eul_wid: tqu-ar
Ἰατρικαὶ ὉρισμοίMedical Definitions
Medical Writer Anonymous Medical Definitions PDF
| 19 346 (t) [5] | ΓΑΛΗΝΟΥ ΟΡΟΙ ΙΑΤΡΙΚΟΙ. Προοίμιο ν . Τὴν περὶ τῶν ὅρων πραγματείαν πολυωφελεστάτην ὑπάρχουσαν πᾶσι τοῖς ἰατροῖς, μάλιστα δὲ τοῖς εἰσαγομένοις τῶν νέων, ἔκρινα, καθὼς ἠξίωσας, καὶ συναγαγεῖν καὶ ἀναγράψαι, ἰατρῶν ἄριστε Θεῦθρα. τῆς γὰρ ἰατρικῆς τέχνης βιωφελοῦς οὔσης καὶ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων εὑρημένης, ἐχούσης τε πολλὰ καλὰ θεωρήματα καὶ δυσέφικτα δοκοῦντα τυγχάνειν, χρησιμώτατοι γενήσονται οἱ ὅροι δι’ ὀλίγων τὰ πολλὰ διδάσκειν δυνάμενοι· ἐν πάσαις γὰρ ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἀρίστη διδασκαλία πέφυκεν οὐχ ἡ διὰ πολλῶν καὶ ἀπείρων, ἀλλ’ ἡ δι’ ὀλίγων καλῶς διαγινωσκομένη. |
| 19 347 [15] | οἱ μὲν οὖν ἀρχαῖοι καὶ οἱ πρὸ Ἱπποκράτους γενόμενοι ὧν ἡμεῖς τοῖς βιβλίοις ἐνετύχομεν, οὔτε ὡρίσαντό τινα τῶν κατὰ τὴν τέχνην οὔτε πολλὰ συγγράμματα ἀπέλιπον, ἀλλὰ πάνυ ὀλίγα. τούτους μὲν οὖν ἐπαινεῖν ἄξιον, ὅτι πρῶτοι ταῖς ἐπιβολαῖς ἐχρήσαντο καὶ ἐσπούδασαν εὑρεῖν τι χρήσιμον τῷ βίῳ. ἐπιγενόμενος δὲ τούτοις Ἱπποκράτης τήν τε ἰατρικὴν συνέγραψε καὶ ὡρίσατο αὐτὴν ἐν τῷ περὶ τέχνης, ἀρχηγὸς ἀεὶ τῶν καλῶν γενόμενος, διὰ τοῦτο περὶ οὗ πάντες οἱ Ἕλληνες μεμνήσονται εἰς τὸν ἅπαντα αἰῶνα, ἐπειδή περ κοινὸς εὐεργέτης ἁπάντων ἐγένετο. μετὰ δὲ τοὺς τούτου χρόνους οἱ γενόμενοί τινες συνέγραψαν ὅρους, καὶ οὗτοι δὲ οὐ πάντας. δοκοῦσι δὲ ἐπιμελεῖς γεγονέναι ἐν τῇ τοιαύτῃ θεωρίᾳ οἵ τε ἀπὸ τῆς Ἡροφίλου αἱρέσεως καὶ Ἀπολλώνιος ὁ Μεμφίτης, ἔτι δὲ καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς, ἀλλὰ καὶ οὗτοι οὔτε τῇ τάξει τῇ δεούσῃ ἐχρήσαντο οὔτε συνήγαγον τὴν πραγματείαν, ἀλλὰ διεσπαρμένως ἐν τοῖς βιβλίοις συνέγραψαν. ἔτι δὲ καὶ ἐνδεῶς ἀνεγράφησαν· οὔτε γὰρ πάντες ὡρίσαντο τὰ κατὰ τὴν ἰατρικήν. |
| 19 348 [15] | ὅτι δὲ φιλαλήθως λέγομεν δυνατὸν μανθάνειν τοῖς ἐντυγχάνουσι τοῖς τῶν εἰρημένων ἀνδρῶν συγγράμμασιν. ἡμεῖς δὲ πάλιν λέγομεν ἐγκείμενοι καὶ τοὺς εἰρημένους μὲν ὑπὸ τῶν προγενεστέρων ὅρους αὐταῖς λέξεσιν ἀναγράψομεν καὶ τὴν τάξιν τὴν δέουσαν αὐτοῖς ἐπιθήσομεν· καὶ εἴ τινες δὲ μή εἰσιν εἰρημένοι ὑπὸ τῶν παλαιοτέρων αὐτοὶ ποιήσαντες καὶ συντάξαντες, καθὼς ἠξίωσας καὶ σὺ, τὴν συναγωγὴν ποιήσομεν τελείαν. ταύτης γὰρ, ἐγὼ πείθομαι, ἀγαθὲ Θεῦθρα, μήτε γεγονέναι μήτε ἔσεσθαι χρησιμωτέραν τοῖς εἰσαγομένοις τῶν νέων. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. ἀναγκαῖον οὖν πρῶτον εἰπεῖν τι χρησιμώτατον καὶ τῇ τάξει τῆς διδασκαλίας ἁρμοδιώτατον, διασαφῆσαι τί ἐστιν αὐτὸς ὁ ὅρος, εἶτα ἐφεξῆς τοὺς ὅρους ὑποτάξαι. — — — αʹ. Ὅρος τοίνυν κατ’ ἐνίους ἐστὶ λόγος δηλῶν ποῖόν ἐστιν ἐκεῖνο καθ’ οὗ ἐστιν ὁ λόγος. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι. ὅρος ἐστὶ λόγος ἐννοίας. τινὲς δὲ καὶ οὕτως ὡρίσαντο. |
| 19 349 [15] | ὅρος ἐστὶ λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντων ἐκφερόμενος. ἢ ὅρος ἐστὶ διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων. ἢ ὅρος ἐστὶ λόγος τὸ εἶναι δηλῶν. ἢ λόγος ἐστὶν ἔννοιαν ἡμῖν τοῦ πράγματος δεικνύς τε καὶ σαφηνίζων. βʹ. Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὼς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ὁρισμὸς δὲ λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς χωρίοις ὁροθεσίων. γʹ. Διορισμός ἐστι πράγματος ὡς καθ’ ὅλου λεγομένου· μὴ ὄντος δὲ καθόλου κατὰ πρόσθεσιν εἰς τὸ καθόλου περιαγωγή. δʹ. Σκοπός ἐστι προεπινοούμενον τέλος· τέλος δὲ τὸ ἀποτέλεσμα τοῦ σκοποῦ. εʹ. Ἀφορισμός ἐστι λόγος σύντομος αὐτοτελῆ διάνοιαν ἀπαρτίζων. ἢ οὕτως. ἀφορισμός ἐστι λόγος πενόμενος μὲν κατὰ τὴν προφορὰν ἤτοι τὴν λέξιν, πλουτῶν δὲ τοῖς ἐνθυμήμασιν. στʹ. Ὑπογραφή ἐστι λόγος τυπωδῶς εἰσάγων εἰς τὴν δηλουμένην τοῦ πράγματος γνῶσιν· οἱ δὲ οὕτως. |
| 19 350 [15] | ὑπογραφή ἐστι λόγος τυπωδῶς ἐμφανίζων τὰ πράγματα. ζʹ. Ἐπιστήμη ἐστὶ κατάληψις ἀσφαλὴς καὶ ἀμετάπτωτος ὑπὸ λόγου. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι. ἐπιστήμη ἐστὶν ἕξις ἀμετάπτωτος ἐκ φαντασιῶν δόξαν ἀμέμπτως ὑπὸ λόγου παρεχομένη. ηʹ. Τέχνη ἐστὶ σύστημα ἐγκαταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἢ οὕτως. τέχνη ἐστὶ σύστημα ἐγκαταλήψεων συγγεγυμνασμένων ἐφ’ ἓν τέλος τὴν ἀναφορὰν ἐχόντων. θʹ. Ἱπποκράτης ἐν τῷ περὶ τέχνης ὡρίσατο τὴν ἰατρικὴν οὕτως καὶ πρώτως μὲν αὐτὴν νομίζων ἰατρικὴν εἶναι τὸ δὴ πάμπαν ἀπαλλάσσειν τῶν νοσεόντων τοὺς καμάτους καὶ τὸ τὰς σφοδρότητας τῶν νοσημάτων ἀμβλύνειν καὶ τὸ μὴ ἐγχειρέειν τοῖσι κεκρατημένοισιν ὑπὸ τῶν νοσημάτων εἰδότας ὅτι πάντα ταῦτα οὐ δύναται ἡ ἰατρικὴ τέχνη ἐπανορθοῦσθαι. ἄλλως. ἰατρικὴ τέχνη ἐστὶ περὶ τὰ ἀνθρώπων σώματα καταγινομένη ὑγιείας περιποιητική. ἄλλως. |
| 19 351 [15] | ἰατρική ἐστι τέχνη πρόσθεσις καὶ ἀφαίρεσις. πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων. ἄλλως κατὰ Ἡρόφιλον. ἰατρική ἐστι τέχνη ὑγιεινῶν καὶ νοσερῶν καὶ οὐδετέρων. ἢ οὕτως. ἰατρικὴ τέχνη ἐστὶ περιποιητικὴ ὑγιείας. οἱ δὲ πλείους οὕτως ὡρίσαντο. ἰατρική ἐστι τέχνη διαιτητικὴ ὑγιαινόντων καὶ θεραπευτικὴ νοσούντων. ιʹ. Τὰ ἀνωτάτω μέρη τῆς ἰατρικῆς ἐστι δύο, θεωρία καὶ πρᾶξις. προηγεῖται δὲ τῆς πράξεως ἡ θεωρία. θεωρῆσαι γάρ τι πρότερον χρὴ, ἔπειτα οὕτως πρᾶξαι. ἀρχὴ γὰρ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τοῦ λόγου διδασκαλία. ιαʹ. Μέρη τῆς ἰατρικῆς, ἃ καὶ εἴδη τινὲς ἐκάλεσαν, ἔστι πέντε φυσιολογικὸν, παθογνωμονικὸν, διαιτητικὸν, ὑλικὸν καὶ θεραπευτικόν. φυσιολογικὸν μὲν οὖν ἐστι τὸ περὶ τὴν θεωρίαν τῆς διοικούσης ἡμᾶς καὶ οἰκονομούσης δυνάμεως φύσεως γιγνόμενον. παθογνωμονικὸν δὲ τὸ περὶ τὴν διάγνωσιν τοῦ παρὰ φύσιν ὄν. διαιτητικὸν δὲ τὸ περὶ τὴν δίαιταν τῶν τε ὑγιαινόντων καὶ τῶν νοσούντων. |
| 19 352 [15] | ὑλικὸν δὲ τὸ περὶ τὴν ἰωμένην τὸ σῶμα ἡμῶν ὕλην ἔχον. θεραπευτικὸν δὲ τὸ περὶ τὴν ἴασιν ἢ ἀνάκλησιν τῆς διεφθαρμένης ὑγιείας καὶ ἀποκατάστασιν αὐτῆς πραγματευόμενον. ιβʹ. Αἵρεσίς ἐστι πλήθους δογμάτων πρόσκλησις τεχνικῶς συντεταγμένων καὶ ἐφ’ ἓν τέλος ἐχόντων τὴν ἀναφοράν. ἢ οὕτως. αἵρεσίς ἐστι σύστημα δογμάτων ἀκολουθούντων ἀλλήλοις τε καὶ τοῖς φαινομένοις ἢ νομιζομένων ἀκολουθεῖν. δύναιτο δὲ ἄν τις καὶ οὕτως εἰπεῖν. αἵρεσίς ἐστι συγκατάθεσις πλειόνων δογμάτων ἀλλήλοις καὶ τοῖς φαινομένοις ἀκολουθούντων ἢ νομιζομένων ἀκολουθεῖν. εὑρίσκεται δὲ καὶ τοιοῦτός τις ὅρος. αἵρεσίς ἐστι πρόσκλησις πλήθους δογμάτων ἀκολουθίαν ἐχόντων ἑαυτοῖς καὶ τοῖς φαινομένοις. ἢ οὕτως. αἵρεσίς ἐστι πρόσκλησις ἐπὶ πλήθει δογμάτων ἀκολουθίαν ἐχόντων πρὸς ἄλληλα ἐφ’ ἓν τέλος. ιγʹ. Δόγμα ἐστὶ τὸ μὲν ἰδίως, τὸ δὲ κοινῶς λεγόμενον. κοινῶς μὲν ἡ ἐνεργείᾳ πράγματος συγκατάθεσις, ἰδίως δὲ πράγματος συγκατάθεσις, διὸ δὴ μᾶλλον ἡ λογικὴ αἵρεσις δογματικὴ κέκληται. |
| 19 353 [15] | δόγμα ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τὸ μὲν πρότασίς ἐστι, τὸ δὲ ὑπόληψις. ιδʹ. Ἰατρικῆς αἱρέσεις αἱ πρῶται δύο ἐμπειρικὴ καὶ λογικὴ καὶ τρίτη μεθοδική. δοκεῖ δὲ καὶ τετάρτην αἵρεσιν ἐξευρεῖν Ἀγαθῖνος ὁ Λακεδαιμόνιος, ἣν ὠνόμασεν ἐπισυνθετικὴν, ἔνιοι δὲ ἐκλεκτικήν. ἕτεροι τὴν ἑκτικήν. ιεʹ. Ἔστιν ἡ ἐμπειρικὴ αἵρεσις τῶν πλειστάκις καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως πως ἑωραμένων. ιστʹ. Λογικὴ αἵρεσίς ἐστιν ἐπιστήμη περὶ ἀδήλων καὶ ἔργα τὰ ἐν τῷ ἰατρεύειν ταύτῃ ἑπόμενα. ιζʹ. Ἡ μεθοδικὴ αἵρεσις γνῶσις φαινομένων κοινοτήτων προσεχῶν καὶ ἀναγκαίων τῷ τῆς ἰατρικῆς τέλει. κοινότητας δὲ λέγει τὸ στεγνὸν καὶ τὸ ὀῤῥῶδες καὶ τὸ ἐπιπεπλεγμένον. ιηʹ. Ἀναλογισμός ἐστι λόγος ἀπὸ φαινομένου ὁρμώμενος καὶ ἀδήλου κατάληψιν ποιούμενος. |
| 19 354 [15] | οἷον εἰ ἱδρῶτές εἰσι, πόροι εἰσίν. οἱ μὲν γὰρ ἱδρῶτες πρᾶγμα φαινόμενόν ἐστι, τὸ δὲ πόρους εἶναι ἄδηλον ὑπάρχει. ιθʹ. Συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν τεθέντων κατ’ ἀνάγκην συνάγεται πρότερον ἀγνοούμενον. κʹ. Ἐπιλογισμός ἐστι λόγος τὸ παρεκφαινόμενον τῆς διανοίας εἰς ἐπίτασιν ἄγων. καʹ. Θεώρημά ἐστι πρᾶγμα καθολικὸν ἀκολούθως τιθέμενον τῷ τῆς ἰατρικῆς τέλει. ἄλλως. θεώρημά ἐστιν ἀξίωμα καθολικὸν συμπληρωτικὸν τῆς ἰατρικῆς τέλει διηνεκές. ἄλλως. θεώρημά ἐστιν οὗ τὸ ἐναντίον σπανίως ἐκβατόν ἐστι. κβʹ. Σπάνιόν ἐστιν οὗ τὸ ἐναντίον ἐκβατόν ἐστι. κγʹ. Ἀμφίδοξόν ἐστιν οὗ τὸ ἐναντίον ἐπίσης ἐκβατόν ἐστι. κδʹ. Τέλος ἐστὶν οὗ ἕνεκα τὸ κατ’ ἰατρικὴν πράσσεται. ἢ οὕτως. τέλος ἐστὶν ἐφ’ ὃ πάντα ἀναφέρεται τῶν κατ’ ἰατρικήν. |
| 19 355 [15] | δύναται καὶ οὕτως ὁρίσασθαι. τέλος ἐστὶ κατ’ ἰατρικὴν οὗ τυχόντες οὐδενὸς ἔτι δεόμεθα. κεʹ. Τέλειός ἐστιν ἰατρὸς ὁ ἐν θεωρίᾳ καὶ πράξει ἀπηρτισμένος. κστʹ. Ἄριστος ἰατρός ἐστιν ὁ πάντα πράττων ἐν ἰατρικῇ κατὰ τὸν ὀρθὸν λόγον. κζʹ. Ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦν καὶ ἐπιστήμης δεκτικόν. κηʹ. Ζῶόν ἐστιν οὐσία ἔμψυχος, αἰσθητικὴ, καθ’ ὁρμὴν καὶ προαίρεσιν κινουμένη. κθʹ. Ψυχή ἐστιν οὐσία ἀσώματος, αὐτοκίνητος κατὰ Πλάτωνα. κατὰ δὲ τοὺς Στωϊκοὺς σῶμα λεπτομερὲς ἐξ ἑαυτοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους. κατὰ δὲ τὸν Ἀριστοτέλη ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ἄλλως. ψυχή ἐστι πνεῦμα παρεσπαρμένον ἐν ὅλῳ τῷ σώματι δι’ οὗ ζῶμεν καὶ λογιζόμεθα καὶ ταῖς λοιπαῖς αἰσθήσεσιν ἐνεργοῦμεν ὑπηρετοῦντος τοῦ σώματος. λʹ. |
| 19 356 [15] | Σῶμά ἐστι μέγεθος τριχῇ διάστατον ἔχον ἐν ἑαυτῷ μῆκος, βάθος, πλάτος. ἢ μέγεθος ἐκ τριῶν διαστημάτων συνεστηκός. λαʹ. Στοιχεῖόν ἐστιν ἐξ οὗ πρώτου καὶ ἁπλουστάτου τὰ πάντα γέγονε καὶ εἰς ὃ ἁπλούστατον τὰ πάντα ἀναλυθήσεται ὂν ἔσχατον. καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς ἐν τῷ τρίτῳ βιβλίῳ φησὶν οὕτως. στοιχεῖα τῆς ἰατρικῆς ἐστι καθάπερ τινὲς τῶν ἀρχαίων ὑπέλαβον, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν, ἐξ ὧν πρώτων φαινομένων καὶ ἁπλουστάτων καὶ ἐλαχίστων ὁ ἄνθρωπος συνέστηκε· καὶ εἰς ἃ ἔσχατα φαινόμενα καὶ ἁπλούστατα καὶ ἐλάχιστα τὴν ἀνάλυσιν λαμβάνει. λβʹ. Στοιχείωσίς ἐστιν ἡ τῶν αὐτῶν κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως διδασκαλία. οἱ δὲ οὕτως. στοιχείωσίς ἐστιν ἀπὸ στοιχείων ἐπὶ τὸ τέλος ὁδός. λγʹ. Συνέστηκεν ἡμῶν τὰ σώματα ἐκ στερεῶν, ὑγρῶν καὶ πνευμάτων. στερεὰ μὲν οὖν ἐστιν ὀστᾶ, χόνδροι, νεῦρα, μύες, φλέβες, ἀρτηρίαι καὶ τὰ ἐν κατακαλήψει σπλάγχνα. ὑγρὰ δὲ οἱ χυμοὶ καὶ τὰ περιττώματα. |
| 19 357 [15] | τὸ δὲ πνεῦμα τὸ ἔμφυτόν ἐστι θερμὸν τὸ ἐν τῇ καρδίᾳ. ἄλλως. ἐκ πόσων συνέστηκεν ἡμῶν τὰ σώματα; ἐκ δεκατεσσάρων. νεύρων, φλεβῶν, ἀρτηριῶν, ὀστῶν, αἵματος, πνεύματος, σαρκὸς, πιμελῆς, χόνδρων, ὀνύχων, μυελῶν, τριχῶν, χυμῶν καὶ ὑμένων. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ παθητικὰ σώματα; ἐκ τεσσάρων. ἐξ αἵματος, φλέγματος, χολῆς ξανθῆς καὶ μελαγχολικοῦ χυμοῦ· ἅτινα καὶ παθητικὰ στοιχεῖα καλοῦσί τινες. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ ὑλικὰ σώματα; ἐκ τεσσάρων. πυρὸς, ἀέρος, γῆς καὶ ὕδατος· ἅτινα καὶ ὑλικὰ στοιχεῖα καλοῦνται. λδʹ. Ἀνατομή ἐστι θεωρία τῶν ἐν κατακαλύψει σπλάγχνων. εἰσὶ τῆς ἀνατομῆς εἴδη δύο, τὸ μὲν κατ’ ἐπιτήδευσιν, τὸ δὲ κατὰ περίττωσιν. κατ’ ἐπιτήδευσιν μὲν οὖν ἐστιν ἡ ἀπὸ τῶν δογματικῶν παραλαμβανομένη θέα ἕνεκα τῆς ἐν κατακαλύψει ἤτοι ἐπὶ τῶν ζώντων ἢ ἐπὶ τῶν τετελευτηκότων ἢ καὶ ἤτοι ὅλων ἢ μερῶν. κατὰ δὲ περίπτωσιν ἐκ συντυχίας ἢ ὑπὸ μεγάλης τρώσεως γινομένη. προσχρῶνται δὲ αὐτῇ μόνοι οἱ ἐμπειρικοί. λεʹ. |
