος ἕνεκα δυνατὸν ἔσται σοι μεταφέρειν ἐπὶ πάντα τὰ λεπτύνοντα καὶ τέμνοντα χωρὶς δήξεως.
4 100 11 ὥσπερ δὲ πᾶσι τοῖς μορίοις φλεγμαίνουσιν, οὕτω καὶ τούτοις ἄμεινον ἦν ἡσυχάζειν· ἐπεὶ δ’ ἀδύνατον οὐρητικοῖς οὖσιν αὐτοῖς ὀργάνοις, ὀλίγιστον διδόναι δεῖ τὸ ποτόν, ὅπως ὡς δυνατὸν πλείονα χρόνον ἡσυχάζῃ.
4 100 12 [5] σκεπτέον δὲ μή ποτε τὸ πᾶν σῶμα μεστὸν 〈ᾖ〉 δριμέων περιττωμάτων· τούτου γὰρ τυγχάνοντος, κἂν ἐπὶ τὴν κύστιν καὶ τοὺς νεφροὺς ὑγρὰ φέρηται, μᾶλλον ἀνιάσει· πλέον δὲ διδόντων τὸ ποτόν, ἧττον, ἀμβλυνομένης ὑπ’ αὐτοῦ τῆς δριμύτητος, καὶ μάλιστα μιγνύντων ἡμῶν τῶν τὰς δήξεις ἀμβλυνόντων.
4 100 13 ἐν δὲ τῷ καιρῷ τῶν φλεγμονῶν καταπλάσματά τε καὶ φάρμακα προσάγειν χρὴ καὶ αἰονήσεις δι’ ἐλαίου τε καὶ τῶν ἄλλων ὅσα φλεγμονὴν λύει.
4 100 14 — Πρὸς φλεγμονώδη διάθεσιν τῶν νεφρῶν καὶ τῆς κύστεω ς · λινοσπέρμου 𐅻 β , ἀμύλου 𐅻 α .
4 100 15 δίδου ἐν ὕδατι κοχλιάριον σύμμετρον πιεῖν.
4 100 16 ἀλγήματα περὶ λαγόνας καὶ ἐκ διαλειμμάτων ἀνώμαλοι φρῖκαι πυρετοί τε ἐπὶ τούτοις ἄτακτοι σημαίνουσιν ἐν νεφροῖς ἀπόστασιν, ἧς πεφθείσης πύον δι’ οὔρων ἐκκριθὲν ἕλκος ἀποτελεῖ ταχείας χρῇζον τῆς βοηθείας· εἰ γὰρ μὴ εὐθὺς ἀπουλωθείη, δύσκολον τὴν ἴασιν ἔχει.
4 100 17 [10] διορίζειν δὲ τῶν ἐν νεφροῖς ἑλκῶν τὰ κατὰ τὴν κύστιν ἔκ τε τῆς θέσεως καὶ τῆς ἐνεργείας καὶ τῆς ἰδιότητος αὐτῶν τῆς οὐσίας καὶ τῆς δυνάμεως· ἐκ μὲν τῆς θέσεως, κύστεως μὲν πασχούσης εἰς κτένα καὶ ὑπογάστριον αἴσθησις γίνεται τῆς ὀδύνης, νεφρῶν δὲ κατὰ τὰς ψόας ὀπίσω· ἐκ δὲ τῆς ἐνεργείας, κύστεως μὲν τὴν αἰτίαν ἐχούσης δυσουρία καὶ στραγγουρία διοχλεῖ, ἀκώλυτοι δ’ εἰσὶν αἱ οὐρήσεις τῶν νεφρῶν πεπονθότων· ἐκ δὲ τῆς τοῦ σώματος ἰδιότητος σάρκες μὲν ἰνώδεις ἐκ νεφρῶν διαχωροῦσι, λεπίδες δ’ ὑμενώδεις τῆς κύστεως ἡλκωμένης· ἐκ δὲ τῆς δυνάμεως, κύστεως μὲν ἰσχυρῶς ἀλγούσης ἐπὶ ταῖς ἑλκώσεσι, νεφρῶν δ’ ἀμυδρῶς, καὶ ὥσπερ ἐγκειμένου ταῖς ψόαις βάρους αἴσθησιν ἐχόντων.
4 100 18 καὶ ἐν τοῖς οὐρητικοῖς δὲ πόροις συνίσταταί ποτε ἕλκος, καὶ πύον οὐρεῖται καὶ αἷμα· κεῖνται δ’ οὗτοι μεταξὺ νεφρῶν τε καὶ κύστεως.
4 100 19 αἰδοίου δ’ ἑλκωθέντος, πύον καὶ αἷμα διαχωρεῖ καὶ χωρὶς οὔρων.
4 100 20 — Πρὸς τὰ ἐν νεφροῖς καὶ κύστει ἀποστήματ α · λινοσπέρμου, σικύου σπέρματος, μήκωνος λευκοῦ σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 β , ἀμύλου 𐅻 δ .
4 100 21 τροχίσκους ἀνάπλαττε καὶ δίδου.
4 100 22 — Πρὸς τὰ ἐν κύστει ἕλκη μετὰ φλεγμονῆ ς · στροβίλια κ , σικύου ἡμέρου σπέρματος κόκκους μ , ἀμύλου, νάρδου ἀνὰ 𐅻 α , σελίνου σπέρματος 𐅻 ε .
4 100 23 ἐν ὕδατος ξ̸ ἕψεται ἡ νάρδος καὶ τὸ σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυται τοῖς προγεγραμμένοις κύαθοι β .
4 100 24 — Ἀντίδοτος πρὸς πυορροοῦντα ς · ἀμυγδάλων πικρῶν 𐅻 β , σικύου σπέρματος 𐅻 δ , μήκωνος λευκῆς σπέρματος 𐅻 δ , τραγακάνθης 𐅻 β , μαλάχης σπέρματος 𐅻 β , μύρτων μελαινῶν 𐅻 β , ἀμώμου 𐅻 δ , στροβίλων 𐅻 δ , ὠῶν λεκίθων ὀπτῶν β , μέλιτος ξ̸ α . ἡ δόσις κοχλιαρίου τὸ 𐅶 μετὰ συγκεραστοῦ.
4 100 25 — Πρὸς τοὺς αἱμορραγοῦντας ἀπὸ κύστεω ς · σχιστῆς 𐅻 α , τραγακάνθης 𐅻 β , κόμμεως ὀβολὸς εἷς.
4 100 26 ἐν γλυκεῖ δίδου. Πρὸς τὰς τοῦ αἰδοίου καὶ τῆς ἕδρας καὶ τῆς μήτρας καὶ τῆς κύστεως ἑλκώσεις.
4 101 1 Τὰ δ’ ἐν αἰδοίοις ἕλκη 〈καὶ τὰ〉 κατὰ τὴν ἕδραν χωρὶς φλεγμονῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων, οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου, ἄνηθον κεκαυμένον καὶ ξηρὰ κολοκύντη κεκαυμένη. τοῖς δ’ ἀνίκμοις καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἡ ἀλόη φάρμακον ἀγαθὸν ἐπιπαττομένη ξηρὰ χνοώδης.
4 101 3 πάντων δ’ αὐτῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν· εἰ δ’ ὑγρότερα τύχῃ τὰ ἕλκη, πίτυος φλοιὸς καθ’ ἑαυτὸν καὶ λίθος αἱματίτης· εἰ δὲ καὶ βάθος αὐτοῖς τι συνῇ, τοῖς εἰρημένοις μάννης μικτέον.
4 101 5 [5] αἱ δὲ κατὰ τὴν μήτραν ἢ κύστιν ἑλκώσεις, τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργάνων χρῄζουσι τῶν εἴσω παραπεμψόντων αὐτά· διὸ τῶν τηκτῶν καλουμένων φαρμάκων ἐπιτηδειότερα τὰ ξηρά, οἷός ἐστι κρόκος καὶ πομφόλυξ καὶ ἀλόη μιγνύμενα ῥοδίνῳ, εἴτε ἀρνογλώσσου εἴτε ἑτέρου τοιούτου χυλῷ. Πρὸς τὰς τοῦ ὀσχέου καὶ τοῦ αἰδοίου διαθέσεις.
4 102 1 Πρὸς τοὺς 〈τοῦ〉 ὀσχέου καὶ τοῦ αἰδοίου πόνους βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ· ἢ λινόσπερμον μεθ’ ὕδατος ἑψήσας καὶ μίξας σμύρνης ὅσον δέκατον μέρος καὶ ῥητίνης τὸ ἴσον κατάπλασσε.
4 102 2 πρὸς δὲ τὸ αἰδοῖον οἰδοῦν ἀμπέλου φύλλα τριάκοντα, λιβανωτοῦ 𐅻 α , ψιμυθίου 𐅻 ε τρίψας κατάπλασσε.
4 102 3 χρῶ δὲ καὶ καταντλήσει θαλάσσῃ ψυχρᾷ καὶ ἀναπαύσει καὶ ἀναδέσει τοῦ καυλοῦ.
4 102 4 ἐὰν δ’ ἀφ’ ἱδρώτων ἕλκη ἐν ὀσχέῳ γένηται, κηκῖδα λείαν ἢ στυπτηρίαν ἐπίπασσε.
4 102 5 πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα θύμια ἐλατήριον ἐπίπασσε, ἀπίου σπέρματα τρίψας ἐπιτίθει ἢ μαινίδων 〈 κε 〉 κεφαλὰς τρίψας ἐπίπασσε καὶ τραγείᾳ χολῇ περίχριε.
4 102 6 ῥαγάδας δὲ τὰς ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, 〈ἄχρις οὗ γλοιωθῇ, μιγνυμένης καὶ ὠοῦ λεκίθου ὀπτῆς, κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα〉 σὺν ἐλαίῳ ἐν θυΐᾳ μολυβδίνῃ. Πρὸς τὰς τῶν διδύμων φλεγμονάς.
