eul_wid: vhc-an
DOI 10.5281/zenodo.20335421

Aëtius of Amida Medical Book V in Greek

Medical Book V constitutes the fifth volume of the Tetrabiblos, a sixteen-book medical encyclopedia compiled in Greek during the sixth century by the physician Aëtius of Amida. Functioning as a practical handbook, this volume systematically addresses diseases and treatments pertaining to the head. Its 159 chapters cover a wide range of conditions, including headaches, epilepsy, insomnia, and ailments affecting the eyes, ears, nose, and mouth. The text provides detailed therapeutic recipes, surgical instructions, and dietary advice for these disorders.

The work is fundamentally a compilation rather than an original treatise. Aëtius, who served as a court physician in Constantinople under Emperor Justinian I, synthesized knowledge from earlier Greek and Roman authorities, most notably Galen. Modern scholarship regards the encyclopedia as a significant effort to preserve and systematically organize classical medical knowledge for the practical use of Byzantine physicians. Its diagnostic explanations and therapeutic recommendations are grounded in the ancient theory of the four bodily humors.

The complete text of Aëtius's encyclopedia survives through numerous Greek manuscripts, attesting to its enduring utility in the Byzantine world. Book V is transmitted as an integral part of this larger corpus. The work was later translated into Latin, Arabic, and Syriac, extending its influence on medieval medicine in both the Eastern and Western traditions. Its preservation is of particular historical value because it incorporates extensive quotations from many earlier medical sources that are otherwise lost.

ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΒΙΒΛΙΟΝ Ε Τάδε ἐστὶν ἐν τῷ ε λόγῳ· [Start of Table] α Ὅτι χρὴ τὸν ἰατρὸν ἐπιστήμονα τῶν τῆς φύσεως ἔργων εἶναι καὶ τί ὤφελεν ἐρωτᾶν β Ὅτι ἄνευ τοῦ προγνῶναι τὴν νόσον οὐχ οἷόν τε θεραπεῦσαι γ Τίνα ἐστὶν ἀγαθὰ σημεῖα δ Τίνα ἐστὶ φαῦλα σημεῖα ε Ποίαν λέγειν δεῖ πρώτην ἡμέραν τοῦ νοσήματος ϛ Ὅτι ἀρχὴ τῶν νοσημάτων τριχῶς λέγεται ζ Τί ἐστι πυρετός η Τί ἐστι παροξυσμός θ Τί ἐστιν ἄνεσις ι Ὅτι ἡ ἄνεσις διχῶς λέγεται· συμπεριλαμβάνεται γὰρ καὶ τὸ διάλειμμα ια Τίς ἀρχὴ πυρεκτικῆς ἐπισημασίας ιβ Ἐπιδόσεως τοῦ μερικοῦ παροξυσμοῦ σημεῖα ιγ Ἀκμῆς τοῦ μερικοῦ παροξυσμοῦ σημεῖα ιδ Παρακμῆς τοῦ μερικοῦ παροξυσμοῦ σημεῖα ιε Τίς ἀρχὴ ὅλου τοῦ νοσήματος ιϛ Τίς ἐπίδοσις ὅλου τοῦ νοσήματος ιζ Ἀκμῆς διάγνωσις ὅλου τοῦ νοσήματος ιη Παρακμῆς διάγνωσις ὅλου τοῦ νοσήματος ιθ Ὅτι ἡ παρακμὴ τοῦ νοσήματος ἐπὶ τῶν ἀθρόων γιγνομένων κρίσεων λανθάνει τὴν αἴσθησιν κ Ὅτι ὁ μέλλων σώζεσθαι ἄρρωστος διεξέρχεται τοὺς δ καιροὺς ὅλης τῆς νόσου κα Πότερον βράδιον ἢ τάχιον κρίνεται τὸ νόσημα κβ Ὅπως δεῖ προγιγνώσκειν εἴτε κρίνεται τὸ νόσημα εἴτε μὴ καὶ πότε κγ Μελλούσης ἤδη γίνεσθαι κρίσεως σημεῖα κδ Ὅπως δεῖ προγιγνώσκειν εἴτε ἀγαθὴ εἴτε φαύλη γενήσεται κρίσις κε Ὅσαι ἀγαθαὶ κρίσιμοι ἡμέραι καὶ ὅσαι φαῦλαι κϛ Ἐφ’ ὧν ἀμφιβάλλεται τῆς ἀρχῆς ἡ ἡμέρα τοῦ νοσήματος, πῶς δεῖ ταύτην ἐξευρεῖν κζ Περὶ τῆς ἐκ τῶν σφυγμῶν σημειώσεως κη Περὶ τῆς ἐκ τῶν οὔρων σημειώσεως κθ Ὁποῖον οὖρον ἄριστόν ἐστιν λ Ὅτι οὐ πᾶσα λευκὴ ὑπόστασις ἀγαθὴ λα Τί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρὸν οὖρον λβ Τί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν λγ Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον λδ Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἐξαναθολούμενον λε Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ λϛ Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μετὰ ταῦτα καθιστάμενον λζ Τί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον λη Πόσαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί σημαίνουσιν λθ Τί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑποστάσεις μ Τί δηλοῦσιν αἱ πιτυρώδεις ὑποστάσεις μα Τί δηλοῦσιν αἱ πεταλώδεις ὑποστάσεις μβ Τί δηλοῖ τὰ κριμνώδη ἐν τοῖς οὔροις μγ Τί δηλοῖ τὸ δυσῶδες οὖρον μδ Τί δηλοῖ τὸ μέλαν οὖρον με Περὶ τῆς ἐκ τῶν διαχωρημάτων σημειώσεως μϛ Περὶ τῶν λόγῳ κρίσεως φερομένων ὑποχωρημάτων μζ Περὶ τῆς τῶν ἐμέτων προγνώσεως καὶ τῆς ἐξ αὐτῶν σημειώσεως μη Περὶ τῆς ἐκ ῥινῶν αἱμορραγίας προγνώσεως μθ Ὅτι δι’ αἱμορροΐδων καὶ τῆς γυναικείου καθάρσεως λύεται πολλάκις νόσημα ν Περὶ τῆς ἐκ τῶν ἱδρώτων σημειώσεως να Ἀποστάσεων κριτικῶν σημεῖον νβ Περὶ τῆς ἐκ τῶν πτυσμάτων σημειώσεως νγ Γνωρίσματα τοῦ πιστῶς λελύσθαι τὸ νόσημα νδ Γνωρίσματα τοῦ μὴ τελέως λελύσθαι τὸ νόσημα νε Πρόγνωσις ἡμέρας ἐν ᾗ μέλλει τεθνήξεσθαι ὁ ἄρρωστος νϛ Ὅτι καὶ τὴν ὥραν τοῦ θανάτου δυνατὸν προγνῶναι τὸν ἐπιστήμονα νζ Ὅτι ἐπὶ τῶν ὀξέων νοσημάτων οὔτε προλέγειν χρὴ τὸ τέλος οὔτε ἐγχειρεῖν τοῖς κεκρατημένοις νη Περὶ τῶν ἐφημέρων πυρετῶν νθ Περὶ τῶν ἐπὶ κόποις ἐφημέρων πυρετῶν ξ Περὶ τῶν ἐπ’ ἀγρυπνίᾳ καὶ φροντίδι ἢ λύπῃ ἢ θυμοῖς πυρεξάντων ξα Περὶ τῶν ἐπ’ ἐγκαύσει πυρεξάντων ξβ Περὶ τῶν ἐπὶ ψύξει πυρεξάντων· θεραπεία ξγ Περὶ τῶν ἐπὶ κορύζῃ καὶ κατάρρῳ πυρεξάντων ξδ Περὶ τῶν ἐπὶ πυκνώσει τοῦ δέρματος πυρεξάντων ξε Περὶ τῶν ἐπ’ ἀσιτίᾳ πυρετῶν ξϛ Δίαιτα κοινὴ τῶν ἐφημέρων πυρετῶν ξζ Περὶ τῶν ἐπὶ βουβῶσι πυρετῶν ξη Περὶ τῶν ἐπ’ ἀπεψίαις ἐφημέρων πυρετῶν ξθ Θεραπεία τῶν ἐφημέρων πολυημέρων λεγομένων πυρετῶν ο Περὶ συνόχων πυρετῶν οα Περὶ φλεβοτομίας ἐπὶ συνόχων οβ Περὶ τῆς τοῦ ψυχροῦ ὕδατος δόσεως ἐπὶ συνόχων πυρετῶν ογ Δίαιτα ἐπὶ συνόχων οδ Καθολικὴ διδασκαλία περὶ τῶν ἐπὶ σηπεδόνι συνόχων οε Περὶ τῶν ἐπὶ σηπεδόνι συνόχων οϛ Κοινὴ δίαιτα πάντων τῶν ἐπὶ σηπεδόνι πυρετῶν οζ Περὶ τῶν συνόχων πυρετῶν οη Θεραπεία καύσου Φιλουμένου οθ Τριταίου ἀκριβοῦς ἐκτεταμένου καὶ διπλοῦ διάγνωσις π Τριταίου ἀκριβοῦς θεραπεία πα Τριταίων νόθων θεραπεία πβ Περὶ ἡμιτριταίου πγ Τεταρταίου ἀκριβοῦς διάγνωσις πδ Τεταρταίου θεραπεία πε Ἀμφημερινοῦ διάγνωσις πϛ Ἀμφημερινοῦ θεραπεία πζ Περὶ ἠπιάλων πυρετῶν πη Κοινὰ βοηθήματα τῶν κατὰ περίοδον παροξυνομένων πθ Συγχρίσματα κοινὰ πάσης μετὰ ῥίγους περιόδου Ϟ Περὶ τῶν περὶ τὰ σπλάγχνα ἐρυσιπελατωδῶν διαθέσεων Ϟα Περὶ συντήξεως Ϟβ Περὶ τῶν ἐν ταῖς θερμαῖς καὶ ξηραῖς κράσεσι γιγνομένων πυρετῶν χωρὶς φλεγμονῆς καὶ σήψεως.
P (150) Κηρωτὴ ἐμψύχουσα Ϟγ Περὶ ἑκτικῶν καὶ μαρασμωδῶν πυρετῶν Ϟδ Ἑκτικῶν πυρετῶν θεραπεία Ϟε Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοσημάτων Ϟϛ Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ Ϟζ Περὶ τῶν ἐπὶ πλήθει ὠμῶν χυμῶν συγκοπτομένων Ϟη Περὶ τῶν διὰ ξανθὴν χολὴν συγκοπτομένων Ϟθ Περὶ τῶν ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένων ρ Περὶ τῶν ἄλλων προφάσεων ἐφ’ ὧν γίνονται συγκοπαί ρα Περὶ ὀδύνης συγκοπὰς ἐπιφερούσης ρβ Περὶ λειποθυμίας ργ Περὶ τῆς δι’ ἄμετρον κένωσιν λειποθυμίας ρδ Περὶ τῆς ἐπὶ πλήθει χυμῶν λειποθυμίας ρε Περὶ τῆς ἐξ ὑστέρας λειποθυμίας ρϛ Περὶ τῶν (τῆς leg.) δι’ ἄμετρον κένωσιν τῶν καταμηνίων λειποθυμίας ρζ Πρὸς τοὺς δι’ ἀτονίαν λειποθυμοῦντας ρη Περὶ τῶν διὰ μοχθηροὺς χυμοὺς ἐνοχλοῦντας τὸ στόμα τῆς γαστρὸς λειποθυμούντων ρθ Περὶ τῶν διὰ φλέγμα ἀθροισθὲν ἐν τῷ στομάχῳ λειποθυμούντων ρι Πρὸς τὰς δι’ ἰσχυρὰν ψῦξιν λειποθυμίας ρια Πρὸς τοὺς διὰ θερμασίαν πλείονα λειποθυμοῦντας ριβ Πρὸς τοὺς διὰ μέγεθος φλεγμονῶν ἢ κακοήθειαν πυρετῶν λειποψυχοῦντας ἐν ταῖς εἰσβολαῖς ριγ Πρὸς τοὺς διὰ ξηρότητα ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς συγκοπτομένους ριδ Πρὸς τοὺς διὰ ἔμφραξιν κυρίου μορίου λειποθυμοῦντας ριε Πρὸς τοὺς δι’ ἀθρόαν κένωσίν τινα λειποθυμοῦντας ριϛ Πρὸς τοὺς διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν λειποψυχοῦντας ριζ Περὶ καρδιακῶν καὶ βουλίμου ῥηθήσεται ἐν τῷ περὶ στομαχικῶν λόγῳ ριη Περὶ τῆς ἐν τοῖς πυρετοῖς κεφαλαλγίας Φιλουμένου ριθ Περὶ ἀγρυπνίας ἐν πυρετοῖς Γαληνοῦ ρκ Ἔτι περὶ ἀγρυπνίας Φιλουμένου καὶ Ἡροδότου ρκα Περὶ καταφορᾶς ρκβ Πῶς ἐπιμελητέον γλώττης τραχύτητος ἐν πυρετῷ ρκγ Πῶς δίψαν θεραπευτέον ρκδ Περὶ ὠταλγίας ἐν πυρετοῖς ρκε Διαπυήσαντος ὠτὸς θεραπεία καὶ περὶ δυσηκοΐας ρκϛ Περὶ ὀφθαλμίας ἐν πυρετοῖς ρκζ Περὶ ἀμαυρώσεως τῆς ἐκ νοσημάτων ἐπιγιγνομένης ρκη Θεραπεία ἐφ’ ὧν ἀπὸ τῶν ῥινῶν στάξις αἵματος ἐν πυρετοῖς γίγνεται ρκθ Πῶς κύστεως ἐπιμελητέον καὶ δυσουρίας ἐν πυρετοῖς ρλ Πῶς ἐπιμελητέον τῶν περὶ τὴν ὀσφὺν ἀλγημάτων ρλα Τῆς περὶ τὸ ἱερὸν ὀστέον ἐν πυρετοῖς γιγνομένης ἑλκώσεως θεραπεία ρλβ Τίς θεραπεία τῆς περὶ τὸν ὄσχεον καὶ δακτύλιον ἑλκώσεως ἐν πυρετοῖς ρλγ Θεραπεία τῶν ἐν πυρετοῖς ἐξανθημάτων ἐν ὅλῳ τῷ σώματι ἢ ἔν τισι μέρεσι ρλδ Περὶ τρόμων ἐν πυρετοῖς ρλε Περὶ σπασμῶν ἐν πυρετοῖς Γαληνοῦ ρλϛ Περὶ ἡδέων καὶ χρησίμων πομάτων ἐν πυρετοῖς ἐκ τῶν Φιλαγρίου ρλζ Ἡ διὰ κωδυῶν ἀντίδοτος ρλη Ὀμφακομέλιτος σκευασία ρλθ Ῥοδομέλιτος σκευασία ρμ Ὑδροροσάτου σκευασία ρμα Ἀπομέλιτος σκευασία ρμβ Ὑδρομήλου καὶ κουστουμηνάτου σκευασία ρμγ Κυδωνάτου σκευασία ρμδ Ὀξυμέλιτος σκευασία ἁπλῆ [End of Table] Περὶ τῆς πυρετῶν διαγνώσεως καὶ θεραπεία c .[245]
Arg (t) Τὸ μὲν διαιτητικὸν τῶν ὑγιεινῶν παραγγελμάτων ἀναγκαῖόν τε καὶ χρήσιμον πρὸς ὑγείας τήρησιν ὑπάρχον ἤδη προγέγραπται. μεμάθηκας οὖν ἐν αὐτῷ, ποίῳ καὶ τίνι τρόπῳ διαίτης χρώμενος καὶ σὺ αὐτὸς ὡς οἷόν τε ὑγιαίνοις ἂν μάλιστα καὶ τοῖς ὑπό σου ἐπιμελουμένοις τὴν προσήκουσαν ἑκάστῳ ὑγείαν διαφυλάξεις. ἐπειδὴ δὲ λαθόντας ἡμᾶς αὐτοὺς πολλάκις ἀμελέστερόν τε ἁπτομένους τῆς διαίτης ἢ κατά τινας πράξεων περιστάσεις, τῇ βίᾳ τοῦ περιέχοντος ἡμᾶς ἀέρος βλαβέντας, ἐγχωρεῖ ποτε ἁλῶναι νοσώδεσι κατασκευαῖς ὀξέων ἢ χρονίων παθῶν, ἄμεινον καὶ περὶ νοσημάτων διαλαβεῖν, ἀπὸ δὲ τῆς καθόλου τῶν πυρετωδῶν νοσημάτων ἄρξασθαι σημειώσεως, ὅτι τε μᾶλλον ἐπιπολάζει ταῦτα κοινὰ πάσης ἡλικίας ὑπάρχοντα καί ἐστιν οὐκ ἀκίνδυνα, ταραχὴν καὶ θόρυβον αἰφνίδιον ἐπιφέροντα τῷ πλήθει τῶν συμπτωμάτων. Ὅτι χρὴ τὸν ἰατρὸν ἐπιστήμονα τῶν τῆς φύσεως ἔργων εἶναι καὶ τί ὀφείλει ἐρωτᾶν.[10]
1 διὸ χρὴ γεγυμνασμένον κατὰ τὸ Προγνωστικὸν Ἱπποκράτους καὶ τὰ ἄλλα τὸν ἰατρὸν εἶναι ἐπίστασθαί τε τὰ τῆς φύσεως ἔργα, “φύσιες γὰρ ζῴων ἰητροί”· συνεργεῖν δὲ δεῖ τῇ φύσει πρὸς σωτηρίαν ἀγωνιζομένην πρὸς τὴν νόσον. οὕτως γὰρ ἡ φύσις σύμμαχον λαβοῦσα τὸν ἰατρὸν τὰ δέοντα ποιοῦντα αὐτόν τε τὸν ἄρρωστον πειθήνιον καὶ μηδὲν ἐν τῇ διαίτῃ ἁμαρτάνοντα περιγένοιτο ἂν τῆς νόσου· συνεργοὺς δὲ εἶναι χρὴ καὶ τοὺς ὑπηρέτας καὶ τοὺς ἔξωθεν πρὸς τὸ μηδὲν ὑπεναντίον γενέσθαι τοῖς καλῶς πραττομένοις. Ὅτι ἄνευ τοῦ προγνῶναι τὴν νόσον οὐχ οἷόν τε καλῶς θεραπεῦσαι.[5]
2 πρόκειται δὲ ἡμῖν σημειωτικὸν ἐνστήσασθαι λόγον πρότερον, ὡς ἄνευ τοῦ προγινώσκειν εἰς ὅτι τελευτήσει τὸ νόσημα οὐχ οἷόν τε καλῶς εὐπορῆσαι τοῦ τρόπου τῆς διαίτης καὶ μάλιστα ἐπὶ τῶν ὀξέων νοσημάτων καὶ κίνδυνον ὀξὺν ἐπιφερόντων. Τίνα ἐστὶν ἀγαθὰ σημεῖα.[5]
3 εὔσημον πρόσωπον· δυνήσῃ γὰρ κἀκ τοῦ προσώπου μόνου βεβαίαν καὶ πιστὴν πρόγνωσιν λαβεῖν, πρὶν ἅψασθαι τοῦ νοσοῦντος, λέγω δὴ ἐκ τῶν ἐν αὐτῷ αἰσθήσεων, ὄψεως ἀκοῆς ὀσφρήσεως· πρὸς τούτοις δὲ καὶ ἐκ τῆς ἀναπνοῆς, ἧς χωρὶς ζῆν οὐχ οἷόν τε, δηλούσης ἡμῖν ὅπως ἡ καρδία διάκειται. πάρεστι δὲ ἐν τῷ προσώπῳ καὶ τὸ διαλεκτικὸν ὄργανον τῆς γλώττης ἐμφαῖνον ἡμῖν τὴν ῥώμην τε καὶ ἀρρωστίαν τοῦ λογιστικοῦ μορίου τῆς ψυχῆς. ἀγαθὸν δὲ καὶ ἡ εὐσχήμων κατάκλισις, ὡς μάλιστα εἴθιστο ὑγιαίνων ἐπιστρέφεσθαι ῥᾳδίως. εὔφορόν τε καὶ τὸ σῶμα πᾶν ὁμαλῶς θερμὸν εἶναι, ἄδιψον ὡς οἷόν τε ὑπάρχειν καὶ τὸ ἐρρῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθόν. ἀγαθὸν δὲ καὶ ἡ εὔπνοια καὶ ἡ εὐταξία τῶν σφυγμῶν· ἐκ τούτων γὰρ καὶ τῶν λεχθησομένων γνωσόμεθα τὴν ῥώμην τε καὶ ἀρρωστίαν τῶν τριῶν ἐνεργειῶν τῆς ψυχῆς· τὸ γὰρ ἐρρῶσθαι τὴν διάνοιαν καὶ τὸ μὴ καταρρεῖν ἐπὶ πόδας, δηλοῖ τὸν ἐγκέφαλον κατὰ πάντα ἐρρῶσθαι· τὸ δὲ εὐανθὲς τοῦ προσώπου καὶ ἡ εὔπνοια καὶ ἡ εὐσφυξία δηλοῖ τὴν καρδίαν ἐρρῶσθαι. ἔστι γὰρ ὅτε εὐανθὲς γίνεται τὸ πρόσωπον μετὰ δυσπνοίας, ὡς ἐπὶ τῶν περιπνευμονικῶν· τὸ δὲ ἄδιψον εἶναι καὶ εὖ ἔχειν πρὸς τὰς προσφοράς, τὴν φυσικὴν δύναμιν ἔν τε τῷ ἥπατι καὶ ἐν παντὶ τῷ σώματι ἐρρῶσθαι δηλοῖ. ἀγαθὸν δὲ καὶ ὕπνοι χρηστοὶ καὶ ἱδρῶτες δι’ ὅλου τοῦ σώματος εὔκρατοί τε καὶ ὁμαλοὶ καὶ σύμμετροι καὶ ἐν τῷ δέοντι καιρῷ ἐπιφαινόμενοι· ὑποχόνδριον ἀνώδυνόν τε εἶναι καὶ εὐαφὲς καὶ πρὸς τούτοις ἔτι τὰς διαχωρήσεις κοιλίας καὶ οὔρων καὶ πτυσμάτων ἀπαραποδίστους τε εἶναι καὶ χρηστά τινα πέψεως φέρειν γνωρίσματα. Τίνα ἐστὶ φαῦλα σημεῖα.[20]
4 προσώπου παντὸς καὶ κροτάφων σύμπτωσις, ὀφθαλμοὶ πεπηγότες καὶ κοῖλοι, δάκρυον ἀκούσιον, τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐν τοῖς ὕπνοις ὑποφαινόμενα μὴ ἔχουσιν ἔθος οὕτω καθεύδειν, καὶ τὸ σῶμα καταρρεῖν γε ἐπὶ πόδας καὶ τὸ πρηνὴς κεῖσθαι, ὃ μὴ σύνηθες, ἀήθης τρισμὸς ὀδόντων, ἀνωμάλως τὸ σῶμα πᾶν θερμαίνεσθαί τε καὶ ψύχεσθαι, δύσφορόν τε εἶναι καὶ δίψος ἀφόρητον καὶ καῦμα τῶν ἐντός, τῶν ἔξω ψυχρῶν τυγχανόντων, ἔκστασίς τε διανοίας οἷον παρακοπή τις ἢ ἀναισθησία καὶ καταφορὰ καὶ ἀποστροφὴ πάσης ὀρέξεως, ψῦχος ἐπὶ φλεγμονῇ τῶν περὶ θώρακα καὶ κατὰ τὰς πλευρὰς γιγνόμενον, δύσπνουν τε εἶναι καὶ ψυχρὸν ἀναπνεῖν καὶ ἔξω ἐν τῇ ἐκπνοῇ μέγα, εἴσω δὲ σμικρὸν εἰσπνέοντα· ἤδη γὰρ τοῦτο μέλλουσαν νέκρωσιν δηλοῖ τῆς καρδίας, ὥσπερ καὶ τὸ ἄσφυγμον εἶναι ἢ κακόσφυγμον. “εὔπνοιαν” γάρ, φησὶν Ἱπποκράτης, “χρὴ νομίζειν [πάνυ] κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα ξὺν πυρετῷ καὶ ἐν μ ἡμέρῃσι κρίνεται.” κακὸν δὲ καὶ ἀγρυπνίαι συνεδρεύουσαι ἢ καὶ γιγνόμενοι μὲν ὕπνοι ταραχώδεις γε καὶ ἱδρῶτες ψυχροὶ καὶ ἀνώμαλοι καὶ μὴ περὶ πᾶν τὸ σῶμα καί ποτε κεγχρώδεις καὶ γλίσχροι· κατάψυξιν γὰρ ἰσχυρὰν καὶ ταῦτα δηλοῖ. καὶ τὸ οὐκ ἐν τῷ δέοντι καιρῷ ἐπιφαίνεσθαι τοὺς ἱδρῶτας οὐκ ἀγαθὸν καὶ τὸν πυρετὸν εὐθὺς διαδέχεσθαι τοὺς ἱδρῶτας, ἐποχὴν τῶν κατὰ κοιλίαν καὶ μάλιστα κύστιν καὶ τῶν ἄλλων ἐκκρίσεων· ἀλλ’ ἡνίκα φέροιντο μή, τινὸς ὀλέθρου γνωρίσματα φέροιεν· καὶ μάλιστα οὖρα δυσώδη τε καὶ παχέα καὶ μέλανα. τὰ γὰρ τοιαῦτα ἐπὶ ὀξέων καὶ κακοήθων νοσημάτων παντάπασι κινδύνου δηλωτικά· ὑποχονδρίων ἔντασις ἢ ἀνάτασις καὶ κυρίων μορίων φλεγμοναὶ μέγισται, ἐγκεφάλου τε λέγω καὶ καρδίας καὶ πνεύμονος ἥπατός τε καὶ γαστρὸς καὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. τινὸς γὰρ τῶν τοιούτων νοσημάτων παρόντος, τὰ πάντα φαῦλα σημεῖα ἐπιφαινόμενα κινδυνώδη. χρὴ δὲ ἑκάστου σημείου τὴν δύναμιν ἐκμανθάνειν· ἓν γάρ ποτε σημεῖον ἰσχυρόν τε καὶ μέγιστον πλειόνων σημείων ἀπίστων τε καὶ ἀσθενῶν οἶδε κρατεῖν. Ποίαν λέγειν δεῖ πρώτην ἡμέραν τοῦ παντὸς νοσήματος.[30]
5 ἀρχὴν δὲ λέγειν δεῖ τοῦ παντὸς νοσήματος ἐκεῖνον τὸν χρόνον ἡνίκα πυρέττειν ἀρξάμενος ὁ ἄνθρωπος οὕτω σαφῶς, ὡς τὴν συνέχειαν αὐτῷ λελύσθαι τοῦ σώματος καὶ μηκέτι ἰσχύειν προιέναι ἐπ’ ἀγορᾶς καὶ τὰ συνήθη πράττειν καὶ διὰ τοῦτο κατακλίσεως ἐδεήθη. οὐ γὰρ δὴ ταὐτόν ἐστι δυσαρεστεῖν καὶ πυρέττειν. ὁ μὲν γὰρ κεφαλαλγῶν ἢ δυσαρεστῶν καὶ βεβαρημένος τῷ σώματι δύναται ὡς ἐπίπαν κατ’ ἀρχὰς τὰ συνήθη πράττειν, μέχρις ἂν κατισχύσειεν αὐτοῦ τὸ νόσημα καταβαλεῖν τὴν δύναμιν. Ὅτι ἀρχὴ τῶν νοσημάτων τριχῶς λέγεται.[5]
6 ἀρχὴ λέγεται κυρίως ἡ ἀμερὴς καὶ ἀκαριαία καὶ πρώτη τοῦ νοσήματος εἰσβολή, ἐν ᾗ νικηθεὶς ὁ ἄνθρωπος κατεκλίθη. ἀρχὴ δὲ λέγεται καὶ ἣν κατὰ πλάτος ὀνομάζουσιν, ἡ μέχρι τῆς τρίτης ἡμέρας ἐπεκτεινομένη. ἀρχὴ δὲ λέγεται καὶ κυρία καὶ ἀναγκαιοτάτη τυγχάνουσα καὶ ἣν ὡς μέρος ὅλου τοῦ νοσήματος ἀρχὴν ὀνομάζομεν, ἥτις γνωρίζεται οὐχ ἡμερῶν ἀριθμῷ, ἀλλ’ ἢ τῇ πραότητι τῶν παροξυσμῶν 〈ἢ〉 καὶ τῇ τῶν συνεδρευόντων συμπτωμάτων ἐπιεικείᾳ· ἔν τε τῇ ἀναβάσει αὔξησις καὶ τῶν νοσημάτων καὶ τῶν συμπτωμάτων γίνεται· οἱ γὰρ παροξυσμοὶ προλαμβάνουσι καὶ μακρότεροι γίγνονται ἐν τῇ ἀναβάσει, τά τε συμπτώματα δεινότερα. ἀρχὴ οὖν λέγεται τοῦ παντὸς νοσήματος, ἄχρις ἂν φανῇ σαφῆ καὶ χρηστὰ φέρειν πέψεως γνωρίσματα. εἰ μὲν οὖν ὀλιγοχρόνιος ἡ ἀρχὴ γίγνοιτο, ἐν τάχει λυθήσεσθαι τὸ νόσημα δηλοῖ, ὡς Ἱπποκράτει δοκεῖ, “οἷον ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μέν, βραχύνει· ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει”, ἡ νόσος δηλονότι· ὅθεν καθ’ ἡντιναοῦν ἡμέραν ἐπιφανείη ἐν τοῖς ἐκκρινομένοις περιττώμασι σαφοῦς πέψεως γνωρίσματα, λέγομεν πεπαῦσθαι τὴν ἀρχὴν τοῦ παντὸς νοσήματος, ἄρχεσθαι δὲ τὴν ἐπίδοσιν. πέψεως γὰρ σημεῖα οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται. Τί ἐστι πυρετός.[15]
7 πυρετός ἐστι θερμότης παρὰ φύσιν καρδίας καὶ ἀρτηριῶν βλάπτουσα τὸν ζωτικὸν τόνον, ἀναφερομένη τε ἐκ βάθους καὶ δριμεῖα καὶ δακνώδης προσπίπτουσα τῇ ἁφῇ καὶ μάλιστα κατὰ τὸν θώρακα καὶ ἔνθα ἀρτηρίαι μεγάλαι εἰσὶ τεταγμέναι. πρὸς δὲ τῇ αὐτῇ θερμασίᾳ ἀνωμαλία τις καὶ ἀταξία κατὰ τὸ εἶδος τοῦ πυρετοῦ προσγίνεται τοῖς σφυγμοῖς. Τί ἐστι παροξυσμός.[5]
8 παροξυσμός ἐστι κίνημα νοσήματος μερικὸν ἐπὶ τὸ χεῖρον ἀπὸ ἀνέσεως· μερικὸν δὲ κίνημα εἴρηται πρὸς διάκρισιν τῆς καθόλου τῶν νοσημάτων ἐπιδόσεως. Τί ἐστιν ἄνεσις.
9 ἄνεσίς ἐστι μερικοῦ παροξυσμοῦ πρὸς καιρόν τινα παῦλα τῶν συνεδρευόντων τῷ σώματι νοσημάτων καὶ συμπτωμάτων. Ὅτι ἡ ἄνεσις διττὴ λέγεται· συμπεριλαμβάνεται γὰρ καὶ τὸ διάλειμμα.
10 τῆς δὲ ἀνέσεως ἡ μὲν εἰλικρινής ἐστι καὶ καθαρά, ἡ δὲ δυσκρινὴς καὶ οὐ καθαρά. ἡ μὲν οὖν εἰλικρινὴς ἄνεσις ἐπιγιγνώσκεται ἐκ τῆς παντελοῦς ἠρεμίας τῶν συνεδρευόντων τῷ παροξυσμῷ συμπτωμάτων περιγραφείσης· καὶ διὰ τοῦτο λέγεται διάλειμμα, ὡς ἐπὶ τῶν κατὰ περίοδόν τινα παροξυνόντων, οἷον τριταίων τεταρταίων ἀμφημερινῶν κεφαλαίας ἐπιληψίας ποδάγρας καὶ τῶν παραπλησίων. ἡ δὲ δυσκρινὴς ἄνεσις καὶ οὐ καθαρὰ καταλαμβάνεται ἐκ τῆς τῶν συμπτωμάτων ὑφαιρέσεως, ὡς ἐπὶ συνεχῶν μάλιστα πυρετῶν γίγνεται· ἐπὶ γὰρ τούτων, πρὶν παντελοῦς λύσεως τοῦ νοσήματος, οὐκ ἂν καθαρὰ γίνεται ἡ ἄνεσις. ἐπικαταλαμβάνει γὰρ τὴν παρακμὴν τοῦ προτέρου ἕτερος παροξυσμός. Τίς ἀρχὴ πυρεκτικῆς ἐπισημασίας.[10]
11 ἀρχὴ γοῦν ἐστι πυρεκτικοῦ παροξυσμοῦ ὡς ἐπίπαν συστολὴ τῶν ἄκρων μορίων πάντων καὶ μάλιστα τῆς ῥινὸς καί ποτε καὶ κατάψυξις ὅλου τοῦ σώματος, βηχίον ἔσθ’ ὅτε σμικρὸν ἐρεθίζον τῇ καταψύξει συνεισβάλλον χάσμη τε καὶ σκορδινισμὸς ἢ ναυτία ἢ ἔμετος ἢ λειποθυμία, ἄλγημα κεφαλῆς ἢ ἄλλου τινὸς μορίου, εἰς ὕπνον τε καταφορὰ πολλάκις· σφυγμός τε πρὸς τούτοις σμικρὸς καὶ συνεσταλμένος, βραδέως ἀνακύπτων καὶ τῶν εἰωθότων συνεδρεύειν συμπτωμάτων τῷ παρόντι νοσήματι ἐρεθισμός. Ἐπιδόσεως τοῦ μερικοῦ παροξυσμοῦ σημεῖα.[5]
12 κατὰ δὲ τὴν ἐπίδοσιν τοῦ παροξυσμοῦ τῶν μὲν ἄλλων συμπτωμάτων αὔξησίς τε καὶ δεινότης ἐπιγίνεται· τὰ δὲ τῆς συστολῆς τε καὶ καταψύξεως ἀπολήγει καὶ ὁ σφυγμὸς ἀνωμάλως ἀνακύπτει καὶ τὸ σῶμα θερμαίνεται μέν, οὐκ ἀκριβῶς δέ. Ἀκμῆς τοῦ μερικοῦ παροξυσμοῦ σημεῖα.[5]
13 κατὰ δὲ τὴν ἀκμὴν τοῦ παροξυσμοῦ ἡ μὲν θερμασία ὁμαλῶς διαχεῖται καὶ κατακερματίζεται καθ’ ὅλον τὸ σῶμα· οἵ τε σφυγμοὶ τὸ πᾶν τῆς αὐξήσεως μέγεθος ἀπολαμβάνοντες ἀνάλογον τῆς ὑποκειμένης ὕλης στάσιν ἴσχουσι καὶ τὰ ἄλλα τοῦ παροξυσμοῦ συμπτώματα. τότε δὲ ἤδη καιρὸς ποτὸν διδόναι τῷ κάμνοντι. Παρακμῆς τοῦ μερικοῦ παροξυσμοῦ σημεῖα.[5]
14 παρακμὴ δέ ἐστιν ἀρχομένων μειοῦσθαί τινων ἢ πάντων τῶν εἰρημένων συμπτωμάτων καὶ τῶν σφυγμῶν ποσῶς εἰς εὐταξίαν ἐρχομένων. ἔσθ’ ὅτε δὲ καὶ νοτίδες ἐπιγίγνονται καὶ ἡ θερμασία δηλονότι μαραίνεται· ποτὲ δὲ καὶ ὕπνοι χρηστοὶ συντρέχουσιν, εἰ μέλλει μακρὸς μεταξὺ ὁ χρόνος ἔσεσθαι τῆς ἐπισημασίας, ὡς ἐν ταῖς καθαραῖς ἀνέσεσιν ὀφείλει γίγνεσθαι. εἴωθε γὰρ ἐνίοτε ἐπικαταλαμβάνειν ἐπί τινων νοσημάτων παροξυσμὸς ἕτερος τὴν παρακμὴν τοῦ προτέρου, καθάπερ ἐπὶ τῶν συνεχῶν πυρετῶν γίνεται. Τίς ἀρχὴ ὅλου τοῦ νοσήματος.[5]
15 ἤδη προείρηται ὡς ἀρχὴν τοῦ παντὸς νοσήματος ἐκεῖνον τὸν καιρὸν λέγομεν, ἡνίκα ἡττηθεῖσα τῇ βίᾳ τοῦ νοσήματος ἡ δύναμις τοῦ ἀνθρώπου ἀρχὴ τῆς κατακλίσεως γέγονε. Τίς ἐπίδοσις ἤτοι ἀνάβασις ὅλου τοῦ νοσήματος.
16 ἡ δὲ ἐπίδοσις τοῦ παντὸς νοσήματός ἐστιν, ὅταν οἱ παροξυσμοὶ τῆς συνήθους ὥρας καὶ προλαμβάνοιεν καὶ μακρότεροι καὶ κακοηθέστεροι καὶ μετὰ πλειόνων καὶ βαρυτέρων συμπτωμάτων γίγνωνται. Ἀκμῆς διάγνωσις ὅλου τοῦ νοσήματος.
17 στάσιν δὲ τῶν παροξυσμῶν λαμβανόντων ὁμοίως τε γιγνομένων ἐφεξῆς κατὰ πάντα τῶν συνεδρευόντων συμπτωμάτων καὶ μήτε ἀφαιρούντων μήτε προστιθέντων, τότε ἀκμάζειν λέγεται τὸ νόσημα. ἡ γὰρ ἀκμή ἐστι τὸ σφοδρότατον μέρος ὅλης τῆς νόσου, ὅτε καὶ ἀγαθαὶ κρίσεις μάλιστα γίνεσθαι φιλοῦσι. Παρακμῆς διάγνωσις ὅλου τοῦ νοσήματος.[5]
18 ἐπὶ δὲ τῆς παρακμῆς τοῦ ὅλου νοσήματος τὰ ἐναντία τῆς ἐπιδόσεως γίνεται· ὑστερίζει μὲν γὰρ κατὰ τὴν εἰσβολὴν τῆς συνήθους ὥρας ὁ παροξυσμός, χρόνον δὲ ἐλάχιστον κατέχει τά τε συμπτώματα ἐπιεικέστερα καὶ ἁπλούστερα γίνεται ἢ οὐδόλως ἐπιφαίνεται, εὐφορία τε καὶ ἄνεσις κατὰ πάντα. Ὅτι ἡ παρακμὴ τοῦ παντὸς νοσήματος ἐπὶ τῶν ἀθρόως γιγνομένων κρίσεων λανθάνει τὴν αἴσθησιν.[5]
19 ὅσα ἀθρόως κατὰ τὴν ἀκμὴν κρίνεται νοσήματα καὶ τελείαν ἀποδέχεται λύσιν, δυσθήρατον ἴσχει τὴν παρακμήν, ὡς μηδὲ κατάδηλον αἰσθήσει γίγνεσθαι, ἀλλ’ οὐδὲ χρήσιμόν ἐστιν αὐτὴν ζητεῖν. ἀρκεῖ γὰρ γιγνώσκειν ὅτι λέλυται πιστῶς καὶ ἀσφαλῶς καὶ τελείως τὸ νόσημα. Ὅτι ὁ μέλλων σώζεσθαι ἄρρωστος διεξέρχεται τοὺς δ καιροὺς ὅλης τῆς νόσου.[5]
20 ἐὰν μὲν οὖν ἀκίνδυνον εἴη τὸ νόσημα ὀξέως τε κινοῖτο καὶ πρὸς τούτοις ἀγαθὰ καὶ χρηστὰ σημεῖα παρείη τῷ κάμνοντι, διεξέρχεται ταχέως τοὺς δ καιροὺς ὅλου τοῦ νοσήματος καὶ δηλονότι καὶ σωθήσεται· εἰ δὲ τἀναντία τούτων παρείη, πρὸ τῆς ἀκμῆς μάλιστα τεθνήξεται. Πότερον βράδιον ἢ τάχιον κρίνεται τὸ νόσημα.[5]
21 πότερον δὲ βράδιον ἢ τάχιον κριθήσεται, ἔκ τε τοῦ μεγέθους τοῦ νοσήματος καὶ τοῦ σφοδροῦ τῆς κινήσεως ἔσται δῆλον. τὰ γὰρ μεγάλα νοσήματα ὀξέως κινεῖται, τὰ δὲ ὀξέως κινούμενα ταχέως κρίνεται. Ὅπως δεῖ προγινώσκειν εἴτε κρίνεται τὸ νόσημα εἴτε μὴ καὶ πότε.
22 τὰ μεγάλα τῶν νοσημάτων καὶ ὀξέως καὶ σφοδρῶς κινούμενα κρίνεται πάντως, ὅσα δὲ σμικρὰ καὶ ἀργοτέρως καὶ βληχρῶς κινεῖται, εἰ χρόνιά εἰσι, λύεται μόνον κατὰ βραχὺ χωρὶς κρίσεως· σπανίως δὲ εἰς ἀπόστασιν ὁρμᾷ τὰ τοιαῦτα. ὁ γὰρ τριταῖος καίτοι διαλείπων ὀξέως καὶ σφοδρῶς κινούμενος κρίνεται· ὁ δὲ τεταρταῖος διότι χρόνιος κατὰ βραχὺ ὡς ἐπίπαν λύεται καὶ οἱ ἀργοτέρως κινούμενοι πάντες. Πρόγνωσις νοσήματος δι’ ἐκκρίσεως λυομένου. τὴν τοίνυν τοῦ νοσοῦντος ἐπίσκεψαι φύσιν εἴτε πικρόχολός ἐστιν εἴτε φλεγματώδης εἴτε μελαγχολική· δεύτερον δὲ ἐπὶ τούτοις τὴν ὥραν τοῦ ἔτους καὶ τὴν τοῦ κάμνοντος ἡλικίαν καὶ τὴν κρᾶσιν καὶ τὸ ἐπιτήδευμα καὶ τὴν προγεγενημένην δίαιταν· οὐ μὴν ἀλλὰ καὶ τὴν χώραν καὶ τὴν κατάστασιν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. μετὰ δὲ ταῦτα σκοπεῖσθαι τὰς περιόδους τῶν παροξυσμῶν, ὡς προείρηται, καὶ εἴτε διαλείπουσιν εἴτε μή, καθάπερ ἐπὶ συνόχων ἐστὶν ἰδεῖν. εἰ μὲν γὰρ ἐπείγοιντο καὶ προλαμβάνοιεν ἀεὶ τῆς ἀναλόγου ὥρας καὶ σφοδρότεροι γίγνοιντο καὶ διὰ τρίτης ἀπαντῷεν, ἐν τάχει κριθήσεσθαι δηλοῦσιν· εἰ δὲ ἀργῶς κινοῖντο καὶ κατ’ αὐτὴν τὴν ὥραν εἰσβάλλοιεν, ἐφ’ ἑκάστῃ τε γίγνοιντο ἡμέρῃ, χρονίζειν τὴν κρίσιν σημαίνουσι. προσεπιβλέπειν δὲ καὶ τοὺς πεπασμοὺς τῶν περιττωμάτων, εἰ χρηστοὶ καὶ εἰ ἐν ἐπιδήλοις ἡμέραις γίγνοιντο μετὰ δυνάμεως ἐρρωμένης. τὰ γὰρ χολώδη νοσήματα καὶ ὀξέως κινούμενα μετὰ δυνάμεως ἐρρωμένης, εἰ εὐθὺς ἐξ ἀρχῆς ἀκίνδυνα πάντα ἐνδείξηται τὰ σημεῖα, κατὰ τὴν πρώτην τετράδα τὴν κρίσιν ἐπαγγέλλεται· εἰ δὲ ἐν τῇ τετάρτῃ προσημάνῃ, τὴν ἑβδόμην οὐχ ὑπερβαίνει. “οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γιγνόμενοι τεταρταῖοι παύονται ἢ πρόσθεν”, φησὶν Ἱπποκράτης, “οἵ τε κακοηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν.” Μελλούσης ἤδη γίγνεσθαι κρίσεως σημεῖα.[25]
23 μελλούσης ἤδη παρεῖναι τῆς κρίσεως, προηγεῖται οὐ σμικρὰ ταραχὴ κατὰ τὸ τοῦ κάμνοντος σῶμα καὶ μάλιστα κατὰ τὴν πρὸ τοῦ κριτικοῦ παροξυσμοῦ νύκτα. “οἷσι γὰρ κρίσις μέλλει γίγνεσθαι, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ”, φησὶν Ἱπποκράτης. καὶ γὰρ δυσφορίαι καὶ ἀγρυπνίαι καὶ παραφροσύναι καὶ κώματα καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ δυσαισθησίαι καὶ ἀλγήματα κεφαλῆς καὶ τραχήλου καὶ στομάχου καὶ πολλῶν ἄλλων μορίων, ἐπί τινων δὲ καὶ ὤτων ἦχοι καὶ μαρμαρυγαὶ πρὸ τῶν ὀφθαλμῶν φαίνονται καὶ δάκρυον ἀκούσιον ῥεῖ καὶ οὖρον ἴσχεται καὶ χεῖλος σείεται ἢ καὶ ἄλλο τι μέρος τρομῶδες γίγνεται· καὶ λήθη καὶ ἄγνοια τῶν παρόντων καὶ ῥῖγος σφοδρὸν ἐνίοτε ἐμπίπτει, καύσου πρότερον μὴ γενομένου καὶ τοὐπίπαν ὁ παροξυσμὸς προεισβάλλει τῆς συνήθους ὥρας καὶ καῦμα πολὺ καὶ δίψος ἀφόρητον ἕπεται καὶ βοῶσι καὶ ἀναπηδῶσιν, ὥσπερ ἔκπληκτοι. καὶ τὸ τῆς κατακλίσεως σχῆμα φυλάττειν οὐ δύνανται, καὶ φόβος ἐπικρέμαται τοῖς ὁρῶσιν. ὁ δὲ ἰδιώτης ἰατρὸς θεωρῶν τὴν ζάλην τῶν συμπτωμάτων ταράττεται καὶ μετὰ τῶν οἰκείων τοῦ κάμνοντος τὴν συμφορὰν ὀδύρεται, διὰ δὲ τῆς συμπαθείας τὴν ἀμαθίαν κρύπτει. ἰατροῦ γε μήν ἐστι γενναίου μὴ ταράττεσθαι μηδ’ ἀγνοεῖν τὸ μέλλον ἀποβήσεσθαι, ἀλλ’ ἐκ τῶν παρόντων προγιγνώσκειν οὐ μόνον ὅτι κρίσις μέλλει γίγνεσθαι, ἀλλὰ καὶ ὁποία τις ἔσεσθαι μέλλει. Ὅπως δεῖ προγιγνώσκειν εἴτε ἀγαθὴ εἴτε φαύλη γενήσεται κρίσις.[20]
24 τὴν δὲ ἀρίστην κρίσιν, ἣν καὶ μόνην κρίσιν ἁπλῶς ὀνομάζεσθαί φαμεν, οὐ στοχαστικῶς ἄν τις ὥσπερ τὰς ἄλλας, ἀλλὰ βεβαίως προγιγνώσκει. πάντα γὰρ ἐπὶ τῶν τοιούτων νοσημάτων εὐθὺς ἐξ ἀρχῆς ἀκίνδυνα φαίνεται τὰ σημεῖα, ὥσπερ αὖ πάλιν ἐπὶ τῶν τεθνηξομένων ὡς ἐπὶ τὸ πολὺ ἐξ ἀρχῆς πάντα φαῦλα φαίνεται. πρῶτον μὲν οὖν ἁπάντων ἐπισκέπτεσθαι χρὴ τὴν δύναμιν τοῦ νοσοῦντος, ἔπειτα δὲ τοὺς πεπασμοὺς ἐξ οὔρων τε καὶ διαχωρημάτων καὶ πτυσμάτων. οὐδένα γὰρ πώποτε τῶν ἐπὶ προδηλωθείσῃ χρηστῇ πέψει κριθέντων ἀπολλύμενον ἐθεασάμην. τρίτον δὲ τὸ ἐν ἀκμῇ τοῦ τε ὅλου νοσήματος καὶ τοῦ μερικοῦ παροξυσμοῦ καὶ ἡμέρᾳ μαρτυρούσῃ ἀπαντῆσαι τὴν κρίσιν, ἐφεξῆς δὲ τό τε εἶδος τοῦ νοσήματος καὶ τὸ ἦθος· εἶδος μὲν λέγω εἰ τριταῖος ἢ τεταρταῖος ἢ ἀμφημερινὸς ἢ εἴ τις ἕτερος, ἦθος δὲ εἰ μέτριον καὶ ἐπιεικὲς ἢ πονηρὸν καὶ κακόηθες. μάλιστα δὲ τὸ ἦθος δηλώσει σοι εἴτε σωθήσεται εἴτε τεθνήξεται. καὶ ἐν μὲν τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι προσέχειν μὲν μάλιστα χρὴ τοῖς πτύσμασι, μὴ μέντοι μηδὲ τῆς τῶν οὔρων ἐπισκέψεως ἀμελεῖν, προσεπιβλέπειν δὲ καὶ τὰ διαχωρήματα. ἐπὶ δὲ τῶν πυρεττόντων ἄνευ φλεγμονῆς τινος τῶν σπλάγχνων τοῖς οὔροις μάλιστα προσέχειν τὸν νοῦν. ἐπὶ δὲ τῶν ὀλεθρίων νοσημάτων πρῶτον καὶ μέγιστόν ἐστι σημεῖον τοῦ χωρὶς κρίσεως τεθνήξεσθαι ἡ ἐσχάτη ἀρρωστία τῆς δυνάμεως· οὐ γὰρ ἐπεγείρεται πρὸς διαμάχησιν. δεύτερον δὲ εἰ μηδὲν ὅλως εἴη μηδὲ τοὐλάχιστον σημεῖον πεπασμοῦ· ἀλλ’ εἰ καὶ προδηλώσειεν ἐπίδηλος ἡμέρα τὴν μέλλουσαν ἔσεσθαι κρίσιν, ἅμα τε προδηλοῖ καὶ κακὴν ἔσεσθαι κρίσιν. πρὸς τούτοις δὲ ἐπιβλέπειν εἰ μέγα εἴη καὶ κακόηθες τὸ νόσημα καὶ μὴ μέντοι ταχέως κινοῖτο. μέγα δὲ λέγω ἡμιτριταῖον περιπνευμονίαν καύσωνα καὶ τὰ παραπλήσια. φέρε γὰρ ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὀφθῆναι πρῶτον ἐν τοῖς οὔροις νεφέλην μέλαιναν ἢ ἐναιώρημα ἢ ὑπόστασιν μέλαιναν, εἶναι δὲ καὶ σύμπαντα σημεῖα καὶ συμπτώματα ὀλέθρια, τεθνήξεται μὲν ὁ τοιοῦτος ἄρρωστος, ἀλλ’ εἰ μὲν ὀξέως κινοῖτο κατὰ τὴν ἕκτην, εἰ δὲ βραδέως κατὰ τὴν ἑβδόμην. Ὅσαι ἀγαθαὶ κρίσιμοι ἡμέραι καὶ ὅσαι φαῦλαι.[30]
25 ἡ ἑβδόμη ἀπὸ τῆς ἀρχῆς τοῦ νοσήματος ἡμέρα πασῶν μάλιστα [καὶ] τῶν ἡμερῶν λύει τελέως ἀεὶ καὶ πιστῶς καὶ ἀγαθῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως. τῆς ζʹ δὲ τὴν φύσιν ἡ ιδ μάλιστα μιμεῖται. πλησίον δὲ αὐτῶν ἐστιν ἡ θ καὶ ια καὶ ταύταις ἐγγὺς ιζ καὶε · μετὰ δὲ ταύτας ἡ δ καὶ μετὰ ταύτην γ καὶκ · ἡ δὲ ϛ πολλάκις μὲν κρίνει, ἀλλὰ τὰς πλείους κρίσεις μοχθηρὰς ἢ καὶ θανατώδεις ἐπιφέρει, εἰ δὲ μή γε, οὐ τελείας οὐδὲ πιστάς. ὑποτροπιάζει γὰρ τὰ ἐν τῇ ϛ κρινόμενα νοσήματα κἂν λελύσθαι δοκῇ. εἰ δὲ καὶ τελεία κρίσις, ὅπερ ἐστὶ σπάνιον, ἐν τῇ ϛ γένηται, μετὰ κινδυνωδῶν συμπτωμάτων καὶ χαλεπῶν γίγνεται. τῆς μὲν οὖν ϛ τὴν φύσιν οὐδεμία ἄλλη ἐμιμήσατο τῶν ἡμερῶν. εἰ δέ ποτε εἰς τὴν η ἡμέραν ἢ τὴν ι ἢ τὴν ιβ ἢ τὴν ιϛ ἐμπέσῃ λύσις ἀθρόα νοσήματος, ὁμοιοῦταί πως τῇ κατὰ τὴν ϛ . σπανίως γὰρ καὶ ἐν ταύταις λύεται καὶ οὔτε πιστῶς οὔτε ἀγαθῶς οὔτε τελέως ἀλλὰ καὶ ἀσαφῶς καὶ ἀσήμως. μεταξὺ δέ πως τῶν πρώτων εἰρημένων ἀγαθῶν καὶ τῶν μετὰ ταύτας κακῶν ἡ ιγ μάλιστα κατεφάνη τετάχθαι, μήτε ὁμοίως ἀπόβλητος οὖσα ταῖς κακαῖς, μήθ’ ὁμοίως ταῖς ἀγαθαῖς πεφυκυῖα· δεῖ δὲ πάντως εἰ μέλλοι ἀγαθὴ γενήσεσθαι κρίσις, προδεδηλῶσθαι μάλιστα μὲν ἐν τοῖς οὔροις, ἤδη δὲ καὶ τοῖς λοιποῖς σημείοις. ἡ μὲν οὖν γ καὶ δ καὶ ε τῶν ἡμερῶν προδηλοῦνται εὐθὺς ἐξ ἀρχῆς· ἡ δὲ δ προδηλοῖ τὴν ζ , ἡ δὲ ζ τὴν ια , ἡ δὲ ια τὴν ιδ , ἡ δὲ ιδ τὴν ιζ , ἡ δὲ ιζ τὴν κ . ὅρος δὲ τῶν ὀξέων νοσημάτων ἡ ιδ ἐστίν, ὡς εἴ γε ταύτην ὑπερβαίνοι τὸ νόσημα ἐκπέπτωκε τῶν ὀξέων. Ἐφ’ ὧν ἀμφιβάλλεται ἡ ἡμέρα τῆς ἀρχῆς τοῦ νοσήματος καὶ μηδεμιᾶς προδήλου προγεγενημένης ἐξαίφνης ἐγένετο κρίσις, πῶς δεῖ ἐξευρεῖν τὸ ἀμφιβαλλόμενον.[20]
26 ἐφ’ ὧν δὲ μηδεμιᾶς προδήλου προγεγενημένης ἐξαίφνης ἐγένετο κρίσις καὶ ἐφ’ ὧν οὐ γιγνώσκομεν ἀκριβῶς τὴν ἀρχὴν τοῦ νοσήματος, εἰς ταῦτα ἀποβλέπων τὰ γνωρίσματα εὑρήσεις τὸ ἀμφιβαλλόμενον· τῇ τῶν παροξυσμῶν ἀναλογίᾳ δεῖ προσέχειν τὸν νοῦν καὶ τῇ τῶν ἡμερῶν φύσει. εἰ μὲν γὰρ ἐν περιτταῖς ἡμέραις γίγνοιτο ὁ παροξυσμὸς ἐπὶ τῶν διαλειπόντων ἢ σφοδρότερος ἑαυτοῦ γίγνοιτο ἐπὶ τῶν συνεχῶν πυρετῶν, λογίζου τὴν παροῦσαν κρίσιν οἰκειοτέραν τῆς περιττῆς ἡμέρας εἶναι. εἰ δὲ ἐν ταῖς ἀρτίαις ἀεὶ παροξύνοιτο, ἐκείνων ἴδιος ἡ κρίσις ἔσται· τοῖς γὰρ σφοδροτέροις παροξυσμοῖς αἱ κρίσεις ἕπονται τοὐπίπαν. εἰς δὲ αὐτὴν τῶν ἡμερῶν τὴν φύσιν ὧδέ πως προσέχειν δεῖ τὸν νοῦν, εἴπερ ἀμφισβητοῖτο, πότερον ἐνάτης ἢ δεκάτης ἡμέρας ἡ κρίσις ἐστίν. εἰ μὲν γὰρ τὰ συμπτώματα πάντα ἠπιώτερα φαίνοιτο καὶ ἀκίνδυνος καὶ ἀγαθὴ γένοιτο ἡ κρίσις καὶ παρέποιτο τῇ κρίσει εὐφορία, θ μᾶλλον εἶναι χρὴ λέγειν τὴν κριτικὴν ἡμέραν. εἰ δὲ κινδυνώδης καὶ φαύλη γένοιτο ἡ κρίσις καὶ μετὰ χαλεπῶν συμπτωμάτων καὶ δυσφορία μετὰ τὴν κρίσιν παρέποιτο, ι μᾶλλον εἶναι χρὴ λέγειν τὴν ἡμέραν. Περὶ τῆς ἐκ τῶν σφυγμῶν σημειώσεως.[15]
27 προσδοκωμένης ἤδη τῆς κρίσεως, πρὸ πάντων ἅπτεσθαι δεῖ τῶν σφυγμῶν. ὁ μὲν γὰρ ὑψηλὸς σφυγμός, ὥσπερ καὶ ὁ σφοδρός, ἐκκρίσεως ἁπάσης ἐστὶ γνώρισμα καὶ βέβαιον σημεῖον τοῦ παρεῖναι ἤδη τὴν κρίσιν τοῦ νοσήματος. εἰ δὲ καὶ σφοδρῶς καὶ εὐρώστως πλήττοι τοὺς δακτύλους, σὺν τούτῳ δὲ καὶ μέγας εἴη καὶ πρὸς διαστολὴν μᾶλλον ἐπείγοιτο ἤπερ πρὸς συστολήν, τῆς ἔξω κινήσεως μᾶλλον σημεῖόν ἐστιν· ἔξω δὲ λέγω αἱμορραγίαν καὶ ἱδρῶτας, εἴσω δὲ γαστρὸς ἐκτάραξιν καὶ τοὺς ἐμέτους. εἰ μὲν οὖν μέγας εἴη ὁ σφυγμὸς καὶ κυματώδης καὶ οἷον μαλθακίζοιτο σὺν τῷ εἶναι αὐτὸ τὸ σῶμα τῆς ἀρτηρίας νοτιῶδες καὶ πρὸς διαστολὴν μᾶλλον ἐπείγοιτο, δι’ ἱδρώτων προσδοκητέον τὴν κρίσιν ἔσεσθαι. καὶ μέγας δὲ ἁπλῶς εἴπερ εἴη καὶ σφοδρὸς καὶ εἰ πρὸς διαστολὴν μᾶλλον ἤπερ πρὸς συστολὴν ἐπείγοιτο, αἱμορραγίαν διὰ ῥινῶν ἔσεσθαι δηλοῖ, συνεπιμαρτυρούντων δηλονότι τῶν ἐπὶ τῆς αἱμορραγίας ῥηθησομένων σημείων. εἰ δὲ σφοδρὸς μὲν εἴη, οὐ μέγας δὲ καὶ σκληρότερος ἑαυτοῦ γένοιτο καὶ ἀνώμαλος καὶ εἰς συστολὴν μᾶλλον ἐπείγοιτο, τῆς ῥοπῆς ἤδη ἐπὶ τὰ ἔντερα λαβούσης, διὰ τῆς γαστρὸς τὴν κρίσιν δεῖ προσδοκᾶν ἔσεσθαι. Περὶ τῆς ἐκ τῶν οὔρων σημειώσεως, πρότερον δὲ ὁποῖον τὸ κατὰ φύσιν ἄριστον οὖρόν ἐστι διδάσκει.[15]
28 ἐπὶ τῶν πυρεκτικῶν μάλιστα νοσημάτων ἡ ἐκ τῶν οὔρων σημείωσις χρησιμωτάτη καθέστηκεν. ἡ ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἀπὸ τοῦ κατὰ φύσιν εὑρίσκεται, ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα. οὖρον μὲν οὖν ἄριστόν ἐστιν ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακειμένων ἀνθρώπων ὑπόπυρρόν τε ἢ ὑπόξανθον καὶ τῷ πάχει σύμμετρον καὶ μένον τοιοῦτον τῇ χρόᾳ ὁποῖον ἀπουρηθῇ, λείαν δὲ καὶ λευκὴν καὶ ὁμαλὴν ἴσχον ἀπόστασιν παρὰ πάντα τὸν χρόνον· πλῆθος δὲ πρὸς λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν γυναικῶν τὸ κατὰ φύσιν οὖρον τῇ χρόᾳ λευκότερον τοῦ ἀνδρῴου εἶναι χρὴ καὶ ὑπόστασιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆς παιδικῆς ἡλικίας ἱκανῶς παχεῖαν ἔχειν αὐτὸ ὑπόστασιν χρὴ διὰ τὰς τῶν παίδων ἀδηφαγίας καὶ ἀτάκτους καὶ ἀκαίρους κινήσεις. “λείαν δὲ ὑπόστασιν” Ἱπποκράτης καλεῖ τὸ συνεχὲς καὶ ἀδιάσπαστον δηλῶσαι βουλόμενος· “ὁμαλὸν” δέ φησιν, ἵνα διόλου ἀεὶ ὅμοιον οὐρῆται καὶ μὴ σήμερον μὲν πεπεμμένον, τῇ δὲ ἑξῆς ἄπεπτον, μήτε μὴν τὴν ὑπόστασιν ἢ τὸ χῦμα ὅλον ἔχειν ἀνώμαλον. ζητοῦμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ σύστασιν τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι, οἷον νεφέλην ἐναιώρημα καὶ τὴν ἐν τῷ πυθμένι ὑπόστασιν. εὔδηλον οὖν ὅτι κατά τι τούτων τρεπόμενον τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶν ἐνδείκνυται. Ὁποῖον οὖρον ἄριστόν ἐστιν ἐπὶ τῶν νοσούντων.[20]
29 ἄριστον μὲν οὖν ἐστιν οὖρον ἐπὶ τῶν νοσούντων τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον, ὕπωχρον ἢ ὑπόξανθον, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν. ἀεὶ γὰρ ὑγιαίνοντος οὖρον ὑπόστασιν ἔχει τοιαύτην. ὑποδεέστερον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. ἔτι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον. ἐφ’ ὧν γὰρ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, εἰ μὲν ὀλίγον εἴη, συγχωρεῖ μὲν τὴν ὕλην ἐπὶ τὸν πυθμένα τοῦ ἀγγείου καταφέρεσθαι· διαμερίζον δὲ αὐτὴν οὐ συγχωρεῖ ἑνοῦσθαι. εἰ δέ τι πλεονάσει τὸ ἄπεπτον ἐν τῷ βάθει πνεῦμα, μετεωρίζει τὴν ὑπόστασιν κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα· εἰ δὲ ἔτι καὶ μᾶλλον πλεῖον εἴη τὸ ἄπεπτον πνεῦμα, πρὸς τὴν ἄνω ἐπιφάνειαν τοῦ χύματος φέρει τὴν ὑπόστασιν καὶ ποιεῖ τὴν καλουμένην νεφέλην. ἐφ’ ὅσον οὖν ἰσχύει τὸ πνεῦμα μερίζειν καὶ μετεωρίζειν τὴν ὑπόστασιν, ἐπὶ τοσοῦτον ἀπεπτότερον νόμιζε τὸ οὖρον. εἰ δὲ μήτε ὑπόστασιν μήτε ἐναιώρημα μήτε νεφέλην ἴσχει τὸ οὖρον, εἰδέναι χρὴ ὅτι οὔπω τὸν νοσοποιὸν χυμὸν ἔπεψεν ἡ φύσις. εἰ δέ ποτε μὲν ἔχει ὑπόστασιν ἢ ἐναιώρημα ἢ νεφέλην, ποτὲ δὲ οὐ, μάχην δηλοῖ τῆς φύσεως πρὸς τὸ νόσημα, κακεῖθεν ποτὲ μὲν ἄπεπτον, ποτὲ δὲ οὔ. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων καὶ τῶν ἐφημέρων πυρετῶν νεφέλη μόνη ἢ ἐναιώρημα πολλάκις ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος, ἐνίοτε δὲ καὶ τὸ εὔχρουν γενέσθαι τὸ οὖρον μόνον. Ὅτι οὐ πᾶσα λευκὴ ὑπόστασις ἀγαθόν τι σημαίνει καὶ περὶ ὠμοῦ χυμοῦ καὶ πύου.[20]
30 πολλάκις δὲ τὸ λευκὸν χρῶμα τοῦ παρεμφερομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώτας, ὡς ὑπόστασιν χρηστὴν νομίζεσθαι μὴ οὖσαν χρηστήν. συμβαίνει γὰρ ὠμὸν χυμὸν καὶ λευκὸν συνεκκρινόμενον τῷ οὔρῳ ὑφίστασθαι καὶ φαντασίαν ὑποστάσεως χρηστῆς παρέχειν. ἐνίοτε δὲ ἥπατος ἢ νεφρῶν πεπονθότων πῦον ἐκκρίνεται σὺν τῷ οὔρῳ καὶ ὑφιστάμενον ἀπατᾷ καὶ τὸν τεχνίτην. ἀλλὰ τοῦτο πρῶτον διορίζεται τῷ προπεπονηκέναι τὸν ἄνθρωπον τὸν νεφρὸν ἢ τὸ ἧπαρ ἤ τι ἕτερον μόριον τῶν εἰωθότων ἐκκαθαίρεσθαι διὰ τῶν οὔρων· ἔπειτα δὲ καὶ δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου. ὁ δὲ ὠμὸς χυμὸς διορίζεται τῶν χρηστῶν ὑποστάσεων τῇ ἀνωμάλῳ συστάσει τοῦ παρυφισταμένου· οὐ γὰρ συνεχὴς ἑαυτῷ μένει, ἀλλὰ διαμερίζεται εἰς μικρὰ οἷον ψάμμια καὶ οὐδόλως λεῖός ἐστι καθὼς ἡ ἀληθὴς ὑπόστασις. ἐπὶ μὲν οὖν τῶν χρηστῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπειτα ὑποκαταβαίνουσα ποιεῖ τὸ ἐναιώρημα· ἐπὶ τέλει δὲ ὑφιζάνουσα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόστασιν, δηλονότι ὅταν τελείως πεφθῇ. ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺς ἐξ ἀρχῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου ὑποχωρεῖ πλῆθος πολὺ μετὰ τοῦ εἶναι κακόχροον καὶ τὸ χῦμα ὅλον, ἔπειτα δὲ κατὰ βραχὺ πεττόμενον καὶ λεπτυνόμενον αἰωρεῖται κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ ἐπὶ πλεῖον λεπτυνθῇ καὶ πεφθῇ, ἐφίσταται ἐπιπολῆς τοῦ χύματος καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τοὺς ἰδιώτας, ὡς ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προκόπτειν τὴν νόσον. Τί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρὸν οὖρον.[20]
31 τὸ δὲ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον μέν ἐστι τῇ συστάσει, πεπεμμένον δὲ μετρίως τῇ χρόᾳ. ἀσθένειαν δὲ καὶ τοῦτο δηλοῖ τῆς φύσεως· τῷ μὲν γὰρ χρώματι ἔπεψεν ὡς ἂν ῥᾴδιον ὑπάρχον, οὐκέτι δὲ καὶ τῇ συστάσει διὰ τὸ δυσκολώτερον. εἰ δὲ καὶ πολὺν χρόνον φέρεται τοῦτο, κίνδυνος μὴ οὐ δυνήσηται διαρκέσαι ὁ ἄνθρωπος, ἕως ἂν πεφθῇ ἡ νόσος. τὸ γὰρ πάνυ λεπτὸν φαῦλον· δηλοῖ γὰρ ἀπεψίαν παρ’ ὅσον τὸ θερμὸν ἐκβόσκεται τὸ λεπτομερέστερον. Τί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν.[5]
32 τὸ δὲ λεπτὸν τῇ συστάσει καὶ πυρρὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ, ὅμως ἄπεπτον διὰ τὴν σύστασιν. Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον.