| 19 358 [15] | Χειρουργία ἐστὶ χειρῶν ἀτρόμων ὀξεῖα κίνησις μετ’ ἐμπειρίας. ἢ ἔντεχνος πρᾶξις ἐν ἰατρικῇ διὰ χειρῶν ἢ ὀργάνων περιγινομένη τοῦ προσήκοντος τέλους. λστʹ. Περικράνιος ὑμήν ἐστι νευρώδης περιειληφὼς πᾶν τὸ κράνιον. λζʹ. Μήνιγγές εἰσι τὰ περιέχοντα τὸν ἐγκέφαλον σώματα νευρώδη καὶ ἀρτηριώδη. ληʹ. Ἐγκέφαλός ἐστι λευκὸς, μαλακὸς, ὥσπερ ἐξ ἀφροῦ τινος πεπηγὼς, ὑγρὸς καὶ θερμός. λθʹ. Παρεγκεφαλίς ἐστιν ὄπισθεν τοῦ ἐγκεφάλου τεταγμένη ὁμοφυὴς ἐγκεφάλῳ καὶ ὁμόχροος. μʹ. Νωτιαῖος μυελός ἐστιν ὁμοφυὴς ἐγκεφάλῳ καὶ ὁμόχρους· λιπαρώτερος δέ τε καὶ λευκότερος καὶ ἀκυρώτερος, διὰ μέσης τῆς ῥάχεως καταγινόμενος. μαʹ. Ὀφθαλμοί εἰσιν οἱ συνεστῶτες ἐκ τεσσάρων χιτώνων, ἀμφιβληστροειδοῦς, ῥαγοειδοῦς, κερατοειδοῦς καὶ ἐπιπεφυκότος. καὶ ὑγρῶν τριῶν, ὑελοειδοῦς, κρυσταλλοειδοῦς καὶ ὠοειδοῦς ὡς ἤδη ἐπιπεφυκότος νευρώδους ἢ νεύρων ὀπτικῶν. |
| 19 359 [15] | αἰσθητικοὶ τῶν ὑποκειμένων χρωμάτων καὶ μεγεθῶν καὶ σχημάτων. μβʹ. Ὦτα δὲ νευρώδη καὶ χονδρώδη αἰσθητικὰ φωνῶν καὶ τῶν ἐν αὐταῖς διαφορῶν. μγʹ. Ῥῖνές εἰσι νευρώδεις καὶ χονδρώδεις ἀντιληπτικαὶ ὀσμῶν. μδʹ. Γλῶσσά ἐστι φλεβώδης καὶ σαρκώδης, ὑποπίμελος, αἰσθητικὴ χυμῶν, συνεργὸς τῇ καταπόσει τῆς τροφῆς καὶ τῇ διαρθρώσει τῆς φωνῆς. μεʹ. Φάρυγξ ἐστὶν ἡ ἔνδον στόματος χώρη, εἰς ἣν ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας. διότι συνεργὸς τῇ καταπόσει τε καὶ τῇ ἀναπνοῇ καὶ τῇ φωνῇ. μστʹ. Λάρυγξ ἐστὶ χονδρώδης δι’ οὗ τὸ πνεῦμα εἰσπνέομεν, συνεργὸς καὶ πρὸς τὴν φωνήν. μζʹ. Πνεύμων ἐστὶν ἀρτηριώδης ἐκ τῶν λείων καὶ τραχειῶν ἀρτηριῶν σομφότερος, ὄργανον ἀναπνευστικόν. μηʹ. Θώραξ ἐστὶν ἐκ φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων κατεσκευασμένος ὑπὸ τῆς φύσεως πρὸς τὸ τῆς ἀναπνοῆς ὅρμημα. μθʹ. |
| 19 360 [15] | Καρδία ἐστὶ νευρώδης καὶ μυώδης καὶ φλεβώδης, ἔχουσα καὶ ἀρτηρίας. κωνοειδὴς τῷ σχήματι, ὑποπίμελος, ἐξ ἧς ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες δι’ ὧν ἐπιπέμπεται αἷμα καὶ πνεῦμα. ἄλλως. καρδία ἐστὶ μυώδης, ἔχουσα σχῆμα κωνοειδὲς καὶ δύο κοιλίας ἐν αἷς γεννᾶται τὸ ἔμφυτον θερμὸν καὶ τὸ ζωτικὸν πνεῦμα. ἐξ ἧς ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες ἐκφύονται. δι’ ὧν χορηγεῖται τῷ παντὶ σώματι ὅ τε ζωτικὸς γόνος καὶ ἡ ἔμφυτος θερμασία. νʹ. Διάφραγμά ἐστι νευρῶδες, διεῖργον καὶ χωρίζον τά τε ἐν τῷ θώρακι καὶ τὰ ὑπὸ τὸν θώρακα σπλάγχνα. ὅν τινα καὶ ὑπεζωκότα καλοῦμεν. ναʹ. Ἧπάρ ἐστιν οὐσίᾳ φλεβῶδες καὶ θερμὸν καὶ πολύαιμον καὶ τὴν πρώτην ἐξαιμάτωσιν πλείστην ποιούμενον, συνεργοῦν καὶ τῇ κοιλίᾳ πρὸς τὴν πέψιν τῇ παραθέσει συνθάλπον αὐτήν. ἄλλως. ἧπάρ ἐστιν οὐσία ἐρυθρὰ, σαρκώδη μείωσιν ἔχουσα, τεταγμένη ἐν τοῖς δεξιοῖς μέρεσιν, ἐν ᾗ γεννᾶται τὸ αἷμα πρὸς ἀποτροφὴν τοῦ παντὸς σώματος. νβʹ. |
| 19 361 [15] | Σπλήν ἐστι φλεβώδης καὶ ἀρτηριώδης, λεπτὰ ἀγγεῖα ἔχων καὶ πολλὰς μεταξὺ κοιλότητας τῶν ἀγγείων, διὰ τοῦτο ἀραιὸς καὶ σομφός. νγʹ. Στόμαχός ἐστι νευρώδης καὶ ἀρτηριώδης ἐργαλεῖον ὀρέξεως καὶ καταπόσεως ἢ καὶ πόρος ὑγρᾶς καὶ ξηρᾶς τροφῆς. νδʹ. Κοιλία ἐστὶ νευρώδης ὑποδοχεῖον τροφῆς ὑγρᾶς καὶ ξηρᾶς πρὸς τὸ πέττεσθαι τὴν τροφὴν κατεσκευασμένη. νεʹ. Ἔντερά ἐστι νευρώδη τὰ μὲν πρὸς τὴν πέψιν συνεργοῦντα, τὰ δὲ πρὸς τὴν ὑποδοχὴν, τὰ δὲ πρὸς ἀπόκρισιν τοῦ περιττώματος γεγονότα. πόσων πηχῶν εἰσι τὰ ἔντερα; τὰ ἔντερα δεκατριῶν πηχῶν εἰσιν ἕκαστον τῷ ἰδίῳ πήχει μετρούμενον. πόσαι τάξεις ἐντέρων; ἐννέα. στόμαχος, κοιλία, πυλωρὸς, δωδεκαδάκτυλος, ἔκφυσις, νῆστις, λεπτὸν, τυφλὸν, κῶλον, ἀπευθυσμένον. νστʹ. Νεφροί εἰσι σαρκώδεις ἐκ ψαφαρωτέρας σαρκὸς συγκείμενοι, ἰσθμοὶ τοῦ ὑγροῦ περιττώματος καὶ ὥσπερ προσλάκια ὑπὸ τῆς φύσεως γεγενημένοι. |
| 19 362 [15] | νζʹ. Κύστις ἐστὶ νευρώδης ὑποδοχεῖον ἅμα καὶ ἐργαλεῖον ἐκκριτικὸν ὑγροῦ τοῦ περιττώματος. νηʹ. Δίδυμοί εἰσι σαρκοειδεῖς καὶ εὔθρυπτοι, ὑγροὶ καὶ θερμοὶ, συνεργοὶ τῇ πέψει τοῦ ἐν τοῖς παραστάταις σπέρματος. νθʹ. Παραστάται εἰσὶν οἱ συγκείμενοι ἐκ φλεβὸς καὶ ἀρτηρίας εἰς τὸ αὐτὸ συμπεφυκυιῶν περιεκτικοὶ σπέρματος. ξʹ. Μήτρα ἐστὶν ἔξωθεν μὲν νευρώδης, ἐν δὲ τῷ ἔνδοθεν σαρκωδεστέρα, ἀγγεῖον κυητήριον. ταύτῃ καὶ ἡ ὑστέρα ὀνομάζεται, ὅτι ὑστάτη τῶν ἁπάντων μερῶν ἐστι. ἄλλως. μήτρα ἐστὶν καὶ ἡ ὑστέρα λεγομένη. καὶ μήτρα μὲν λέγεται διὰ τὸ εἶναι μητέρα πάντων τῶν βρεφῶν. ὑστέρα δὲ λέγεται διὰ τὸ ὕστερον τῶν μορίων κεῖσθαι αὐτήν. πόσας ἐνεργείας ἔχει μήτρα ἐν ταῖς συνουσίαις; τέσσαρας. ἑλκτικὴν, καθεκτικὴν, ἀλλοιωτικὴν καὶ ἀποκριτικήν. ξαʹ. |
| 19 363 [15] | Ἔκκρισίς ἐστι φορὰ τῶν παρακειμένων τοῖς σώμασι περιττωμάτων. ξβʹ. Κόπρος ἐστὶν ἀποκάθαρμα τροφῆς εἰς συντέλειαν πέψεως καὶ ἀναδόσεως διακεκριμένον. ξγʹ. Οὖρόν ἐστι περιήθημα τοῦ αἵματος ἐν τῇ μεγάλῃ φλεβὶ καταφερόμενον διὰ νεφρῶν καὶ οὐρητήρων ἐν τῇ κύστει. ἄλλως. οὖρόν ἐστι περίττωμα ὅπερ γεννᾶται μὲν ἐν τῷ ἥπατι, διακρίνεται δὲ ἐν τοῖς νεφροῖς, παράκειται δὲ διὰ τῶν οὐρητήρων παρὰ τὴν οὐροδόχον κύστιν, κἀκεῖθεν ἐξέρχεται διὰ τοῦ τραχήλου τῆς κύστεως· ὃν τράχηλον καὶ οὐρήθραν ἐκάλουν διὰ τὸ ἐκεῖθεν φέρεσθαι τὸ οὖρον. ξδʹ. Ποιητικὴ αἰτία τοῦ οὔρου ἐστὶν ἡ ἐν τῷ ἥπατι ἐξαιμάτωσις. ξεʹ. Τέσσαρές εἰσι χυμοὶ ἐξ ὧν τὸ ζῶον συνέστηκεν, αἷμα, φλέγμα, χολαὶ δύο, ξανθή τε καὶ μέλαινα. ταῦτα γὰρ ἃ καὶ στοιχεῖα τοῦ σώματος παῖδες ἰατρῶν καλοῦσιν, ἐπειδὴ ἐκ τούτων συνεστήκαμεν. τούτων τὸ μὲν αἷμα θερμόν ἐστι καὶ ὑγρὸν καὶ γλυκὺ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν καὶ ἁλυκὸν καὶ γλίσχρον· ἡ δὲ ξανθὴ χολὴ θερμὴ καὶ ξηρὰ καὶ δριμεῖα καὶ δακνώδης· ἡ δὲ μέλαινα ξηρὰ καὶ ψυχρὰ καὶ ὀξεῖα καὶ βαρυτάτη. |
| 19 364 [15] | ξστʹ. Αἷμά ἐστι θερμὸν καὶ ὑγρὸν ἐν ταῖς φλεψὶ πλεῖον, ἐν ἀρτηρίαις ὀλιγώτερον, ἐξ οὗ τὸ ζῶον τρέφεται. ξζʹ. Φλέγμα ἐστὶ ψυχρὸν καὶ ὑγρὸν πρός τε τὴν κατάποσιν τῶν σιτίων καὶ πρὸς τὰς κινήσεις τῶν ἄρθρων ὑπὸ τῆς φύσεως ὑποβεβλημένον. ξηʹ. Ξανθὴ χολή ἐστι θερμὴ καὶ ξηρὰ καὶ ἐπὶ τόνον μὲν τοῦ στομάχου καὶ πρὸς τὰς ἐκκρίσεις τῆς κοιλίας γεγενημένη. ξθʹ. Χολὴ μέλαινά ἐστι ψυχροτέρα τῆς ξανθῆς παρακειμένη μέντοι ἐν τῷ σπληνὶ, ἀνακεκραμένη δὲ καὶ ἐν τῷ αἵματι, ὥστε σχίζεσθαι αὐτὸ καὶ μὴ παχὺ καὶ ἀργὸν καὶ δυσανάδοτον ἀποτελεῖσθαι. οʹ. Τέσσαρές εἰσι διαφοραὶ τοῦ μελαγχολικοῦ χυμοῦ· ὧν πρῶτός ἐστιν ὁ στοιχειώδης· καὶ ὁ ἐξ ὑπεροπλήσεως τῆς ξανθῆς χολῆς γενόμενος, ὅντινα καὶ ἀσφαλτώδη ὀνομάζομεν διὰ τὸ στίλβειν αὐτὸν ἀσφάλτου δίκην καὶ ὁ ἐκ τοῦ ἀπογεωθέντος φλέγματος ἢ τοῦ σαπέντος καὶ ὁ ἐκ τοῦ τρυγώδους αἵματος. |
| 19 365 [15] | χολῆς ξανθῆς διαφοραὶ ἕξ· χολὴ ἡ στοιχειώδης καὶ ἡ λεκιθώδης καὶ ἰσατώδης καὶ πρασώδης καὶ ἰώδης καὶ ἡ ὠχρὰ καὶ αἱ τοῦ φλέγματος διαφοραί. τὸ μέν ἐστι γλυκὺ, τὸ δὲ ἁλυκὸν, τὸ δὲ ἄποιον. καὶ κατὰ τρεῖς τρόπους εἰσὶ τὰ ὑγρὰ ἐν τῇ γαστρὶ, ἢ μὲν γὰρ ἐπιπλέουσιν ἢ ἀναπεμπόμενά εἰσιν ἢ ἐμπεπλασμένα. οαʹ. Μύξα ἐστὶν ἀποκάθαρμα τοῦ ἐγκεφάλου ὥστε κουφίζεσθαι τὸ ἡγούμενον τῆς ψυχῆς μέρος. οβʹ. Ἱδρώς ἐστι περιήθημα τῆς ἐν τῷ αἵματι λεπτῆς καὶ ὀῤῥώδους ὑγρασίας. ογʹ. Φλέψ ἐστιν ἀγγεῖον αἵματος καὶ τοῦ συγκεκραμένου τῷ αἵματι φυσικοῦ πνεύματος, νευρώδης, τὴν αἴσθησιν καὶ τὴν ὑγρὰν καὶ θερμὴν οὐσίαν ἔχουσα· ἔχει δὲ πλεῖον τὸ αἷμα, ὀλιγώτερον δὲ τὸ ζωτικὸν πνεῦμα. οδʹ. Ἀρτηρία ἐστὶν ἀγγεῖον αἵματος ἐλάττονος καὶ καθαρωτέρου καὶ τοῦ συγκεκραμένου φυσικοῦ πνεύματος πλείονος καὶ λεπτομερεστέρου, θερμοτέρα καὶ ξηροτέρα καὶ αἰσθητικωτέρα τῆς φλεβὸς σφυγμωδῶς κινουμένη. |
| 19 366 [15] | ἄλλως. ἀρτηρία ἐστὶ σῶμα κοῖλον διχίτωνον, ἐκ καρδίας ὁρμώμενον πνεύματος ζωτικοῦ χορηγόν. δέχεται δὲ καθαρὸν ἀέρα ἐν τῇ συστολῇ καὶ ἐκκρίνει ἐν τῇ διαστολῇ τὰ καπνώδη καὶ λιγνυώδη περιττώματα· εἰσφέρουσα οὖν καθαρὸν ἀέρα ψύχει τὴν καρδίαν καὶ τὸ ἔμφυτον θερμόν· ἡ χρεία γοῦν τοῦ σφυγμοῦ αὕτη ἐστὶ τὸ ἐμψύχεσθαι διὰ τοῦ ἀέρος. ἔστι δὲ καὶ αὕτη οὐσία τοῦ ἀέρος τὸ προστίθεσθαι τῷ ἡμετέρῳ πνεύματι γέννησις καὶ προσθήκη τοῦ ψυχικοῦ πνεύματος. οεʹ. Εἰσὶ κινήσεις ἐν ἡμῖν ὡς Ἀριστοτέλης ἐκ κατηγορίας λέγει ἕξ· γένεσις, φθορὰ, μείωσις, ἀλλοίωσις, αὔξησις καὶ ἡ κατὰ τὸν τόπον φορά. οστʹ. Νεῦρόν ἐστι σῶμα λευκὸν καὶ νᾶστον. νεύρων τρεῖς εἰσιν αἱ διαφοραὶ, τὰ μὲν ἐξ ἐγκεφάλου καὶ νωτιαίου ἐκπεφυκότα νεῦρα, ταῦτα κυρίως προσαγορεύεται· τὰ δὲ ἐκ μυῶν τένοντες· τὰ δὲ ἐξ ὀστῶν σύνδεσμοι. οζʹ. Νεῦρα τὰ ἀπ’ ἐγκεφάλου καὶ μηνίγγων ἐκπεφυκότα, κοινὰ, ξηρότερα καὶ ἧττον θερμότερα φλεβῶν καὶ ἀρτηριῶν αἰσθητικώτερα τὰς προαιρετικὰς κινήσεις ἐκτελοῦντα. |
| 19 367 [15] | οηʹ. Νεῦρα τὰ ἐξ ὀστῶν ἐκφυόμενα εἰσὶν τὰ ἐξ ὀστῶν εἰς ὀστᾶ συνδετικὰ καὶ συνεκτικὰ τῶν ἄρθρων καὶ τῶν μελῶν τοῦ σώματος. οθʹ. Νεῦρον ἐκ μυὸς ἐκφυόμενον πέρας ἐστὶ μυὸς ἢ ἀπονεύρωσις εἰς τὸ κινηθησόμενον μέρος ἐμφυομένη. πʹ. Μύες εἰσὶ σώματα νευρώδη ἀναμεμιγμένης αὐτοῖς καὶ σαρκὸς πρὸς κίνησιν τῶν σώματος μερῶν γεγονότες. παʹ. Περιόστεοι ὑμένες εἰσὶν εἱλύματα λεπτὰ, ἰνώδη ὥσπερ ἐνδύματα τῶν ὀστῶν ὑπὸ τῆς φύσεως γενόμενοι. πβʹ. Πιμελή ἐστι παρέγχυμα τροφῆς περὶ τοὺς ὑμένας μάλιστα πηγνυμένη, ἀναίσθητος. πγʹ. Σάρξ ἐστιν ἐξ αἵματος πεπηγυῖα, ὑγρὰ καὶ θερμὴ, σκέπην τε καὶ τὴν μαλακότητα παρεχομένη τῷ σώματι. πδʹ. Ὁ ἐν τοῖς ὀστέοις μυελός ἐστι περιεχόμενος ταῖς κοιλότησιν τῶν ὀστῶν, λιπαρὸς καὶ ἀναίσθητος. πεʹ. |
| 19 368 [15] | Χόνδροι εἰσὶ σώματα γεωδέστερα καὶ ἀναίσθητα, ἅτινά εἰσι ῥὶς καὶ ὦτα. πστʹ. Ὀστᾶ εἰσι σώματα ξηρὰ καὶ γεώδη καὶ ψυχρὰ καὶ ἀναίσθητα. ἄλλως. ὀστοῦν ἐστι σῶμα γεωδέστερον, ψυχρὸν καὶ ἀναίσθητον. ὀστοῦν ἐστι κατὰ μὲν Πλάτωνα μυελὸς ὑπὸ θερμοῦ πηγνύμενος, κατὰ δὲ ἐνίους τῶν ἰατρῶν σύγκρισις γεώδης καὶ στερεὰ καὶ ἀναίσθητος καὶ ἄναιμος. κοινὰ δὲ ἡ ἀναισθησία καὶ μὴ ἀνωμαλία χόνδρου καὶ ὄνυχος. ἀλλ’ ὁ μὲν χόνδρος εἰκών ἐστιν ὀστοῦ. παράκειται γὰρ ἐν τοῖς ἄρθροις πλειστάκις. ὄνυξ δὲ ὀστέου εἴη ἂν ἐπιφάνεια ἢ δέρματος ἄφαψις σκληρὰ καὶ ξηρά. πζʹ. Ὀδόντες εἰσὶν οἱ διαιροῦντες τὴν τροφὴν καὶ κατεργαζόμενοι καὶ συνεργοῦντές τι καὶ πρὸς τὴν τῆς φωνῆς διάρθρωσιν. πηʹ. Οὐρανίσκος ἐστὶ τὸ ἀνώτερον μέρος τοῦ στόματος ἐκ τῆς πρὸς οὐρανὸν ὁμοιότητος τὸ ὄνομα λαμβάνων. πθʹ. Γαργαρέων ἐστὶ σαρκίον τῆς φάρυγγος ἀπηρτησμένον, φωνῆς ὄργανον καὶ πνεύματος ἀποτέλεσμα. ϟʹ. |