4 103 1 Σταφίδας ἐκγιγαρτισμένας καὶ κύμινον τρίψας ἐπιτίθει· ἢ ἄλευρον κρίθινον ἑψήσας ἐν μελικράτῳ ἢ ἀμπέλου φύλλα ἁπαλὰ μετ’ ἀλφίτου πάλης ἐπιτίθει, ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων τακέντων.
4 103 2 πρὸς δὲ τοὺς διδύμους ἀφθῶντας γῇ Κιμωλίᾳ μεθ’ ὕδατος προκαταχρίσας ἔασον καταξηρανθῆναι, καὶ κατανίψας ὕδατι θερμῷ μυρσίνην ξηρὰν λείαν καὶ σμυρνίου μικρὸν τρίψας κατάπλαττε.
4 103 3 τὰς δ’ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη σὺν νίτρῳ καὶ ὕδατι φυραθεῖσα ἰᾶται καταπλασσομένη. Περὶ πριαπισμοῦ.
4 104 1 Ὁ πριαπισμός ἐστιν αὔξησις αἰδοίου μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου χωρὶς ὁρμῆς τῆς εἰς ἀφροδίσια· φυσῶδες δ’ ἐστὶ πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον τικτόμενον ἐξ ὑγρῶν γλίσχρων καὶ παχέων ὑπὸ θερμότητος μετρίας.
4 104 2 [10] πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς τῇ ῥοδίνῃ κηρωτῇ [τῇ] μεθ’ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου, τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτιθέντα· τὰ δ’ ἐν διαίτῃ καὶ φαρμάκοις προσάγειν τῆς λεπτυνούσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα τήν τε νυμφαίαν πίνειν διδόναι καὶ τοῦ ἄγνου τὸ σπέρμα καὶ πήγανον χλωρὸν τοῖς ὄψοις μιγνύντα· τοῦτο δὲ κατ’ ἀρχὰς μὴ διδόναι (θερμαίνει γὰρ ἱκανῶς), ἀλλ’ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπτυνόντων· κενώσει δὲ χρώμενον δι’ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι πολλάκις τὰ γειτνιῶντα μόρια. Ὅσα τὰς εἰς συνουσίαν ὁρμὰς ἐπεγείρει καὶ ἐντάσεις ποιεῖ.
4 105 1 Ἀκαλήφης καρπός, βολβός, γογγυλίδος σπέρμα, δαύκου ἡ ῥίζα καὶ μετρίως τὸ σπέρμα, ἡδύοσμος, κόστος παρορμᾷ μετ’ οἰνομέλιτος, σατύριον, εὔζωμον, ἐρέβινθοι, κύαμοι, πολύποδες, κῶνος, ὁρμίνου σπέρμα, ἄνησον, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη.
4 105 2 τὰ περὶ τοὺς νεφροὺς τῶν σκίγκων ὡς ἐντατικὰ τῶν αἰδοίων πίνεται.
4 105 3 πέρδικος ὠὰ εἰς συνουσίαν διεγείρει.
4 105 4 πράσου σπέρμα ἐν οἴνῳ ἀκράτῳ πινόμενον, ἀλώπεκος ὄρχεις ξηροὶ πινόμενοι πλῆθος κοχλιαρίου ἀβλαβῆ καὶ ἀδιάψευστον τὴν ἔντασιν ποιοῦνται. Ὅσα ἐπέχει τὰς ἀφροδισίας ὁρμάς.
4 106 1 Ἄγνου τὸ σπέρμα πεφρυγμένον καὶ ἄφρυκτον, καὶ τὰ φύλλα δὲ καὶ τὰ ἄνθη τὰς ἀφροδισίας ὁρμὰς ἐπέχειν πεπίστευται, οὐκ ἐσθιόμενα μόνον καὶ πινόμενα, ἀλλὰ καὶ ὑποστρωννύμενα.
4 106 2 πήγανον ὁμοίως ἐπέχει.
4 106 3,4 τὸ τῶν φακῶν ἀφέψημα παύειν φασὶ τὰς ἐντάσεις. ἀνδράχνη ἐσθιομένη, θρίδακος σπέρμα πινόμενον.
4 107 t Πρὸς γονόρροιαν καὶ τοὺς ὀνειρωγμούς. Θρίδακος σπέρμα πινόμενον ἐπέχει γονορροίας· ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται.
4 107 2 οὕτω δὲ καὶ τῆς ἀγρίας καννάβεως ὁ καρπός, εἰ πλείω ποθείη, ξηραίνει τὴν γονήν.
4 107 3 μολύβδου πλάτυσμα ταῖς ψόαις ὑποτιθέμενον τοὺς ὀνειρώττοντας ὀνίνησιν.
4 107 4 νυμφαίας ἡ ῥίζα καὶ τὸ σπέρμα ἐπέχει σπέρμα κατὰ τοὺς ὀνειρωγμούς, καὶ ἄλλως ἀμετρώτερον φερόμενον ἐν οἴνῳ μέλανι αὐστηρῷ πινόμενον· ἀνήθου σπέρμα. Πρὸς ἐνουροῦντας.
4 108 1 Κύστιν αἰγείαν ἢ προβάτου κεκαυμένην πότιζε δι’ ὀξυκράτου· ἑσπέρας διψῶντας κοιμᾶσθαι.
4 108 2 ποιεῖ δὲ καὶ ἀετοῦ ἐγκέφαλος, ὅσον ἐρέβινθος μετὰ χηνείου στέατος ἴσου, κόμμεως τοῦ αὐτοῦ, καταπινόμενα ἢ συμφυραθέντα ἀλφίτῳ καὶ ἐσθιόμενα.
4 108 3 λαγωοῦ ὄρχιν ἐπιζέσας εἰς οἶνον εὐώδη δὸς πιεῖν, καὶ ἀπαλλάσσεται.
4 108 4 καλαμίνθην καὶ σμύρναν ἐν οἴνῳ δὸς πιεῖν πρὸ τοῦ δείπνου.
4 108 5 καταχριέσθω δὲ καὶ τὸ αἰδοῖον κιμωλίᾳ μετὰ περδικίου χυλοῦ. Πρὸς τὰς τῆς ὑστέρας διαθέσεις.
4 109 1 Πρὸς τοὺς τῆς ὑστέρας πνιγμοὺς ἁρμόζει πινόμενον ἀγαρικοῦ 𐅻 α ἐν οἴνῳ, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, ὄνυξ ὁ ἐκ κογχύλης πινόμενος, ὄξος σκιλλιτικὸν καταρροφούμενον.
4 109 2 ὀσφραινόμενον δὲ διεγείρει τὰς πνιγομένας ἄσφαλτος, καστόριον, χαλβάνη, πίσσα ὑγρά, κεδρέα, ἐλλύχνια ἁπτόμενα καὶ ἀποσβεννύμενα, τρίχες καεῖσαι, πήγανον, σίλφιον, κρόμμυον, σκόροδον.
4 109 3 ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτὰ γαγάτης λίθος, ὄνυξ ὁ ἀπὸ τῶν πορφυρῶν, ἄσφαλτος, καστόριον, χαλβάνη, σίλφιον, κέρας ἐλάφου.
4 109 4 προστίθεται δὲ κατὰ τοῦ δακτυλίου πήγανον σὺν μέλιτι ἐρίῳ ἀναληφθέν. Περὶ ἐμμήνων κινήσεως.
4 110 1 Προτρέψαι βουλόμενος τὰ καταμήνια, πρὸ ἡμερῶν τριῶν ἢ τεσσάρων τῆς προθεσμίας τῆς κινήσεως φλέβα τεμὼν ἢ ἀποσχάζων κένου τοῦ αἵματος βραχὺ θατέρου τῶν ποδῶν, καὶ μετὰ μίαν ἡμέραν ἀπὸ τοῦ ἑτέρου πάλιν κένωσον ὁμοίως, λεπτυνούσῃ διαίτῃ χρώμενος, νῦν τε καὶ πρὸ πέντε ἢ ἓξ ἡμερῶν τῆς θεραπείας ἀρχόμενος.
4 110 2 μετὰ δὲ τὴν ἀπὸ τοῦ σφυροῦ κένωσιν δίδου καστόριον μετὰ γλήχωνος ἢ καλαμίνθης· κινεῖ γὰρ ἄκρως.
4 110 3 προτρέπει δὲ καταμήνια καλῶς καὶ γλήχων καὶ καλαμίνθη ἑψόμενα σὺν μελικράτῳ, καὶ ξηρὰ δὲ κοπέντα καὶ χνοώδη γενόμενα, τῷ μελικράτῳ καταπασσόμενα.
4 110 4 προστιθεμένη δὲ καλαμίνθη δραστικῶς ἐνεργεῖ.
4 110 5 ταύτης δὲ τῆς πόσεως καιρός ἐστιν ἐπιτήδειος μετὰ τὸ λουτρὸν ἀπομασσομέναις ἔτι.
4 110 6 δραστικώτερα δὲ καὶ εὐτονώτερα τούτων ἐστὶ τό τε δίκταμνον καὶ τὸ βράθυ παραπλησίως διδόμενα.
4 110 7 χρησίμως δὲ δίδοται κατὰ τὸν καιρὸν τοῦτον καὶ ἡ πικρά, τῆς μὲν ἀλόης 𐅻 ρ , τῶν δ’ ἄλλων ἀνὰ 𐅻 ϛ .
4 110 8 κινεῖ καὶ ἀμπελόπρασον, ὅταν ὑπὸ ψυχροῦ καὶ παχέος ἴσχηται χυμοῦ, ἐρέβινθοι, θέρμων πικρῶν ἀφέψημα σὺν μυρσίνῃ καὶ μέλιτι προστιθέμενον καὶ τὸ ἄλευρον καταπλασσόμενον, θύμα, καππάρεως τῆς ῥίζης ὁ φλοιός, κασία, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων ἐπέχηται, κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα, κενταυρίου μικροῦ ὁ χυλὸς προστιθέμενος, μάραθρον, μελάνθιον, ὅταν διὰ γλισχρότητα καὶ πάχος χυμῶν ἐπέχηται, πετροσέλινον, πράσον, σέλινον, σκόροδον, σμύρνιον, στύραξ πινόμενος καὶ προστιθέμενος, ῥάφανος ἐσθιομένη, ἀδίαντον, ἄμωμον.