33 τὸ ἐρυθρὸν οὖρον ἀπεψίαν σημαίνει, οὐ θάνατον, ἀλλὰ χρόνου δεῖται εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος ἰχωροειδοῦς, μήπω τελείαν πέψιν λαβόντος, μηδὲ τὴν ἰδίαν χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ νόσημα. ἐπὶ δὲ τῶν συνόχων πυρετῶν ἐπὶ πλήθει αἵματος συνισταμένων ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ παχὺ καὶ ὑπόστασιν ἐρυθρὰν ἔχον. καὶ δηλονότι ἐστὶ τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συστάσει τοῦ χύματος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον. Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον.[5]
34 τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον, ἄπεπτόν ἐστι διὰ περιουσίαν πνεύματος παχέος. δηλοῖ δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν. Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ.
35 τὸ δὲ παχὺ οὐρούμενον καὶ μένον παχὺ καὶ μὴ καθιστάμενον, οἷόν ἐστι τὸ τῶν ὑποζυγίων, ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν οἷον ζύμωσιν· ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀναθυμιάσεις. Τί δηλοῖ τὸ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμενον.[5]
36 τὸ δὲ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμενον παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ λελεπτύσθαι ποσῶς δηλοῖ, ἄρχεσθαι δὲ τὴν διάκρισιν. Τί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον.
37 ἐσχάτην ἀπεψίαν τὸ λεπτὸν καὶ λευκὸν οὖρον σημαίνει· οὐ γὰρ ἐνεχείρησεν ἡ φύσις ἐπὶ τούτου ὅλως πρὸς τὴν πέψιν. γίνεται δὲ τοῦτο ἢ δι’ ἀσθένειαν τῆς δυνάμεως ἢ δι’ ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα. ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτάτων ὄντων ἐν ἀρχαῖς διὰ τὸ πάχος καὶ τὸ δυσπειθὲς τῆς ὕλης, διηθούμενον τὸ οὖρον λεπτὸν οὐρεῖται. οὐρεῖται δὲ λεπτὸν καὶ λευκὸν δι’ ἔμφραξιν ἥπατος ἢ νεφρῶν, ἀλλὰ διαγιγνώσκεται ἐκ τῆς τοπικῆς ὀδύνης. οὐρεῖται δὲ ἐνίοτε λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ σημαίνει φρενῖτιν ἀπειλουμένην. καὶ γὰρ ὁ καύσων πυρετὸς πλῆθος δηλοῖ χολῆς· οὐ χρώννυται δὲ τὸ οὖρον. εὔδηλον ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ χολή, ἀλλὰ τῇ κουφότητι εἰς ἐγκέφαλον ἀνέδραμεν. εἰ μὲν οὖν μὴ πάρεστι φρενῖτις, ἐπὶ τούτων γίγνωσκε αὐτὴν μέλλουσαν ἤδη ἔσεσθαι. εἰ δὲ καὶ παρούσης φρενίτιδος οὐρεῖται λεπτὸν καὶ λευκὸν οὖρον ἐπὶ διακαεστάτου πυρετοῦ, προαγγέλλει θάνατον ὡς ἐπὶ τὸ πολύ. οὐ γὰρ ὑπομένει ἡ ἐν ἐγκεφάλῳ δύναμις ἤδη προκαταβεβλημένη τῷ διακαεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆς ἤδη σεσηπυίας. Πόσαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί σημαίνουσιν.[15]
38 εἴωθεν ὁ πυρετὸς πρότερον τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα τὴν σάρκα, ἔσχατον δὲ καὶ αὐτῶν τῶν στερεῶν σωμάτων καθάπτεται. τῆς μὲν οὖν πιμελῆς τηκομένης τὰ ἐλαιώδη οὖρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τήκεται, ὅθεν καὶ ἀρχὴν ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆς συντήξεως ἐλαιόχροα ποιεῖ τὰ οὖρα, ὡς εἶναι αὐτὰ ἀμφίβολα εἴτε ὑδατώδη εἴτε ἐλαιώδη ἐστίν· ἐν δὲ τῇ ἀναβάσει ἐλαιοφανῆ γίγνεται, ἐπισημοτέραν τὴν μίξιν τοῦ ἐλαιώδους ἔχοντα· ἐν δὲ τῇ ἀκμῇ τῆς συντήξεως ὅλα δι’ ὅλου τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν εἰσιν. ἀλλ’ αὕτη ἡ τηκομένη πιμελὴ ἢ τῶν νεφρῶν μόνον ἐστὶν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν νεφρῶν μόνον εἴη, ἀθρόως ἐκκρίνεται τὸ πλῆθος τοιοῦτον, ἀλλὰ καὶ θερμασίας πλείονος αἴσθησις περὶ τοὺς νεφροὺς γίγνεται· εἰ δὲ ἐκ τοῦ παντὸς σώματος εἴη, κατὰ βραχὺ τὴν προσθήκην ποιεῖται. Τί δηλοῦσιν αἱ ὀροβοειδεῖς ὑποστάσεις.[10]
39 ὅταν δαπανηθεῖσα ᾖ πιμελή, λοιπὸν ἡ σὰρξ τήκεται καὶ ὀροβοειδεῖς αἱ ὑποστάσεις γίγνονται ἐν τοῖς οὔροις, ἀλλὰ καὶ αὗται ἢ τῶν νεφρῶν μόνον εἰσὶν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν ἐν πυρετοῖς φανείη τοιοῦτον οὖρον, τοῦ παντὸς σώματος δηλοῖ τὸ πάθος εἶναι, εἰ δὲ μή, τῶν νεφρῶν μόνον· καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ σώματος τὸ κακόν. εἰ δὲ πεπεμμένον μὲν εἴη τὸ οὖρον, ὀροβοειδεῖς δὲ εἶεν αἱ ὑποστάσεις, τῶν νεφρῶν δηλοῖ τὸ πάθος. Τί δηλοῦσιν αἱ πιτυρώδεις ὑποστάσεις.[5]
40 ὅταν δὲ ὁ πυρετὸς δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ πλεῖον τῆς σαρκὸς καὶ ἐν τῷ βάθει τῶν ἀγγείων ἐγκατασκήψῃ, γίγνονται πιτυρώδεις αἱ ὑποστάσεις, στενώτεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δὲ αὐτῶν. ὁμοίως δὲ καὶ ἐκ τῆς κύστεως ἐκκρίνεται. ἀλλ’ εἰ μὲν πυρετὸς παρείη, ὅλου τοῦ σώματος, εἰ δὲ μή, τῆς κύστεως, καὶ εἰ μὲν ἄπεπτον εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πάθος, εἰ δὲ πεπεμμένον, τῆς κύστεως μόνης, ἀλλὰ καὶ τοπικὴ ὀδύνη ἐστίν. Τί δηλοῦσιν αἱ πεταλώδεις ὑποστάσεις.[5]
41 ὅταν αὐτὰ πάθωσι τὰ στερεά, πρῶτον μὲν ἐπιπολῆς διαξέονται καὶ γίνονται πεταλώδη τὰ ἐν τοῖς οὔροις, ἀλλὰ καὶ ἐκ τῆς κύστεως μόνης τοιαῦτα ἐκκρίνεται. εἰ μὲν οὖν εἴη πυρετός, τὸ ὅλον σῶμα κεκάκωται, εἰ δὲ μή, τῆς κύστεως τὸ πάθος, καὶ εἰ μὲν ἄπεπτα τὰ οὖρα, τοῦ ὅλου σώματος τὸ πάθος, εἰ δὲ μή, τῆς κύστεως μόνης. Τί δηλοῖ τὰ κριμνώδη ἐν τοῖς οὔροις.[5]
42 ἐπειδὰν δὲ ὁ πυρετὸς μετὰ τοῦ κατειληφέναι τὸ βάθος καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος, ἁδρότερα γίνεται τὰ τοιαῦτα τῶν πιτυρωδῶν καὶ καλεῖται κριμνώδη. ἀλλὰ τὰ κριμνώδη δύο σημαίνει· ἢ γὰρ ὄπτησιν τοῦ αἵματος δηλοῖ ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν. εἰ μὲν οὖν λευκὰ εἴη αὐτὰ τὰ κριμνώδη, τῶν στερεῶν σωμάτων ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρά, τοῦ αἵματος. Τί δηλοῖ τὸ δυσῶδες οὖρον.[5]
43 τὸ δυσῶδες οὖρον σῆψιν δηλοῖ καὶ τῆς φύσεως νέκρωσιν μέλλουσαν. Τί δηλοῖ τὸ μέλαν οὖρον.
44 πάντα τὰ μέλανα τῶν οὔρων εὐθὺς καὶ παχέα πάντως ἐστίν· σπάνιον γὰρ ἢ οὐδόλως εὑρεθῆναι λεπτὸν καὶ μέλαν. τὸ γὰρ μέλαν προσγίγνεται χρῶμα τοῖς οὔροις ἐκκαθαιρομένου τοῦ μελαγχολικοῦ χυμοῦ ἢ αὐτῆς τῆς μελαίνης χολῆς τῆς τε διὰ ψῦξιν γιγνομένης καὶ τῆς δι’ ὑπερόπτησιν. (τοῖς μὲν ἀνδράσι καὶ ταῖς γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖς δ’ αὖ παιδίοις τὰ ὑδατώδη· ἧττον δ’ ὀλέθρια γίγνονται τὰ μέλανα τοῖς ἄρρωστον ἔχουσι τὸν σπλῆνα καὶ οὐκ ἐκ διακαύσεως οὔτ’ ἐκ διαψύξεως μελαίνεταί τε καὶ πελιοῦται τὸ αἷμα καθάπερ ἐπ’ ἄλλων τινῶν, ἀλλ’ ἐξ ἀναχύσεως τοῦ μελαγχολικοῦ). αἱ δὲ τρεῖς αὗται διαφοραὶ παχυτάτας κέκτηνται τὰς συστάσεις. ἐξ ἀνάγκης οὖν καὶ παχέα εὑρεθήσεται τὰ μελανὰ τῶν οὔρων. ἐπὶ μὲν οὖν τῶν ὀξέων νοσημάτων ὀλεθριώτατόν ἐστι σύμπαν τὸ οὖρον μελανθὲν καὶ μάλιστα ὅταν καὶ δυσῶδες ὑπάρχῃ καὶ παχὺ καὶ ὑπόστασιν ἔχον μέλαιναν· ἀδύνατον γὰρ ὀξέως νοσοῦντα τοιοῦτον οὐρήσαντα σωθῆναι. καὶ εἰ μὲν ὑπόστασις εἴη μέλαινα, ὀλεθριώτατον, εἰ δὲ ἐναιώρημα μέλαν, ἧττον κακὸν ἢ ὁμοίως κακόν. εἰ δὲ νεφέλη εἴη μέλαινα, ἔτι ἠπιώτερον [ὁμοίως] τὸ κακόν. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψῦξιν, ποτὲ δὲ θερμότητα ἤγουν ἐξυπερόπτησιν. εἰ μὲν οὖν πρότερον οὐρηθείη πελιδνὸν οὖρον, εἶθ’ οὕτως γένηται μέλαν, ψῦξιν ἔχει τὴν αἰτίαν. εἰ δὲ τὸ ξανθὸν προηγήσαιτο, ἔπειτα μέλαν οὐρηθείη, δηλονότι ὑπὸ πλείονος θερμότητος μέλαν γέγονε ἐξυπεροπτηθέν. γνωστέον μέντοι ὅτι καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου πυρετοῦ καὶ ἐπὶ τῆς μελαγχολικῆς παρανοίας λυομένης οὖρα φαίνεται μέλανα καὶ παχέα. τοῖς μὲν γὰρ σπληνώδεσιν ὡς τὰ πολλὰ τοιοῦτον οὐρεῖται, ἡνίκα ἄρρωστος ὁ σπλὴν διακείμενος φανῇ· οὐδεμίαν γὰρ διοίκησιν καὶ κατεργασίαν ποιεῖται τοῦ μελαγχολικοῦ περιττώματος. ἡμεῖς δὲ ὀλέθρια ἔφαμεν εἶναι ταῦτα ἐπὶ τῶν ὀξέων. Περὶ τῆς ἐκ τῶν διαχωρημάτων σημειώσεως.[25]
45 ὅπερ κἀπὶ τῶν οὔρων προείρηται, τοῦτο κἀπὶ τῶν διαχωρημάτων χρὴ γιγνώσκειν· λέγω δὴ ὁποῖον τὸ κατὰ φύσιν ἐστὶ διαχώρημα· ἡ γὰρ τούτου κατά τι ἐκτροπὴ ἀπεψίαν ἐνδείκνυται. ἄριστον μὲν οὖν ἐστι διαχώρημα τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς καὶ λεῖον καὶ κατὰ τὴν εἰθισμένην ὥραν ὡς μάλιστα ὑπεξιὸν καὶ ἀναλόγως τῶν ἐδηδεσμένων, κεχρωσμένον δὲ συμμέτρως τῷ χολώδει χυμῷ, τουτέστιν ὑπόπυρρον καὶ μὴ λίαν δυσῶδες. τὸ γὰρ τοιοῦτον κατὰ φύσιν διαχώρημά ἐστι καὶ δηλονότι ἐρρῶσθαι σημαίνει τὰ κατὰ τὴν γαστέρα καὶ ἔντερα πάντα. εἰ δὲ κατά τι ἐκτραπείη τῶν εἰρημένων, παρὰ φύσιν ἤδη λέγεται, οἷόν ἐστι τὸ λίαν δυσῶδες ἢ τραχὺ ἢ ξηρὸν ἢ σκληρὸν ἢ διεσπασμένον καὶ μὴ τῷ ὑγρῷ συμμεμιγμένον καὶ μετὰ τρυσμοῦ καὶ οἷον ψόφου τινὸς παρὰ λόγον ἐκκρινόμενον. τὰ γὰρ τοιαῦτα πάντα ἀσθένειαν δηλοῖ τῆς πεπτικῆς ἐνεργείας. τούτων δὲ πονηρότερα τό τε ἄκρως πυρρόν, χολῆς γὰρ ξανθῆς ἀκράτου σημεῖον, τὸ δὲ μέλαν τῆς μελαίνης ἢ αἵματος αὐτόθι κατοπτηθέντος καὶ τὸ πελιδνὸν ψῦξιν καὶ νέκρωσιν τῶν ἐντὸς ἐνδεικνύμενον καὶ τὸ λιπαρὸν καὶ ἐλαιῶδες σύντηξιν τῆς πιμελῆς σημαῖνον καὶ τὸ γλίσχρον αὐτῶν τῶν στερεῶν σωμάτων σύντηξιν ἐνδεικνύμενον καὶ τὸ ποικίλον τῷ χρώματι καὶ σφόδρα δυσῶδες σῆψιν ὑπερβάλλουσαν ποικίλων χυμῶν ἐνδεικνύμενον. ἀλλ’ ἐπὶ πάντων τούτων σκοπεῖν προσήκει μὴ τὰ ἐδηδεσμένα τοιαῦτα εἴη ἢ τὸ ἔντερον ἐξ ἔθους ῥευματίζοιτο ἀσθενὲς ὑπάρχον. Περὶ τῶν λόγῳ κρίσεως φερομένων ὑποχωρημάτων, καὶ πόθεν διαγιγνώσκομεν τὴν μέλαιναν χολήν.[20]
46 εἰ δ’ ἡ κρίσις τινὸς τῶν νοσημάτων διὰ γαστρὸς ἔσεσθαι μέλλοι, πρόδηλον μὲν οὐδὲν ὥσπερ ἐπὶ τῶν ἄλλων οὐδὲ ἴδιον ἔχει βέβαιόν τι προσημαῖνον, ἀλλ’ ἐκ τοῦ παρεῖναι μὲν τὰ τῆς κρίσεως σημεῖα, μὴ παρεῖναι δὲ τὰ τῶν ἐμέτων ἢ αἱμορραγίας ῥινῶν ἢ ἱδρώτων ἔνεστι συλλογίζεσθαι· ἐπισκέπτεσθαι μέντοι τὰ κατὰ γαστέρα, εἰ πλείω τῶν πρόσθεν πρὸ τῆς κρίσεως ὑπῆλθε. δηλοῖ γὰρ τὴν ῥοπὴν ἐνταῦθα μᾶλλον ἔσεσθαι καὶ μάλιστα τῶν οὔρων ἐλαττωθέντων. πρὸς τούτοις δὲ βάρος ἐπίσημον καὶ ἄλγημα καὶ τάσις ἐν τοῖς καθ’ ὑποχόνδριον καὶ ὀσφὺν προηγεῖται τῶν διὰ γαστρὸς ἐκκρίσεων. ἐπειδὴ καὶ δι’ αἱμορροΐδων καὶ τῶν γυναικείων τόπων ἐγχωρεῖ γενέσθαι κρίσιν καὶ κοινὰ ἀμφοτέρων ἐστὶ τὰ νῦν εἰρημένα σημεῖα, προσεπισκέπτεσθαι χρὴ εἴ τι καὶ τούτων ἐξ ἔθους προσδοκᾶται. εἰ μὲν οὖν κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἢ τὴν ἀνάβασιν ἡ γαστὴρ ἐπιμόνως διαχωρεῖ ὑγρότερα ἢ οἷον χολώδη τινὰ ἄκρατα ὅ τε πυρετὸς παραμένοι, αὔξει μᾶλλον τὸ χολῶδες καὶ καυσωδέστερον καὶ ἐπικίνδυνον ὡς τὰ πολλὰ τυγχάνει τὸ νόσημα. εἰ δὲ κατὰ τὴν ἀκμὴν ἐκταραχθείη ἱκανῶς ἡ γαστὴρ ἐκ ταὐτομάτου, λύσιν ἐργάζεται τοῦ νοσήματος ὡς ἐπὶ τὸ πολύ. κατὰ δὲ τὴν ἀκμὴν ὁμοίως ἐνίοτε ἐπὶ τῶν χρονιωτέρων ἡ γαστὴρ ἐκταραχθεῖσα πᾶσαν τὴν νοσοποιὸν ὕλην ἀποτρίβεται. ἐπὶ δὲ τῶν ὀξέων νοσημάτων καὶ μέλανα ἄκρατα [μὴ συμμεμιγμένα τινὶ] καὶ δυσώδη ἐπιφαινόμενα καὶ μάλιστα κατὰ τὰς ἀρχὰς κάκιστα. “νοσημάτων” γὰρ “ὁκόσων ἀρχομένων χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ἐπέλθοι, θανάσιμον”. καὶ πάλιν· “ὁκόσοισιν ἐκ νοσημάτων ὀξέων ἢ πολυχρονίων ἢ ἐκ τρωμάτων λελεπτυσμένων χολὴ μέλαινα ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσιν”· οὐχ ἁπλῶς δὲ εἴ τι μέλαν ἐκκρίνεται· ἤδη καὶ τοῦτο μέλαινά ἐστι χολή. ἐνδέχεται γὰρ καὶ αἷμα ἐκπῖπτον τῶν ἰδίων τόπων καὶ μένον χρόνον τινὰ θρομβοῦσθαι ψυχόμενον καὶ μέλαν ἐκκρίνεσθαι διὰ γαστρὸς καὶ μάλιστα ἐπὶ τῶν ἡπατικῶν. γνωρίσωμεν δὲ τὴν μέλαιναν ἐκ τοῦ ἐπιχεομένην ἐπὶ τὴν γῆν ζέειν καὶ ζυμοῦν αὐτήν, ὥσπερ τὸ δριμύτατον ὄξος. Περὶ τῆς τῶν ἐμέτων προγνώσεως καὶ τῆς ἐξ αὐτῶν σημειώσεως.[30]
47 ἐνεστηκυίας ἤδη τῆς κρίσεως ἔμετον δεῖ προσδοκᾶν ἔσεσθαι, εἰ ὁ σφυγμὸς σφοδρὸς εἴη καὶ πρὸς συστολὴν μᾶλλον ἐπείγοιτο καὶ σκληρότατος ὑπάρχοι καὶ ἀνώμαλος· καρδιωγμός τε καὶ δῆξις σφοδροτάτη τοῦ στόματος τῆς γαστρὸς πάρεστιν ἅμα πόνῳ κεφαλῆς καὶ σκοτόδινοι σὺν τοῖς προφαινομένοις τῶν ὄψεων ὀρφνώδεσι καὶ τὸ χεῖλος σείοιτο καὶ πολὺν καὶ λεπτὸν παραρρέοι σίελον καὶ ναυτίαι ἐνοχλοῦσαι, τά τε κάτω μέρη τῶν ὑποχονδρίων ψυχρὰ ἁπτομένῳ σοι φαίνοιτο. ἅπαντα γὰρ ταῦτα συμπίπτει, χολώδους τε καὶ δακνώδους χυμοῦ κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ἠθροισμένου, δάκνοντός τε ἅμα καὶ κατασπῶντος ὅλον κάτω τὸν στόμαχον, ὅθεν περ καὶ τὸ χεῖλος σείεται καὶ τὸ σίελον παραρρεῖ. εἰ δὲ σὺν τούτοις καὶ ῥῖγος προσγένοιτο, τάχιστα ἐμεῖται· εἰ δὲ καὶ σιτία νεωστὶ προσενεγκάμενοι τύχοιεν καὶ μάλιστα ποτόν, ταχέως ἐμεῖται “ὠφελιμώτατος δέ ἐστιν ἔμετος φλέγματος καὶ χολῆς συμμεμιγμένων ὡς μάλιστα καὶ μὴ παχὺς ἐμείσθω. οἱ γὰρ ἀκρατέστεροι τουτέστιν οἱ μὴ συμμεμιγμένοι κακοί”· καὶ γὰρ μετὰ βίας οἱ τοιοῦτοι καὶ σπαραγμῶν καὶ δυσφορίας ἐμοῦνται μετὰ τοῦ καὶ σημεῖον εἶναι ἐπικρατεῖν μόνην τὴν χολήν· καὶ μὲν δὴ καὶ τοὺς ποικίλους μεμπτέον, οἷον τούς τε πελιοὺς καὶ μέλανας καὶ πρασοειδεῖς· πονηροὶ γὰρ οὗτοι, ὡς Ἱπποκράτης φησίν. “εἰ δὲ καὶ πάντα ταῦτα τὰ χρώματα ὁ αὐτὸς ἄνθρωπος ἐμέοι, ὀλέθριον”. μᾶλλον δὲ χείρους εἰσὶν οἱ πελιοὶ καὶ μέλανες ἐν ὀξέσι καὶ καυσώδεσι νοσήμασι γιγνόμενοι, ὅταν καὶ μάλιστα δυσώδεις τυγχάνωσι. προσεπιβλέπειν δὲ κἀπὶ τούτων μὴ αἷμα συρρεῦσαν εἰς τὴν γαστέρα καὶ μεῖναν χρόνον τινὰ ἐν αὐτῇ καὶ θρομβωθὲν ἐκκρίνεται· ἐπὶ πλείστων γὰρ τοιοῦτόν τι συμβαίνει ἐκ περιόδων τινῶν καὶ οὐ μόνον οὐδὲν λυπηρὸν ἐπιφέρει, ἀλλὰ καὶ εὐφορώτεροι ἑαυτῶν γίγνονται τούτου ἐμεθέντος. Περὶ προγνώσεως τῆς ἐκ ῥινῶν αἱμορραγίας καὶ τῆς ἐξ αὐτῆς σημειώσεως.[25]
48 αἱμορραγίας δὲ τῆς ἐκ ῥινῶν μελλούσης γίγνεσθαι ἴδια σημεῖα προηγεῖται ταῦτα· μαρμαρυγαὶ πρὸ τῶν ὀφθαλμῶν προφαίνονται, διότι ξανθὸς ὁ χυμός· ἀμβλυωγμοὶ δὲ διὰ τὴν τοῦ πλήθους ἀναφοράν· διὰ τοῦτο καὶ δακρύουσιν οἱ ὀφθαλμοί· ἐρυθρὸν τὸ πρόσωπον καὶ μάλιστα τὰ μῆλα, ὑποχονδρίων σύντασις ἐκτὸς ὀδύνης, δύσπνοια διὰ τὴν κατὰ τὸν θώρακα δίοδον τοῦ αἵματος, κεφαλῆς πόνος καὶ κροτάφων, σφυγμὸς συνεισβάλλων ἅμα τῷ κριτικῷ παροξυσμῷ καὶ μὴ κατ’ ἀρχὰς τοῦ νοσήματος συνεδρεύων, τράχηλος συναλγῶν, παραφροσύναι πολλάκις καὶ ἀναπηδήσεις ἐν τῷδε γιγνόμεναι, οἱ σφυγμοὶ δὲ ὑψηλοὶ καὶ σφοδροὶ καὶ μεγάλοι καὶ εἰς διαστολὴν μᾶλλον ἐπειγόμενοι. εἰ δὲ σὺν τούτοις πᾶσι καὶ τὰς ῥῖνας κνῶτο, ἤδη καιρὸς τοῦ ῥαγῆναι τὸ αἷμα, καὶ μάλιστα ὅταν ἰσχυρῶς πάνυ περὶ μέτωπον καὶ τοὺς κροτάφους ὁ πόνος ἐπερείδῃ. εἰ δὲ καὶ ἐξ ἔθους ὑγιαίνων αἱμορραγεῖ, αὐξήσει σου καὶ τόδε πάνυ τὴν ἐλπίδα. ταῦτα μὲν οὖν σημεῖα μελλούσης γίγνεσθαι αἱμορραγίας· ἐν ἀρχῇ μέντοι φαινόμενα ἀπέπτου ὄντος τοῦ νοσήματος κινδύνου ἐστὶ δηλωτικά. “ταῦτα γὰρ ἐν ἀρχῇ παραφαινόμενα”, φησὶν Ἱπποκράτης, “παραφροσύνης σφοδρῆς ἐστι δηλωτικὰ καὶ ὡς ἐπὶ τὸ πολὺ θνήσκουσιν.” ἐπὶ πέψεσι δὲ ἤδη σαφέσι, μάλιστα ταῖς ἐν τοῖς οὔροις ἐπιφαινομέναις καὶ κατὰ τὰς ἀκμὰς τῆς νόσου χρησίμως ἐπιφαίνεται. λύουσι δὲ αἱ τοιαῦται αἱμορραγίαι καὶ τὰς τῶν σπλάγχνων φλεγμονὰς ἐν πυρετοῖς, ὅταν μάλιστα κατ’ ἴξιν γίγνωνται, οἷον ἐπὶ ἥπατι φλεγμαίνοντι ἐκ δεξιοῦ μυκτῆρος, ἐπὶ δὲ σπληνὶ ἐξ ἀριστεροῦ. ὅθεν ῥᾷστον ἤδη τῷ ἰατρῷ καὶ τὸν αἱμορραγεῖν μέλλοντα μυκτῆρα προλέγειν, ἀφορμὴν ἐξευρίσκοντι ἐκ τοῦ ὀδυνωμένου μέρους. λύουσι δὲ αἱ ἐκ ῥινῶν αἱμορραγίαι πολλάκις καὶ φρενῖτιν, οὐ μέντοι λήθαργον ἢ περιπνευμονίαν. Ὅτι καὶ δι’ αἱμορροΐδων καὶ τῆς γυναικείου καθάρσεως λύεται πολλάκις νόσημα.[25]
49 τεθεάμεθα δὲ ἐπὶ πολλῶν καὶ δι’ αἱμορροΐδων προυπαρχουσῶν ἐν ἕδρᾳ ἀναστομωθεισῶν λυθέντα νοσήματα· ὁμοίως δὲ καὶ ἐπὶ γυναικῶν ἐπιμηνίου καθάρσεως ἐκραγείσης. χρὴ δὲ κἀπὸ τούτων πέψεως προηγησαμένης καὶ ἐν ἀκμῇ τῆς νόσου τὴν ἔκκρισιν γενέσθαι, ἵνα ἀγαθὴ καὶ ἀσφαλὴς ἡ κρίσις γένηται. προηγεῖται δὲ ἐπὶ τούτων βάρος ἐπίσημον καὶ ὀδύνη μάλιστα ὀσφύος, ἤδη δὲ καὶ τοῦ ὑπογαστρίου ὀδύνη καὶ διάτασις. Περὶ τῆς ἐκ τῶν ἱδρώτων σημειώσεως.[5]
50 τὸν δὲ δι’ ἱδρώτων μέλλοντα λυθήσεσθαι πυρετὸν γνωσόμεθα ἐκ τοῦ τὸ νόσημα εἶναι διακαέστατον, οἷόν ἐστιν ὁ καύσων προσαγορευόμενος· χολῶδες γὰρ τοῦτο τὸ νόσημα· καὶ ὅταν σφοδρῶς κινηθῇ, ῥῖγος ἐργάζεται. εἰ μὲν οὖν ἀλόγως ἐπισχεθῇ γαστὴρ ἢ οὖρα τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος. εἰ δ’ ἀμφοτέρων ἐπίσχεσις γέγονε καὶ οὐ πάρεστι σημεῖα ἐμέτου ἢ αἱμορραγίας, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολὺς καὶ μᾶλλον ἐπειδὰν παραπέσωσιν οἱ κάμνοντες ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ θερμότεροι ἐκτὸς γίγνοιντο καί τις ἀτμὸς ἀνίησιν ἐκ τοῦ σώματος θερμός, οἷος οὐ πρόσθεν ἐγένετο, ὡς ἐπὶ τῶν νεωστὶ λελουμένων· οἵ τε σφυγμοὶ μεγάλοι καὶ ὑψηλοὶ καὶ ταχεῖς καὶ εἰς διαστολὴν μᾶλλον ἐπειγόμενοι καὶ οἷον κυματώδεις, ὅ τε τῆς ἀρτηρίας χιτὼν μαλακός τε καὶ δίυγρος φαίνεται· ἡ δὲ ἐπιφάνεια τοῦ παντὸς σώματος κνησμώδης καὶ μαλακὴ καὶ κατά τινας ὥρας ἐρυθαινομένη. ταῦτα οὖν ἐν παροξυσμῷ κριτικῷ γιγνόμενα, πέψεως προηγησαμένης καὶ τῆς κριτικῆς ἡμέρας ἀγαθῆς οὔσης, σωτηρίων καὶ λυτικῶν ἱδρώτων ἔσται δηλωτικά. δῆλον δὲ ὅτι θερμὸν εἶναι δεῖ συμμέτρως τὸν λυτικὸν ἱδρῶτα καὶ δι’ ὅλου τοῦ σώματος γιγνόμενον καὶ πρὸς λόγον κουφίζοντα καὶ εὐφορώτερον ἀποφαίνοντα τὸν ἄρρωστον· οἱ δὲ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ θανάσιμοι, σὺν πραϋτέρῳ δὲ μῆκος νόσου σημαίνουσιν. Ἀποστάσεων κριτικῶν σημεῖα.[20]
51 εἰ δ’ εἰς ἀπόστημα τρέποιτο τὸ νόσημα σωτηριωδῶς τοῦ κάμνοντος ἔχοντος, τούτοις μάλιστα χρὴ προσέχειν τὸν νοῦν· χρονίζοντος μὲν τοῦ πυρετοῦ καὶ συνεχοῦς τυγχάνοντος καὶ τῶν οὔρων λεπτῶν καὶ ἀπέπτων ἀεὶ ὄντων καὶ ὑπόστασιν μὴ ἐχόντων, ἐμφαίνοιτο δὲ ὕστερόν τινι τῶν κάτω χωρίων οἷον σκελῶν ἢ περί τινα τῶν ἄρθρων ἢ βάρος ἢ τάσις ἢ φλόγωσις ἢ ὀδύνη ἄνευ φανερᾶς αἰτίας πρότερον μὴ γενομένη, κάτω τούτων τὴν ἀπόστασιν ἔσεσθαι προσδόκα. εἰ δὲ δυσπνούστερος ἐξαίφνης ὁ κάμνων γενόμενος ἀποπαύσαιτο μὲν ἐν τάχει τῆς δυσπνοίας, διαδέξεται δὲ αὐτὸν ὀδύνη καὶ βάρος τῆς κεφαλῆς καὶ κῶμα καὶ κώφωσις, εἰς τοὺς παρὰ τὰ ὦτα ἀδένας· ἀνάγκη γὰρ γενέσθαι τούτῳ τινὶ τῶν ἀδένων τὴν ἀπόστασιν. γίγνονται δὲ μᾶλλον αἱ ἀποστάσεις ἐν χειμῶνι καὶ τοῖς πρεσβυτέροις τῶν λε ἐτῶν. Περὶ τῆς ἐκ τῶν πτυσμάτων σημειώσεως.[10]
52 ἐν τοῖς περιπνευμονικοῖς τε καὶ πλευριτικοῖς πάθεσι τὰ μὲν ἰδίως ὀνομαζόμενα πτύσματα ταῖς ἐν τοῖς οὔροις ὑποστάσεσιν ἔοικεν. τὸ δὲ μηδόλως ἀποπτύειν μηδὲν ἀλλὰ βήττειν μόνον ξηρῶς οἷόνπερ τὸ ἐν τοῖς οὔροις ἐσχάτως ἄπεπτόν ἐστιν. εἰ δὲ ἄρξηται λεπτὰ καὶ ὑγρὰ καὶ τελείως ἄπεπτα ἀνάγειν, ἀμυδρὰ καὶ ἀσαφὴς ἡ τοιαύτη ἐστὶ μεταβολὴ καὶ οὔπω πέπαυται τοῦ νοσήματος ὁ πρῶτος καιρός, τουτέστιν ἡ ἀρχή. ὅταν δὲ ἄρξηται πτύειν ὀλίγα καὶ πέπονα καὶ ἀεὶ καὶ μᾶλλον πλείω καὶ εὐπετέστερον ἀνάγοι, τότε ἀνάβασιν εἶναι λέγομεν. ὅταν δὲ ἀκριβῶς ᾖ πέπονά τε καὶ πολλὰ καὶ μὴ δυσχερῶς ἀναγόμενα, τότε ἀκμῆς ὁ καιρός. ὅταν δὲ ὁμοίως μὲν πεπεμμένα καὶ ἀλύπως ἀναγόμενα εἴη, μεμείωται δὲ καὶ τὸ πλῆθος ἥ τε ὀδύνη μηκέτι ᾖ εὔπνους τε καὶ εὔφορος εἴη ὁ ἄνθρωπος, πεπαῦσθαι χρὴ νομίζειν τὴν ἀκμήν, παρακμάζειν δὲ ἤδη τὸ νόσημα. πρὸ δὲ τῶν ἄλλων τούτῳ χρὴ προσέχειν τὸν νοῦν, πότερον ταχύτερον ἢ βραδύτερον τὰ πτύελα ἄρχεται ἀναβήττεσθαι, καθὼς καὶ Ἱπποκράτει δοκεῖ· “οἷον” γάρ φησιν “ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕστερον, μηκύνει” ἡ νόσος δηλονότι. ὅσα μὲν οὖν τῶν πτυσμάτων ὑπόξανθά τέ ἐστι καὶ ὑπόπυρρα καὶ ὕπαφρα καὶ λεπτά, μόνης ἀπεψίας ὑπάρχει γνωρίσματα, κακὸν δὲ οὐδὲν ἐπίσημον ἐνδείκνυται, τὰ δὲ ἀκράτως ξανθὰ καὶ πυρρὰ καὶ χλωρὰ καὶ ἀφρώδη καὶ γλίσχρα καὶ στρογγύλα καὶ προσέτι τὰ μέλανα μοχθηρά· πλὴν γὰρ τοῦ αἵματος, ὅστις ἂν ᾖ τῶν ἄλλων χυμῶν ἄκρατος, μοχθηρὰν ἐνδείκνυται τὴν διάθεσιν ὑπὸ θερμότητος τὴν γένεσιν ἔχουσαν. τὰ μὲν οὖν αἱματώδη τε καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς ξανθῆς χολῆς ἢ μελαίνης χαλεπά. προσεπισκέπτεσθαι δὲ καὶ τὸν τῆς ἀναγωγῆς τρόπον· εἰ γὰρ εὐπετῶς ἀναπτύοιτο, πρόδηλον ὡς τὰ τοιαῦτά ἐστιν ἀγαθά, τὰ δὲ δυσανάγωγα μοχθηρὰ καὶ μάλιστα εἰ πελιδνὰ ἢ μέλανα ἢ ἰώδη εἴη ἢ σφόδρα δυσώδη, ὡς ἐπ’ ἀνθράκων ἐπιβαλλόμενα βαρὺ ὄζειν. Γνωρίσματα τοῦ τελέως καὶ πιστῶς λελύσθαι τὸ νόσημα.[25]
53 λελύσθαι τελέως καὶ πιστῶς χρὴ νομίζειν τὸ νόσημα, ὁπόταν ἐς ταὐτὸν ἅμα πάντα συνέλθοι τὰ λυτικὰ σημεῖα. εἴτε οὖν κατὰ τὴν ἀκμὴν ἀθρόως καὶ βεβαίως ἐκρίθη τὸ νόσημα, εἴτε κατὰ βραχὺ προακμαστικῶς ἐλύθη, πιστῶς τοῖσδε ἂν γνωρίσαις· πρῶτον γὰρ καὶ μέγιστον σημεῖον ἀγαθῆς καὶ πιστῆς κρίσεως οἱ πεπασμοὶ τῶν περιττωμάτων προφαινόμενοι ἐν ταῖς ἐπιδήλοις ἡμέραις μετὰ δυνάμεως ἰσχυρᾶς· ἔπειτα δὲ εἰ ἐν περιττῇ ἡμέρᾳ ἡ κρίσις γέγονε καὶ πρὸς τούτοις ἔτι εἰ ὁ πυρετὸς λύοιτο κρινομένῳ τῷ κάμνοντι καὶ τῶν ἄλλων ἁπάντων ἀπαλλάττοιτο συμπτωμάτων εὐχρούστερός τε γίγνοιτο τό τε πρόσωπον καὶ τὸ λοιπὸν σῶμα πρὸς λόγον τῆς κενώσεως, εὐσφυκτότερός τε καὶ ἰσχυρότερος ἐν ταῖς ἐπαναστάσεσιν, εὔφορός τε κατὰ πάντα, τάς τε μετὰ ταῦτα πέψεις τῶν τροφῶν καὶ τὰς ἀναδόσεις καὶ πάσας τὰς φυσικὰς ἐνεργείας ἀμέμπτως ἐπιτελοῖτο, ῥωννύοιτό τε πρὸς λόγον τῆς ἀναλήψεως τὸ σῶμα καὶ τὸ χρῶμα μεταβάλλοι ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν, αὕτη ἐστὶν ἀρίστη κρίσις καὶ χρὴ λοιπὸν θαρροῦντας ἀνατρέφειν αὐτοὺς τῇ προσηκούσῃ διαίτῃ καὶ λουτροῖς δηλονότι· εἰ δ’ ἐλλιπὴς γένοιτο ἡ κρίσις, ὑποτροπιάζειν εἴωθε τὸ νόσημα. Γνωρίσματα τοῦ μὴ τελέως λελύσθαι τὸ νόσημα.[15]
54 γνωρίσομεν δὲ τοὺς ἐνυπόπτους εἰς ὑποστροφὴν ἐκ τοῦ λελύσθαι μὲν νομίζειν τὸ νόσημα, παραμένειν δὲ τὰ παραπλήσια, τά τε οὖρα καὶ τοὺς σφυγμοὺς ὠχριᾶν τε καὶ δυσφορεῖν καὶ τὰ λοιπὰ ἐναντία πᾶσι τοῖε προειρημένοις ἀγαθοῖς γίγνεσθαι καὶ συντόμως εἰπεῖν, ὅταν ἀλόγως λυθῇ, ὑποτροπιάζειν αὐτὸ ἐλπίς. Πρόγνωσις ἡμέρας ἐν ᾗ μέλλει τεθνήξεσθαι ὁ ἄρρωστος.[5]
55 ἐπὶ τῶν ὀλεθρίων νοσημάτων σκοπεῖν χρὴ τοὺς παροξυσμοὺς καθ’ ἑκάστην εἰσβολὴν εἴτε καθ’ ἡμέραν εἴτε διὰ τρίτης εἴτε ἄλλως παροξύνοιντο. εἰ δὲ τῶν μὴ διαλειπόντων ἐστὶν ὁ πυρετός, σκόπει εἴτε ἐν περιτταῖς ἡμέραις εἴτε ἐν ταῖς ἀρτίαις δυσφορώτερος ἑαυτοῦ γίνεται ὁ νοσῶν· εἰδέναι γὰρ δεῖ σαφῶς, ὡς κατ’ ἐκείνην τὴν ἡμέραν ἢ νύκτα ἐν ᾗ δυσφορώτερος ἑαυτοῦ προσδοκᾶται γίγνεσθαι, τεθνήξεται ὁ ἄρρωστος. καὶ εἰ μὲν πολὺ πλέον ὑπερέρχει τὸ νόσημα τῆς δυνάμεως, ταχέως ἀποθανεῖται, εἰ δὲ ἀντέχοι σμικρὸν ἡ δύναμις, παρατεῖναι δυνήσεται μίαν ἢ δευτέραν ἡμέραν, τῷ τεθνηξομένῳ δὲ εἰς τὸν τῆς παρακμῆς τοῦ νοσήματος καιρὸν ἀδύνατον ἐξικνεῖσθαι· σπάνιον γὰρ κατὰ τὴν παρακμὴν τελευτῆσαί τινα τῷ λόγῳ τοῦ νοσήματος, εἰ μή τι ἕτερον νόσημα διαδέξεται τὸ πρότερον. οὐ μὴν οὐδ’ ἐξ ἀνάγκης εἰς τὸν τῆς ἀκμῆς καιρὸν ἀφικνεῖται ὁ τεθνηξόμενος, ὡς ἐπὶ τὸ πολὺ δὲ κατὰ τὴν ἀρχὴν ἢ τὴν ἀνάβασιν ἀποθνήσκουσιν οἱ κάμνοντες. Ὅτι καὶ τὴν ὥραν ἐν ᾗ μέλλει τεθνήξεσθαι ὁ ἄρρωστος δυνατὸν προγνῶναι τὸν ἐπιστήμονα.[15]
56 τεττάρων δὲ ὄντων καὶ τοῦ μερικοῦ παροξυσμοῦ καιρῶν, παραφυλάξασθαι χρὴ κατὰ ποίαν ὥραν ἢ τῆς ἡμέρας ἢ τῆς νυκτὸς εἴωθεν εἰσβάλλειν ὁ βαρύτερος παροξυσμός, ἔτι τε ἐν ποίῳ μέρει τοῦ παροξυσμοῦ βαρύτερος ἑαυτοῦ ὁ ἄρρωστος γίγνεται, οἷον κατὰ τὴν εἰσβολὴν ἢ τὴν ἐπίδοσιν ἢ κατὰ τὴν ἀκμὴν ἢ τὴν παρακμὴν τοῦ παροξυσμοῦ. κατ’ ἐκείνην γὰρ τὴν ὥραν ἐν ᾗ νωθρότερος ἢ ἀσφυκτότερος ἑαυτοῦ γίγνοιτο, τεθνήξεται πάντως. ἐν μὲν οὖν τῇ εἰσβολῇ τῶν παροξυσμῶν ἀποθνήσκουσιν ἐπὶ φλεγμοναῖς μεγάλαις ἐν κυρίοις μορίοις γιγνομέναις ἢ διὰ πλῆθος παχέων καὶ γλίσχρων χυμῶν ἀθρόως εἴσω ῥυέντων, ὡς ἀποφράξαι τελέως τὰς διεξόδους τοῦ πνεύματος, οἷον ἀποπνιγείσης καὶ ἀποσβεσθείσης τῆς φύσεως, ὡς εἰ καὶ πλῆθός τις ξύλων χλωρῶν ἐπισωρεύσει ἐν φλογί. κατὰ δὲ τὰς ἀκμὰς τῶν παροξυσμῶν ἀποθνήσκουσι, τῇ βίᾳ καὶ σφοδρότητι τοῦ νοσήματος νικηθείσης τῆς φύσεως, ἐφ’ ὧν ἄρρωστος ἡ δύναμις. συμβαίνει δὲ τούτῳ τῷ τρόπῳ κἀν τῇ ἐπιδόσει τοῦ παροξυσμοῦ αὐτοὺς ἀποθανεῖν. ἐν δὲ ταῖς παρακμαῖς τῶν παροξυσμῶν ἀποθνήσκουσι, λυθέντος αὐτοῖς τοῦ ζωτικοῦ τόνου· ἀμυδρότερος γὰρ καὶ καταπίπτων ἀεὶ ἐν ταῖς ὀλεθρίοις παρακμαῖς τοῦ παροξυσμοῦ γίνεται ὁ σφυγμός. διαρρεῖ γὰρ ἅμα τοῖς ἄλλοις ἐν τῷ σώματι καὶ ἡ πυρεκτικὴ θερμασία τηνικαῦτα. (κἀντεῦθεν ἡ φαντασία τοῖς ἰδιώταις τοῦ βελτίονος γίνεται.) ἔτι ἢ ἀποπατῆσαι διαναστάντες ἢ ἄλλως κινηθέντες ἐλειποψύχησάν τε καὶ μικρὸν ἔνιοι καὶ γλίσχρον ἐφιδρώσαντες ἀπέθανον. Ὅτι ἐπὶ τῶν ὀξέων νοσημάτων οὔτε προλέγειν τὸ τέλος χρὴ οὔτε ἐγχειρεῖν τοῖς κεκρατημένοις.[20]
57 οὐ χρὴ καταστοχάζεσθαι τῶν κατοξέων νοσημάτων, ἐφ’ ὧν καὶ μάλιστα αἰφνίδιος ὁ κίνδυνος εἰσβάλλει· εὐμετάρρευστος γὰρ ἐπὶ τούτων ὁ χυμὸς καὶ πυρετωδέστερος καὶ σφοδροτάτη ἡ βία τοῦ πυρετοῦ. ἐπὶ γὰρ τῶν τοιούτων νοσημάτων Ἱπποκράτης ἀπεφήνατο· “τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες οὔτε τῆς ὑγείης οὔτε τοῦ θανάτου.” Περὶ πυρετῶν· διαίρεσις.[5]
58 ἕν τι τῶν κατὰ δυσκρασίαν νοσημάτων ἐστὶν ὁ πυρετὸς εἰς τοσαύτην ἀμετρίαν αἰρομένης τῆς παρὰ φύσιν θερμότητος, ὡς ἀνιᾶν τε τὸν ἄνθρωπον καὶ τὴν ἐνέργειαν βλάπτειν. αἱ διαφοραὶ δὲ τῆς θερμότητος ταύτης παρὰ τὸ μᾶλλον καὶ ἧττόν εἰσιν ἢ τὸ σῶμα αὐτὸ τῆς καρδίας κατειληφυίας ἢ τοὺς χυμοὺς ἢ τὴν ἀερώδη οὐσίαν. ἄρχεται μὲν οὖν ἡ παρὰ φύσιν αὕτη θερμότης ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων καὶ εἰ μὴ φθάσειε λυθῆναι, συνδιατίθησιν ἑαυτῇ τῷ χρόνῳ ὡσαύτως τὰ λοιπὰ δύο γένη. καὶ εἰ μὲν τοῖς πνεύμασιν ἐγκαταμείνῃ, τὸν ἐφήμερον ἐργάζεται πυρετόν, εἰ δὲ τὰ ὑγρὰ καταλάβῃ, τὸν ἐπὶ σηπεδόνι ἀνάπτει, εἰ δὲ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἀδικήσει, τὸν ἑκτικὸν κατασκευάζει πυρετόν. ἔνιοι μὲν γὰρ τῶν πυρετῶν εὔλυτον ἔχουσι τὴν διάθεσιν, οὕτως ὡς τὸ θερμανθὲν ἐν ἡλίῳ ξύλον, ἔνιοι δὲ δύσλυτον, οὕτως ὡς τὸ ἀναφθὲν ὑπὸ τοῦ πυρὸς ξύλον, ὥστε καὶ καπνὸν ἀποβάλλειν. τρία μὲν οὖν ἐστι τὰ γένη τῶν πυρετῶν· τό τε τῶν ἐφημέρων καὶ τὸ τῶν ἐπὶ σήψει χυμῶν καὶ τρίτον τὸ τῶν ἑκτικῶν. πρῶτον μὲν οὖν περὶ τῶν ἐφημέρων διαληψόμεθα. γίγνονται τοίνυν οἱ τοιοῦτοι πυρετοί, ὡς εἴρηται, χωρὶς σήψεως χυμῶν ἐκ πυρωθέντος μόνου τοῦ πνεύματος καὶ διὰ τοῦτο ἐφήμεροι καλοῦνται. λουσάμενοι γὰρ οἱ κάμνοντες ἐν τῇ πρώτῃ παρακμῇ τούτου τοῦ πυρετοῦ καὶ τροφὴν εὔχυμόν τε καὶ ὑγρὰν προσαράμενοι οὐκέτι δεύτερον πυρέττουσιν. ἴδιον δὲ καὶ ἀχώριστον σημεῖον τῶν ἐφημέρων πυρετῶν ἐστιν ἡ τῶν οὔρων πέψις ἐν τῇ πρώτῃ τῶν ἡμερῶν καὶ τὸ τῆς θερμασίας ἡδύ. μετὰ δὲ τὴν παῦλαν τοῦ παροξυσμοῦ πιστοτέραν ἕξεις τὴν διάγνωσιν. ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνησις κατὰ πάντα ἐξομοιοῦται τῇ τῶν ὑγιαινόντων, ὅπερ οὐδενὶ τῶν ἄλλων πυρετῶν πρόσεστι, καὶ ἡ τοῦ κάμνοντος δὲ εὐφορία μέγιστον καὶ αὐτὴ σημεῖον ἀπαλλαγῆς ἐστι καὶ τὰ οὖρα πολὺ βελτίω μετὰ τὸν παροξυσμὸν τὸν κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί σοι. καὶ εἰ λουομένοις δὲ αὐτοῖς μήτε φρίκη τις ἀήθης γένοιτο μήτε ἄλλη τις ἀηδία καὶ εἰ μετὰ τὸ λουτρὸν ἐφεξῆς ἡ εὐφορία μένοι, θαρρῶν τρέφοις τε ἂν αὐτοὺς καὶ οἴνου παρέχοις ἀδεῶς πίνειν ὅσον τοῖς παροῦσι μέτριον. εὐάλωτοι δὲ τοῖς τοιούτοις πυρετοῖς εἰσιν ἐφ’ ὧν αἱ ἀπόρροιαι τοῦ σώματος οὐκ ἀτμῶδες ἀλλὰ δριμύ τε καὶ καπνῶδες ἔχουσιν, ὥστε, εἴ ποτε ἐπισχεθῶσι τὸ ἀθροιζόμενον ἐξ αὐτῶν θερμόν, πυρετῶδες γενέσθαι· προκατάρχουσι δὲ αὐτῶν αἰτίαι· κόποι ψῦξις ἀγρυπνία φροντίδες λύπαι θυμοὶ ῥῖγος ἔγκαυσις ἀπεψία καὶ πύκνωσις τοῦ δέρματος, ὥστε δυσδιάπνευστον αὐτοῖς γίγνεσθαι. Περὶ τῶν ἐπὶ κόποις ἐφημέρων πυρετῶν.[35]