| 19 369 [15] | Φατνία εἰσὶν αἱ κοιλότητες τῶν ὀστῶν ἐν αἷς οἱ ὀδόντες ἐῤῥίζωνται. ϟαʹ. Ὄνυχές εἰσιν ἀποτελεύτησις τῶν νεύρων εὐπρεπείας χάριν γεγονότες καὶ ὡς ἐπιλαμβάνεσθαί τι τοῖς δακτύλοις εὐκολώτερον. οἱ δὲ οὕτως. ὄνυχές εἰσι δέρματος ἔφαψις ξηρὰ καὶ ψυχρὰ καὶ ἀναίσθητος. ϟβʹ. Θρὶξ σῶμά ἐστι ξηρὸν καὶ ψυχρὸν καὶ ἀναίσθητον πρὸς σκέπην καὶ κόσμον γεγενημένη. κατὰ πόσους τρόπους ἐγένοντο αἱ τρίχες εἰς τὸν ἄνθρωπον; κατὰ δύο. αἱ μὲν πρὸς κόσμον ἐν τῇ κεφαλῇ καὶ ἐν γενείοις· διὰ χρείαν δὲ ἐν τοῖς βλεφάροις καὶ ἐν τοῖς ὀφρύσιν. διὰ τί ἐπὶ τῆς κεφαλῆς φύονται πολλαὶ τρίχες; διά τε τὴν ξηρότητα τοῦ δέρματος καὶ διὰ τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων τῶν κάτωθεν ἄνω ἐς τούτους τόπους ἀναφερομένων. διὰ τί ἐπὶ τῶν ἀκμαστικῶν ἡλικιῶν δασύτης ἐστὶ τριχῶν; διὰ τὸ εἶναι πλῆθος περιττωμάτων καὶ πόρους μεγάλους καὶ διὰ τὸ τούτων δέρμα μηδὲ λίαν ξηρότερον μηδὲ μαλακώτερον. διὰ τί ἐπὶ τῶν παίδων ψιλότης ἐστὶ τριχῶν; διά τε τὸ μὴ εἶναι πολλὰ αἰθαλώδη περιττώματα καὶ διὰ τὸ μὴ εἶναι πόρους. |
| 19 370 [15] | κατὰ πόσους τρόπους γίνονται φαλακροὶ οἱ ἄνθρωποι; κατὰ δύο. ἢ δι’ ἄκραν ξηρότητα ἢ δι’ ἄκραν ὑγρότητα, ὥσπερ ἡ γῆ τὸν χορτὸν ἡ ἔχουσα πολὺ ὕδωρ σήπει. ϟγʹ. Δέρμα ἐστὶ σῶμα νευρῶδες σκεπάζον ὅλην τὴν περιοχὴν ὅλου τοῦ σώματος, εὐπρεπείας χάριν τὸν τοῦ ὅλου λόγον καὶ ὥστε ἀπερύκειν τὰ αἴτια γεγενημένον. ϟδʹ. Σπέρμα ἐστὶν ἡ συνεσπαρμένη δύναμις ἐν ὑγρῷ περιέχουσα τούτου τὸν λόγον, ἥτις δύναμις τυγχάνουσα τῶν προσηκόντων λόγων καὶ ὑλῶν ἐξαπλοῦται εἰς γένεσιν ἀνθρώπου. ἢ οὕτως ἑτέρως. σπέρμα ἐστὶν ὑγρὸν ἐν παραστάταις περιεχόμενον ἐκ θερμοῦ πνεύματος, ἐξ οὗ οἷόν τε φῦναι ἄνθρωπον. ἄλλως. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεννᾷν οἷον ἀφ’ οὗ καὶ ἀφέθη· ἢ τὸ μεθ’ ὑγροῦ ψυχῆς ὑλικοῦ μέρους ἀπόσπασμα μετὰ τοῦ ὑγροῦ πνεύματος. ὁ δὲ Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο. σπέρμα ἐστὶν ἀνθρώπου ὃ μεθίησιν ἄνθρωπος μεθ’ ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷόν τε αὐτὸ ἦν καὶ αὐτὸ συμμιχθὲν ἀπεκρίθη. |
| 19 371 [15] | ϟεʹ. Φύσις ἐστὶ πῦρ τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν καὶ ἐξ ἑαυτοῦ ἐνεργητικῶς κινούμενον. ἑτέρως κατὰ Πλάτωνα. φύσις ἐστὶ θεία τέχνη. ἢ φύσις ἐστὶν οἵα τεχνικὴ δύναμις. ἑτέρως. φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον καὶ κατὰ τὰς σπερματικὰς δυνάμεις γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον. ἢ οὕτως. φύσις ἐστὶ δύναμις ἐξ ἑαυτῆς κινουμένη, αἰτία γενέσεώς τε καὶ διαπλάσεως καὶ τελειότητος γεννῶσά τε καὶ τελειοῦσα τὸν ἄνθρωπον. φύσις καὶ ἡ κρᾶσις λέγεται, φύσις καὶ ἡ ἕξις. φύσις καὶ ἡ καθ’ ὁρμὴν κίνησις. φύσις καὶ ἡ διοικοῦσα τὸ ζῶον δύναμις λέγεται. δύναται δὲ καὶ οὕτως ὁρίσασθαι. φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον ἐν χρόνοις καὶ μεγέθεσιν ὡρισμένους. ϟστʹ. |
| 19 372 [15] | Ἕξις ἐστὶ πνεῦμα συνέχον καὶ συγκρατοῦν τὰ μέρη. ϟζʹ. Ὄρεξίς ἐστι πόθος καὶ ἐπιζήτησις τροφῆς καὶ πότου. ϟηʹ. Κατάποσίς ἐστιν ὁλκὴ στερεοῦ καὶ ὑγροῦ ἀπὸ στομάχου εἰς κοιλίαν γινομένη. ἢ οὕτως. κατάποσίς ἐστιν εἰσφορὰ τροφῆς τῆς ὑγρᾶς καὶ στερεᾶς ἐκ στόματος διὰ στομάχου εἰς κοιλίαν γινομένη. ϟθʹ. Πέψις ἐστὶ μίξις καὶ χύλωσις ὥσπερ ἕψησις τροφῆς ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις κατὰ μεταβολὴν εἰς ἀνάδοσιν τετελεσμένη. ἑτέρως. πέψις ἐστὶ κατεργασία τροφῆς κατὰ μεταβολὴν ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις. ἢ οὕτως. πέψις ἐστὶν ἀλλοίωσις ἑτοίμη πρὸς ἐξαιμάτωσιν, ἥτις γίνεται ὑπὸ τῆς φύσεως διὰ θερμασίας ἑψήσει παραπλησίως. πῶς Ἱπποκράτης καὶ Ἐρασίστρατος καὶ Ἐμπεδοκλῆς καὶ Ἀσκληπιάδης τὰς πέψεις τῆς τροφῆς φασι γίνεσθαι; τὰς πέψεις τῆς τροφῆς Ἱπποκράτης μὲν ὑπὸ τοῦ ἐμφύτου θερμοῦ φησι γίνεσθαι, Ἐρασίστρατος δὲ τρίψει καὶ λειώσει καὶ περιστολῇ τῆς γαστρὸς καὶ ἐπικτήτου πνεύματος ἰδιότητι. |
| 19 373 [15] | Ἐμπεδοκλῆς δὲ σήψει· οἱ δὲ ἐξ ὠμῶν ἔφασαν τὰς ἀναδόσεις γίγνεσθαι, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ Βιθυνός· ὁ δ’ αὐτὸς οὗτος καὶ τὴν γυμνασίαν τῶν πέντε αἰσθήσεων ἀπεφήνατο εἶναι τὴν ψυχήν. ρʹ. Ἐξαιμάτωσίς ἐστιν ἡ εἰς αἷμα τῆς τροφῆς μεταβολή. ραʹ. Ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης καὶ οἰκονομηθείσης καὶ ἐξαιματωθείσης τροφῆς εἰς πάντα τὰ τοῦ σώματος μόρια καὶ μέρη ὑπὸ τοῦ ἐμφύτου θερμοῦ. οἱ δὲ οὕτως. ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης τροφῆς ὑπὸ τοῦ κατὰ φύσιν θερμοῦ εἰς ὅλον τὸ σῶμα μετὰ τῆς οἰκείας μεταβολῆς καὶ κατεργασίας. ρβʹ. Αὔξησίς ἐστιν ἡ εἰς μῆκος καὶ πλάτος καὶ βάθος πρόβασις τῶν σωμάτων. ργʹ. Θρέψις ἐστὶν ἡ εἰς τὴν περιοχὴν καὶ τὸ πλάτος γινομένη πρόσθεσις τοῖς σώμασιν. ρδʹ. Τέσσαρές εἰσιν ἡλικίαι, πρώτη μὲν ἡ τῶν νέων· δευτέρα δὲ ἡ τῶν ἀκμαζόντων, καὶ τρίτη ἡ τῶν μέσων καὶ τετάρτη ἡ τῶν γερόντων. |
| 19 374 [15] | οἱ νέοι μὲν θερμοὶ τὴν κρᾶσιν καὶ ὑγροὶ καὶ τῷ ἔαρι παραπλήσιοι· οἱ δὲ ἀκμάζοντες θερμοὶ καὶ ξηροὶ καὶ τὴν αὐτὴν κρᾶσιν τῷ θέρει προσκεκτημένοι. οἱ μέσοι ψυχροὶ καὶ ξηροὶ εἰσὶ τῇ κράσει ὅμοιοι τῷ φθινοπώρῳ· οἱ δὲ γέροντες ψυχροὶ καὶ ὑγροὶ καὶ τῷ χειμῶνι παραπλήσιοι. πλεονάζει τοῖς μὲν νέοις τὸ αἷμα, τοῖς δὲ ἀκμάζουσι ξανθὴ χολὴ, τοῖς δὲ μέσοις ἢ παρακμάζουσιν ἡ μέλαινα, τοῖς δὲ γέρουσι τὸ φλέγμα. ὅτι τὸ ἔμφυτον θερμὸν πολὺ μὲν ἐν τοῖς νέοις, ἀκμάζον δὲ ἐν τοῖς ἀκμάζουσι, μέσον δὲ ἐν τοῖς μέσοις, ὀλίγιστον δὲ ἐν τοῖς γέρουσιν. ρεʹ. Νεότης ἐστὶ καθ’ ἣν αὔξεται τὸ ζῶον ἐπίδοσιν λαμβάνοντος ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ καὶ ἴσων ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις ἢ πλείονος ὄντος τοῦ προσγινομένου ἢ τοῦ ἀπογιγνομένου. ρστʹ. Ἀκμή ἐστιν ἡλικία καθ’ ἣν ηὔξηται καὶ τετελείωται τὸ ζῶον τελείων ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ καὶ ἴσων ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις. ρζʹ. |
| 19 375 [15] | Γῆράς ἐστιν ἡλικία καθ’ ἣν ὑπομειοῦται καὶ ὑπολείπει τὸ ζῶον ἐλαττόνων ἐν αὐτῷ γινομένων τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ· καὶ πλειόνων δὲ ἐν αὐτῷ γινομένων τοῦ ψυχροῦ καὶ τοῦ ξηροῦ. ρηʹ. Ἀναπνοή ἐστι κίνησις θώρακος καὶ πνεύμονος. μέρη δὲ αὐτῆς εἰσι δύο, εἰσπνοὴ καὶ ἐκπνοή. ἢ οὕτως. ἀναπνοή ἐστιν ὁλκὴ ἀέρος διὰ στόματος καὶ μυκτήρων εἰς ἐγκέφαλον καὶ διὰ φάρυγγος καὶ πνεύμονος εἰς καρδίαν· πάρεισι δέ τοι καὶ εἰς τὴν κοιλίαν. καὶ ἐκ τοῦ ληφθέντος πάλιν ὀλίγη τις ἀνταπόδοσις εἰς τὸ περιέχον γίνεται. ρθʹ. Διαπνοή ἐστιν ὁλκὴ ἀέρος ἀπροαίρετος ὑπὸ τοῦ φυσικοῦ θερμοῦ διὰ τῆς ἐπιφανείας ἅμα τοῖς συναπερχομένοις αὐτοῦ σώματος γινομένη. ἑτέρως. διαπνοή ἐστιν ἐκ τοῦ σώματος ὁλκὴ ἀέρος μετ’ ὀρέξεως φυσικῆς δι’ ὅλου τοῦ σώματος καὶ πάλιν δι’ ἐξόδων ἀπόκρισις. ριʹ. Σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν φυσική. μέρη δὲ τοῦ σφυγμοῦ εἰσι δύο, διαστολὴ καὶ συστολή· ἢ οὕτως. σφυγμός ἐστι κίνησις κατὰ διαστολὴν καὶ συστολὴν κυρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου καὶ μηνίγγων φυσικὴ καὶ ἀπροαίρετος. |
| 19 376 [15] | δυνατὸν καὶ οὕτως ὁρίσασθαι. σφυγμός ἐστι κίνησις φυσικὴ καὶ ἀπροαίρετος τοῦ ἐν καρδίᾳ καὶ ἀρτηρίαις θερμοῦ εἰς ἑαυτὸ καὶ ἀφ’ ἑαυτοῦ συγκινοῦσα ὁμοίως τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας. ἄλλως. σφυγμός ἐστι κατὰ διαστολὴν καὶ συστολὴν πρὸς ἔμψυξιν τοῦ ἐμφύτου θερμοῦ καὶ αὔξησιν τοῦ ζωτικοῦ τόνου καὶ γέννησιν τοῦ ψυχικοῦ πνεύματος. ἄλλως. σφυγμός ἐστιν ἄγγελος ἀψευδὴς τῶν ἐν βάθει κεκρυμμένων καὶ τῶν ἀφανῶν προφήτης καὶ τῶν ἀδήλων ἔλεγχος ἐν ἁρμονικῇ κινήσει καὶ μαντικῇ πληγῇ διάθεσιν ἀόρατον προαγορεύων. ριαʹ. Γένος τοῦ σφυγμοῦ κίνησίς ἐστιν ἡ ἀτελεύτητος καὶ ἀπροαίρετος ἡ ἐν τῇ τῆς ἀεικινησίας διαστολῇ καὶ συστολῇ συνισταμένη καὶ ἐν τῇ καρδίᾳ τε καὶ ταῖς ἀρτηρίαις ἀρχὴν ἔχουσα. ἡ ἀρτηρία κυκλοειδῶς κινεῖται ἢ ἐπ’ εὐθείας. δηλονότι οὐ κινεῖται ἐν κύκλῳ. ὅτι δὲ οὐδ’ ἐπ’ εὐθείας ἐντεῦθεν εἴσῃ σαφῶς. τὰ ἐπ’ εὐθείας κινούμενα πάντα μεταβαίνει τόπον ἐκ τόπου καὶ πέρας ἴσχει κινήσεως· οὐκ ἄρα ἐπ’ εὐθείας κινεῖται. |
| 19 377 [15] | εἰ δὲ δύο οὐσῶν κινήσεων οὐδεμίαν κίνησιν κινεῖται, οὐκ ἄρα κινεῖται. ἀλλὰ τοῦτο ψευδῶς καὶ τῇ αἰσθήσει μαχόμενον. κινεῖται οὖν. ἐπεὶ δὲ κινεῖται, δεικτέον ποίαν κίνησιν κινεῖται ἡ ἀρτηρία. φαμὲν τοίνυν μικτὴν ποιῆσαι τὴν κίνησιν ἔν τε κύκλῳ καὶ ἐπ’ εὐθείας. εἰ δὲ μικτή ἐστιν ἡ ταύτης, ὡς εἴρηται, κίνησις εὔλογος ἀπόδειξις τὸ κέντρον. ριβʹ. Κέντρον δὲ λέγω τὸ μὲν μέσον σημεῖον κατὰ τὴν σύμπτωσιν τῆς ἀρτηρίας διαστελλομένης οὑτωσοῦν ἐπὶ τὰ ἔξω ῥεῖν καὶ πάλιν ἀπὸ τῶν ἔξω ἐπὶ τὸ κέντρον πίπτειν, δόξειν ἐπ’ εὐθείας κινεῖσθαι. εἰ δὲ θέλεις αὐτοῖς τοῖς πράγμασι τὴν τῆς ἀρτηρίας θεάσασθαι κίνησιν, ἔστω σοι εἰκὼν σαφὴς τοῦ λεγομένου. ἀναλαβὼν λίθον τις ἀκοντίσει ἐν ὕδατι, εἶτα τὴν ἐκ τοῦ λίθου πληγὴν νοήσεις τὴν ἀρτηρίαν, ὁ γενόμενος ἐκ ταύτης κύκλος σαφῆ σοι τὴν διαστολὴν ἀπεργάζεται. εἰ δὲ αὖ πάλιν μὴ ἐπ’ ἄπειρον ἰόντα τούτου τὸν κύκλον νοήσεις, ἀλλὰ στάντα καὶ ἀρξάμενον μετ’ ὀλίγον ἐλαττοῦσθαι, ἕως ἂν εἰς ἐκεῖνον καταντήσει τὸν τόπον, ὅθεν τὴν ἀρχὴν τῆς γεννήσεως ἔλαβεν. |
| 19 378 [15] | ριγʹ. Ἡγεμονικόν ἐστι ψυχῆς τὸ ἄρχον τῶν μερῶν τῆς ψυχῆς, τὸ βασιλεῦον καὶ ἐπιτάσσον, καθιδρυμένον δὲ ἐν τῇ βάσει τοῦ ἐγκεφάλου. οἱ δὲ οὕτως. ἡγεμονικὸν ψυχῆς ἐστι τὸ κατάρχον τῆς ὅλης τοῦ ζώου διοικήσεως, τεταγμένον δὲ ἐν τῇ καρδίᾳ τοῦ ἐγκεφάλου. ριδʹ. Ὑπηρετικὸν μέρος τῆς ψυχῆς τὸ ὑποτεταγμένον καὶ ὑπηρετοῦν τῷ ἡγεμονικῷ, τεταγμένον δὲ ἐν τῷ ἄλλῳ λοιπῷ σώματι. ριεʹ. Αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀγγελικὸν τοῦ κινητικοῦ. τί διαφέρει αἴσθησις καὶ αἰσθητήριον καὶ αἰσθητὸν καὶ αἰσθητικόν; διαφέρει. αἴσθησις μὲν γάρ ἐστιν ἡ ἐνεργοῦσα δύναμις, αἰσθητήριον δὲ τὸ αἴσθησίν τινα ἐμπεπιστευμένον ὄργανον, αἰσθητὸν δὲ τὸ τῇ αἰσθήσει ὑποπῖπτον, αἰσθητικὸν δὲ αὐτὸ τὸ αἰσθανόμενον, οἷον αἴσθησις μὲν, ὅρασις, γεῦσις, ὄσφρησις καὶ αἱ λοιπαὶ αἰσθήσεις ἀκοὴ καὶ ἁφή. |
| 19 379 [15] | αἰσθητήριον ἤτοι ὀφθαλμὸς ἢ ῥὶς ἢ γλῶττα, ἃ καὶ ὄργανα αἰσθητικὰ προσαγορεύεται. αἰσθητὸν δὲ τὸ ξύλον ἢ ὁ λίθος ἢ κίων καὶ πάντα τὰ ὑποπίπτοντα ταῖς αἰσθήσεσιν. αἰσθητικὸν δὲ ὁ Θέων καὶ ὁ Δίων καὶ τἄλλα ὅσα αἰσθάνεται ζῶα. ριστʹ. Αἰσθήσεις εἰσὶ πέντε, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις, ἁφή. διακονοῦνται δὲ αὗται καὶ ὑπηρετοῦνται τῇ ψυχῇ, ὥσπερ Ἀσκληπιάδης ὁ Βιθυνός φησιν καὶ τὴν οὖν γυμνασίαν τῶν πέντε αἰσθήσεων ψυχὴν εἶναι. ριζʹ. Ὅρασίς ἐστιν ἡ γινομένη διὰ τῶν ὀφθαλμῶν τῷ συγκεκραμμένῳ ἐν αὐτοῖς πνεύματι λεπτῷ μάλιστα κατὰ τὸν τῆς κόρης τόπον τυγχάνοντι, δι’ οὗ αἱ ὁρατικαὶ ἀντιλήψεις γίνονται. τί ἐστιν ὄψις; ὄψις ἐστὶ δύναμις οὐσίας ἀερώδους φανώδης, ὅρασις δ’ ἐνεργητική. ριηʹ. Ἀκοή ἐστιν ἡ γινομένη διὰ τοῦ ἐγκεκραμένου τοῖς ὠσὶ πνεύματος ξηροτέρου μᾶλλον ὄντος ἤπερ λεπτομερεστέρου, δι’ οὗ αἱ ἀκουστικαὶ ἀντιλήψεις γίνονται. ριθʹ. Ὄσφρησίς ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ ἐν ταῖς ῥισὶ πνεύματος ὄντος ἐνίκμου καὶ ἀτμωδεστέρου, δι’ οὗ καὶ τῶν ὀσφραντῶν ἀντιλήψεις γίνονται. |