4 110 11 ἐγκαθίσματα δ’ ἄγει ἀφεψόμενα μεθ’ ὕδατος ἀκτῆς τὰ φύλλα, ἀρτεμισία, δίκταμνον, δάφνη, κόνυζα.
4 110 12 καταπλάσσεται δὲ πρὸς λόχια καὶ ἔμμηνα κινεῖ ἀρτεμισία πολλὴ κατὰ τῶν ὑποχονδρίων.
4 110 13 ἐπιτεταμένως δ’ ἄγει, ὥστε καὶ ἔμβρυα ἐκβάλλειν, αἴρινον ἄλευρον πράσου χυλῷ φυραθέν, κυκλαμίνου χυλὸς σὺν ἐλατηρίῳ καὶ αἰρίνῳ ἀλεύρῳ, μυελὸς ἐλάφειος, χαλβάνη, ἀμμωνιακὸν καὶ ἔλαιον ἴσα· ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες. ἀκίνδυνόν ἐστι καὶ πεπειραμένον· ἐκβάλλει δὲ μηνῶν τριῶν ἢ τεσσάρων.
4 110 15 — Ἐκβόλι α · βράθυ καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει καὶ τὰ νεκρὰ ἐκβάλλει.
4 110 16 καὶ τοῦ μεγάλου κενταυρίου ἡ ῥίζα τὰ αὐτὰ δρᾷ, καὶ καλαμίνθης ὁ χυλὸς πινόμενός τε καὶ προστιθέμενος, σμύρνα καὶ κεδρέα προστιθεμένη· καὶ αὐτὸ δὲ τὸ κατὰ τὰς συνουσίας σπέρμα περιαλειφόμενον τῷ αἰδοίῳ (καὶ διὰ τοῦτο ἀτόκιόν ἐστι φάρμακον) οὕτω χρωμένοις οὐδενὸς δεύτερον.
4 110 18 θέρμων πικρῶν τὸ ἀφέψημα σὺν μυρσίνῃ καὶ μέλιτι προστιθέμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον ἐκβάλλει.
4 110 19 κενταυρίου τοῦ μικροῦ ὁ χυλὸς προστιθέμενος ἐκβάλλει, κυκλαμίνου ὁ χυλὸς χριόμενος κατὰ τοῦ ὑπογαστρίου· καὶ γὰρ φθόριόν ἐστιν ἰσχυρὸν ἐν πεσσῷ σὺν μέλιτι προστιθέμενον.
4 110 20 ἐλατήριον τὰ κυούμενα φθείρει προστιθέμενον.
4 110 21 καστορίου μετὰ γλήχους ἢ καλαμίνθης ἐπειράθην ἐκβαλόντος ἀεὶ χόρια κατεσχημένα.
4 110 22 κράμβης χυλὸς μετ’ αἰρίνου ἀλεύρου προστιθέμενος. Περὶ ῥοῦ γυναικείου.
4 111 1 Οὐκ ἴδιον πάθος ἐστὶ τῆς μήτρας ὁ καλούμενος γυναικεῖος ῥοῦς, ἀλλ’ ἐκ τοῦ παντὸς σώματος ἡ κένωσις δι’ αὐτῆς γίνεται.
4 111 2 συμβαίνει δὲ τοῦτο ἐπὶ τῶν ἁπαλοσάρκων καὶ φλεγματωδεστέρων ὡς ἐπὶ πολύ. κενοῦται δὲ λευκὸν ἀπὸ φλέγματος, ὠχρὸν δ’ ἐνίοτε τῆς πικρᾶς χολῆς πλεοναζούσης, καὶ ὑδατῶδες ἐνίοτε.
4 111 4 διὸ καὶ πολλάκις ἤρκεσεν εἰς ἴασιν ἡ ἐκ τοῦ παντὸς σώματος κένωσις τοῦ πλεονάζοντος χυμοῦ.
4 111 5 σκοπὸς δ’ ἐστὶ τῆς ὅλης θεραπείας ξηραίνειν ἄνευ τοῦ σφοδρῶς θερμαίνειν τό τε σύμπαν σῶμα καὶ τὰ περὶ τὴν μήτραν χωρία· διὸ καὶ χρήσαιτο ἄν τις ἐκ διαλειμμάτων ἐπ’ αὐτῶν τοῖς στύφουσιν.
4 111 6 ἐκκαθαίρειν οὖν τὸ σῶμα προσήκει διά τε γαστρὸς καὶ οὔρων καὶ διαφορεῖν ἀραιοῦντα διὰ τοῦ δέρματος ἀνατρίβοντά τε τὴν πᾶσαν ἐπιφάνειαν καὶ χρίοντα τοῖς ἐπιτηδείοις.
4 111 7 ποιεῖ δὲ καὶ πρὸς ῥοῦν ἀνδράχνη αὐτή τε ἐσθιομένη καὶ ὁ χυλὸς αὐτῆς πινόμενος, βάτου καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου· μάλιστα δ’ ἕψοντες αὐτοῖς χρῶνται· τὰ δὲ τοῦ φηγοῦ καὶ πρίνου δραστικώτερα.
4 111 8 ἵππουρις, καὶ μάλιστα τὸν ἐρυθρόν, ὠφελεῖ πινομένη δι’ ὕδατος ἢ οἴνου.
4 111 9 ὁλοσχοίνου ὁ καρπὸς φρυγεὶς πινόμενος μετ’ οἴνου τὸν ἐρυθρὸν ἐπέχει.
4 111 10 [5] Σάμιος ἀστήρ, Λημνία σφραγίς, σχίνου τῆς ῥίζης ἀφέψημα, ἐλάφου κέρας κεκαυμένον σὺν ὀξυκράτῳ, μήκωνος μελαίνης σπέρμα σὺν οἴνῳ, ῥόδων ἄνθος σὺν ὀξυκράτῳ, σπύραθοι αἰγὸς σὺν λιβανωτῷ προστιθέμεναι (δεῖ δ’ ἐνειλεῖν ἐν ἐρίοις αὐτάς), λύκιον σὺν γάλακτι προστιθέμενον, καὶ κηκῖδος τὸ ἐντὸς μετὰ λιβάνου καὶ ὕδατος ὁμοίως.
4 111 11 καὶ εἰς ἐγκαθίσματα δὲ καὶ εἰς ἐπιθέματα κατὰ τοῦ ὑπογαστρίου προχωρεῖ τὰ στύφοντα. Πρὸς φλεγμονὰς ὑστέρας καὶ ἀλγήματα καὶ ἑλκώσεις καὶ ὀδαξησμοὺς καὶ κνησμοὺς κόλπων καὶ προπτώσεις καὶ ὅσα περὶ τὰς συλλήψεις καὶ τὰ ἔμβρυα.
4 112 1 Πρὸς φλεγμονὰς ὑστέρας καὶ ἀλγήματα ἀφεψόμενα εἰς ἐγκαθίσματα ὠφελοῦσιν ἀρτεμισίαι ἀμφότεραι, δάφνη, ἶρις, κασία, κενταυρίου μεγάλου ῥίζα, λευκοΐων ἄνθη ξηρά, μάλιστα ἐπὶ τῶν χρονίων, μαλάχη, μελίλωτον, κρίνων ἄνθη, σῦκα ξηρὰ μετὰ τήλεως ἢ πτισάνης, τῆλις, λινόσπερμον.
4 112 2 ὑποθυμιώμενα δ’ ὠφελεῖ ἄγνου σπέρμα, κασία, βδέλλιον, λάδανον, σμύρνα.
4 112 3 προστιθέμενα δ’ ὠφελεῖ ἀλθαίας ῥίζα ἑφθὴ ἐν μελικράτῳ, μαλαχθεῖσα στέατι χοιρείῳ νεαρῷ, καὶ τερεβινθίνη, τήλεως χυλὸς μιγεὶς στέατι χοιρείῳ ἢ βουτύρῳ προσφάτῳ, κρίνου ῥίζα ὀπτὴ σὺν ῥοδίνῳ καὶ τὰ ἄνθη σὺν κηρωτῇ καὶ μυελῷ καὶ στέατι, ὕσσωπον σὺν βουτύρῳ καὶ μελικράτῳ.
4 112 4 —Πρὸς τὰς ἑλκώσεις τῆς μήτρας ἁρμόζει ἀμόργη περιχριομένη ἑφθὴ μετὰ κηρωτῆς ἢ λύκιον ὁμοίως ἢ χυλὸς ἀκακίας.
4 112 5 —Ὀδαξησμοὺς δὲ μήτρας παύει καὶ κνησμοὺς κόλπων ἀνδράχνης χυλὸς ἐγχυματιζόμενος, λινόσπερμον ἑφθὸν ἐν μελικράτῳ, τῆλις ὁμοίως, τραγάκανθα σὺν ὕδατι.
4 112 6 [5] —Τὰς δὲ τῆς μήτρας προπτώσεις στέλλει ἀκακίας χύλισμα ἢ βάτου χυλὸς ἢ σχίνου ἢ ῥοὸς ἐρυθροῦ χυλὸς διαχριόμενος, ἴου φύλλα καταπλασσόμενα, ἀριστολοχία λεία ἐν πεσσῷ μετά τινος τῶν στυφόντων καὶ τὸ ἀπόζεμα αὐτῆς εἰς ἐγκάθισμα καὶ ὑπατμισμόν, ἢ κηκῖδος ἀφέψημα ἢ σιδίων ἢ σχίνου εἰς ἐγκάθισμα. —Πρὸς δὲ τὰς συλλήψεις συνεργεῖ σταφυλίνου καρπὸς πινόμενος καὶ ἡ ῥίζα ἐσθιομένη.