59 τῶν μὲν οὖν ἐπὶ κόποις πυρεξάντων τό τε δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν ἐστι (μάλιστα δὲ τοῦτο συμβαίνει τοῖς ψυγεῖσιν ἅμα πλείονι κόπῳ, ὥστε καὶ μετὰ τὴν ἀκμὴν τοῦ πυρετοῦ παραμένειν αὐτοῖς τὴν ξηρότητα) καὶ οἱ σφυγμοὶ τούτοις μικροὶ γίγνονται. τοῖς δὲ μὴ ἄγαν ὑπερπονήσασιν ἰκμάδες τινὲς ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους ἀναφέρεται μεγάλοι τέ εἰσι τούτοις καὶ οἱ σφυγμοί. χρὴ δὲ μετὰ τὴν παρακμὴν τοῦ παροξυσμοῦ εὐθὺς ἐπὶ τὸ λουτρὸν ἄγειν αὐτοὺς καὶ λιπαρῶς τε ἅμα καὶ μαλακῶς ἀνατρίψαντας ἐπ’ ὀλίγῳ ἐλαίῳ γλυκεῖ χλιαρῷ λούειν γλυκέων ὑδάτων λουτροῖς, ἀλλ’ οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίζειν αὐτοὺς κελεύσειας, οὐδὲν βλάψεις διὰ τὴν ψῦξιν, εἶτα ἀνάπαυσιν ἐπιτηδεύειν. Περὶ τῶν ἐπ’ ἀγρυπνίᾳ καὶ φροντίδι ἢ λύπῃ ἢ θυμοῖς πυρεξάντων.[10]
60 τοὺς μὲν ἐπ’ ἀγρυπνίᾳ πυρέξαντας διορίζει μὲν καὶ τὸ τῆς χροιᾶς εἶδος· ὕποιδον γάρ ἐστι καὶ τῶν ὀφθαλμῶν δὲ αἱ κινήσεις δῆλαι· μόγις γὰρ ἐπαίρουσι τὰ βλέφαρα. καὶ κοῖλοι αὐτοῖς γίγνονται οἱ ὀφθαλμοί. καὶ τοῖς λυπηθεῖσι δὲ ἢ φροντίσασι κοῖλοι μὲν ὁμοίως γίγνονται οἱ ὀφθαλμοὶ ἀλλὰ καὶ ξηροί. οἱ δὲ σφυγμοὶ μικρότεροι πᾶσι τοῖς ἐπ’ ἀγρυπνίᾳ καὶ λύπῃ καὶ φροντίδι γίγνονται, τοῖς δὲ ἐπὶ θυμῷ οὔτε τὸ τῆς κοιλότητος τῶν ὀφθαλμῶν πάρεστιν οὔτε τὸ τῆς ἀχροίας καὶ ἡ θερμασία τούτοις πλείων καὶ ὡς ἐκ τοῦ βάθους ἀναφερομένη καὶ μεγάλοι τούτοις οἱ σφυγμοί. οἱ μὲν οὖν προειρημένοι πάντες οὐδὲ τρίψεως οὐδὲ λουτρῶν δέονται πολλῶν, ἀλλὰ πολὺ μὲν ἔλαιον περιχεῖν οὐδόλως μετέχον στύψεως, ἀνατρίψαντα δὲ βραχέα λούειν ὡς ἔθος. Περὶ τῶν ἐπ’ ἐγκαύσει πυρεξάντων· θεραπεία.[10]
61 τοὺς δὲ ἐπ’ ἐγκαύσει πυρέξαντας εὐθέως μὲν ἐξ ἀρχῆς τοῖς ψύχουσιν ἰᾶσθαι λουτροῖς πλείοσι γλυκυτάτων καὶ εὐκρατωτάτων ὑδάτων. ἔλαιον δὲ βραχὺ προσφέρειν καὶ οὐδόλως ἀνατρίβειν. ἔστω δὲ τὰ προσαγόμενα τῇ κεφαλῇ ψύχοντα ὀμφάκινόν τε καὶ ῥόδινον τὸ ἐξ αὐτοῦ ἐσκευασμένον ἁλῶν μὴ ἔχοντος. ἐργάζεσθαι δὲ ταῦτα ψυχρά, τὸ ἀγγεῖον ἐν ᾧ περιέχεται κρεμῶντας ἐν φρέατι ψαῦον τοῦ ὕδατος· ἔτι δὲ μᾶλλον κρουνὸς ὕδατος ψυχροῦ ψύχει τὸ ἔλαιον καὶ τούτου μᾶλλον χιὼν περιπλαττομένη ἔξωθεν τῷ ἀγγείῳ· καταχεῖν δὲ τοῦ βρέγματος τὸ ψυχθὲν οὕτως ἔλαιον δι’ ἐρίου συμμέτρου ἀναλαμβάνοντα καὶ μετέωρον ἐξαίροντα τὴν χεῖρα, καὶ τοῦτο ἀδιαλείπτως ποιήσαντα ἄχρι τῆς παρακμῆς τοῦ πυρετοῦ· ἄγειν δὲ ἐπὶ λουτρὸν γλυκέων καὶ εὐκράτων ὑδάτων μόνῃ τῇ παρόδῳ τοῦ ἀέρος χρώμενον. Περὶ τῶν ἐπὶ ψύξει πυρεξάντων· θεραπεία.[10]
62 εἰ δέ τις ψυχθεὶς πυρέξειεν ἐπισχεθεισῶν αὐτῷ δηλονότι τῶν διὰ τοῦ δέρματος γιγνομένων καπνωδῶν διαπνοῶν, καὶ τοῦτον ἐπὶ βαλανεῖον ἀκτέον ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ· θερμαίνειν δὲ τὴν κεφαλὴν καὶ πρὸ τοῦ λουτροῦ ἐν τῇ παρακμῇ καὶ μετὰ τὸ λουτρὸν ἰρίνῳ μύρῳ καὶ ἀμαρακίνῳ καὶ ναρδίνῳ. Περὶ τῶν ἐπὶ κορύζῃ καὶ κατάρρῳ πυρεξάντων.[5]
63 τοὺς δὲ σὺν κορύζῃ καὶ κατάρρῳ πυρέξαντας, πρὶν πεφθῆναι ταῦτα, λούειν οὐ χρή, εἰ ἐκ ψύξεως ἢ δυσπεψίας ὁ κατάρρους ἐγένετο· τὴν δὲ κεφαλὴν ἐμβρέχειν ἰρίνῳ μύρῳ μάλιστα ἢ ἀμαρακίνῳ ἢ ναρδίνῳ· εἰ δ’ ἐπ’ ἐγκαύσει γέγονεν ὁ κατάρρους θερμανθείσης τῆς κεφαλῆς καὶ σικύας τρόπον ἑλκυσάσης ὕλην ἐκ τῶν ὑποκειμένων, τούτους εὐθὺς ἐπὶ λουτρὸν ἄγειν γλυκέων καὶ εὐκράτων ὑδάτων καὶ τῷ ψυχρῷ βάπτειν καὶ ὑπὸ τὸν κρουνὸν τιθέναι. ἐπὶ δὲ τῷ λουτρῷ τοῖς ῥωννύουσι τὴν κεφαλὴν ἐμβρέχειν. μέτρια δὲ ἔστω διὰ τὸ λουτρόν. Περὶ τῶν ἐπὶ πυκνώσει τοῦ δέρματος πυρετῶν.[5]
64 πυκνοῦται τὸ δέρμα ἢ ψυχόμενον ἢ ποιότητος αὐτῷ στρυφνῆς ἀήθως προσπεσούσης, οἷόν τι καὶ τοῖς παρὰ τὸ ἔθος λουομένοις ἐν ὕδατι στυπτηριώδει γίνεται. στεγνότατον δὲ τούτοις ἐστὶ τὸ δέρμα, ὥστε καὶ τῇ ἁφῇ διαγιγνώσκεσθαι. ἀλλὰ καὶ ἡ τῆς θερμασίας κίνησις πραεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς φαινομένη δριμεῖα γίνεται εἰ χρονίσαις ἁπτόμενος ἐπὶ πλέον. τὰ δὲ οὖρα οὐχ ὡς τοῖς ἄλλοις ἐστὶ πυρρά· διότι οὐκ ἀτροφίαν αἰτιώμεθα ἐπὶ τούτων, ὅθεν οὐδὲ ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν οὐδὲ οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίγνονται· ἀλλ’ ἔστιν οἷς καὶ ὑγρότεροί τε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν κατὰ φύσιν διὰ τὸ μὴ γίγνεσθαι διαφόρησιν ἐπ’ αὐτῶν, ἀλλὰ μᾶλλον ἐναποκλείεσθαι ἔνδον τὰς ὕλας· ὅθεν οὐδ’ οἱ σφυγμοὶ μικροὶ καθάπερ ἐπὶ λύπης ἢ φροντίδος ἢ ἀγρυπνίας καὶ τοῖς ἄγαν ἀμέτροις γυμνασίοις. θεραπεύειν δὲ χρὴ λούοντας ὕδατι γλυκυτάτῳ καὶ εὐκρατοτάτῳ μετὰ τὴν παρακμὴν τοῦ παροξυσμοῦ καὶ χρονίζειν ποσῶς ἐν τῷ ἀέρι τοῦ βαλανείου κελεύειν, ἔλαιόν τε γλυκὺ ἐπιχέοντας χλιαρὸν τρῖψιν μετρίαν καὶ μαλακὴν προσάγειν, διαιτᾶν δὲ λεπτῇ διαίτῃ καὶ οἶνον λευκὸν καὶ λεπτὸν διδόναι. Περὶ τῶν ἐπ’ ἀσιτίᾳ πυρετῶν.[15]
65 εἰ δὲ δι’ ἀσιτίαν γένηται πυρετὸς τοῦ παροξυσμοῦ παρακμάζοντος εἰς τὸ βαλανεῖον ἄγειν αὐτοὺς καὶ ἔλαιον χλιαρὸν γλυκύτατον πλεῖστον καταχέοντας ἀνατρίβειν πραότατα καὶ τὸ πλεῖστον τούτους τοῦ χρόνου τῇ θερμῇ δεξαμενῇ διατρίβειν· ἐξελθόντας δὲ καὶ ἀναλαβόντας τὴν δύναμιν πάλιν ἐκ δευτέρου εἰσάγειν ἐν τῷ λουτρῷ καὶ ἐμβιβάζειν τῷ θερμῷ, εἶτα ἐξελθόντας μετὰ τὸ καταστῆναι τὴν ἐκ τοῦ βαλανείου ταραχὴν διδόναι ὕδωρ θερμὸν πίνειν, κἄπειτα πτισσάνης χυλόν, ἐνίοτε δὲ καὶ τῶν πετραίων ἰχθύων ἐν λευκῷ ζωμῷ γεγενημένων. Δίαιτα κοινὴ πάντων τῶν ἐφημέρων πυρετῶν.[5]
66 ἡ δὲ διάιτα κοινὸν ἔχει σκοπὸν ἁπάντων τῶν ἐφημέρων πυρετῶν ἐξ ἐδεσμάτων εὐχύμων τε καὶ ῥᾳδίως πεττομένων οὐδαμόθεν τε κατὰ τοὺς πόρους ἰσχομένων, τοῖς μὲν ἐγκαυθεῖσιν ἢ θυμωθεῖσι μετὰ τοῦ ψύχειν τε καὶ ὑγραίνειν, τοῖς δὲ ψυγεῖσιν ἀτροφωτέρα μετὰ τοῦ θερμαίνειν μετρίως, τοῖς δὲ ἀγρυπνήσασιν ἢ λυπηθεῖσι καὶ πλείω φροντίσασιν ἡ ὑγρὰ καὶ ὑπνώδης τροφὴ ἁρμόδιος, τοῖς δὲ κοπωθεῖσιν ἡ τροφιμωτέρα καὶ πλείστη. ἐφ’ ὧν δὲ ἡ δυσκρασία τοῦ σώματος ἐπὶ τὸ θερμότερον καὶ ξηρότερον τρέποιτο, δεῖ τούτους κατὰ τὴν πρώτην εἰσβολὴν ἐνίοτε τοῦ πρώτου παροξυσμοῦ τρέφειν· οἶνον δὲ πᾶσι τοῖς ἐφήμερον πυρετὸν πυρέξασι διδόναι τὸν ὑδατώδη λεγόμενον λευκὸν καὶ λεπτόν, τὴν πέψιν ἐπὶ τούτων συναιρόμενον καὶ οὖρα καὶ ἱδρῶτας προτρέποντα. τοῖς δὲ ἀγρυπνήσασιν ἢ λυπηθεῖσιν ἢ φροντίσασι μᾶλλον ἀδεῶς διδόναι οἶνον καὶ τοῖς ὑπερκοπωθεῖσι δὲ διδόναι τοσοῦτον ὅσον κρατεῖν δύνανται. τοῖς δὲ θυμωθεῖσι, πρὶν παντελῶς ἔξω τοῦ πάθους γένωνται, οὐκ ἀσφαλὲς οἶνον διδόναι. Περὶ τῶν ἐπὶ βουβῶσι πυρετῶν.[15]
67 εἰ μὲν χωρὶς προκαταρκτικῆς αἰτίας φλεγμονὴ γένοιτο βουβῶνος, πλῆθος αἵματος ὡς ἐπίπαν δηλοῖ ἐν παντὶ τῷ σώματι. καὶ γὰρ ἡ θερμασία ἐπὶ τούτων πλείων τῶν προειρημένων καὶ τὸ πρόσωπον ἐρυθρὸν καὶ εὔογκον φαίνεται. δεῖ οὖν φλεβοτομεῖν τάχιστα, πρὶν σαπεῖσα ἐν τῷ φλεγμαίνοντι τόπῳ ἡ ὕλη πυρετὸν ἀνάψει τὸν ἐπὶ σήψει. μετὰ δὲ τὴν φλεβοτομίαν λεπτῇ διαίτῃ κεχρῆσθαι μέχρι τελείας ἀπαλλαγῆς. κατὰ δὲ τοῦ φλεγμαίνοντος βουβῶνος πρὸ μὲν τῆς φλεβοτομίας τὰ στύφοντα καὶ ἀποκρουόμενα ἐπιτιθέναι, μετὰ δὲ τὴν φλεβοτομίαν τὰ χαλῶντα καὶ μετρίως διαφοροῦντα. ἐφ’ ὧν δὲ διὰ πρόσκομμα δακτύλου ἢ ἕτερόν τι τοιοῦτον βουβὼν ἐγένετο καὶ τούτου χάριν ὁ ἐφήμερος ἐπηκολούθησε πυρετός, οἱ τοιοῦτοι οὐδὲν πυνθάνονται τὸν ἰατρὸν ὅ τι χρὴ ποιεῖν, ἀλλὰ καὶ τοῦ ἕλκους, ἐφ’ οὗπερ ἂν ὁ βουβὼν γένηται, προνοησάμενοι λούονται κατὰ τὴν παρακμὴν τοῦ παροξυσμοῦ. εἴργειν δὲ οἴνου χρὴ πάντας τοὺς ἐπὶ βουβῶσι πυρέττοντας, μέχρις ἂν οἱ βουβῶνες λυθῶσι καὶ λεπτότερον διαιτᾶν. Περὶ τῶν ἐπὶ ταῖς ἀπεψίαις ἐφημέρων πυρετῶν.[15]
68 ἐν τοῖς κακοχύμοις σώμασιν αἱ γιγνόμεναι ἀπεψίαι τάχιστα ἀνάπτουσι πυρετόν· ἧττον δὲ γίνεται τὸ κακὸν εἰ καταρρήξειεν ἐπὶ τῇ ἀπεψίᾳ ἡ γαστήρ· οὐ μικρὸν δὲ τὸ κακὸν εἴ γε ἐπισχεθείη. πυρέττουσι δὲ ἔνιοι καὶ ἐφ’ ὧν διάρροια ἐπὶ τῇ ἀπεψίᾳ γίνεται. εἰ μὲν δὴ φαίνοιτο μόνα τὰ διεφθαρμένα κεκενῶσθαι, λουστέον τέ ἐστι καὶ θρεπτέον αὐτοὺς ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ. εἰ δὲ ὑπὲρ τὸ δέον ἡ κένωσις γένοιτο, ἄμεινον θρέψαι χωρὶς τοῦ λοῦσαι, προνοησάμενον τῶν κατὰ γαστέρα. ἡ δὲ τῆς γαστρὸς ἐπιμέλεια διττῶς γιγνέσθω· εἰ μὲν μηκέτι φέροιτο ἡ γαστήρ, ἀψίνθιον ὀλίγον ὕδατι βρέχων, ἕψε σὺν ἐλαίῳ ἐπὶ διπλώματος καὶ τούτῳ ἐπίβρεχε τὴν γαστέρα· ἔπειτα πίλημα ἐκ πορφύρας βρέχοντα τῷ ἐλαίῳ ἐπιτίθει τῇ γαστρί. εἰ δὲ ἀτονώτερον ὑπάρχοι τὸ στόμα τῆς γαστρός, μαστίχην σὺν ναρδίνῳ μύρῳ λεάνας ὡς γλοιοῦ ἔχειν πάχος καὶ δεύσας αὐτῷ τὴν πορφύραν ἐπιτίθει. ἔστω δὲ τὰ ἐπιτιθέμενα θερμὰ τῇ ἁφῇ· ἐκλύει γὰρ τὰ χλιαρὰ τὸν τόνον τῆς γαστρός. ἔτι δὲ φερομένης τῆς γαστρός, ἄμεινον καλλίστῳ μηλίνῳ χρῆσθαι ἀντὶ τῆς νάρδου μετὰ βραχέος οἴνου. χρήσιμον δὲ εἰς ταῦτα καὶ τὸ μαστίχινον. εἰ δὲ καὶ ἐγκαίοιτο ἡ γαστὴρ μετὰ τὴν κένωσιν, τῷ μηλίνῳ ὁμοίως κεχρῆσθαι ἢ κηρωτῇ δι’ αὐτοῦ ἐσκευασμένῃ. τρέφειν δὲ ῥεούσης μὲν ἔτι τῆς γαστρὸς ἀλφίτοις τε καὶ τοῖς καλουμένοις ὀξυλιπέσιν ἄρτοις· ἐπιπάττειν δὲ τὸ ἄλφιτον χυλῷ ῥοῶν ἢ ἀπίων ἢ μήλων μάλιστα κυδωνίων ἢ τῷ ἀφεψήματι αὐτῶν ἢ μύρτων. εἰ δὲ παύσοιτο ἡ φορά, χόνδρος ἄλικος διδόσθω καὶ ὄρχεις ἀλεκτρυόνων καὶ οἱ πετραῖοι τῶν ἰχθύων ἐν λευκῷ ζωμῷ γεγενημένοι καί τις ὀπώρα τῶν στυφουσῶν. εἰ δ’ ἀνόρεκτοι εἶεν, ὡς ἀπεστράφθαι τὰ σιτία, τοῦ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων μήλων καὶ μέλιτος συντιθεμένου πεπτικοῦ φαρμάκου δοτέον ὅσον κοχλιάριον α ἢ β . εἰ δὲ μὴ παρείη τὸ διὰ τοῦ χυλοῦ, δοτέον τὸ διὰ τῶν σαρκῶν τῶν κυδωνίων σκευαζόμενον ἢ οὐδόλως προσλαβὸν πέπερι ἢ πάνυ ἐλάχιστον. εἰ δ’ ἐπέχοιτο ἡ γαστὴρ ἐπὶ τῶν δι’ ἀπεψίαν τὸν ἐφήμερον πυρεξάντων πυρετόν, εἰ μὲν ἔτι ἐν τῇ γαστρὶ περιέχοιτο τὰ σιτία, χλιαρὸν πλεῖστον ποτίσαντες, δακτύλων ἢ πτερῶν καθέσει, κελεύσομεν ἐμέτῳ τὸ λυποῦν ἐκκενῶσαι, ἔπειτα θάλψαι τὰ ὑποχόνδρια καὶ ἡσυχίαν ἄγειν. εἰ δὲ ὑποβιβασμὸς ἤδη γέγονε τῆς τροφῆς περὶ τὰ ἔντερα, κατακλιτέον αὐτοὺς ἀνάρροπα ἔχοντας τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν στόμαχον μέρη καὶ θαλπτέον τὴν γαστέρα, ὕπνον ἐπιτηδεύοντες. μετὰ δὲ τὸν ὕπνον βάλανον ὑποθετέον πρὸς κομιδὴν τῶν ὑποβιβασθέντων περιττωμάτων ἢ κλυστῆρι πραοτέρῳ οἷον ἀφεψήματι πιτύρων κενωτέον. δίαιτα δὲ λεπτοτάτη ἔστω, ῥυπτικὸν ὅσον πλεῖστον ἔχουσα ἐν ἑαυτῇ. εἰ δ’ ἐμπνευμάτωσις προσγένοιτο, συνεψεῖν δεῖ τῷ ἐλαίῳ κύμινον καὶ πήγανον καὶ ἐνιέναι. κενωθείσης δὲ δεόντως τῆς γαστρός, αὐτίκα τρέφειν. εἰ δὲ καὶ ἀλύπως ὑπνώσειε, λούειν τῇ ἑξῆς χρώμενοι κατὰ τῆς γαστρὸς τῷ ναρδίνῳ μύρῳ μετὰ βραχέος οἴνου καὶ μετὰ τὸ λουτρὸν ὁμοίως λεπτῶς διαιτᾶν. εἰ δὲ καὶ ἡ τρίτη ἐνέγκοι ἕν τι πυρετῶδες, οὐδὲ οὕτως φοβεῖσθαι, ἀλλὰ λούειν ὁμοίως καὶ τρέφειν μετρίως. διδόναι δὲ χρὴ τοῖς τοιούτοις πρὸ τῆς τροφῆς τῶν πεπτικῶν ὀξυπορίων τινὸς καὶ μάλιστα τοῦ διὰ τῶν κυδωνίων μήλων ὅσον κοχλιάριον. Θεραπεία ἐφημέρων πολυημέρων λεγομένων, οἵ τινες ἐκ μεταπτώσεως τῶν ἐφημέρων τὴν γένεσιν ἔχουσιν ἐπ’ ἐμφράξει τοῦ δέρματος.[45]
69 γίγνονται δέ τινες πυρετοὶ ἐπ’ ἐμφράξει τῶν περὶ τὸ δέρμα ἀγγείων ἐκ μεταπτώσεως τῶν ἐφημέρων, ὅταν μὴ καλῶς εὐθὺς ἐξ ἀρχῆς θεραπευθεῖεν. μάλιστα δὲ τοῦτο συμβαίνει ἐπὶ τῶν κακοχύμων σωμάτων, ὅταν ἐξ ἀδηφαγιῶν πολλῶν τύχωσιν ὄντες· ἐπὶ γὰρ τῶν τοιούτων κατὰ μὲν τὴν πρώτην καὶ δευτέραν ἄχρι τινὸς οὐκ ἔστιν ἐν τῷ σφυγμῷ τὸ τῆς σήψεως σημεῖον, ὥσπερ οὐδὲ ἐν τοῖς οὔροις τὰ τῆς ἀπεψίας. μηκυνομένης μέντοι τῆς παρακμῆς καὶ μηκέτι ἀνὰ λόγον ἐνδιδούσης, ὕποπτός ἐστιν ἡ διάθεσις. εἰ γὰρ μὴ διαπνεύσῃ τελέως, ἀναγκαῖον σαπῆναι τὴν κακοχυμίαν. εἰ μὲν οὖν παιδίον ἢ γέρων ὁ κάμνων εἴη, φλεβοτομεῖν οὐκ ἐγχωρεῖ, μεταξὺ δὲ τῶνδε τῶν ἡλικιῶν ῥώμης παρούσης τῷ κάμνοντι φλεβοτομητέον, εἴ γε καὶ τὰ τοῦ πλήθους ἐν τῷ σώματι παρείη σημεῖα. ἀφαιρεῖν δὲ ἀνάλογον τῇ τε δυνάμει καὶ τῷ μεγέθει τῆς ἐμφράξεως· μείζων μὲν γὰρ ἐπὶ ταῖς σφοδροτέραις ἐμφράξεσι συμπίπτει πυρετός, ἐλάττων δὲ ἐπὶ ταῖς μικροτέραις. κενωθέντος δὲ τοῦ πλήθους καὶ ἀραιωθέντων τῶν πόρων, καὶ τὰ καπνώδη καὶ λιγνυώδη περιττώματα διαπνεόμενα ἐλάττω γε γίγνοιτ’ ἄν. κίνδυνος γὰρ τοῖς ἐκφράττειν δυναμένοις κεχρῆσθαι πρὶν κενῶσαι. αἱ γὰρ ῥυπτικαὶ δυνάμεις ἀναφερόμεναι συνεπισύρονταί τι τῶν ἐν τοῖς ἀγγείοις παχέων ἢ γλίσχρων καὶ διπλασιάζουσι τὴν ἐν τοῖς στενοῖς πόροις ἔμφραξιν. εἰ δὲ καὶ ἐκτὸς τοῦ δέρματος προσαχθείη τὰ ῥύπτοντα, κίνδυνος συνεπισπᾶσθαί τι καὶ ἄλλο πρὸς τοὺς ἐμπεφραγμένους πόρους. ὅπως οὖν ἀσφαλὴς καὶ τοῖς ἔνδοθεν ἡ φορὰ καὶ τοῖς ἔξωθεν ἡ ὁλκὴ γίγνοιτο, χρησιμώτατόν ἐστι πρὸς δύναμιν κενῶσαι τὸ σῶμα, κενώσαντα δὲ διδόναι μετ’ οὐ πολὺ τῶν ῥυπτικῶν τινα τροφῶν ἢ φαρμάκων· ἐν τροφῆς μὲν λόγῳ πτισσάνην καὶ μελίκρατον, ἐν φαρμάκοις δὲ ὀξύμελι τὸ ἐκ μόνου ὄξους καὶ μέλιτος ἐσκευασμένον. ὅσα γὰρ τῷ ὀξυμέλιτι συνέψεται ἐπὶ τῶν ἄλλων οἷον καλαμίνθη καὶ τὰ παραπλήσια θερμὰ τυγχάνοντα, ἐξάπτει τοὺς πυρετούς, ὥσπερ καὶ οἶνος. ὀξύμελι δὲ οὔτε τοὺς πυρετοὺς ἐξάπτει, ἀλλὰ καὶ ῥύπτει γενναίως. μετὰ δὲ τὴν τρίτην ἡμέραν μήτε τοῦ τῆς σήψεως τῶν χυμῶν σημείου παρόντος ἐν τοῖς σφυγμοῖς μήτε ἐν τοῖς οὔροις τοῦ τῆς ἀπεψίας, εἰ καὶ ἡ ὕποπτος ὥρα καθ’ ἣν εἰσέβαλλεν ὁ πυρετὸς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διελήλυθε, θαρρῶν ἤδη χρὴ λούειν τὸν ἄνθρωπον. εἰ δὲ καὶ περὶ δεκάτην ὥραν ὑποπτεύοιτο ὁ παροξυσμός, λούειν χρὴ πρὸ τῆς ἕκτης ὥρας· ἐν δὲ τῷ βαλανείῳ προθερμανθέντος τοῦ σώματος, ἀλείφειν χρὴ ἐλαίῳ γλυκεῖ χλιαρῷ καὶ ἀνατρίβειν μετριώτατα, ἔπειτα διαρύπτειν καὶ ἀποπλύνειν ἔξωθεν τὸ σῶμα. ἐκλέγειν δὲ τῶν μετρίως ῥυπτόντων τινά, οἷόν ἐστι τὸ κρίθινον ἄλευρον καὶ τὸ τῶν κυάμων, εἶτα ἐμβιβάζειν τῷ θερμῷ εὐκράτῳ, ἔπειτα δὲ καὶ τῷ ψυχρῷ μετρίως. μετὰ δὲ τὸ λουτρόν, εἰ μὲν ἡ ὕποπτος ὥρα πρὸ τοῦ βαλανείου διῆλθε, τρέφειν συμμέτρως. εἰ δὲ περὶ δεκάτην εἰ τύχοι ὥραν ὑποπτεύοιτο ταραχή τις, μηδὲν διδόναι πλὴν ὕδατος ἔχοντος ἐναφεψημένον σέλινον ὀλίγον· εἶτα εἰ μηδόλως μηδὲν φαῦλον ἐνέγκειεν ἡ ὥρα, τρέφειν, εἰ δέ τι καὶ γένοιτο, πάντα μέτρια φανεῖται, ὥστε καὶ λούσεις τῇ ἑξῆς ἡμέρᾳ καὶ θρέψεις. μεγάλης δὲ τῆς ἐμφράξεως γεγενημένης ἐξ ἀνάγκης σηπεδὼν ἐπιγίγνεται· ὅθεν ἡ ἐπὶ σηπεδόνι πυρετῶν λεχθησομένη ἐπιμέλεια καὶ τούτοις ἁρμόδιος. Περὶ συνόχων πυρετῶν.[45]
70 σύνοχος πυρετὸς ὀνομάζεται οὗ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἷς ἐστιν ὁ παροξυσμός, οὐδεμίαν ἔμφασιν ἀρχῆς ἑτέρου παροξυσμοῦ ποιούμενος. εὐεκτικῶν δὲ σωμάτων καὶ πολυαίμων καὶ ἡλικίας θερμῆς οἰκεῖος ὁ σύνοχος πυρετός. συνίσταται γὰρ ἐπὶ πλήθει αἵματος θερμοῦ μήπω σεσηπότος, τῷ μὴ διαπνεῖσθαι, τῇ ζέσει μόνῃ τὴν θερμασίαν ἐγείροντος, ὥσπερ ὁ ἐν ταῖς πιθάκναις νέος οἶνος. ὥρα δὲ μάλιστα οἰστικὴ τῶν τοιούτων πυρετῶν ἐστιν ἡ ἐαρινή. τρεῖς δέ εἰσι τοῦ συνόχου διαφοραί, ἤτοι διαμένοντος ἴσου τοῦ μεγέθους ἐξ ἀρχῆς μέχρι λύσεως ἢ προστιθέντος ἢ ἀφαιροῦντος. τοῦτο δὲ συμβαίνει τῷ μᾶλλον ἢ ἧττον γίγνεσθαι τὰς διαπνοὰς ἐκ τοῦ πυκνοτέραν ἢ ἀραιοτέραν εἶναι τὴν ἕξιν τοῦ πάσχοντος σώματος. πλῆθος δέ ἐστι τὸ λυποῦν ἐπὶ τῶν τοιούτων πυρετῶν καὶ ζέσις τοῦ αἵματος, ἐξ ἧς ὁ πυρετὸς ἀνήφθη, ἐνίοτε δὲ καὶ πάχος. σκοπὸς οὖν τῆς θεραπείας ἐπ’ αὐτῶν κενῶσαι τὸ πλῆθος καὶ σβέσαι τὴν παρὰ φύσιν θερμότητα καὶ τεμεῖν τὸ πάχος, εἰ παρείη· εἶθ’ οὕτως τὴν ἀρχαίαν εὐκρασίαν κατασκευάσαι τοῖς ἀσθενήσασι μορίοις. Περὶ φλεβοτομίας ἐπὶ συνόχων.[15]
71 ἰσχυρᾶς μὲν οὖν τῆς δυνάμεως ὑπαρχούσης καὶ τῆς ἡλικίας συγχωρούσης καὶ μηδενὸς ἑτέρου ἰσχυρῶς ἐναντιουμένου, ἀφαιρεῖν αἵματος χρὴ τοσοῦτον ὅσον ἂν ἡ δύναμις φέρῃ· ἄμεινον γὰρ δυνάμεως παρούσης ἄχρι λειποθυμίας ἄγειν. μὴ φλεβοτομηθέντες δὲ οὗτοι εἰς ἔσχατον ἥκουσι κίνδυνον, ὥστε ἢ πνιγῆναι ἢ συγκοπήσεσθαί γε πάντως αὐτούς, εἰ μήποτε ῥώμη δυνάμεως ἢ αἱμορραγία λάβρος ἢ ἱδρὼς πολὺς ἐξαρπάσει αὐτοὺς ὀλέθρου προφανοῦς. τὸ γὰρ πλῆθος ἐπὶ τούτων μηκέτι χωρεῖσθαι δυνάμενον πρὸς τῶν ἀγγείων ἐκφράττει καὶ διατείνει τὸν ὄγκον τοῦ σώματος καὶ διὰ τοῦτ’ αὐτὸ ἐνίοτε ῥήγνυσι καὶ ἀναστομοῖ τὰ ἀγγεῖα, μάλιστα τὰ ἐν ῥισίν· τούτου χάριν σπεύδειν χρὴ ἀφαιρεῖν τοῦ αἵματος ὅσον ἡ δύναμις φέρει, ὅπως ἡ τῶν ἀγγείων φύσις ἐκ τοῦ διαπνεῖσθαί τε καὶ ῥιπίζεσθαι τὴν φυσικὴν εὐκρασίαν φυλάττουσα κατὰ τὸν ἐξ ἀρχῆς τρόπον ἐπικρατῇ τῶν χυμῶν· προσέχειν δὲ χρὴ καὶ τοῖς τῆς φλεβοτομίας σκοποῖς. προηγουμένης μὲν γὰρ ἀπεψίας σιτίων, τοσοῦτον χρόνον ἀναβάλλεσθαι τὴν φλεβοτομίαν προσήκει, ὅσον ἱκανὸν ἄν σοι δόξῃ πρός τε τὴν ἐν γαστρὶ πέψιν αὐτῶν καὶ τὴν τῶν ἐν τοῖς ἐντέροις περιττωμάτων ὑποχώρησιν. εἰ δὲ ὑποπτεύοιτο μετὰ τὴν φλεβοτομίαν ἑτέρα τις κένωσις αἵματος γίγνεσθαι, οἷον γυναικείων κάθαρσις ἢ τῶν ἐν ἕδρᾳ αἱμορροΐδων, ἀπολείπειν χρὴ ἐν τῇ φλεβοτομίᾳ τοῦ αἵματος τοσοῦτον, ὅσον μέλλει διὰ τῶν ἄλλων τόπων κενοῦσθαι· ὥστε εἴτε καταμήνια τύχοι κινηθέντα εἴθ’ αἱμορροῒς ἀναστομωθεῖσα, ἐπιτρέπειν τῇ φύσει τὸ σύμπαν, εἰ δὲ μὴ τοσοῦτον ὅσον ἐχρῆν ἐκκενωθῇ, τότε φλεβοτομεῖν, ὥστε ἐξ ἀμφοῖν συντεθέντων ἀνυσθῆναι τὸ προσῆκον. ἐπιτήδειος δὲ πρὸς φλεβοτομίαν ἕξις σώματος σκληρὰ καὶ πολύαιμος καὶ πυκνὴ καὶ δυσδιαφόρητος, κατάστασις δὲ ἀέρος ὑγρὰ μᾶλλον. ἀντιπράττει δὲ τῇ φλεβοτομίᾳ παιδικὴ καὶ γεροντικὴ ἡλικία, κρᾶσις θερμή τε ἄγαν καὶ ξηρὰ καὶ χώρα καὶ ὥρα τοιαύτη καὶ ὅσοι τὴν φύσιν ὑγροὶ καὶ μάλιστα σὺν θερμότητι καὶ οἱ ἀραιοὶ τὴν ἕξιν, ἔτι δὲ καὶ οἷς τὸ στόμα τῆς γαστρὸς [ἔχοντες] ἢ πικρόχολον σφόδρα ἢ ἄρρωστον ἢ πέρα τοῦ δέοντος αἰσθητικόν. οὗτοι γὰρ πάντες εὐδιαφόρητοί εἰσι καὶ λειποθυμίαις δυσανακομίστοις ἁλίσκονται ἐπὶ ταῖς φλεβοτομίαις. ὁμοίως δὲ κἂν τριακοντούτης ὁ φλεβοτομούμενος εἴη, πλαδαρὸς δὲ καὶ μαλακὸς καὶ πιμελώδης καὶ λευκὸς τῷ σώματι καὶ μικρὰς ἔχων τὰς φλέβας, ἤτοι γε οὐδόλως φλεβοτομήσεις ἢ ὀλίγον ἀφαιρήσεις· οὐδόλως μὲν ἐν θερινῇ ὥρᾳ καὶ τοῖς ὁμοστοίχοις αὐτῇ, ὀλίγον δὲ ἐν ταῖς ἄλλαις ὥραις καὶ καταστάσεσι. τινὲς γοῦν λειποθυμήσαντες ἐν ταῖς τῶν ἰατρῶν χερσὶν οὐκέτ’ ἀνεκλήθησαν, ὡς εἴ τις ἐκένωσεν ἄνευ τοῦ καταλῦσαι τὴν δύναμιν οὐκ ἂν ἀπώλοντο· ἄλλοι δὲ εἰς τὸν ἐφεξῆς βίον ἅπαντα τὴν κρᾶσιν ὅλην τοῦ σώματος ἔσχον ψυχροτέραν διὰ τὴν ἄμετρον κένωσιν, ὡς οἱ μὲν κακόχροι καὶ καχέκται διετέλεσαν· οἱ δὲ ἐξ αὐτοῦ τούτου νοσήμασιν ὀλεθρίοις ἑάλωσαν, ὑδέροις καὶ ὀρθοπνοίαις καὶ ἥπατος καὶ γαστρὸς ἀτονίαις καὶ ἡμιπληγίαις. κάλλιστον μὲν οὖν, ὡς ἐθεάσω διὰ παντὸς ἡμᾶς ποιοῦντας, οὐχ ἡμερῶν ἀριθμῷ προσέχειν τὸν νοῦν οὐδὲ μόνῳ τῷ πλήθει, ἀλλὰ τῇ ῥώμῃ τῆς δυνάμεως, ἐπὶ πάντων μέν, μάλιστα δὲ ἐπὶ τῶν συνόχων πυρετῶν. εἰ γὰρ ἡ δύναμις διασώζοιτο, μὴ μόνον ἑκταίους καὶ ἑβδομαίους, ἀλλὰ καὶ τὰς ἑξῆς ἡμέρας φλεβοτομεῖν. Περὶ τῆς τοῦ ψυχροῦ ὕδατος δόσεως ἐπὶ συνόχων.[45]
72 εἰ δὲ ἀναγκασθείης ποτὲ θεραπεύειν ἄρρωστον, ᾧ μὴ μόνον ἔμπροσθεν παρελείφθη τὸ τῆς φλεβοτομίας βοήθημα, ἀλλὰ καὶ νῦν ἤτοι διὰ δειλίαν τοῦ κάμνοντος ἢ τῶν αὐτῷ διαφερόντων κωλυθείης ἀφαιρεῖν τοῦ αἵματος, ἐπὶ τὴν τοῦ ψυχροῦ δόσιν ἔρχεσθαι, διορισάμενος ἀκριβῶς ὁπόση τις ἐξ αὐτοῦ γενήσοιτο βλάβη. μικρᾶς γὰρ ἢ οὐδόλως ἐσομένης διδόναι πίνειν ἀκραιφνὲς ψυχρόν, ὅσον ἂν ὁ κάμνων βούληται. διδόναι δὲ τὸ ψυχρὸν τότε, ὅταν ἐν τοῖς οὔροις ἴδοις τὰ τῆς πέψεως σημεῖα. οὔτε δὲ ἐν ἀρχῇ οὔτε ἐν ἀναβάσει δοτέον τὸ ψυχρόν, ἀλλ’ ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ τε παντὸς νοσήματος καὶ τοῦ μερικοῦ παροξυσμοῦ. ἐν καιρῷ γὰρ τῷ δέοντι δοθὲν τὸ ψυχρὸν ῥώννυσι τὴν τῶν στερεῶν μορίων φύσιν· ῥωσθεῖσα δὲ ἡ φύσις ἐπιτίθεται τοῖς προλελεπτυσμένοις χυμοῖς, ὥστε τοὺς χρηστοὺς μὲν κατέχειν, τοὺς δὲ ἀχρήστους ἐκβάλλειν ἤτοι διὰ γαστρὸς ἢ διὰ ἐμέτων ἢ διὰ ἱδρώτων. εἰ δὲ ψυχροπότης ὁ κάμνων εἴη ἐν τῷ τῆς ὑγείας καιρῷ, πάνυ θαρρῶν δίδου τὸ ψυχρόν, αὐτῇ τῇ πείρᾳ δεδιδαγμένος ἀνέχεσθαι πάντα τὰ σπλάγχνα τῆς τοῦ ψυχροῦ ὁμιλίας. πάντως γὰρ εἴ τι ψυχρὸν μόριον οὕτως ὑπῆρχεν ὡς πλήττεσθαι πρὸς αὐτοῦ κατὰ τὸν τῆς ὑγείας καιρόν, ἐναργῆ τὴν βλάβην ἐνεδείξατο ἄν. οὐδενὸς δὲ μορίου ἐν τῇ ὑγείᾳ βλαβέντος, οὐδὲ ἐν τῷ πυρέττειν βλαβείη τι, πρόβλημα μέγιστον ἔχων ἐν τῷ βάθει τὸ πλῆθος τῆς πυρρώδους θερμασίας· διὰ τοῦτο τοῖς ὀλίγον αἷμα καὶ σάρκα ἐλαχίστην ἔχουσιν ἡ πόσις τοῦ ψυχροῦ σφαλερωτέρα· ταχὺ γὰρ ἐπὶ τὰ στερεὰ τοῦ ζῴου μόρια διικνεῖται γεγυμνωμένα τῶν σαρκῶν. διὰ τοῦτο δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν οὔτ’ ἀκραιφνοῦς οὔτε πολλοῦ χρῄζουσι τοῦ ψυχροῦ. λεπτὰ γὰρ ἐπ’ αὐτῶν καὶ ὀλίγαιμα τὰ σώματα. ὅθεν μεγάλης τῆς βλάβης προσδοκωμένης ἐπὶ τῶν ἀνεπιτηδείων, ἀφίστασθαι χρὴ τῆς τοῦ ψυχροῦ δόσεως, κεχρῆσθαι δὲ τοῖς ἄλλοις βοηθήμασιν, ἃ τὰς ἐμφράξεις ἐκφράττει καὶ τὸ πλῆθος κενοῖ καὶ πραΰνει τὸ ζέον τῶν πυρετῶν. αἱ δὲ ἐξ ἀκαίρου πόσεως ψυχροῦ βλάβαι κατὰ τόδε γίγνονται· τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς κωλύει τὸ ψυχρὸν λεπτύνεσθαι καὶ διαφορεῖσθαι, διὸ κἂν φλεγμονὴ εἴη ἔν τινι τῶν σπλάγχνων κἂν ἐρυσίπελας κἂν σκιρρώδης ἢ οἰδηματώδης διάθεσις, οὐδὲν εἰς τὴν τούτων ἴασιν ἡ τοῦ ψυχροῦ πόσις συντελεῖ, ἀλλὰ παραχρῆμα μὲν οὐκ ὀλίγην φέρει τὴν ῥᾳστώνην ἐπὶ τὸ σβέσαι τὸν ἤδη γεγονότα πυρετόν. μενούσης δὲ ἔνδον τῆς αἰτίας, ὅταν ἐκ τοῦ ψυχροῦ πυκνωθῇ τὸ σῶμα, ἕτερον ἀνάπτει πυρετὸν χαλεπώτερον τοῦ πρόσθεν· καὶ τοῦτο μὲν τὸ εἶδος τῆς βλάβης εὐκαταφρόνητον. πολλοὶ δὲ ἀσθενῆ ἔχοντες τὰ σπλάγχνα ῥᾷον πλήττονται ὑπὸ τῆς τοῦ ψυχροῦ πόσεως· τῷ μὲν γὰρ στόμαχος ἔπαθεν οὕτως ἰσχυρῶς, ὥστε ἀπολέσαι τὴν ἐνέργειαν καὶ μόλις δύνασθαι καταπίνειν, τῷ δὲ ἡ γαστὴρ ἐβλάβη, ὡς μόγις πέττειν, ἄλλῳ δὲ τὸ ἧπαρ, ὡς ἐκ τούτου εἰς ὕδερον ἐμπεσεῖν, ἄλλῳ τὸ κῶλον ἢ ὁ πνεύμων ἢ νεφροὶ καὶ κύστις ἤ τι ἕτερον ὑπὸ τοῦ ψυχροῦ πληγὲν ἄρρωστον εἰς τὴν οἰκείαν ἐνέργειαν ἐγένετο. τινὲς δὲ αὐτῶν αὐτίκα ὀρθοπνοίαις ἢ κάρῳ ἢ ληθάργῳ ἢ φρενίτιδι ἢ παρωτίσιν ἢ σπασμοῖς ἢ τρόμοις ἢ ἀποπληξίαις ἁλίσκονται καὶ συλλήβδην εἰπεῖν κακοῦται πᾶν τὸ νευρῶδες αὐτοῖς καὶ ἡ κεφαλή. οἶδα ὅτι φοβερὸν ἄν σε πρὸς τὴν τοῦ ψυχροῦ δόσιν εἰργασάμην, ἐξ ὧν εἶπον, ἀλλ’ ἐθεάσω με πολλάκις χρησάμενον ἐν καιρῷ καὶ ἐφ’ ὧν δεῖ, ἀεὶ δέ με ὠφελήσαντα χωρὶς τοῦ βλάψαι τὸν κάμνοντα. Δίαιτα ἐπὶ συνόχων.[45]
73 ἐπὶ μὲν τῶν φλεβοτομουμένων ἐγὼ ὡς μετὰ δύο ὥρας τῆς φλεβοτομίας ἀεὶ δίδωμι πτισσάνης χυλὸν ἄγριον καὶ κελεύω ἡσυχάζειν καὶ μετὰ τὸ διαναστῆναι ἐκ τῶν ὕπνων πάλιν ὁμοίως πτισσάνης χυλὸν παρέχω. καὶ τούτῳ ἐπιμένω ποιῶν μέχρι τῆς γ ἡμέρας, τῇ δὲ δ ὡς ἐπίπαν ἐπὶ λουτρὸν ἄγω. φλεβοτομηθέντες γὰρ οἱ τοιοῦτοι εὐκαίρως μετὰ δυνάμεως ἐρρωμένης καὶ κενωθέντες μέχρι λειποθυμίας, ἐξ ἀνάγκης αὐτοῖς μετ’ οὐ πολὺ ἕπεται γαστρὸς διαχώρησις, λεπτυνθέντων δηλονότι τῶν χυμῶν καὶ κουφισθείσης καὶ ἀναρρωσθείσης τῆς δυνάμεως. ἔστι δὲ ὅτε καὶ χολῆς ἔμετος, ἐφ’ οἷς αὐτίκα καὶ νοτίδες διὰ παντὸς τοῦ σώματος ἢ ἱδρῶτες ἐπιγίγνονται, ὥστε καὶ θαρρῶν τις τούτους λούοι τῇ τετάρτῃ τῶν ἡμερῶν. καθόλου δὲ ὁ καιρὸς τῆς τροφῆς ἐπὶ τῶν συνόχων πυρετῶν τῶν τε προειρημένων καὶ τῶν μετὰ ταῦτα λεχθησομένων, ὅσοι γε ἕνα μόνον ἀπ’ ἀρχῆς ἄχρι τοῦ τέλους ἔχουσι παροξυσμόν, ἥ τε εὐφορία ἐστὶ τοῦ κάμνοντος καὶ τὸ ἔθος· τηνικαῦτα γὰρ αὐτοῖς δοτέον, ὅταν εὐφορώτατοι σφῶν αὐτῶν ὑπάρχωσι καὶ μάλιστα κατ’ ἐκεῖνον τὸν καιρὸν τῆς ἡμέρας, ἐν ᾧ καὶ πρόσθεν ὑγιαίνοντες ἔθος εἶχον σιτεῖσθαι· μάλιστα γὰρ ἂν εὐφόρως ἐνέγκαιεν τὰ σιτία κατὰ τούτους τοὺς καιροὺς λαβόντες. ἐρρωμένης μὲν οὖν τῆς δυνάμεως καὶ τῆς ἀκμῆς τοῦ νοσήματος ἐν τάχει προσδοκωμένης ἔξεστι λεπτότατα διαιτᾶν, ἀρρωστούσης δὲ τῆς δυνάμεως οὐκ ἔτι λεπτῶς διαιτᾶν ἄνευ μεγάλης ζημίας. ὅθεν χρὴ προστιθέναι τοῖς τρέφουσιν ὅσον ἀφῃρήκασι τῆς εὐτονίας αἱ δυνάμεις. Καθολικὴ διδασκαλία περὶ τῶν ἐπὶ σηπεδόνι πυρετῶν.[20]
74 ἡ τῆς διαπνοῆς κώλυσις ἔμφραξιν ἐργάζεται τῶν ἐν παντὶ τῷ σώματι ἀδήλων πόρων, δι’ ὧν τὰ καπνώδη καὶ λιγνυώδη περιττώματα ὁσημέραι διαπνεῖται. ἡ δὲ τῆς ἐμφράξεως διάθεσις, ὅταν αὐτή τε σμικρὰ τύχῃ καὶ καλῶς παιδαγωγηθῇ, τὸν ἐφήμερον ἐργάζεται πυρετόν. ὅταν δὲ ἤτοι διὰ μέγεθος ἢ δι’ ἀμαθίαν τῶν ἰατρῶν ἐκπέσῃ τοῦ συνήθους χρόνου τῶν ἐφημέρων, ἤτοι τὸν σύνοχον ἤ τινα ἕτερον τῶν ἐπὶ σηπεδόνι χυμῶν ἀνάπτει πυρετόν. ἡ δὲ κώλυσις τῆς διαπνοῆς πολυειδῶς γίνεται καὶ πυκνουμένων τῶν πόρων διά τε στεγνότητα ἢ στύψιν τοῦ δέρματος καὶ διὰ πλῆθος καὶ πάχος καὶ γλισχρότητα χυμῶν ἐμφραττομένων. κωλυομένων τοίνυν τῶν ὁσημέραι διαπνεομένων καπνωδῶν καὶ λιγνυωδῶν περιττωμάτων κακοῦται τὸ ἐν ἡμῖν κατὰ φύσιν θερμόν. ἕτερον δὲ παρὰ φύσιν ἐγγιγνόμενον τοῖς σώμασι τοὺς μὲν χυμοὺς πρῶτον δι’ ὑγρότητα σήπει καὶ διαφθείρει, τῷ χρόνῳ δὲ καὶ τῆς πιμελῆς καὶ τῆς σαρκὸς καὶ αὐτῶν τῶν στερεῶν σωμάτων καθάπτεται· ἔστι δὲ ἡ σῆψις μεταβολὴ ἐπὶ φθορὰν τῆς ὅλης οὐσίας τοῦ σηπομένου σώματος ὑπὸ τῆς παρὰ φύσιν θερμασίας γιγνομένη. οἱ μὲν οὖν σηπόμενοι χυμοὶ ἢ ἐντὸς τῶν ἀγγείων στεγόμενοι τοὺς συνεχεῖς καὶ εἰς ἀπυρεξίαν μὴ παυομένους μέχρι τελείας λύσεως τοῦ νοσήματος ἐργάζονται πυρετοὺς ἢ πάντῃ τοῦ σώματος φερόμενοι καὶ διεκπίπτοντες ἔξω τῶν ἀγγείων τινὰ τῶν κατὰ περίοδον παροξυνομένων καὶ διαλείμματα ἐχόντων ἀνάπτουσι πυρετόν, οἷον τριταῖον τεταρταῖον ἀμφημερινὸν ἢ ἕτερον παραπλήσιον. αἴτιον δὲ τοῦ μὴ ἐκπίπτειν τῶν ἀγγείων ἔξω τοὺς χυμοὺς ἐπὶ τῶν συνεχῶν πυρετῶν ἐστιν ἢ τὸ πλῆθος ἢ τὸ πάχος ἢ ἡ γλισχρότης αὐτῶν. ὥσπερ οὖν ὅσα τῶν ἀψύχων σωμάτων σήπεται, πρῶτον μὲν ἀποβάλλομεν αὐτῶν ὅσον ἤδη σέσηπεν, εἶθ’ οὕτως τὸ λοιπὸν αἰωρήσαντες ἐν ἀέρι ψυχρῷ διαπνοὰς εὐψυχεῖς μηχανώμεθα, κατὰ τὸν αὐτὸν τρόπον ἰασόμεθα τὴν ἐν τοῖς ἀνθρωπείοις σώμασι σηπεδόνα, τὸ μὲν ἤδη διεφθαρμένον ἐκκενοῦντες ἅπαντι τρόπῳ, τὸ δὲ λοιπὸν αἰωρήσεσί τε μετρίαις καὶ διαπνοαῖς εὐψυχέσιν εἰς τὴν ἀκριβῆ καὶ κατὰ φύσιν συμμετρίαν ἐπανάγοντες. διαλαβόντες τοίνυν πρότερον περὶ τῶν μὴ διαλειπόντων πυρετῶν, μνημονεύσωμεν ἐφεξῆς κατ’ ἀκολουθίαν καὶ τῶν λοιπῶν. Περὶ τῶν ἐπὶ σηπεδόνι συνόχων πυρετῶν.[30]
75 ὅταν ἐν ἅπασι τοῖς ἀγγείοις, μάλιστα δὲ τοῖς μεγίστοις, κατά τε τὰς μασχάλας καὶ βουβῶνας καὶ τοῖς παραπλησίοις αἷμα θερμότερον ὁμοτίμως πλεονάσαν σαπῇ, τὸν ἐπὶ σηπεδόνι σύνοχον καλούμενον ἐργάζεται πυρετόν. τὰ δὲ πολλὰ ἐν πολυαίμοις τε καὶ πολυσάρκοις σώμασι καὶ πυκνοῖς τὴν ἕξιν καὶ περιττώμασι θερμοῖς πεπληρωμένοις ἡ γένεσις αὐτῶν ἐστι. ταῦτ’ ἄρα τούτοις ἤδη πυρέττουσιν ὁ σφυγμὸς μέγιστός τέ ἐστι καὶ ὁμαλὸς καὶ σφοδρὸς καὶ τὴν σύστασιν τῆς ἀρτηρίας οὔτε σκληροτέραν οὔτε μαλακωτέραν τοῦ κατὰ φύσιν ἔχων, τάχους δὲ εἰς τοσοῦτον ἥκει καὶ πυκνότητος, εἰς ὅσον ἂν ὁ πυρετὸς αὐτὸς ἥκῃ μεγέθους. κοινὰ μὲν οὖν ἀμφοῖν τούτου τε καὶ τοῦ χωρὶς σήψεως προειρημένου συνόχου ταῦτα. πρόσεστι δὲ ἐξαίρετα τούτῳ τὰ τῆς σήψεως σημεῖα ἐν τοῖς οὔροις τε καὶ τοῖς σφυγμοῖς καὶ τῷ τῆς θερμασίας εἴδει. ἡ δὲ θεραπεία τούτων τῶν πυρετῶν ἑκατέρῳ τῷ γένει κοινωνεῖ τῷ τε μετὰ σήψεως καὶ τῷ χωρὶς ταύτης, ἀλλ’ ἡ μὲν οὐσία καὶ ἡ σύμπασα φύσις αὐτῶν ἐκ τοῦ γένους ἐστὶ τῶν ἐπὶ σήψει. καθὸ δὲ εἷς ἐστιν ὁ σύμπας ἐπ’ αὐτῶν παροξυσμὸς ἀπ’ ἀρχῆς μέχρι λύσεως ὅλης τῆς νόσου, κατὰ τοῦτο κοινωνεῖ τῷ ἐκ τῆς σήψεως συνόχῳ. χρὴ τοίνυν καὶ τὰ τῆς ἰάσεως αὐτοῖς καθ’ ἓν μὲν τοῦτο μόνον εἰς κοινωνίαν ἥκειν συνόχοις, κατὰ δὲ τὰ ἄλλα σύμπαντα διατμηθῆναι καί τινας μὲν σκοποὺς θεραπευτικοὺς ἐκ τοῦ γένους τῶν ἐπὶ σήψει λαβεῖν, τινὰς δὲ ἐκ τῆς οἰκείας αὑτῶν οὐσίας. αἷμα γοῦν ἐστιν ἐπὶ τούτων τὸ τὴν σῆψιν ἀναδεξάμενον. οὕτως δὲ καὶ τὰς ἄλλας διαφορὰς τῶν ἐπὶ σηπεδόνι χυμῶν ἰᾶσθαι προσήκει, τὴν ἔνδειξιν ἀπό τε τῆς σήψεως λαμβάνοντα καὶ τῆς καθ’ ἕκαστον ἰδίας διαφορᾶς, οἷον φλέγματος ἢ χολῆς ἑκατέρας. ἐπὶ τοίνυν τῶν ἐπὶ σηπεδόνι συνόχων ἑπτὰ μὲν ὑπέκειτο παρὰ φύσιν, ἀφ’ ὧν αἱ ἐνδείξεις, πλῆθος χυμῶν καὶ πάχος καὶ γλισχρότης ἔμφραξίς τε καὶ τῶν διαπνεομένων ἐπίσχεσις καὶ σῆψις καὶ πυρετὸς οὐκ ἔχων διάλειμμα. ἑκάστην δὲ τῶν ῥηθεισῶν διαθέσεων ἰᾶσθαι χρὴ διὰ τῶν ἐναντίων, τὸ μὲν πλῆθος τῇ κενώσει, τὸ δὲ πάχος τοῖς τέμνουσι, τὴν γλισχρότητα τοῖς ῥύπτουσι, τὴν ἔμφραξιν τοῖς ἐκφρακτικοῖς, τὴν δὲ τῶν διαπνεομένων ἐπίσχεσιν, εἰ μὲν διὰ πίλησιν τοῦ δέρματος γέγονε, τοῖς χέουσιν, εἰ δὲ διὰ πύκνωσιν, τοῖς ἀραιοῦσιν, εἶτα τὴν μὲν σῆψιν τοῖς ῥύπτουσι καὶ ἀλλοιοῦσι καὶ μεταβάλλουσι, τὸν δὲ πυρετὸν τοῖς ἐμψύχουσι. τῶν μὲν οὖν δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν φλεβοτομητέον καὶ τούτους χωρὶς ἀπεψίας τῆς κατὰ γαστέρα ἢ ἑτέρου τινὸς κωλύοντος, καθὼς ἔμπροσθεν εἰρήκαμεν. ἐξ ὧν γὰρ ἐπ’ ἐκείνων προειρήκαμεν σκοπεῖν χρὴ καὶ περὶ τούτων τὰ προσήκοντα. ἐπεὶ δὲ οὐδὲ τὴν ἔμφραξιν οὐδὲ τὴν σηπεδόνα δυνατόν ἐστι θεραπεῦσαι διὰ μόνης τῆς φλεβοτομίας, ἑτέρων βοηθημάτων δεομένας, ἀποτίθεσθαι χρή τι τοῦ αἵματος εἰς τὸν τῆς θεραπείας χρόνον, ὅπως μήποτ’ ἀνάγκη καταλάβῃ τις διὰ τὴν ἔνδειαν ἀκαίρως τρέφειν. ὅσον γὰρ ἐπὶ τῷ τοιούτῳ πυρετῷ οὐδόλως τρέφειν δεῖ, ὅσον δὲ ἐπὶ τῇ κενώσει τοῦ αἵματος, δεήσει τρέφειν, ὥστε ἀναγκαῖον ἔσται δυοῖν θάτερον, ἢ τρέφοντα αὐξάνειν τὸν πυρετὸν ἢ μὴ τρέφοντα καταλύειν τὴν δύναμιν. ἄμεινον οὖν, ὡς εἴρηται, καταλύειν τὴν τοῦ αἵματος οἰκείαν τροφὴν τοῖς τοῦ ζῴου μορίοις, αὐτὸν δὲ ἀρκεσθῆναι προσφοραῖς ὀλίγαις ῥοφημάτων, οἷόν ἐστι πτισσάνη καὶ μελίκρατον, ὧν ὡς φάρμακον μᾶλλον ἢ τροφὴν χρῄζομεν. εἰ δὲ παραλειφθείη διά τι τὸ τῆς φλεβοτομίας βοήθημα, διαιτήσας τὸν ἄνθρωπον λεπτοτάτῃ διαίτῃ, ὅταν ἤδη πέττωνται μὲν οἱ χυμοί, τὸ δὲ πάχος αὐτῶν ᾖ προλελεπτυσμένον, ἐν ἀκμῇ ὄντος τοῦ πυρετοῦ, δοτέον αὐτοῖς τὸ ψυχρὸν ὕδωρ, ὡς ἐπὶ τῶν συνόχων προείρηται, εἰ μή τι τῶν ἐκεῖσε προειρημένων κωλύοι τὴν δόσιν.[45]