| 19 380 [15] | ρκʹ. Γεῦσίς ἐστιν ἡ γιγνομένη ποιότης τῷ ἐν τῇ γλώσσῃ πνεύματι ὄντι ὑγροτέρῳ μᾶλλον. ρκαʹ. Ἁφή ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ πνεύματος ἐληλυθότος διὰ τοῦ σώματος, δι’ οὗ αἱ σωματικαὶ ἀντιλήψεις γίνονται. ρκβʹ. Μεταβατικὴ κίνησίς ἐστι τῶν ὅλων ζώων καθ’ ὁρμὴν γινομένη κατάρχοντος μὲν τοῦ ἡγεμονικοῦ, ὑπηρετοῦντος δὲ τοῦ ἐν τοῖς νεύροις πνεύματος συνεκτεινομένου καὶ παραφέροντος τὰ μέλη. ρκγʹ. Φωνὴ ψόφος τίς ἐστιν ἔμψυχος. ἄλλως. φωνή ἐστιν ἡ γινομένη καθ’ ὁρμὴν τοῦ ἡγεμονικοῦ ἐκτεινομένου καὶ συνεκτείνοντος τὸ πνεῦμα τὸ διὰ φάρυγγος μέχρι τοῦ πνεύμονός τε καὶ τοῦ στόματος καὶ τῆς γλώττης τούτων διατυπτόντων τὸν πλησιάζοντα ἀέρα. ἄλλως. φωνή ἐστιν ἀποτέλεσμα τοῦ ἐν ἡμῖν τεθησαυρισμένου πνεύματος διασειόμενον διὰ τραχείας ἀρτηρίας καὶ εἰδοποιούμενον διὰ γλώττης καὶ ἐπιγλωττίδος. ἄλλως. φωνή ἐστιν ἀπήχησις πνεύματος κατὰ προαίρεσιν ἡμῶν γινομένη συστελλομένων τῶν μεσοπλευρίων μυῶν καὶ προσκρουόντων τῇ τραχείᾳ ἀρτηρίᾳ, λάρυγγι, φάρυγγι, ἐπιγλωττίδι καὶ ἀπαγγέλλουσα τὰς ψυχικὰς διαθέσεις. |
| 19 381 [15] | ρκδʹ. Μνήμη ἐστὶ κατοχὴ καὶ συντήρησις τῶν προκεκριμένων ἐν τῇ ψυχῇ ἢ τῶν προκεκινηκότων τὴν ψυχήν. οἱ δὲ οὕτως. μνήμη ἐστὶ κατάληψις παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως καταλαμβάνεται. ρκεʹ. Ἀνάμνησίς ἐστι πλείονος ἐγγενομένου μεταξὺ χρόνου πρὸς ἀλλήλους γενομένης τῆς διανοίας, ὥστε πάλιν ἀναμιμνήσκεσθαι τὰ προκεκινηκότα τῇ ψυχῇ. ρκστʹ. Ἐπίνοιά ἐστιν ἐναποκειμένη νόησις, νόησις δὲ λογικὴ φαντασία. ρκζʹ. Ὕπνος ἐστὶν ἄνεσις ψυχῆς κατὰ φύσιν ἀπὸ τῶν περάτων ἐπὶ τὸ ἡγεμονικόν. οἱ δὲ οὕτως. ὕπνος ἐστὶν ἡ ψυχῆς καταφορὰ κατὰ φύσιν ἀπὸ τῶν περάτων ἐπὶ τὴν ἀρχήν. ἄλλως. ὕπνος ἐστὶν ἡσυχία καὶ παῦλα τῶν ἡγεμονικῶν. τίς ποιητικὴ αἰτία τοῦ ὕπνου; ἡ ἐν ἐγκεφάλῳ χρηστὴ ὕλη. |
| 19 382 [15] | ἢ ὑπνόποιός ἐστιν ἡ χρηστὴ ὕλη ἀπὸ τοῦ στομάχου εἰς τὸν ἐγκέφαλον ἀναφερομένη καὶ ἡ μᾶλλον ὑγροτέρα καὶ μετρίως θερμοτέρα ἐστί. ρκηʹ. Ἐγρήγορσίς ἐστιν ἔντασις ψυχῆς καὶ ἀπὸ τῆς ἀρχῆς εἰς πάντα τὰ μέρη καὶ τὰ μόρια τοῦ σώματος. ρκθʹ. Ὑγίειά ἐστι τῶν πρώτων κατὰ φύσιν ἡ εὐκρασία τῶν ἐν ἡμῖν χυμῶν ἢ τῶν φυσικῶν δυνάμεων ἀπαραπόδιστος ἐνέργεια. ἢ ὑγίειά ἐστιν εὐκρασία τῶν τεσσάρων πρώτων στοιχείων ἐξ ὧν τὸ σῶμα συνέστηκε, θερμοῦ, ψυχροῦ, ὑγροῦ, ξηροῦ· οἱ δὲ οὕτως. ἁρμονία τῶν συνιστώντων τὸν ἄνθρωπον θερμῶν τε καὶ ψυχρῶν ὑγρῶν τε καὶ ξηρῶν. πόσα παρέπεται τῇ ὑγιείᾳ; τρία. κάλλος, εὐεξία, ἀρτιότης. κάλλος ποῖον; κάλλος μὲν οὐχ ὁποῖον κωμμωτικῆς δι’ ἐπιχρισμάτων προσώπου καὶ βαφῆς τριχῶν καὶ τῶν τούτοις ἐοικότων περιγινόμενον. ποία εὐεξία; εὐεξία δὲ ἡ οὐχὶ ἀπὸ γυμναστικῆς, ἀλλ’ ἡ κατ’ ἐπακολούθησιν τῆς ὑγιείας συνισταμένη. ποία ἀρτιότης; ἀρτιότης δ’ ἐστὶν ἡ τῶν μερῶν ἀπηρτισμένων ῥῶσίς τε καὶ συμμετρία. |
| 19 383 [15] | πάλιν δὲ τῷ κάλλει παρέπεται τρία, εὔχροια καὶ μελῶν ἀναλογία τε καὶ εὐρυθμία. ἔνιοι γοῦν τὸ κάλλος οὕτως ὡρίσαντο. κάλλος ἐστὶν εὐρυθμία μελῶν μετ’ εὐχροίας. εὔχροια καὶ μελῶν ἀναλογία τε καὶ εὐρυθμία εἰσὶ τὸ κάλλος. τί διαφέρει ὑγίεια εὐεξίας; ὑγίεια εὐεξίας τούτῳ διαφέρει ὅτι ὑγίεια μὲν καὶ ἔστιν εὐεξία σύμμετρος, ἡ δὲ εὐεξία, ὑγίεια ἐπιτεταμένη· ἡ δὲ ἐπὶ τῶν γυμναστικῶν εὐεξία οὐδὲ ὑγίεια ἄν τις εἴη. ρλʹ. Ἀρεταὶ μὲν σώματος ὑγίεια, ῥώμη, κάλλος, ἀρτιότης. ψυχῆς δὲ ἀρεταὶ, φρόνησις, σωφροσύνη, ἀνδρεία, δικαιοσύνη. τίς τούτων ἀναλογία; ὑγίεια μὲν πρὸς σωφροσύνην. ἡ μὲν γὰρ ὑγίεια εὐκρασία τῶν πρώτων καὶ σύστασίς ἐστιν, ἡ δὲ σωφροσύνη τὸ καθαρεύειν παντὸς πάθους τὴν ψυχὴν ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας· δι’ ἣν αἰτίαν τὰς ὁρμὰς τῆς ψυχῆς ἀταράχους παρέχεται· καὶ σύστασις αὕτη ψυχῆς ἐστι καὶ ὑγίεια. |
| 19 384 [5] | πάλιν ἀναλογία ἐστὶ ῥώμη σώματος πρὸς ἀνδρείαν ψυχῆς. ἡ μὲν γὰρ ῥώμη εὐτονία ἐστὶ σώματος καὶ ἰσχὺς ἀκαταγώνιστος τοῖς νομιζομένοις τὸ σῶμα φθείρειν. ἡ δὲ ἀνδρεία ῥώμη ψυχῆς καὶ ἰσχὺς πρὸς τὰς ὑπομονὰς τῶν ἰσχυρῶν φαντασιῶν θανάτου, πόνου, ταλαιπωρίας καὶ καθ’ ὅλου παντὸς τοῦ δοκοῦντος εἶναι δεινοῦ καὶ φοβεροῦ. προσέοικε δὲ τῷ κάλλει πάλιν ἡ δικαιοσύνη· τὸ μὲν γὰρ κάλλος ἐν συμμετρίᾳ μελῶν μετ’ εὐχροίας νοεῖται, ἡ δὲ δικαιοσύνη ἐν συμμετρία τοῦ ὑπερβάλλοντος ἑκάστου. ἀπονεμητικὴ γάρ ἐστιν ἑκάστῳ τῶν πρὸς ἀξίαν, οἷον θεοῖς, γονεῦσι, συγγενέσι, φίλοις, οἰκείοις, πολίταις. τῇ δὲ φρονήσει ἡ ἀρτιότης. ἀρτιότης μὲν γὰρ συμπλήρωσίς ἐστι τῶν τῆς ψυχῆς ὀρθῶν καταλήψεων ὥσπερ καὶ τῶν μελῶν. οὕτω δὲ καὶ ἡ φρόνησις. ρλαʹ. Τὸ κατὰ φύσιν μέν ἐστιν ἡ ὑγίεια. τὸ δὲ παρὰ φύσιν ἡ νόσος. τὸ φύσει δὲ οὔτε κατὰ φύσιν ἐστὶν οὔτε ἤδη παρὰ φύσιν, οἷον ὁ λεπτὸς ἄγαν καὶ ξηρὸς ἢ ὁ παχὺς ἤδη καὶ πιμελώδης ἢ ὁ γρυπὸς ἢ ὁ γλαυκὸς ἢ ὁ σιμὸς ἢ ὁ ῥεβός· οὗτοι καὶ οὕτως ἔχοντες κατὰ φύσιν μὲν οὐ διάκεινται, παραβεβήκασι μὲν γάρ τι οὗτοι τὸ σύμμετρον· οὐδὲ μὴν παρὰ φύσιν ἔχουσιν, οὐ γὰρ ἐμποδίζονται εἰς τὰς ἐνεργείας. |
| 19 385 [15] | τὸ δὲ οὐ φύσει τοιοῦτόν ἐστι τὸ μήτε παρὰ φύσιν ἐστὶ μήτε κατὰ φύσιν μήτε φύσει ἐστί. ὥσπερ οἱ τὰς λευκὰς ἔχοντες καὶ τὰς ἀκροχόρδωνας ἄλφους τε καὶ μύρμηκας καὶ εἴ τι ὅμοιον. ταῦτα γὰρ οὔτε κατὰ φύσιν, ἔξω γάρ εἰσι τοῦ κατὰ φύσιν, οὔτε μὴν παρὰ φύσιν, οὐδὲ γὰρ ἐμποδίζει ταῖς κατὰ φύσιν ἐνεργείαις. οὔτε δὲ φύσει, οὐ γὰρ ἐξ ἀρχῆς γέγονεν, οὐδ’ ἀπὸ τῆς πρώτης γενέσεως. λείπεται ἄρα οὐ φύσει εἶναι. ἐγγίζει δὲ τῷ λόγῳ τῷ κατὰ φύσιν τὸ φύσει καὶ τῷ παρὰ φύσιν τὸ οὐ φύσει. ρλβʹ. Τῶν ἐν ἡμῖν μερῶν τὰ μὲν πρὸς τὸ ζῇν ἡμᾶς ἀπὸ τῆς φύσεως, τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὑπὸ τῆς φύσεως γέγονε. τὰ μὲν οὖν πρὸς τὸ ζῇν γεγονότα τὰ κύρια τυγχάνει οἷον ἐγκέφαλος καὶ καρδία καὶ πνεύμων καὶ ἧπαρ καὶ γαστήρ· ὧν παθόντων τι ἐξ ἀνάγκης ἤτοι παραυτίκα ἢ ὕστερον τὸ ζῶον τελευτᾷ. |
| 19 386 [15] | τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὀφθαλμοὶ, πόδες, χεῖρες καὶ τὰ ἄλλα μόρια. τούτων γὰρ παθόντων ζῇ μὲν τὸ ζῶον, ζῇ δὲ οὐ καλῶς. ρλγʹ. Νόσος ἐστὶ δυσκρασία τῶν πρώτων κατὰ φύσιν ἢ δυσκρασία τῶν ἐν ἡμῖν χυμῶν. ἢ τῶν φυσικῶν δυνάμεων παραποδισμός. ἢ ἐκτροπὴ τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν. ἢ νόσος ἑστὶ δυσκρασία τῶν πρώτων καθ’ ἣν ἐπικρατεῖ τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἢ τὸ θερμὸν ἢ τὸ ὑγρόν. αἱ νοσωδέσταται κατασκευαὶ τῶν σωμάτων ἐξ ἐναντίων τῇ κράσει σύγκεινται μορίων, ὥσπερ αἱ ἄρισται κατασκευαὶ τῶν σωμάτων συνεστήκασιν ἐκ συμμέτρων μὲν τῶν ὀργανικῶν, ἐξ εὐκρασίας δὲ τῶν ὁμοιομερῶν. ρλδʹ. Πάθος ἐστὶ παραποδισμὸς τῆς κατὰ φύσιν ἐνεργείας νοσώδης ἤ τινος ἤ τινων ἢ μιᾶς ἢ πάντων τῶν τῆς φύσεως ἐνεργημάτων. |
| 19 387 [15] | τινὲς δὲ οὕτως ὡς Ἡροφίλιοι. πάθος ἐστὶ τὸ μὴ διαπαντὸς ἐν τῷ αὐτῷ χρόνῳ λυόμενον καὶ ἐλάττονι δέ ποτε καὶ ἐν πλείονι. ρλεʹ. Νόσημά ἐστιν ἕξις νοσώδης ἢ ὅλου τοῦ σώματος ἢ μέρους. ἔτι τῶν νοσημάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διαλείποντα, τὰ δὲ ὀξέα, τὰ δὲ κατοξέα, τὰ δὲ χρόνια. συνεχῆ μὲν ὁ ἡμιτριταῖος καὶ ὁ τυφώδης οὕτω καλούμενος πυρετὸς καὶ ὁ καῦσος. διαλείποντα δέ ἐστι ταῦτα, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος, πεμπταῖος καὶ τὰ τούτοις ὅμοια. ὀξέα δὲ φρενῖτις, λήθαργος, πλευρῖτις, περιπνευμονία, καῦσοι καὶ τριταῖοι συνεχεῖς. κατοξέα δὲ συνάγχη, κυνάγχη, ἀποπληξία, χολέρα, τέτανος καὶ τὰ τούτοις ὅμοια. χρόνια δὲ φθόη, ἐπίληψις, ἀρθρῖτις, νεφρῖτις, ὕδρωψ, ἀτροφία καὶ τὰ τούτοις ἐοικότα. ἔτι τῶν νοσημάτων τὰ μέν ἐστιν ὀξέα καὶ συνεχῆ ὡς οἱ καῦσοι καὶ φρενίτιδες καὶ πλευρίτιδες· καὶ γὰρ ὀξέα ταῦτα καὶ συνεχῆ τυγχάνει. τὰ δὲ οὔτε ὀξέα οὔτε συνεχῆ ὡς τὰ χρόνια νοσήματα. |
| 19 388 [15] | τὰ δὲ ὀξέα μὲν, οὐ συνεχῆ δὲ, ὡς οἱ τριταῖοι πυρετοί· τὰ δὲ συνεχῆ μὲν, οὐκ ὀξέα δὲ, ὡς ἡμιτριταῖοι καὶ οἱ τυφώδεις. ρλστʹ. Τῶν πυρετῶν τέσσαρές εἰσι καιροὶ, οὓς καὶ χρόνους προσαγορεύομεν, εἰσβολὴ, αὔξησις, ἀκμὴ καὶ παρακμή. ρλζʹ. Τῶν νοσημάτων διαφορὰς οἶδεν Ἱπποκράτης ἐννέα, ὀξὺ, κάτοξυ, κακόηθες, χρόνιον, μέσον, ὀλέθριον, περιεστηκὸς, κινδυνῶδες, ἀκίνδυνον. ρληʹ. Ὀξὺ μὲν οὖν ἐστι πάθος τὸ δυνάμει καὶ φαντασίᾳ μέγα καὶ χαλεπὸν κρινόμενον τοὐπίπαν ἐν ἡμέραις ἑπτά. ἄλλως. ὀξὺ νόσημα μέγα τί ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενον διὰ ταχέων. ἢ ἐκ τοῦ Ἱπποκράτους, ὀξὺ νόσημά ἐστιν ὃ μέγα καὶ ὀλέθριον ὃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει. ἄλλως. ὀξὺ πάθος ἐστὶ τὸ εὐπετῆ τὴν λύσιν ἢ ἀναίρεσιν ὅσον ἐφ’ ἑαυτῷ ἔχον. ρλθʹ. Κάτοξυ πάθος ἐστὶ τὸ δυνάμει καὶ φαντασίᾳ μεῖον καὶ χαλεπώτερον τοῦ ὀξέος τοὐπίπαν κρινόμενον ἐν ἡμέραις ἑπτά. |
| 19 389 [15] | τοῦτο καὶ ὀξύτατον προσαγορεύειν εἴωθεν Ἱπποκράτης. ἄλλως. κάτοξυ νόσημά ἐστι τὸ αὐτίκα ἀκμάζον. αὐτίκα δὲ ἀκουστέον περὶ τὴν πρώτην τετράδον ἢ μικρὸν ταύτης ἐξώτερον. ἄλλως. μεταξὺ νόσημα τὸ τῆς ζʹ ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον. ρμʹ. Κακόηθες νόσημά ἐστι τὸ δυνάμει μὲν μέγα καὶ χαλεπὸν, φαντασίᾳ δὲ ἀσθενὲς οὐκ ἔχον κρίσεως χρόνους ὡρισμένους. ἄλλως. κακόηθες νόσημά ἐστιν ὅσον κίνδυνον ἀπειλεῖ τοῖς κάμνουσιν, οὐκ ἀποκόπτει τὴν τῆς σωτηρίας ἐλπίδα. ρμαʹ. Χρόνιον νόσημά ἐστι τὸ μεταβάλλον ἐπὶ τὸ χεῖρον καὶ ἐπὶ τὸ κρεῖττον καὶ κρινόμενον ἐν μησὶ καὶ ἐνιαυτοῖς ἢ καὶ συναποθνῆσκον τῷ ἀνθρώπῳ. ρμβʹ. Μέσον νόσημά ἐστι τὸ μεταξὺ χρονίου καὶ ὀξέος μεταβάλλον καὶ αὐτὸ ἐπὶ τὸ κρεῖττον καὶ ἐπὶ τὸ χεῖρον, κρινόμενον τοὐπίπαν ἐν ἡμέραις ἑξήκοντα ἢ ὀγδοήκοντα. ρμγʹ. |
| 19 390 [15] | Ὀλέθριον νόσημά ἐστι τὸ πάντῃ πάντως ὄλεθρον ἐπιφέρον ἤτοι ἐν ὀλίγῳ χρόνῳ ἢ ἐν πλείστῳ. ρμδʹ. Περιεστηκὸς νόσημά ἐστιν ὅπερ οὐδέποτε ἀναιρετικὸν γίνεται ὅσον ἐφ’ ἑαυτὸ, ἐπειδὴ πολλάκις δι’ ἁμάρτημα κινδυνῶδες γίνεται. ρμεʹ. Κινδυνῶδες νόσημά ἐστι τὸ ῥοπὴν ἴσην ἔχον καὶ πρὸς ὄλεθρον καὶ πρὸς σωτηρίαν. λέγοιτο δ’ ἂν τοῦτο καὶ ἀμφίβολον. ρμστʹ. Ἀκίνδυνον νόσημά ἐστι τὸ ἀεὶ ῥέπον ἐς σωτηρίαν ὅσον ἐφ’ ἑαυτὸ, τῇ δυνάμει ταὐτὸν ὑπάρχον τῷ περιεστηκότι. ρμζʹ. Μέγα κατὰ φαντασίαν νόσημά ἐστιν ὡς τὸ ἐν σεσαρκωμένοις τόποις τραῦμα πολὺν ἔχον τόπον· τὸ δὲ κατ’ ἀποτέλεσμα μέγα νόσημα ὡς τὸ κατὰ νεῦρον ἢ μυὸς νύγμα πρὸς τὴν ὄψιν μικρὸν φαινόμενον, δυνάμει δὲ μέγα ὑπάρχον. ρμηʹ. Ἀῤῥώστημά ἐστι νόσημα ἐγκεχρονισμένον μετ’ ἀσθενείας πλείονος. ἢ ἀῤῥώστημά ἐστι νόσημα ἀσθενὲς ἐλαττοῦν τὴν δύναμιν. ρμθʹ. |
| 19 391 [15] | Νόσημα ἔμμονόν ἐστιν ἔμμονος κατασκευὴ παρὰ φύσιν περὶ τὰ μετέχοντα τοῦ ζῇν σώματα· οἱ Ἡροφίλειοι πάθος λέγουσιν εἶναι τὸ δύσλυτον καὶ ἀκίνητον οὗ τὴν αἰτίαν ἐν ὑγροῖς εἶναι. ρνʹ. Σποραδικὰ νοσήματά ἐστι τὰ ἐν παντὶ χρόνῳ καὶ τόπῳ γινόμενα. ἄλλως. σποραδικὰ νοσήματά ἐστιν ἃ καταλαμβάνει ἰδίᾳ ἕκαστον. ἄλλως. σποράδες αἱ νόσοι διάφοροι οὐχ ὁμονογενεῖς ἄλλαι ἄλλοις συμβαίνουσιν. ρναʹ. Ἔνδημά ἐστι τὰ ἔν τισι πλεονάζοντα τόποις. ἄλλως. ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, ἅ πέρ ἐστιν ἔνδημα. ρνβʹ. Ἐπίδημά ἐστι τὰ κατά τινας χρόνους περὶ πλείονας ἐν τῷ αὐτῷ τόπῳ γινόμενα. ρνγʹ. Λοιμός ἐστι νόσημα ἐπὶ πάντας ἢ τοὺς πλείστους παραγινόμενον ὑπὸ διαφθορᾶς ἀέρος, ὥστε τοὺς πλείστους ἀπόλλυσθαι. φέρεται δὲ καὶ τοιοῦτός τις ὅρος. λοιμός ἐστι κοινὸν πάθος πλείστων ὑπὸ τὸν αὐτὸν καιρὸν κατὰ πόλεις καὶ ἔθνη ὀξεῖς κινδύνους καὶ θανάτους ἐπιφέρον. |