4 112 8 προστιθέμενα δὲ συνεργεῖ ἄμι μετὰ μυελοῦ πρὸ τῆς συνόδου, λαγωοῦ πυτία σὺν βουτύρῳ, ἀλώπεκος ἀφόδευμα μετὰ ῥοδίνου πεσσῷ προστιθέμενον· καὶ ὑποχριομένη δὲ συγγινέσθω.
4 112 9 ἀρτεμισίαν λείαν πρόσθες, καὶ συλλήψεται.
4 112 10 χηνὸς στέαρ καὶ ῥητίνην τερεβινθίνην διαχριέσθω ἐφ’ ἡμέρας δύο, τῇ δὲ τρίτῃ συγγινέσθω, καὶ συλλήψεται ἄρρεν.
4 112 11 λινοζώστεως σπέρμα ἢ χυλὸς ἀντὶ πεσσοῦ, καὶ τῆς μὲν ἄρρενος τὸ σπέρμα μετὰ τὴν σύλληψιν εὐθὺς προστιθέμενον ἀρρενοτοκεῖν φασι παρασκευάζειν, τῆς δὲ θηλείας λινοζώστεως θηλυτοκεῖν.
4 112 12 φυλάσσειν δ’ ἱστορεῖται τὸ συλληφθὲν καὶ πηγνύμενον προστεθεὶς ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος λίθος, ἀετίτης λίθος περιαπτόμενος, μαλάχης ἀγρίας ῥίζα ὁμοίως.
4 112 14 τηρεῖ δὲ καὶ ἡ σιδηρῖτις βοτάνη τὰ ἔμβρυα περιαπτομένη. Πρὸς δυστοκίαν.
4 113 1 Λίθον ἴασπιν τῷ μηρῷ περιάπτειν δεῖ, ἢ κυκλαμίνου ῥίζαν ξηρὰν ὁμοίως.
4 113 2 ἀδίαντον λεῖον μετ’ οἴνου καὶ ἐλαίου πινόμενον ὠφελεῖ, καὶ πταρμικοῦ προσαγωγὴ τοῖς ῥώθωσιν.
4 113 3 δίκταμνον δι’ οἴνου ἢ ὕδατος πότιζε, ἢ βόλβους πικροὺς τρίψας διὰ γλυκέος, ἢ ὕειον γάλα ἐν μελικράτῳ πινέτω.
4 113 4 γλήχωνος εἰς ὕδωρ δεσμίδιον βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα. Πρὸς ἀσυλληψίαν.
4 114 1 Πρὸς δὲ τὸ μὴ συλλαβεῖν ποιεῖ πτέρεως ῥίζα μετὰ γλυκέος πινομένη, καὶ θηλυπτέρεως ὁμοίως, ἰτέας ἄνθη καὶ τὰ φύλλα, κράμβης ἄνθη μετ’ οἴνου, μετὰ σύλληψιν· προστίθεται δὲ πρὸς τὸ μὴ συλλαμβάνειν πρὸ τῆς συνόδου ἡδύοσμον λεῖον, καὶ τὸ αἰδοῖον δὲ τοῦ ἀνδρὸς τῷ χυλῷ περιχρισθέν.
4 114 2 κράμβης ἄνθος λεῖον ἐν πεσσῷ μετὰ τὴν σύλληψιν οὐκ ἐᾷ πήγνυσθαι· πελεκίνου σπέρμα πρὸ τῆς συνουσίας ἐγκλυζέσθω. Πρὸς κοιλίαν κατερρωγυῖαν καὶ μαστοὺς καὶ μηροὺς καὶ ἰσχία καὶ ἐξόμφαλα.
4 115 1 Κοχλίον θαλάσσιον τὸν ὑπόμακρον καύσας καὶ λειώσας πρόσβαλλε ὠοῦ τὸ λευκὸν ἢ ὄνειον γάλα 〈καὶ〉 κατάχριε.
4 115 2 — Ἄλλ ο · διαφανὲς κόψας καὶ τρίψας δι’ ὄξους, ὅταν εἰς βαλανεῖον εἰσέρχηται, κατάχριε πρὶν ἀλείψασθαι ἐφ’ ἡμέρας κ , καὶ θεραπεύσεται.
4 115 3 —Πρὸς δὲ τὸ κοιλίαν ἢ ὑποχόνδριον μὴ ῥυτιδοῦσθαι ἐν τοκετῷ κιμωλίας καὶ μάννης ἑκάστου ἴσον ἀναλάμβανε ὠοῦ τῷ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς κυπρίνης.
4 115 4 — Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματ α · ἄρτου τὸ ἐντὸς καὶ μελαντηρίαν συμφύρας ἐπιτίθει· τοῦτο καθίστησιν.
4 115 5 — Πρὸς ἐξόμφαλ α · κηκίδια καύσας τρῖψον μεθ’ ὕδατος καὶ κατάπλασσε. — Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι· λαβὼν βύσμα ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ, εἶτα μάνναν ὠοῦ τῷ λευκῷ ἀναλαβὼν κατάχρισον καὶ ἔνθες τὸν ὀμφαλὸν καὶ ἐπίδει προστυπῶν.
4 116 t Περὶ ποδάγρας καὶ ἀρθρίτιδος καὶ ἰσχιάδος. Ἐπὶ τῶν ποδαγρικῶν καὶ τῶν ἄλλων τῶν ῥευματικῶν παθῶν πάντως μὲν ἀσθενῆ τὰ μόρια χρὴ τυγχάνειν τὰ τὸ ῥεῦμα δεχόμενα.
4 116 2 δυνατὸν μὴν ἀπερίττου τοῦ σώματος ὄντος μηδαμῶς ὑπὸ ῥεύματος ἐνοχλεῖσθαι τὰ μέρη, διότι μηδ’ ἐστὶν ὅλως περιττόν, ὅπερ δὴ καὶ τῶν παθῶν τὴν γένεσιν ἐπὶ τὰ μόρια φερόμενον συνίστησιν· εἰ δὲ μηδέποτε ἐπιρρέοι τοῦτο, δῆλον ὡς οὐδὲ τὰ πάθη συστήσεταί ποτε. κωλύειν οὖν χρὴ τὴν ἐπίρροιαν διὰ τοῦ τὸ σῶμα παρασκευάζειν ἀπέριττον γυμνασίοις τε συμμέτροις καὶ ταῖς τῶν τροφῶν εὐπεψίαις, φεύγοντας ἀργίαν καὶ τὰς ὑπὲρ κόρον ἐδωδὰς καὶ τὰς ἀμέτρους οἰνοποσίας, καὶ μάλιστα πρὸ τροφῆς· βλάπτουσι γὰρ τὸ νευρῶδες, καθάπερ καὶ αἱ συνουσίαι.
4 116 4 καὶ εἰς ποδάγρας γένεσιν οὐ μετρίως συντελεῖ καὶ ἡ τῶν ἀφροδισίων χρῆσις· διόπερ κατὰ τὸν παλαιὸν χρόνον ὀλίγοι παντελῶς ἐποδάγρουν.
4 116 5 [5] τοὺς δ’ οὖν ἁλισκομένους θεραπεύειν, κενοῦν πρότερον, εἶτα τοῖς τοπικοῖς βοηθήμασιν ἀποκρουόμενον μὲν χειρῶν καὶ ποδῶν ῥευματιζομένων, τοῦ δὲ κατ’ ἰσχίον ἄρθρου ῥευματισθέντος, φυλαττόμενον τὴν ἀπόκρουσιν· βάθος γὰρ ἱκανὸν ἔχοντος αὐτοῦ, συνελαύνεται ῥᾳδίως εἴσω τὸ λυποῦν περίττωμα, καὶ γίνεται χρεία βοηθημάτων ἐπὶ τῶν ἰσχιαδικῶν.
4 116 6 [5] ὅταν δὲ πλῆθος αἵματος μόνον αἴτιον ᾖ τῆς ὀδύνης τοῦ ἰσχίου, φλὲψ τμηθεῖσα κατὰ σφυρὸν ἢ κατὰ τὴν ἰγνύαν ἤρκεσεν ἰάσασθαι τάχιστα τὴν ὀδύνην, ὡς ἐάν γέ τις πρὸ τῆς κενώσεως τοῦ παντὸς σώματος δριμέσι χρήσηται κατὰ τοῦ ἰσχίου φαρμάκοις, σφηνώσας τὸ πλῆθος δυσιατότατον κατασκευάσει τὴν διάθεσιν, παχύνας καὶ τρόπον τινὰ κατοπτήσας τὴν ὕλην.
4 116 7 ἐφ’ ὧν οὖν δι’ ἁμάρτημα τοιοῦτον σφήνωσις γέγονε, σικύαν τῷ ἰσχίῳ προσακτέον μεγίστην καὶ κάθαρσιν διὰ κλυστήρων τῆς κολοκυνθίδος καὶ τῶν τοιούτων ἐνιέντων.
4 116 8 [5] γινώσκειν μὲν οὖν τοὺς σωφρόνως βιοῦντας μὲν καὶ διαιτωμένους καὶ μὴ σφόδρα χρονίσαντας ἐν τοῖς ποδαγρικοῖς πάθεσι δυνατὸν εἶναι κουφίζεσθαι τοῦ πάθους, κενουμένους ἦρος ὥρᾳ κατ’ ἀρχάς, ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, τοὺς δ’ οἰνουμένους καὶ ἀδδηφαγοῦντας οὐδὲν ὑπὸ τῶν κενώσεων ὀνιναμένους· πάλιν γὰρ ἐν τάχει πλῆθος ὠμῶν χυμῶν ἀθροίζουσιν ἀκολάστως διαιτώμενοι. — Κατὰ τὰς ἀρθρίτιδας δέ, ἐφ’ ὧν ἂν πῶροι συστῶσιν, εἰς τὴν ἀρχαίαν κατάστασιν ἐλθεῖν τὸ ἄρθρον ἀδύνατον· ἀλώπεκας ζώσας, οἱ δὲ τεθνεώσας, ἕψουσιν ἐν ἐλαίῳ, τινὲς δ’ ὑαίνας, καὶ ποιοῦντες διαφορητικὸν τὸ ἔλαιον εἰς πτύελόν τε ἐμβάλλοντες τοὺς ἀρθριτικοὺς ἐμβιβάζουσι, πᾶν τὸ σῶμα καλύπτοντες καὶ χρονίζειν ποιοῦντες.