75 (50) παραλειφθείσης δὲ καὶ τῆς ἐκ τοῦ ψυχροῦ βοηθείας, τοῖς ἄλλοις βοηθήμασι κεχρῆσθαι τοῖς δυναμένοις τὰς ἐμφράξεις ἐκφράττειν καὶ τὸ πλῆθος κενοῦν καὶ πραΰνειν τὸ ζέον, ὡς προείρηται καὶ ἑπομένως ἐφεξῆς ῥηθήσεται. Κοινὴ δίαιτα πάντων τῶν ἐπὶ σηπεδόνι πυρετῶν.[55]
76 κοινῶς ἐπὶ πάντων τῶν ἐπὶ σηπεδόνι πυρετῶν ἐκκαθαίρειν χρὴ τὰ σεσηπότα τῶν χυμῶν δι’ οὔρων καὶ γαστρὸς καὶ ἱδρώτων· τοῦτο γὰρ κοινὸν ἁπάσης σηπεδόνος. εἰ δ’ αὐτόματά ποτε τὴν ὁρμὴν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ποιήσαιτο, κενοῦν χρὴ δι’ ἐμέτων. ἄλλως δὲ οὐ χρὴ παρὰ φύσιν τοὺς δυσεμεῖς ἐρεθίζειν πρὸς τὸ μὴ καταλῦσαι τὴν δύναμιν τοῦ στόματος τῆς γαστρός, ἧς μάλιστα ἐν τοῖς νοσήμασι χρῄζομεν. ἐκλεκτέον δὲ ὅσα χωρὶς τοῦ θερμαίνειν καὶ ξηραίνειν ἱκανὰ τὰς εἰρημένας κινήσεις ἐργάσασθαι, καθάπερ ὅ τε τῆς πτισσάνης χυλὸς καὶ τὸ μελίκρατον ὀξύμελί τε τὸ ἁπλούστατον καὶ ἀπόμελι καὶ ἡ τοῦ σελίνου ῥίζα κατὰ τὸ πινόμενον ὕδωρ ἑψομένη. τὸ γοῦν μελίκρατον, ὅσον μὲν ἐπὶ τὸ τέμνειν τοὺς παχεῖς χυμοὺς καὶ ῥύπτειν τοὺς γλίσχρους καὶ τὰς ἐκκρίσεις προτρέπειν, ἄριστον ἂν εἴη βοήθημα κατὰ τοὺς ἐπὶ στεγνώσει καὶ σήψει πυρετοὺς καὶ μάλιστα τοὺς ἐπὶ σήψει συνόχους. ὅσον δὲ ἐπὶ τὸ τὴν θέρμην αὐξάνειν τοῦ πυρετοῦ, βλαβερὸν τὸ μελίκρατον· ὅθεν, εἴπερ ἄμετρος εἴη θερμότης, φείδεσθαι μὲν χρὴ τοῦ μελικράτου, χρῆσθαι δὲ τῷ χυλῷ τῆς πτισσάνης. εἰ δὲ τὰς ἐμφράξεις δυσλύτους εἶναι λογιζόμεθα, ὀξύμελι διδόναι· καὶ μὴν καὶ τὸ ὀξύμελι, χρησαμένων ἀμέτρως, ἔντερόν τε ξύει καὶ βῆχα κινεῖ καὶ τὰ νευρώδη μόρια βλάπτει, ὡς εἶναι τῶν δυσχερεστάτων εὑρεῖν τι βοήθημα τοιοῦτον, ὃ μηδὲν βλάπτον ὀνίνησι μέγα. καὶ τοῦτο γίγνεται διὰ τὴν ἐπιπλοκὴν τῶν παρὰ φύσιν ἐν τῷ σώματι διαθέσεων· ὅθεν ἐπὶ τῶν ῥᾷον ὑπὸ τοῦ τυχόντος βλαπτομένων ἄμεινον χρῆσθαι τῷ τῆς πτισσάνης χυλῷ, μέχρις ὅτε δυνηθείημεν ἁδροτέραν διδόναι τροφήν. μὴ διαχωρούσης δὲ τῆς γαστρὸς κλύζειν χρὴ μελικράτῳ μετ’ ἐλαίου μόνοις. τὸ δὲ ὅλον σῶμα ἔξωθεν πρὶν μὲν κενῶσαι διαφορεῖν οὐ χρή, κενώσαντα δὲ ἐγχωρεῖ διαφορεῖν. φαρμάκῳ δὲ χρῶ χλιαρὰν ἔχοντι τὴν θερμασίαν, ὁποῖόν ἐστι τὸ διὰ τοῦ χαμαιμήλου ἔλαιον. ἐν δὲ τῷ νῦν καιρῷ, λέγω δὴ ἐν τῷ διαφορεῖν, καὶ οἶνος ὑδατώδης πινόμενος ἁπάσας κινεῖ τὰς ἐκκρίσεις. πέψεως δὲ σαφοῦς ἐν τοῖς οὔροις φανείσης καὶ λούειν ἐγχωρεῖ λουτροῖς γλυκυτάτων καὶ ποτίμων ὑδάτων καὶ εὐκράτων. Περὶ τῶν συνεχῶν πυρετῶν.[30]
77 οἱ συνεχεῖς πυρετοὶ ὁμογενεῖς εἰσι τῶν διαλειπόντων· καλῶ δὲ ὁμογενεῖς τριταίῳ μὲν ἀκριβεῖ τὸν ἀκριβῆ καῦσον, ἀμφημερινῷ δὲ τὸν καθ’ ἑκάστην μὲν ἡμέραν παροξυνόμενον, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον. ὅ τε γὰρ ἀκριβὴς καῦσος ἅπαντα τὰ ἄλλα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα, μόνῳ δὲ τῷ μήτε μετὰ ῥίγους εἰσβάλλειν μήτε εἰς ἀπυρεξίαν ἀποπαύσασθαι διενήνοχεν ἐκείνου. ὅ τε καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος ὁμοίως πάντα ἔχει τὰ γνωρίσματα τοῖς ἀκριβέσιν ἀμφημερινοῖς, τῷ δὲ μὴ παύεσθαι εἰς ἀπυρεξίαν ὁμογενής ἐστιν αὐτοῖς. κατὰ ταῦτα δὲ ὁ διὰ τετάρτης παροξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος ὁμογενής ἐστι τῷ τεταρταίῳ καὶ δῆλον ὡς οὔτε ῥῖγος αὐτῷ προηγήσοιτο τῶν παροξυνομένων οὔθ’ ἱδρὼς ἕποιτο, καθάπερ οὐδὲ τῷ καύσονι καθ’ ἕκαστον παροξυσμόν. ἐπὶ γὰρ καύσου ῥίγεος ἐπιγενομένου λύει τὸ νόσημα. διενήνοχε δὲ ὁ καῦσος τοῦ ἐπὶ σήψει συνόχου τῷ ἐκεῖνον μὲν ἐπὶ αἵματι σηπομένῳ συνίστασθαι καὶ ἀπ’ ἀρχῆς μέχρι λύσεως ἕνα ἔχειν παροξυσμόν, τὸν δὲ καῦσον ἐπὶ τῇ ξανθῇ χολῇ σηπομένῃ ἀνάπτεσθαι καὶ τριταικῶς παροξύνοντα ἔχειν μειοπυρεξίαν τινὰ καὶ οἷον ἄνεσιν, τὸν δὲ σύνοχον μένειν ὅμοιον μέχρι λύσεως. Θεραπεία καύσου Φιλουμένου.[15]
78 ἔστι μὲν οὖν ἐπὶ τῇ ξανθῇ χολῇ σαπείσῃ ἀναπτόμενος συνεχὴς πυρετὸς καυσωδέστατος καὶ μήτε τοῖς ἰατροῖς μήτε τοῖς πάσχουσιν εὐταξίαν παρέχων. γλῶσσα γὰρ ἐπὶ τούτων κατάξηρος καὶ μέλαινα καὶ τραχεῖα, δῆξίς τε τῆς γαστρὸς καὶ δίψος ἀφόρητον καὶ ἀγρυπνία, ἐνίοτε δὲ καὶ παραφροσύνη. πρῶτον μὲν οὖν αὐτῷ παρηγορικῶς καὶ πειθηνίως προσιέναι χρή. ἐπὰν δὲ τὰ τῆς πέψεως ἐν τοῖς οὔροις φαίνηται καὶ ἤδη ἀκμάζοι τὸ νόσημα, τότε ἀγωνιστικῶς ἐνίστασθαι καὶ ἐπὶ τὴν τοῦ ψυχροῦ πόσιν παραγίγνεσθαι, εἰ μηδὲν πάλιν κἀνταῦθα κωλύοι τῶν προειρημένων ἐπὶ τῆς τοῦ ψυχροῦ πόσεως ἐν τῷ περὶ τῶν συνόχων λόγῳ. τὰ δὲ πρῶτα τῶν καυσουμένων βοηθήματά ἐστι κατάκλισις ἐν τόποις ἀναψύχουσιν εὐπνόοις ἀέρι καθαρῷ διαπνεομένοις στρωμνή τε ἁπαλὴ καὶ πυκνότερον νεαροποιουμένη περιβλήματα συνεχῶς ἀλλασσόμενα καὶ ἱκανῶς ἰσχνὰ καὶ μὴ ῥυπαρά, ἐχούσης τῆς κλίνης δαψιλὲς πλάτος πρὸς τὸ ἐπ’ ἄλλα καὶ ἄλλα τῶν πρώτων θερμαινομένων μετάγειν τὰ μέλη. ῥιπὶς δὲ κινείτω τὸν σταθερώτερον ἀέρα. ἐπιθέματα δὲ αὐτοῖς ἁρμόζει κατὰ τοῦ στέρνου καὶ τοῦ στομάχου ἐπιτιθέμενα φοίνικες σὺν οἴνῳ τε καὶ ῥοδίνῳ ἢ μηλίνῳ λεαινόμενοι καὶ τὰ ἐμψύχοντα δέ ἐστιν ἁρμόδια οἷον ἕλικες ἀμπέλων λειωθεῖσαι σέρις πολύγονον ἀρνόγλωσσον ξύσματα κολοκύνθης θρῖδαξ ὀξυλάπαθον· παραπλεκέσθωσαν δὲ ἑκάστῳ αὐτῶν ψίχες ἄρτου προβραχεῖσαι ἢ ἄλφιτα. δεῖ μέντοι τὰς συνεχεῖς τούτων χρήσεις παραιτεῖσθαι. πτύγματα δὲ ῥακῶν λινῶν εὐμεγεθέων ἰσχνῶν ἐξ ὑδρελαίου θερμοῦ κατὰ τοῦ στήθους καὶ τοῦ στομάχου ἐπιρριπτόμενα τοὺς καυσουμένους παρηγορεῖν παραδόξως καὶ δι’ ἐρίου χειροπληθοῦς τὸ ὑδρέλαιον θερμὸν ἢ ὑδρορόδινον ἐπιφερόμενον ἐξ ὑψηλοῦ κατὰ τοῦ στέρνου ῥᾳδίως ἀμβλύνει τῆς φλογώσεως τὸ σφοδρόν. δεῖ δὲ θερμὸν ἱκανῶς εἶναι τὸ ὑδρέλαιον ἢ ὑδρορόδινον· τὸ γὰρ χλιαρὸν ἐκλύει τὸν τόνον τῶν μορίων. εἰ δὲ βραχύτατον νίτρον προσλάβοι, κινήσειεν ἂν καὶ ἱδρῶτας. ἐπὶ δὲ τῶν σφοδροτάτων καύσων καὶ ὄξος ὀλίγον παραπλέκειν· ἐργάζεται γὰρ τὸ δέον· διαιτᾶν δὲ τοὺς καυσουμένους ὑγροτάταις τροφαῖς καὶ μηδὲν ἐχούσαις δριμύ, οἷον καυλοῖς θριδάκων ἀπεζεσμένοις μετ’ ὀξυκράτου ὑδαροῦς ἢ κολοκύνθαις ὁμοίαις μετ’ ὀξυκράτου καὶ πτισσάνης δὲ χυλὸν λεπτότερον διδόναι χωρὶς ἁλῶν ἢ ἑτέρας ἐπιμιξίας καί ποτε καὶ μετὰ τροφὴν ψυχρὸν ὅσον κοχλιάριον α ἢ β καταρροφείτωσαν ἢ καὶ τὸ ὅλον αἱ πόσεις ἔστωσαν γαλακτώδεις καὶ διάκλυσμα δὲ καὶ ἀναγαργάρισμα διὰ τοῦ τεθραυσμένου ψυχροῦ διδόσθω καὶ ῥόδων δὲ χύλισμα ὅσον κοχλιάριον καταρροφηθὲν ἀναψῦξαι τὸν στόμαχον ἐποίησεν. καὶ ἄλλαι δὲ παρεπιτηδευέσθωσαν ψυχαγωγίαι· φύλλα ἀμπέλων χλωρὰ καὶ μυρσίνης καὶ ῥόδων ἐρρίφθω κατὰ τοῦ ἐδάφους καὶ τῷ ὕδατι καταρραινέσθωσαν συνεχέστερον κρουνοί τε ὕδατος πλησίον ἠχείτωσαν· καιρὸς δὲ τῶν ἐμψυχόντων ἐπιθεμάτων καὶ τῶν ὁμοίων ἡ ἀκμὴ τῆς ἐπισημασίας. κατὰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ἐπιδόσεις τῶν παροξυσμῶν, ἀνωμάλως ἔτι τοῦ σώματος διακειμένου καὶ τῆς θερμασίας περὶ τὰ σπλάγχνα συνεδρευούσης, προσαγόμενα ταῦτα διαχέει μὲν τὴν αἴσθησιν ἐπ’ ὀλίγον, ἀποκρουόμενα δὲ τὸ θερμὸν εἰς τὸ βάθος πλείονος βλάβης αἴτια γίνονται, ἐναποκλεισθέντος ἔνδον τοῦ πυρώδους θερμοῦ καὶ αὖθις τὸν καῦσον σφοδρότερον ἐργασαμένου. ἐν δὲ ταῖς ἀκμαῖς τῶν παροξυσμῶν ἡπλωμένου τοῦ θερμοῦ κατὰ πᾶν τὸ σῶμα, σβεσθείη ἂν ῥᾳδίως τὸ λειπόμενον ἔτι περὶ τὰ σπλάγχνα· καὶ γὰρ εὐπνούστεροί τε καὶ ἀδιψώτεροι καὶ εὐφορώτεροι γίγνονται, τούτων ἐν καιρῷ προσαγομένων, καί τινες αὐτῶν ἐπινοτιζόμενοι καθυπνοῦσιν.[45]
78 (50) ἐνισταμένης δὲ τῆς ἀκμῆς τοῦ παντὸς νοσήματος καὶ μηδενὸς κωλύοντος τῶν προρρηθέντων ἐπὶ τοῦ συνόχου πυρετοῦ, ἤδη καιρὸς τῆς τοῦ ψυχροῦ δόσεως. ἐφ’ ὧν μὲν οὖν παρρησίαν ἄγομεν, ὡς μὴ βλαβησομένου τινὸς τῶν σπλάγχνων ἢ τῆς κεφαλῆς, ὡς προείρηται, τὸ ἀκραιφνὲς ὕδωρ ψυχρὸν δίδομεν· ἐφ’ ὧν δέ τι δέος καὶ αὐτὸ τὸ ἐλάχιστον παρεμποδὼν γίγνηται, τὴν πρώτην πόσιν τεθραυσμένον προσοίσομεν τὸ ψυχρόν. θραύεται δέ, εἴ τις εὐκράτου θερμοῦ κύαθον α πρὸς ε καταμίξειεν ἀκραιφνοῦς ψυχροῦ· τὸ τοιοῦτον γὰρ παρατίθεται τοῖς εὐυπόπτοις σώμασι. τινὲς δὲ ῥοδίνου ἐλαίου κύαθον ἐπιχέοντες τῷ μέλλοντι δοθήσεσθαι ψυχρῷ προσφέρουσιν· αὐτὸ γὰρ τὸ ῥόδινον οὐ σφοδρῶς ἐμψύχει. καὶ προσεναλειφόμενον τὸ ἐλαιῶδες τοῖς σώμασιν οὐ συγχωρεῖ αὐτὰ βλαβῆναι ὑπὸ τοῦ ψυχροῦ. ἅμα τε καὶ τόνον τινὰ τὸ ῥόδινον τῇ γαστρὶ παρέχει, ἀλλὰ καὶ ὄλισθον διὰ τὸ ἐλαιῶδες. τινὲς δὲ ἀντὶ τοῦ ῥοδίνου μήλινον παρέσχον. λουτρὸν δὲ τοῖς καύσῳ περιεχομένοις πυρετῷ ἐκείνοις μόνοις ἁρμόσει, ὅσοι χωρὶς ὄγκου τινὸς φλεγμονώδους ἢ ἐρυσιπελατώδους νοσοῦσιν, ὅταν ἐν τοῖς οὔροις πέψεως φανῇ σημεῖον. νέος δ’ ἄν τις εὔσαρκος ὥρᾳ θέρους καὶ καταστάσεως θερμῆς καὶ ξηρᾶς, ἐν ἀκμῇ ὄντος τοῦ πυρετοῦ καὶ πέψεως ἐν τοῖς οὔροις φανείσης ἄνευ σπλάγχνου τινὸς φλεγμονῆς κολυμβήθρᾳ ψυχροῦ ἑαυτὸν ἐμβαλὼν καὶ νηξάμενος ἱδρῶτα κινήσειεν. εἰ δὲ καὶ ψυχρολουσίας συνήθης εἴη, πάνυ θαρρῶν κέχρησο τῷ βοηθήματι. αὐτίκα γὰρ καὶ ἡ γαστὴρ ἔστιν οἷς [αὐτὸν] κατέρρηξε χολώδη. μετρίου δὲ ὑπάρχοντος τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων ἰσχυρῶν ἅμα τοῖς τῆς πέψεως σημείοις ὠφελεῖ αὐτοῖς τὰ βαλανεῖα γλυκέων καὶ εὐκράτων ὑδάτων. καὶ τῶν ἀλειμμάτων τὸ χαμαιμήλινον καὶ μάλιστα ὅταν τὸ περιέχον ψυχρὸν ᾖ· ὡς εἴ γέ ποτε συμβαίῃ ψυχροῦ τοῦ περιέχοντος ὄντος ἰσχυρῶς καυσοῦσθαι τὸν κάμνοντα, βραχείας ἐπ’ αὐτοῦ σωτηρίας ἐλπίδας ἔχειν χρή. εἰ δὲ μηδὲ τὰ τῆς πέψεως παρείη σημεῖα ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ ἀέρος μηδὲ τὰς δυνάμεις ἰσχυρὰς ἔχειν φαίνοιτο, σωθῆναι τὸν τοιοῦτον ἀδύνατον, ὥστε οὔτε λούσεις αὐτὸν οὔτε ἀλείψεις τοῖς ἀραιωτικοῖς φαρμάκοις οὔτε οἴνου δώσεις οὔτε ψυχροῦ. ἐφ’ ὧν γὰρ ἀνέλπιστος ἡ σωτηρία, μάταιον ἂν εἴη διαβάλλειν τοῖς ἰδιώταις τὰ πολλοὺς σώζοντα βοηθήματα. ἔγωγ’ οὖν οἶδά τινας ἰατροὺς ἀμεθόδους μιμησαμένους τὰ ὑφ’ ἡμῶν πραττόμενα πράγματα, τοιούτοις χρησαμένους βοηθήμασιν ἐπὶ τῶν πάντως τεθνηξομένων οὔτ’ ἀνύσαντάς τι καὶ τὴν εὔκαιρον αὐτῶν χρῆσιν ὕποπτόν τε καὶ φοβερὰν ἐργασαμένους. ἀλλ’ ἡμεῖς δηλονότι καὶ καιροὺς καὶ βοηθήματα γράφομεν ἐπὶ τῶν σωθῆναι δυναμένων, ὥσθ’ ὅσοι γε τῶν νοσούντων ἀνίατοί εἰσιν, οὔτε καιρὸς ἐπιτήδειος οὔτε βοηθήματα τούτοις ἐστίν. Τριταίου ἀκριβοῦς καὶ ἐκτεταμένου καὶ διπλοῦ διάγνωσις.[85]
79 ὁ ἀκριβὴς τριταῖος πυρετὸς ἐν τοῖς χολωδεστέροις φύσει σώμασι συνίσταται τοὐπίπαν καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων καὶ ἐν θερινῇ ὥρᾳ μάλιστα καὶ τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει χωρίοις καὶ καταστάσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τοιαύτῃ καὶ βίοις ἐμπόνοις καὶ φροντίσι καὶ ἀγρυπνίαις ἐγκαύσεσί τε καὶ τροφαῖς ὀλιγίσταις καὶ ταύταις θερμαῖς καὶ ξηραῖς. ἀλλὰ καὶ ἡ τῶν θερμαινόντων καὶ ξηραινόντων πομάτων τε καὶ φαρμάκων ἀμετροτέρα χρῆσις εὔφορός ἐστι τριταίων πυρετῶν. ἔκγονος τοίνυν ὑπάρχων ὁ τριταῖος πυρετὸς τῆς ξανθῆς χολῆς σαπείσης καὶ κινουμένης καὶ ἔξω τῶν ἀγγείων φερομένης κατ’ ἀρχὰς εὐθὺς ῥῖγος οὐκ ἀγεννὲς ἐπιφέρει διαφέρον τοῦ τεταρταϊκοῦ ῥίγους τῷ κεντεῖσθαι δοκεῖν ἐπὶ τριταίων καὶ τιτρώσκεσθαι τὸν χρῶτα. ἐν γὰρ τοῖς τεταρταίοις ἡ εἰσβολὴ κατάψυξιν ἔχει σφοδρὰν καὶ ἐν βάθει μᾶλλον. τῶν δὲ ἀμφημερινῶν οὐδὲ ῥῖγος ὡς ἐπίπαν προηγεῖται, ἀλλὰ μόνον περιψύχονται. ἔστι δὲ ἐν τοῖς τριταίοις πυρετοῖς καὶ τάξις ἀκριβὴς τῶν σφυγμῶν καὶ ὁμαλότης· ἐπεγείρεται δὲ ἐν ταῖς ἀναβάσεσι τῶν παροξυσμῶν ὁ σφυγμὸς εἰς σφοδρότητα καὶ μέγεθος καὶ πυκνότητα καὶ δίψος ἐπιφέρει μάλιστα κατὰ τὰς ἀκμὰς καὶ διακαίει τὸν ἄνθρωπον, ὥστε γυμνοῦσθαι καὶ ἀπορρίπτειν τὴν ἐσθῆτα καὶ μέγα καὶ πυκνὸν ἀναπνεῖν καὶ φυσᾶν οἷον φλόγα τινὰ καὶ πιεῖν ψυχρὸν αἰτεῖν. καὶ μικρὸν ὕστερον τὸ θερμὸν ὁμαλῶς ἐπεκτείνεται πάντῃ τοῦ σώματος. εἰ δὲ καὶ ἐπιβάλλοις τὴν χεῖρα τῷ θώρακι, κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀπαντᾷ θερμασία πολλὴ καὶ δριμεῖα καὶ οἷον μετὰ ἀτμοῦ τινος ἀναφερομένη, νικᾶται δ’ ὀλίγον ὕστερον ὑπὸ τῆς χειρός. καὶ δὴ καὶ πίνειν ἤδη καιρὸς τῷ κάμνοντι καὶ πιόντος αὐτίκα δὴ μάλα πλῆθος μὲν ἄνεισιν ἀτμοῦ θερμοῦ διὰ τοῦ δέρματος προαγγέλλον ἱδρῶτας· ἔμετός τε ἐπιφαίνεται χολῆς καὶ ἡ γαστήρ που κατέρρηξε. τὰ δὲ οὖρα τούτοις χολώδη ὑπόπυρρά τε καὶ ὑπόξανθα καὶ συμμέτρως παχέα καὶ μικρὸν ὕστερον ἢ νεφέλην λευκὴν ἢ ἐναιώρημα χρηστὸν ἐργάζεται. πυρροτέρων δὲ ὄντων τῶν οὔρων καὶ μήτε ἐναιωρήματος μηδενὸς μήτε νεφέλης ἐν τῇ πρώτῃ περιόδῳ φανείσης, εἰς τὰς ἑπτὰ περιόδους ἐκταθήσεται τὸ νόσημα. ὁ δὲ ἀκριβὴς τριταῖος κατὰ τὴν πρώτην ἡμέραν προδείξας ἐν τοῖς οὔροις ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν οὐχ ὑπερβήσεται τὴν τρίτην περίοδον· οὗτος 〈δὲ〉 ὁ πυρετὸς εἰς ἀπυρεξίαν παύεται κατὰ παροξυσμόν, τὸν σύμπαντα χρόνον τοῦ παροξυσμοῦ ποιησάμενος ὡρῶν οὐ πλειόνων ιβ τὸ μήκιστον. τοῦτον 〈μὲν οὖν〉 ἀκριβῆ τριταῖον ὀνομάζομεν· ὅστις δ’ ἂν ἔχοι πολυχρονιώτερον τούτου τὸν παροξυσμόν, τοῦτον ὀνομάζομεν ἐπεκτεταμένον τριταῖον. εἰ δὲ καθ’ ἑκάστην ἡμέραν παροξύνει μετὰ ῥίγους εἰσβάλλων σφοδροῦ, φέρει δὲ καὶ πάντα τὰ προειρημένα γνωρίσματα ἔν τε τοῖς σφυγμοῖς καὶ οὔροις καὶ τῷ λοιπῷ σώματι, τοῦτον διπλοῦν τριταῖον ὀνομάζομεν· ὅπερ συμβαίνει διά τε τὸ πλῆθος καὶ πάχος καὶ τὸ ἀνομοιομερὲς τῆς χολῆς. Τριταίου ἀκριβοῦς θεραπεία.[40]
80 τὸν μὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ ξανθῆς χολῆς κινουμένης γιγνόμενον, ὑγραίνειν τε καὶ ψύχειν εἰς ὅσον οἷόν τε μάλιστα προσήκει, καὶ τὰ μὲν εἰς τὴν ἄνω γαστέρα συρρέοντα κενοῦν δι’ ἐμέτων, καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν καὶ τὴν μὲν γαστέρα κλύσμασι μαλακοῖς κινεῖν, τὰ δὲ οὖρα προτρέπειν σελίνου τε καὶ ἀνήθου ἐναποβρέχοντα τοῖς πόμασι καὶ ἤν σοι πέψεως σημεῖα προφαίνηται, θαρρῶν ἤδη καὶ τοῦ ἀψινθίου τὴν κόμην βρέχοντα μελικράτῳ καὶ διηθήσαντα διδόναι· λουτρὰ δὲ αὐτοῖς ἁρμόδια δι’ ὕδατος θερμοῦ ποτίμου εὐκράτου καὶ μήτε νίτρου μήτε τι τοιοῦτον ἕτερον ἐν τοῖς λουτροῖς προσάγειν, ἀλλ’ ὅτι μάλιστα θερμὸν ὑδρέλαιον προθερμανθέντι τῷ σώματι περιχέοντα ἐμβιβάζειν τῷ θερμῷ παραινοῦντα ἐγχρονίζειν αὐτῷ ἐφ’ ὅσον οἷόν τε. τοὺς δὲ φιλολουτροῦντας οὐδ’ εἰ δὶς λούοις, οὐκ ἂν ἁμάρτοις, ἂν ἐν καιρῷ ᾖ. εἰ δὲ καὶ πέψεως τῆς νόσου σημεῖα φαίνοιτο, κἂν εἰ πολλάκις λούοις, οὐκ ἂν ἁμάρτοις. οἴνου δέ, πρὶν μὲν πέττεσθαι τὸ νόσημα, παντάπασιν εἴργειν· ἀρξαμένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τήν γε πρώτην διδόναι, πλησίον δὲ ἤδη τοῦ λύεσθαι γιγνομένου πλείονα. σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει πάντα χρήσιμα τριταίοις ἀκριβέσι, τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πέψαι δύναιντο. λαχάνων μὲν οὖν ἁρμόδια ἀνδράφαξίς τε καὶ βλίτον καὶ μαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη· τῶν δ’ ἄλλων ὅ τε τῆς πτισσάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου τοῦ ἄλικος ῥοφήματα, ἰχθύων τε οἱ πετραῖοι καὶ τῶν πτηνῶν τὰ μαλακόσαρκα, τῶν δὲ ἄλλων τὰ πτερὰ καὶ ἀλεκτρυόνων ὄρχεις καὶ τῶν μικροτέρων χοίρων τὰ ἀκροκώλια καὶ ὠῶν δὲ τὰς λεκίθους ῥοφεῖν καὶ τῶν ὀπωρῶν δὲ γεύεσθαι τῶν μὴ δυσπέπτων, ἀπέχεσθαι δὲ πάντων τῶν γλυκέων καὶ δριμέων καὶ ἁλυκῶν καὶ κνισσωδῶν καὶ βρωμωδῶν ἐδεσμάτων τε καὶ πομάτων καὶ τῶν παλαιῶν καὶ φύσει θερμῶν οἴνων. Τριταίων νόθων θεραπεία.[25]
81 ἐν δὲ τοῖς οὐκ ἀκριβέσι τριταίοις οὔτε λούειν εὐθέως κατ’ ἀρχὰς ἀγαθόν, ἀλλ’ ἡνίκα ἂν ἤδη φαίνηται τὰ τῆς πέψεως σημεῖα, οὔτε μὴν καθ’ ἡμέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ μίαν, ἡσυχία τε καὶ θάλψις τῶν καθ’ ὑποχόνδριον αὐτοῖς συμφέρει ῥοφήματά τε τὰ εὐπεπτότερα καὶ κλύσματα τῆς κάτω γαστρὸς μὴ πάνυ μαλακὰ καὶ εἰ αἵματος ἀφαιρέσεως δέοιντο, μηδὲ τοῦτο παραλιπεῖν, ἀλλ’ εὐθέως κατ’ ἀρχὰς διορισάμενος, ὡς προείρηται ἐν τῷ περὶ φλεβοτομίας λόγῳ, σύμμετρον ἀποχεῖν τοῦ αἵματος, ὅσον τοῖς παροῦσι μέτριον. ἡ δ’ ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύμπαν ἔστω ὡς ἐπὶ τῶν ἀκριβῶν τριταίων, ἀλλά τι καὶ τοῦ τμητικωτέρου τρόπου προσεπιλαμβανέτω, ὡς παχυτέρας ὑποκειμένης χολῆς καὶ μὴ πάνυ θερμοτέρας. μάλιστα δ’ ἂν ἁρμόσειεν αὐτοῖς ὁ τῆς πτισσάνης χυλὸς ἐμβαλλομένου πεπέρεως καὶ ὑσσώπου ποτὲ ἢ ὀριγάνου καὶ ναρδοστάχυος ἑψήσας σὺν μελικράτῳ δίδου πίνειν καὶ τὰ ἄλλα δὲ ὅσα τὴν οὔρησιν κινεῖ πλὴν τῶν ἄκρως θερμαινόντων τε καὶ ξηραινόντων, μάλιστα δὲ τοῦ ἀποβρέγματος τοῦ ἀψινθίου διδόναι συνεχέστατα μετὰ τὴν ζ ἡμέραν. καὶ ὀξύμελι πολλοὺς ὤνησε πινόμενον καί τι τῶν ἐπιεικῶν καθαρτικῶν ὑπηλάτων πέψεως ἐν τοῖς οὔροις φανείσης χρηστῆς. ὁ δὲ ἐπὶ τοῖς σιτίοις ἔμετος εἰς τοσοῦτον χρήσιμος τοῖς ἐν τούτῳ τῷ πυρετῷ χρονίζουσιν, ὥστε πολλοὺς οἶδα τελέως αὐτοῦ ἀπαλλαγέντας ἐπὶ τοῖς ἐμέτοις. Περὶ ἡμιτριταίου.[20]
82 ὁ ἡμιτριταῖος προσαγορευόμενος πυρετὸς μιχθέντος τοῦ σηπομένου φλέγματος τῷ σαπέντι πικροχόλῳ χυμῷ σύνθετος ἐξ ἀμφοτέρων γίνεται· τοῦ μὲν οὖν ἀμφημερινοῦ μετὰ περιψύξεως εἰσβάλλοντος, τοῦ δὲ τριταίου μετὰ ῥίγους, ὁ μικτὸς ἐξ ἀμφοῖν φρίκην ἐπιφέρει, ῥίγους μὲν ἔλαττόν τι, μεῖζον δὲ περιψύξεως, ὧνπερ κεραννυμένων γίγνεται τῶν ἄκρων οὐδέν. διττὸς δέ ἐστιν ὁ τρόπος τῆς γενέσεως αὐτοῦ, ἤτοι συνελθόντων δύο παροξυσμῶν εἰς ἕνα, εὐθέως ἐξ ἀρχῆς κεραννυμένων ἀλλήλοις ἀμφοτέρων ἢ κατ’ ἰδίαν ἕκαστον. ὅτε μὲν οὖν ὁ τριταῖος ἐπικρατεῖ, φρικωδέστερος ὁ πυρετὸς γίνεται καί τι καὶ ῥίγους προσλαμβάνει κατὰ τὴν ἐπισημασίαν. εὐθὺς δὲ ὁ τοιοῦτος θερμότερος καί τινα χολῆς ἔμετον ἢ διαχώρησιν ἢ νοτίδα φέρει· τοῦ δὲ φλεγματώδους πλεονεκτοῦντος ἐπικρατεῖ μὲν ἡ ψῦξις τῶν ἄκρων, ὀλίγαι δέ εἰσιν αἱ φρῖκαι καὶ οὐδὲ διψώδεις εἰσὶν οὐδὲ καυσώδεις. ἐπειδὰν δὲ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὅ τε διαλείπων τριταῖος καὶ ὁ συνεχὴς ἀμφημερινός, ἡ μὲν εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίγνεται· καὶ ὅτε μὲν ὁ τοῦ φλέγματος ἐπικρατεῖ καιρός, συστολαὶ γίγνονται καὶ φρῖκαι, ὅτε δὲ ὁ τῆς χολῆς ἐπικρατήσειεν, ἀθρόως ἐκθερμαίνονται. καὶ οὗτός ἐστιν ὁ ἀκριβὴς ἡμιτριταῖος ἐξ ἰσοσθενοῦς κράσεως δύο πυρετῶν γιγνόμενος, τριταίου διαλείποντος καὶ ἀμφημερινοῦ συνεχοῦς. ὁ δὲ οὐκ ἀκριβὴς ἡμιτριταῖος ἤτοι τὸν χολώδη χυμὸν πλείονα κέκτηται ἢ τὸν φλεγματώδη. ἐξ ἀμφοτέρων τοίνυν τῶν προειρημένων χυμῶν συνισταμένου τοῦ ἡμιτριταίου πυρετοῦ καὶ τὴν θεραπείαν μικτὴν εἶναι προσήκει, ὥστε ἐκ τῶν περὶ τριταίου προειρημένων καὶ περὶ ἀμφημερινοῦ ῥηθησομένων συντιθέναι χρὴ καὶ τὴν θεραπείαν. Τεταρταίου ἀκριβοῦς διάγνωσις.[25]
83 ὁ ἀκριβὴς τεταρταῖος πυρετὸς πᾶσαν μὲν ἡλικίαν καταλαμβάνει, μάλιστα δὲ τὴν παρακμαστικήν. Ἱπποκράτης δὲ ἐν τῷ Περὶ ἑβδομάδων τὴν ἀκμαστικήν φησιν, δοκεῖ δὲ αὐτῷ μηδὲ περιπίπτειν τὸν αὐτὸν ἄνθρωπον δὶς τῷ τεταρταίῳ. λέγει δὲ οὕτως· “πρῶτον μὲν τῷ τεταρταίῳ πυρετῷ δὶς ωὑτὸς ἄνθρωπος οὔτε ἁλίσκεται οὔτε ἑάλωκέ που οὔτε τοῦ λοιποῦ ἁλώσεται, ἢν ἅπαξ ὑγιὴς γένηται. διὰ τόδε κατὰ τὴν ἰδίαν ἑκάστου τῶν ἀνθρώπων φύσιν καὶ τὴν ἡλικίην τὴν ἀκμαστικὴν γίγνεται. ἀνάγκη γὰρ ἀκμάζουσαν τὴν φύσιν τοῦ ἀνθρώπου ἐν τούτῳ τῷ χρόνῳ τεταρταίῳ ἁλίσκεσθαι πυρετῷ, παρελθούσης δὲ τῆς ἀκμῆς ἀπολελύσθαι καὶ τοῦ τεταρταίου καὶ τῆς λήψιος.” φύσεις δὲ σωμάτων αἱ μελαγχολικώτεραι οἰστικαὶ τούτου τοῦ πυρετοῦ καὶ τῶν ὡρῶν τὸ φθινόπωρον καὶ μάλιστα ὅταν αὐτὸ ἑαυτοῦ γένηται ψυχρότερον καὶ ξηρότερον καὶ ἀνώμαλον. ἐδέσματά τε καὶ πόματα καὶ ἡ σύμπασα τοῦ βίου δίαιτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσιν ὑπάρχοντα τεταρταίων πυρετῶν ἐστι γόνιμα καὶ σπλῆνες αὐξηθέντες. οὗτος δὲ ὁ πυρετὸς ὡς ἐπίπαν οὐκ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας εἰσβάλλει μετὰ ῥίγους, ἀλλ’ ἐνίοτε ἐξ ἑτέρων εἰς τοῦτον ἡ μετάπτωσις γίγνεται, τῶν πλανήτων τε καὶ ἀτάκτων καλουμένων. προϊόντι δὲ αὐτῷ γίγνεται ῥῖγος καὶ αὐξανομένῳ συναύξεται καὶ τὸ ῥῖγος. ἡ δὲ αἴσθησις τοῖς πάσχουσιν οὐ νυττομένου καὶ κεντουμένου τοῦ δέρματος ὡς ἐπὶ τριταίων γίγνεται, ἀλλὰ καταψυχομένων τε σφοδρῶς καὶ οἷον θλωμένων ἄχρι καὶ τῶν ὀστῶν. οὕτως οὖν ἀκοῦσαι λεγόντων ἔστι τῶν πασχόντων ὡς ὀστοκόπῳ τε συνέχονται καὶ θλασθῆναί τε τὴν σάρκα φαντάζονται. οἱ δὲ σφυγμοὶ μικροὶ καὶ ἀμυδροὶ καὶ βραδεῖς καὶ ἀραιοὶ ἐν ταῖς ἀρχαῖς τῶν ἐπισημασιῶν γίγνονται, ὡς ἐν οὐδεμιᾷ ἄλλῃ διαθέσει. δεδέσθαι γάρ σοι δόξει κατὰ τὰς εἰσβολὰς τῶν τεταρταίων ἀρτηρία καὶ εἴσω καθέλκεσθαι καὶ ἀνιέναι κωλύεσθαι, ὥστε καὶ εἰ νέος εἴη ὁ κάμνων, γεροντικῆς ἐσχάτης ἡλικίας ἡ ἀρτηρία μιμεῖται τὴν κίνησιν· εἰ γὰρ εἰδείης τοῦ νοσοῦντος τὸν κατὰ φύσιν σφυγμὸν ἢ καθ’ ἑτέραν νόσον ἐν ἀρχῇ τοῦ παροξυσμοῦ παραγεγονὼς εἴης, μηκέτ’ ἄλλο μηδὲν ἀναμείνῃς εἰς ἀπόφασιν τοῦ τεταρταῖον εἶναι τὸν εἰσβάλλοντα ἐξ ἀρχῆς πυρετόν. ἀμήχανος γάρ τις ἡ εἰς ἀραιότητά τε καὶ βραδυτῆτα τροπὴ τοῦ σφυγμοῦ γίγνεται· οὖρα δὲ τούτοις ἐν ἀρχαῖς μὲν λεπτὰ καὶ λευκὰ καὶ ὑδατώδη, ἅτε διηθούμενα διὰ τὸ πάχος τῆς ὕλης, προβαινούσης δὲ τῆς νόσου κατ’ ὀλίγον εὐχρούστερα γίγνεται καὶ ὑπόστασιν ἴσχει παχεῖαν· ἱδρώτων δὲ πλῆθος ἕπεται κατὰ τὴν τοῦ παροξυσμοῦ παρακμήν. οἱ μὲν οὖν ἀπὸ σπληνὸς τὴν ἀρχὴν λαβόντες τεταρταῖοι χρονιώτεροι, κατάδηλοι δὲ γίγνονται τῇ χρόᾳ καὶ ταῖς ἀπεψίαις καὶ τῷ μὴ ῥᾳδίως τὴν γαστέρα ὑποχωρεῖν καὶ τῷ τοῦ σπληνὸς ὄγκῳ καὶ τῷ ἐπ’ ἀριστερᾷ κλίνεσθαι μᾶλλον. κίνδυνος δὲ καὶ ὑδέρῳ περιπεσεῖν τῷ χρόνῳ τὸν ἄνθρωπον. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λευκόχροοί εἰσι καὶ οἰδαλέοι παντὶ τῷ σώματι καὶ οὖρα τούτοις σανδαραχώδη καὶ ἐξέρυθρα καὶ ἁπτομένοις δὲ ὄγκος ὑποπίπτει τοῦ δεξιοῦ ὑποχονδρίου. οὗτοι καὶ δυσπνοοῦσι μᾶλλον τῶν σπληνικῶν καὶ ὑποβήσσουσι καὶ τελευτῶντες εἰς ἀφύκτους ὑδέρους ἐμπίπτουσι. Τεταρταίου θεραπεία Γαληνοῦ.[45]
84 κατ’ ἀρχὰς μὲν οὖν μετρίως μὲν καὶ πρᾴως ἄγειν τοὺς τεταρταῖον νοσοῦντας πυρετόν, μήτε φάρμακόν τι τῶν ἰσχυροτέρων μηδὲν προσφέροντας μήτε κένωσιν, εἰ μή τι ἄρα σφόδρα φαίνοιτο πλεονάζειν αἷμα· τηνικαῦτα γὰρ χρὴ ἀφαιρεῖν τοῦ αἵματος τὸ σύμμετρον καὶ εἰ διελόντι σοι τὴν φλέβα τὸ ῥέον εἴη μέλαν καὶ παχύ, θαρρεῖν τῇ κενώσει· μάλιστα δ’ ἐν τοῖς σπληνώδεσι τοιοῦτον εὑρίσκεται. ξανθοῦ δὲ καὶ λεπτοῦ φανέντος, ἐπέχειν αὐτίκα. τέμνειν δὲ φλέβα ἢ τὴν ἐντὸς ἢ τὴν μέσην κατὰ τὸν ἀριστερὸν ἀγκῶνα, εἴ γε ὑπόσπληνος εἴη ὁ ἄνθρωπος, ἢ τὴν ἐν τῷ δεξιῷ, εἰ περὶ τὸ ἧπαρ εἴη ἡ διάθεσις. δίαιτα δὲ ἔστω ἄφυσος καὶ χρηστή· μαλάττειν δὲ καὶ τὴν γαστέρα καθ’ ὅσον οἷόν τε διὰ τῶν συνήθων τροφῶν. εἰ δὲ μηδὲν ἀνύσῃ τὰ συνήθη, κλύσμασι χρῆσθαι κατ’ ἀρχὰς μαλακοῖς, ὕστερον δὲ τοῖς δριμυτέροις· χοιρείων δὲ εἴργειν αὐτοὺς κρεῶν καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων ἐδεσμάτων πάντων· οἴνῳ δὲ ὀλίγῳ χρῆσθαι λεπτῷ τε καὶ λευκῷ καὶ συμμέτρως θερμῷ καὶ τῶν πτηνῶν τοῖς ὀρείοις καὶ τῶν ἰχθύων τοῖς μαλακοσάρκοις καὶ εὐπέπτοις καὶ μηδὲν γλίσχρον ἔχουσι. καὶ ταρίχει δὲ καὶ νάπυι χρῆσθαι καὶ δι’ ἡμερῶν τινων τοῦ διὰ τριῶν πεπέρεων λαμβάνειν ἢ τοῦ διοσπολιτικοῦ φαρμάκου. καὶ εἰ πεπέρεως δὲ λείου μόνου καθ’ ἑκάστην ἡμέραν λαμβάνοιεν, ὀρθῶς ἂν ποιοῖεν. τρίψεων δὲ καὶ περιπάτων καὶ τῶν ἄλλων τῶν συνήθων μὴ παντελῶς εἴργειν· λουτρῶν δὲ εἰ καὶ παντάπασι δύναιντο ἀπεχέσθωσαν, τρίψεσιν ἀρκούμενοι μάλιστα γὰρ ὀνίναιντο· καὶ εἰ βραχὺς εἴη καὶ μὴ πάνυ βίαιος ὁ τεταρταῖος οὐδὲν χεῖρον ἐν ταῖς μέσαις τῶν ἡμερῶν ἅπτεσθαι τῶν συνήθων γυμνασίων. ταῦτα μὲν κατὰ τὰς ἀρχὰς καὶ τὰς ἀναβάσεις πρακτεόν. ἀκμῆς δὲ τοῦ νοσήματος γενομένης τότε χρὴ διαιτᾶν λεπτότερον καὶ ἡσυχάζειν εἰς μακρὸν κελεύειν καὶ τῶν σπλάγχνων πρόνοιαν ποιεῖσθαι, καταιονοῦντά τε καὶ καταπλάττοντα τοῖς μαλάττειν τε καὶ χαλᾶν δυναμένοις καὶ τὰ πνεύματα διαλύειν, οἷον κριθίνου ἀλεύρου καὶ σελίνου σπέρματος καὶ ἴριδος κυμίνου τε καὶ χαμαιπίτυος καὶ πηγάνου ἐν μελικράτῳ ἡψημένων. εἰ δὲ καὶ ἔστιν ἔλαιον ἐκ τοῦ καταιονισμοῦ πρόσπλεξον τῷ καταπλάσματι· δεῖ δὲ πρῶτον ἐμβρέχειν ἡμέρας ὀλίγας καὶ εἶθ’ οὕτως χρήσασθαι τοῖς καταπλάσμασι δῆλον ἡμέρᾳ προσαγομένοις, εἰ φέρει ὁ νοσῶν· ἐπιθέμασι δὲ χρῆσθαι τῷ πολυαρχίῳ καὶ τῷ διὰ στύρακος καὶ τοῖς ὁμοίοις, ἐφεξῆς δὲ τοῖς οὐρητικοῖς κεχρῆσθαι· διδόναι δὲ καὶ μελίκρατον πίνειν ἐν ᾧ ἀφήψηται πήγανον καὶ ἄνηθον καὶ εἰ τὰ τῆς πέψεως τοῦ νοσήματος φαίνοιτο ἐναργῆ σημεῖα, καθαίρειν αὐτίκα φαρμάκοις κενοῦσι τοὺς μέλανας χυμοὺς οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ πολλάκις, ἢν οὕτω δεήσῃ. ἐπίθυμον μὲν οὖν ἁρμόδιον τοῖς τεταρταίοις πινόμενον καὶ ὁ μέλας ἐλλέβορος τὰ μέγιστα ὠφελεῖ τῷ κενοῦν ἀλύπως τὰ λυποῦντα καὶ οἶνος γλυκὺς ἀποβραχεὶς ἐν κενώματι κολοκυνθίδος· πᾶσι μέντοι μίσγειν σελίνου τε καὶ ἀνήθου ἢ δαύκου ἡδύσματος χάριν. συνεχῶς δὲ ἀφέψημα σεύτλου καὶ ὀστρέων πίνειν, χρῆσθαι δὲ καὶ τοῖς ἀπὸ σιτίων ἐμέτοις καὶ τοῖς ἀπὸ ῥαφανίδων, εἰ μή τι κωλύοι. οἱ πλείους γὰρ τῶν χρησαμένων αὐτοῖς συνεχέστατα, οἱ μὲν τελέως τοῦ νοσήματος ἀπηλλάγησαν, οἱ δὲ ῥᾷον ἤνεγκαν. σὺν γὰρ τῷ κενοῦν τὰ ἐνοχλοῦντα τῷ στομάχῳ καὶ ῥᾷον πέττουσιν οἱ τοιοῦτοι. μηδενὸς δὲ κωλύοντος ἤδη καὶ ἐλλέβορον διδόναι τὸν λευκόν, τὴν μὲν πρώτην ἐπιμιγνύντα ῥαφανίσιν, ὡς προείρηται ἐν τῷ περὶ καθαρτηρίων λόγῳ, εἰς ὕστερον δὲ καὶ αὐτὸν τὸν ἐλλέβορον διδόναι.[45]