| 19 392 [15] | δυνατὸν καὶ οὕτως ὁρίσασθαι. λοιμός ἐστι τροπὴ ἀέρος ὥστε μὴ τετηρηκέναι τὰς ὥρας τὴν ἰδίαν τάξιν μετὰ τοῦ καὶ πολλοὺς ἀποθνήσκειν ὑπὸ τοῦ αὐτοῦ νοσήματος. ρνδʹ. Αἴτιόν ἐστιν ὃ ποιοῦν τι ἐν τῷ σώματι καὶ αὐτὸ ἀσώματόν ἐστι. ἢ αἴτιόν ἐστιν, ὡς οἱ φιλόσοφοι λέγουσι, τό τινος ποιητικὸν ἢ δι’ ὅ τι γίνεται. τριπλοῦν δὲ αἴτιον· ἔστι δὲ τὸ μὲν προκαταρκτικὸν, τὸ δὲ προηγούμενον, τὸ δὲ συνεκτικόν. ρνεʹ. Προκαταρκτικὸν μὲν οὖν ἐστιν ὃ ποιῆσαν τὸ ἀποτέλεσμα κεχώρισται ὡς ὁ δακὼν κύων καὶ ὁ πλήξας σκόρπιος καὶ ἡ ἀπὸ τοῦ ἡλίου ἔγκαυσις ἡ τὸν πυρετὸν ἐργαζομένη. Ἀθήναιος δὲ ὁ Ἀτταλεὺς οὕτω φησίν. αἴτιόν ἐστι τὸ ποιοῦν. τοῦτο δέ ἐστι τὸ προκαταρκτικόν. ἄλλως. τὰ προκαταρκτικὰ αἴτιά ἐστιν ὅσα προκατάρχει τῆς ὅλης συντελείας τοῦ ἀποτελέσματος καὶ ὧν οὐδὲν προηγεῖται. ρνστʹ. Προηγούμενον αἴτιόν ἐστι τὸ ὑπὸ τοῦ προκαταρκτικοῦ ἤτοι κατασκευαζόμενον ἢ συνεργούμενον καὶ προηγούμενον τοῦ συνεκτικοῦ. |
| 19 393 [15] | οἱ δὲ οὕτως. προηγούμενον αἴτιόν ἐστιν οὗ παρόντος πάρεστι τὸ ἀποτέλεσμα καὶ αὐξομένου αὔξεται καὶ μειουμένου μειοῦται καὶ αἱρουμένου αἱρεῖται. ρνζʹ. Συνεκτικὸν αἴτιόν ἐστιν ὃ παρὸν μὲν παροῦσαν φυλάττει τὴν νόσον, ἀναιρούμενον δὲ ἀναιρεῖ, ὡς ὁ ἐν τῇ κύστει λίθος, ὡς ὑδάτις, ὡς πτερύγιον, ὡς ἐγκανθὶς, ὡς ἄλλα τοιαῦτα συνεκτικὰ καλούμενα αἴτια, ἅπερ οἱ γενναιότατοι τῶν ἰατρῶν οὐκ ἐν αἰτίων μόνον λόγῳ, ἀλλὰ καὶ ἐκ παθημάτων τιθέντων ταῦτα. ρνηʹ. Αὐτοτελὲς αἴτιόν ἐστι τὸ αὐτὸ καθ’ αὑτὸ ποιοῦν τέλος. ρνθʹ. Συναίτιόν ἐστιν ὃ σὺν ἑτέρῳ δύναμιν ἴσην ἔχον ποιοῦν τὸ ἀποτέλεσμα, αὐτὸ δὲ κατ’ ἰδίαν μόνον οὐ δυνάμενον ποιῆσαι. ρξʹ. Συνεργόν ἐστιν αἴτιον ὃ ποιοῦν ἀποτέλεσμα, δυσχερῶς δὲ, συλλαμβάνον πρὸς τὸ ῥᾷον αὐτὸ γενέσθαι, κατ’ ἰδίαν τι ποιεῖν οὐ δυνάμενον. ρξαʹ. |
| 19 394 [15] | Πρόδηλά ἐστιν αἴτια ὅσα ἐξ ἑαυτῶν καταλαμβάνεται δι’ αἰσθήσεως ποιοῦντά τε καὶ ἐνεργοῦντα. οἱ δὲ οὕτως. πρόδηλά ἐστιν αἴτια ἃ καὶ αὐτὰ φαίνεται καὶ ἀποφαίνει τὸ ἀποτέλεσμα συμφώνως αὐτοῖς γινόμενον. ρξβʹ. Οὐ πρόδηλα αἴτιά ἐστιν ὅσα οὐκ ἐξ ἑαυτῶν, διὰ δὲ σημείων καταλαμβάνεται· καθάπερ δὲ ἄδηλα ὅσα οὔτε ἐξ ἑαυτῶν οὔτε ἐξ ἄλλων καταλαμβάνεται. ρξγʹ. Πρὸς καιρὸν ἄδηλά ἐστιν ὅσα ἀποκαλυφθέντα μὴ μέντοι ἐξ ἑαυτῶν φαίνεται, παρακείμενα δὲ τοῖς σώμασι διὰ σημείων γνωρίζεται. ἢ οὕτως. πρὸς καιρὸν ἄδηλά ἐστι τὰ μέχρι μέν τινος ἀπόντα, αὖθις δὲ ὑπὸ τὴν αἴσθησιν ἐλθεῖν δυνάμενα. ρξδʹ. Σημείωσίς ἐστιν εἶδος σημείου ἢ διὰ σημείου ἢ διὰ σημείων κατάληψις. ἢ σημείωσις σημεῖόν ἐστι τό τινος ἀδήλου δηλωτικόν. ρξεʹ. Σημεῖόν ἐστι τοῦ μέλλοντος συμβήσεσθαι διάγνωσις. τινὲς δὲ οὕτως. σημεῖόν ἐστιν οὗ γνωσθέντος ἕτερόν τι ἐξ αὐτοῦ καταλαμβάνεται. |
| 19 395 [15] | ἢ πρότερον ἀγνοούμενον ἡμῖν γινώσκεται καταλαμβανόμενον. ρξστʹ. Παθογνωμονικόν ἐστιν τῶν τε ἐντὸς καὶ τῶν ἐκτὸς σημείωσις. ἢ παθογνωμονικόν ἐστιν ἐξ οὗ γινώσκεται τὸ πάθος. ἢ παθογνωμονικόν ἐστι τὸ τῆς τοῦ πάθους ἰδέας δηλωτικόν. ρξζʹ. Πρόγνωσίς ἐστιν ἐπιστήμη τῶν ἀποβήσεσθαι μελλόντων. ἢ πρόγνωσίς ἐστι τὸ προεπίστασθαι τὰ μέλλοντα συμβήσεσθαι τῷ σώματι. προγνωστικὸν σημεῖόν ἐστιν ἐξ οὗ γινώσκεσθαι τὸ μέλλον. ρξηʹ. Πρόῤῥησίς ἐστι πρόγνωσις καὶ προαγόρευσις τοῦ μέλλοντος. ρξθʹ. Συνδρομή ἐστι σύνοδος τῶν συμπτωμάτων. ἢ τὸ τῶν συμπτωμάτων ἄθροισμα. ἢ τὸ τῶν συμπτωμάτων ἄθροισμα φαινομένων ἐναργῶς ἅπασιν. ροʹ. Σύμπτωμά ἐστι τοῦ πάθους ἐπιγέννημα. ροαʹ. Βοηθηματικὰ σημεῖά ἐστιν ἐξ ὧν ὑπομιμνησκόμεθα τῆς ἐπ’ αὐτοῖς τετηρημένης θεραπείας. ροβʹ. |
| 19 396 [15] | Βοήθημά ἐστι τὸ ἐπ’ ὠφελείᾳ προσαγόμενον ἀνθρώποις, σύνθετον ἐκ ποιότητος, ποσότητος, τάξεως, καιροῦ. ρογʹ. Θεραπεία ἐστὶν ἡ τῶν νοσημάτων ἀναίρεσις ἤδη γεγενημένη, οὐ γινομένη ἔτι. ἢ θεραπεία ἐστὶ τάξις βοηθημάτων ἀκολουθίαν ἐχόντων. ἢ καιρὸς καὶ χρόνος καὶ τάξις κατορθώματος. ἢ ἐπιτηδειότης χρόνου ἐν ᾗ βοηθοῦμεν τοῖς κάμνουσιν. ροδʹ. Καιρός ἐστι χρήσεως χρόνος ὀξὺς τῆς τῶν πρακτέων εὐχρηστίας. ροεʹ. Ἐνδεικτικὸν σημεῖόν ἐστι τὸ ἀρχικῶς εἰς κατάληψιν ἀδήλου τινὸς ἀκολουθοῦντος καθ’ ἑαυτὸ ἄγον. ροστʹ. Ὑπομνηστικὸν σημεῖόν ἐστιν, ὡς οἱ ἐμπειρικοὶ λέγουσι, πρᾶγμα φαινόμενον καὶ γινωσκόμενον ἐκ προπαρατηρήσεως, χρησιμεῦον εἰς ὑπόμνησιν γινωσκομένου πράγματος. ροζʹ. Παρόντων τῶν σημείων πάντων παρόντα σημεῖα ἔστι πάντα τὰ παθογνωμονικά. τούτων γὰρ γιγνομένων καὶ παρόντων μένει καὶ τὰ πάθη. |
| 19 397 [15] | παυομένων δὲ λύεται καὶ τὰ νοσήματα. ροηʹ. Παρόντα τῶν προγεγονότων σημεῖα παρ’ ὧν προγεγονός ἐστιν ὡς ἡ οὐλὴ τοῦ προγεγενημένου ἕλκους. ροθʹ. Παρόντα δὲ τῶν μελλόντων σημεῖά ἐστι παρ’ ὧν καὶ μέλλον. ὡς τὸ νεκρῶδες πρόσωπον τοῦ θανάτου. ρπʹ. Προγεγονότα τῶν προγεγονότων σημεῖα ὡς ἡ κατὰ τὴν παρακμὴν ἄνεσις τοῦ παρηκμακέναι. ρπαʹ. Προγεγονότα παρόντων ὡς τὸ δεδῆχθαι ὑπὸ ἀσπίδος τοῦ ἐν ὀλεθρίοις εἶναι τοῦτο. οἱ δὲ οὕτως. προγεγονότα παρόντων σημεῖά ἐστιν ὡς τὸ τιτρώσκεσθαι τὸ λεπτὸν ἔντερον τοῦ ἐν ὀλεθρίοις εἶναι τοῦτο. ρπβʹ. Προγεγονότα δὲ τῶν ἐσομένων σημεῖά ἐστιν ὡς τοῦ συντριβέντος ὀστοῦ πώρωσιν ἐπιδεχομένου. πωρωθῆναι γὰρ δεῖ τοῦτο κατὰ τὴν ἀποκατάστασιν. οἱ δὲ οὕτως. προγεγονότα δ’ ἐσομένων ὡς τοῦ ἀναιρεθέντος ἐκ τῆς κεφαλῆς ὀστοῦ τὴν οὐλὴν ἔσεσθαι κοίλην. ρπγʹ. |
| 19 398 [15] | Ἐπιγεγονότα δὲ παρόντων σημεῖα ὡς ἐπὶ τραύματι κινδυνεύειν τὸν τρωθέντα ἐπὶ γερόντων. ρπδʹ. Ἐπιγεγονότα δὲ τῶν ἐπιγεγονότων ὡς ὁ ἐπὶ τραύματι σπασμὸς, οὐκ ἔτι γὰρ ὁ τρωθεὶς ζῇ ὁ σπασθείς. ρπεʹ. Πυρετός ἐστιν ἡ τοῦ ἐμφύτου θερμοῦ εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ τῶν σφυγμῶν σφοδροτέρων τε καὶ πυκνωτέρων γενομένων. ἢ πυρετός ἐστι θερμότης παρὰ φύσιν καρδίας καὶ ἀρτηριῶν βλάπτουσα τὸν ζωτικὸν γόνον ἀναφερομένη τε ἐκ βάθους προσπίπτουσα τῇ ἁφῇ καὶ μάλιστά τις ἀταξία κατὰ τὸ εἶδος τοῦ πυρετοῦ προγίνεται τοῖς σφυγμοῖς. οἱ δὲ οὕτω. πυρετός ἐστι πλεονασμὸς θερμασίας νοσώδους καὶ μάλιστα τῆς ἐκ βάθους ἀναφερομένης μετὰ παραλλαγῆς σφυγμῶν ἐπὶ τὸ πυκνότερον καὶ σφοδρότερον. οἱ δὲ οὕτως. πυρετός ἐστι δυσκρασία τοῦ φυσικοῦ πνεύματος ἐπὶ τὸ θερμότερον καὶ ξηρότερον. ρπστʹ. Πυρετὸς συνεχής ἐστιν ὁ μὴ διαλείπων μήτε νυκτὸς μήτε ἡμέρας. ἀνέσεις δὲ καὶ ἐνδόματα καὶ παροξυσμοὺς ἐπιφέρων. |
| 19 399 [15] | ἢ συνεχῆ πυρετὸν καλοῦσι τὸν εἰς ἀπυρεξίαν πρὶν τελέως μὴ παυόμενον, κἂν παρακμή τις αἰσθητὴ φαίνηται. ρπζʹ. Πυρετὸς σύνοχός ἐστιν ὁ ἀεὶ ἴσως διαμένων, μήτε νυκτὸς μήτε ἡμέρας διαλείπων, μήτε ἀνέσεις μήτε παροξυσμοὺς ἐπιφέρων. ρπηʹ. Καῦσός ἐστιν ὁ μετὰ πυρώσεως πολλῆς γινόμενος ἀναστολὴν μηδεμίαν τῷ σώματι παρέχων, γλῶσσαν ἐπιξηραίνων, μελαίνων, ἐπιθυμίαν ψυχροῦ παρέχων, μετὰ ἀναπνοῆς μεγάλης καὶ θερμῆς τὸ σῶμα ἐπ’ ἄλγος διατιθείς. ρπθʹ. Πεμφιγώδης ἐστὶ πυρετὸς ὁ διὰ τὴν ἐπίτασιν τῆς θερμασίας φλυκτίδας ἀνὰ τὸ στόμα παρασκευάζων. ρϟʹ. Λιπυρίας δὲ πυρετὸς ἐφ’ οὗ τὰ ἄκρα καὶ ἡ ἐπιφάνεια ψύχεται· καίεται δὲ τὸ βάθος, ἐπέχονται δὲ αἱ ἀποκρίσεις, διψῶσι γλῶσσα τραχεῖα, σφυγμὸς μικρὸς καὶ ἀμυδρός· ἅτε ἔστω νενευκότος τοῦ θερμοῦ. ρϟαʹ. Ῥοώδης πυρετὸς ὁ μετὰ ῥύσεως κοιλίας, πολλάκις δὲ καὶ ἐμέτων, περιψύξεις ἐπιφέρων καὶ ταχεῖαν καθαίρεσιν τῆς δυνάμεως μετὰ δίψους καὶ ἀγρυπνίας καὶ μικρότητος σφυγμῶν. |
| 19 400 [15] | ρϟβʹ. Στεγνὸς πυρετός ἐστιν ὁ ἐναντίος τῷ ῥοώδει οὐκ ἐπιφέρων ἐκκρίσεις, τοὺς σφυγμοὺς μεγάλους διαφυλάττων, ἰσχναίνων βραδύτερον κατὰ τὸν χρόνον τὸ σῶμα. ρϟγʹ. Ἰκτεριώδης ἐστὶ πυρετὸς ὁ τὴν χροιὰν ὁμοίαν ἰκτέρῳ παρασκευάζων, ἧπαρ μετεωρίζων, γλῶσσαν ἐπιξηραίνων, τὴν ἐπιφάνειαν δεινὴν, ἀεὶ αὐχμηρὰν καὶ ὠχρὰν παρασκευάζων. ρϟδʹ. Λοιμώδης πυρετὸς ἔστιν ὁ μετὰ πολλῆς θερμασίας δίψος ἀθεράπευτον ἐπιφέρων, ἐμέτους χολῆς παντοίας, δυσώδεις κοιλίας ἐκκρίσεις βρομωδῶν φέρων, ὥστε ἐμφερῆ εἶναι τὰ ἀποκρινόμενα τῷ ἀπὸ τῶν ἑλῶν βρομῷ· οὖρα πολλὰ καὶ δυσώδη, ἐξανθήματα, σφυγμοὺς ταχεῖς μικροὺς καὶ ἀμυδροὺς ἐπιτελῶν. ρϟεʹ. Τυφώδης ἐστὶν, οἵ τινες ἐλαιώδη καὶ νοτώδη προσαγορεύουσιν, ἱδρῶτας ἐπιφέρων δυσώδεις. ἢ τυφώδης ἐστὶ πυρετὸς ὁ μετὰ νωθρείας γιγνόμενος καὶ μετ’ ἐπιστάσεως ἐξιστάμενος. |
| 19 401 [15] | ρϟστʹ. Νωθρός ἐστιν πυρετὸς ὁ μετὰ καρηβαρείας γινόμενος ἢ διὰ μυξητήρων αἱμοῤῥαγίας ἐπάγων ἢ ἐποχὴν ἀποκρίσεως ἢ πρὸς ἀνάγκης δυσσυμπτωσίαν τοῦ σώματος. ρϟζʹ. Φρικώδης ἐστὶν ὁ ἀναμεμιγμένην ἔχων τῷ ῥίγει τὴν θερμασίαν καὶ σφυγμοὺς ἄγαν ἀσθενεῖς. ὥστε μήτε τῆς ἁφῆς ἀφικέσθαι, ἀλλ’ ὡς ἀπονενευκότας. γαστὴρ ὠγκωμένη βορβορύζουσα, γλῶσσα ὑγρὰ πάνυ ὀξύζοντι ὅμοιον καὶ ὥσπερ σιέλῳ περικλυζομένη. ρϟηʹ. Τύπος ἐστὶν ἐπιτάσεών τε καὶ ἀνέσεων τεταγμένη ἀνταπόδοσις. ἢ οὕτως. τύπος ἐστὶ χρόνος ἑνὸς πόθους, ᾧ καὶ παροξυσμὸς καὶ διάλειμμα τεταγμένον συμβαίνει. ρϟθʹ. Περίοδός ἐστιν ἐξ ἐπιτάσεως καὶ ἀνέσεως ἐν νοσήμασι χρόνος. ἢ περίοδός ἐστιν ἡ ἐπὶ τὸ αὐτὸ ὁμοία ἐπάνοδος ἢ κίνησις. ἢ οὕτως. περίοδός ἐστιν ἐν νοσήμασι χρονίοις ἡ ἐξ ἐπιτάσεως καὶ ἀνέσεως ἀπόδοσις. σʹ. |
| 19 402 [15] | Ἀμφημερινός ἐστιν ὁ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα κατὰ τὸ πλεῖστον τῆς αὐτῆς ὥρας ἐπισημαίνων. σαʹ. Τριταῖός ἐστιν ὁ μίαν εἴτε ἡμέραν εἴτε νύκτα ἐπισημαίνων, τῇ δὲ ἑξῆς διαλείπων καὶ διὰ τρίτης πάλιν γινόμενος. σβʹ. Τεταρταῖός ἐστιν ὁ μίαν μὲν ἡμέραν ἤτοι νύκτα ἐπισημαίνων, δύο δὲ διαλείπων ἡμέρας ἢ νύκτας, διὰ δὲ τῆς τετάρτης πάλιν γινόμενος. σγʹ. Ἡμιτριταῖός ἐστιν ὃν ἡμεῖς λέγομεν κατὰ τὸν παλαιὸν τὸν εἰρημένον ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν πυρετὸν συνεχῆ ὀξὺν, τὸ μὲν ὅλον οὐ διαλείποντα, μίαν δὲ κουφοτέραν καὶ μίαν βαρυτέραν ἐπιφέροντα. οἱ δὲ ἀπὸ τῆς μεθόδου ἡμιτριταῖον μικρὸν τῶν δύο διαλειμμάτων ἔφησαν. μέσον δὲ ἡμιτριταῖον καλοῦσι τῶν διαστημάτων τριῶν ἐφαπτόμενον. μέγα δὲ τῶν τεσσάρων ἐφαπτόμενον διαστημάτων. σδʹ. Πλανῆται πυρετοὶ καλοῦνται οἱ μὴ ὡρισμένως μηδὲ εὐτάκτως, ἀλλ’ ἀκαταστάτως γινόμενοι. σεʹ. Διαστολή ἐστιν ἄρσις καὶ οἷον ἐπανάστασις καρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου καὶ μηνίγγων κατὰ μῆκος καὶ πλάτος καὶ βάθος αἰσθητὴ πρὸς τὴν ἔπαρσιν τῆς ἁφῆς. |
| 19 403 [15] | οἱ δὲ οὕτως. διαστολή ἐστι διαίρεσις καὶ οἷον ἐπανάστασις καρδίας καὶ ἀρτηριῶν κατὰ μῆκος καὶ κατὰ πλάτος αἰσθητὴ πρὸς τὴν ἄρσιν τῆς ἁφῆς. σστʹ. Συστολή ἐστι συναγωγὴ καὶ σύμπτωσις τούτων κατὰ μὲν αἴσθησιν οὐ κινοῦσα, τῷ δὲ εὐλόγῳ καὶ ἀκολούθῳ καταλαμβανομένη. σζʹ. Παλμός ἐστιν ἔπαρσις καὶ εὕρεσις σώματος εἴκοντος καὶ μὴ ἀντιτυποῦντος ὑπὸ πνεύματος γινόμενος, οὐκ ἀεὶ παρακολουθῶν, ἀλλὰ κατὰ χρόνους τινὰς γινόμενος. οἱ δὲ οὕτως. παλμός ἐστιν ἔπαρσις καὶ ὕφεσις σωμάτων μυωδῶν ὑπὸ πνεύματος ἀποτελούμενος, οὐκ ἀεὶ γινόμενος. ἄλλως. παλμὸς κίνησις ἀβούλητός τε καὶ ἀκούσιος ἐπαιρομένων τε καὶ καταφερομένων τῶν παλλομένων μερῶν. ἢ παλμός ἐστι μὲν διαστολὴ παρὰ φύσιν, ἐν ἅπασι δὲ γίνεται τοῖς μορίοις ὅσα γε διαστέλλεσθαι πέφυκεν. σηʹ. |