4 116 9 μεγάλως ὠφελοῦσιν, ἐκκενοῦντες πᾶσαν τὴν νοσοποιὸν ὕλην· ἀλλ’ ἡ μοχθηρὰ δίαιτα πάλιν αὐτοὺς πληροῖ.
4 116 10 —Κυάμινον ἄλευρον ἑψηθὲν ἐν ὕδατι καὶ προσλαβὸν ὑείου στέατος καλῶς ποιεῖ πρὸς φλεγμονάς.
4 116 11 λευκοΐων αἱ ῥίζαι μετ’ ὄξους τὰς σκιρρουμένας ἐν τοῖς ἄρθροις φλεγμονὰς ἰῶνται.
4 116 12 τυρὸς δριμύτατος καὶ χρονιώτατος, ἀφεψήματι κρέως ὑείου δευθεὶς καὶ ἑνωθεὶς ἐν θυΐᾳ καλῶς, τοὺς ἐν τοῖς ἄρθροις πώρους ἐντιθέμενος διαλύει· ῥηγνυμένου γὰρ τοῦ δέρματος ἄνευ τομῆς, ἀλύπως ἀναπλεῖ καθ’ ἑκάστην ἡμέραν τὰ μόρια τοῦ πώρου.
4 116 13 — Ἄλλ ο · πλατάνου φύλλα χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γόνασι φλεγμονὰς ὀνίνησιν.
4 116 14 [5] — Ποδαγρικοῖς καὶ ἀρθριτικοῖς ἀνώδυνον ἐπίθεμα κα τ ’ αὐτοὺς τοὺς παροξυσμοὺς χρωμένω ν · ὀποῦ μήκωνος, κρόκου ἀνὰ 𐅻 δ λειώσας μετὰ γάλακτος βοείου ἢ αἰγείου καὶ ἄρτου τὸ ἐντὸς ἐπιβαλὼν τρῖβε φιλοπόνως ὥστε εὐαφὲς γενέσθαι· καὶ μαλάξας παραπτόμενος ῥοδίνῳ χρῶ καταπλάσματι ἐπιρρίπτων καὶ ἔξωθεν φυλακῆς χάριν φύλλα σεύτλου ἢ θριδακίνης.
4 116 15 ἔστι δ’ ὅτε τὸ ὄπιον καὶ τὸν κρόκον μετὰ γάλακτος λειώσαντες ἀναλαμβάνομεν κηρωτῇ διὰ ῥοδίνου καὶ εἰς ὀθόνιον ἐμπλάσαντες ἐπιτίθεμεν.
4 116 16 —Τοὺς δ’ ἰσχιαδικοὺς θέρμων πικρῶν ἀλεύρῳ καταπλάσσουσιν ὄξει ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ ἕψοντες.
4 116 17 καὶ καλαμίνθῃ δὲ καταπλάττουσί τινες ὡς γενναίῳ βοηθήματι.
4 116 18 καππάρεως τῆς ῥίζης ὁ φλοιὸς τὰς κατ’ ἰσχίον ὀδύνας ὀνίνησιν, ἔξωθεν τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενος ἔσωθέν τε προσλαμβανόμενος.
4 116 19 γάρος καὶ ἡ ἀπὸ τῶν ταριχηρῶν ἰχθύων ἅλμη ἐνιεμένη τοῖς ἰσχιαδικοῖς τοὺς ὀχλοῦντας χυμοὺς ἐπισπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ· μάλιστα δὲ τῇ τῶν ταριχηρῶν σιλούρων καὶ τῇ τῶν μαινίδων χρῶνται.
4 116 20 θλάσπεως σπέρμα δι’ ἕδρας ἐνιέμενον ὀνίνησι τῇ αἱματώδει κενώσει· ὁμοίως καὶ κενταυρίου τοῦ λεπτοῦ. Περὶ ὧν δεῖ προσαναφέρειν τῷ ἰατρῷ.
4 117 1 [5] Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἰῷτο ἄν τις καὶ ὁ τὴν ἰατρικὴν οὐκ εἰδώς· δεῖ δὲ καὶ τῶν ἄλλων φροντίδα ἔχειν καὶ σημαίνειν τῷ ἰατρῷ τὰ συμβαίνοντα, πρὶν γενέσθαι μέγα τι καὶ δυσίατον ἢ ἀνίατον πάθος. προδηλοῦται γὰρ τὰ πολλὰ πόρρωθεν· ἦχοι γοῦν καὶ ψόφοι καὶ σπασμοὶ μορίων τινῶν χείλους τε τοῦ κάτω τρόμοι καὶ ἀφωνία καὶ λήθη καὶ δυσώδεις δοκήσεις καὶ ὕπνοι βαθεῖς παρὰ τὸ εἰωθὸς ἢ ἐπιπόλαιοι καὶ φαντασιώδεις καὶ ἐφιάλται συνεχῶς πνίγοντες πρὸς ἀφροδίσιά τε ἄμετρα ὁρμή, συνεχῶς καὶ οὐχ ἅπαξ ἢ δὶς προσπίπτοντα, ἀποπληξίαν τινὰ γενήσεσθαι προσημαίνει καὶ ἐπιληπτικὸν τρόπον ἢ παραπληγικὸν ἢ μελαγχολικὸν ἢ μανιώδη.
4 117 2 χρὴ οὖν διδάσκειν τὸν ἰατρὸν καὶ παρακαλεῖν ὡς ὅτι τάχιστα βοηθεῖν· ἴσως γὰρ οὗτος ἢ φλέβα τεμὼν ἢ καθαρτήριον δοὺς ἢ καὶ ἀμφοτέροις χρησάμενος ἢ καί τισιν ἑτέροις τοῖς ἁρμόζουσιν εἴργει τὴν γένεσιν αὐτῶν.
4 117 3 καὶ τῶν ὑποχύσεων δὲ τῶν ἐν ὀφθαλμοῖς ἀμβλυωπία τε προηγοῦνται καὶ τὰ προηγούμενα τῶν ὀφθαλμῶν οἱονεὶ κωνώπια ἢ τρίχες ἢ ἕτερον καὶ πόνος τῆς κεφαλῆς.
4 117 4 καὶ ταῦτα οὖν διδάσκειν τὸν ἰατρόν· χρήσαιτο γὰρ 〈ἂν〉 οὗτος καθάρσει καὶ διαίτῃ ἁρμοττούσῃ καὶ τοῖς ἄλλοις τοῖς ὠφελοῦσιν.
4 117 5 κόποι δ’ αὐτόματοι καὶ ὕπνοι βαθεῖς ἢ φαντασιώδεις ἢ ἀγρυπνίαι ἱδρῶτές τε μετὰ τοὺς ὕπνους καὶ δίψα παρὰ τὸ εἰωθὸς καὶ σιτίων ἀποστροφή, πυρετώδη πάντα.
4 117 6 διὸ δὴ καὶ ταῦτα μαθὼν ὁ ἰατρὸς ποιήσει τὰ προσήκοντα.
4 117 7 καὶ τὰ περὶ θώρακα δὲ συμπίπτοντα εἰ μὴ ἀνενέγκοι τις τῷ ἰατρῷ, κίνδυνος αἱμοπτοϊκὸν ἢ ἐμπυϊκὸν γενέσθαι.
4 117 8 καὶ μέλαν δ’ οὖρον νεφρῶν ἔσθ’ ὅτε λιθίασιν προσημαίνει, καὶ μᾶλλον ἐπὶ πρεσβυτῶν· ἀλλ’ εἰ μάθοι ὁ ἰατρός, ἐξευρήσει τινὰ προφυλακτικά, διά τε τῶν οὐρητικῶν καθαίρων τοὺς νεφρούς, κελεύων μὴ κατά τι τείνεσθαι, μὴ γυμνάζεσθαι, χρώμενον ἱππασίᾳ καὶ ὀχήματι μηδὲ ἐπὶ πολὺ ἵστασθαι.
4 117 9 δεῖ δὲ μηδὲ τῶν ἀλγημάτων, ὅταν περί τι ἄρθρον γένηται τοῦ ποδός, ἀμελῶς ἔχειν· κἂν γὰρ ἅπαξ συμπέσῃ ῥᾳθυμησάντων, ἐπανέρχεται πάλιν, κἂν ἐπὶ πολὺ διαλείπῃ, σὺν κακῷ μείζονι καὶ δυσιάτῳ· θεραπεύειν οὖν ἐν ἀρχαῖς ἄμεινον, ὅτε καὶ ἡ ἴασις ῥᾳδία.
4 117 10 καὶ τὰς πολλάκις δὲ γινομένας ἀπεψίας καὶ διαρροίας ὑποπτεύειν καὶ τὰς ἐμπνευματώσεις καταμηνύειν τε τῷ ἰατρῷ· παρασιωπησάντων γὰρ τὰ χαλεπώτατα συμπίπτει, οἷόν ἐστι καὶ τὸ φυσῶδες καλούμενον πάθος, ὅπερ, φόβου καὶ λύπης ἀλόγου προσγενομένης, μελαγχολία καλεῖται.
4 117 11 πλεῖστα δὲ καὶ ἄλλα διὰ τὴν ἀμέλειαν εἰς ἀνήκεστον κακὸν προῆλθε· διὸ χρὴ περὶ μηδενὸς μήτε μικροῦ μήτε μεγάλου τῶν συμβαινόντων παρὰ τὸ εἰωθὸς ἀποσιωπᾶν.