84 (50) οἷς δὲ ἐμεῖν ἀδύνατον, τούτους σφοδρότερον καθαίροντας κάτω τοῦ τε διὰ τῶν ἐχιδνῶν διδόναι φαρμάκου, ὃ καλοῦσι θηριακὴν καὶ τὰ ἄλλα ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς, ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡμῖν ἁπάντων δόκιμον· ὀποῦ Κυρηναικοῦ λαμβάνων καὶ πεπέρεως καὶ σμύρνης τρωγλοδυτικῆς καὶ πηγάνου φύλλων χλωρῶν ἑκάστου τὸ ἴσον, ἕκαστον ἰδίᾳ λειότατον ποιήσας καὶ ἅμα λεάνας ἀναλάμβανε τῷ πηγάνῳ λειωθέντι καὶ ἀνάπλαττε καταπότια καὶ δίδου οἷς μὲν ὀβολὸν α , οἷς δὲ τὸ ἥμισυ. ἄλλο Ἀσκληπιάδου καὶ ὕπνον ποιοῦν, ᾧ καὶ αὐτὸς χρῶμαι· πεπέρεως μακροῦ σμύρνης τρωγλοδυτικῆς ὀποῦ μήκωνος καστορίου ἴσον ἑκάστου ἀνάπλαττε καὶ χρῶ, παρέχων ὀβολὸν ἢ τὸ ἥμισυ μετ’ ὀξυμέλιτος πρὸ ὡρῶν β τῆς ἐπισημασίας. ἄλλο· χαλβάνης γρ α πεπέρεως κόκκους ζ λειώσας μετὰ οἴνου παλαιοῦ θερμάνας δίδου πιεῖν νήστει ἐν αὐτῇ τῇ ὥρᾳ τοῦ παροξυσμοῦ. ἁρμόζει δὲ ἐπὶ τούτων καὶ τὰ Ὀριβασίου ἀλοηδάρια λαμβάνοντα οὕτως· ἀλόης 𐅻 ρ ναρδοστάχυος ἀσάρου μαστίχης κρόκου ξυλοβαλσάμου ἀνὰ 𐅻 ϛ κασσίας 𐅻 ιβ ἐπιθύμου 𐅻 ιϛ ἐλλεβόρου μέλανος χωρὶς ἐντεριώνης 𐅻 η · πλάσσε ὀροβιαῖα μεγέθη δι’ ἀφεψήματος γλήχωνος καὶ δίδου· δυνατὸν καὶ μέλιτι ἑφθῷ αὐτὰ ἀναπλάττειν· ἐγὼ προσέθηκα τὸν ἐλλέβορον. ἄλλο πρὸς τεταρταίους, ποιεῖ καὶ ἀρθριτικοῖς. ἐπὶ δὲ τῶν τεταρταίων προλούσας δίδου πρὸ ὡρῶν β τῆς ἐπισημασίας 𐅻 α σὺν ὀξυμέλιτι, τοῖς δὲ ἀρθριτικοῖς μετὰ μελικράτου· ἀσφάλτου 𐅻 α σμύρνης τρωγλοδυτικῆς 𐅻 β ἡδυόσμου φύλλοις χλωροῖς λειοτάτοις ἀναλάμβανε καὶ χρῶ, ὡς προείρηται. ὅσοι δὲ κατ’ ἀρχὰς τῶν τοιούτων τι φαρμάκων ἔδοσαν ἢ ὅλως πρὸ τῆς ἀκμῆς, ἁπλοῦν μὲν ὄντα τὸν τεταρταῖον, διπλοῦν πολλάκις ἀπέφηναν, ἢ πάντως γε μείζονά τε καὶ χαλεπώτερον εἰργάσαντο. διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίησαν ἢ πάντως γε τοὺς β χαλεπωτέρους καὶ μείζονας. οἶδα δέ τινα ἰατρὸν ὅστις ἐτόλμησεν ὑπὸ τριῶν περιεχομένῳ τινὶ τεταρταίων δοῦναι τῆς θηριακῆς πρὸ τῆς τοῦ νοσήματος ἀκμῆς· εἶτ’ αὐξηθέντων ἁπάντων συνεχὴς διαδεξάμενος πυρετὸς ἀπέκτεινε τὸν ἄνθρωπον. Ἀρχιγένους. συνήθως δὲ τοῖς τεταρταῖον πυρετὸν νοσοῦσι προσφέρω, φησὶν Ἀρχιγένης, καὶ τῆς ἀσφαλτίδος τριφύλλου ὅσον 𐅻 α τοῦ σπέρματος ἐν κυάθοις τέτρασι μελικράτου καὶ θαυμαστῶς αὐτοὺς ὀνίνησι καὶ αὐτὴ ἡ ἰουδαικὴ ἄσφαλτος πινομένη λεία σὺν οἴνῳ κεκραμένῳ ὅσον 𐅻 δ . φαρμάκου δὲ ἀλυποτάτου καὶ πολλάκις ἐπιτυχόντος ἐγὼ πεπείραμαι τούτου, ἐφ’ ὧν μάλιστα σπλῆνες οἰδαίνουσι καὶ ὑδέρων κατάρχουσι· κισσοῦ κορυμβίτου φύλλα ε μετὰ σμύρνης τρωγλοδυτικῆς κυάμου μέγεθος λεανθέντα ἐν κοτύλῃ μελικράτου γλυκυτέρου δίδοται καὶ τὸ καστόριον δὲ πινόμενον τά τε ῥίγη πραΰνει καὶ τὸ νοσερὸν τῆς σαρκὸς δαπανᾷ καὶ ταῖς κατὰ τὰς φλέβας πέψεσι βοηθεῖ καὶ τὸ πρὸς τὰς κινήσεις ὀκνηρὸν ἐξαίρει. Ἀρχιγένους· ἀψινθίου δὲ ἀπόβρεγμα τοὺς τῇ κοιλίᾳ ἐνοχλοῦντας χυμοὺς ἀπορρύπτει καὶ τῇ πέψει συνεργεῖ, ὅθεν οὐδὲ σιελίζουσιν οἱ πίνοντες τοῦ ἀψινθίου. πραΰνει δὲ καὶ τὰς ἐν ἥπατι καὶ σπληνὶ φλεγμονὰς καὶ οὖρα ἄγει καὶ γυναικὶ καταμήνιον. συνηθείας δὲ τῷ νοσοῦντι ὑπαρχούσης καὶ τῇ κατὰ κοιλίαν κενώσει χαιρούσης τῆς ἕξεως καὶ δηκτικῶν ἰχώρων ὑπογιγνομένων, νεοβδάλτου γάλακτος ὀνείου μὲν ἢ ἱππείου ἔδωκά τισιν, οὓς μᾶλλον ἠβουλήθην καθᾶραι, αἰγείου δὲ ἄλλοις διὰ τὸ σύνηθες καὶ εὐπόριστον. τρεῖς δὲ κοτύλας ἀρξάμενος ἐδίδουν προάγων κατὰ κοτύλην ἐπὶ κοτύλας ϛ , ἔπειτα διαλείπων μίαν περίοδον, ὁμοίως ἠρξάμην ἀπὸ τριῶν κοτυλῶν καὶ κοτύλην καθ’ ἑκάστην προστιθεὶς ἀνῄειν ἐπὶ τὰς ϛ , ἔπειτα ὑφαιρῶν κατὰ μίαν κοτύλην καθ’ ἑκάστην ἡμέραν καὶ πάλιν ἀφιστάμην ἐπὶ β περιόδους καὶ ἅμα ἥ τε νόσος διελέλυτο καὶ τὸ σῶμα προσετέθραπτο.[95]
84 (100) εὔχυμον δὲ εἶναι χρὴ τὸ ζῷον, οὗ τὸ γάλα προσάγομεν. εἰ δέ τινι μὴ ὀξύνεται μηδὲ κνισσοῦται μηδὲ κατὰ κοιλίαν ὁρμᾷ, καὶ ἐν τῇ ὑπόπτῳ ἡμέρᾳ ἀντὶ τοῦ ῥοφήματος σύμμετρον διδόναι πρὸ πολλοῦ τῆς ὥρας καὶ ψωμοὺς ὀλίγους ἐπιδοτέον. ἐν ἀκμῇ δὲ ὄντος τοῦ νοσήματος, προφανείσης δηλονότι σαφεστάτης πέψεως, μηδενὸς τῶν σπλάγχνων βεβλαμμένου, τοῖς εἰθισμένοις κατὰ τὸν καιρὸν τῆς ὑγείας καὶ ψυχρὸν ὕδωρ δέδωκα, μελλούσης σύνεγγυς τῆς εἰσβολῆς, ἀθρόον ὅσον κοτύλας β καὶ ἀδιαψεύστως ἀπέστρεψα πολλοὺς τοῦ ῥιγῶσαι οὐκ ὀλιγάκις καὶ τῶν πυρετῶν ἐξαλειφθέντων. ἄμεινον δὲ καὶ ἔξωθεν θερμαίνειν τὸ σῶμα κυπρίνῳ ἢ σικυωνίῳ ἢ γλευκίνῳ πρὸ μὲν τῶν παροξυσμῶν, ὥστε μὴ ῥιγοῦν, παυομένων δὲ ὥστε μὴ ἐκ τῶν ἔξωθεν προσπιπτόντων καταψύχεσθαι. Διοσκορίδης δέ φησιν ὠφελεῖν τοὺς τεταρταίῳ ἐχομένους πυρετῷ πινόμενα ταῦτα πρὸ τῆς ἐπισημασίας· ἀρνογλώσσου ῥίζαι 𐅻 δ ξηραὶ λεῖαι ἐν οἴνῳ ἀσπαλάθου ῥίζης 𐅻 α μετὰ καστορίου ὀβολοῦ α γλυκυρίζης λείας 𐅻 β μεθ’ ὕδατος ἡλιοτροπίου τοῦ τρικόκκου 𐅻 δ σὺν οἴνῳ πινόμεναι περιστερεῶνος ὀρθοῦ τὸ τέταρτον γόνυ ἀπὸ τῆς γῆς λεῖον σὺν οἴνῳ, ἐπὶ δὲ τριταίῳ γ , λιβανωτίδος ῥίζης 𐅻 α ἐν οἴνῳ δίδου πίνειν καὶ ἐλαίῳ ἀλείψας τὸ πᾶν σῶμα, τὰ δὲ ἄλλα ἄκρα συγχρίσας τινὶ τῶν πρὸς τὰ ῥίγη συγχρισμάτων καὶ σκεπάσας ἔα ἡσυχάζειν καὶ οὐ μὴ ῥιγώσῃ. Ἀμφημερινοῦ πυρετοῦ διάγνωσις.[120]
85 ὁ δὲ ἀμφημερινὸς πυρετὸς ἐν ταῖς φλεγματικωτέραις φύσεσι συνίσταται καὶ τῶν ὡρῶν ἐν χειμῶνι καὶ τῶν καταστάσεων ἐν ταῖς ὑγροτέραις καὶ ψυχροτέραις, γέρουσί τε μᾶλλον ἐνοχλεῖ καὶ παισὶ διὰ τὰς ἀδηφαγίας καὶ μάλιστα τοῖς ἐν ὑγροῖς καὶ ψυχροῖς χωρίοις διάγουσι καὶ βίοις ἀργοῖς ἅμα πλησμονῇ καὶ μᾶλλον ὅταν ἐπὶ σιτίοις λούωνται συνεχῶς καὶ πολὺ δὴ μᾶλλον ὅταν καὶ αὐτὰ τὰ σιτία φλεγματικώτερα τὴν φύσιν ὑπάρχῃ [καὶ σαφὴς ἀταξία]. ὁ μὲν οὖν πυρετὸς οὗτος οὔτε μετὰ ῥίγους εἰσβάλλει εὐθὺς κατὰ τὴν πρώτην ἡμέραν, ἀλλὰ καὶ προήκοντος τοῦ χρόνου οὐ ῥῖγος, ἀλλὰ περίψυξις αὐτοῖς μᾶλλον γίγνεται δυσεκθέρμαντος. ἐν δὲ τοῖς σφυγμοῖς σαφὴς ἀταξία καὶ ἀνωμαλία συνεδρεύει κατὰ τὴν εἰσβολὴν τοῦ παροξυσμοῦ, μάλιστα καὶ τὸ ταχὺ τῆς κινήσεως καὶ τὸ σφοδρὸν αὐτοῖς οὐχ ὑπάρχει οὐδὲ διακαίει ὁ πυρετὸς οὗτος τοὺς κάμνοντας οὐδὲ πυκνὸν ἀναπνεῖν ἀναγκάζει οὔδ’ ἐκφυσᾶν ἢ αἰτεῖν ψυχρὸν ἀλλ’ ἥκιστα πυρετῶν οὗτοι διψώδεις εἰσίν. ἐμοῦσι δὲ φλεγματώδη καὶ ὅσα διὰ γαστρὸς αὐτοῖς κάτω ἐκκενοῦται ψυχρότερα καὶ ὠμότερα καὶ ὑδατωδέστερα ὡς ἐπίπαν ἐστίν. ἱδροῦσι δὲ οὗτοι οὐδαμῶς κατὰ τὰς πρώτας ἡμέρας οὐδ’ εἰς ἀπυρεξίαν τελείαν ἔρχονται, καὶ ὠχρόλευκός ἐστιν αὐτοῖς ἡ χρόα· οὖρα δὲ λεπτὰ καὶ λευκὰ κατὰ τὰς πρώτας ἡμέρας οὐρεῖται, μετέπειτα δὲ παχέα καὶ θολερά· οὗτος ὁ πυρετὸς καθ’ ἑκάστην ἡμέραν παροξύνει καὶ παύεται εἰς ἀπυρεξίαν, τὸν σύμπαντα χρόνον ποιησάμενος ὡρῶν ὡς ἐπίπαν ιη · διὸ καὶ ἀμφημερινὸς κέκληται· ἀμφοῖν γὰρ μετέχει τῆς ἡμέρας καὶ τῆς νυκτός. Ἀμφημερινοῦ θεραπεία.[20]
86 θεραπεύοντες δὲ ἀμφημερινὸν ὀξυμέλιτι χρώμεθα μετὰ τὰς πρώτας ἡμέρας καὶ τοῖς οὖρα καλῶς προτρέπειν δυναμένοις καὶ τὸ σύμπαν σοι τῆς διαίτης εἶδος τμητικώτερον ἔστω. περὶ δὲ τὴν ἀκμὴν προνοεῖσθαι χρὴ τῆς γαστρός, μάλιστα δὲ τοῦ στόματος αὐτῆς. κἄπειτα ἐμεῖν ἀπὸ σιτίων καὶ ῥαρανίδων καὶ τοῖς φλέγμα κενοῦσιν ὑπηλάτοις χρῆσθαι. τὰ δὲ ἄλλα τῆς διαίτης πρὸς τοὺς κοινοὺς ἀποβλέπων σκοποὺς ἐξευρήσεις, λεπτυνούσῃ δηλονότι διαίτῃ χρώμενος καὶ φαρμάκοις τμητικοῖς καὶ λεπτύνουσι. Περὶ ἠπιάλων πυρετῶν.[5]
87 τοῦ προειρημένου γένους, λέγω δὴ τοῦ φλεγματικοῦ, ἐστι καὶ ὁ ἰδίως ὀνομαζόμενος ἠπίαλος πυρετός, ὅταν ἅμα πυρέττωσί τε καὶ ῥιγῶσι καὶ ἀμφοτέρων αἰσθάνονται κατὰ τὸν αὐτὸν χρόνον ἐν ἅπαντι μορίῳ τοῦ σώματος. τὸ γὰρ ὀξὺ φλέγμα καὶ τὸ ὑαλῶδες λεγόμενον χωρὶς μὲν πυρετοῦ ῥῖγος ἐπιφέρει. εἰ δὲ σηπεδών τις αὐτοῖς ἐγγένοιτο μετρία, τὸν ἠπίαλον ἐργάζεται πυρετόν. εἰ γὰρ ἐπὶ πλεῖον σαπείη, προηγεῖται μὲν ῥῖγος, ἕπεται δὲ πυρετός, ἐκνικωμένης τῆς ψύξεως ὑπὸ τοῦ πλήθους τῆς θερμασίας, ὡς μηδόλως αὐτὴν φαίνεσθαι κατὰ τὰς ἀναβάσεις καὶ τὰς ἀκμὰς τῶν παροξυσμῶν. ἴσως δὲ καὶ τὸ ὑαλῶδες φλέγμα ὀξείας μετέχει ποιότητος. ἡ δὲ θεραπεία παραπλησίως τοῖς τὸν ἀμφημερινὸν νοσοῦσι πυρετὸν γιγνέσθω, τοῦ τμητικωτέρου τρόπου μᾶλλον προσλαβοῦσα. Διοσκορίδου κοινὰ βοηθήματα τῶν κατὰ περίοδον παροξυνομένων.[10]
88 κοινῶς δὲ πρὸς πᾶσαν περίοδον καὶ ῥίγη ὠφελίμως δίδοται κινεῖν ἱδρῶτας δυνάμενα ταῦτα· σμυρνίου σπέρματος 𐅻 α σὺν οἴνῳ δίδου πίνειν πρὸ ὡρῶν β τῆς ἐπισημασίας, ἀριστολοχίας 𐅻 α ἴρεως 𐅻 β καλαμίνθης ἀφέψημα σὺν καστορίῳ 𐅻 α ἐπὶ τεταρταίων καὶ ἀμφημερινῶν. χαμαίδρυος ἀφέψημα συνεχῶς πινόμενον κωλύειν εἴωθε τεταρταῖον καὶ ἀμφημερινόν· καρώου σπέρμα νάρθηκος σπέρμα φλόμου ῥίζα ἢ χυλὸς σὺν οἴνῳ. πρὸς πᾶσαν περίοδον καὶ μάλιστα πρὸς τεταρταίους διδόμενον πρὸ ὡρῶν β τῆς ἐπισημασίας, ποιεῖ καὶ πρὸς λιθιῶντας καὶ δυσεντερικοὺς στομαχικοὺς καὶ τοῖς ἀσωμένοις καὶ ἀπειρηκόσι καὶ ὀφθαλμιῶσι λίαν καλόν· ὑοσκυάμου σπέρματος λευκοῦ σελίνου σπέρματος ἀνίσου σπέρματος στύρακος κρόκου ἀνὰ 𐅻 γ καὶ ὀπίου 𐅻 γ καστορίου 𐅻 β σμύρνης 𐅻 β ἀνάπλασσε ὕδατι κυάμου αἰγυπτίου τὸ μέγεθος καὶ δίδου μεθ’ ὕδατος κυάθων β . ἄλλος πρὸς πᾶσαν περίοδον ἐκ τῶν Ἀφροδᾶ· ὑοσκυάμου σπέρματος λευκοῦ σμύρνης τρωγλοδυτικῆς ὀπίου στύρακος ἀνὰ 𐅻 α κρόκου ζιγγιβέρεως ἀλόης ἀνὰ ὀβολοὺς γ , μέλιτι ἀναλάμβανε καὶ δίδου καρύου ποντικοῦ τὸ μέγεθος μεθ’ ὕδατος κυάθων τριῶν, προσυγχρίσας ἄκρα καὶ σκέλη καὶ ἔα κοιμᾶσθαι· ἐγὼ δὲ προσέθηκα τῇ γραφῇ καὶ καστορίου 𐅻 α καὶ ἐνήργησε παραδόξως. χρῶ δὲ θαρρῶν καὶ τῇ λεγομένῃ παιωνίᾳ ἀντιδότῳ καὶ τῇ διὰ τοῦ θείου ἀπύρου· θαυμαστῶς γὰρ ἐνεργοῦσι πρὸς πᾶσαν περίοδον, μάλιστα δὲ πρὸς ἀμφημερινοὺς καὶ τεταρταίους. Συγχρίσματα κοινὰ πάσης περιόδου.[20]
89 συγχριόμενα δὲ λεῖα μετ’ ἐλαίου ὠφελεῖ τοὺς κατὰ περίοδον παροξυνομένους μετὰ ῥίγους· θάλπει γὰρ τὸ σῶμα καὶ ἱδρῶτας κινεῖ· χαμαιμήλου ἄνθος λεῖον γενόμενον καὶ ἀναπλασθὲν εἰς τροχίσκους καὶ ξηραινόμενον ἐν σκιᾷ καὶ ἐπὶ τῆς χρείας σὺν ἐλαίῳ λειούμενον καὶ συγχριόμενον, ἄγνου σπέρμα σὺν ἐλαίῳ, λιβανωτίδος καρπὸς ἁλὸς ἄνθος νίτρον ἀφρόνιτρον δαφνίδες πύρεθρον σμυρνίου σπέρμα ὑπερικὸν καλαμίνθη κάχρυ καστόριον κόνυζα κόστος κνίδιος κόκκος μετὰ νίτρου καὶ ἐλαίου καὶ ὄξους ἔλαιον ἀμυγδάλινον δάφνινον κύπρινον ἴρινον γλεύκινον ὤκιμον χαμαίδρυς σταφὶς ἀγρία. Ἀσκληπιάδου σύγχρισμα πρὸς τὰς μετὰ ῥίγους ἐπισημασίας. τούτῳ πολλοὺς τριταίῳ συνεχομένους ἀπήλλαξα, φησίν· ἀφρονίτρου 𐅻 β σμύρνης 𐅻 α πεπέρεως κόκκοι κ κηροῦ 𐅻 δ ἐλαίου κυπρίνου ἢ ἰρίνου ἢ γλευκίνου ἢ ἀμυγδαλίνου 𐆄 ϛ , τὰ τηκτὰ κατὰ τῶν ξηρῶν· ἡ χρῆσις πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας. μᾶλλον δὲ ἀνατρίβειν τοὺς πόδας, ὅθεν δοκεῖ τὰ τῆς φρίκης κατάρχειν. ἄλλο πρὸς τριταίους καὶ τεταρταίους· κόκκου κνιδίου ἀφρονίτρου πεπέρεως ἴσα ἀναλάμβανε ἰρίνῳ καὶ ποίει γλοιοῦ πάχος καὶ χρῶ ἀνατρίβων τὰ ἄκρα προσηνῶς· ἱδρῶτας κινεῖ τὸ φάρμακον καὶ ἀπολύει δυσὶν ἢ τρισὶ περιόδοις. ἄλλο πρὸς τριταίους τεταρταίους καὶ τὰς λοιπὰς περιόδους· σμύρνης 𐅻 η κασσίας 𐅻 ι πεπέρεως 𐅻 ιβ σταφίδος ἀγρίας 𐅻 ϛ νίτρου 𐅻 δ κηροῦ 𐆄 ϛ κυπρίνου ἐλαίου ἢ ἑτέρου τοιούτου λίτρανα · οἴνῳ διάλυε τὴν σμύρναν καὶ τὴν σταφίδα καὶ τὰ λοιπὰ κόπτε καὶ σῆθε καὶ συλλέαινε τῇ σμύρνῃ καὶ ἐπιχέας αὐτοῖς τὴν κηρωτὴν ἀναλάμβανε. ἐπὶ δὲ τῆς χρείας τοῦ μὲν φαρμάκου βαλὼν μέρος ἓν καὶ κυπρίνου τὸ ἴσον σύγχριε. Περὶ τῶν περὶ τὰ σπλάγχνα ἐρυσιπελατωδῶν διαθέσεων.[25]
90 γίγνεταί ποτε ἐρυσιπελατώδης διάθεσις περί τινα τῶν σπλάγχνων, καυσώδη πυρετὸν καὶ ἑκτικὸν ἐπιφέρουσα. καὶ εἰ μὲν περὶ τὴν γαστέρα γένοιτο τὸ ἐρυσίπελας, τὸν ἐκ τούτου ἀναπτόμενον πυρετὸν λιπυρίαν ὀνομάζουσιν, εἰ δὲ περὶ τὸ ἧπαρ, τυφώδη, εἰ δὲ περὶ τὸν πνεύμονα, κρυμώδη. δεῖται δὲ ὁ τοιοῦτος πυρετὸς ψυχόντων καὶ ὑγραινόντων πρότερον ἐδεσμάτων τε καὶ πομάτων καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων. ὅταν μὲν οὖν ὁ ἑκτικὸς πυρετὸς ἄμικτός ἐστιν ἑτέρῳ νοσήματι, βαλανείου χρῄζει καθάπερ καὶ αἱ ἄλλαι πᾶσαι θερμότητες καὶ ξηρότητες. εἰ δὲ ἐρυσιπελατώδης εἴη διάθεσις περὶ τὰ σπλάγχνα, ἀπέχεσθαι μὲν χρὴ βαλανείου τοὐπίπαν, ψυχρῷ δὲ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον ἀγωνιστικῶς· οὕτως δὲ ὀνομάζειν εἰώθαμεν, ὅταν ἅπαξ τε καὶ ψυχρότατον καὶ πολὺ δώσομεν. πρὸ δὲ τῆς ἀκμῆς οὐ χρηστέον τῷ ψυχρῷ, εἰ μὴ ἀναγκασθείημεν ὑπὸ τοῦ κάμνοντος, ἐν ἔθει τε ψυχροποσίας ὄντος, οὐ φέροντός τε τὸ δίψος· ἀλλ’ ἔξωθεν ἐπιτιθέναι χρὴ τὰ ψύχοντα καὶ εἰ μηδὲν ἀνύοι, τότε καὶ τὸ ποτὸν ψυχρὸν διδόναι ἢ μᾶλλον τὰ ἐμψύχοντα τῶν ἐδεσμάτων. μάλιστα δὲ αὐτοῖς ἁρμόζουσιν αἱ ὑγραὶ καὶ γλυκεῖαι θριδακίναι· περιπλύσθωσαν δὲ ἀκραιφνεῖ ψυχρῷ· κάλλισται μὲν οὖν οὕτω ληφθεῖσαι. δεηθέντες δέ ποτε παραμυθήσεσθαι τὴν ἀηδίαν τῆς προσφορᾶς αὐτῶν, ὄξος ὕδατι πολλῷ ψυχρῷ μίξαντες συνεχωρήσαμεν ἐν τούτῳ βάπτειν. ἔστω δὲ τὸ ὄξος ἀκριβῶς ἀποκεχωρηκὸς ἁπάσης οἰνώδους ποιότητος. ἔξωθεν δὲ καὶ αὐτὸς μὲν ὁ τῆς θριδακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ ἀειζώου καὶ σέρεως οἷον ἀνδράχνης καὶ ἀτραφάξυος στρύχνου τε καὶ ἀρνογλώσσου μετὰ ἄρτου ξηροῦ λείου καὶ ῥοδίνου καλοῦ ὀλίγου καὶ τῶν παραπλησίως ψυχόντων. κάλλιστον δὲ ᾧ ἡμεῖς χρώμεθα, μάλιστα δὲ κατὰ τὸν τῶν ὀμφάκων καιρόν· ἐκθλίψαντες γὰρ αὐτῶν τὸ ὑγρὸν ἐμβάλλομεν ὅλμῳ μετὰ ἀνδραχνῶν χλωρῶν, εἶτα κόψαντες ἐκπιέζομεν καὶ βαλόντες τὸ ὑγρὸν εἰς ἀγγεῖον καὶ δήσαντες ἀκριβῶς τὸ στόμα καθίεμεν τὸ ἀγγεῖον ὕδατι ψυχρῷ· βέλτιον δὲ εἰ καὶ χιόνι περιπλασθείη τὸ ἀγγεῖον. ἐπὶ δὲ τῆς χρήσεως μίγνυμεν ἀλφίτου λεπτοτάτου, κἄπειτα φυράσαντες, ὡς ὑγρότερον εἶναι, ἐμπλάττομεν εἰς ὀθόνιον δίπτυχον καὶ ἐπιτίθεμεν κατὰ τῶν ὑποχονδρίων οὐκ ἐῶντες χρονίζειν, ἀλλ’ ἐπειδὰν γίγνηται χλιαρόν, αἴροντες μὲν τοῦτο, ἐπιτίθεμεν ἕτερον καὶ τοῦτο διὰ παντὸς ἐκ διαδοχῆς ποιοῦντες, ἄχρις ἂν ὁ κάμνων αἰσθάνηται τοῦ βάθους ποσῶς ψυχομένου καὶ ἀδιψότερος γένηται. μίγνυμεν δὲ ἐνίοτε καὶ ἔλαιον ὀμφάκινον ἢ ῥόδινον, ἐπειδὰν περὶ τὰ ὑποχόνδρια φλεγμονῶδες εἴη ἐρυσίπελας. ἐθεασάμην γυναῖκα κειμένην ὑπτίαν καὶ ἄναυδον ἐπὶ γῆς, μυρμηκίζοντας ἔχουσαν τοὺς σφυγμούς, ἅμα τῷ κατεψύχθαι τὰς χεῖράς τε καὶ τοὺς πόδας· ἐνόμιζον δὲ ὅτι θερμὸν τὸ πάθος. καὶ γὰρ ἅμα τοῖς εἰρημένοις κακίστοις σημείοις πυκνοτέραν ἑώρων τὴν ἀναπνοὴν γινομένην. τοῦτο δὲ γνώρισμά ἐστιν ἀλγηδόνος μεγάλης καὶ θερμοῦ νοσήματος ἐν ὑποχονδρίοις καὶ ἐν θώρακος μορίοις ὄντος. ἔφη δέ τις τῶν παρεστηκότων ἀκηκοὼς αὐτῆς λεγούσης καίεσθαι τὸν στόμοχον καὶ ψυχροῦ ποτοῦ μεγάλην τὴν ἐπιθυμίαν ἔχειν, διὸ καὶ εἰς τοὔδαφος κεῖται ψῦξιν θηρωμένη. ἀποτολμήσας οὖν δέδωκα αὐτῇ διὰ κοχλιαρίου ὕδωρ ψυχρόν, δεύτερον καὶ τρίτον ἐμβαλὼν τῷ στόματι αὐτῆς βιαίως. εἶδον δὲ ἠρέμα τὰ χείλη αὐτῆς εἴσω ἕλκοντα τὸ ὕδωρ. λογισάμενός τε αὐτὴν προθυμεῖσθαι πλεῖον ψυχρὸν διὰ τὴν ἐγκειμένην τῇ γαστρὶ πυρώδη διάθεσιν αὖθις πλείονος ἐπέδωκα.[45]
90 (50) ἐπὶ τούτῳ καὶ νεύειν ἤρξατο διὰ τῶν ὀφθαλμῶν ἐνδεικνυμένη οὕτω ποιεῖν. λαβὼν δὲ τοῦ διὰ κωδιῶν ὀλίγον μετὰ κνιδίου οἴνου καὶ ψυχροῦ ὕδατος κοχλιαρίου πλῆθος ἐνέχεον τῷ στόματι. κἀν τούτῳ δηλονότι ὀλίγον ὕστερον φθεγξαμένη, ἠρέμα καὶ αὖθις ἐπέδωκα πλέον τοῦ πόματος μετὰ ἐμμελοῦς οἴνου ἀντὶ τοῦ κνιδίου καὶ ὀλίγου ὕδατος, ἐπιπλάσας δὲ τὸ στόμα τῆς γαστρὸς ἀειζώου καὶ θριδακίνης χυλῷ μετὰ ἄρτου λείου καὶ ῥοδίνου ἴσων. ψυχρὰ δὲ αὐτὰ ἐπέθηκα διὰ τὴν θερμότητα τοῦ πάθους καὶ τὸ θερινὴν εἶναι τὴν ὥραν, ἄχρις ἂν εἴη ψύχεος ἱκανῶς αἰσθάνεσθαι. Περὶ συντήξεως.[55]
91 ὅταν ἐκκρίνηται διὰ γαστρός τι, οὐκ ἐκ τῶν ἐδηδεσμένων ἢ πεπομένων, ἀλλ’ ἐκ τοῦ παντὸς σώματος εἰς αὐτὴν καταρρέοντος χυμοῦ, παραπλησίου ὄντος τῇ συνεχῶς ἐμουμένῃ τε καὶ διαχωρουμένῃ ξανθῇ χολῇ, διαφέροντος δὲ αὐτῆς τῇ τε δυσωδίᾳ καὶ τῷ πυρρότερον φαίνεσθαι τὸ διαχώρημα καὶ πάχος ἔχειν γλοιῶδες, ἐνίοτε δὲ καὶ ἐλαιῶδες ἢ πιμελῶδες, σύντηξις καλεῖται τὸ νόσημα. ἥ τε γὰρ νεοπαγὴς οὐσία τῆς πιμελῆς καὶ τῆς σαρκὸς ὑπὸ τοῦ διακαεστάτου πυρετοῦ ἀναλύεται καὶ τήκεται ἥ τε τῶν στερεῶν αὐτῶν οὐσία ἐκ μέρους ἀποτήκεται, χρονίζοντος ἤδη τοῦ κακοῦ. διὸ καὶ χαλεπώτατός ἐστιν ἁπάντων πυρετῶν ὁ τοιοῦτος. εὔδηλον οὖν ὡς σβεστηρίοις ἰάμασι χρησόμεθα ψυχρόν τε ἄγαν προσάγοντες ὕδωρ πίνειν καὶ καταπλάσματα καὶ ἐπιθέματα ψύχοντα κατὰ τοῦ θώρακος καὶ τῶν ὑποχονδρίων ἐπιτιθέντες καὶ τροφὰς διδόντες ὑγραινούσας καὶ ἐμψυχούσας. προείρηται δὲ περὶ τούτων ἐν τῷ περὶ τῶν καυσωδῶν πυρετῶν λόγῳ, ῥηθήσεται δὲ καὶ ἐφεξῆς ἐν τῷ μέλλοντι κεφαλαίῳ. Περὶ τῶν ἐν ταῖς θερμαῖς καὶ ξηραῖς κράσεσι γιγνομένων πυρετῶν χωρὶς φλεγμονῆς καὶ σήψεως.[15]
92 ὅσοι τὴν κρᾶσιν πικρόχολοι καὶ τὴν ἕξιν ἰσχνοὶ καὶ κατάξηροι φύσει καὶ τὸν στόμαχον σφόδρα αἰσθητικὸν καὶ ῥᾳδίως ἐκχολούμενον ἔχοντες, ἀσιτήσαντες ἢ ἀγρυπνήσαντες ἢ ὑπερκοπωθέντες καὶ μάλιστα κατὰ τὰς ὁδοιπορίας καὶ ἡλίῳ θερινῷ ἢ λυπηθέντες ἢ σφόδρα φροντίσαντες ἑτοίμως φρίκαις καὶ πυρετοῖς ἁλίσκονται· ἐκχολοῦται γὰρ ῥᾳδίως ἐπὶ τῶν πικροχόλων φύσεων ἡ ἕξις ἐν ταῖς ἀσιτίαις καὶ τοῖς εἰρημένοις πᾶσι καὶ πρῶτον μὲν ἀνωμαλίας αἰσθάνονται, ἔπειτα δὲ καὶ φρίκης καὶ εἰ ἐπιμένοιεν κενούμενοι ἢ μὴ φθάσαιεν λαβεῖν σιτίων, αὐτίκα πυρέξαιεν. οἱ γὰρ δακνώδεις ἀτμοὶ καὶ χυμοὶ διὰ τῶν αἰσθητικῶν σωμάτων φερόμενοι φρίκας καὶ ῥίγη γεννῶσι καὶ τούτου χάριν φρίττοντος καὶ πυκνουμένου τοῦ δέρματος, ὡς φύσει ἐπὶ τούτων ξηροτέρου ὑπάρχοντος, ἐπέχεται τὰ διαπνεόμενα πρόσθεν λιγνυώδη καὶ καπνώδη περιττώματα καὶ πυρετὸν ἐξάπτει εἰ μὴ φθάσαιεν, ὡς προείρηται, οἱ τοιοῦτοι τροφὴν προσενέγκασθαι. ἔδειξα δέ σοι πυρέξαντας οὕτω τινὰς καὶ μάλιστα τῶν ἐκ νόσου μακρᾶς ἀνακομιζομένων, ὧν ἑνὶ κατὰ τύχην ἀπαντήσας κατ’ ἀγορὰν τῆς φρίκης ἀρχομένης εἰσαγαγὼν εἴς τι ἐργαστήριον ἄρτον ἐξ οἴνου κεκραμένου δοὺς αὐτῷ παραχρῆμα τὴν φρίκην ἔπαυσα καὶ πυρέξαι ἐκώλυσα· ἑτέρους δὲ εἰς τοὺς ἑαυτῶν οἴκους ἀπελθεῖν φθάσαντας ἔθρεψα κατὰ τὴν ἀρχὴν τῆς φρίκης ἢ μικρὸν ὕστερον· ἁπλῶς δὲ εἰπεῖν, οἷς ἔτι τὰ τῆς ἀρχῆς τῶν παροξυσμῶν ἐστι συμπτώματα ἐπὶ τῶν τοιούτων κράσεων, τούτοις ἅπασιν ἄρτον ἐξ οἴνου κεκραμένου διὰ ταχέων προσφέρων ἔπαυσά τε παραχρῆμα τὴν φρίκην ἐκώλυσά τε πυρέξαι. ὅσον γὰρ θᾶττον αὐτοὺς θρέψεις, τοσοῦτον μᾶλλον κωλύσεις τὸν πυρετόν· εἰ δέ ποτε βραχὺ βραδύνας ἔθρεψας, πυρετὸς μὲν οὐκ ἐγένετο, θερμασία δὲ αὐτοῖς ἐπιγίγνεται ὀλίγη· ὡς εἴ γε ἐπὶ πλέον βραδύνεις θρέψαι, θερμανθήσονται θερμασίαν τοσαύτην, ὡς ἀμφιβάλλειν εἰ πυρετὸν κλητέον αὐτὴν δεῖ. εἰ δὲ ὧραι δύο μετὰ τὴν ἀρχὴν τῆς φρίκης εἶεν γενόμεναι, μενούσης μὲν ἔτι τῆς φρίκης, τρέφειν χρὴ καὶ τότε, προλέγειν δὲ ὅτι πυρέξουσιν οὗτοι πυρετὸν ἄλυπον, ᾧ νοτίδες ἀκολουθήσουσι· καὶ τούτου γενομένου καὶ λούειν χρὴ καὶ τρέφειν αὖθις. εἰ δὲ μετὰ τὸ παύσασθαι μὲν τὴν φρίκην, ἄρξασθαι δὲ τὸν πυρετὸν μετὰ συστολῆς, μηκέτι τρέφειν αὐτοὺς ἐν ἐκείνῳ τῷ καιρῷ. παρακμάζοντος δὲ τοῦ παροξυσμοῦ τρέφειν αὐτίκα, μὴ περιμένειν ἀπυρεξίαν, διδοὺς καὶ ποτὸν ὕδωρ θερμὸν ἐν ἀκμῇ πλεῖον. ἐν ἁπάσαις γὰρ ταῖς αὐχμώδεσι διαθέσεσιν οὐ παύονται οἱ παροξυσμοί, πρὶν ἤτοι λουτροῖς ἢ τροφαῖς ὑγραινούσαις τεγχθῆναι. ἐνίους δὲ καὶ τῆς παρακμῆς ἀρξαμένης καὶ ἄλλους τῆς ἀκμῆς ἐνεστηκυίας τοῦ παροξυσμοῦ τρέφω· ἀσιτία γὰρ ἐπὶ τῶν τοιούτων κράσεων πυρεττόντων μάλιστα οὐχ ἁπλῶς βλαβερόν, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν ἄλλων ὀλέθριον· ἤτοι γὰρ εἰς τοὺς καυσώδεις ἐμπίπτουσι πυρετοὺς ἀσιτήσαντες, ἐξ ὧν ἐὰν μὴ φθάσωσιν ἀποθανεῖν εἰς τοὺς ἑκτικοὺς μεταπίπτουσιν, αὖθίς τε ἐκ τούτων εἰς μαρασμὸν ἢ ἐξ ἀρχῆς εὐθέως ὁ ἑκτικὸς αὐτοῖς συμπίπτει πυρετός. κατ’ ἀρχὰς μὲν οὖν οὕτω χρὴ τοὺς τὴν τοιαύτην κρᾶσιν ἔχοντας διαιτᾶν. ὅταν δὲ ἤτοι γε ἐκ κόπων ἢ θυμῶν ἢ φροντίδων πλειόνων ἢ ἀγρυπνίας ἢ λύπης ἢ καὶ πάντων τούτων ἅμα συνελθόντων σφοδρῶς ξηρανθέντος τοῦ σώματος εἰσβάλλῃ πυρετὸς αὐχμηρὸν μὲν ἔχων τὸ δέρμα, πυρώδη δὲ τὴν θέρμην, ἐλπὶς μὲν δήπου τοῦτον τὸν ἄνθρωπον ἑκτικῷ ληφθήσεσθαι πυρετῷ καὶ μᾶλλον ἐν θέρει καὶ θερμῇ καὶ ξηρᾷ καταστάσει.[45]
92 (50) δέονται τοίνυν ὑγραινόντων τε καὶ ψυχόντων ἐδεσμάτων τε καὶ πομάτων. ξηροὶ γὰρ καὶ θερμοὶ τὴν κρᾶσιν ἀσθενεῖς τε τὴν δύναμιν ἐξ ἀνάγκης· οὐ γὰρ ἐνδέχεται θερμὸν καὶ ξηρὸν ἱκανῶς σῶμα πυρέξαν ἐρρῶσθαι τὴν δύναμιν. προσήκει μὲν οὖν ὅτι τάχιστα διὰ πτισσάνης χυλοῦ ἢ τῶν διὰ χόνδρου ῥοφημάτων θρέψαντα καὶ ἄρτου βραχὺ προσεπιδιδόντα θεραπεῦσαι πόσει ψυχροῦ τὸν κάμνοντα. σβέννυται γὰρ αὐτίκα καὶ παύεται ὁ πυρετὸς τελέως, ὅταν γε μήτε φλεγμονή τις αὐτῷ πάρεστι μήτε σῆψις χυμῶν. εἰ μέντοι μεγάλην στοχάζοιο ἔσεσθαι τὴν βλάβην, ἐπισχεῖν τὴν δόσιν, διὰ δὲ τῶν ἔξωθεν προσπιπτόντων τῷ σώματι τὴν ἴασιν μηχανᾶσθαι. ἔξωθεν δὲ προσπίπτει ὅ τε περιέχων ἡμᾶς ἀὴρ καὶ ὅσαι δυνάμεις ὑγραίνειν καὶ ψύχειν πεφύκασι καὶ πρὸς τούτοις τὰ τῶν γλυκέων ὑδάτων λουτρά. τῷ μὲν οὖν περιέχοντι ἡμᾶς ἀέρι εὐκράτῳ μὲν ὄντι χρηστέον ὡς ἔχει μηδὲν περιεργαζομένους. εἰ δὲ ἤτοι θερμὸς ἱκανῶς ἢ ψυχρὸς ὑπάρχοι, τῷ μὲν θερμῷ τοὐναντίον ἐπιτεχνᾶσθαι, καταγαίους οἴκους ψυχεινούς τε καὶ εὐπνουστάτους ἐξευρίσκοντας πρὸς ἄρκτον ἐστραμμένους αὔρας τέ τινας αὐτοῖς ἰδίας μηχανωμένους, ἐνίοτε μὲν ἐξ εὐρίπων εἰς οὓς καταρρήσουσι κρουνοὶ πλείους, ἐνίοτε δὲ ἐξ ἀγγείων εἰς ἀγγεῖα μεταρρέοντος τοῦ ὕδατος ψυχροῦ, εὐθὺς δὲ τοῦτο καὶ ὑπνωτικὸν ὑπάρχει, ῥαίνειν τε συνεχῶς τὸν οἶκον ἀκραιφνεῖ ψυχρῷ καὶ ῥόδα πολλὰ ἢ ἀμπέλων ἕλικας ἢ μυρσίνας κατὰ τῆς γῆς ἐπιστρωννύειν ἤ τι τῶν ἄλλων φυτῶν ὅσα ψύχει. εἴργειν δὲ πλῆθος ἀνθρώπων εἰσιέναι· καὶ γὰρ καὶ τοῦτο θερμαίνει τὸν οἶκον. ψυχρότατον δὲ ὄντα τὸν ἀέρα ὡς ἐν χειμῶνι μάλιστα, δι’ ἐπιβλημάτων θάλπειν τὸ σῶμα· πυκνοῖ γὰρ καὶ συνάγει τὸ δέρμα καὶ κωλύει τὰς ἀπορροίας διαπνεῖσθαι τῶν ἐκκαιομένων χυμῶν. μείζονα γὰρ γνωστέον ἐσομένην τὴν ἐκ τῆς ψυχρᾶς εἰσπνοῆς ὠφέλειαν ἤπερ τὴν ἐκ τῆς τοῦ δέρματος ἐμψύξεως. ὁμοίως δὲ καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων ἐκλεκτέον τὰ ψύχοντα χωρὶς τοῦ στύφειν ἰσχυρῶς καὶ συνάγειν καὶ σφίγγειν τὸ δέρμα. κάλλιστα δὲ οὐ μόνον ὅσα ψύχει, ἀλλ’ ἵνα καὶ τῇ συστάσει τοῦ σώματος εἴη λεπτομερῆ, καθ’ ὅσον οἷόν τε εὑρεῖν ἐν τοῖς ψύχουσι χωρὶς ἐπιμιξίας ἑτέρας σφοδρᾶς ποιότητος. ἔστι δὲ ἁπλούστατον φάρμακον τῶν ὑγραινόντων τε καὶ ψυχόντων, ᾧ καὶ κατὰ τῶν ἐρυσιπελάτων χρῶμαι καὶ κατὰ τῶν ἐν αἰδοίοις φλεγμονῶν ἐν ἀρχῇ· κηρὸν τὸν λευκότατον τήξας ἐπὶ διπλώματος ἐπίχεε εἰς ὕδωρ ψυχρὸν καὶ μάλασσε ταῖς χερσὶν ἐπὶ πολὺ ἀποπλύνων· ἔπειτα ὁμοίως τήξας αὐτὸν ἐπίχεε ἑτέρῳ ὕδατι καθαρῷ καὶ αὖθις τὸ τρίτον τὸ αὐτὸ ποιήσας ἀναλάμβανε· τούτῳ τῷ κηρῷ οὕτω πλυθέντι ἐπίβαλλε ῥόδινον ἐσκευασμένον ἐξ ἐλαίου καλλίστου ὀμφακίνου, ὡς εἶναι τοῦ μὲν κηροῦ 𐆄 α , τοῦ δὲ ῥοδίνου 𐆄 δ καὶ τῆκε ὁμοίως ἐν διπλώματι καὶ τακέντων ἄρας κίνει μέχρι ποσῶς ψυχθῆναι, ἔπειτα ἐπίχεε ἐν θυίᾳ καὶ τρῖβε ἰσχυρῶς τῷ δοίδυκι, ἐπιστάζων κατὰ βραχὺ ὕδωρ πότιμον ψυχρότατον, ὅσον ἐπιδέχεται, καὶ ἀναλάμβανε ἐν χυτριδίῳ ὕδωρ καθαρὸν ἔχοντι, ἀλλάσσων καθ’ ἑκάστην τὸ ὕδωρ· ἐκ τούτου τοῦ φαρμάκου ἐμπλάσσων ῥάκει ἰσχνῷ ἐπιτίθει μὴ καθ’ ὅλου τοῦ θώρακος, καθώς τινες ποιοῦσι, μηδὲ μὴν καθ’ ὅλων τῶν ὑποχονδρίων, ἀλλὰ κατ’ ἐκείνου μάλιστα τοῦ τόπου, ἐν ᾧ τῆς πολλῆς θερμασίας αἴσθησις γίγνεται. ἀλλασσέσθω δὲ τὸ φάρμακον, πρὶν σαφῶς θερμανθῆναι. ἄλλο ἐπίθεμα κάλλιστον. ὀξυλαπάθου χυλῷ ἀλφίτων λεπτῶν μιχθέντων ἀναλαμβανέσθω διπτύχῳ ῥάκει τριβακῷ καὶ ψυχρὸν ἐπιτιθέσθω. ὁμοίως δὲ ποιεῖ καὶ ὁ τῆς ἀνδράχνης χυλὸς καὶ ὁ τοῦ ἀειζώου ἅμα τῷ τῆς ὄμφακος μετ’ ἀλφίτων καὶ τριβόλου χλωροῦ χυλὸς καὶ πολυγόνου καὶ σέρεως καὶ θριδακίνης σὺν τοῖς ἀλφίτοις καὶ αὐτὰ δὲ τὰ φύλλα τούτων λεάνας ἐπιτίθει.[95]
92 (100) ἀγαθὸν δὲ φάρμακον καὶ τοῦτο· φοινίκων λιπαρῶν τὴν σάρκα ἐξυμενίσας καὶ ἑψήσας σὺν ὀξυκράτῳ ἀκρατεστέρῳ μέχρι τακερώσεως καὶ λεάνας σὺν τοῖς λεπτοτάτοις ἀλφίτοις ἐπιτίθει· εἰ δὲ ξηρότερόν σοι φαίνοιτο, μίγνυε ἐν αὐτῷ ἐκ τῆς προειρημένης κηρωτῆς βραχὺ ἢ ῥοδίνου καλλίστου ἐλάχιστον. ἀγαθὸν δὲ φάρμακον καὶ ὁ τῶν ῥόδων χυλὸς μετὰ τῶν λεπτῶν ἀλφίτων καὶ αὐτὰ τὰ ῥόδα λεῖα ἐπιτιθέμενα. ταῦτα μὲν οὖν παραλαμβάνομεν ψύχειν ἱκανῶς βουλόμενοι· μετρίως δὲ ψύχειν ἐθέλοντες, οὐκ ὀλίγον ὑπάρχει πλῆθος ἐμπλάστρων φαρμάκων ἠρέμα ψύχειν δυναμένων. ἐγὼ γὰρ οἶδα κατὰ τῶν ὑποχονδρίων ἐπετιθέντος ποτὲ ψύχοντος φαρμάκου παραχρῆμα δυσπνοήσαντα τὸν ἄνθρωπον, ἄλλον δὲ αὐτίκα βήξαντα καὶ μικρὸν ὕστερον ἀμφοτέρων παυσάμενον τὸ σύμπτωμα τοῦ ψύχοντος φαρμάκου ἀρθέντος. λουτρὰ δὲ τῶν γλυκέων καὶ θερμῶν ὑδάτων, μᾶλλον δὲ εὐκράτων, ὠφελιμώτατα πᾶσι τοῖς ξηρὰν καὶ θερμὴν ἔχουσι κρᾶσιν. λούειν δὲ αὐτούς, ὥσπερ καὶ τοὺς ἑκτικούς, ἐν τῷ δευτέρῳ οἴκῳ περιχέοντας τῷ σώματι ὑδρέλαιον θερμὸν καὶ ἐμβιβάζοντας εὐθέως τῷ εὐκράτῳ θερμῷ, ἔπειτα δὲ καὶ τῷ ψυχρῷ. οὐ μέντοι χρὴ ἐμβραδύνειν τῷ ψυχρῷ. εἰ δὲ φλεγμονή τινος τῶν σπλάγχνων ἐπιγένοιτο, παραιτεῖσθαι δεῖ τὸ βαλανεῖον. εἰδέναι μέντοι χρή, ὡς εἴποτε συνέλθοι φλεγμονὴ κυρίου μορίου τοῖς τοιούτοις πυρετοῖς καὶ σώμασι τεθνήξεται πάντως καὶ μᾶλλον εἰ πνεύμονος ἢ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος ἢ γαστρὸς ἢ ἥπατος· ὅσον μὲν γὰρ ἐπὶ ταῖς φλεγμοναῖς τούτων τῶν μορίων ἥκιστα προσήκει τρέφειν, ὅσον δὲ ἐπὶ τῇ τῆς δυνάμεως ἀρρωστίᾳ πολλάκις δεῖ τρέφειν, ὥστε ἀναγκαῖον ἢ μὴ τρέφοντα καταλῦσαι τὴν δύναμιν ἢ τὰς φλεγμονὰς αὐξῆσαι τρέφοντα. Περὶ ἑκτικῶν καὶ μαρασμωδῶν πυρετῶν.[125]
93 ἑκτικὸς ὀνομάζεται πυρετός, ἐπειδὰν εἰς τοσαύτην ἀμετρίαν ἥκοι ἡ παρὰ φύσιν θερμότης, ὡς ἐν ἕξει γενέσθαι αὐτῆς τῆς στερεᾶς οὐσίας τοῦ ὁμοιομεροῦς σώματος τῆς καρδίας καὶ διὰ τοῦτο δύσλυτον ἔχειν τὴν κατασκευήν. πρῶτον μὲν γὰρ ἐκτήκει καὶ ἐξικμάζει καὶ ἐκδαπανᾷ ἡ παρὰ φύσιν θερμότης τὴν οἷον ὑγροπαγῆ οὐσίαν τὴν ἐν τοῖς μορίοις, ὁποῖόν ἐστιν ἡ πιμελὴ καὶ ἡ σάρξ, ἔπειτα δὲ τὴν οἰκείαν ὑγρότητα δαπανᾷ, ἐξ ἧς τρέφεται τὰ σώματα, ἥτις παρακέχυται καὶ παρέσπαρται δροσοειδῶς περὶ πάντα τοῦ ζῴου τὰ μόρια. μεταβαίνει δὲ ἐντεῦθεν ἐπὶ τὸ σαρκῶδες γένος, ὃ ταῖς ἰσὶ καὶ τοῖς ὑμενώδεσι μορίοις τῶν στερεῶν σωμάτων περιπέφυκεν, ὅπερ ξαίνοντες οἱ μάγειροι ἀφαιροῦσι, τὰς δὲ ἶνας ἀποβάλλουσι. τὸ δὲ ἀκριβὲς τῆς συμπληρώσεως ἐν τῷ τὴν στερεὰν οὐσίαν αὐτὴν τῶν ὁμοιομερῶν γεγενῆσθαι ξηροτέραν, ὅ τε καὶ καλεῖται μαρασμώδης πυρετός. διττὸν δέ ἐστι τὸ γένος τῶν ἑκτικῶν πυρετῶν· οἱ μὲν γὰρ αὐτῶν ἐπὶ τοῖς καυσώδεσι πυρετοῖς ὡς τὰ πολλὰ γίγνονται μηκυνθεῖσιν εἰς τοσοῦτον, ὡς ἐκδαπανῆσαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆς καρδίας σώματος, οἱ δὲ ἔτι μενούσης τῆς ὑγρότητος γιγνόμενοι τὸ σῶμα τῆς καρδίας καταλαμβάνοντες ἐντεῦθεν ἀνάπτονται, καθάπερ ἡ τῶν λύχνων φλὸξ ἐκ τῆς θρυαλλίδος ἔτι μένοντος τοῦ ἐν τοῖς λύχνοις ἐλαίου. καὶ ἡ μὲν μία γένεσις αὐτῶν αὕτη, ἑτέρα δὲ ὅταν ἐξ ἀρχῆς εὐθέως εἰσβάλλωσι, τὴν πρώτην γένεσιν ὁμοίαν ποιησάμενοι τοῖς ἐφημέροις ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ’ ἐγκαύσεως ἅμα γενομένῳ. τούτους μὲν οὖν τοὺς πυρετοὺς οὐ χαλεπὸν ἰᾶσθαι, τοὺς δὲ ἐξ αὐτῶν εἰς μαρασμὸν ἀφικομένους οὐ δυνατόν ἐστιν ἰᾶσθαι. ἡ γάρ τοι φύσις αὐτῶν ἐστι θερμὴ καὶ ξηρά, παραπλήσιόν τι πασχούσης τῆς καρδίας, οἷόν περ ἡ θρυαλλὶς ἐν τοῖς λύχνοις, ἐπειδὰν ἐπὶ πλεῖστον ἐκκαυθῇ. θρύπτεται γὰρ ἡ οὕτως φρυχθεῖσα, ὡς μηδ’ εἰ παραχέοις ἄφθονον ἔλαιον ἀναφθῆναι δύνασθαι φλόγα δαψιλῆ· περισπαίρει τοιγαροῦν αὕτη μικρὰ καὶ ἄτονος ἡ φλὸξ ἀεὶ καὶ μᾶλλον ἐλάττων γιγνομένη, μέχρι περ ἂν ἀποσβεσθῇ. ἑτοιμότατος δὲ διαγνωσθῆναι οὗτος ὁ πυρετός· πρὶν γὰρ ἅψασθαι τῶν σφυγμῶν καὶ τῆς θερμασίας, τοὺς ὀφθαλμοὺς κοίλους θεάσῃ ἀμέτρως, καθάπερ ἐν βόθροις τισὶ κειμένους καὶ λήμας κατ’ αὐτοὺς ἐμφερομένας ξηρὰς καί τινα αὐχμώδη διάθεσιν οἷα δὴ μάλιστα τοῖς πολλὴν διελθοῦσι κόνιν δι’ ὅλης ἡμέρας ἐν ἡλίῳ θερινῷ γίγνεται. ἀπόλωλε δὲ καὶ τῆς χρόας αὐτῶν τὸ ζωτικὸν ἄνθος καὶ τὸ περὶ τὸ μέτωπον δέρμα ξηρὸν καὶ περιτεταμένον καὶ μέντοι μύουσι τὰ πολλὰ τὰ βλέφαρα καθάπερ ὑπνώττοντες. ἔστι δὲ οὐχ ὕπνος τὸ πάθος, ἀλλ’ ἐγρηγόρσεως ἀδυναμία καὶ κρόταφοι συμπεπτωκότες εἰσίν, ὥστε φαίνεσθαι κοῖλα τὰ χωρία. καὶ τί γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα εἰσὶ τοὐπίπαν; ὡς εἰ καὶ γυμνώσας ἐπισκέψαιο τὰ κατὰ τὴν γαστέρα, δόξειέ σοι μήτε τῶν ἐντέρων τι μήτε τῶν σπλάγχνων μηδὲν ἀποσώζεσθαι καὶ τὸ ὑποχόνδριον ἀνεσπᾶσθαι σφοδρῶς εἰς τὸν θώρακα καὶ τὸ δέρμα ὅλον ξηρὸν καὶ καρφαλέον, καὶ εἰ ἀνατείνεις ἐπιλαβόμενος τοῖς δακτύλοις ὡς βύρσα τις ἵσταται. ὁ μὲν οὖν ἀκριβὴς μαρασμώδης πυρετός, ὡς ἔφην, ἀνίατός ἐστι. μαραίνεται γὰρ ἐπ’ αὐτὸν τὸ σύμπαν σῶμα δίκην δένδρου ξηρανθέντος ἐσχάτως ἢ διὰ φλογὸς γειτνίασιν ἢ διὰ σφοδρὸν καὶ ἄμετρον αὐχμόν. τοῦτο δέ ἐστιν ὃ καλοῦσιν ἐκ νόσου γῆρας. τοιοῦτον γὰρ τὸ σῶμα γίγνεται ἐπὶ τῶν κατὰ φύσιν εἰς ἔσχατον γῆρας ἀφικνουμένων χωρὶς πυρετοῦ κατὰ βραχὺ σβεσθείσης αὐτοῖς τῆς ἐμφύτου, θερμότητος.[45]