| 19 404 [15] | Μέγας ἐστὶ σφυγμὸς ὁ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γινόμενος. Μικρὸς σφυγμός ἐστιν ὁ τοὐναντίον ἐπ’ ἐλάχιστον κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ἐπαιρομένης τῆς ἀρτηρίας ἐπιτελούμενος. Μέσος ἐστὶν ὁ μεταξὺ τούτων ἀμφοτέρων κατά τε τὸ μῆκος καὶ κατὰ τὸν κύκλον ἀνάλογόν τε καὶ τῆς περιφερείας ὑποπιπτούσης. σθʹ. Πλήρης ἐστὶ σφυγμὸς ὁ διάμεσος πρὸς τὴν ἁφὴν ὑποπίπτων, ὥστε καὶ αὐτὸν μὲν τὸν χιτῶνα τῆς ἀρτηρίας ἐπισημότερον δοκεῖν γεγονέναι· μάλιστα δὲ τὸ ἐντὸς αὐτῆς μεστότερόν τε καὶ σωματωδέστερον καταλαμβάνεσθαι. Κενός ἐστι σφυγμὸς καθ’ ὃν αὐτῆς τε τῆς ἀρτηρίας ἡ περιοχὴ παντάπασιν ἰσχνὴ καὶ πομφολυγώδης ἐστὶν καὶ τὸ ἔγχυμα ἀμαυρὸν καὶ ἐξίτηλον, ὥστε καὶ ἐάν τις πιέσῃ τοῖς δακτύλοις κενεμβατήσεως ἀντίληψιν ὑποπίπτειν. Μέσος ἐστὶ σφυγμὸς ὁ σύμμετρος μεταξὺ πλήρους τε καὶ κενοῦ μέσος καὶ ὃς κατὰ φύσιν ἐστί. σιʹ. |
| 19 405 [15] | Σκληρός ἐστι σφυγμὸς ἐφ’ οὗ νευρώδης, ὡς ἂν εἴποι τις, καὶ ἀπόκροτος ἡ ἀρτηρία φαίνεται καὶ τὸ ἐνὸν πνεῦμα τεταμένον ὥστε καὶ τὴν πληγὴν ἔχειν τι ἀποπληκτικόν. Μαλακὸς σφυγμός ἐστιν ὁ ὑπεναντίος τῷ σκληρῷ ἀνειμένην καὶ ἁπαλὴν ἔχων τὴν ἀρτηρίαν. καὶ τὸ ἐνὸν πνεῦμα ἐκλελυμένον καὶ τὴν πληγὴν προσηνεστέραν. Μέσος σφυγμός ἐστιν ὁ μεταξὺ τοῦ σκληροῦ τε καὶ μαλακοῦ κατὰ φύσιν σύμμετρος. σιαʹ. Ὑγρὸς σφυγμός ἐστιν ὁ ἁπαλὸς οὔσης καὶ τῆς ἐν αὐτῷ οὐσίας προσηνοῦς τῇ ἁφῇ ὑγρασίαν καί τινα προσβάλλων. Αὐχμηρός ἐστι σφυγμὸς, ὥστε ἐκδεδαπανῆσθαι μὲν τὴν ὑποτεταγμένην ὑγρότητα, ξηρᾷ δὲ καὶ ἀερώδει ἀναθυμιάσει ἀναμεμίχθαι. Μέσος ἐστὶ σφυγμὸς ὁ μηδὲ μὲν ὑγρότερος μηδὲ αὐχμηρότερος τῇ ἁφῇ φαίνεται, ἀλλὰ σύμμετρός τε καὶ κατὰ φύσιν ὑπάρχει. σιβʹ. Θερμὸς σφυγμός ἐστιν ὅταν ἡ ἀρτηρία τῶν πλησίων μερῶν θερμοτέρα ἅπτεται ὥσπερ ἐν ἑκτικῷ πυρετῷ. Ψυχρὸς σφυγμός ἐστιν ἐν ᾧ ἡ ἀρτηρία ψυχροτέρα καταλαμβάνεται. |
| 19 406 [15] | Μέσος ἐστὶν ὃς τὴν τοῦ ψυχροῦ τε καὶ θερμοῦ συμμετρίαν ἔχει. σιγʹ. Σφοδρός ἐστι σφυγμὸς ὁ τὴν κίνησιν εὔτονον ἔχων καὶ βιαίαν ποιούμενος τὴν πληγήν. Ἀμυδρός ἐστιν ὁ ἔκλυτον ἔχων τὸν τόνον καὶ τὴν πληγὴν ποιούμενος ἀσθενῆ. Μέσος ἐστὶν ὁ ἀναλογίαν τινὰ σώζων πρὸς ἑκάτερον τούτων. σιδʹ. Ταχύς ἐστι σφυγμὸς ὁ σύντομον ἔχων τὴν διαστολὴν καὶ συστολήν. ἢ ταχὺς σφυγμός ἐστιν ὁ μὲν ἐν ὀλίγῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γινόμενος. Βραδύς ἐστι σφυγμὸς ὁ βραδεῖαν ἔχων τὴν διαστολήν τε καὶ τὴν συστολήν. ἢ ὁ ἐν πολλῷ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γινόμενος. Μέσος ἐστὶν ὁ σύμμετρον ἔχων τὴν διαστολὴν καὶ συστολήν. ἢ μέσος ἐστὶ σύμμετρος ὁ ἐν συμμέτρῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γινόμενος. σιεʹ. |
| 19 407 [15] | Πυκνὸς σφυγμός ἐστιν ὁ δι’ ὀλίγου χρόνου τῆς ἀρτηρίας διαστελλομένης γινόμενος. ἢ, ὅτε βραχύς ἐστιν ὁ χρόνος μεταξὺ τῆς διαστολῆς καὶ συστολῆς. Ἀραιός ἐστιν ὁ διὰ πολλοῦ χρόνου τῆς ἀρτηρίας διαστελλομένης γινόμενος. ἢ οὕτως. ἀραιός ἐστι σφυγμὸς, ὅταν ὁ τῆς ἡσυχίας χρόνος τῆς μεταξὺ διαστολῆς καὶ συστολῆς μέσης χρονίζει μακρός. Μέσος ἐστὶν ὁ μεταξὺ τοῦ πυκνοῦ τε καὶ ἀραιοῦ σύμμετρος. ἢ ὁ διὰ τοῦ συμμέτρου μεταξὺ χρόνου τῆς ἀρτηρίας διαστελλομένης γινόμενος. σιστʹ. Τάξις σφυγμοῦ ἐστιν σχέσις κατὰ μέγεθος ἢ σφοδρότητα ἢ ῥυθμὸν ἢ ἄλλην τινὰ διαφοράν. Τεταγμένος σφυγμός ἐστιν ἐν ᾧ ἡ κατὰ τὰς περιόδους ἀναλογία φυλάττει τινὰ τάξιν. ἢ ἄλλως· τεταγμένος ὁ κατὰ περίοδον ἴσος. σιζʹ. Ἀταξία σφυγμοῦ ἐστιν ἀκαταστασία τῆς κατὰ τοὺς σφυγμοὺς διαφορᾶς. οἱ δὲ οὕτως. ἄτακτος σφυγμός ἐστιν ὁ ποτὲ μὲν πυκνότερος γινόμενος κατά τινας πληγὰς, ποτὲ δὲ ἀραιότερος. |
| 19 408 [15] | ἢ ἀτακτός ἐστιν ὁ μηδεμίαν κατὰ τὰς περιόδους τάξιν σώζων. σιηʹ. Ὁμαλότης σφυγμοῦ ἐστιν ἰσότης κατά τινας τῶν σφυγμῶν διαφοράς. Ὁμαλὸς σφυγμός ἐστιν ὁ ἐφεξῆς ἴσος ὑπάρχων. ἢ ἐν ᾧ πᾶσαι τῶν σφυγμῶν διαφοραὶ ἴσαι μένουσιν. σιθʹ. Ἀνωμαλία σφυγμοῦ ἐστιν ἀνισότης σφυγμῶν κατά τινας τῶν παρεπομένων αὐτοῖς διαφορῶν. οἱ δὲ οὕτως. ἀνώμαλος σφυγμός ἐστιν ἐφ’ οὗ ποτὲ μὲν σφοδρότεραι αἱ πληγαὶ γίνονται, ποτὲ δὲ ἀμυδρότεραι. οἱ δὲ πάλιν οὕτως. ἀνώμαλός ἐστι σφυγμὸς ὁ κατὰ μέν τι μέρος ὑψηλότερος ταπεινότερος ὑποπίπτων καὶ ἐπὶ πλεῖον διαφυσωμένης τῆς ἀρτηρίας καὶ ἀνευρυνομένης, κατὰ δέ τι ἐπὶ ποσὸν καὶ ὥσπερ ἀποστενοχωρουμένης. κατὰ σφοδρότητα ἀνώμαλος, ὥσπερ κατὰ μέν τι μέρος τῆς ἀρτηρίας βιαιοτέραν τὴν ἐξαίρεσιν ποιούμενος, κατὰ δὲ ὑποσυμβεβηκυῖαν καὶ ἀσθενεστέραν. σκʹ. Βακχεῖος ὁ Ἡροφίλειος εἶπε, ῥυθμός ἐστι κίνησις ἐν χρόνοις τάξιν ἔχουσα. |
| 19 409 [15] | Ζήνων δὲ ὁ Ἡροφίλειος εἶπε. ῥυθμός ἐστι τάξις τῶν χρόνων ἐν οἷς διΐστανται αἱ ἀρτηρίαι πρὸς τοὺς ἐν οἷς συστέλλονται. βέλτιον δὲ οὕτως ὁρίσασθαι. ῥυθμός ἐστιν ἀναλογία χρονικὴ τῶν πρὸς τοὺς σφυγμοὺς μερῶν ποιὰν σχέσιν ἐχόντων πρὸς ἄλληλα. ἕτερος δὲ ὡρίσατο οὕτως. ῥυθμός ἐστι σχέσις τῶν χρόνων ἐν οἷς διΐστανται αἱ ἀρτηρίαι πρὸς τοὺς ἐν οἷς συστέλλονται. σκαʹ. Εὔρυθμός ἐστι σφυγμὸς ὁ σώζων ῥυθμὸν τὸν ἴδιον τῇ ἡλικίᾳ καὶ φύσει καὶ κράσει καὶ τῇ ἑκάστῃ ὥρᾳ καὶ ταῖς ἄλλαις περιστάσεσι. Ἀῤῥυθμός ἐστιν ὁ τὸν ῥυθμὸν οὐδένα τῷ ἑκάστῳ ἴδιον σώζων. Κακόρυθμος σφυγμός ἐστιν ὁ κακῶς τὸν ῥυθμὸν σώζων εὐρύθμῳ ἐναντίος. σκβʹ. Παράρυθμόν φαμεν τὸν ποσῶς προσεγγίζοντα τῇ ἡλικίᾳ ἐφ’ ἧς θεωρεῖται ῥυθμὸν μὲν ἔχοντα, μὴ παντάπασι δὲ ὄντα κατ’ ἐκεῖνον. ἑτερόρυθμον λέγομεν τὸν ἑτέρας ἡλικίας ῥυθμὸν ἔχοντα. |
| 19 410 [15] | ἔκρυθμος σφυγμός ἐστιν ὁ μηδεμιᾶς ἡλικίας ἤ τινος ἄλλης περιστάσεως παντάπασι ῥυθμὸν ἐκβεβηκώς. σκγʹ. Τρομώδης ἐστὶ σφυγμὸς ὁ μὴ ὁμαλὴν μηδὲ ἀσάλευτον τὴν πληγὴν ἀναφέρων, ἀλλ’ οἷον κινούμενός τις. σκδʹ. Ἐσκολιωμένος ἐστὶν ὁ μὴ ἐπ’ εὐθείας τεταγμένης τῆς ἀρτηρίας ἐπιτελούμενος παρὰ τὴν θέσιν. σκεʹ. Μύουρός ἐστιν ὁ παρὰ τὴν θέσιν ὅταν τὰ μὲν ἐπ’ ἄνω μέρη τῆς ἀρτηρίας συνάγηται, τὰ δὲ κάτω τοὐναντίον. ἐνταῦθα μὲν ἐπὶ πλέον ἀνευρύνεται, ἐν δὲ τοῖς ἐπ’ ἄνω μέρεσι συναιρεῖται. οἱ δὲ πλείους μυουρίζοντα καλοῦσιν, ὅταν ἀπὸ μείζονος τῆς προσαγούσης πληγῆς αἱ ἑξῆς καθ’ ὑφαίρεσιν ἀεὶ καὶ μᾶλλον μικρότεραι συντελοῦνται. ὀνομάζονται δὲ καὶ μύουροι οὕτως, ὅταν ἀπὸ τοῦ πυκνοῦ σφυγμοῦ ἀραιότεροι σφυγμοὶ ἀποτελοῦνται. καλεῖται δὲ μύουρος καὶ ὅταν ἀπὸ τοῦ παχέος βραδύτερος ὁ σφυγμὸς μέγα γίνεται. σκστʹ. Δίκροτός ἐστι σφυγμὸς, ὅταν ἡ δοκοῦσα ἀποχώρησις τῆς ἀρτηρίας μὴ τελεία γίγνεται. |
| 19 411 [15] | ἀλλὰ μελλησμὸς καὶ ἐπὶ ποσὸν ὑπαγωγῆς ἢ τοῦ ἀνακοπέντος πνεύματος, εἶτα ἀπόθεσις τελεία τῆς ὀφειλομένης συστολῆς. σκζʹ. Ἀραχνοειδής ἐστι σφυγμὸς ὁ μικρὸς μὴ ἑδρασμένος, ἀλλὰ τρόπον ἀράχνης ὑπὸ βραχείας αὔρας σαλευομένης κινούμενος. σκηʹ. Διαλείπων σφυγμός ἐστιν, ὅταν τῶν συστολῶν καὶ τῶν διαστολῶν ἐπιτελουμένων ἑνὸς σφυγμοῦ χρόνου ἡ ἀρτηρία διαλείπει. οἱ δὲ οὕτως. διαλείπων ἐστὶ σφυγμὸς ἐφ’ οὗ οὐκ ἐπὶ δύο μόνον ἀλλ’ ἐπὶ τρεῖς ἢ καὶ ἐπὶ πλείους πληγὰς ἡ ἀρτηρία ἐλλείπει διαστολὴν μίαν ἢ καὶ δύο ἢ καὶ πλείους. σκθʹ. Παρεμπίπτων σφυγμός ἐστιν ὅταν μεταξὺ δυοῖν πληγῶν κατὰ τὴν ἰδίαν τάξιν κινουμένων ἐκ τούτου τις μέση παρεμπίπτῃ πληγή. σλʹ. Ἐκλείπων σφυγμὸς λέγεται ἐφ’ οὗ οὐκ ἐπὶ δύο μόνον, ἀλλ’ ἐπὶ τρεῖς καὶ ἐπὶ πλείους πληγὰς ἀκίνητος ἡ ἀρτηρία διαμένει. οἱ δὲ οὕτως. ἐκλείπων ἐστὶν ὁ ἀπὸ μεγέθους ἀρχόμενος καὶ σφοδρότητος ἀεὶ καὶ μᾶλλον ὑφιῶν, καὶ μέχρι μὲν ἔχει τι μέγεθος καλεῖται μυουρίζων ὁ τοιοῦτος, ὅταν δὲ ὑφιῇ καὶ μικρότερος, ὡς ἐπὶ τὸ μικρότερον ῥέπῃ, ἐκλείπων καλεῖται. |
| 19 412 [15] | σλαʹ. Δορκαδίζων ἐστὶ σφυγμὸς ὅταν ἡ ἀρτηρία δόξασα διεστάλθαι μὴ παντελῶς διεσταλμένη ἐφ’ ἑτέραν ἐπεπήδησεν ἀθροώτερον, πρὶν ἔμφασιν συστολῆς παρέχειν, βιαιοτέρα δὲ ἡ δευτέρα γένηται πληγή. σλβʹ. Παλινδρομῶν σφυγμός ἐστιν ὁ ἐπὶ ποσὸν ἐκβαίνων τὸ μέγεθος ἢ τὴν σφοδρότητα καὶ ἐπὶ τῶν ἄλλων ἔπειτα εἰς τοσοῦτο πάλιν ἀποκαθιστάμενος. σλγʹ. Μυρμηκίζων σφυγμός ἐστιν ὁ μικρὸς, κενὸς, πυκνὸς, ἀμυδρὸς, πάντων ἐπὶ τὸ ἔσχατον κατηγμένος. ἢ οὕτως. μυρμηκίζων ἐστὶν ἐφ’ οὗ γίνεται ἡ φαντασία περὶ τοὺς ἐπερειδομένους τῇ ἀρτηρίᾳ δακτύλους οἱονεὶ μύρμηκος περιπατοῦντος, ὥστε καὶ μικρὸν εἶναι αὐτὸν καὶ ἀμυδρόν. σλδʹ. Φρενῖτις ἐστὶ παρακοπὴ διανοίας μετὰ ὀξέος πυρετοῦ καὶ κροκυδισμοῦ καὶ διανοίας ἔκστασις καὶ τῶν κατὰ φύσιν αὐτῆς ἐμποδισμὸς καὶ λήθη τοῦ φρονεῖν. |
| 19 413 [15] | ἢ παρακοπὴ φρενῶν σύντονος μετὰ τρόμου καὶ φωνῆς ἀσαφείας καὶ ψηλαφήσεως γενομένης τοὐπίπαν ὑπὸ κακοήθους πυρετοῦ. σλεʹ. Λήθαργός ἐστι καταφορὰ δυσδιέγερτος μετ’ ἀχροίας καὶ οἰδήματος φυσώδους σὺν ἀτονίᾳ τῶν στερεῶν αὐτῶν καὶ τοῦ σφυγμικοῦ πνεύματος γινομένη, τοὐπίπαν ἐπὶ βληχροῦ καὶ κακοήθους πυρετοῦ. γίνονται δὲ οἱ λήθαργοι οἱ μὲν παθούσης τῆς ἀρχῆς, οἱ δὲ ἐπὶ ἀποστάσει. σλστʹ. Σπασμός ἐστι περὶ νεύροις καὶ μυσὶ γινόμενον πάθος μετὰ τοῦ ἄνευ προαιρέσεως ἕλκεσθαι ποτὲ μὲν ὅλον τὸ σῶμα, ποτὲ δὲ μέρος. σλζʹ. Τέτανός ἐστιν ἀπότασις καὶ πῆξις τῶν ἐν τῷ σώματι πάντων νεύρων τε καὶ μυῶν. ἢ οὕτως. τέτανός ἐστι σπασμὸς ἐπ’ εὐθείας μετὰ τοῦ τὸν τράχηλον ἕλκεσθαι καὶ τὰς σιαγόνας συνερείδων τε τοὺς ὀδόντας καὶ μήτε ἐπινεύειν τὸν τράχηλον δύνασθαι μήτε ἀνανεύειν. ἢ τέτανός ἐστιν ὅταν εἰς τοὐναντία πρὸς τῶν ἀντιτεταγμένων μυῶν ἀκουσίως ἐπισπᾶται τὰ μόρια. |
| 19 414 [15] | σληʹ. Ἐμπροσθότοιός ἐστιν ὅταν ἔμπροσθεν ἕλκηται ὁ τράχηλος καὶ εἰς τοὐπίσω ἀνακλᾶσθαι μὴ δύνηται. σλθʹ. Ὀπισθότονός ἐστιν ὅταν ὄπισθεν ἕλκηται καὶ εἰς τοὔμπροσθεν ἀνακλᾶσθαι μὴ δύνηται. ἢ ὀπισθότονός ἐστι σπασμός τε καὶ σύντασις εἰς τοὐπίσω τοῦ τραχήλου, ὥστε ἐπινεύειν μὴ δύνασθαι. σμʹ. Ἐπιληψία ἐστὶν ἐπίληψις διανοίας καὶ τῶν αἰσθητηρίων μετὰ τοῦ πίπτειν ἐξαίφνης τοὺς μὲν μετὰ σπασμοῦ, τοὺς δὲ ἄνευ σπασμοῦ. ἐπισυμβαίνει δὲ αὐτοῖς καὶ ἀφρὸν φέρεσθαι διὰ τοῦ στόματος κατὰ τὴν ἄνεσιν καὶ παρακμὴν τοῦ νοσήματος. σμαʹ. Κάτοχός ἐστιν ἀναισθησία τῆς ψυχῆς μετὰ πήξεως τοῦ παντὸς σώματος. εἴδη δὲ κατόχου τρία. ὁ μὲν γὰρ ὑπνώδης ὃς παράκειται τῷ ληθάργῳ, ὁ δὲ ἕτερος ἐγρηγορὼς ᾧ παράκειται τέτανος καὶ ἡ ἐφ’ ὑστέρᾳ καλουμένη πνίξ. τρίτον εἶδος κατόχου ὃν οὐκ ἄν τις ἀσυνέτως κάτοχον ὀνομάζοι φρενιτικόν. |
| 19 415 [15] | γίνεται δὲ ἐκ μίγματος δύο ἀῤῥωστημάτων κατόχου τε καὶ φρενίτιδος ὥσπερ καὶ ἡ τυφωμανία. σμβʹ. Παράλυσίς ἐστι πάθος βλάπτον τὴν προαιρετικὴν κίνησιν περὶ μέρεσιν ἢ μέρει τινὶ γινόμενον. ἀποτελεῖται δὲ παθόντων τῶν νεύρων καὶ τῶν μυῶν. σμγʹ. Τυφωμανία ἐστὶ λήθαργος παρακοπτικὸς ἢ παρακοπὴ ληθαργική. ἢ οὕτως. τυφωμανία ἐστὶ μικτὸν ἐκ φρενίτιδος καὶ ληθάργου πάθημα. σμδʹ. Ἀποπληξία ἐστὶ κατοχὴ διανοίας μετ’ ἀναισθησίας καὶ παρέσεως τοῦ σώματος. ἔτι. ἀποπληξία ἐστὶν ἀπώλεια πάντων τῶν νεύρων αἰσθήσεώς τε καὶ κινήσεως. ἢ ἀποπληξία ἐστὶν ἀναισθησία τοῦ παντὸς σώματος μετὰ βλάβης τῶν ἡγεμονικῶν ἐργαλείων. γίνεται δὲ ἀπὸ χυμοῦ ψυχροῦ ἀθρόως πληροῦντος τὰς κυριωτάτας κοιλίας τοῦ ἐγκεφάλου. κυριώταται δὲ κοιλίαι εἰσὶν ἡ ὄπισθέν τε καὶ ἡ μέση. σμεʹ. Διαφέρει δὲ ἀποπληξία παραπληξίας ὡς ὅλον μέρους. οἱ μὲν γὰρ ἀποπληκτικοὶ πάντως εἰσὶ καὶ παραπληκτικοί. |