4 117 12 —Ἐπεὶ δὲ συνθέτων φαρμάκων ἐγένετο μνήμη, τὰς γραφὰς αὐτῶν ἐφεξῆς διαγράψομαι. Συμμετρία κηροῦ πρὸς ἔλαιον.
4 118 1 [5] Εἰ μὲν οἷα τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἄκοπα χρίσματα βούλοιο ποιῆσαι, τετραπλάσιον ἐμβαλεῖς τοῦ κηροῦ τὸ ἔλαιον· εἰ δ’ οἵαν ἐπὶ τῶν καταγμάτων τὴν ὑγρὰν κηρωτὴν ἐργαζόμεθα, διπλάσιον· εἰ δ’ ἐμπλαστρῶδες ποιῆσαι βουληθείης τὸ φάρμακον, τῷ κηρῷ μίξεις ἴσον τοὔλαιον, ἐὰν τὸ περιέχον ᾖ σύμμετρον, ἐὰν δ’ ὅ τε κηρὸς παλαιὸς ᾖ καὶ αὐχμηρὸς τό τε περιέχον 〈ψυχρόν〉, ὀλίγῳ πλεῖον, ὥσπερ γε καὶ ἐὰν ὅ τε κηρὸς λιπαρὸς 〈ᾖ〉 καὶ τὸ περιέχον θερμόν, ἔλαττον ὀλίγῳ.
4 118 2 τὸ δ’ ὀλίγον τοῦτο δωδέκατον ἔστω μέρος ἐφ’ ἑκατέρου τοῦ μέσου· καὶ γὰρ ια καὶ ιβ καὶ ιγ οὐγγίας ἐλαίου ποτὲ μίξεις τῇ λίτρᾳ τοῦ κηροῦ. Τὸ πάνυγρον.
4 119 1 Στέατος ὑείου προσφάτου καὶ ἐξινισμένου 𐆄 κδ , κηροῦ 𐆄 κδ , λιθαργύρου 𐆄 ϛ , ψιμυθίου 𐆄 ϛ · τὰ τηκτὰ κατὰ τῶν ξηρῶν· χρόνῳ δὲ συνίσταται. Τετραφάρμακον βασιλικόν.
4 120 1,2 Κηροῦ, φρυκτῆς, πίσσης ξηρᾶς, στέατος ταυρείου ἀνὰ 𐆃 α . πρὸς δὲ τὸ τάχιον συμπέψαι καὶ σαρκῶσαι προσβάλλομεν αὐτῷ καὶ λιβανωτόν, ποτὲ μὲν γ , ποτὲ δὲ δ .
4 121 t Τὸ διὰ χυλῶν. Λιθαργύρου 𐆃 β , κηροῦ 𐆄 η , ἐλαίου 𐆃 ϛ , τήλεως, λινοσπέρματος ἐβίσκου τῆς καὶ ἀλθαίας (καλεῖται δὲ καὶ ἀγρία μαλάχη ἡ ἀλθαία) ψυλλίου ἀγρίου, σικύου, πτισάνης, ἑψηθέντων τῶν τοιούτων τοῦ χυλοῦ 𐆃 β .
4 121 2 ἕψε μέχρις ἀμολύντου καὶ χρῶ. Τὸ Μνασέου μάλαγμα.
4 122 1 Λιθαργύρου 𐆃 γ , ἐλαίου παλαιοῦ 𐆃 β , κηροῦ 𐆃 α , ὀξυγγίου παλαιοῦ 𐆃 α , φρυκτῆς 𐆄 ϛ . Τὸ διὰ μέλιτος.
4 123 1 Κηροῦ 𐆃 α , στέατος χηνείου 𐆄 ϛ , ἐλαίου παλαιοῦ 𐆃 α , λιθαργύρου 𐆃 α , τερεβινθίνης 𐆄 β (οἱ δὲ μίαν), μέλιτος 𐆃 α . Ἡ διὰ χαλκίτεως φοινικίνη Γαληνοῦ.
4 124 1 Χοιρείου στέατος παλαιοῦ καὶ ἀνάλου 𐆃 β , ἐλαίου παλαιοτάτου 𐆃 γ , λιθαργύρου 𐆃 ϛ , χαλκίτεως 𐆄 γ .
4 124 2 [5] τὴν χαλκῖτιν κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ βαλὼν εἰς θυΐαν μετὰ τῶν τριῶν λιτρῶν τοῦ ἐλαίου τρῖβε ἐπιμελῶς, μέχρις ἂν λειότατον γένηται, εἶτ’ ἐπέμβαλλε τὴν λιθάργυρον λεπτοτάτῳ κοσκίνῳ καὶ αὐτὴν σεσησμένην καὶ προλελειωμένην ἱκανῶς ἐν ἑτέρᾳ θυΐᾳ καὶ συλλείου ἐπὶ πλείονα χρόνον τῇ χαλκίτιδι, καὶ μάλιστα ἐν ἡλίῳ, ὅπως τὸ ἔλαιον ὑγρὸν διαμένῃ. ἐπιβάλλεται αὐτοῖς τελευταῖον τὸ στέαρ, καὶ συλλειώσας ἐπιμελῶς βαλὼν εἰς κακκάβην ἕψε κινῶν σπάθῃ φοινικίνῃ ἀφῃρημένῃ τοῦ φλοιοῦ τοῦ χλωροῦ 〈τοῦ〉 ἔξωθεν αὐτῆς, ἵνα δυνηθῇ τῆς οἰκείας ὑγρότητος μεταδιδόναι τῷ φαρμάκῳ.
4 124 3 [5] ἀρκέσει δ’ εἰς τὴν ἕψησιν εἷς τῶν φοινίκων κλάδος ὡς τῷ μὲν ἁδροτέρῳ μέρει τοῦ ξύλου χρῆσθαι εἰς τὴν τῆς σπάθης γένεσιν, τῷ δ’ ἑτέρῳ, ὅπερ ἦν τῇ σπάθῃ συνεχές, καὶ αὐτῷ ἐξεσμένῳ καὶ κεκαθαρμένῳ ὡς λευκῷ γενέσθαι χρήσασθαί τε δυνηθῆναι εἰς τὸ ἐμβληθῆναι τῷ φαρμάκῳ, εἰς λεπτὰ διῃρημένου καὶ κατακεκομμένου αὐτοῦ.
4 124 4 ἐμβληθήσεται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν καθ’ ὃν ἂν ἤδη τὸ φάρμακον εἰς σύστασιν ἥκῃ κηρωτῆς συμμέτρου.
4 124 5 καὶ αὐτῆς δὲ τῆς σπάθης ἀποκόπτειν χρὴ τὸ ἤδη ὑπὸ τοῦ φαρμάκου ἀνεξηρασμένον καὶ τοῦτο μὲν ῥίπτειν, τῷ δὲ καταλοίπῳ μέρει χρῆσθαι, ὅπως ἀπολάβῃ τὸ φάρμακον τῆς ὑγρότητος αὐτῆς.
4 124 6 τοῦτο δὲ χρὴ ποιεῖν καὶ δὶς καὶ τρίς, εἰ ὁρῴης ἀναξηραινομένην τὴν σπάθην.
4 124 7 φανερὸν δ’ ἐστὶν ὡς χρὴ τὸν κλάδον τοῦ φοίνικος πρόσφατον εἶναι καὶ αὐτῆς τῆς ἡμέρας κεκόφθαι ὅπως ἔγχυλος εἴη.
4 124 8 ὅταν δ’ ἑψόμενον τὸ φάρμακον ἀμόλυντον γένηται, αὐτῷ μὲν ἐμπλάστρῳ χρήσῃ κατά τε τῶν ἐναίμων τραυμάτων καὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ κόλπων, ἐλαίῳ δὲ διατήκων ἐπὶ τῶν φλεγμαινόντων.
4 124 9 βραχὺ δ’ ἔστω πλέον τοῦ ἐλαίου τὸ φάρμακον ἐν τῷ διατήκειν. Τὸ διὰ πομφόλυγος.
4 125 1 Πομφόλυγος, λιθαργύρου, ψιμυθίου ἀνὰ 𐆄 δ , λαδάνου 𐆄 α , ἀκακίας 𐅻 β , ἐλαίου μυρσίνου 𐆄 η , κηροῦ Τυρρηνικοῦ τὸ ἀρκοῦν, ὠῶν χωρὶς τῶν λεκίθων. Τὸ διὰ μελιλώτων.
4 126 1 Νάρδου Κελτικοῦ 𐅻 ι , κυπέρου, καρδαμώμου, ἴρεως, σμύρνης, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 η , μελιλώτου 𐅻 κε , τερμινθίνης 𐅻 ν , κηροῦ νέου 𐅻 ρ , κυπρίνου κοτύλης 𐅶 , ὄξους τὸ ἱκανόν.
4 126 2 τινὲς ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρ . Τροχίσκος ὁ Μούσα.
4 127 1 Σχιστῆς, ἀλόης, σμύρνης, χαλκάνθης ἀνὰ 𐅻 β , λιβάνου [ἀνὰ] 𐅻 η , κυτίνων 𐅻 ι , ἀριστολοχίας 𐅻 ιβ , καὶ κηκίδων ὀμφακίνων 𐅻 η , γλυκέος τὸ αὔταρκες. Ὁ Πολυείδους.
4 128 1 Σιδίων 𐅻 ιϛ , σμύρνης 𐅻 η , ἀλόης 𐅻 η , σχιστῆς 𐅻 ε , λιβάνου 𐅻 α , χαλκάνθης 𐅻 γ , χολῆς ταυρείας 𐅻 ϛ · οἴνῳ γλυκεῖ ἀναλάμβανε. Τὸ διὰ χάρτου ξηρὸν πρὸς νομάς.