93 (50) ἀλλὰ τῶν κατὰ φύσιν γεγηρακότων ὁ θάνατος ἄλυπός ἐστι κατὰ φύσιν, ἐπὶ ψύξει καὶ ξηρότητι συνιστάμενος. ὁ δὲ μαρασμώδης πυρετὸς οὐ μόνον ξηρὸν ἀλλὰ καὶ θερμὸν πάθος ἐστίν· οὗτος μὲν οὖν, ὡς ἔφην, ἀνίατος. τῶν δὲ ἑκτικῶν πυρετῶν ἁπάντων κοινόν ἐστι βληχροῖς τε εἶναι καὶ ἴσοις διὰ παντός, ἀπὸ τῆς πρώτης ἀρχῆς ἕως τῆς ἐσχάτης τελευτῆς. μέγιστον δέ σοι καὶ ἀναμφισβήτητον γνώρισμα τῆς φύσεως αὐτοῦ· τροφῆς γὰρ προσενεχθείσης ἀνάπτεται ἡ θερμασία καὶ ὁ σφυγμὸς ἐπιδίδωσιν εἰς μέγεθος καὶ τάχος. ἔοικε δὲ αὐτοῖς τοῦτο συμβαίνειν οἷόν τι κἀπὶ τῆς τιτάνου καὶ τῶν τεθερμασμένων λίθων· εἰ γὰρ καὶ ψυχρότατον ὕδωρ αὐτοῖς καταχέοις, πολὺ θερμότεροι φαίνονται τῆς αὐχμώδους ἐν αὐτοῖς θερμασίας ὑπὸ τῆς ὑγρᾶς οὐσίας τεγγομένης. ἄχρι μὲν οὖν τοῦ σώζεσθαί τι τῆς ὑγρασίας ἑκτικὸς μόνον ὁ πυρετός ἐστιν· ὅταν δὲ εἰς κίνδυνον ἥκῃ τοῦ μηκέτι εἶναι τῆς αὐτῆς ὑγρασίας μηδέν, ὁ ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται. ἡμεῖς δὲ θεραπεύειν ἐπιχειροῦμεν τοὺς ἰαθῆναι δυναμένους. Ἑκτικῶν πυρετῶν θεραπεία.[60]
94 ἐμψύχωμεν ἅπαντι τρόπῳ τοὺς ἑκτικοὺς πυρετοὺς αὐτίκα, πρὶν προελθόντας εἰς μαρασμὸν τελευτῆσαι. τὸ δὲ κεφάλαιον τῆς ἰάσεως αὐτῶν ἐν τοῖς ὑγραίνουσι καὶ ψύχουσι τίθεσθαι χρή, διά τε τῶν ἔξωθεν προσφερομένων καὶ τῶν εἴσω τοῦ σώματος λαμβανομένων, ἐν οἷς ἐστι καὶ ὁ εἰσπνεόμενος ἀήρ· ἅπαντας μὲν οὖν τοὺς ἑκτικὸν νοσοῦντας πυρετόν, κἂν ἤδη ἀρχὴν λάβωσι τοῦ μαραίνεσθαι, χωρὶς τοῦ ἐπιπεπλέχθαι αὐτοῖς ἕτερον πυρετόν, ἤτοι γε ἐπὶ σήψει χυμῶν ἢ μετὰ φλεγμονῆς κυρίου μορίου, λοῦε θαρρῶν ἄνευ καμάτου παντός, ὥστε μὴ καταλῦσαι τὴν δύναμιν. κομιζέσθω τοίνυν ὁ ἄρρωστος ἐπὶ τῆς κλίνης εἰς τὸ βαλανεῖον, ἑτοίμως δὲ αὐτῷ παρεσκευασμένης σινδόνος θερμῆς, ἐπ’ ἐκείνης ἐν τῷ πρώτῳ οἴκῳ τοῦ βαλανείου μεταφερέσθω. τέσσαρες δὲ ἔστωσαν οἱ τὴν σινδόνα κρατοῦντες, εἷς καθ’ ἕκαστον πέρας, εἶτα ἐν τῷ πρώτῳ οἴκῳ γυμνωθεὶς εἰς τὸν δεύτερον κομιζέσθω· εἶτα ἔλαιον γλυκύτατον χλιαρὸν περιχέοντες τῷ σώματι, εἰς τὸν τρίτον οἶκον εἰσφερέσθω καὶ ἐμβιβαζέσθω τῇ δεξαμενῇ. ἔστω δὲ καὶ ὁ ἀὴρ τοῦ βαλανείου εὔκρατος καὶ ὑγρὸς κατασκευαζέσθω, ἐπιρραινομένων τῶν τοίχων ὕδατι θερμῷ· ἐν αὐτῷ δὲ τῷ τῆς κολυμβήθρας ὕδατι εὐκράτῳ δαψιλῶς ἡσυχαζέτω, μετρίως ὀχούμενος ἐπὶ τῆς σινδόνος, οὐδεμιᾶς ἐπαντλήσεως τῷ σώματι γιγνομένης οὐδὲ κατὰ τῆς κεφαλῆς καταχύσεως. ἀνασπασθεὶς δὲ ἐντεῦθεν ὑπὸ τῶν βασταζόντων τὴν σινδόνα τεττάρων νεανίσκων, εἰς τὸ ψυχρὸν ὕδωρ ἀθρόως βαπτιζέσθω, μηδ’ ἐπὶ βραχὺ χρονίζων ἐν αὐτῷ. εὐθὺς δὲ ἕτερος ἑτοίμην ἔχων ἄλλην σινδόνα κατ’ αὐτὸν ἐπιβαλλέτω, κἄπειτα ἄλλος ὁμοίως. ἐπιβληθεὶς δὲ τῇ κλίνῃ ἀποματτέσθω μαλακοῖς ὀθονίοις πραότατα. μετὰ δὲ ταῦτα ἐπαλείψαντάς τε καὶ περιθέντας τὰ ἱμάτια κομίζειν διὰ τῆς κλίνης εἰς τὸν οἶκον. ἔστω δὲ καὶ ὁ οἶκος πλησίον τοῦ βαλανείου. τοὺς μὲν οὖν ἤδη μαραινομένους, ὡς εἴρηται, λουστέον. ὅσοι δὲ ἐν τοῖς ἑκτικοῖς εἰσι πυρετοῖς οὐδέπω μαραινόμενοι, τούτους οἷόν τέ ἐστι χωρὶς σινδόνος λούειν, εἰσφέρειν μέντοι καὶ τούτους εἰς τὸν οἶκον, ἤτοι γε ἐπὶ κλίνης ἢ φορείου τινός, εἶτα περιχέειν αὐτοῖς τὸ ἔλαιον, ὡς εἴρηται, κἄπειτα ἑαυτοῖς βαδίζοντας ἐπὶ τὸ θερμὸν ὕδωρ ἀκτέον, ὅπως ἐν ἐκείνῳ χρονίζοιεν, εἶτα ἐπὶ τὸ ψυχρὸν ἄγειν μὴ χρονίζοντας παντάπασιν ἐν αὐτῷ· εἶτα ἐκμάξαντας καὶ ἐπαλείψαντας ἀγαγεῖν εἰς τὸν οἶκον. περὶ μὲν οὖν λουτρῶν αὐτάρκης ὁ λόγος, ὑπόλοιπον δέ ἐστι περὶ δυνάμεως τροφῶν εἰπεῖν. ὅτι μὲν οὖν ὑγρὰς καὶ ψυχρὰς εἶναι προσήκει τροφὰς τὰς μελλούσας ὀνήσειν τοὺς ἑκτικοὺς πυρετοὺς, εὔδηλον παντί. τοιαῦται δέ εἰσιν· ὅ τε τῆς πτισσάνης χυλὸς ψυχρὸς λαμβανόμενος ὅ τε τοῦ ἄλικος χόνδρος ὁμοίως πτισσάνῃ σκευασθείς. ἐπιτήδειος δὲ τοῖς ὧδε κάμνουσι καὶ ὁ βραχεὶς ἄρτος ἐν ὕδατι ψυχρῷ. μηδενὸς δὲ αὐτῶν ἡ ψῦξις εἰλικρινὴς ἔστω, καθάπερ ἡ τοῦ ποτοῦ. τὰ γὰρ πινόμενα καὶ θερμαίνεται ταχέως καὶ διεξέρχεται τοὺς πόρους· τὰ δὲ ἐσθιόμενα ἢ ῥοφούμενα, ἐπὶ πλέον ἐν τῇ γαστρὶ διαμένοντα, καταψύχει αὐτήν, εἴγε ἀμέτρως εἴη ψυχρά. χρονίου δὲ ὄντος ἤδη τοῦ πυρετοῦ γάλα ὄνειον δοτέον, ἀκριβῶς προσέχοντα τὸν νοῦν, μήποτε τυρωθῇ κατὰ τὴν γαστέρα. τοῦτο δὲ ἐνίοτε μὲν καὶ αὐτὸς ὁ κάμνων ἡμᾶς διδάξει τῆς αὑτοῦ φύσεως ἐμπείρως ἔχων, ἐνίοτε δὲ καὶ ἡμᾶς αὐτοὺς ἐξευρίσκειν δεήσει κατὰ βραχὺ τῇ χρήσει προσερχομένους. φευκτέον δὲ εἰς ὅσον οἷόν τε τὴν μίξιν τοῦ μέλιτος κατὰ τοὺς ἑκτικοὺς πυρετοὺς πάντας· δοτέον δὲ τὴν μὲν πρώτην τὸ γάλα τῆς ὄνου κυάθου μὴ πλέον, εἰσαχθείσης τῆς ὄνου εἰς τὸν κοιτῶνα πρὸς τὸ θερμὸν ἔτι ὑπάρχον τὸ γάλα ποθῆναι.[45]
94 (50) εἰ οὖν καλῶς πεφθείη καὶ μὴ διαφθαρείη, ἔξεστιν αὐξῆσαι τὸ πλῆθος προστιθέντας κατὰ δόσιν ἥμισυ κυάθου. τὴν δὲ λοιπὴν δίαιταν ποιεῖσθαι, ὡς ἐπὶ τῶν ξηρῶν τῆς γαστρὸς δυσκρασιῶν, ὡς ἐν τῷ οἰκείῳ τόπῳ ἐν τῷ θ λόγῳ ῥηθήσεται. ὅσῳ δέ ἐστιν ἡ τῶν ἑκτικῶν πυρετῶν θερμασία θερμοτέρα ἐκείνων, τοσούτῳ καὶ τῶν βοηθημάτων δεῖται ψυχροτέρων καὶ ἀκριβείας πλείονος, μὴ βλάβη τις παρέποιτο ἰσχυροτέροις βοηθήμασι χρησαμένων ἡμῶν. Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοσημάτων.[55]
95 πανδήμους καὶ κοινὰς νόσους ὀνομάζουσι τὰς πολλοῖς ἀνθρώποις ἅμα συμπιπτούσας, ὧν ὥσπερ ἡ γένεσις οὕτω καὶ ἡ αἰτία κοινή. κοινά τε οὖν ἐδέσματα πονηρὰ τίκτουσι νοσήματα κοινὰ καὶ ὕδατος μοχθηροῦ πόσις ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνήθεις ἐκλείποντες ἔνδειαί τε καὶ πλησμοναί, λιμοῦ καταστάντος καὶ εὐθηνίας ἐπιγενομένης. καὶ χωρίου δὲ φύσις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκε τοῦ εἰσπνεομένου ἀέρος ὑπὸ σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. ἡ δὲ αἰτία τῆς τοιαύτης σηπεδονώδους ἀναθυμιάσεως ἤτοι πλῆθος νεκρῶν ἐστιν, ὡς ἐν πολέμοις γίγνεται, ἢ ἐκ τελμάτων τινῶν ἢ λιμνῶν ἢ βαράθρου τινὸς παρακειμένου καὶ ἀναθυμίασιν δηλητηριώδη καὶ πονηρὰν ἀναπέμποντος· ταῦτα μὲν οὖν συνεχῶς εἴωθε συμπίπτειν καὶ ὁ περιέχων δὲ ἡμᾶς ἀὴρ συνεχῶς παρατρέπει τὰς κράσεις, ἤτοι θερμότερος ἀμέτρως ἢ ξηρότερος ἢ ψυχρότερος ἢ ὑγρότερος γιγνόμενος· τοῖς μὲν γὰρ ἄλλοις αἰτίοις οὐ πάντες ἅμα περιπίπτομεν οὔτε δι’ ὅλης ἡμέρας ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ ἔξωθέν τε περικέχυται πᾶσι καὶ διὰ τῆς εἰσπνοῆς ἕλκεται. ἀναγκαῖον οὖν συνδιατίθεσθαι ταῖς κατὰ τὴν κρᾶσιν αὐτοῦ μεταβολαῖς καὶ τὰ τῶν ζῴων σώματα. ἔστι δὲ ὅτε ὑγρότερος καὶ θερμότερος ὁ περιέχων ἡμᾶς ἀὴρ γιγνόμενος λοιμώδη κατάστασιν φέρει. τὸ δὲ εἶναι τοὺς ἐν τῷ σώματι χυμοὺς ἐκ μοχθηρᾶς διαίτης εἰς σῆψιν ἐπιτηδείους ἀρχὴ τοῦ λοιμώδους γίγνεται πυρετοῦ, ὡς ὅταν γέ τις συμμέτροις τε πόνοις καὶ βίῳ σώφρονι καὶ κεκολασμένῳ χρῆται, τὸ πάμπαν ἀπαθὴς διαμένει κατὰ πάσας τὰς τοιαύτας διαθέσεις. καὶ ἡμεῖς τοῦτο προγινώσκοντες εὐθὺς ἀρχομένης τῆς καταστάσεως, ὅσα μὲν ὑγρὰ τῶν σωμάτων ἑωρῶμεν, ἐκ παντὸς τρόπου ξηραίνειν ἐπεχειροῦμεν, ὅσα δὲ ξηρότερα φύσει, τὴν ἀρχαίαν φύσιν ἐπὶ τούτων ἐφυλάξαμεν, ὅσα δὲ περιττωματικά, καθάρσεσιν ἐξιώμεθα, τὰς δὲ ἐμφράξεις τῶν πόρων ἐξεφράττομέν τε καὶ διερρύπτομεν καὶ ἁπλῶς εἰπεῖν ὑγείαν τοῖς σώμασιν ἐφυλάττομεν τἀναντία προσάγοντες, καὶ ὁτὲ μὲν ἀναψύξεσι χρώμεθα, εἰ οὕτω τύχοι, ὁτὲ δὲ θερμάσμασι. καὶ ἀνακαίων δέ τις πυρὰν πολλὴν δύναιτ’ ἂν μεταβάλλειν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα ὡς ὑγρὸν γιγνόμενον καὶ ψυχρόν, καθάπερ ποιῆσαί φασιν Ἱπποκράτην ἐν Ἀθηναίοις καὶ Ἄκρωνα τὸν Ἀκραγαντῖνον. Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ.[30]
96 πάντα δ’ ἂν γένοιτο ἐν λοιμῷ τὰ δεινότατα καὶ οὐδὲν ἀποκρύπτεται ὥσπερ καθ’ ἕκαστον νόσημα. τὰ γὰρ πλεῖστα καὶ ποικίλα καὶ παραφροσύναι διάφοροι γίγνονται καὶ χολῆς ἔμετοι καὶ ὑποχονδρίων ἐντάσεις καὶ πόνοι καὶ ἱδρῶτες πολλοὶ καὶ ψύξεις ἀκρωτηρίων καὶ διάρροιαι χολώδεις λεπταὶ φυσώδεις καὶ οὖρα τοῖς μὲν ὑδατώδη λεπτά, τοῖς δὲ χολώδη, τοῖς δὲ μέλανα, ὑποστάσεις κακὰς ἔχοντα καὶ ἐναιωρήματα κάκιστα, ἀπὸ ῥινῶν αἵματος στάξεις, καύματα ἐν θώρακι, γλῶσσαι καταπεφρυγμέναι, ἀγρυπνίαι, σπασμοὶ βίαιοι καὶ ἄλλα δὲ πονηρά, ἕλκη καὶ ἀνθρακώδη καὶ πάνδεινα γένοιτ’ ἂν ἐν λοιμῷ κατά τε τὸ ἄλλο σῶμα καὶ ἐν προσώπῳ καὶ παρισθμίοις. εἰ δέ τις συνετὸς εἴη, προγνώσεται τὸν μέλλοντα ἥξειν λοιμόν, προσέχων ταῖς τε ὥραις πονηραῖς τε οὔσαις καὶ τοῖς ἀλόγοις ζῴοις προαπολλυμένοις. εἰ μὲν γὰρ ὁ περιέχων ἡμᾶς ἀὴρ αἴτιος γένοιτο τοῦ λοιμοῦ, τῶν πτηνῶν ὀρνίθων ἡ θνῆσις ἔσται πρότερον. εἰ δὲ ἐκ τῶν ἀπὸ γῆς μοχθηρῶν ἀναθυμιάσεων τοῦτο συμβαίη, τῶν τετραπόδων ζῴων ἡ φθορὰ γίγνεται πρότερον. ὅταν δὲ ταῦτα ἐνθυμηθῇς; προσέτι δὲ κἀκεῖνο ἐνθυμοῦ, ποταπὴ μὲν ἡ παροῦσα ὥρα τοῦ ἔτους, ποταπὸν δὲ τὸ σύμπαν ἔτος· ἐντεῦθεν γὰρ τὰς διαίτας εὑρήσεις ποιεῖσθαι κάλλιστα, οἷον τῆς μὲν ὥρας, εἴπερ ἦν ὀρθῶς γιγνομένη ξηρά, ἀλλὰ μὴν ὑγρὰ γεγένηται, ἀνάγκη καὶ τὴν δίαιταν ἐπιξηραίνειν, ἵνα τὸ ὑπερβάλλον ὑγρὸν ἀναλίσκηται. προσεπιβλέπειν δὲ καὶ τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων, μήποτε εἰς ὑγείαν οὐ συμφέρουσι καὶ ταῦτα κωλύειν. ἐπιμελητέον δὲ καὶ τῆς γαστρός. εἰ δὲ ἡ ἄνω κοιλία φλέγμα ἔχοι, ἐμέτοις κενοῦν, οἷς δὲ τὸ αἷμα ὑπερβάλλει, φλέβα τέμνειν. ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν οὔρων κάθαρσις καὶ ὅσαι εἰσὶν ἄλλαι κατὰ πᾶν τὸ σῶμα καθάρσεις. εἰ δὲ καυσούμενος ὁ ἄνθρωπος εἴη καὶ φλὸξ ἄχρι στήθους ἀνίει, οὐκ ἀπὸ τρόπου ψυκτήρια τοῖς στήθεσι προσάγειν καὶ τὸ πόμα ψυχρὸν προσφέρειν, μὴ κατὰ μικρὸν προσφέροντας· νικώμενον γὰρ ὑπὸ τῆς πλείονος ἐν τῇ κοιλίᾳ θερμότητος συμμοχθηρεύεται καὶ ἀνακαίει πλείονα, ἀλλ’ ἀθρόως καὶ πολὺ διδόναι, ὡς τῷ πλήθει σβέσαι τὴν φλόγα. εἰ δὲ ὁ καῦσος ἔχοι τὰ ἔνδον, ἄκρα δὲ καὶ τὰ ἐπιπολῆς ψυχρὰ εἴη καὶ τὸ ὑποχόνδριον συντείνοιτο καὶ ἡ γαστὴρ τὰς συντήξεις τὰς μὲν ἄνω πέμπει, τὰς δὲ κάτω, ἀγρυπνία τε εἴη καὶ παραφροσύνη καὶ γλώσσης τραχύτητες, τούτοις θερμάσματα δεῖ προσφέρειν, ὥστε ἑλκυσθῆναι τὸ θερμὸν ἐπὶ τὴν ἐπιφάνειαν τοῦ σώματος καὶ ὡς οἷόν τε ἄλλῳ τρόπῳ μηχανᾶσθαι ἀνάγειν τὸ θερμὸν ἐκ τοῦ βάθους πρὸς τὰ ἔξω. Περὶ τῶν ἐπὶ πλήθει ὠμῶν χυμῶν συγκοπτομένων.[35]
97 ἄρχονται πυρέττειν ἔνιοι πάμπολύ γε πλῆθος ὠμῶν ἠθροικότες χυμῶν ἅμα τῷ κεκακῶσθαι τὸ στόμα τῆς γαστρὸς ἤτοι ἐξ ἀπεψιῶν ἢ ἄλλως· ἐμπεφύσηταί τε τούτοις τὸ ὑποχόνδριον ἐν [τῷ] ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν ὅλον τὸ σῶμά ἐστι. καὶ ἡ χρόα τοῖς μὲν ἐπὶ τὸ λευκότερον καὶ οἰδαλεώτερον ἐκτρέπεται τοῦ κατὰ φύσιν, ἔστι δὲ οἷς ἐπὶ τὸ μελάντερον καὶ πελιδνότερον, οὕστινας καλοῦσι μολιβδοχρῶτας. οἱ σφυγμοὶ δὲ πάντων μικρότεροί τέ εἰσι 〈ἢ〉 κατὰ λόγον τῆς θέρμης ἀμυδρότεροί τε καὶ πάντως ἀνώμαλοι. εἰ μὲν οὖν τῷ πλήθει βαρύνοιεν οὗτοι τὴν δύναμιν ἐμφράττοιέν τε διὰ τὸ πάχος καὶ πλῆθος τοὺς πόρους τοῦ ζῴου, κατὰ πολλὰς προφάσεις ὀλέθριος ἡ διάθεσις καὶ συγκοπτικὴ καὶ τῷ μὴ τρέφεσθαι τὸ ζῷον καὶ τῷ καταπνίγεσθαι καὶ ἀλλοιοῦσθαι καὶ τῷ διαφθείρεσθαι τὴν συμμετρίαν τῆς κράσεως. οἱ μὲν γὰρ ὠμοὶ χυμοὶ τρέφειν οὐ δύνανται πρὶν πεφθῆναι, οἱ δὲ πολλοὶ βαρύνουσιν ἢ ἐμφράττουσι τὰς διαπνοὰς καὶ σβεννύουσι τὸ θερμόν. εἰ δὲ μηδ’ ἐμφράττοιεν μηδὲ βαρύνοιεν, οὐ συγκοπὰς οὗτοί γε φέρουσιν, ἀλλὰ τὰς καλουμένας λειποψυχίας. ἐκλύονται γὰρ εἰ μὴ τρέφοιντο συνεχέστερον οἱ τοιοῦτοι. διδόναι δὲ αὐτοῖς χρὴ οὐχὶ πλῆθος εἰσάπαξ, οὐ μὴν οὐδὲ παχείας ἢ ψυχρὰς τὴν δύναμιν τροφάς, ἀλλ’ ἐκ τοῦ γένους τῶν λεπτυνουσῶν καὶ θερμαινουσῶν. οὕτως δὲ καὶ τὰ φάρμακα αὐτοῖς δοτέον, ὅσα δύναται ἄνθρωπος πυρέττων δέξασθαι, λεπτύνοντα καὶ θερμαίνοντα. τούτοις ὁ ὑδατώδης οἶνος ὁ λευκὸς καὶ λεπτὸς ἐπιτήδειος, εἰ μὴ σφοδρῶς πυρέττοιεν· ὅπερ οὐ πάνυ τι συμβαίνει κατὰ τὴν εἰρημένην διάθεσιν· βληχροὶ γὰρ τούτοις εἰσὶν οἱ πυρετοί, ἔτι δὲ μᾶλλον εἰ πρεσβῦται τύχοιεν ὄντες. οἶνον αὐτοῖς δοτέον ἐφ’ ἑκάστῃ τροφῇ καὶ μᾶλλον εἰς ἑσπέραν καὶ νύκτα, οὐχ ἕωθεν καὶ μέχρι μεσημβρίας, ἐπὶ δὲ τῶν νέων οὐκ εὐθὺς ἐξ ἀρχῆς διδόναι τὸν οἶνον· οὐδενὸς τῶν τοιούτων αἵματος ἀφαίρεσις ἄνευ μεγίστης βλάβης εἴωθε γίγνεσθαι, καίτοι δέονται κενώσεως· ἀλλ’ οὔτε φλεβοτομίαν οὔτε κάθαρσιν φέρουσιν, οἵτινες καὶ χωρὶς τούτων ἐξαίφνης συγκόπτονται. πῶς οὖν χρὴ τοὺς τοιούτους ἰᾶσθαι, δεομένους μὲν κενώσεως, μὴ φέροντας δὲ τὰ κενωτικά; οὐδεμίαν εὗρον ἐπ’ αὐτῶν κένωσιν πλὴν τῆς διὰ τρίψεως· ἄρχεσθαι δὲ εὐθέως ἐν ἀρχῇ τῆς νόσου προσήκει τὸ μὲν πρῶτον ἀπὸ τῶν σκελῶν ἄνωθεν, κάτω διὰ σινδόνων μετρίως τραχυτέρων, ἐφεξῆς δὲ καὶ ὅλας τὰς χεῖρας ἀπὸ τῶν ὤμων ἄνωθεν κάτω τὸν αὐτὸν τρόπον τρίβειν. ἐπειδὰν δὲ ἱκανῶς ἅπαντα τὰ κῶλα φαίνηται θερμὰ καὶ φόβος ᾖ κοπώδη τινὰ αἴσθησιν αὐτοῖς γενέσθαι ἐπὶ τῷ πλήθει τῆς τρίψεως, ἐλαίῳ χαλαστικῷ χρηστέον, ὁποῖόν ἐστι τὸ γλυκύτατον, ἀπέχεσθαι δὲ ὀμφακίνου καὶ πάντων τῶν στυφόντων. χειμῶνος δὲ ὄντος καὶ διαφορητικῷ χρηστέον, οἷόν πέρ ἐστι τὸ Σικυώνιον ἔλαιον καὶ τὸ διὰ τοῦ χαμαιμήλου ἢ ἕτερον τῶν παραπλησίων, οἷόν ἐστι τὸ ἀνήθινον. μετὰ δὲ ταῦτα τὸ μὲν ἔλαιον ἀπομάττειν, ἰέναι δὲ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίως, τὰ μὲν πρῶτα διὰ σινδόνων, ὕστερον δὲ τῷ ἐλαίῳ, εἶτ’ αὖθις ἐπὶ τὰ σκέλη, εἶτ’ αὖθις ἐπὶ τὰς χεῖρας, εἶτ’ ἐπὶ τὴν ῥάχιν, ὅλης τῆς ἡμέρας οὕτω πράττοντες ἐν οἴκῳ φῶς ἔχοντι καθαρὸν καὶ ἄνικμον. ἔστω δὲ καὶ τῇ θερμότητι σύμμετρος ὁ οἶκος. ἐπιτηδειότατον δὲ τούτοις ἐστὶ τὸ μελίκρατον ἐναφεψηθέντος αὐτῷ ὑσσώπου, μήτε δὲ σιτίον αὐτοῖς μήτε ῥόφημα διδόναι μήτ’ ἐπιτρέπειν πίνειν δαψιλές, ἀλλὰ τῷ μελικράτῳ μόνῳ χρῆσθαι κατὰ τὰς πρώτας τρεῖς ἡμέρας ἐκ διαδοχῆς τρίβοντα καὶ μόνον ἐκεῖνον ἀνιέντα τὸν καιρόν, ἐν ᾧπερ ἂν ὕπνος αὐτοὺς καταλάβῃ.[45]
97 (50) συνεργεῖ δὲ εἰς τοῦτο μάλιστα καὶ ἡ πλείων τρῖψις, οὐ μὴν οὐδ’ ὁ πλείων ὕπνος ἀγαθὸς τοῖς τοιούτοις· οὔτε γὰρ ἐπιτρέπει διαφορεῖσθαι τοὺς χυμοὺς καὶ βαρύνει τὰ σπλάγχνα. συμμέτρων οὖν ἀμφοτέρων δεῖται ἡ φύσις ὕπνου τε καὶ ἐγρηγόρσεως. εἰ μὲν οὖν ὁ σφυγμὸς αὐτοῖς σφόδρα μικρὸς καὶ ἄρρωστος ᾖ καὶ πρὸς τούτοις ἀνώμαλος ἰσχυρῶς, ἔσχατος ὁ κίνδυνος καὶ χρὴ πράττειν τὰ λελεγμένα, μηδὲν ἄλλο περιεργαζόμενον. εἰ δὲ τόνου μετρίως ἔχοι καὶ μεγέθους ἄθλιπτός τε εἴη καὶ ὁμαλός, ἐπισκέπτου τὰ κατὰ γαστέρα καὶ κλύζε θαρρῶν, εἰ μὴ καλῶς αὐτόματα διεξέρχοιτο. συμβαίνει γὰρ ἐπὶ τῷ πινομένῳ μελικράτῳ κενοῦσθαι καλῶς ἅπασαν τὴν περιουσίαν τὴν ἐν ταῖς πρώταις τῶν φλεβῶν εἰωθυῖαν ἀθροίζεσθαι, ταῖς κατὰ τὰ σιμὰ τοῦ ἥπατος καὶ τὸ μεσεντέριον. εἰ δὲ πλείων τοῦ δέοντος ἡ ὁρμὴ τῶν περιττωμάτων ἐπὶ τὴν γαστέρα γίγνοιτο, τὴν μὲν πρώτην ἐπὶ πλέον ἕψειν τὸ μελίκρατον· ἧττον γὰρ ὑπάγει τὸ τοιοῦτον. μετὰ δὲ ταῦτα φερομένης ἐπὶ πλέον τῆς περιουσίας τῶν ὑγρῶν μηδ’ οὕτως μὲν ἱστάναι, διδόναι δὲ ἀντὶ τοῦ μελικράτου πτισσάνης χυλόν. εἰ δ’ ἐπιμένοι φερομένη, τῷ τε ἐκ χόνδρου ἄλικος ῥοφήματι τρέφειν, παρακολουθοῦντα δηλονότι τοῖς σφυγμοῖς. ἔσθ’ ὅτε γὰρ ἐξαίφνης μεταβάλλουσιν εἰς ἀρρωστίαν ἢ ἀνωμαλίαν ἢ μικρότητα, καθ’ ὃν καιρὸν ἄρτον ἐξ οἴνου κεκραμένου διδόναι προσήκει, μήτε γαστρὸς δηλονότι μήτε ἥπατος φλεγμαινόντων, ὡς εἴ γε φλεγμαίνοιεν ὠμῶν χυμῶν πεπληρωμένου τοῦ σώματος ἀνέλπιστος ὁ κάμνων ἐστὶν τῶν σφυγμῶν οὕτω τραπέντων. ἐπὶ μὲν οὖν τῶν τοιούτων ἀρρώστων προλέγων τὸν θάνατον ἀνέγκλητον φυλάξεις σαυτὸν μηδενὶ γενναίως βοηθήματι χρώμενος. ἐφ’ ὧν δὲ ἐλπὶς σωτηρίας, ἐπὶ πάντων δέ ἐστι τῶν χωρὶς φλεγμονῆς οὕτως νοσούντων, ὅταν ἐξ ἀρχῆς παραλάβωμεν αὐτούς, αἰσχρότατον εἶναί μοι δοκεῖ συγκοπῆναι τὸν κάμνοντα. εἰ δὲ αἰσθάνῃ ποτὲ παχεῖς ἱκανῶς εἶναι τοὺς χυμοὺς, ὀξύμελι δίδου διὰ παντὸς ἀντὶ τοῦ μελικράτου. καὶ εἰ μὲν θέρος εἴη καὶ ψυχροπότης ὁ νοσῶν, ψυχρὸν τούτῳ δίδου τὸ ὀξύμελι, χειμῶνος δὲ ὄντος ἅπασι θερμόν. ἐναντιώτατα δὲ τούτοις ἐστὶ τὰ βαλανεῖα καὶ ὁ περιέχων ἡμᾶς ἀὴρ ἱκανῶς θερμὸς ἢ ψυχρὸς γιγνόμενος, ὅθεν οὔτε λούειν προσήκει καὶ κατακλίνειν ὥρᾳ μὲν θέρους ψυχεινῷ οἴκῳ, χειμῶνος δὲ ἀλεεινῷ· βλάπτονται γὰρ ἱκανῶς ὑπὸ ἑκατέρας τῆς ἀμετρίας ἐν μὲν τοῖς βαλανείοις καὶ τῷ θέρει καὶ πάσῃ τῇ κατὰ τὸ θερμὸν αὐξήσει χεομένων τῶν ὠμῶν χυμῶν καὶ πάντη τοῦ σώματος ῥεόντων, ὡς κίνδυνον εἶναι καὶ πρὸς τὸν πνεύμονα καὶ καρδίαν ἀφικέσθαι καί ποτε καὶ εἰς τὸν ἐγκέφαλον ἀναδραμεῖν. ἄμεινον οὖν περί τε τὸ ἧπαρ αὐτοῖς ἐμμένειν καὶ τὰς φλέβας. ἐν δὲ τοῖς ἀμέτρως ψυχροῖς οἴκοις καὶ χειμῶνι καὶ ὅλως ψυχρῷ τῷ περιέχοντι δύσπεπτοί τε μένουσιν οἱ ὠμοὶ χυμοὶ καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις, εἰ μὲν εἶεν μικραί, παραυξάνουσιν, εἰ δ’ οὐκ εἶεν, γεννῶσι διὰ πάχος ἰσχόμενοι καὶ σφηνούμενοι. καταπλασμάτων δὲ καὶ καταντλήσεων ἀπέχεσθαι χρὴ μέχρι τὸ πολὺ τοῦ πλήθους τὸ μὲν κενῶσαι, τὸ δὲ συμπέψαι. οἱ γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσι ταῦτα παραλαμβάνοντες αὐτοὶ κατασκευάζουσι τὰς φλεγμονὰς ἐξ ὧν πράττουσι, μὴ γιγνώσκοντες τοῖς ὑποχονδρίοις λωβώμενοι. ταῦτα μὲν οὖν οὕτω πρακτέον ἀπὸ τῆς πρώτης ἡμέρας, ὅταν αὐτὸς ἄρχῃ τῆς θεραπείας. εἰ δὲ συγκοπτομένων ἤδη κληθείης, ἀφλεγμάντων ὄντων τῶν ὑποχονδρίων, διδόναι μὲν αὐτοῖς ἄρτου μὴ πολλοῦ οἴνῳ τῷ κιρρῷ βεβρεγμένου. καὶ εἰ μὲν εἴη θέρος ἢ χωρίον φύσει θερμὸν ἢ κατάστασις θερμὴ, μεθ’ ὕδατος ψυχροῦ, εἰ δὲ τὰ ἐναντία, μετὰ θερμοῦ δοτέον τὸν οἶνον.[95]
97 (100) μετὰ δὲ τὸ παύσασθαι τὸ τῆς τοιαύτης συγκοπῆς σύμπτωμα πειρᾶσθαι θερμὸν διδόναι τὸ ποτόν. εἰς γὰρ τὴν ὅλην θεραπείαν ἄμεινον τὸ θερμὸν ταῖς πέψεσι τῶν ὠμῶν χυμῶν συνεργοῦν. εὐθὺς δὲ καὶ τούτους ἐπὶ τὴν τρῖψιν ἰέναι τῷ προειρημένῳ τρόπῳ. Περὶ τῶν διὰ ξανθὴν χολὴν ἀδικοῦσαν τὸ στόμα τῆς γαστρὸς συγκοπτομένων.
98 ἐφ’ ὧν δὲ διὰ ξανθὴν χολὴν ἀδικοῦσαν τὸ στόμα τῆς γαστρὸς ἡ συγκοπὴ γίγνεται, ψυχρὸν προσφέρειν τὸ ποτόν, οἶνον μέντοι θερμὸν τῇ φύσει, κιρρὸν καὶ λεπτὸν καὶ παλαιόν. Περὶ τῶν ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένων.
99 οἱ δὲ ἐπὶ λεπτοῖς χυμοῖς ἱκανῶς συγκοπτόμενοι, ὡς διαφορεῖσθαι τάχιστα διά τε ἱδρώτων καὶ τῆς ἀδήλου διαπνοῆς, θεραπευέσθωσαν ἐναντίως τοῖς ἐπὶ τοῖς ὠμοῖς συγκοπτομένοις. ἐκείνους μὲν γὰρ ἐκκενοῦμεν κατὰ βραχὺ διὰ τὸ μὴ φέρειν τὴν δύναμιν ἀθρόαν τὴν κένωσιν, τοὺς δὲ ἐπὶ λεπτοῖς χυμοῖς θρέψομεν κατὰ βραχὺ συνεχῶς· εἰ δὲ ἐξ ἀρχῆς τούτους παραλάβοιμεν ἔτι τῆς δυνάμεως ἐρρωμένης, οὐ κατὰ βραχὺ θρέψομεν· δύνανται γὰρ οὗτοι καὶ πλείονος εἰσάπαξ δοθείσης περιγενέσθαι τῆς τροφῆς. ὥσπερ δὲ τοὺς προτέρους ἐλέγομεν ὀλεθρίως ἔχειν, ὅταν τι τῶν σπλάγχνων φλεγμαίνοι, κατὰ τὸν αὐτὸν τρόπον καὶ τούτους νομιστέον ἀνιάτως ἔχειν, εἰ φλεγμαίνοι τι τῶν σπλάγχνων, καμνούσης ἤδη τῆς δυνάμεως. οὔτε γὰρ οἷόν τε τρέφειν αὐτοὺς συνεχῶς, ἀλλ’ ἐν ταῖς παρακμαῖς μόνον, οὔτε μὴ τρέφοντας οἷόν τέ ἐστι διασώζειν αὐτούς. ἐπὶ 〈μὲν〉 τῶν τοιούτων διαθέσεων ἡ νεκρώδης κατάστασις ἐν τῷ προσώπῳ ἐν τάχει γίγνεται, ῥὶς ὀξεῖα ὀφθαλμοὶ κοῖλοι κρόταφοι συμπεπτωκότες καὶ τὰ ἄλλα ὅσα ἐφεξῆς λέλεκται. ἐάν τε ἐκκρίνωσι πλέον ἐάν τε ἀγρυπνήσωσιν ἢ λυπηθῶσιν ἢ μὴ θᾶττον τραφῶσιν, αὐτίκα τοιοῦτον ἴσχουσι τὸ πρόσωπον. εἰ μὲν οὖν δι’ ἀγρυπνίαν ἢ λύπην ἢ μείζονα ἔκκρισίν τινα τοιοῦτοι γένοιντο, μικρὸν εἶναι νόμιζε τὸ κακόν, εἰ δὲ ἄνευ τούτων, ὀλέθριον, ἔτι δὲ μᾶλλον, εἰ κατ’ ἀρχὰς τοῦ νοσήματος οὕτως ἔχοιεν· οὐ γὰρ ἐξαρκέσουσιν εἰς τὴν πέψιν αὐτοῦ. τρέφειν οὖν αὐτοὺς τότε ἀναγκαῖον καὶ πυκνοῦν τὴν ἐπιφάνειαν καὶ ψυχρὸν τὸν ἀέρα τοῦ οἴκου κατασκευάζειν, ὡς ἐπὶ τῶν κατὰ ξηρὰν δυσκρασίαν πυρεττόντων προείρηται· καὶ ἀλειπτέον αὐτοὺς τοῖς στύφουσιν ἀλείμμασι καὶ τροφὰς δοτέον οὐ πάνυ διαρρεούσας ἑτοίμως οὔτε μελίκρατον οὔτε χυλὸν πτισσάνης ἀλλ’ ἄρτους καὶ ῥοφήματα διὰ χόνδρου ἄλικος καὶ ὀπώρας αὐστηρὰς καὶ δυσφθάρτους, αὐτάς τε καθ’ ἑαυτὰς καὶ μετ’ ἄρτου καὶ χόνδρου δι’ ὕδατος ἡψημένου. δοτέον δὲ αὐτοῖς καὶ ὠῶν ῥοφητῶν τὰς λεκίθους μόνας καὶ ἀλεκτρυόνων ὄρχεις καὶ ἐγκεφάλους ὑείους ὀπτηθέντας ἀκριβῶς ἢ καλῶς ἡψημένους· οἱ γὰρ ὠμότεροι ἐσχάτως βλάπτουσι. καὶ ὅλως ἅπαντα πρακτέον ὑπὲρ τοῦ παχυτέραν τὴν ὕλην ἐργάσασθαι καὶ πυκνῶσαι τὸ δέρμα καὶ κωλῦσαι τὰς διαπνοάς. ἀναγκαῖος δὲ τούτοις ὁ ὑδατώδης οἶνός ἐστιν ἐξ ἀρχῆς ἐπὶ τοῖς σιτίοις λαμβανόμενος. Περὶ τῶν ἄλλων προφάσεων ἐφ’ ὧν γίνονται συγκοπαί.[30]
100 εἰσὶ δὲ καὶ ἄλλαι προφάσεις, ἐφ’ ὧν συγκόπτονται, τέτταρες· ἄλγημα σφοδρόν, ἀγρυπνία, κένωσις ἄμετρος, ἐπὶ δὲ τῶν παραπαιόντων καὶ κίνησίς ἐστιν ὅτε· πέμπτην δὲ εἰ βούλει προστίθει, τὴν δυσκρασίαν τῶν ἀρχῶν. τάχιστα μὲν οὖν ἀπώλεια γίγνεται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου. Περὶ ὀδύνης συγκοπὴν ἐπιφερούσης.[5]
101 ὀδύνη μὲν οὖν ἐστιν ἀθρόα μεταβολὴ κράσεως καὶ μελέτη λύσεως συνεχείας. οὐ γὰρ ἡ κατὰ βραχὺ γιγνομένη ἀλλοίωσις δύναιτ’ ἄν ποτε ὀδυνῆσαι τὸ ζῷον. φαίνεται γὰρ οὐ μόνον εἰς τὸ παρὰ φύσιν ἀθρόως ἀγόμενα τὰ σώματα λυπηρὰν ἴσχειν τὴν μεταβολήν, ἀλλὰ καὶ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον, εἰ μὴ κατὰ βραχὺ λαμβάνοιεν, κἀν τούτῳ πονοῦντα. τοὺς γοῦν ὁδοιπορήσαντας ἐν σφοδροτάτῳ κρύει θερμαινομένους ἀθρόως ἴσμεν ἀλγοῦντας οὕτως ἰσχυρῶς τὰ περὶ τὰς ῥίζας τῶν ὀνύχων, ὡς μὴ δύνασθαι φέρειν. ἐπιζητοῦμεν οὖν ὅπως οἱ νοσοῦντες ὀδυνῶνται μηδενὸς ἔξωθεν αὐτοῖς ὀδυνηροῦ πλησιάζοντος. ἀναγκαῖον οὖν ἐν τῷ σώματι ζητῆσαι, τί τῶν τοιούτων αἴτιον, ὃ θερμαῖνον σφοδρῶς ἢ ψῦχον ἢ διαιροῦν τὴν οὐσίαν τινὸς αἰσθητικοῦ σώματος ἀνιαρὸν ἡμῖν γίγνεται καὶ πρῶτόν γε θεασώμεθα, τίνος εἶναι χρὴ φύσεως ὃ τὴν διαίρεσιν τῶν σωμάτων ποιήσεται. ἀναγκαῖον οὖν ἤτοι ῥῆξιν ἢ θλάσιν ἢ διάβρωσιν εἶναι τὴν διάθεσιν ἐν τῷ διαιρεῖσθαι τὸ συνεχές. ἀλλ’ ἡ μὲν ῥῆξις ἐκ τάσεως, ἡ δὲ θλάσις ἐκ βάρους, ἡ δὲ διάβρωσις ἐκ δακνώδους γίγνεται ποιότητος. ὅταν οὖν ἔξωθεν μηδὲν ᾖ τὸ τεῖνον ἢ βαρῦνον ἢ δάκνον, ἀλλ’ ἐξ αὑτοῦ πάσχει τι τούτων τὸ σῶμα, παντί που δῆλον ὡς ὑπό τινος τῶν ἔνδοθεν γίγνεται· ἀλλ’ ἡ μὲν τάσις ὑπό τινος οὐσίας διατριβούσης τὸ περιέχον αὐτὴν σῶμα γίγνοιτ’ ἂν ἢ ἀμέτρου ξηρότητος, ἡ δὲ θλῖψις ἔκ τινος παρακειμένου ὄγκου σκληροῦ, ἡ δὲ δῆξις ὑπὸ χυμοῦ δριμέος. ἐπισκεπτέον οὖν ἡμῖν ἐν ταῖς ὀδύναις ἤτοι χυμὸν πολὺν ἢ πνεῦμα διέξοδον οὐκ ἔχον, ὡς ἐπὶ κωλικῶν, ἢ βαρὺν ὄγκον, ὡς ἐπὶ φλεγμονῶν ἢ σκίρρων, ἢ ὑγρὸν δακνῶδες ἢ διάθεσιν ξηράν, ὡς ἐπὶ τῶν σπωμένων, ἢ ψῦξιν σφοδρὰν ἢ θερμότητα καὶ τούτων ἑκάστου τὴν ἐπανόρθωσιν δεόντως ποιεῖσθαι. ἡ μὲν οὖν ναρκώδης ὀδύνη διὰ ψυχρὰν γίγνεται διάθεσιν, ὁ δὲ σφυγματώδης πόνος ἴδιός ἐστι μεγάλης φλεγμονῆς. ἐὰν δὲ ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου ἢ ὡς ὑπὸ τρυπάνου τιτρᾶσθαι νομίζει, τοῦ παχέος ἐντέρου, ὃ δὴ κῶλον ὀνομάζομεν, τὸ εἶδος τῆς ὀδύνης ἐστὶ καὶ ἐπὶ νεφρῶν δὲ ὀδυνωμένων τὸ αὐτὸ εἶδος τῆς ὀδύνης ἐστίν, ἀλλ’ ἐπὶ μὲν τῶν νεφρῶν μετὰ βάρους τινός ἐστιν ἡ ὀδύνη καθ’ ἕνα τόπον ἡδρασμένη, κατὰ λαγῶνα δεξιὰν ἢ ἀριστεράν, ὄπισθεν μᾶλλον. ἐπὶ δὲ τοῦ κώλου μεταβαίνει ἡ ὀδύνη τόπον ἐκ τόπου. ὁ δὲ νυγματώδης πόνος συνίσταται περὶ τοὺς ὑμένας, ὁ δὲ διᾴττων λεγόμενος πόνος συμβαίνει ἐπὶ ταῖς σφοδραῖς ἡμικρανίαις. ἔστι δὲ τούτου διάγνωσις, ὅταν ὡς ἀπὸ ῥίζης τινὸς ἀρχομένη ἡ ὀδύνη τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα ἑκατέρωθεν· διὸ πρὸς ἄμφω τὰ πέρατα γιγνομένων τῶν διατάσεων καὶ τὰ νεῦρα ἑκατέρωσε διατείνεται ἥκιστα γὰρ εἰς τὸ πλάτος ἐκτεταμένους ἔχει τοὺς πόνους τὰ νεῦρα. ὁ δὲ τῷ δέρματι παντὶ ὑποτεταμένος ὑμὴν τονώδεις καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους, οἱ δὲ μεταξὺ τῆς γαστρὸς οἷον διασπῶντές εἰσιν. εἰσὶ γὰρ καὶ ἄλλοι ὑμένες ἀνωμάλως ἐμφυόμενοί τε καὶ παραλαμβάνοντες τὴν γαστέρα ἔξωθεν. οἱ δὲ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων πόνοι βύθιοί τέ εἰσι καὶ αὐτῶν τῶν ὀστέων φαντασίαν ἐπάγουσιν ὡς ὀδυνωμένων. ὅταν μὲν οὖν μηδὲν ἔξωθεν αἴτιον τῆς ὀδύνης φαίνοιτο γιγνόμενον, ἐπίσκεψαι τὴν προηγησαμένην δίαιταν. εἰ γὰρ εἴη ἀργοτέρα παρὰ τὸ ἔθος ἢ σιτίοις πλείοσιν ἐχρήσατο ὁ ἄνθρωπος ἢ πολυτρόφοις ἢ συνήθης ἔκκρισις ἐπεσχέθη, εἰ γάρ τι τούτων ἢ πάντα φαίνοιτο, πλῆθος αἴτιόν ἐστι τῆς ὀδύνης καὶ δεῖ ὅτι τάχιστα κενοῦν τὸν ἄνθρωπον. οὕτω γὰρ ἔξεστί σοι μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρῆσθαι μερῶν.[45]
101 (50) εἰ μὲν οὖν πλῆθος εἴη τὸ διατεῖνον, δυνάμεως ἰσχυρᾶς ὑποκειμένης, φλεβοτομητέον καὶ ἐκ τῆς μεγάλης φλεβὸς ἀφαιρητέον τῆς πλησίον τοῦ φλεγμαίνοντος ἢ ὀδυνωμένου μέρους. εἰ δὲ ἀσθενὴς εἴη ἡ δύναμις, ἀντισπαστέον τε καὶ παροχετευτέον ἢ ἄνω ἢ κάτω ἢ παρ’ ἑκάτερα ἢ διὰ τρίψεων. κακοχυμίας δὲ μόνης ἐνοχλούσης, καθαρτέον. συνελθόντων δὲ ἀμφοῖν, ἀμφοτέραις χρηστέον ταῖς κενώσεσι, φλεβοτομήσας πρότερον, ἔπειτα καθάρας. εἰ δὲ τούτων γενομένων ἐπιμένοι τὸ ἄλγημα, δῆλον δήπου κατὰ τὸ πεπονθὸς μόριον ἐσφηνῶσθαι τὸ λυποῦν. εὔδηλος δὲ καὶ ἡ θεραπεία τοῖς διαφορητικοῖς γιγνομένη φαρμάκοις. ὡσαύτως δὲ καὶ τὰς διὰ πνεῦμα φυσῶδες ἢ φλέγμα γλίσχρον γιγνομένας ὀδύνας, ὡς καὶ ἐπὶ κωλικῶν, ἰώμεθα πυρίαις καταιονήσεσι καὶ τοῖς παραπλησίοις. εἰ δὲ ὄγκος βαρύνων ἢ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὄγκον ἰατέον διὰ τῶν λεπτυνόντων καὶ ἀραιούντων. εἰ δὲ διὰ δακνῶδες ὑγρὸν ἡ ὀδύνη γίγνοιτο, ἐναντιώτατα τούτοις ἐστὶ τὰ λεπτύνοντα καὶ θερμαίνοντα. ἄνηθον δὲ ἐναφεψόμενον ἐν ἐλαίῳ καὶ μᾶλλον τὸ χλωρόν, ἀνώδυνον ὑπνοποιὸν ὑπάρχει, καταιονουμένου τοῦ πάσχοντος μορίου τῷ ἐλαίῳ θερμῷ. Περὶ λειποθυμίας.[65]
102 τὸ μὲν ὄνομα τῆς λειποθυμίας ἕν ἐστιν, αἰτίαι δὲ αὐτοῦ πλείους καὶ θεραπεία καθ’ ἑκάστην ἴδιος. τοσοῦτον οὖν ὑπὲρ αὐτῶν νῦν ἐροῦμεν, ὅσον ἄν τις μαθὼν ἱκανὸς ἂν εἴη τοῖς ἐξαίφνης προσπίπτουσιν ἐνίστασθαι παροξυσμοῖς. διαφέρει δὲ λειποθυμία συγκοπῆς, ὅτι ἡ μὲν λειποθυμία αἰφνίδιον ἐπιπίπτει, ἀναίσθητον καὶ ἀκίνητον τὸν ἄνθρωπον ἐργαζομένη καὶ οὐ πάντως ἱδροῦσιν· ἡ δὲ συγκοπὴ καὶ ἐγρηγορόσι καὶ καταφερομένοις συμπίπτει καὶ πάντως μεθ’ ἱδρώτων τῶν συγκοπτικῶν συνήθως λεγομένων. Περὶ τῶν ἐπὶ διαρροίαις ἢ αἱμορραγίαις ἢ ἱδρώτων ἀμέτροις κενώσεσι λειποθυμούντων.[5]
103 τοῖς μὲν οὖν ἐπὶ χολέραις καὶ κοιλίας ῥύσεσι καὶ ταῖς ἄλλαις ἀμέτροις κενώσεσι λειποθυμοῦσιν ὕδωρ τε προσραίνειν καὶ ἀνατρίβειν τήν τε ῥῖνα καὶ τὸ στόμα τῆς γαστρὸς ἢ σπαράττειν δακτύλων ἢ πτερῶν καθέσει καὶ ἀναγκάζειν ἐμεῖν σκέλη τε καὶ χεῖρας διαδεῖν πλείοσι καὶ σφοδροτέροις δεσμοῖς, τὰ μὲν ἄνω ἐπὶ ταῖς κάτω γιγνομέναις κενώσεσι, τὰ κάτω δὲ ἐπὶ ταῖς ἄνωθεν· βοηθεῖ δὲ ἐν ταῖς τοιαύταις ἐκλύσεσι καὶ οἶνος ὁ ὑδατώδης παλαιὸς ψυχρῷ κεκραμένος. λουτρὸν δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπιτήδειον, τοῖς δὲ δι’ αἱμορραγίαν ἢ ἱδρώτων ἄμετρον κένωσιν λειποψυχοῦσι πολεμιώτατον· ψύξεως γὰρ οὗτοι καὶ στύψεως, οὐ χαλασμοῦ δέονται. ψυχρῷ δὲ κεκραμένος οἶνος, ὡς εἴρηται, ἐπιτήδειος καὶ τούτοις. οὔτε δὲ διαδεῖσθαι τὰ ἄκρα συμφέρει τούτοις οὔτε ἐμεῖν οὔθ’ ὅλως κινεῖσθαι, πυκνοῦσθαι δὲ ἁρμόττει καὶ ψύχεσθαι· διὸ τὸν ἀέρα τοῦ οἴκου ψυχρὸν κατασκευάζομεν πνεύματα ψυχρὰ παρασκευάζοντες εἰς αὐτὸν πνεῖν καὶ τὰ ἐδάφη πληροῦντες τῆς στυφούσης ποιότητος, οἷον μυρρίνων ῥόδων ἑλίκων ἀμπέλων. Περὶ τῶν ἐπὶ πλήθει χυμῶν λειποθυμούντων.[15]
104 τῶν δὲ διὰ πλῆθος χυμῶν λειποθυμούντων ἀνατρίβειν ἐπὶ πλεῖστον καὶ θερμαίνειν καὶ διαδεῖν καρπούς τε καὶ τὰ σφυρά, τροφῆς δὲ αὐτοὺς καὶ οἴνου καὶ λουτρῶν παντάπασιν εἴργειν εἰ πυρέττοιεν, διδόναι δὲ ποτὸν ὀξύμελι. Περὶ τῶν διά τινα διάθεσιν περὶ ὑστέραν λειποθυμουσῶν.