| 19 416 [15] | οἱ δὲ παραπληκτικοὶ οὐ πάντως καὶ ἀποπληκτικοί. διαφέρει καὶ ὅτι οἱ μὲν ὑγιαίνοντες τὴν διάνοιαν παραπληκτικοὶ παρειμένοι εἰσὶ τοῦ σώματος μέρος ἢ μέρη, οἱ δὲ ἀποπληκτικοὶ καὶ ταῦτα καὶ τὴν διάνοιαν καὶ τὸ ὅλον. παραπληκτικοὶ λέγονται, οἷς μόνα τὰ δεξιὰ ἢ τὰ ἀριστερὰ αἱ παρέσεις γίνονται. σμστʹ. Μανία ἐστὶν ἔκστασις τῆς διανοίας καὶ παραλλαγὴ τῶν νομίμων καὶ τῶν ἐν τῷ ὑγιαίνειν ἐθῶν ἄνευ πυρετοῦ. σμζʹ. Μελαγχολία ἐστὶ πάθος βλάπτον τὴν γνώμην μετὰ δυσθυμίας ἰσχυρᾶς καὶ ἀποστροφῆς τῶν φιλτάτων γιγνόμενον ἄνευ τοῦ πυρετοῦ. τισὶ δὲ αὐτῶν καὶ χολὴ προσγινομένη πολλὴ μέλαινα βλάπτει στόμαχον, ὥστε καὶ ἀπεμεῖσθαι καὶ οὕτως τὴν γνώμην συγκακοῦσθαι. σμηʹ. Κεφαλαία ἐστὶ πάθος πόνον κεφαλῆς ἐπιφέρον ἀνύποιστον κατὰ περιόδους τινὰς, ὥστε καὶ ἦχον εἶναι ἐν τοῖς ὠσὶ καὶ τοὺς ὀφθαλμοὺς ἀνερευθεῖς καὶ προπετεῖς ὑπάρχειν. συνδιατείνονται δὲ αὐτοῖς καὶ αἱ ἐν τῷ μετώπῳ φλέβες καὶ ἔρευθος ἀμφὶ τὸ πρόσωπον ἴσχουσι. σμθʹ. |
| 19 417 [15] | Τὸ μὲν τῆς κεφαλῆς ἄλγος μὴ χρόνιόν ἐστι κεφαλαλγία, χρόνιον δὲ κεφαλαία. ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι καὶ προσεπιγίγνεται μέζω τε καὶ πλεῦνον δυσαλθῇ, κεφαλαίην κικλήσκομεν. σνʹ. Ἑτεροκρανία ἐστὶν ὁπόταν περὶ τὸ ἀριστερὸν μέρος ἢ τὸ δεξιὸν τῆς κεφαλῆς πόνος παρέπηται καὶ ποτὲ μὲν ἐπιτάσεις, ποτὲ δὲ ἀνέσεις ἐπιφέρῃ. σναʹ. Σκοτωματικοὶ καλοῦνται οἷς παρακολουθοῦσι σκοτώσεις καὶ δοκοῦσι περιφέρεσθαι αὐτοῖς τὴν κεφαλὴν μετὰ τοῦ καὶ μαρμαρυγὰς αὐτοῖς παρέπεσθαι. ἢ σκοτόδινός ἐστιν ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκεῖ τὰ βλεπόμενα ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου. σνβʹ. |
| 19 418 [15] | Κατάῤῥους ἐστὶν ὑγρῶν πολλῶν καταφορὰ διὰ τῶν τρημάτων τῆς ὑπερώας καὶ πολλῶν διὰ τῶν μυξητήρων ἃ καταφερόμενα βλάπτει τοὺς ὑποκειμένους τόπους, ὥστε σὺν τῇ ἀποκρίσει τῶν ὑγρῶν καὶ πνεῦμα συνεκκρινόμενον ἦχόν τινα ἐκτελεῖν. σνγʹ. Κόρυζά ἐστι τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον τὸ δι’ ὑπερώας κατάῤῥους. σνδʹ. Συνάγχη ἐστὶ πάθος περὶ τράχηλον ὀξὺ, χαλεπὸν, πνιγμῷ τὸν παθόντα ἐξάγων. ἢ οὕτως. συνάγχη ἐστὶ φλεγμονὴ τοῖς μὲν ἔξωθεν τοῦ τραχήλου ὥστε ἐξογκοῦσθαι τὰ μέρη, τοῖς δὲ ἔνδοθεν τῶν παρισθμίων ὥστε συμπάσχειν καὶ τὰ ἀναπνευστικὰ ὄργανα καὶ δυσπνοεῖν. σνεʹ. Ὑδρόφοβός ἐστι πάθος ἐπὶ δήγματι κυνὸς μαινομένου γιγνόμενον μετὰ τοῦ ἀποστρέφεσθαι τὸ ποτὸν καὶ σπᾶσθαι καὶ λύζειν. ἐπιγίγνεται δὲ αὐτοῖς καὶ παρακοπή. σνστʹ. Βούλιμός ἐστι διάθεσις καθ’ ἣν ἐπιζήτησις ἐκ μικρῶν διαλειμμάτων γίνεται τροφῆς. ἐκλύονται δὲ καὶ καταπίπτουσι καὶ ἀχροοῦσι καὶ καταψύχονται τὰ ἄκρα καὶ θλίβονταί τε τὸν στόμαχον καὶ ὁ σφυγμὸς ἐπ’ αὐτῶν ἀμυδρὸς γίνεται. |
| 19 419 [15] | σνζʹ. Φαγέδαινά ἐστι κατασκευὴ καθ’ ἣν ὀρεγόμενοι πολλῆς τροφῆς καὶ λαμβάνοντες ἄμετρον οὐ κρατοῦσιν αὐτῆς, ἀλλ’ ἐξεράσαντες πάλιν ὀρέγονται. ἢ ἄλλως. φαγέδαιναί εἰσιν αἱ τῶν πολλῶν βρωμάτων ἐδωδαὶ, ἃς καὶ αὐτὰς ὑπὸ κακοχυμίας γίνεσθαι ἀμέτρας ὀρέξεις σιτίων ὁμολογεῖται. σνηʹ. Ἐμπνευμάτωσίς ἐστιν ὅταν πλεῖον πνεῦμα γενόμενον κατέχηται ἐν στομάχῳ καὶ διατείνῃ αὐτὸν καὶ τὴν κοιλίαν μετ’ αὐτοῦ, ὥστε καὶ ἐμποδίζεσθαι τὴν τῆς τροφῆς οἰκονομίαν. σνθʹ. Περιπνευμονία ἐστὶ φλεγμονὴ πνεύμονος μετὰ πυρετοῦ ὀξέος καὶ δυσπνοίας. γίνεται δὲ ἐπ’ αὐτῶν καὶ ἐνερευθῆ τὰ μῆλα. σξʹ. Φθίσις ἐστὶν ἕλκωσις τοῦ πνεύμονος ἢ θώρακος ἢ φάρυγγος, ὥστε βῆχας παρακολουθεῖν καὶ πυρετοὺς βληχροὺς καὶ συντήκεσθαι τὸ σῶμα. σξαʹ. Διαφέρει φθίσις φθοῆς. φθίσις μὲν γάρ ἐστιν ἡ λεγομένη κοινῶς πᾶσα σώματος μείωσίς τε καὶ σύντηξις. |
| 19 420 [15] | φθοὴ δὲ ἡ ἰδίως ἐφ’ ἕλκει σύντηξίς τε καὶ μείωσις τοῦ σώματος. εἴρηται δὲ φθίσις ἀπὸ τοῦ φθίνειν, ὅπερ ἐστὶ μειοῦσθαι. σξβʹ. Δυσπνοϊκοί εἰσιν ἐφ’ ὧν οἱονεὶ στενοχωρούμενον ἐκπνεῖται τὸ πνεῦμα καὶ εἰσπνεῖται. ἢ δύσπνοια βλάβη τις ἀναπνοῆς ἐστιν. σξγʹ. Ἆσθμά ἐστι πάθος ἔπειξιν ἰσχυρὰν περὶ τὴν ἀναπνοὴν καὶ δύσπνοιαν ἐπιφέρων μετὰ τοῦ καὶ ἐνίους ἀνακαθίζειν καὶ ἐξανίστασθαι. σξδʹ. Πλευρῖτις ἐστὶν ὀδύνη πλευροῦ καὶ ὑπεζωκότος διατείνουσα μέχρι κλειδὸς καὶ ἀκρωμίου καὶ ὠμοπλάτης σὺν ὀξεῖ καὶ ἀδιαλείπτῳ πυρετῷ μετ’ ὀδύνης νυγματώδους ὁμοῦ καὶ φρίκης καὶ δυσπνοίας καὶ βηχός. σξεʹ. Καρδιακὴ διάθεσίς ἐστι τῆξις τοῦ ἐμφύτου τόνου καὶ πάρεσις. γίνεται δὲ τοὐπίπαν ἐπὶ στόματι γαστρὸς κακοπραγοῦντι καὶ στομάχῳ μεθ’ ἱδρώτων ἀκατασχέτων. τινὲς δὲ ᾠήθησαν ἐπὶ καρδίᾳ φλεγμαινούσῃ γίνεσθαι τὸ πάθημα καὶ διὰ ταύτην τοῦ τόνου τὴν ἔκλυσιν καρδιακὴν ἤτοι διάθεσιν ἢ συγκοπὴν ἐκάλεσαν τὸ συμβαῖνον. |
| 19 421 [15] | σξστʹ. Χολέρα ἔστι πάθος κάτοξυ καὶ χαλεπὸν ἣ παραυτίκα τὸν ἄνθρωπον εἰς κατάῤῥουν ἀπήνεγκεν δι’ ἐμέτων ἢ καὶ ἐκ διαῤῥοίας καὶ πολλῆς ἐκκρίσεως εἰς στρόφον καὶ μικρὸν ὕστερον εἰς πυρετοὺς ἀπέστη δυσεντεριώδεις καὶ κακοήθεις μεγαλοσπλάγχνους ἑκτικούς τε καὶ μαρασμώδεις. ἢ οὕτως. χολέρα ἔστι πάθος ὀξὺ μετ’ ἐμέτων πολλῶν χολωδῶν καὶ ὑποχωρήσεων τῆς κοιλίας μετὰ τοῦ συνέλκεσθαι τὰς γαστροκνημίας καὶ καταψύχεσθαι τὰ ἄκρα. γίνονται δὲ ἐπ’ αὐτῶν οἱ σφυγμοὶ μικρότεροι καὶ ἀμυδρότεροι. σξζʹ. Κοιλιακὴ διάθεσίς ἐστι ῥευματισμὸς τῆς κοιλίας. οὐ πρόσφατος, ἀλλὰ χρόνιος μετὰ στρόφων καὶ πολλῶν ἀποκρίσεων μετὰ τοῦ ἰσχναίνεσθαι τὸ σῶμα. σξηʹ. Διάῤῥοιά ἐστι ῥευματισμὸς πλείων κοιλίας ἄνευ φλεγμονῆς καὶ ἑλκώσεως πολυχρόνιος. σξθʹ. Δυσεντερία ἐστὶν ἕλκωσις ἐντέρων μετὰ φλεγμονῆς καὶ ἀποκρίσεως αἱματωδῶν ἢ τρυγῳδῶν. |
| 19 422 [15] | ἤ γε καὶ ἀπολυμάτων μετὰ τοῦ δάκνεσθαι καὶ ἀλγεῖν τὴν κοιλίαν καὶ τὰ ἔντερα. σοʹ. Τεινεσμός ἐστι διάθεσις πρὸς τοῖς κάτω μέρεσι καὶ αὐτῷ τῷ ἀπευθυσμένῳ, ὥστε πολλὰς μὲν τὰς ἐξαναστάσεις καὶ προθυμίας γίνεσθαι, ὀλίγας δὲ τὰς ἀποκρίσεις. ἄλλοι δὲ οὕτως. τεινεσμός ἐστιν ἡ τοῦ ἀρχοῦ δῆξις, ἣν τὰ χολώδη καὶ δριμέα ὑγρὰ ποιοῦσι μετὰ τῆς ἐξαναστάσεώς τε καὶ προσθυμίας, καίτοι ὀλίγα ἀποκρίνηται. σοαʹ. Λειεντερία ἐστὶ πάθος ἐπὶ δυσεντερίᾳ τὰ πολλὰ γινόμενον, ὥστε διὰ τὰς οὐλὰς τὰς ἐπὶ ταῖς ἑλκώσεσι γεγενημένας πυκνοτέρων καὶ λειοτέρων καὶ ἀπονωτέρων γενομένων ἀνάγκη πρὸ τοῦ πεφθῆναι διατρέχειν τὰ λαμβανόμενα σιτία ὀξέως ἐπὶ τὰς ἐκκρίσεις ἀμιγῆ, ἄπεπτα καὶ οἷα κατεπόθη. ἄλλοι δὲ οὕτως. λειεντερία ἐστὶν ἡ ἀθρόα καὶ ταχίστη διέξοδος τῶν σιτίων, οἷά περ κατεπόθησαν τοιαῦτα καὶ ἐξεκρίθησαν. σοβʹ. Κωλικὴ διάθεσίς ἐστι κατασκευὴ χρόνιος περὶ τὸ κῶλον μετὰ τοῦ εἰς διαλήμματα ἀλγήματα ἐπιγίγνεσθαι ἀνυπόστατα καὶ δυσπνοεῖν καὶ ἐφιδροῦν καὶ περιψύχεσθαι. |
| 19 423 [15] | σογʹ. Εἴλεός ἐστι φλεγμονὴ ἐντέρων, ὥστε μήτε φύσας μήτε διαχωρήματα διεξιέναι, στρόφους δὲ ἰσχυροὺς παρακολουθεῖν καὶ ἀλγήματα ὑπερβεβηκότα. σοδʹ. Ἡπατικοί εἰσιν οἷς ἥπατος πόνος παρακολουθεῖ χρόνιος μετ’ ἐπάρματος καὶ σκληρίας καὶ ἀχροίας τοῦ σώματος. ἐπιπυρέττουσί τε περικαῆ πυρετὸν καὶ ἡ γλῶσσα αὐτοῖς ἐπιξηραίνεται. σοεʹ. Ἐσκιῤῥωμένον ἧπάρ ἐστιν ὅταν ὄγκος ᾖ περὶ αὐτὸ ἄγαν σκληρὸς καὶ ἀντίτυπος καὶ πρὸς τὴν ἁφὴν ἀνώδυνος. σοστʹ. Ἴκτερός ἐστιν ἀνάχυσις χολῆς ἐπὶ τὸ δέρμα, ὥστε βάπτεσθαι τὴν ἐπιφάνειαν καὶ χλωρὰν ἀποτελεῖσθαι καὶ κακοῦσθαι τὸ δέρμα καὶ λευκαὶ αὐτοῖς αἱ κατὰ κοιλίαν διαχωρήσεις γίνονται. σοζʹ. Σπληνικοί εἰσιν οἷς φλεγμῄναντες οἱ σπλῆνες εἰς τὸ κατὰ φύσιν οὐκ ἀποκαθίστανται οὐδὲ ἀποφλεγμαίνουσιν· ἀλλ’ αὐτοῖς παραμένει ἡ σκληρία, ὥστε καὶ κατὰ τὰς νόσους ῥευματίζεσθαι, ἀλλάσσεται δὲ αὐτοῖς καὶ ἡ κατὰ φύσιν χρόα τοῦ σώματος. |
| 19 424 [15] | σοηʹ. Σκίῤῥος ἐστὶ τοῦ σπληνὸς ὅταν τε μείζων ὁ σπλὴν ὑποπίπτῃ καὶ λίαν σκληρὸς καὶ ἀντίτυπος καὶ διωγκωμένος. σοθʹ. Ὕδρωψ ἐστὶν ὁ ἀνασάρκα, ἐφ’ οὗ τὸ σῶμα ὅλον ἐξῴδηκε καὶ περικλύζεται τῷ ὑγρῷ, διαστρέφεται δὲ αὐτῶν καὶ τὰ αἰδοῖα καὶ ἀνορεκτοῦσι, παρέπεται δὲ αὐτοῖς καὶ πυρετός. σπʹ. Ὕδρωψ ἀσκίτης ἐστὶν ἐφ’ οὗ κοιλία καὶ ὄσχεον καὶ σκέλη ἐξοιδίσκεται, τὰ δὲ ἄνω ἰσχνὰ γίνεται ἀπολεπτυνόμενα. σπαʹ. Ὕδρωψ τυμπανίας ἐστὶν ἐφ’ ᾧ ἐν κοιλίᾳ πλέον μὲν τὸ πνεῦμα, ὀλιγώτερον δὲ τὸ ὑγρὸν εὑρίσκεται καὶ εἴ τις ἅψαιτο, ἦχος ἀποτελεῖται. σπβʹ. Νεφρῖτις ἐστὶ φλεγμονὴ νεφρῶν μετ’ ἀλγήματος σφοδροῦ, ποτὲ δὲ καὶ δυσουρίας καὶ ἰνωδῶν ἀποκρίσεων ἢ καὶ ψαμμωδῶν μετὰ αἵματος ὀλίγου. |
| 19 425 [15] | σπγʹ. Λιθίασίς ἐστι γένεσις ἐν κύστει λίθου δι’ οὗ κωλύεται ἡ τοῦ οὔρου ἔκκρισις. ἑτέρως. λιθίασίς ἐστι πάθος διατάσεις τῆς κύστεως ἐπιφέρον. συνδιατείνεται δὲ αὐτοῖς καὶ ἦτρον καὶ τῆς ποσθῆς ἅπτονται θαμινά. ἐπιγίνονται δὲ αὐτοῖς καὶ ἰσχουρίαι ὅταν περαιωθεὶς ὁ λίθος ἀποφράξῃ τὰς ὁδοὺς τοῦ περιττώματος. σπδʹ. Στραγγουρία ἐστὶν ἡ κατὰ στράγγα τοῦ οὔρου ἔκκρισις. ἢ στραγγουρία τὸ πάθος καλεῖται ὅταν τις ὀλίγον ἀποκρίνει οὖρον συνεχῶς. σπεʹ. Δυσουρία ἐστὶ δυσχέρεια τοῦ οὐρεῖν μετὰ ὀδύνης, στραγγουρία δὲ ἡ κατὰ στράγγα οὔρησις. σπστʹ. Ἰσχουρία ἐστὶ παντελὴς τοῦ οὔρου ἐπίσχεσις κίνδυνον ἐπιφέρουσα. ἐπέχεται δὲ τὸ οὖρον κατὰ τρόπους ὀκτώ· διὰ φλεγμονὴν, διὰ σκίῤῥον, δι’ αἵματος θρόμβωσιν, διὰ παράλυσιν, διὰ πρόπτωσιν τοῦ λίθου, διὰ νεφρικὴν συμπάθειαν, δι’ ἕλκωσιν, διὰ λιθίασιν. σπζʹ. |
| 19 426 [15] | Ἐν νεφροῖς γίνονται λίθοι ἔνθα κατ’ ἐκείνων τῶν σωμάτων πλῆθος συνέλθῃ χυμῶν παχέων ἅμα πυρετώδει θερμότητι. ἢ ἄλλως. ἐν νεφροῖς γίνονται λίθοι ὅταν τοῦ συλλεγέντος ἐν αὐτοῖς μετὰ τοῦ κατ’ ἀναλογίαν πυρετοῦ χυμῶν παχέων πλήθους, ἀφ’ οὗ ὑπέροπτοι εἰς τὴν λίθου γένεσιν μεταβαίνουσι. σπηʹ. Γονόῤῥοιά ἐστιν ἀπόκρισις ἐπιφέρουσα σπέρματος νόσημα μετὰ τοῦ τήκεσθαι τὸ σῶμα καὶ ἀχρούστερον ἀποτελεῖσθαι· γίνεται δὲ ἀτονησάντων τῶν σπερματικῶν ἀγγείων, ὥστε τρόπον τινὰ παρειμένων αὐτῶν μὴ κρατεῖσθαι τὸ σπέρμα. σπθʹ. Σατυρίασίς ἐστι πάθος μετὰ ἐντάσεως αἰδοίου γιγνόμενον μετὰ τοῦ τείνεσθαι αὐτοῖς τὰ μόρια· ἔστι δὲ οἷς καὶ σπέρματος ἐξακοντισμὸς μεθ’ ἡδονῆς γίγνεται. παραφέρονται δὲ τὴν γνώμην καὶ νεύρων τάσις καὶ σπέρματος γίνεται. σϟʹ. Ἰσχιάς ἐστι πολυχρόνιον καὶ δύσλυτον τοῦ ἰσχίου ἄλγημα. ἢ οὕτως. ἰσχιάς ἐστι νόσος πόνον ἰσχυρὸν ἐπιφέρουσα ἰσχίου κατὰ περίοδον, ὥστε αὐτοῖς τὸν πόνον καὶ μέχρις ἰγνύας καὶ γαστροκνημίας παρακολουθεῖν. |
| 19 427 [15] | σϟαʹ. Ἀρθρῖτις ἐστὶ φλεγμονὴ συνισταμένη περὶ τοῖς ἄρθροις ἔμμονος πόνον ἰσχυρὸν ἐπιφέρουσα πασχόντων νεύρων. σϟβʹ. Ποδάγρα ἐστὶ πάθος περὶ τοῖς ποσὶ γιγνόμενον πόνον ἐπιφέρον πασχόντων τῶν νεύρων οἷς μὲν μετὰ πυρώσεως οἷς δὲ μετὰ ψύξεως. σϟγʹ. Σκελοτύρβη ἐστὶν εἶδος παραλύσεως ὥστε περιπατεῖν ἐπ’ εὐθείας μὴ δύνασθαι, καὶ ποτὲ μὲν κατ’ εὐθὺ, ποτὲ δὲ εὐώνυμον εἰς τὰ δεξιὰ περιφέρειν ἢ τὸ δεξιὸν εἰς τὰ ἀριστερὰ, καὶ ποτὲ μὲν ἐπισύρειν τὸ σκέλος ὥσπερ οἱ ἀναβαίνοντές τι μέγα. σϟδʹ. Πήρωσίς ἐστι στέρησις ἢ ἐμποδισμὸς ἐνεργείας φυσικῆς ἢ ἀφαίρεσίς τινος μορίου. σϟεʹ. Λέπρα ἐστὶ μεταβολὴ τοῦ χρωτὸς ἐπὶ τὸ παρὰ φύσιν μετὰ τραχύτητος καὶ κνησμῶν καὶ πόνων, ἔσθ’ ὅτε μὲν καὶ λεπίδας ἀποπίπτειν, ὅτε δὲ καὶ ἐπινέμεται πλείονα μέρη τοῦ σώματος. |
| 19 428 [15] | σϟστʹ. Ἐλεφάς ἐστι πάθος παχὺ τὸ δέρμα καὶ ἀνώμαλον παρασκευάζον καὶ πελιδνὸν τὸ χρῶμα καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν, ἀναβιβρώσκεται δὲ χειρῶν καὶ ποδῶν τὰ ἄκρα καὶ ἰχῶρα ἀφίησι πελιδνὸν καὶ δυσώδη. σϟζʹ. Λειχήν ἐστι τραχύτης ἐπιφανείας μετὰ πολλοῦ κνησμοῦ. σϟηʹ. Φλεγμονή ἐστιν ἐν μήτρᾳ ἡ μετὰ πόνου γιγνομένη ἐπιγαστρίου καὶ βουβώνων καὶ πυρετῶν ἐφ’ ἧς καὶ βρέγματος πόνος καὶ τενόντων συνολκὴ καὶ ὀφθαλμῶν ὀδύνη. σϟθʹ. Ἀπόστημα ἐν μήτρᾳ ἐστὶν ὅταν ᾖ πόνος ἐπιτεταμένος καὶ σφύζει καὶ διατείνει τὸ ἄλγημα ἕως ἤτρου καὶ βουβώνων καὶ ὀσφύος καὶ πυρετοὶ προσγίνονται. τʹ. Ὑστερικὴ πνίξ ἐστι πάθος δι’ ἀναδρομὴν ὑστέρας γιγνόμενον ἢ κατάπτωσιν καὶ ἀφωνίαν ἐπιφέρει. ὥστε καὶ τὴν ἀναπνοὴν αὐταῖς οὐκ ἔκδηλον γίγνεσθαι, μετεωρίζεσθαί τε τὰ ὑποχόνδρια καὶ τὸν σφυγμὸν ἔχειν ἀμυδρὸν καὶ βραδύν. ταʹ. |