4 129 1 Χάρτου κεκαυμένου, χαλκοῦ κεκαυμένου, μολύβδου κεκαυμένου καὶ πεπλυμένου, λεπίδος στομώματος, ἑκάστου τὸ ἴσον, θείου ἀπύρου τὸ ἥμισυ· λείου. Ῥοδίνου σκευασία.
4 130 1 Τὸ ῥόδινον χωρὶς στυμμάτων σκευάζεσθαι προσήκει, ῥόδων μόνων ἐμβαλλομένων εἰς ἔλαιον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς χωρὶς ἁλῶν γεγονός, διότι θερμαίνοντες οἱ ἅλες ἀνεπιτήδειον αὐτὸ ποιοῦσιν. Τὸ διὰ τῆς αἰγείρου ἄκοπον.
4 131 1 [5] Τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μόδιος Ἰταλικὸς ἐμβάλλεται εἰς ἔλαιον τῶν λεπτομερῶν καὶ μὴ στυφόντων 𐆃 ιε ἢ κ · κάλλιον δ’ εἰ καὶ μετρίως ἐνθλασθὲν τὸ ἄνθος ἐμβληθείη, εἰ δὲ καὶ καθ’ ἑκάστην ἡμέραν κινοῖτο, καὶ μάλιστα ὅταν ἥλιος ᾖ θερμὸς ἐν οἴκῳ θερμῷ, θᾶττον ἂν οὗτος καὶ μᾶλλον ἡ τῆς αἰγείρου ποιότης τε καὶ δύναμις εἰς τοὔλαιον μετέλθοι, ὥστε σε μετὰ δύο που καὶ τρεῖς μῆνας ἐκθλίψαντα τὸ ἄνθος αὐτὸ μὲν ἀπορρίψαι, τὸ δ’ ἔλαιον ἔχειν διαττήσαντα δι’ ὀθόνης ἀδήκτως διαφορητικόν.
4 131 2 καὶ μέντοι καὶ κηρὸν καὶ ῥητίνην ἔξεστιν ἐμβαλεῖν· ἱκανὸν δὲ τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, τῆς δὲ ῥητίνης τὸ δωδέκατον ἐμβάλλειν.
4 131 3 παχύτερον δ’ εἴ ποτε γένοιτο τὸ ἐκθλιφθὲν ἔλαιον, ἱκανὸν καὶ τὸ πέμπτον μέρος μίγνυσθαι τοῦ κηροῦ, καί ποτε καὶ τὸ ἕκτον.
4 131 4 ἑψεῖν δ’ ἄμεινον ἐπ’ ἀγγείου διπλοῦ ἢ πάντως ἐπὶ πυρὸς ἀσθενοῦς, οἷόν ἐστι τὸ τῶν ἀνθράκων.
4 131 5 τοῦτο τὸ φάρμακον ἐπιτήδειόν ἐστι πρὸς ἅπαντας τοὺς κόπους, τούς τε αὐτομάτους καὶ τοὺς οὐκ αὐτομάτους, διαφοροῦν τοὺς κατὰ τὰς σάρκας τε καὶ τὸ δέρμα χυμοὺς τοὺς μὴ παντάπασιν παχεῖς καὶ γλίσχρους.
4 132 t Περὶ τῶν ἄλλων διαφορητικῶν ἐλαίων. Καὶ τὸ ἐκ τοῦ χαμαιμήλου δ’ ἔλαιον διαφορεῖ καθ’ αὑτό τε καὶ μᾶλλον ἐπεμβληθέντος ὁμοίως κατὰ τὴν αὐτὴν συσταθμίαν κηροῦ τε καὶ ῥητίνης.
4 132 2 διαφορητικὸν δ’ ἐστὶ καὶ τὸ ἀνήθινον ἔλαιον, εἴτε κατὰ μόνας, εἴτε σὺν κηρωτῇ καὶ ῥητίνῃ χρῷτό τις.
4 132 3 ἑψεῖν δ’ ἐπ’ ἀγγείου διπλοῦ τὸ ἀνήθινον· ἄμεινον δ’ εἰ καὶ χλωρὸν εἴη τὸ ἄνηθον.
4 132 4 καὶ ῥίζας δὲ τοῦ τεύτλου λευκοῦ καθεψήσας ἐν ἐλαίῳ καὶ ποιήσας, ὡς εἴρηται, διαφορητικὸν ἕξεις φάρμακον, ὥσπερ καὶ τοῦ σικύου τοῦ ἀγρίου τὴν ῥίζαν καὶ τῆς ἀλθαίας καὶ τῆς βρυωνίας. Τροχίσκος ὁ Ἄνδρωνος.
4 133 1 Σχιστῆς, σμύρνης ἀνὰ 𐅻 δ , χαλκάνθης 𐅻 β , λιβάνου 𐅻 η , κυπέρου 𐅻 ι , ἀριστολοχίας 𐅻 ιβ (ἔνιοι η ), καὶ κηκίδων ὀμφακίνων 𐅻 η , γλυκέος τὸ αὔταρκες. Ἡ διὰ κωδυῶν Γαληνοῦ.
4 134 1 [5] Ἐμβάλλειν εἰς τὸν ἕνα ξέστην τοῦ ὕδατος χρὴ κωδύας ι · προεμβρέχειν δ’ αὐτάς, ἂν μὲν ὦσιν ὑγρότεραί τε καὶ μαλακώτεραι, πρὸ μιᾶς ἡμέρας καὶ νυκτός, ἂν δὲ ξηρότεραι καὶ σκληρότεραι, πλείονι χρόνῳ τῆς μιᾶς ἡμέρας. ἄμεινόν γε μὴν τὰς μηδέπω σκληρὰς λαμβάνειν μηδὲ τὰς λίαν μαλακάς, παραιτεῖσθαι δὲ καὶ τὰς ἐξ ὑγρῶν λίαν χωρίων· ἐμβάλλειν δὲ καὶ τὰς δέκα κωδύας, ὡς εἶπον, τὰς μέσας κατὰ τὸ μέγεθος· δυνατὸν δὲ καί τινας μὲν μείζονας, τινὰς δ’ ἐλάττονας ἐμβάλλειν· σωθήσεται γὰρ καὶ οὕτως ἡ ἀναλογία.
4 134 3 τῆς δ’ ἑψήσεως ὅρος ἔσται σοι, μέχρις ἂν ὅλαι τακεραὶ γένωνται· καὶ οὕτως ἐκθλιβέσθωσαν καὶ ῥιπτέσθωσαν αἱ κωδύαι.
4 134 4 τῷ δ’ ὕδατι μιγνύσθω μέλιτος ἥμισυ μέτρον καὶ ἐπ’ ἀκάπνου πυρὸς ἑψέσθω μέχρι συστάσεως Ἀττικοῦ μέλιτος· ἐν ὀμβρίῳ δ’ ὕδατι ποιεῖσθαι τὴν ἕψησιν ἢ πηγαίῳ.
4 134 5 χρῆσις δ’ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστίν, οἷς καὶ τὴν δι’ ὀπίου συντεθειμένην πολλάκις ἀναγκαζόμεθα διδόναι· χρῄζουσι δὲ μάλιστα τοῦ φαρμάκου οἷς ἀπὸ κεφαλῆς εἰς τραχεῖαν ἀρτηρίαν καταρρεῖ ῥεῦμα λεπτόν, οὐκ ἐπιτρέπον κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας.
4 134 6 ἐπὶ τῶν τοιούτων οὖν καὶ τὴν σκευασίαν τοῦ φαρμάκου δι’ ἑψήματος χρὴ ποιεῖσθαι.
4 134 7 αὐτάρκης δ’ ἕψησις εἰς τὰ τοιαῦτά ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κωδύαι.
4 134 8 μιγνύναι δ’ ἑψομένῳ τῷ τοιούτῳ φαρμάκῳ καὶ γλυκυρρίζης ῥίζαν· ἂν δὲ περιέχηται κατὰ τὸν πνεύμονα καταρρεῦσαν ἐκ τῆς κεφαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος σκευασία βελτίων.
4 134 10 πρὸς τὸ κατεπεῖγον οὖν ἱστάμενος, εἰς ὕπνον τρεπομένου τοῦ κάμνοντος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ δι’ ἑψήματος δώσεις, καί ποτε καὶ μιγνὺς ἄμφω. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος· αὐξήσεις δ’ αὐτὴν ἢ μειώσεις, ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέγεθος καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον· ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον, ἐπὶ δὲ τὸ θερμότερον δώσεις πλεῖστον.
4 134 12 ὅτι δὲ καὶ πρὸς τὸ τοῦ κατάρρου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πλεῖον ἢ ἔλαττον δώσεις, εὔδηλον. Ἀνώδυνον τὸ μυστήριον πρὸς βηχικούς, φθισικούς, κοιλιακούς, δυσεντερικούς, καταρροϊζομένους.
4 135 1 Κρόκου, καστορίου, ἀσάρου, ὑοσκυάμου σπέρματος, ὀπίου, στύρακος ἀνὰ 𐅻 δ μέλιτι ἀναλαβὼν χρῶ· ἔνιοι ὑοσκυάμου τὸ ἥμισυ. Ἡ Φίλωνος.
4 136 1 Κρόκου 𐅻 ε , πυρέθρου, εὐφορβίου, νάρδου στάχυος ἀνὰ 𐅻 α , πεπέρεως λευκοῦ 𐅻 κ , ὑοσκυάμου 𐅻 κ , ὀπίου 𐅻 ι . Ἡ πικρὰ Γαληνοῦ.
4 137 1 Ἀλόης 𐅻 ρ , κινναμώμου, νάρδου στάχυος, ξυλοβαλσάμου, μαστίχης, ἀσάρου, κρόκου ἀνὰ 𐅻 ϛ .
4 137 2 ἐγὼ δ’ ἀλόης μὲν 𐅻 Ϟ , κρόκου δὲ 𐅻 ε βαλὼν οὕτως αὐτῷ χρῶμαι.