105 ὁμοίως δὲ καὶ τὰς ἐφ’ ὑστέρας πεπονθυίας ἐκλυομένας ἰᾶσθαι ἐκτὸς ὀξυμέλιτος καὶ διαδεῖν καὶ τρίβειν σκέλη μάλιστα ἐπὶ τῶν ὑστερικῶς πνιγομένων καὶ ἐφ’ ὧν ἀνέσπασται ἢ παρέσπασται ἡ ὑστέρα, καὶ σικύας κολλήσομεν βουβῶσί τε καὶ μηροῖς. καὶ ταῖς μὲν ῥισὶν ὀσφραντὰ δυσώδη προσάξωμεν, ταῖς δὲ μήτραις τὰ εὐώδη καὶ χαλᾶν καὶ θερμαίνειν δυνάμενα φάρμακα προσοίσομεν. Περὶ τῶν δι’ ἄμετρον κένωσιν τῶν καταμηνίων λειποθυμουσῶν.[5]
106 ταῖς δὲ δι’ ἄμετρον κένωσιν τῶν καταμηνίων λειποθυμούσαις τὰς χεῖρας μᾶλλον διαδήσομεν καὶ τρίψομεν καὶ σικύας παρὰ τοὺς τιτθοὺς ἐπιθήσομεν. Πρὸς τοὺς δι’ ἀτονίαν στομάχου λειποθυμοῦντας.
107 δι’ ἀτονίαν δὲ στομάχου λειποθυμίας γιγνομένης καταπλάσμασι χρησόμεθα κατὰ τοῦ στομάχου τονοῦσι διὰ φοινίκων καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ μαστίχης, ἐμβροχαῖς δὲ ταῖς δι’ ἀψινθίου καὶ μηλίνου καὶ μαστιχίνου ἐλαίου καὶ ναρδίνου καὶ οἴνου καὶ εἰ ἐγκαίοιντο τὸν στόμαχον μιγνύναι τι καὶ τῶν ψυχόντων, οἷον τῶν ξυσμάτων τῆς κολοκύνθης τὸν χυλὸν ἢ τῆς θριδακίνης ἢ ἀνδράχνης ἢ στρύχνου ἢ σέρεως ἢ ὀξυλαπάθου ἢ ὄμφακος. οὗτος δὲ οὐ μόνον ψύχει, ἀλλὰ καὶ στύφει. ὠφελεῖ δὲ αὐτοὺς γενναίως καὶ ἡ τῶν ἄκρων ἀνάτριψις. εἰ δὲ ἐπὶ τούτοις βελτίους γίγνοιντο, τοὺς μὲν ἐγκαιομένους ἐπὶ λουτρὸν ἄγειν εὐθέως, τοῖς δὲ ψύξεώς τινος αἴσθησιν ἔχουσι τοῦ διὰ τριῶν πεπέρεων βραχὺ διδόναι ἢ αὐτὸ τὸ λευκὸν πέπερι. Περὶ τῶν διὰ μοχθηρὸν χυμὸν δάκνοντα τὸ στόμα τῆς γαστρὸς λειποθυμούντων.[10]
108 ὅσοι δὲ μοχθηρῶν χυμῶν δακνόντων τὸ στόμα τῆς γαστρὸς ἐκλύονται, πίνειν διδοὺς θερμὸν ὕδωρ ἐμεῖν κέλευε· εἰ δὲ δυσεμεῖς εἶεν, θάλπειν χρὴ πρότερον τὰ περὶ τὸν στόμαχον καὶ πόδας καὶ χεῖρας, ἔπειτα δακτύλων ἢ πτερῶν καθέσει ἐμείτωσαν. εἰ δὲ μὴ γίγνοιτο ἔμετος, συνεργεῖν δεῖ τῇ διὰ τῆς γαστρὸς ἐκκρίσει προσθέτοις χρωμένους. εἰ δ’ ἐπὶ τούτοις βέλτιον διατεθῶσι, κόμην ἀψινθίου ἐν μελικράτῳ συνέψοντας διδόναι πίνειν καὶ παντοίως ῥωννύναι τὰ μόρια διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ τῶν εἴσω λαμβανομένων. οὐ μὴν κατ’ ἀρχάς γε τοῦτο προσῆκε ποιεῖν μηδὲ τὸ ἀψίνθιον διδόναι, ἀλλ’ ὕστερον μετὰ τὴν κένωσιν τῶν μοχθηρῶν ὑγρῶν, ὅταν ἤδη καθαρὰ τὰ περὶ τὴν κοιλίαν γένηται. Εἰ δὲ διὰ φλέγμα ἀθροισθὲν ἐν τῷ στομάχῳ λειποθυμοῦσι.[10]
109 οἷς δὲ φλέγματος πολλοῦ καὶ ψυχροῦ ἐν στομάχῳ ἀθροισθέντος τὰς ἐκλύσεις συμβαίνει γίγνεσθαι, καταιονήσομεν τὸν στόμαχον ἐπὶ πλεῖστον ἐλαίῳ θερμῷ ἀψίνθιον ἐναφεψημένον ἔχοντι, εἶτα μελίκρατον διδόναι, ὕσσωπον ἤ τι τῶν ὁμοίων ἐν αὐτῷ ἀποβρέχων, ὀξυμέλιτός τε καὶ πεπέρεως καὶ τοῦ διὰ τριῶν πεπέρεων ἢ τοῦ διοσπολιτικοῦ φαρμάκου, καὶ τὸ σύμπαν σοι κεφάλαιον τῆς διαίτης τμητικὸν ἔστω. Τὰς δ’ ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν ἐκλύσεις ὁμοίως τοῖς βουλίμοις ἰᾶσθαι παντὶ τρόπῳ θερμαίνοντας, οἶνόν τε οὖν διδόναι αὐτοῖς θερμῷ κεκραμένον καὶ τροφὰς θερμαινούσας ἀνατρίβειν τε καὶ θάλπειν παρὰ πυρί.[5]
111 Πρὸς τοὺς διὰ θερμασίαν πλείονα λειποθυμοῦντας. ἐπὶ δὲ τῶν ἐπὶ θερμασίᾳ πλείονι λειποθυμούντων ἢ ἐν ἀέρι πνιγώδει διατριψάντων ἢ ἐν λουτρῷ χρονισάντων, ῥώσεις αὐτοὺς ἐν μὲν τῷ παραχρῆμα τό τε ψυχρὸν ὕδωρ προσραίνων καὶ ῥιπίζων καὶ πρὸς ἄνεμον τρέπων καὶ τρίβων τὸ στόμα τῆς κοιλίας καὶ σπαράττων, ἐφεξῆς δὲ ἤδη καὶ οἶνον διδοὺς καὶ τροφάς. Πρὸς τοὺς διὰ μέγεθος φλεγμονῶν ἢ κακοήθειαν πυρετῶν λειποψυχοῦντας ἐν ταῖς εἰσβολαῖς.[5]
112 τοὺς δὲ διὰ μέγεθος φλεγμονῶν ἢ κακοήθειαν σφοδροῦ πυρετοῦ λειποψυχοῦντας ἐν ταῖς εἰσβολαῖς καὶ καταψυχομένους τὰ κῶλα τρίβων ἰσχυρῶς καὶ θάλπων καὶ διαδεσμῶν σκέλη καὶ χεῖρας ἐγρηγορέναι τε κελεύων καὶ σιτίου παντὸς ἀπέχειν καὶ πόματος. ἄριστον δὲ ἐπὶ τούτων προγνῶναι τὸ μέλλον ἔσεσθαι καὶ παρηγορεῖν αὐτὸ πρὸ τοῦ παροξυσμοῦ. Πρὸς τοὺς διὰ ξηρότητα ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς συγκοπτομένους.[5]
113 καὶ τοὺς διὰ ξηρότητα συγκοπτομένους ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς ἄριστον προγιγνώσκειν. εἰ γὰρ ὥραις που δύο ἢ τρισὶ πρόσθεν τοῦ παροξυσμοῦ θρέψας διακρατεῖσθαί τε τοὺς πόδας καὶ τὰς χεῖρας κελεύσειας, οὐκ ἂν ἀπόλοιντο. εἶναι δὲ χρὴ τὰς τροφὰς εὐπέπτους τε καὶ εὐστομάχους. εἰ δὲ καὶ σφοδρὸν τὸν κίνδυνον ὑπονοεῖς ἔσεσθαι, προδιδόναι καὶ ἄρτον ἐξ οἴνου ἢ χόνδρῳ ἄλικος ἑφθῷ οἶνον ἐπιχέων προσφέρειν· μετρίας δὲ τῆς συγκοπῆς προσδοκωμένης μὴ διδόναι οἶνον, ἀλλὰ ῥοιῶν ἢ μήλων ἢ ἄλλης τινὸς στυφούσης ὀπώρας ταῖς τροφαῖς μιγνύναι. μετὰ δὲ τὸν παροξυσμὸν οὐκ ἀναγκαῖον ὀπώραις χρῆσθαι. τοῖς ἐξαίφνης εἰς τὸν κίνδυνον ἐμπεσοῦσιν οἴνου τε διδόναι θερμοῦ καὶ ἄρτου καὶ χόνδρου ἄλικος παντελῶς ὀλίγου. εἰ γὰρ ἤτοι πλέον δῴης ἢ δυσπεπτότερα σιτία τοῖς οὕτως ἔχουσι, πνιγήσονται. Πρὸς τοὺς δι’ ἔμφραξιν κυρίου μορίου λειποθυμοῦντας.[10]
114 τοῖς δὲ δι’ ἔμφραξιν κυρίου μορίου λειποθυμοῦσιν ὀξύμελι διδόναι καὶ τὰ δι’ ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ μέλιτος πόματα καὶ τροφὰς τμητικωτέρας. τὰ γὰρ παχέα καὶ γλίσχρα μεγάλην ἐπὶ τούτων ἐργάζεται βλάβην, ὅθεν καὶ ἀπέχεσθαι τούτων χρή, τρίβειν δὲ τὰ κῶλα καὶ διαδεῖν καὶ τοῖς οὐρητικοῖς πόμασι χρῆσθαι σελίνου πετροσελίνου δαύκου καὶ τοῖς ὁμοίοις. φανερᾶς δὲ τῆς ὠφελείας γιγνομένης καὶ οἴνῳ τῷ ὑδατώδει χρῆσθαι παλαιῷ. Πρὸς τοὺς δι’ ἀθρόαν κένωσίν τινα λειποθυμοῦντας.[5]
115 εἰ δὲ δι’ ἀθρόαν ἀποστήματος ῥῆξιν ἢ τομὴν ἢ κένωσιν, ὡς ἐν ὑδέροις, λειποθυμοῦσιν, ἐν μὲν τῷ παραυτίκα ὀσφραντοῖς ἀνακτήσασθαι, ὕστερον δὲ ῥοφήμασιν εὐπέπτοις τρέφειν. Πρὸς τοὺς διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν λειποθυμοῦντας.
116 εἰ δὲ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν ἢ ἔκπληξιν ἔκλυσις γένηται, ὀσφραντοῖς καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησάμενον ἐμεῖν ἀναγκάζειν. Περὶ καρδιακῶν καὶ βουλίμου ῥηθήσεται ἐν τῷ περὶ στομαχικῶν λόγῳ.
118 Περὶ τῆς ἐν πυρετοῖς κεφαλαλγίας Φιλουμένου. ἐπὶ τῶν ἐν πυρετοῖς κεφαλαλγούντων τὸ μὲν πολὺ φῶς παραιτητέον· πλήττει γὰρ τὴν ὅρασιν καὶ εἰς κίνησιν ἄγει τὰς μήνιγγας. ποδῶν δὲ ψηλαφίᾳ χρηστέον καὶ διακρατήσει τῶν ἄκρων καὶ διασφίγξει. παραιτητέον δὲ καὶ θερμασίαν ἀπὸ ἀνθράκων ἢ λύχνου ἢ ἡλίου καὶ καπνῶν καὶ τὰς ἀηδεῖς καὶ νοτίδος ἐμπεπλησμένας ὀδμὰς καὶ κραυγὰς καὶ ὀργὰς καὶ τὴν συνέχειαν τοῦ ποτοῦ καὶ διακλύσματος παραιτητέον· ἢ γὰρ αὐτόθεν ἀπὸ τοῦ στόματος εὐθὺς ἢ καθυγραινομένου τοῦ στομάχου πλῆθος ἀτμῶν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται ἤδη διάπυρον αὐτὴν οὖσαν. προηγουμένως δὲ ἐμβροχαῖς δαψιλεστέραις χρηστέον, ἐλαίῳ ὀμφακίνῳ ἢ ῥοδίνῳ τῷ καλλίστῳ χρώμενοι δι’ ἐρίου χειροπληθοῦς ἀναλαμβάνοντες καὶ τοῖς δακτύλοις ἐκθλίβοντες ἐξ ὕψους καὶ ὥσπερ κατακρουνίζοντες μετά τινος πληγῆς συμμέτρου. μὴ ἀντιπίπτοντος δὲ τοῦ περιέχοντος ψυχρὸν ἔστω τὸ ἐπίβρεγμα ἢ αὐτόθεν ἢ κατ’ ἐπιτήδευσιν ἡμετέραν. ἐπαυξηθείσης δὲ τῆς ὀδύνης, καὶ εἰς τὸ οὖς ἐγχείσθω τὸ ῥόδινον. τῆς δὲ ὥρας ἐπιτρεπούσης σοι καὶ μετά τινος ἐγκαύσεως ἐρείδοντος τοῦ πόνου χυλὸς ὠκίμου ἢ πολυγόνου ἢ ἡδυόσμου ἐκ τρίτου ἢ τετάρτου μέρους τῷ ῥοδίνῳ συμμεμίχθω. τότε δὲ καὶ ὄξους ὀλίγον αὐτοῖς συναναμεμίχθω ἐπιμελῶς, μάλιστα τὸ ἔχον ἕρπυλον ἡψημένον. ἐπιμενούσης δὲ τῆς ὀδύνης, ἐπὶ τὴν φλεβοτομίαν καταντητέον, εἰ μηδὲν ἕτερον εἴη τὸ κωλῦον. καὶ ὀσφραντὰ δὲ οὐκ ἀναρμόστως παραλαμβάνεται, μυρρίνη ῥόδα γλήχων, κατάπλασμα δὲ κατὰ τοῦ βρέγματος καὶ τοῦ μετώπου, πολύγονον λεῖον μετὰ πάλης ἀλφίτου καὶ σέρεως φύλλα μετὰ ἀρνογλώσσου. βιαίως δὲ τῆς περιωδυνίας ἐγκειμένης καὶ ὑοσκυάμου φύλλα χλωρὰ ἢ μήκωνος μετὰ ψιχῶν. βέλτιον δὲ τὰ πικρὰ ἀμύγδαλα βραχέντα καὶ λεπισθέντα καὶ μετὰ ψιχῶν ἐπιτιθέμενα κροτάφοις τε καὶ μετώπῳ. κάλλιστον δὲ καὶ ἀλόη καταχριομένη τῷ μετώπῳ μετ’ ὄξους ἢ κροκομάγματος. καὶ γῆς ἔντερα δὲ λειωθέντα ἐπιχρίεται καὶ θαυμαστῶς παρηγορεῖ τάχιστα. ἡ δὲ κοιλία εὔλυτος ἐπ’ αὐτῶν παρασκευαζέσθω. προσεπισκεπτέον μέντοι, μήπως ὁ στόμαχος σφοδρῶς ἐνοχλούμενος εἰς συμπάθειαν ἄγει τὴν κεφαλὴν, καὶ σπουδαστέον ἐμέτοις ἐκκενῶσαι τὰ λυποῦντα καὶ ῥῶσαι τὸν στόμαχον. Περὶ τῆς ἐν πυρετοῖς ἀγρυπνίας.[30]
119 Ἐκ τῶν Γαληνοῦ. ὑπερβαλλόντως δὲ ἀγρυπνούντων χεῖρας καὶ σκέλη διαδεσμεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἐπὶ τὸν ὕπνον τρέπεσθαι εἰώθασι, 〈καὶ ἐγρηγορέναι〉 κελεύομεν, ἀνοίγειν δὲ συνεχῶς καὶ μύειν τὰ βλέφαρα παραινοῦμεν, μέχρις ἂν ἱκανῶς κάμνωσιν, εἶτ’ ἐξαίφνης λύομεν τοὺς δεσμοὺς καὶ τὸν λύχνον αἴρομεν. ἡσυχίαν δὲ πολλὴν εἶναι κελεύομεν. Ἐκ τῶν Ἡροδότου καὶ Φιλουμένου περὶ ἀγρυπνίας ἐν πυρετοῖς.[5]
120 τοῖς δὲ προσκεφαλαίοις τῶν ἀγρυπνούντων ὑποθετέον κωδίας ἢ καὶ ῥίζας μήκωνος μελαίνης ἢ μῆλα μανδραγόρου ἢ ὑοσκυάμου καὶ ὀσφραντοῖς δὲ χρηστέον ταῖς τε μήκωσι χλωραῖς καὶ ταῖς καλουμέναις μηκωνίτισι θριδακίναις καὶ ἡδυόσμῳ καὶ κοριάνδρῳ καὶ ῥόδοις. ἡμεῖς δὲ ἀπληκτοτέρῳ χρώμεθα προσκλύσματι τοῦ προσώπου, τῷ ὕδατι ἐναφεψήσαντες κωδίας μελανὰς καὶ μελίλωτα ἢ καλαμίνθην ἢ γλήχωνα καὶ βέλτιον ποιεῖ· καὶ ὀσφραντὸν δὲ τοῦτο κάλλιστον· μήκωνος λευκῆς κωδιῶν πεφωγμένων μανδραγόρου ῥίζης φλοιοῦ τὸ ἴσον λεῖα ποιήσας καὶ φυράσας οἴνῳ καὶ ῥοδίνῳ βραχεῖ δίδου ὀσφραίνεσθαι. θυμιάματι δὲ ὑπνωτικῷ χρηστέον τούτῳ· στύρακος ἀμώμου ἀμμωνιακοῦ θυμιάματος βδελλίου Σκυθικοῦ μανδραγόρου ῥίζης φλοιοῦ ὀπίου ἴσον ἑκάστου σκεύαζε καὶ θυμία ἐπὶ ξύλων κυπαρισσίνων. παραδόξως δὲ ποιεῖ καὶ τὸ τῆς βερονίκης θυμίαμα ὑποθυμιώμενον ὁμοίως· ἄγει γὰρ εἰς ὕπνον· ἀναγέγραπται δὲ ἐν τῷ περὶ θηριακῶν λόγῳ, λέγω δὴ ἐν τῷ ιγ . μύρῳ δὲ ὑπνωτικῷ κέχρησο τούτῳ· στύρακος 𐆄 β σμύρνης 𐆄 β μανδραγόρου μήλων χυλοῦ 𐆄 α μανδραγόρου ῥίζης φλοιοῦ 𐆄 α ὑοσκυάμου σπέρματος μέλανος 𐆄 α μύρτων μελανῶν 𐆄 α ῥόδων ξηρῶν 𐆄 α ῥοδίνου ἐλαίου λι τρʹ α οἴνου παλαιοῦ εὐώδους τὸ ἀρκοῦν, κόψας σήσας λείου μετ’ οἴνου καὶ ἐπίβαλλε τὸ ἔλαιον καὶ ἑνώσας χρῶ χρίων τὸ μέτωπον καὶ τοὺς μυκτῆρας ἔνδοθεν καὶ ἔξωθεν. καταπλαστέον δὲ τὸ μέτωπον ἑρπύλῳ μετὰ μελιλώτου ἐν γλυκεῖ ἡψημένῃ. καρπὸς ὠκίμου καὶ ἀτρακτυλίδος καρπὸς ὑοσκυάμου καρπὸς καὶ τὰ φύλλα καὶ ἁλικακάβου ὁμοίως ποιεῖ. κατάχριε δὲ τὸ μέτωπον καὶ κύφει μετ’ οἴνου καὶ κροκομάγματι. εἰ δ’ ἐπιμένοι τὰ τῆς ἀγρυπνίας συμπτώματα, ἐπίχριε τὸ μέτωπον καὶ τοὺς κροτάφους τινὶ τῶν ἀνωδύνων τροχίσκων. κἂν μηδὲν ἀνύῃ, προειπόντας τὴν ἐν τῷ πράγματι δυσχέρειαν, οὕτως ποτίζειν τινὰ τῶν ἀνωδύνων. ἀλυπότερον δὲ καὶ τῇ γεύσει ἡδύτερον πάντων τῶν ὑπνοποιῶν φαρμάκων ἐστὶ τὸ διὰ τοῦ ἀφεψήματος τῶν κωδιῶν καὶ τοῦ μέλιτος συντιθέμενον, οὗ τὴν σύνθεσιν μετὰ βραχὺ ἐροῦμεν ἐν τῷδε τῷ λόγῳ. χρῶ δὲ καὶ καταπλάσματι καλλίστῳ τῷ διὰ φοινίκων βεβρεγμένων ἐν οἴνῳ καὶ σὺν ἀλφίτοις λειωθέντων μετὰ βραχέος ῥοδίνου ἢ μηλίνου· κατὰ τοῦ στήθους γὰρ ἐπιτεθὲν παρασκευάσει πως πρὸς τὸ καθυπνῶσαι. Περὶ καταφορᾶς ἐκ τῶν Ἡροδότου.[30]
121 τὴν μὲν τελείαν ἐπιμέλειαν τῶν καταφερομένων ἐν τῷ μετὰ τοῦτον λόγῳ, ἐν τῷ περὶ τὴν κεφαλὴν συνισταμένων παθῶν λόγῳ δηλωθήσεται, ἐν ᾧ καὶ περὶ φρενίτιδος διδάξομεν· νυνὶ δὲ ἀναγκαῖον εἰπεῖν, ὅπως ἄν τις πρὸς τὰ κατεπείγοντα συμπτώματα ἐνίστασθαι δυνήσεται. ἀποσπογγίζειν μὲν οὖν χρὴ τὸ πρόσωπον ὀξυκράτῳ μὴ πάνυ ψυχρῷ καὶ διακρατεῖν εὐτόνως τὰ ἄκρα. ὀσφραντὰ δὲ προσαγέσθω τὰ τμητικὴν δύναμιν ἔχοντα καὶ διεγερτικὴν καὶ μάλιστα τὸ καστόριον. κἀν ταῖς ἀνέσεσι δὲ σικυαζέσθωσαν ἐναργῶς κατὰ μεταφρένου καὶ ῥάχεως. ἐπιμενούσης δὲ τῆς νόσου καὶ πταρμικὰ ἐν ἀνέσει τῶν παροξυσμῶν προσαγέσθω. φυλακτέον δὲ καὶ τὰς τῶν λύχνων ὑποθέσεις· πληρωτικοὶ γάρ εἰσι τῆς κεφαλῆς. ἔστω δὲ καὶ ἡ τῶν σιτίων ὕλη τμητικὴ καὶ διαιρετική· διεγερτικὴν δὲ δύναμιν ἔχει καὶ ἐπ’ αὐτῶν προσαγόμενα ταῖς ῥισὶ καθ’ ἑαυτὰ καὶ μετ’ ὄξους τὰ ἐπὶ τῶν ληθαργικῶν ἐν τῷ μετὰ ταῦτα λόγῳ γραφησόμενα. Πῶς ἐπιμελητέον γλώσσης τραχύτητος ἐν πυρετοῖς.[10]
122 ἐν πυρετοῖς ἡ γλῶσσα ποτὲ μὲν ξηραίνεται καὶ δεῖται καθυγρασμοῦ, ποτὲ δὲ τραχύνεται μᾶλλον ἢ ἧσσον καὶ καταρρήγνυται ἢ μελαίνεται ἢ ἀνθρακώδης ἀποτελεῖται· ἐπιγίγνεται δὲ τῇ τῶν σπλάγχνων φλεγμονῇ. εἰ δ’ αὐτὴ μὲν ἡ γλῶττα, ὡς εἴρηται, πάσχει, μαλθακὰ δὲ εὑρίσκοιτο τὰ καθ’ ὑποχόνδρια, κινδυνῶδές ἐστι τὸ σημεῖον· ὑγραίνειν δὲ αὐτὴν χρὴ διακρατοῦντα τῷ στόματι λινοσπέρμου ἀφέψημα· βέλτιον δὲ ἐνεργεῖ μυξῶν τῷ λινοσπέρμῳ συγκαθηψημένων καὶ δάκτυλον δὲ τούτῳ τῷ χυλῷ βρέχοντες τὴν γλῶσσαν ἀνατρίψωμεν, συναποσύροντες καὶ τοὺς τοῖς ὀδοῦσι προσκαθημένους ἐπιπάγους. καὶ ἀποκλυζέσθωσαν ὕδατι καθαρῷ ἢ σπόγγῳ καθαρῷ ἀποματτέσθωσαν ἢ ὑδροροσάτῳ, εἶτα ῥοδίνῳ σπουδαίως ἐπαλειφέσθωσαν. καὶ αὐτὸ δὲ τὸ ῥόδινον μέλιτι συμμιγὲν σπουδαίως ἐνεργεῖ καὶ ὁ τῆς ἀνδράχνης δὲ χυλὸς διακρατηθεὶς ἐν τῷ στόματι καθυγραίνει τοὺς τόπους. καὶ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα ὕδατι ἢ μελικράτῳ μιγεὶς καὶ δαμασκηνοῦ δὲ ἢ μυξαρίων τὸ ὀστέον κατεχόμενον ἐν τῷ στόματι παραμυθεῖται. πολλάκις δὲ θριδακίνης καυλὸν διαγλύψαντες ἡλίκον πυρῆνα ἐλαίας ἢ ἐκ τῆς τοῦ συμφύτου ῥίζης διακρατεῖν ἐδώκαμεν, καὶ τὸ δέον ἐποίησεν. ἔστωσαν δὲ καὶ αἱ προσφοραὶ τῆς τροφῆς ἄδηκτοι καὶ ἄστυφοι παντάπασι καὶ λεῖαι καὶ ῥοφηματώδεις. εἰ δὲ καὶ τὰ ὑποχόνδρια ἐν φλεγμονῇ εἴη, τούτων τὴν ἐπιμέλειαν ποιεῖσθαι. ἀρχὴ γὰρ καὶ τελευτὴ τῶν ἐντοσθιδίων ἐστὶν ἡ γλῶττα. εἰ δὲ ἐπὶ πολὺ ἡ τραχύτης ἐπιμένει τῆς γλώττης, χήνειον στέαρ εἰ παρείη, εἰ δὲ μή, ὀρνίθειον, βέλτιον δὲ φασιανικὸν τήξας ἐπὶ διπλώματι καὶ δάκτυλον βρέχων ἀνάτριβε τὴν γλῶτταν ἱκανῶς. εἰ δὲ ἐπιμένοι ἡ τραχύτης, βουτύρῳ προσφάτῳ ὁμοίως χρῶ. ποιεῖ κάλλιστα, ὅπερ οὐ χρὴ κατ’ ἀρχὰς παραλαμβάνειν. Πῶς δίψος θεραπευτέον.[25]
123 Φιλουμένου. τὸ δίψος διττῶς γίνεται, τὸ μὲν γὰρ ὑγρότητος ἐνδείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητος. ἐπὶ μὲν οὖν τῶν πυρεττόντων τὰ ἀμφότερα λυπεῖ· καὶ γὰρ ἡ θερμότης πολλὴ ἐπὶ τούτων καὶ ξηρότης ἐπιγίγνεται δαπανωμένης τῆς πολλῆς ὑγρότητος τῇ βίᾳ τοῦ πυρετοῦ. εἰ μὲν οὖν ἀβλαβὲς ἦν αὐτοῖς πίνειν ὅτε θέλουσιν, ἄντικρυς ταύτην οὖσαν τοῦ δίψους θεραπείαν παρελαμβάνομεν ἄν. ἐπεὶ δὲ καὶ μέτρον καὶ καιροὺς ὁρίζειν δεῖ τοῦ ποτοῦ, παρηγορίας τινὰς ἐπινοητέον τοῦ δίψους· τὸ γὰρ ἀκαίρως παραληφθὲν πόμα οὐ μόνον οὐκ ἔσβεσε τὸ δίψος, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπέτεινεν. ἐν γὰρ ταῖς τῶν παροξυσμῶν ἀρχαῖς αἱ ἀνάπτουσαι τοὺς πυρετοὺς ὗλαι πᾶσαι παρὰ τὸ βάθος νεύουσι καὶ τούτου χάριν τὴν δίψαν ἐπιτείνουσι. δοθὲν δὲ τῷ καιρῷ ἐκείνῳ τὸ πόμα νικᾶται ὑπὸ τοῦ πλήθους τῆς ὕλης καὶ συμμοχθηρευόμενον προσθήκη γίγνεται τῷ κακῷ· ὅθεν ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἀναβάσεσι δεῖ κωλύειν τὴν δόσιν τοῦ ποτοῦ, ἐν δὲ ταῖς ἀκμαῖς κλύσμασι πρῶτον καὶ ἀναγαργαρίσμασι πραΰνειν τὸν αὐχμὸν τοῦ στόματος. εἶτα ἀρχομένης τῆς παρακμῆς διδόναι τὸ ποτόν, ἐν δὲ τῇ ἀνέσει καὶ μὴ βουλομένους ἐνίοτε ἀναγκάζειν προσενέγκασθαι, ἵνα μὴ ἐνδεεῖς ὑγροῦ τῇ ἐπισημασίᾳ παραδοθέντες ἀναξηρανθῶσί τε καὶ ἐγκαυθῶσι. παρηγορεῖν δέ πως τὸ δίψος χρὴ ἐμβροχαῖς ψυχροτάτου ἐλαίου ἢ ῥοδίνου μετὰ κρουνισμοῦ γιγνομέναις. καὶ τὰ ἐπὶ τῶν καύσων προειρημένα βοηθήματα καὶ ἐν τῷ στόματι δὲ διακρατούμενα τὰ ἐπὶ τῆς τραχύτητος τῆς γλώττης προειρημένα παρηγορικὰ τοῦ δίψους γίγνεται. πάντων δὲ ἄμεινον ποιεῖ τὸ τῆς θρίδακος σπέρμα διαμασηθὲν καὶ ἡ γλυκεῖα λεγομένη ῥίζα καὶ τὸ τοῦ σικύου σπέρμα. δεῖ δὲ μετὰ τὴν τῶν τοιούτων διαμάσησιν διακομίζεσθαι καὶ ἀναγαργαρίζεσθαι. καὶ αἱ τροφαὶ δὲ πᾶσαι ἔστωσαν ὑγραντικαί. Ἐκ τῶν Διοσκορίδου καταπότιον ἄδιψον. σικύου σπέρμα 𐅻 η τραγακάνθης 𐅻 δ , κόψας σήσας τὴν τραγάκανθαν διάλυε ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ καὶ συλλεάνας ἅμα ἀνάπλαττε καταπότια καὶ ξήραινε ἐν σκιᾷ καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπίνειν δίδου δὲ καταρροφεῖν καὶ ἀπόβρεγμα μήλων κυδωνίων ἢ ἀπίων ἢ ὀμφακίου χυλὸν ἢ ὑδρορόσατον ἢ ῥοδόμελι μεθ’ ὕδατος θερμοῦ. ἐπὶ δὲ τῶν ὑγιαινόντων τοῦ μὲν διὰ ξηρότητα γιγνομένου δίψους ἴαμα ὕπνος· πέττει γὰρ τοὺς χυμούς. τοῦ δὲ διὰ θερμότητα δίψους ἴαμα ἐγρήγορσις. περὶ γὰρ τὴν ἐπιφάνειαν ἐξαπλοῦται τὸ θερμὸν ἐν ταῖς ἐγρηγόρσεσι. τοῦ δὲ διὰ θερμότητα τῶν ἐδηδεσμένων ἢ διὰ πλείονα οἰνοποσίαν γιγνομένου δίψους ἴαμα τὸ ψυχρὸν πόμα. Περὶ ὠταλγίας ἐν πυρετοῖς ἐκ τῶν Φιλουμένου.[35]
124 γίγνεται ὠταλγία ἐν πυρετοῖς ἢ αὐτὴ προκατάρχουσα τοῦ πυρετοῦ ἢ ἐπιγιγνομένη καὶ κινδυνωδεστέρους ἀποτελοῦσα τοὺς πυρετούς· ἐπιγίγνονται δὲ τῇ φλεγμονῇ καὶ ἀγρυπνίαι, εἰ δ’ ἐπιμένοι καὶ ἐκστάσεις. Ἱπποκράτης δὲ καὶ ἀναιρετικὰς ἱστορεῖ γίγνεσθαι τὰς ἐπὶ τούτων ἀλγηδόνας. μετρίας μὲν οὔσης τῆς ὀδύνης καὶ ἐν ἀρχῇ ταῖς μὲν ἀκοαῖς ῥόδινον χλιαρὸν ἐνστάζειν ἢ τὸ λευκὸν καὶ ὑδαρὲς τοῦ ὠοῦ μετὰ γάλακτος γυναικείου, ἔξωθεν δὲ σκέπειν πιλήματι ἐλαιοβραχεῖ, ἐν ᾧ ἄνηθον ἐναφέψηται καὶ ἐμβρέχειν τὴν κεφαλὴν διὰ ῥοδίνου ἢ ὀμφακίνου ἐλαίου. ἐπιτεινομένης δὲ τῆς ὀδύνης ἐπὶ πολὺ καὶ φλεβοτομίαν παραληπτέον καὶ τὴν κοιλίαν ἐρεθιστέον, ἔπειτα καὶ καταπλάσσειν ἔξωθεν κατὰ τῶν κύκλῳ τῆς ἀκοῆς τόπων δι’ ἄρτου ἢ λινοσπέρμου, συλλεαινομένων χλωρῶν φύλλων ὑοσκυάμου ἢ μήκωνος. βούτυρον δὲ ἀντὶ ἐλαίου τῷ καταπλάσματι ἐμβλητέον. κατὰ δὲ τοὺς τῶν ἀλγημάτων παροξυσμοὺς πυριᾶν χρὴ τοὺς τόπους διὰ σπόγγων ἐξ ὑδρελαίου θερμοῦ μέχρι ἀπονίας· σφόδρα γὰρ παρηγοροῦσι καὶ πάλιν καταπλαστέον τοῖς εἰρημένοις καὶ ἐνστακτέον τῇ ἀκοῇ ἀμυγδάλινον ἔλαιον ἢ ῥόδινον ἐν κωδίᾳ μήκωνος τεθερμασμένον ἐπὶ θερμοσποδίᾳ ἢ γῆς ἔντερα ἐναφεψήσας τῷ ῥοδίνῳ ἔνσταζε ἢ τοὺς ὑπὸ τὰς ὑδρίας ὄνους ἢ ἀράχνας. Διαπυήσαντος ὠτὸς θεραπεία καὶ δυσηκοΐας.[15]
125 διαπυησάσης δὲ τῆς φλεγμονῆς καὶ ῥήξεως ἀπαντησάσης διὰ τοῦ πόρου δι’ ἐρίου μηλωτρίδι περιειλημμένου κομισάμενοι τὸ πῦον κλύζομεν μελικράτῳ πρότερον, ἔπειτα οἰνομέλιτι, ἔπειτα ὀξυμέλιτι, ἀφρονίτρου προσπλέξαντες τῷ ὀξυμέλιτι βραχύ· ἐνθήσωμεν δὲ τῷ πόρῳ ἀναλαμβάνοντες ἐρίῳ τὸ ἡμέτερον φάρμακον ἄκρως ἐνεργοῦν· ἔστι δὲ στυπτηρία ὑγρὰ καὶ μέλι καὶ ῥόδινον ἴσα ἐπ’ ὀλίγον καθηψημένα. κάλλιστα δὲ ἐνεργεῖ καὶ ὁ τοῦ Μοῦσα τροχίσκος ἀνιέμενος ἑψήματι καλλίστῳ καὶ ὄξει ὀλίγῳ. περὶ δὲ τῶν συμβαινόντων ἤχων καὶ δυσηκοϊῶν εἰρήσεται ἐν τοῖς καθολικοῖς βοηθήμασιν. εἰδέναι μέντοι χρὴ κάκιστον εἶναι σημεῖον ἐν τοῖς ὀξέσι πυρετοῖς τὴν δυσηκοΐαν· ληθάργους γὰρ ἢ κατόχους ἢ παρωτίδας ὀλεθρίους ἢ ἄλλως τινὰ κίνδυνον προμηνύει. σπανίως δὲ παρέμεινεν ἡ δυσηκοΐα τινὶ τῶν περιγιγνομένων τῆς νόσου, ἀλλ’ ὁμοῦ συναποκατέστη τῇ νόσῳ. καὶ γὰρ ἐνίοτε περιοδίζει κατὰ μὲν τοὺς παροξυσμοὺς ἐπιτεινομένη ἡ δυσηκοΐα, ἐν δὲ ταῖς ἀνέσεσιν συναποκαθισταμένη, ὅτε οὐ δεῖ ἐνοχλεῖν τῷ ἀκουστικῷ πόρῳ, ἀλλὰ τὴν κεφαλὴν μόνην ἐμβρέχειν τοῖς πρὸς κεφαλαλγίαν ἐν πυρετοῖς ἁρμόζουσιν. Περὶ ὀφθαλμίας ἐν πυρετοῖς ἐκ τῶν Φιλουμένου.[15]
126 ἐν πυρετοῖς γιγνομένης ὀφθαλμίας ἀπέχεσθαι δεῖ παντοίας φαρμακείας, ἐγχυματίζειν δὲ ὠοῦ τῷ λευκῷ καὶ γάλακτι καὶ ἐπιχρίειν ἔξωθεν τῷ γλαυκίῳ ἢ τῷ Νείλου διαρρόδῳ ἢ ἑτέρῳ τινὶ τῶν διὰ κρόκου ἀποκρουομένων τοὺς ῥευματισμοὺς μετὰ τοῦ ἐμψύχειν. περιωδυνίας δὲ σφοδρᾶς γιγνομένης πυριᾶν διὰ σπόγγων καὶ πτύγματα ὠοβραχῆ ἐπιτιθέναι κατὰ τὸ ἔθος. εἰ δ’ ἐπιτείνοιτο ἡ ὀδύνη καὶ καταπλάσσειν ἄρτον βεβρεγμένον ἐν ἀφεψήματι κωδιῶν καὶ μελιλώτων μετὰ ὠοῦ λεκίθου ὀπτῆς ἢ ἑφθῆς καὶ βραχέος ῥοδίνου ἢ ψύλλιον ζέοντι ὕδατι βρέχων ἐπιτίθει. διαπυησάσης δὲ τῆς φλεγμονῆς χρηστέον τοῖς ἀνωδύνοις κολλυρίοις. Περὶ ἀμαυρώσεως τῆς ἐκ νοσημάτων γιγνομένης.[10]
127 γίγνεται περὶ τὰς λύσεις τῶν νοσημάτων ἢ καὶ ἐν ταῖς ἀναλήψεσι περὶ τοὺς ὀφθαλμοὺς ἀμφοτέρους ἢ τὸν ἕτερον ἀμαύρωσις, ὥστε μόγις ὁρᾶν ὥσπερ δι’ ὁμίχλης· ἐνίοτε δὲ καί τινα προφαίνεσθαι πρὸ τῶν ὀφθαλμῶν δοκεῖ, οἷον θριξὶν ὅμοια· κατανοούμενοι δὲ οἱ ὀφθαλμοὶ καθαροὶ φαίνονται. κατὰ τὸ σπανιώτατον δὲ ἐν ταύταις ταῖς περιστάσεσιν ἢ μικρότερος ὁ κύκλος τῆς κόρης ἢ πλατύτερος εὑρίσκεται. τὸ δὲ τῆς ἀμαυρώσεως σύμπτωμα ὡς ἐπὶ τὸ πλεῖστον ὀνειρωγμοῦ προηγησαμένου κατὰ τὴν ἀπόλυσιν τῆς νόσου ἢ τὴν ἀνάληψιν παραχρῆμα ἐπέπεσε καί ἐστι σημεῖον ἀτονίας τοῦ ὀπτικοῦ πνεύματος καὶ τοῦ νευρώδους. τῇ γοῦν τελείᾳ τοῦ σώματος ἀναρρώσει ὁλόκληρος ἀποδίδοται καὶ ἡ τῆς ὁράσεως ἐνέργεια· διὸ δεῖ τοπικῶν μὲν ἀπέχεσθαι βοηθημάτων μήτε πυριῶντες μήτε ὑπαλείφοντες. ἀναληπτικῇ δὲ τοῦ παντὸς σώματος ἀγωγῇ χρωμένους διορθοῦσθαι τὸ σύμπτωμα. Θεραπεία ἐφ’ ὧν στάξις αἵματος ἀπὸ ῥινῶν ἐν πυρετοῖς παρακολουθεῖ.[10]
128 Ἐκ τῶν Φιλουμένου. τὴν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ἐν πυρετοῖς γιγνομένην ἐκ τῶν ῥινῶν στάξιν τοῦ αἵματος κάκιστον σημεῖον Ἱπποκράτης λέγει· πλῆθος γὰρ δηλοῖ ἐν ὅλῳ τῷ σώματι ἢ ἐν τῇ κεφαλῇ. ἀποστάζει δὲ τὸ αἷμα ἢ διὰ θλῖψιν ἢ διὰ πύκνωσιν τῶν πόρων. ἡ δὲ πλείων ἔκκρισις ἱκανή ἐστι καὶ χαλάσαι καὶ μειῶσαι τὸ πλῆθος. κατὰ βραχὺ οὖν ποιῆσαι χρὴ τὴν κένωσιν ἐκεῖθεν μᾶλλον, ὅθεν ἡ φύσις ὥρμησεν. ταῦτα ἐπιλογισάμενος ἐτόλμησα ἐπὶ τῶν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γιγνομένων ἀποστάξεων διὰ κλωνίου ἀγρώστεως, ὡς ἔθος, τρῶσαι τὰ ἐν τοῖς μυξωτῆρσιν ἀγγεῖα. δεῖ δὲ μὴ ἀρκεῖσθαι ὀλίγῃ ῥύσει, ἀλλὰ πρὸς δύναμιν ἀφαιρεῖν· κενώσεως δὲ ἱκανῆς γενομένης στέλλειν, ὡς ἔθος. Πῶς κύστεως ἐπιμελητέον καὶ δυσουρίας.[10]
129 Ἐν πυρετοῖς ἐκ τῶν Φιλουμένου. ἐν ἀρχῇ τῶν πονηροτάτων πυρετῶν καὶ τοῦτο ἐπιφαίνεται τὸ σύμπτωμα, ὥστε τὴν κύστιν ἀλγεῖν καὶ κατὰ βραχὺ τὸ οὖρον προίεσθαι καὶ μετ’ ὀδύνης, καὶ οὐ μόνον ὀχληρόν ἐστιν, ἀλλὰ καὶ σημεῖον τοῦ ὅλον πεπονθέναι τὸ νευρῶδες. ἔτι γὰρ τὸ πᾶν σῶμα ἀνάμεστον ὑπάρχον ὠμοτέρων χυμῶν, συρρεῖ ἐξ αὐτοῦ ἀθρόον πλῆθος εἰς τὴν κύστιν καὶ διαταθεῖσα ἐπὶ πλέον ἀνενέργητος γίγνεται κίνδυνόν τε τὸν ἐξ ἰσχουρίας ἐπιφέρει. κατ’ ἐπιγαστρίου μὲν οὖν καὶ κτενὸς καὶ βουβώνων καθαρὸν ἔριον ἐπικείσθω γλυκεῖ ἐλαίῳ θερμῷ βεβρεγμένον ἢ Σικυωνίῳ. βέλτιον δὲ εἰ καὶ πήγανον εἴη ἐναφηψημένον τῷ ἐλαίῳ καὶ ἄνηθον καὶ σελίνου σπέρμα ἢ κύμινον λεῖον ἐμπάσσειν τῷ ἐρίῳ. εἰ δ’ ἐπείγοι τὰ τῆς ὀδύνης, καὶ καταπλάσματα μετὰ τὰς ἐμβροχὰς παραλαμβανέσθω καὶ εἰς τὸ ἀπευθυσμένον ἔλαιον δι’ ἀφεψήματος τήλεως σὺν βουτύρῳ ἐνιέσθω· ἐπὶ δὲ γυναικῶν καὶ εἰς τὴν μήτραν καὶ εἰς τὸ ἀπευθυσμένον. εἰ δὲ φλεγμονὴ κατεπείγοι καὶ ἔρευθος μετὰ πλείστης θερμασίας κατὰ τὸ ἐπιγάστριον εἴη, καὶ φλεβοτομίαν παραλαμβάνειν. δίαιτα δὲ ἔστω λεπτὴ καὶ ἀκριβὴς ῥοφήμασι χρωμένοις πτισσάνης ἢ τοῖς πλυτοῖς χόνδροις ἐκ μελικράτου ἢ ὠοῖς ῥοφητοῖς. μετὰ δὲ ταῦτα καὶ ψίχες καλῶς ἀποπλυθεῖσαι διδόσθωσαν· ἔπειτα μαλάχη τριπτὴ παραλαμβανέσθω καὶ κεφαλωτὸν πράσον πλείοσι καθηψημένον ὕδασι καὶ ἰχθύες οἱ ἁπαλώτατοι. ἐγκαθίσματα δὲ ἐπιτηδευέσθω ἄχρις ὀμφαλοῦ καὶ ὀσφύος ὅλης δι’ ἀφεψήματος ἀρτεμισίας τήλεως γλήχωνος ἐμβαλλομένου καὶ ἐλαίου πρὸς τὴν τοῦ ἔτους ὥραν. χρόνου δὲ προιόντος, καστόριον ἐμπασσέσθω τοῖς πιλήμασι· πόμα δὲ τοῖς οὕτω κάμνουσιν ἐπιτηδειότατόν ἐστι μετὰ τὸ παύσασθαι τὴν ἐπίδοσιν τὸ διὰ τοῦ ἡμέρου σικύου σπέρμα· προβραχὲν δὲ λεπίζεται, εἶτα τριφθὲν δίδοται μεθ’ ὕδατος κυάθων τριῶν, ὅσον κοχλιάρια δύο καὶ κινεῖ μὲν τὴν οὔρησιν ἀλύπως, τὰς δὲ περιωδυνίας παραχρῆμα λύει. τῶν μέντοι ἄλλων διουρητικῶν, ἐφ’ ὅσον οἱ πυρετοὶ διαμένουσιν, ἀποχὴ πᾶσα ἔστω, ἵνα μὴ πλῆθος οὔρων συνδιδόμενον εἰς τὴν κύστιν καὶ περιτεῖνον ἐπιτείνῃ τὸ σύμπτωμα. Πῶς ἐπιμελητέον τῶν περὶ τὴν ὀσφὺν ἀλγημάτων.[30]
130 Ἐκ τῶν Φιλουμένου. ὀσφύος ἀλγήματα γίγνεται ὡς ἐπὶ τὸ πλεῖστον ἐν πυρετοῖς πονηροῖς εὐθὺς ἀπ’ ἀρχῆς καὶ παραμένοντα μεγίστας ἐνοχλήσεις ἐπιφέρει καὶ αἰφνιδίως ἀφανισθέντα κινδυνωδεστέραν ἔσεσθαι τὴν νόσον προμηνύει. περὶ μὲν οὖν τὰς πρώτας ἡμέρας ἐμβροχῇ δι’ οἰνελαίου χρηστέον λιπαρωτέρου, ἔπειτα ἀφρόνιτρον καὶ γλυκὺν τεθαλασσωμένον καὶ ἔλαιον ἅμα ἡνωμένα ἐπιρρίπτειν τοῖς τόποις δι’ ἐρίων οἰσυπηρῶν. αἱ δὲ τοιαῦται ἐμβροχαὶ τὸ μὲν σφοδρὸν τῆς ὀδύνης παρηγοροῦσιν, οὐκ ἀναιροῦσι δὲ εἰς τὸ παντελὲς τὸν πόνον. προβαίνοντος δὲ τοῦ χρόνου φλεβοτομίᾳ χρηστέον, ἔπειτα σικυαστέον τὸν τόπον. μετὰ δὲ ταῦτα κατάπλασμα σκευάσαντες τὸ διὰ λινοσπέρμου καὶ τήλεως καὶ ἐμβαλόντες εἰς μάρσιπον ὑποθήσομεν τοῖς ἰσχίοις, ὥστε ἐπ’ αὐτῷ τὴν κατάκλισιν εἶναι τῆς ὀσφύος· ἔπειτα ἐμβρέχειν δι’ ἐλαίου πηγανίνου καὶ κηρωταῖς χρῆσθαι διὰ Κυπρίνου γεγενημέναις. ἡ δὲ γαστὴρ ἐξ ἀρχῆς εὔλυτος διὰ τῶν τροφῶν παρασκευαζέσθω. σφόδρα δὲ αὐτοὺς ὠφελεῖ καὶ κλυστὴρ δι’ ἀφεψήματος σικύου ἀγρίου καὶ μέλιτος μόνου ἐνιέμενος· κενοῖ γὰρ φλέγμα καὶ κουφίζει τάχιστα, εἰ μὴ σφοδρὸς εἴη ὁ πυρετός. Τῆς περὶ τὸ ἱερὸν ὀστέον ἐν πυρετοῖς γιγνομένης ἑλκώσεως θεραπεία ἐκ τῶν Φιλουμένου.[15]
131 ἐν τοῖς χρονίοις καὶ ἄλλως τὴν ἕξιν ἐκτήκουσι πυρετοῖς, περιδαπανηθείσης τῆς σαρκὸς ἐπὶ ψιλῶν τῶν ὀστέων ἡ ἀνάκλισις γίνεται καὶ μάλιστα αὐτῶν τὰ ἐξέχοντα καὶ δυσαλθεῖς ἑλκώσεις ἀναδέχεται καὶ ἐπωδύνους διὰ τὸ σύρεσθαι κατὰ τῶν ὑποστρωμάτων. οὐ μόνον δὲ διὰ τὸ δυσίατον χαλεπὰς συμβέβηκεν εἶναι τὰς ἑλκώσεις· πλατυνόμεναι γὰρ καὶ βαθυνόμεναι καὶ παχέα τὰ χείλη τρέφουσαι νέμονται καὶ μέχρι ψιλώσεως προίασιν, ἀλλὰ δὴ καὶ παρασημειώσεως πρὸς τῶν ἀρχαίων τετύχηκεν, ὡς ὀλέθρου οὖσαν τὴν διάθεσιν μηνυτικήν· διόπερ πρὶν εἰς ἀνήκεστον ἥκειν, ἐσπουδακέναι δεῖ περὶ τὴν ἐπιμέλειαν αὐτῆς. τὸ μὲν πρῶτον ἡνίκα ἄρχεται ὁ τόπος ἐνερευθὴς καὶ ἐπαλγὴς γίνεσθαι, κύκλον ἐξ ἐρίου ποιήσαντες εὐμεγέθη ὑποθήσομεν τῷ τόπῳ, ἵνα διὰ κενοῦ τὸ πάσχον μέρος ἑδρασθὲν ἀπαλλαγῇ τοῦ θλίβεσθαι καὶ ἀταλαίπωρος ἡ κατάκλισις γένηται. μετὰ δὲ ταῦτα τὴν διὰ ῥοδίνου ἢ μυρσίνου κηρωτὴν σκευάσαντες ἔχουσαν λιθάργυρον ψιμύθιον κριθὰς κεκαυμένας ἐπιθήσομεν, ὑποκειμένου δηλονότι τοῦ κύκλου ἐξ ἐρίου. ταὐτὸν δὲ ποιοῦσι καὶ αἱ ἑδρικαὶ πᾶσαι κηρωταὶ καὶ ἔτι μᾶλλον τὸ ὑφιζάνον ἐν τοῖς χαλκίοις, ἐν οἷς τὸ ὕδωρ ἕψεται, ὃ προσκάθηται ὡς ὄστρακον τοῖς πυθμέσιν αὐτῶν, μιγνύμενον κηρωτῇ ῥοδίνῃ, εὑρίσκεται δὲ πλῆθος ἐν τοῖς τῶν βαλανείων χαλκίοις, καὶ τὸ διὰ μέλιτος ἴσα λαμβάνον τὰ τέσσαρα, λιθάργυρον ἔλαιον κηρὸν μέλι· ἀναλύεται δὲ ῥοδίνῳ καὶ ποιεῖ παραδόξως. παραλαμβανέσθω δὲ καὶ πυρία διὰ σπόγγων. φλεγμονῆς δέ ποτε γενομένης ἄρτῳ καταπλαστέον τοὺς τόπους μετὰ στρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώσσου ἢ κράμβης φύλλοις· εἰ δὲ νομώδης ἡ ἕλκωσις γένοιτο, φακῷ ἑφθῷ μετὰ σιδίων καταπλασσέσθω. καὶ φαρμάκοις ποτὲ χρηστέον τοῖς πρὸς νομὰς πεποιημένοις, ἀνιεμένοις διὰ ῥοδίνου καὶ τῇ ἐπιγόνου χλωρᾷ καὶ τῷ κόρακι ἢ τῷ Ἄνδρωνος τροχίσκῳ ἢ τῷ Μούσα μεθ’ ἑψήματος. τῆς δὲ νομῆς σταλείσης τοῖς πραοτέροις κοινοῖς βοηθήμασι χρηστέον. Θεραπεία τῆς περὶ τὸ ὄσχεον καὶ δακτύλιον ἑλκώσεως ἐν πυρετοῖς ἐκ τῶν Φιλουμένου.[25]
132 πολλάκις ἐπὶ τῶν νοσούντων ἑλκοῦται τὰ μέρη ταῦτα, ποτὲ μὲν διὰ μόνην τὴν ἀμέλειαν, ποτὲ δὲ καὶ ὑπὸ φαύλων καὶ δριμέων χυμῶν καὶ κακοήθων πυρετῶν. εὑρεῖν γοῦν ἐστι τοὺς οὕτω πάσχοντας καὶ τὴν φρόνησιν βεβλαμμένους καὶ μηδὲ παρακολουθοῦντας τῇ ὀδύνῃ μηδὲ ἀντιλαμβανομένους τῆς πυρώσεως, εἰ μὴ ὁ ἐπιμελούμενος αὐτῶν ἐκ τῆς ὀδμῆς διαγινώσκει. πρῶτον μὲν οὖν ἀποσπογγισμῷ τῶν τόπων χρηστέον ἐξ ὕδατος θερμοῦ προσηνοῦς, ἔπειτα ἀλειπτέον μυρσίνῳ ἢ ῥοδίνῳ ἐλαίῳ καὶ μετὰ ταῦτα διαπαστέον τὸ ὄσχεον μυρσίνῃ ξηρᾷ λειοτάτῃ, ἔπειτα ἐπιχριστέον ὠῷ δεδευμένῳ μετὰ ψιμυθίου καὶ ῥοδίνου ἐλαχίστου ἢ μυρσίνου, ὅπως μὴ ἀναξηραίνοιτο· εἰ δ’ ἀνέχοιτο τοῦ μολυσμοῦ τῶν ἐπιχρίστων, κηρωτὴν σκευαστέον τρυφερὰν διὰ ῥοδίνου ψιμύθιον ἔχουσαν ἢ λιθάργυρον καὶ λεκίθους ὠῶν ἑφθάς. ἁρμόζει δὲ καὶ ἡ βουτυρίνη κηρωτὴ καὶ ἡ διὰ στέατος χηνείου ἢ ὀρνιθείου συντιθεμένη καὶ ἡ διὰ κριθῶν καὶ αἱ ἑδρικαὶ πᾶσαι. εἰ δὲ νομὴ ἐπιγένοιτο, χρηστέον τῇ προειρημένῃ ἐπὶ τῆς τοῦ ἱεροῦ ὀστοῦ ἑλκώσεως ἐπιμελείᾳ. τὰς δὲ τροφὰς γλυκυτέρας αὐτοῖς προσενεκτέον ἐστοχασμένως ποιοῦντας τὴν μίξιν τῶν γλυκέων διὰ τοὺς ἐνοχλοῦντας πυρετούς, καὶ τῆς κοιλίας δὲ ἐπιμελητέον, μάλιστα τῶν περὶ τὴν ἕδραν τόπων κουφιζομένων. Τίς ἐπιμέλεια τῶν ἐν πυρετοῖς ἐξανθημάτων ἐν ὅλῳ τῷ σώματι ἢ ἔν τισι μέρεσι.[20]
133 Ἐκ τῶν Ἡροδότου. ἐπὶ τῶν πυρεττόντων συνεχέστατα γίγνεται ἐξανθήματα περὶ τὰ χείλη καὶ τὰς ῥῖνας περὶ τὰς λύσεις τῶν πυρετῶν ὡς ἐπίπαν, κατ’ ἀρχὰς δὲ τῶν πυρετῶν οὐ τῶν ἁπλουστέρων, ἀλλὰ τῶν κακοχυμοτέρων περὶ ὅλον τὸ σῶμα ἢ τοῖς πλείστοις αὐτοῦ μέρεσιν ἐξανθήματα γίνεταί τισι μώλωψιν ἐμφερῆ τοῖς ἀπὸ κωνώπων δήγμασιν. ἐν δὲ τοῖς κακοηθεστέροις καὶ λοιμώδεσι πυρετοῖς ἑλκώδη ταῦτα γίγνεται, τινὰ δὲ καὶ ἄνθραξι παραπλήσια. πάντα δὲ πλήθους διεφθορότος καὶ τὴν ἕξιν διαβιβρώσκοντος χυμοῦ ἐστι σημεῖα· τὰ δὲ ἐν προσώπῳ γιγνόμενα κακοηθέστερα πάντων ἐστί· χείρω δὲ τὰ πλείονα τῶν ἐλαττόνων καὶ τὰ μείζονα τῶν βραχυτέρων καὶ τὰ ταχέως ἀφανιζόμενα τῶν πλείονα χρόνον ἐπιμενόντων, χείρω δὲ τὰ πυροῦντα τῶν κνησμοὺς ἐπιφερόντων. καὶ τὰ μὲν ἐπιγιγνόμενα τῆς κοιλίας ἐφεστώσης καὶ μέτρια τὰ διαχωρήματα ποιούσης ἀγαθά, τὰ δὲ ῥεούσης τῆς κοιλίας γινόμενα καὶ ἐμέτων ἐνοχλούντων πονηρά· εἰ δ’ ἐπιγενόμενα ξηραίνοι τὴν κοιλίαν, ἀγαθά. παρέπονται δὲ τοῖς ἐξανθήμασι κακοήθειαι τῶν πυρετῶν, ἐκ τοῦ πλείστου δὲ καὶ συγκοπαί. τὰ μὲν οὖν περὶ τὰς λύσεις τῶν ἁπλουστέρων πυρετῶν γιγνόμενα περὶ τὰ χείλη καὶ τὰς ῥῖνας ῥοδίνῳ χριστέον κατ’ ἰδίαν ἢ μετὰ ψιμυθίου ἢ λιθαργύρου. ἁρμόζει δὲ καὶ ὁ διὰ κρόκου καὶ σμύρνης καὶ στυπτηρίας τροχίσκος, ὃν ἶριν ὀνομάζουσι, καὶ ὁ μέλας ὁ λαμβάνων ἴσα κροκομάγματος καὶ βαλαυστίου καὶ χαλκάνθου καὶ σμύρνης καὶ ἀλόης· οἴνῳ δὲ λειοῦται ὡς κολλύριον καὶ ἀναπλάττεται εἰς τροχίσκους καὶ ἐπὶ τῆς χρείας σὺν ὕδατι ἢ γάλακτι ἐπιχρίεται ἢ σὺν οἴνῳ, ἐπὰν ἐπιτεῖναι τὴν στύψιν βουλώμεθα. κατακολλάσθω δὲ μετὰ τὴν ἐπίχρισιν καὶ χωρὶς ταύτης ὑμὴν ἢ ὁ πρὸς τῷ τοῦ φοίνικος ὀστῷ ἢ ὠοῦ. τὰ δὲ περὶ τὸ ἄλλο σῶμα γιγνόμενα ἐξανθήματα μωλωπίζοντα ἰᾶσθαι χρὴ φλεβοτομοῦντας κατ’ ἀρχάς, εἰ μηδὲν κωλύοι. εἴωθε γὰρ ἀποστραφέντα κινδύνους ἐπιφέρειν, εἰ μὴ δι’ ἐμέτων ἢ κοιλίας ἡ δριμύτης ὑπεξέλθοι. διὸ καὶ τὴν κοιλίαν διὰ πτισσάνης χυλοῦ καὶ ὠῶν καὶ χαμαιμηλίνου ἐλαίου μαλακτέον· κατεχέτωσαν δὲ τὸ ἐνιέμενον ἑσπέρας πᾶσαν τὴν νύκτα. καὶ συστολῇ δὲ τῶν σιτίων χρηστέον χάριν τοῦ πάντοθεν καθαιρεθῆναι τὸ πλῆθος· ἐν δὲ ταῖς ἐπισημασίαις χάριν τῶν ἐπιγιγνομένων περὶ τὸν στόμαχον σφοδροτάτων δηγμῶν χλιαρὸν ὕδωρ ποτίσαντες ἐμεῖν κελεύομεν δακτύλων ἢ πτερῶν καθέσει. τροφὰς δὲ κατακεραστικὰς παραθετέον, οἷον πτισσάνης χυλὸν ἢ χόνδρου μετὰ μελικράτου. καύσου δὲ πυρετοῦ ἐνοχλοῦντος, συγχρίειν τὸ σῶμα ὑδρελαίῳ νίτρον βραχὺ ἔχοντι· τά τε γὰρ ἐξανθήματα περὶ τὴν ἐπιφάνειαν κρατεῖ καὶ τὴν ἐν τῷ βάθει ὕλην ἐφέλκεται καὶ ἐμψύχει τὸ βάθος καὶ πολλάκις ἱδρῶτας ἤνεγκεν ἐξατμίσαι τὸ πολὺ τῶν δριμέων ὑγρῶν δυναμένους. ἐπὶ δὲ τῶν λοιμωδῶν καὶ ἀνθρακωδῶν φλεβοτομίαν μὲν παραλαμβάνομεν εὐθὺς κατ’ ἀρχάς, τὰς δὲ ἀσιτίας οὐκέτι. φαυλοτέραν γὰρ τὴν ὕλην ἡ ἀσιτία ποιεῖ καὶ συγκόπτει τὴν δύναμιν ἐπὶ τούτων, ἣν ἄθραυστον βουλόμεθα τηρεῖν, ἐν πᾶσι μὲν πυρετοῖς, μάλιστα δὲ ἐν τοῖς λοιμώδεσιν. εἰ μὲν οὖν ἐπιδέχοιντο οἱ τόποι, καταχρίειν τὰ ἐξανθήματα φαρμάκῳ παχεῖ διὰ ῥοδίνου καὶ ψιμυθίου καὶ λιβάνου καὶ οἴνου γλυκυτάτου ἢ λιθαργύρου καὶ μάννῃ μετὰ ῥοδίνου· τὰ δὲ ἄλλα μέρη κηρωτῇ καταλαμβανέσθω διὰ τῆς αὐτῆς ὕλης ἐσκευασμένῃ. ἁρμόδιον δὲ ἐπ’ αὐτῶν καὶ πᾶσαι αἱ ἐπὶ τῶν πυρικαύστων προσαγόμεναι. καὶ τὰ μὲν περὶ τὸ πρόσωπον ἐξανθήματα τοῖς διὰ θερμοῦ προσκλύσμασι παρηγορήσομεν.[45]
133 (50) τὰ δὲ ἐν λοιπῷ σώματι διὰ σπόγγων πυριατέον ἐπὶ πολὺ καὶ μάλιστα τὰ κνησμώδη. ἑρπηστικῶν δὲ γιγνομένων τῶν ἑλκῶν καὶ ἀσβέστου βραχὺ παραμικτέον· θαυμαστῶς γὰρ ἀναξηραίνει καὶ τὸ νομῶδες αὐτῶν ἵστησι. τὰ δὲ ἤδη νεμόμενα φακῷ ἑφθῷ μετὰ σιδίων καὶ μέλιτος ἢ ἀρνογλώσσῳ ἢ πολυγόνῳ ἢ ῥοδίνῳ μετὰ ἄρτου καταπλάττειν. ἀγαθὸν δὲ καὶ τὸ αἴγειον γάλα διδόναι τοῖς τοιούτοις χάριν τοῦ κατακερᾶσθαι τὴν φαυλότητα. δεῖ δὲ τὸ τέταρτον μέρος τοῦ γάλακτος μίξαντας ὕδατι καθέψειν ἅμα κινοῦντας συνεχῶς, μέχρις ἥμισυ λειφθῇ τοῦ παντός, ὅπως μήτε τυρωθὲν ἀποξυνθῇ μήτε πυρωθὲν κνισωθῇ διὰ τὸν κατέχοντα πυρετόν. παρακμῆς δὲ γενομένης διὰ καθαρτηρίου φαρμάκου ἐπιτηδείου κενῶσαι τὰς ὕλας, μετέπειτα δὲ τὴν θηριακὴν ἀντίδοτον διδόναι ἢ τὴν Μιθριδάτειον ἢ ἄλλην τινὰ τῶν πρὸς τὰ θανάσιμα καὶ ἰοβόλα πεποιημένων ἀντιδότων. ἡ γὰρ τῶν χυμῶν ἰσχυρὰ τροπὴ κατὰ διαφθορὰν γιγνομένη ὁμοία δηλητηρίῳ φαρμάκῳ ἐστί. γίγνεται δέ ποτε ἐξανθήματα ἱδρωτίοις ὅμοια περὶ τράχηλόν τε καὶ στῆθος κατὰ τὰς ἀκμὰς τῶν πυρετῶν, ἅτινα λουτροῖς ὡς ἐπὶ τὸ πλεῖστον καὶ γλυκυτέρᾳ διαίτῃ ῥᾷστα θεραπεύεται. γίνεται δὲ ἐξανθήματα μεγάλα κατὰ χρόαν λευκὰ κνησμὸν ὀλίγον ἐπιφέροντα, πλεονάζοντα ἔν τε μηροῖς καὶ γλουτοῖς πλευραῖς τε καὶ ἐπιγαστρίῳ ὡς ἐπὶ τὸ πλεῖστον, τὴν δὲ [κατ’] ἀρχὴν ἐκ πολλῆς καὶ ἀργῆς ὕλης λαμβάνει. ταῦτα δὲ συνθεραπεύεται τῷ παντὶ σώματι, οὐδὲ γὰρ πάνυ τι χαλεπὴν ὑπογράφει τὴν νόσον, εἰ τῇ ὀλιγοσιτίᾳ χρήσεται. γιγνομένων δὲ τῶν κατὰ ταῦτα πυρετῶν ἐγκαυστικῶν ἐπιτηδείως ἔχουσι πρὸς τὰς ἐν ταῖς ἀκμαῖς τῶν ἐπισημασιῶν ψυχροδοσίας ἀκμάσαντος τοῦ νοσήματος, εἰ μὴ τὰ σκλάγχνα εὐπαθῆ ἔχοιεν. γίγνεται δὲ ἐξανθήματα στρογγύλα ἀνώμαλα ὑπόλευκα ἢ ὑπέρυθρα μετ’ ἐπαναστάσεως τῆς σαρκὸς ἢ ἰόνθοις τοῖς ἐν προσώπῳ παραπλήσια καὶ σκληρὰ κνησμὸν πολὺν ἐμποιοῦντα, ὡς γίγνεσθαι ἀγρυπνίας αἴτια, προθυμίας αὐτοῖς παρισταμένης ἀπαύστου πρὸς τὸ κνᾶσθαι. παρέπεται δὲ ταῦτα ἐκ τοῦ πλείστου τοῖς διαλείπουσι πυρετοῖς καὶ χαλεπὴν οὐκ ἐμφαίνει τὴν νόσον· διόπερ ἐπιτρεπόντων μὲν τῶν καιρῶν ἐμβιβαστέον εἰς ἐπιτεταμένον θερμόν, χρηστέον δὲ καὶ τοῖς ἔξωθεν συγχριστοῖς, οἷον μυρσίνῳ ἢ σχινίνῳ μετὰ μυρσίνης ἢ μάννης ἢ κιμωλίας φρυκτῆς ἢ στυπτηρίας ὑγρᾶς ἢ κυαμίνου ἀλεύρου ἢ σήσαμον λειοτριβήσας κατάχριε μετὰ βραχέος ὄξους. πρὸς δὲ τὰς τῶν κνησμῶν ἐπείξεις πυριατέον ὠμολίνοις μάλιστα ἢ διὰ σπόγγων ἐξ ὕδατος ζέοντος. εἰ δὲ ἑλκωθείη, χρηστέον ταῖς ἐπὶ τῶν πυρικαύστων κηρωταῖς καὶ μάλιστα τῇ διὰ κριθῶν. τὰ δὲ πάνυ ἐξέρυθρα κάκιστα, πονηρότερα δὲ τούτων τὰ πελιδνὰ καὶ μέλανα καὶ ἐξογκούμενα, ὅμοια ὄντα ταῖς ἐστιγμέναις σαρξί. πλεονάζοντα δὲ ἐν προσώπῳ καὶ θώρακι καὶ κοιλίᾳ καὶ πλευραῖς καὶ μεταφρένῳ, τοῖς τοιούτοις οὐ δεῖ κατ’ ἀρχὰς ἐγχειρεῖν, ἀλλ’ ἀναβάλλεσθαι διαφόρως. ἡ γὰρ ἀναφορὰ τῶν ἀποπτωμάτων ἐπὶ τὸν ἐγχειρήσαντα ἢ καὶ ὑποσχόμενον θεραπεύειν ἔσται. μένοντα δὲ ταῦτα μέχρι τῆς ἀκμῆς καὶ μὴ προβαίνοντα ἐπὶ τὸ κάκιον, οὐ δεῖ παρορᾶν παντάπασιν, εἰ καὶ σπανίως, ἀλλ’ οὖν γέ ποτε ὠφελήσαντα καὶ κατὰ καιρὸν ἕκαστον προσάγειν καὶ μάλιστα προσθετικῶς θεραπεύοντα. τὰ γὰρ ἐπὶ νεκρώσει τῆς ἐπιφανείας ἐκ βάθους γινόμενα, τί ἂν ἕτερον σημαίνοι ἢ τρόπον τινὰ ἐκφορούμενον ἔνδοθεν τὸ ζεῖν; Περὶ τρόμων ἐν πυρετοῖς ἐκ τῶν Ἡροδότου.[95]
134 γίγνονται ἐν πυρετοῖς κακοήθεσι τρόμοι· συνίστανται δὲ ἐκ φαύλης διαίτης καὶ ψυχροῦ πόσεως καὶ ὀξυκράτου καὶ οἴνου πλείονος καὶ ἀφροδισίων ἀμέτρων καὶ τῶν ὁμοίων. ἔστω τοίνυν ἐπ’ αὐτῶν ἀποχὴ τῶν βλαψάντων, προσαγωγὴ δὲ τῶν ὠφελῆσαι δυναμένων. ἀνάγκη δὲ ὡς ἐπίπαν πεπονθέναι ἐπὶ πάντων τὸν νωτιαῖον. διὸ σκεπαστέον τὴν ῥάχιν ὅλην καὶ τὰ πεπονθότα τῶν μερῶν ἐρίοις βεβρεγμένοις σικυωνίῳ ἢ γλευκίνῳ μᾶλλον ἢ κηρωτῇ ὑγροτέρᾳ διά τινος τῶν τοιούτων σκευασθείσῃ ἢ διὰ πηγανίνου ἐλαίου. ἐμβρεκτέον δὲ καὶ τὴν κεφαλὴν ἐν μὲν ταῖς πρώταις ἡμέραις ἐλαίῳ γλυκεῖ· εἰ δὲ μακρότερον γένοιτο τὸ νόσημα, ἀνηθίνῳ ἐν τοῖς διαλείμμασιν, εἶτα προσβλητέον σικύας ἀπὸ τοῦ πρώτου σπονδύλου μέχρις ὀσφύος προκαταπλασσομένων τῶν μερῶν μετὰ τῶν ὑποχονδρίων, ᾧ μὴ λύσῃ. σκεπέσθω δὲ καὶ ταῦτα ἐρίοις ἐκ παλαιοῦ ἐλαίου ἢ σικυωνίου. τροφὰς δὲ διδόναι ῥοφηματώδεις θερμάς. προνοητέον δὲ καὶ τοῦ εὔλυτον ποιεῖν τὴν κοιλίαν, ἐπιμενόντων ταύτῃ τῇ ἀγωγῇ, μέχρι μειώσεως τῶν πυρετῶν ἢ λύσεως. προβεβηκότων δὲ ἤδη τῶν χρόνων, εἰ ἐπιμένοιεν οἱ τρόμοι, κοινῷ τρόπῳ βοηθείας τοῖς ἄλλως γιγνομένοις τρόμοις ὑπακτέον, ἐμβιβάζοντας παρὰ μίαν εἰς ἔλαιον θερμόν, συγχρίοντας δὲ πρὸ τῶν ἐμβάσεων καὶ μετὰ τὰς ἐμβάσεις σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ· ἐνίοτε δὲ καὶ καστόριον τῷ ἀλείμματι προσπλεκτέον. ἐπιμενόντων δὲ τῶν ἀλγημάτων καὶ ποτιστέον τὸ καστόριον καὶ ἐπιρριπτέον κηρωτὴν δι’ αὐτοῦ ἐσκευασμένην καὶ τοῖς κοινοῖς πρὸς τὰς παρέσεις ἀλείμμασι χρηστέον. Περὶ σπασμῶν ἐν πυρετοῖς Γαληνοῦ.[20]
135 οἱ σπασμοὶ τὰ πολλὰ γίγνονται διά τε πλήρωσιν τῶν νευρωδῶν μορίων, ᾧ λόγῳ καὶ τοῖς φλεγμαίνουσιν ἰσχυρῶς ἕπονται, καὶ προσέτι διὰ δακνώδη χυμὸν λεπτὸν ἀναβιβρώσκοντα τὰ νευρώδη μόρια καὶ διὰ ψῦξιν ἰσχυρὰν ὅμοιόν τι τῇ πήξει δρῶσαν· γίνεται δὲ καὶ δι’ ὑπερβάλλουσαν ξηρότητα, ἕπεται δὲ μάλιστα καὶ ταῖς ὀλεθρίαις φρενίτισι διά τε τὸ σφοδρὸν τοῦ πυρετοῦ καὶ διὰ τὰς ἐπιτεταμένας καὶ ἀγριωτέρας κινήσεις. καὶ σωθέντα τινὰ τῶν οὕτω σπασθέντων οὔτ’ αὐτὸς εἶδον οὔτ’ ἄλλου λέγοντος ἤκουσα. οἱ μὲν οὖν προειρημένοι τρεῖς σπασμοὶ θεραπεύονται πολλάκις, ἀνίατος δὲ ὁ διὰ ξηρότητα τῶν νευρωδῶν μορίων γιγνόμενος. ἐνίοτε δὲ ἐν τῷ στόματι τῆς γαστρὸς ἀθροισθεὶς χυμὸς λεπτὸς καὶ δριμὺς καὶ μάλιστα ἰώδης σπασμοὺς εὐτόνους καὶ συγκοπτικοὺς ἐπιφέρει, ὡς νοτίδας γίγνεσθαι ψυχράς· ἐπὶ τούτων 〈δὲ〉 χλιαρὸν ποτίσαντες ὕδωρ, δακτύλων ἢ πτερῶν καθέσει ἔμετον κινήσομεν. εἰ δὲ περὶ τὰ ἔντερα ἡ αἴσθησις τῆς δήξεως γένοιτο, ἐνιέναι μὲν διὰ κλυστῆρος πτισσάνης χυλόν, διδόναι δὲ τροφὰς δυσφθάρτους, οἷον χόνδρον ἄλικος μετὰ κόκκων ῥοιᾶς καὶ τὰ παραπλήσια. μηδενὸς δὲ τοιούτου γενομένου τοὺς μὲν καθ’ ὅλον τὸ σῶμα γιγνομένους σπασμοὺς ἐμφερῶς τοῖς τετανικοῖς θεραπεύσομεν, τοὺς δὲ κατὰ μέρος, πρῶτον μὲν διακρατεῖν τὰ συνελκόμενα τῶν μερῶν πειθηνίως, ταῖς ἀπ’ αὐτῶν ὀδύναις ἀντιβαίνοντες, ἀνατριπτέον δὲ μαλακῶς ἐλαίῳ σικυωνίῳ ἢ παλαιῷ τεθερμασμένῳ. εἰ δ’ ἐπιμένοι καὶ καστόριον παραπλεκτέον καὶ τοῖς λοιποῖς ἀνετικοῖς χρηστέον συγχρίσμασι. τοὺς δὲ ἐπὶ ξηρότητι μᾶλλον σπωμένους διὰ τὴν βίαν τοῦ πυρετοῦ καὶ μάλιστα παραφροσύνης παρούσης λουστέον τὴν κεφαλὴν πολλῷ θερμῷ ὕδατι γλυκεῖ εὐκράτῳ καὶ τὰς χεῖρας δὲ καὶ τοὺς πόδας καταντλητέον πολλῷ τῷ θερμῷ, ἔπειτα ἐλαίῳ γλυκεῖ τεθερμασμένῳ τὴν κεφαλὴν ἐμβρέχοντας καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἐπαλείψαντας, θάλπειν περιβολαίοις καὶ ἡσυχίαν ἐμποιεῖν. πλήθους δὲ αἵματος ὑποκειμένου καὶ τὸν σπασμὸν ἐπάγοντος φλεβοτομητέον, ἔπειτα σικυαστέον μετὰ κατασχασμοῦ. σκελῶν μὲν συνελκομένων, τῷ ὑστάτῳ σπονδύλῳ προσβαλεῖν τὴν σικύαν· χειρῶν δὲ σπωμένων τῷ ἑβδόμῳ σπονδύλῳ καὶ τῷ ὑποκειμένῳ τῷ τοῦ ὤμου ἄρθρῳ τὴν σικύαν προσβαλεῖν. εἰ δὲ ὅλου τοῦ σώματος ἀπαθοῦς ὄντος, συνέλκοι τὸ χεῖλος ἢ βλέφαρον, χαλεπὸν ἡγητέον τὸ σύμπτωμα. τὰς δὲ ἀφαιρέσεις ἐπὶ τούτων ἀπὸ τοῦ ἰνίου καὶ τῶν πρώτων δύο σπονδύλων ποιητέον, ἐμβρέχοντας τὴν κεφαλὴν ἀνηθίνῳ ἐλαίῳ θερμῷ. ἤδη δὲ καιροῦ φανέντος τῶν λουτρῶν λουστέον καὶ ἐφ’ ὑδροποσίας ἔτι φυλακτέον. εἰ δὲ οἴνου δόσεως ἀνάγκη γένοιτο, ὀλίγον προσοιστέον τοῦ ὑδατώδους οἴνου. Περὶ ἡδέων καὶ χρησίμων πομάτων ἐν πυρετοῖς ἐκ τῶν Φιλαγρίου.[35]
136 διπλῆ ἰσχὺς καὶ θαυμασία ἅμα βοηθήματος, ὃ καὶ τῇ φύσει διὰ τὴν ἡδονὴν ὑπάρχει φίλον. δεξαμένη γὰρ ἡ γαστὴρ τὸ προσηνὲς ὂν αὐτῇ, περισταλεῖσα κρατεῖ καὶ πέττει καλῶς εἰς δύναμιν καὶ μάλιστα ἂν ᾖ καὶ κατὰ τὸ ποσὸν σύμμετρον· ἐγείρει τε ἑαυτῆς ἡ φύσις ἀναζυπυροῦσα τὰς ἐνεργείας τεταλαιπωρημένας πολλάκις ὑπὸ τῆς ἀγριότητος τῶν παθῶν, ἀπομάχεταί τε τῷ νοσήματι κατὰ διττὸν τρόπον, αὐτό τε κολάζουσα τὸ κακὸν ἄντικρυς τῇ τῆς ἐναντιότητος φύσει, τάς τε διοικούσας τὸ ζῷον παραμυθουμένη τε καὶ ἐξεγείρουσα δυνάμεις, κατισχύειν τε παρεχομένη τοῦ νοσήματος. ἅπαντες μὲν οὖν ἄνθρωποι ὡς ἐπὶ τὸ πολὺ τοῖς γλυκέσι χαίρουσι ποτοῖς καὶ μάλιστα ἂν τύχῃ συμμιγῆ στύψει καὶ θερμασίᾳ καί τισιν ὁμογένεσι ποιότησιν, οἷός πέρ ἐστιν ὁ γλυκὺς οἶνος καὶ τὸ οἰνόμελι· ἀλλὰ ταῦτα οὐ πάνυ ῥᾴδιον παρέχειν ἐν πυρετοῖς, τὰ δ’ ἄλλα τὰ λεχθησόμενα νῦν πόματα, κἂν εἰ συχνῆς χρῄζοι τῆς ἀκριβείας, ἀλλ’ ἀπολιμπανομένης τε τῶν εἰρημένων. Περὶ τοῦ διὰ τῶν κωδιῶν Γαληνοῦ.[15]
137 προχειριστέον δὲ τὸ διὰ τῶν κωδιῶν φάρμακον, ἄριστον μὲν πιεῖν ἡδονῆς χάριν, ἄριστον δὲ ἐπὶ θερμῶν καὶ μεγάλων ἰσχῦσαι παθῶν τῶν περὶ σπλάγχνα συνισταμένων ὅλον τε καταλαμβανόντων τὸ σῶμα ἐπὶ τῶν πυρεττόντων καὶ χολερικῶν παθῶν ὅσοι τε παρανοίαις ἐν πυρετοῖς καὶ ἀγρυπνίαις καταπονοῦνται, καὶ βηξὶ πυκναῖς διὰ λεπτὸν ῥεῦμα γιγνομέναις ἐκ κεφαλῆς θερμοτέρας εἰς τὸν θώρακα καταρρέον ὀνίνησι μεγάλως. ἔχει δὲ ἡ σκευασία οὕτως· κωδίας μήκωνος σὺν τῷ σπέρματι ι συμμέτρους τῷ μεγέθει· νεαρὰς μὲν μήτε πάνυ μαλακὰς μήτε σκληρὰς ταύτας βρέχειν δεῖ ὕδατι ὀμβρίῳ ξέστῃ ἑνὶ καλλίστῳ ἡμέραν καὶ νύκτα, ἔπειτα ἕψειν ἀκάπνῳ πυρί, μέχρι δοκιμάζοντί σοι τακεραὶ φαίνονται, εἶτα ἐκθλίψας τὸ ὑγρὸν καὶ διηθήσας ῥάκει ἀραιοτέρῳ μίσγε μέλιτος καλλίστου ἀπηφρισμένου τὸ ἥμισυ μέτρον τοῦ ὕδατος καὶ ἕψε κινῶν μέχρι συστάσεως Ἀττικοῦ μέλιτος. καὶ διὰ γλυκέος δὲ Κρητικοῦ ἢ δι’ ἑψήματος κάλλιον αὐτὸ ἀντὶ τοῦ μέλιτος σκευάζεσθαι, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν· μίγνυμι δὲ ἐνίοτε ἑψομένῳ τούτῳ τῷ φαρμάκῳ καὶ γλυκυρίζης ῥίζαν, ὡς συνεψηθῆναι ταῖς κωδίαις· εἰ δὲ μὴ παρείη αὕτη, τὸν χυλὸν αὐτῆς ξηρὸν ἐμβάλλειν· ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα κατερρυηκὸς ὑγρὸν ἀναγωγῆς δεόμενον, βέλτιον διὰ μέλιτος αὐτὸ σκευάζειν· ἡ δὲ σύμμετρος δόσις ἔστω δυοῖν κοχλιαρίων· αὐξήσεις δὲ καὶ μειώσεις τὸ πλῆθος ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέγεθος, ᾧ προσφέρεις, καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον. ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον, ἐπὶ δὲ τὸ θερμότερον πλεῖον, καὶ πρὸς δὲ καὶ τὸ τοῦ κατάρρου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πλέον ἢ ἔλαττον δώσεις. τοῦ δὲ διὰ τῶν Θηβαϊκῶν κωδιῶν σκευαζομένου ἡ τελειοτάτη δόσις ἐστὶν 𐆄 α . τοιαύτη μὲν ἡ παρὰ Γαληνῷ γραφὴ τοῦ φαρμάκου, ἐγὼ δὲ διὰ παντὸς τῷ διὰ γλυκέος ἐσκευασμένῳ διατελῶ χρώμενος, ποτὲ μὲν μέλιτος προσπλέκων τῇ δόσει, ποτὲ δὲ ὀξυμέλιτος ἢ ῥοδομέλιτος ἢ ὀμφακομέλιτος ἤ τινος ἑτέρου τῶν ἄλλων φαρμάκων ἡπατικῶν ἢ σπληνικῶν ἢ στομαχικῶν καὶ μεταποιῶν αὐτοῦ τὴν δύναμιν πρὸς τὴν παροῦσαν ἑκάστοτε διάθεσιν. παρέχω δὲ αὐτὸ οὐ μόνον τοῖς ὕπνου δεομένοις εἰς ἑσπέραν καὶ πρὸς βῆχα, ἀλλὰ καὶ μαινομένοις μετὰ τὴν φλεβοτομίαν καὶ πυρέττουσι σφοδρῶς καὶ διακαιομένοις ἀφορήτως τὸ στόμα τῆς γαστρός, ἐρυσιπέλατί τε καὶ ἄλλως θερμῷ παθήματι καὶ θώρακι καὶ πνεύμονι ὁμοίως κάμνοντι ἥπατί τε καὶ ἐντέροις καὶ μεσαραίῳ καὶ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δεύτερον καὶ οὐκ ἐν ἀκμῇ μόνον τῶν πυρετῶν, ἀλλ’ ἤδη καὶ πρὸ τῆς ἀκμῆς καὶ τῆς ἐναργοῦς πέψεως, ἐφ’ ὧν ἀγρυπνία τις καὶ θερμασία δριμεῖα καὶ μεγάλη καταπονεῖ τὸν ἄνθρωπον. βέλτιον δὲ ἅπερ ἔπραξα μυριάκις δηλῶσαι παρέχων τὸ διὰ τῶν κωδιῶν φάρμακον· ἐπί τε τῶν ἐπὶ σήψει πυρετῶν πρὸ τῆς ἀκμῆς τοῦ νοσήματος καὶ τῶν ἐπ’ ἐμφράξει ἥπατος ἢ σπληνὸς ἢ πνεύμονος ἀνακοπτομένων ὀξύμελι τὸ ἁπλοῦν μίγνυμι τῇ δόσει, κατὰ δὲ τὰς ἀκμὰς τῶν πυρετῶν ὀμφακόμελι ἢ ῥοδόμελι προσπλέκων· ἐπὶ μὲν τῶν ἀραιοτέρων σωμάτων καὶ στόμα κοιλίας ἀσθενέστερον καὶ ἀνόρεκτον ἐχόντων τὸ ὀμφακόμελι· τοῖς δὲ γλυκυπόταις καὶ τοῖς κατὰ κοιλίαν ἔχουσι φαρμακῶδές τι ὑγρὸν ἢ χολῶδες τὸ ῥοδόμελι. ταῦτα μὲν οὖν ἐπὶ τῶν πυρεκτικῶν παθῶν. στραγγουρίας δὲ τὰς ἐπὶ δριμύτητι τῶν οὔρων γιγνομένας καταστέλλει μεγάλως καὶ μάλιστα ἐν βαλανείῳ καὶ πρὸ βαλανείου μέλλουσιν εἰσιέναι διδόμενον δαψιλές, ἐφ’ ὧν καὶ τὴν δίαιταν ἁδροτέραν τε καὶ εὐχυμοτέραν εἶναι κελεύομεν, καὶ ἐπὶ νεφριτικῶν καὶ ψοῶν θερμοτέρων τὸ κράτος τῆς ἰάσεως ἔχει.[45]
137 (50) ἐπὶ δὲ τῶν τῷ διαβήτῃ πάθει καμνόντων καὶ ἐπὶ χολερικῶν δίδου κεράσας ψυχρῷ καὶ μᾶλλον ἐπὶ τῶν θερμοτέρων κράσεων. δεῖ δὲ ἐπὶ τῆς χολέρας ῥωννύναι τὴν ἕξιν ἔξωθεν διὰ τῶν στυφουσῶν ἐμβροχῶν καὶ τῶν ὁμοίων καὶ οὕτως διδόναι τὸ φάρμακον σὺν ὀμφακομέλιτι θερμῷ κεράσας· θώρακα δὲ πεπληρωμένον ὑγρῶν κενῶσαι βουλόμενος διὰ βηχὸς ὀξύμελι τὸ ποικίλον προσπλέξας τῇ δόσει δίδου θερμῷ κεράσας. Ὀμφακομέλιτος σκευασία.[55]
138 βότρυας ὄμφακος προσήκει λαβεῖν ἀρχὴν ἔχοντας τοῦ πέττεσθαι, κἄπειτα ἐν οἰκήματι ἁπλῶσαι τὴν κρᾶσιν συμμέτρῳ δύο ἢ τρεῖς ἡμέρας, εἶτα μαρανθέντων αὐτῶν ἐκθλίβειν καὶ εἰς ἀγγεῖον ὑέλινον δέχεσθαι τὸ ὑγρὸν μίξαντάς τε καλοῦ μέλιτος ἀπηφρισμένου μέρος ἓν πρὸς τρία μέρη τοῦ χυλοῦ τιθέναι ἐν ἡλίῳ ἡμέρας τινάς, μέχρι περ ἂν καταστῇ ζέον, κἄπειτα ἐν ὑπερῴῳ οἴκῳ φυλάττειν ἄσηπτον τὸ ποτόν. αὕτη δὲ ἡ συμμετρία ἔστω σοι κανὼν ἐπὶ τοῦ ἀρίστου μέλιτος καὶ τοῦ καλλίστου χυλοῦ τῶν ὀμφάκων. αὐξήσεις δὲ καὶ μειώσεις τὴν ποσότητα τοῦ μέλιτος πρὸς τὴν λεπτότητα ἢ παχύτητα τοῦ χυλοῦ. κέχρημαι δὲ αὐτῷ ἐπὶ τῶν λεπτῶν καὶ χρονίων κατὰ τὴν γαστέρα ῥευμάτων ἐπὶ θερμαῖς διαθέσεσι γιγνομένων καὶ τοῖς ἀνόρεκτον ἔχουσι τὸ στόμα τῆς κοιλίας διὰ θερμότητα καὶ τοῖς καθυγραινομένοις τὸν στόμαχον μετὰ τὸ δι’ ἐμέτων κενῶσαι τὴν γαστέρα καὶ ἐπὶ τῶν κιττωσῶν γυναικῶν καὶ τῶν γῆν ἢ ἄνθρακας ἢ ἕτερά τινα ἀλλόκοτα ἐσθιόντων, προκαθάρας τῇ δι’ ἀλόης πικρᾷ δίδωμι τὸ ὀμφακόμελι· ἀγαθὸν δὲ κἀπὶ τῶν συγκοπτομένων δι’ ἀσθένειαν τοῦ στόματος τῆς γαστρὸς κἀπὶ τῶν δι’ ὑπερβάλλουσαν κένωσιν τῆς γαστρὸς λειποθυμούντων. Ῥοδομέλιτος σκευασία.[15]
139 τὸ δὲ ῥοδόμελι τρία μὲν λαμβάνει μέρη τοῦ χυλοῦ διηθημένου τῶν ἐξωνυχισμένων ῥόδων καὶ μέλιτος μέρος ἕν. ἕψεται δὲ ἐν ἡλίῳ θερμῷ τιθέμενον ἐπὶ πλείους ἡμέρας τὸν αὐτὸν τρόπον τῷ ὀμφακομέλιτι καὶ μετὰ ταῦτα ἀποτίθεται. εἰ δὲ ταραχώδης εἴη ὁ ἀήρ, ὅτε τὸ ῥοδόμελι σκευάζεις, ἢ ψυχρότερος, μίξας τὸ κάλλιστον μέλι τῷ χυλῷ τῶν ῥόδων καὶ διηθήσας διὰ ῥάκους ἀραιοῦ ἕψε ἐπὶ μαλακῶν ἀνθράκων, ἕως τὸ τέταρτον μέρος τοῦ χυλοῦ ἀναλώσῃς ἢ τὸ τρίτον, καὶ οὕτως ἀναλαβών, ὡς εἴρηται, φύλαττε· καὶ ὅταν θερμότερον ἴδῃς τὸν ἀέρα, ἡλίαζε ὡς τὸ ὀμφακόμελι. στύφει μὲν οὖν ἠρέμα καὶ διὰ τοῦτο ψύχειν δύναται· ἔχει δέ τι καὶ ῥυπτικὸν ἐκ τοῦ μέλιτος, κέκτηται δὲ καί τι ὑπόπικρον καὶ ἠπίως δριμύ· διὸ καὶ στόματι μὲν ἁρμόδιόν ἐστι θερμήν τινα φλεγμονὴν δεδεγμένῳ δι’ ἐπιρροὴν θερμοῦ ῥεύματος κἀπὶ τῶν ἐν γαστρὶ δριμέων καὶ χολωδῶν ῥευμάτων, προεμεσάντων δηλονότι τῶν πασχόντων. προσάγομεν δὲ αὐτὸ καὶ τοῖς ἐγκαιομένοις τὴν γαστέρα χωρὶς χυμῶν περιουσίας δίχα τοῦ ἐμέσαι καὶ τοῖς πυρέττουσιν ἤδη τῆς ἀκμῆς ἐνεστηκυίας τοῦ παντὸς νοσήματος καὶ τοῦ μερικοῦ παροξυσμοῦ. πολλάκις γὰρ ἐν τοῖς πυρεκτικοῖς νοσήμασιν ἀρκεῖ καὶ μία πόσις δαψιλὴς ἐν τῷ προσήκοντι καιρῷ διδομένη λῦσαι τὸ πάθος ἱδρώτων τε καταρρήξεσι καὶ γαστρὸς ὑπάξεσι. τῶν γὰρ ἄλλων ποτῶν μάλιστα τὸ ῥοδόμελι ἁρμοδιώτερον, οἷς ὑπελθεῖν τι τῶν δριμέων χυμῶν κατὰ γαστέρα θέλοις. Ὑδροροσάτου σκευασία.[20]
140 ῥόδων νεαρῶν ἐξωνυχισμένων καὶ προμαρανθέντων ἐν σκιᾷ ἡμέραν καὶ νύκτα λ̸ α μέλιτος ξ̸ α ὕδατος ὀμβρίου ἀποτριτωθέντος ἐν τῇ ἑψήσει ξ̸ τρία· βαλὼν ὕδατος ὀμβρίου ξ̸ θ ἕψε μέχρι λειφθῶσι ξ̸ γ , εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔμβαλε παραχρῆμα τῷ ζέοντι ὕδατι τὰ προμαρανθέντα ῥόδα καὶ σκεπάσας ἀκριβῶς ἐπιβλήμασι πλείοσι τὸ ἀγγεῖον φύλαττε· τῇ δὲ ἑξῆς διηθήσας τὸ ὕδωρ ἀπόρριπτε τὰ ῥόδα, μὴ ἐκπιέσας, ἵνα μὴ τραχὺ γένηται, κἄπειτα ἐμβαλὼν ἐν θυίᾳ τὸ μέλι καὶ λεάνας εὖ μάλα ἕνωσον αὐτῷ τὸ ὕδωρ καὶ ἀναλάμβανε ὀστρακίνοις ἀγγείοις μάλιστα ὀμφακηροῖς καὶ ἡλίαζε ἡμέρας ὀλίγας καὶ φύλαττε ἐν οἴκῳ, ἐν ᾧ οἶνος ἀπόκειται· ἐμψύχει δὲ τοῦ ῥοδομέλιτος πολλῷ μᾶλλον. Ἀπομέλιτος σκευασία.[10]
141 ἀπόμελι δὲ σκευάζειν χρὴ τούτῳ τῷ τρόπῳ· μελικηρίδια λαβὼν πεπληρωμένα μέλιτος, λευκὰ μὲν τὴν χρόαν, διαυγὲς δὲ παρεχόμενα τὸ μέλι, ἔκθλιβε τὸ μέλι διὰ τῶν χειρῶν καὶ μίγνυε ὕδατι πηγαίῳ καλλίστῳ· παχυτέρου μὲν ὄντος τοῦ μέλιτος τέσσαρα μέτρα τοῦ ὕδατος πρὸς ἓν τοῦ μέλιτος μίγνυμεν· ὑγροτάτου δὲ ὄντος τοῦ μέλιτος τρία μέρη τοῦ ὕδατος βάλλομεν καὶ τοῦ μέλιτος μέρος ἕν. εἰ δὲ ξηρότερα δόξει σοι εἶναι τὰ κηρία, διαθρύψας αὐτὰ εἰς λεπτὰ μόρια ἐπίβαλλε τῷ ὕδατι μεμετρημένῳ καὶ τρῖβε ταῖς χερσὶν ἐφ’ ἱκανόν, ἔπειτα ἐκθλίψας καὶ διηθήσας καὶ μετρήσας γνώσῃ τὴν ποσότητα τῆς προσθήκης τοῦ μέλιτος· ἔπειτα βαλόντες εἰς κενὴν χύτραν, ἐν ᾗ προαπεζέσθη ὕδωρ διὰ τὴν γεώδη ποιότητα, ἕψομεν πυρὶ ἀκάπνῳ, ἀφαιροῦντες ἑκάστοτε τὸν ἐφιστάμενον ἐν τῇ ζέσει ἀφρὸν ἢ τὸ κηρῶδες· ἐπὰν δὲ μηκέτι μηδὲν ἀφροῦ ἢ κοπρίων τινῶν ἐφίστηται καὶ μειωθῇ ὅσον τὸ ὄγδοον μέρος ἢ τὸ ἕβδομον τοῦ παντὸς μέτρου, ἀφαιροῦντες τὴν χύτραν καὶ ἐάσαντες ψυγῆναι, μετὰ τὴν τελείαν ψῦξιν τῇ ἑξῆς ἀφαιροῦντες τὸ ἄνωθεν ἐποχούμενον ἐμβάλλομεν εἰς ἀγγεῖα ὀστράκινα τὰ ὀμφακηρὰ καλούμενα καὶ φυλάττομεν ἐν οἴκῳ, ἐν ᾧ οἶνος ἀπόκειται. ῥυπτικῆς δὲ καὶ τμητικῆς δυνάμεως ὑπάρχει τὸ ἀπόμελι καὶ κατὰ κοιλίαν ἄγει τὰ χολώδη καὶ πρὸς οὔρησιν δὲ συντελεῖ. παρασκευαστικὸν δὲ γίγνεται λύσεως τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν. φύσεσι δὲ θερμαῖς καὶ ξηραῖς καὶ νοσήμασι τοιούτοις ἐναντίον καὶ ὑποχονδρίοις φλεγμαίνουσι βλαβερὸν καὶ οὐδὲ τὴν δίψαν παύει, μή τί γε καὶ ἐπιτείνει. δοτέον δὲ αὐτὸ πρὸ τῶν ῥοφημάτων. μετὰ γὰρ τὴν τροφὴν διδόμενον βλαβερὸν γίγνεται. Ὑδρομήλου καὶ κουστομηνάτου σκευασία.[20]
142 ἐσκεύασα δὲ καὶ οὕτως· μήλων χυλοῦ λ̸ ε μέλιτος λ̸ ιβ ὕδατος ἀποτριτωθέντος λ̸ ιη . ἄλλως· μήλων τῶν γλυκυτάτων καὶ εὐωδεστάτων καὶ ψαφαρὰν τὴν σάρκα κεκτημένων λαβὼν περίελε τὸν φλοιὸν καὶ τὴν ἐντεριώνην, ἔπειτα κόψας χύλιζε καὶ διήθει διὰ ῥάκους καθαροῦ καὶ πυκνοτέρου· βλητέον δὲ τοῦ μὲν χυλοῦ ξ̸ α , τοῦ δὲ μέλιτος ξ̸ β καὶ ὕδατος ὀμβρίου ἀποτριτωθέντος ἐν τῇ ἑψήσει ξ̸ γ . προαφεψήσας οὖν τὸ ὕδωρ ἐπίβαλε αὐτῷ τὸ μέλι καὶ ὅταν ἀναζέσῃ ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι ποσῶς καὶ οὕτως ἀφελὼν τὸν ἀφρὸν ἅπαντα ἐπίβαλε τὸν χυλὸν τῶν μήλων καὶ ἑνώσας ἀναλάμβανε εἰς ὀστράκινα ἀγγεῖα καὶ χρίσας φύλαττε ἐν οἴκῳ θερμῷ, ἐν ᾧ οἶνος ἀπόκειται, καὶ χρῶ μετὰ ἡμέρας μ . ὅταν δὲ μίξῃς ῥόδα τῷ ὑδρομήλῳ, ῥόδων ξηρῶν ἀπωνυχισμένων 𐆄 α ἡμέραν καὶ νύκτα ἀπόβρεξον, εἶτα διηθήσας φύλαττε· εὔχροον γὰρ γίνεται καὶ οὐκ ὀξίζει. τῷ αὐτῷ δὲ τρόπῳ σκεύαζε καὶ ἀπὸ κουστουμήνων καὶ ἀπίων. Κυδωνάτου σκευασία.[15]
143 σκευάζεται δὲ καὶ διὰ μήλων κυδωνίων μεγάλων προαιρεθέντος τοῦ φλοιοῦ καὶ τῆς ἐντεριώνης, ἔπειτα κοπέντων καὶ χυλισθέντων καὶ διηθέντος τοῦ χυλοῦ διὰ ῥάκους. βλητέον δὲ τοῦ μὲν χυλοῦ ξ̸ δ μέλιτος δὲ ξ̸ η καὶ ὕδατος ὀμβρίου ἀποτριτωθέντος ἐν τῇ ἑψήσει ξ̸ ιβ . ἕψομεν δὲ πρῶτον βαλόντες τοὺς λϛ ξ̸ τοῦ ὕδατος· ὅταν δὲ ὑπολειφθῶσιν οἱ ιβ ξέσται, ἐπιβάλλομεν τὸ μέλι, καὶ ὅταν ἀναζέσῃ, ἀφελόντες τὴν χύτραν ἀπὸ τοῦ πυρὸς ἐῶμεν ψυγῆναι ποσῶς κἄπειτα ἀφελόντες τὸν ἐφιστάμενον ἀφρὸν ἐμβάλλομεν τὸν χυλὸν τῶν κυδωνίων· καὶ ἑνώσαντες ἀναλαμβάνομεν καὶ φυλάττομεν ὡς τὸ ὑδρόμηλον. ἐνίοτε δὲ πρὸς τὸ μὴ τραπῆναι τὸ σκευαζόμενον κατὰ τὸν χειμῶνα διὰ τὸ κρύος, προαπαφρίσαντες τὸ μέλι καλῶς ἐμβάλλομεν αὐτῷ τὸν χυλὸν διηθέντα καὶ χρίσαντες φυλάττομεν ὅλον τὸν χειμῶνα· μετὰ δὲ τὸ ἔαρ ἀποτριτώσαντες τὸ ὕδωρ, ὡς προείρηται, μίγνυμεν αὐτῷ τὸ μέλι σὺν τῷ χυλῷ καὶ οὕτω χρώμεθα. τὸ δ’ αὐτὸ ποιοῦμεν κἀπὶ τῶν μήλων καὶ τῶν κουστομήνων καὶ τῶν ἀπίων. ὅπως δ’ ἂν σκευάσωμεν τὸ κυδωνάτον καὶ τὸ ὑδρόμηλον καὶ πρὸ τοῦ χειμῶνος καὶ μετὰ τὸν χειμῶνα, ἡλιοῦμεν αὐτὸ ἡμέρας μ , φυλαττόμενοι ἐξ ὄμβρων καὶ ἀνέμων καὶ οὕτως ἀποτιθέμεθα ἐν οἴκῳ, ἐν ᾧ οἶνος ἀπόκειται. βέλτιον οὖν σκευάζειν τὸ σὺν τῷ μέλιτι φυλαχθὲν ἐν τοῖς ὑπὸ κύνα καύμασι δυνατὸν δὲ καὶ τὰ ῥόδα ἐξονυχίσαντας καὶ μαράναντας ἡμέραν μίαν ἐμβάλλειν λίτραν μίαν τῷ ξέστῃ τοῦ μέλιτος ἀπηφρισμένου καὶ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἀφεψεῖν, ὡς προείρηται, τὸ ὕδωρ καὶ ἑνῶσαι καὶ οὕτως διηθεῖν καὶ ἡλιοῦν τὰς μ ἡμέρας. ἁρμόδιον δέ ἐστι τὸ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων σκευαζόμενον τοῖς στύψεως ἅμα καὶ ῥύψεως δεομένοις νοσήμασιν, ὅσαπερ τῶν ἡλκωμένων ἐντός ἐστι μερῶν, στόματος καὶ στομάχου καὶ κοιλίας καὶ ἐντέρων. βοηθεῖ δὲ καὶ ταῖς κατὰ τὰς φλέβας ψωριάσεσι καὶ νεφροῖς καὶ κύστει, ἐφ’ ὧν πιτυρώδεις καὶ λεπιδώδεις καὶ τριχοειδεῖς εἰσιν αἱ ὑποστάσεις τῶν οὔρων. Ὀξυμέλιτος σκευασία.[25]
144 ὀξύμελι δὲ συντίθεται ἔκ τε τοῦ καλλίστου μέλιτος καὶ τοῦ διαυγεστάτου ὄξους, ὡς εἶναι δύο μὲν μέρη μέλιτος, ἓν δὲ μέρος τοῦ ὄξους. αὕτη μὲν ἡ συμμετρία πλείοσιν ἁρμόττει σώμασιν. ἡ παραλλαγὴ δὲ ἑκάστοτε τῇ γεύσει τοῦ κάμνοντος κρινέσθω, ἵνα ἔχῃ τὸ προσηνὲς καὶ φίλον τῇ φύσει. ἕψεται δὲ μέχρι συστάσεως μέλιτος καὶ δίδοται θερμῷ κιρνώμενον. πινόμενον δὲ ῥύπτει τὰ γλίσχρα τῶν ὑγρῶν καὶ λεπτύνει τὸ πάχος καὶ διὰ ταῦτα ἐκφράττει τὰ σπλάγχνα πάντα, ἧπάρ τε καὶ σπλῆνα καὶ κοιλίαν καὶ μεσάραιον καὶ νεφρούς· ἀγαθὸν γὰρ ἐπὶ τούτων καὶ ἐν πυρετοῖς καὶ χωρὶς πυρετῶν διδόμενον. ὕδατος δὲ πολλοῦ μίξει τὸ σφοδρὸν τῆς δυνάμεως αὐτοῦ ἐκλύεται· βῆχα δὲ κινεῖν τὴν οὐκ οὖσαν τὸ ὀξύμελι καὶ τὸ ἔντερον ξύειν εἴρηκεν Ἱπποκράτης τε καὶ Γαληνὸς οὐκ ἐπὶ σωμάτων παχέσι καὶ κολλώδεσιν ὑγροῖς ἐνοχλουμένων, ἀλλ’ ἐπὶ τῶν καθαρῶν καὶ ἀπερίττων ἢ ἐπὶ τῶν ἐπὶ λεπτῷ καὶ δριμεῖ ῥεύματι καμνόντων καὶ τῶν εὐαίσθητα σφόδρα τὰ νευρώδη μόρια κεκτημένων.[15]