4 137 3 ἡ δόσις 𐅻 α ἐν ὕδατι. Τὰ διὰ τῆς ἀλόης Γαληνοῦ καταπότια καθαρτικά.
4 138 1 Κολοκυνθίδος μέρος α , ἀλόης καὶ σκαμμωνίας ἑκατέρων β , ἀψινθίου χυλοῦ μέρος α . Ἡ ἱερά.
4 139 1 Σικυωνίας τῶν ἐντὸς 𐅻 κ , χαμαίδρυος, ἀγαρικοῦ ἀνὰ 𐅻 ι , σαγαπηνοῦ, ὀποπάνακος ἀνὰ 𐅻 η , πετροσελίνου, ἀριστολοχίας στρογγύλης, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 γ , κινναμώμου, στάχυος, κρόκου, σμύρνης, πολίου ἀνὰ 𐅻 δ · μέλιτι δεύσας τὸ πλεῖστον δίδου 𐅻 δ . Ὁ Διοσπολίτης.
4 140 1 Κυμίνου, πεπέρεως μακροῦ ἢ λευκοῦ, πηγάνου, νίτρου, πάντων ἴσων, καὶ γίγνεται ὑπακτικώτερος γαστρός.
4 140 2 ὅταν δὲ λάβῃ τῶν μὲν ἄλλων ἴσων, τοῦ νίτρου δὲ τὸ ἥμισυ, οὐχ ὁμοίως ὑπάγει.
4 140 3 ἐμβρεχέσθω δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ, κἄπειτα εὐθέως τριβέσθω ἢ πρότερον φρυγέσθω μετρίως ἐν ἀγγείῳ κεραμείῳ τελέως ὠπτημένῳ.
4 140 4 ἔστω δὲ καὶ τὰ τοῦ πηγάνου φύλλα προεξηρασμένα συμμέτρως.
4 140 5 τούτοις τοῖς τέσσαρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δ’ οὐδέν, ἀλλὰ μόνα ξηρὰ πτισάνης ἐμβάλλεται χυλῷ, καὶ ὅτῳπερ ἂν τῶν ἄλλων ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ.
4 140 6 λαμβάνεται δὲ καὶ καθ’ ἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ τροφῆς τε καὶ μετὰ τροφήν· καὶ ἔστιν ἥδιον ἐν τῇ τοιαύτῃ χρήσει τὸ τῷ μέλιτι μιγνύμενον. Τὸ διὰ τριῶν πεπέρεων τὸ ἁπλοῦν.
4 141 1 Εἰς 𐅻 ν ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνήθων καὶ θύμων καὶ ζιγγιβέρεως ἑκάστου 𐅻 η · ἐμβάλλειν δὲ τῶν βοτανῶν τὴν κόμην ἅμα τοῖς ἄνθεσιν ἀποκρίνοντα τὸ ξυλῶδες· εἶτα πάντων ἅμα κοπέντων τε καὶ σησθέντων λεπτῷ κοσκίνῳ τὸ κάλλιστον ἀπηφρισμένον ἐπιμελῶς μιγνύσθω μέλι.
4 141 2 διδόναι δ’ αὐτὸ δεῖ καὶ δὶς καὶ πλεονάκις ἑκάστῃ ἡμέρᾳ καὶ ἕωθεν καὶ πρὸ τροφῆς καὶ μετὰ τροφὴν καὶ καθυπνοῦν μελλόντων.
4 141 3 τὸ δὲ πλῆθος ἑκάστης δόσεως ἔστω κοχλιαρίου μεστόν, μικροῦ μὲν ἐπὶ μικρῶν σωμάτων, μεγίστου δ’ ἐπὶ μεγίστων. Τὸ διὰ καλαμίνθης.
4 142 1 Καλαμίνθης καὶ γλήχους καὶ πετροσελίνου καὶ σεσέλεως ἑκάστου 𐅻 ιβ , σελίνου σπέρματος, θύμου, κορύμβων ἀνὰ 𐅻 δ , λιβυστικὸν 𐅻 ϛ , πεπέρεως 𐅻 μη .
4 142 2 τὰ μὲν ξηρὰ καὶ σκληρὰ τῶν βοτανῶν ἀπορρίπτειν, λαμβάνειν δὲ τὰ ἄκρα τῶν βοτανῶν σὺν τοῖς εὐθαλέσι φύλλοις καὶ τοῖς ἄνθεσι, κόπτειν δ’ ἅμα πάντα καὶ διαττᾶν λεπτοτάτῳ κοσκίνῳ· μιγνύειν δὲ τὸ κάλλιστον μέλι ἀκριβῶς ἀπηφρισμένον.
4 142 3 ἡ δὲ χρῆσις αὐτοῦ γινέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν πρὸ τῶν γυμνασίων καὶ λουτρῶν.
4 142 4 ἔξεστι δὲ καὶ χωρὶς τοῦ μῖξαι τὸ μέλι ξηρῷ τῷ φαρμάκῳ χρῆσθαι παραπλησίως ἁλσίν· ἔξεστι δὲ καὶ εἰς πτισάνην ἐμβαλεῖν ἢ εἰς ὄξος ἤ τι τοιοῦτον ἀντὶ πεπέρεως.
4 142 5 καὶ τὸ 〈σὺν τῷ〉 μέλιτι δὲ δυνατὸν ἀναμιγνύναι τοῖς ἐδέσμασιν.
4 142 6 μετὰ μέντοι τὴν τροφὴν μηδὲ λαμβάνειν μήτε τοῦτο μήτε ἄλλο τι φάρμακον ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον. Τὸ διὰ τοῦ χυλοῦ τῶν μήλων.
4 143 1 Τὸ διὰ τοῦ χυλοῦ τῶν μήλων ἐπιτήδειόν ἐστι τοῖς τε ἀνορέκτοις καὶ τοῖς μὴ καλῶς πέττουσιν.
4 143 2 [5] ἔστι δ’ ἡ σκευασία τοιαύτη· τῶν κυδωνίων μήλων, τῶν μειζόνων καὶ ἡδέων, τοῦ χυλοῦ λαβόντας ξέστας δύο χρὴ μῖξαι μὲν μέλιτος ὡς καλλίστου τὸ ἴσον, ὄξους δὲ ξέστην α , καὶ ταῦτα ἐπ’ ἀνθράκων διακεκαυμένων ἑψήσαντα μετρίως καὶ ἀπαφρίσαντα μῖξαι ζιγγιβέρεως μὲν 𐆄 γ , πεπέρεως δὲ τοῦ λευκοῦ 𐆄 β , καὶ οὕτω πάλιν ἐπὶ τῶν διακεκαυμένων ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως. τοῦτο τὸ φάρμακον οὐ μόνον τοῖς ἄτονον ἔχουσι τὴν γαστέρα, ἀλλὰ καὶ τοῖς τὸ ἧπαρ, ὠφέλιμόν ἐστιν.
4 143 4 εὔδηλον δ’ ὅτι μάλιστα μὲν αὐτὸ νῆστιν προσφέρεσθαι χρὴ πλῆθος ὅσον μύστρον.
4 143 5 βλάπτει δ’ οὐδέν, οὐδ’ ἂν μετὰ τροφὴν αὐτό τις λαμβάνῃ.
4 143 6 καλῶς δ’ ἂν προσφέροιτο, καὶ εἰ προηριστηκώς τις εἴη, εἶτα δειπνεῖν μέλλων λάβοι.
4 143 7 κάλλιστος δὲ καιρὸς ὁ πρὸ [τοῦ] δυοῖν ἢ τριῶν ὡρῶν τῆς τροφῆς.
4 143 8 [5] τοῖς μέντοι δύσκρατον ἔχουσι κατὰ θερμότητα τὴν γαστέρα καὶ τοῖς ὁπωσοῦν χολῆς πληρουμένοις ἀφελὼν τό τε ζιγγίβερι καὶ τὸ πέπερι τὸν χυλὸν τῶν μήλων δίδου μετ’ ὄξους τε καὶ μέλιτος, ἑψήσας μόνον ἐν τῇ προγεγραμμένῃ συμμετρίᾳ. Ὀξυμέλιτος σκευασία.
4 144 1 [5] Μέλι τὸ κάλλιστον ἐπ’ ἀνθράκων ἀπαφρίσαντας καὶ ἐπεμβαλόντας τοσοῦτον ὄξους, ὡς γευομένου μήτε ἄγαν ὀξὺ φαίνεσθαι μήτε γλυκύ, καὶ τοῦτο αὖθις ἑψεῖν ἐπ’ ἀνθράκων, ὡς ἑνωθῆναι τὰς ποιότητας αὐτῶν ἀκριβῶς καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος, εἶτ’ ἀποθεμένους που μιγνύειν ἐπὶ τῆς χρήσεως ὕδωρ, οὕτω κεραννύντας ὡς οἶνον.
4 144 2 βέλτιον μὲν οὖν ἐστι ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον.
4 144 3 τὴν δὲ πρώτην αὐτοῦ κρᾶσιν, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσειε, κατὰ τάδε ποιεῖσθαι χρή· ὄξους ἑνὶ μέρει διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος.
4 144 4 δι’ ὕδατος δ’ εὐθέως ἐξ ἀρχῆς οὕτω σκευάζειν· ὀξυμέλιτι μιγνύσθω τετραπλάσιον ὕδατος καλλίστου, κἄπειτα ἑψείσθω μετρίως, ἕως ἂν ὁ ἀφρὸς ἐφίστηται.
4 144 5 σκευάζεται δὲ καὶ κατ’ ἀρχὰς εὐθέως τῶν τριῶν μιχθέντων· ἔσται δ’ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, ὕδατος δὲ τέσσαρα· καὶ ταῦτα ἑψείσθω μέχρι τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν.
4 144 6 εἰ δ’ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον ἐμβαλεῖς ὄξους ὅσον μέλιτος.