| 19 429 [15] | Γυναικεῖος ῥοῦς ἐστι φορὰ ὑγρῶν διὰ μήτρας ἐπὶ πλείονα χρόνον ὑπὸ ἀποκρίσεως αὐτῇ γιγνόμενος. ῥοῦς λευκός ἐστιν ὅταν λευκὰ ᾖ τὰ ἀποκρινόμενα καὶ ἐν τῷ προσώπῳ οἰδήματα καὶ τὰ ὀφθάλμια ἐποιδίσκεται, ἐνίαις δὲ καὶ ἡ γαστὴρ καὶ τὰ σκέλη. ῥοῦς πυῤῥός ἐστιν ὅταν ὑπόπυῤῥος ᾖ ἀπόκρισις καὶ ὀδύναι ἐν τῷ ὀσφύϊ καὶ ἐν τοῖς βουβῶσι γίγνονται. ῥοῦς ἐρυθρός ἐστιν ὁπόταν τὸ ἀποκρινόμενον μένον τοιοῦτον, οἷον ἀπὸ νεοσφαγοῦς ἱερείου αἷμα καὶ θρόμβοι ἐμπίπτουσι καὶ ὀδύνη ἔχει καὶ πῦρ καὶ βρυγμὸς καὶ πόνος εἰς αὐτὰ τὰ αἰδοῖα καὶ τὸ ὑπογάστριον. ῥοῦς μέλας ἐστὶν, ὅταν μέλαιναι αἱ ἀποκρίσεις καὶ δύσπνοια τοῦ σώματος καὶ ὀδύνη ᾖ εἰς τὰ αἰδοῖα καὶ ἰσχναίνονται αἱ γυναῖκες. τβʹ. Ἐρυσίπελας ἐν μήτρᾳ ἐστὶν ἐπειδὰν ὀδυνωμένη ἡ ὑστέρα ὁμοία ᾖ τοῖς ἀπὸ πυρὸς καιομένοις δυσυποίστοις καὶ ἡ πύρωσις ἐπ’ ἐνίων μεταβαίνουσα ἄλλοτε ἐπ’ ἄλλους τόπους τῆς ὑστέρας. τγʹ. Σκλήρωμα ἐν μήτρᾳ ἐστὶν ὄγκος ὑπόσκληρος περί τι μέρος τῆς μήτρας γιγνόμενος, τὰ πολλὰ ἐπὶ φλεγμοναῖς μεινάσαις ἐπιτελούμενος. |
| 19 430 [15] | τδʹ. Σκίῤῥος ἐν μήτρᾳ ἐστὶ διάθεσις περί τι μέρος αὐτῆς ὥστε εἶναι σκληρίαν ἀντίτυπον, ὀχθώδη, ἀνώμαλον, ἄπονον τὰ πολλά. τεʹ. Καρκίνωμα ἐν μήτρᾳ ἐστὶν ἄνευ ἑλκώσεως ὄγκος ἀνώμαλος, ὀχθώδης. τστʹ. Πάθη τριχῶν ἐστιν ἐννέα, ῥοπάλωσις, διχοφυΐα, θραῦσις, ἀτροφία, ξηρασία, πολίωσις, ῥύσις, ἀλωπεκία, ὀφίασις. τζʹ. Ῥοπάλωσίς ἐστιν ἡ κατὰ τὸ ἄκρον τῶν τριχῶν ἀμερὴς σχέσις μετὰ τοῦ μηκέτι συναύξεσθαι. τηʹ. Διχοφυΐα ἐστὶν διαμερὴς ἡ κατὰ τὸ ἄκρον τῶν τριχῶν σχέσις, μετὰ τοῦ μήκετι συναυξάνεσθαι. τθʹ. Θραῦσίς ἐστιν ἀνώμαλος τριχῶν ἀπόπτωσις παραπλησία τοῖς ἀπὸ ψαλίδος κεκαρμένοις. τιʹ. Ἀτροφία τριχῶν ἐστιν ὑπερβάλλουσα ἰσχνότης μετὰ τοῦ μηκέτι συναύξεσθαι. τιαʹ. |
| 19 431 [15] | Ξηρασία ἐστὶ χνοώδης τριχῶν ἐπιφάνεια παραπλησία τοῖς ὑπὸ κονιορτοῦ μολυνομένοις. τιβʹ. Πολίωσίς ἐστι μεταβολὴ τριχῶν ἐπὶ τὸ λευκὸν πρὸ τῆς καθηκούσης ἡλικίας. τιγʹ. Ῥύσις τριχῶν ἐστιν ἀπόπτωσις ἀκολουθοῦσα ὡς ἐπίπαν μὲν τοῖς φθίνουσι καὶ τοῖς ἀνακομιζομένοις δὲ ἐκ νόσου μακρᾶς. τιδʹ. Ἀλωπεκία ἐστὶ μεταβολὴ τοῦ χρώματος ἐπὶ τὸ λευκότερον, δι’ ἣν χρονίζουσαν αἱ τρίχες ῥιζόθεν ἀποπίπτουσι. τιεʹ. Ὀφίασίς ἐστι μεταβολὴ τοῦ χρώματος ὁμοία τῇ προειρημένῃ ἐπὶ τὸ μᾶλλον πυκνότερον μετὰ τοῦ σκολιοῦσθαι τὴν ψίλωσιν. τιστʹ. Διαφοραὶ τῶν ἐν κεφαλῇ καταγμάτων ὀκτώ εἰσι. ῥωγμὴ, ἐκκοπὴ, ἐγγίσωμα, ἐκπίεσμα, καμάρωσις, ἀποσκεπαρνισμὸς, ἄπαγμα, θλάσμα, ἀπήχημα. ἔνιοι δὲ τὸ μὲν θλάσμα εἶναι οὐ θέλουσι, τὸ δὲ ἀπήχημα τῇ ῥωγμῇ ὑπάγουσι. τιζʹ. Ῥωγμή ἐστιν ὀστοῦ διακοπὴ ἐπιπόλαιος εὐθεῖα καὶ ἤτοι στενὴ ἢ πλατεῖα. τιηʹ. |
| 19 432 [15] | Ἐκκοπή ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ ἄλλασθον εἶναι τὸ πεπονθὸς ὀστοῦν. τιθʹ. Ἐγγίσωμά ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ τὸ διακείμενον εἰς τὸ βάθος ὑποκεχωρηκέναι καὶ ἀπεληλυθῆναι τῷ ἀπαθεῖ ὀστῷ. τκʹ. Ἐκπίεσμά ἐστιν ὀστοῦ πολυμερὴς διακοπὴ μετὰ τοῦ τάσιν δρᾷν τῶν ὀστῶν εἰς τὸ βάθος ὑποκεχωρηκέναι καὶ θλίβειν τὴν μήνιγγα. τκαʹ. Ἀποσκεπαρνισμός ἐστιν ὀστοῦ ἀποκοπὴ μετὰ τοῦ ἀποκεκομμένου ὀστοῦ τεθραῦσθαι. τκβʹ. Καμάρωσίς ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ σίναρον ὀστοῦν ἀνακεκλάσθαι ἐξ ἀμφοτέρων καὶ παραπλησίως καμάραις ἐσχηματίσθαι. τκγʹ. Ἄπαγμά ἐστιν ὀστοῦ διακοπὴ ἐπιπόλαιος ἢ καὶ βαθεῖα κατ’ ἀντικείμενα μέρη τοῦ τραύματος. τκδʹ. Θλάσμα ἐστὶν ὑποχώρησις τοῦ ὀστοῦ τοῦ κρανίου εἰς τὸ βάθος δίχα κατάγματος. γίνεται δὲ ἐπὶ τῆς παιδικῆς μάλιστα ἡλικίας· νοήσεις δὲ σαφέστερον τὸ εἰρημένον ἐπὶ τῶν κασσιτερίνων σκευῶν τοῦτο συμβαῖνον θεασάμενος. τκεʹ. |
| 19 433 [15] | Τριπλᾶ περὶ τοὺς ὀφθαλμοὺς γίνεται πάθη, φλεγμοναὶ, ῥεύματα, ἑλκώσεις. τκστʹ. Ἑλκώσεων τῶν περὶ τοὺς ὀφθαλμοὺς διαφοραί εἰσιν ἄργεμον, νεφέλιον, ἐπίκαυμα, βόθριον, φλυκτὶς, λεύκωμα, ἄνθραξ, μυοκέφαλον, πύωσις, ὄνυξ, σταφύλωμα, ταῦτα μετὰ πληγῆς. τὰ δὲ ἄνευ πληγῆς ἑλκώσεως πάθη μυδρίασις, φθίσις, ἀτροφία, νυκτάλωψ, ὑπόχυσις, γλαύκωμα, παράλυσις, μυωπίασις, στραβισμὸς, πτερύγιον, ἐγκανθὶς, πρόπτωσις, χήμωσις, σύγχυσις. τκζʹ. Φλεγμονὴ μὲν οὖν ἐστιν οἴδημα περὶ τοὺς ὀφθαλμοὺς μετ’ ἐρευθήματος καὶ πολλῆς θερμασίας καὶ δυσκινησίας καὶ νυγμῶν γινόμενον. τκηʹ. Ῥεῦμά ἐστι λεπτῶν ὑγρῶν φορὰ ἀκατάσχετος καὶ ἀπροαίρετος. τκθʹ. Ἕλκωσίς ἐστι ῥῆξις περὶ τὸν κερατοειδῆ ἤτοι ἐκ πληγῆς ἢ γενναίας φλεγμονῆς γινομένη. τλʹ. Ἄργεμόν ἐστιν ἕλκωσις κατὰ μὲν τὸ μέλαν λευκὴ φαινομένη, κατὰ δὲ τὸ λευκὸν ὑπέρυθρος. τλαʹ. |
| 19 434 [15] | Νεφέλιόν ἐστιν ἀχλὺς ἢ ἕλκωσις ἐπιπόλαιος ἐπὶ τοῦ μέλανος. ἢ νεφέλιόν ἐστιν ἕλκος ἐπιπόλαιον καὶ μικρῷ μεῖζον ἀργέμου καὶ λευκόν. τλβʹ. Ἐπίκαυμά ἐστιν ἕλκωσις ἐσχαρώδης κατὰ τὸ μέλαν ἐπιγενομένη καὶ μὴ μένουσα. τλγʹ. Βόθριόν ἐστι κοῖλον ἕλκος ἢ καθαρὸν ἐπὶ τοῦ μέλανος. τλδʹ. Φλυκτίς ἐστιν ἀπόστασις κατὰ τὸ μέλαν περιέχουσα ὑγρασίαν μετὰ φλεγμονῆς καὶ ῥεύματος. τλεʹ. Λεύκωμά ἐστιν ἀφ’ ἑλκώσεως οὐλὴ παχεῖα καὶ βαθεῖα. τλστʹ. Μυοκέφαλόν ἐστιν ἀφ’ ἑλκώσεως μικροτάτη ἐπέκτασις τοῦ ῥαγοειδοῦς κατὰ τὸ μέλαν παραπλησία μυίας κεφαλῇ. τλζʹ. Ἄνθραξ ἐστὶν ἐσχαρώδης ἕλκωσις μετὰ νομῆς καὶ ῥεύματος, ἐνίοτε δὲ καὶ βουβώνων καὶ πυρετοῦ. τληʹ. Πύωσις ἢ ὄνυξ ἐστὶ συλλογὴ πύου κατὰ τὸ μέλαν μετὰ φλεγμονῆς πρὸς τῇ ἴριδι, παραπλησία ὄνυχι. τλθʹ. |
| 19 435 [15] | Σύγχυσίς ἐστι ποτὲ μὲν ἐκ πληγῆς, ποτὲ δὲ ἐξ αὐτομάτου ῥῆξις τῶν ἐν βάθει χιτώνων μετὰ προχύσεως τῶν ὑγρῶν καὶ ἀλλοιώσεως τῆς κόρης. τμʹ. Μυδρίασίς ἐστιν ἀμαύρωσις τοῦ ὁρατικοῦ ταραχθέντων τῶν ὑγρῶν. τμαʹ. Φθίσις ἐστὶ μείωσις τῆς κόρης μετὰ ἀμαυρώσεως. τμβʹ. Ἀτροφία ἐστὶ μικρότης ὅλου τοῦ ὀφθαλμοῦ καὶ τῆς κόρης μετ’ ἀμαυρώσεως. τμγʹ. Νυκτάλωψ ἐστὶ πάθος καὶ διάθεσις ὀφθαλμῶν δίχα φανερᾶς αἰτίας. συμβαίνει δὲ τοῖς οὕτω διακειμένοις ἡμέρας μὲν μὴ ὁρᾷν, νυκτὸς δὲ βλέπειν. τμδʹ. Γλαύκωμά ἐστι τῶν κατὰ φύσιν ὑγρῶν εἰς τὸ γλαυκὸν χρῶμα μεταβολή. τμεʹ. Σταφύλωμά ἐστιν ἔπαρμα κατὰ τὸν τῆς κόρης τόπον ἐμφερὲς ῥαγὶ σταφυλῆς. τμστʹ. Πρόπτωσίς ἐστιν ὅταν ὑπό τινος βιαίας πληγῆς ἢ ἀγχονισμοῦ μετὰ συνεχοῦς πυρετοῦ ἢ κεφαλαλγίας ὀφθαλμὸς προπέσῃ. |
| 19 436 [15] | τμζʹ. Μυωπίασίς ἐστι διάθεσις ἐκ γενετῆς δι’ ἧς τὰ μὲν πλησία ὁρῶμεν, τὰ δὲ πόῤῥωθεν ἢ ἐπὶ βραχὺ ἢ οὐδ’ ὅλως. τμηʹ. Στραβισμός ἐστι παράλυσις τῶν περὶ τὸν ὀφθαλμὸν μυῶν οὐχ ὅλων, ἀλλ’ ἐνίων, δι’ ἣν αἰτίαν ἢ ἄνω ἢ κάτω ἢ εἰς τὰ πλάγια νεύουσιν οἱ ὀφθαλμοί. τμθʹ. Ἵππος ἐστὶ διάθεσις ἐκ γενετῆς καθ’ ἣν ἀστατοῦσι καὶ ἀεὶ κινοῦσιν οἱ ὀφθαλμοὶ κίνησιν ὑπομένοντες ἐν κλόνῳ ἢ τρόμῳ ἀδιαλείπτῳ. καθεστηκυῖαν ταύτην τὴν διάθεσιν Ἱπποκράτης ἐκάλεσεν ἵππον. τὸ δὲ πάθος τοῦ στηρίζοντός ἐστι τὸν ὀφθαλμὸν μυὸς ὃς περιείληφε τὴν βάσιν τοῦ βλεπτικοῦ ὀργάνου. τνʹ. Χήμωσίς ἐστιν ἔπαρμα τοῦ περιοφθαλμίου ὑμένος ὃ καὶ λευκὸν προσαγορεύουσι πάθος ὅμοιον λευκῇ σαρκί. τναʹ. Περὶ τὰ βλέφαρα καὶ τοὺς κανθοὺς συνίσταται πάθη ταῦτα· ψώρα, φθειρίασις, κριθὴ, χάλαζα, λιθίασις, ὑδατὶς, τριχίασις, τράχωμα, λαγωφθαλμὸν, ἐκτρόπιον, ῥοιὰς, ἀγχίλωψ, σταφύλωμα. |
| 19 437 [15] | τνβʹ. Ψώρα ἐστὶ δριμυτάτου ῥεύματος γιγνομένη ἀνάβρωσις ταρσῶν ἢ κανθῶν μετὰ κνησμοῦ. τνγʹ. Φθειρίασίς ἐστι περὶ τὰς ῥίζας τῶν βλεφαρίδων ψώρα λεπίδας πιτυρώδεις ἀποβάλλουσα. τνδʹ. Χάλαζά ἐστι κεγχρώδης συστροφὴ κατὰ τὸ βλέφαρον καὶ λιθίασίς ἐστι τὸ αὐτό. τνεʹ. Κριθή ἐστιν ὑγροῦ συλλογὴ περὶ τὸ βλέφαρον ἐπιμήκης κριθῇ ὁμοία. τνστʹ. Τράχωμά ἐστι σκληρία καὶ τραχύτης ἀνώμαλος κατὰ τὰ ἔνδον τῶν βλεφάρων γινομένη. τνζʹ. Ῥοιάς ἐστι τῆς ἐγκανθίου σαρκὸς δαπάνησις ᾗ τὸ δάκρυον ἀποῤῥεῖ. τνηʹ. Τριχίασίς ἐστι βλεφάρων πτῶσις καὶ τῶν ἐν αὐτοῖς τριχῶν γένεσις παρὰ φύσιν. τνθʹ. |
| 19 438 [15] | Διαφοραὶ τριχιάσεως τρεῖς, φαλάγγωσις, πτῶσις, ὑπόφυσις· τινὲς δὲ καὶ τὴν διστιχίαν ἐπεισάγουσιν. τξʹ. Διστιχία ἐστὶν ἑτέρου στίχου παρὰ φύσιν κατὰ τοῦ ταρσοῦ ἔκφυσις. τξαʹ. Ἐγκανθίς ἐστιν ὑπεροχὴ σαρκὸς ἐν τῷ μεγάλῳ κανθῷ. τξβʹ. Ἀγχίλωψ ἐστὶν ἐπανάστασις τῷ μεγάλῳ κανθῷ ὑγροῦ συλλογὴν ἔχουσα ἀσύντρητος ἢ συντετρημένη. εἴρητμι δὲ ἀγχίλωψ ἀπὸ τοῦ ἐγγὺς εἶναι τοῦ ὀφθαλμοῦ· ὢψ μὲν γάρ ἐστιν ὀφθαλμὸς, τὸ δὲ ἄγχι ἐγγύς. τξγʹ. Ὑπόχυμά ἐστιν ὑγροῦ πῆξις τοῦ ὑδατώδους ἢ μᾶλλον ἢ ἧττον ἐμποδίζουσα τὸ ὁρᾷν. διαφέρει δὲ ὑπόχυμα γλαυκώματος ὅτι τὸ μὲν ὑπόχυμα πῆξίς ἐστι τοῦ ὑδατώδους ὑγροῦ, τὸ δὲ γλαύκωμα μεταβολὴ τῶν κατὰ φύσιν ἐπὶ τὸ γλαυκὸν, καὶ ὅτι ἐπὶ μὲν τοῦ γλαυκώματος οὐδὲ ὅλως ὁρῶσιν, ἐπὶ δὲ τοῦ ὑποχύματος κατ’ ὀλίγον. τξδʹ. Ὑδατίς ἐστι τῆς ὑπεστρωμένης τῷ ἄνω βλεφάρῳ πιμελῆς αὔξησις, δι’ ἣν ῥευματίζονται παρὰ φύσιν οἱ ὀφθαλμοί. |
| 19 439 [15] | τξεʹ. Λαγωφθαλμόν ἐστιν ἀνάσπασις τοῦ ἄνω βλεφάρου, ὥστε μὴ καλύπτειν ἐν τῷ καμμύειν ὅλον τὸν ὀφθαλμόν. τξστʹ. Πτερύγιόν ἐστιν ἔκφυσις σώματος ἐπιφυομένη τῷ κερατοειδεῖ. τξζʹ. Ἐκτρόπιόν ἐστιν ὑπόφυσις σαρκὸς ἐν τῷ βλεφάρῳ ἥτις βαροῦσα ἐκτρέπει τὸ βλέφαρον. αἰτία δὲ ἐκτροπῆς βλεφάρου ἢ σαρκὸς ἐπίφυσις ἢ παράλυσις ἢ οὐλῆς σύστασις. τξηʹ. Πτίλωσίς ἐστιν ἀπὸ δριμυτάτου ῥεύματος ἀπόπτωσις τῶν βλεφάρων. τξθʹ. Σταφύλωμά ἐστιν ἔκτασις τοῦ μέλανος χιτῶνος μετὰ πυρώσεως ὁμοία ῥαγὶ σταφυλῆς. τοʹ. Σάρκωμά ἐστι σαρκὸς ἐν τοῖς μυκτῆρσι παρὰ φύσιν αὔξησις. ἔστι δὲ σάρκωμά τι καὶ ὁ πολύπους. εἴρηται δὲ πολύπους ἀπὸ τῶν πολυπόδων. ὡς γὰρ ἐκεῖνοι πολλὰς ἔχουσιν ἀποσχίδας πλαδαροί τέ εἰσι καὶ αὐξανόμενοι, οὕτω καὶ τοῦτο τὸ πάθος. |
| 19 440 [15] | διαφέρει σάρκωμα πολύπου μεγέθει καὶ κατασκευῇ. τοαʹ. Ὄζαινά ἐστιν ἕλκωσις ἐν μυκτῆρσιν διὰ βάθους δυσώδης τὴν ἀποφορὰν ἔχουσα. τοβʹ. Παρωτίδες εἰσὶ παρὰ τοῖς ὠσὶν ἀποστήματα, ταῦτα ἔνιοι διοσκούρους ἐκάλεσαν, ἐπὶ πυρετοῖς γινόμεναι τὰ πολλὰ τῶν πυρετῶν ἀπαλλάσσουσαι. τογʹ. Λευκή ἐστιν ἡ ἐπὶ λευκὸν χρῶμα τοῦ σώματος παρὰ φύσιν μεταβολή. τοδʹ. Ἕρπης ἐστὶν ἕλκος ἐπὶ χολῆς πλεονεξίᾳ γιγνόμενον καὶ ἐπινέμησιν ποιούμενον. ἄλλως. ἕρπης ἐστὶν ὁ ὀφίτης καλούμενος, ἕλκωσις τῆς ἐπιφανείας τοῦ δέρματος ἀπὸ δριμείας χολῆς γινομένη. τοεʹ. Ἀθέρωμά ἐστι χιτὼν νευρώδης ἀθερῶδες ὑγρὸν περιέχον. τοστʹ. Στεάτωμά ἐστι παρὰ φύσιν πιμελῆς συναύξησις. τοζʹ. Προσάρτησίς ἐστιν ὑμένων μακροτέρων ἀντοχὴ πρὸς τὰ παρακείμενα σώματα. τοηʹ. |
| 19 441 [15] | Ἀνεύρυσμά ἐστι φλεβώδους ἀγγείου ἀνευρυσμὸς ἢ πνευματικοῖς ὕλης παρασπορὰ ὑπὸ τῆς σαρκὸς κατὰ διαπήδησιν ἀναδιδομένης. τοθʹ. Ὑπόσφαγμά ἐστιν ἔξωθεν τῆς ἐπιφανείας ὠμόλυτι παραπλήσιον. τπʹ. Γαγγλίον ἐστὶ νεύρου παρὰ φύσιν συστροφὴ σωματοπεποιημένη. τπαʹ. Ἄφθα ἐστὶν ἕλκωσις ἐπιπόλαιος ἐν στόματι γιγνομένη. ἐπιπολάζει δὲ αὕτη ἡ ἕλκωσις μάλιστα παιδίοις. τπβʹ. Φλεγμονή ἐστιν ὄγκος μετὰ ἐρυθήματος καὶ σκληρίας πόνους ἐπιφέρων σφυγματώδεις. εἴρηται δὲ φλεγμονὴ ἀπὸ τοῦ οἷον φλέγεσθαι τὸν τόπον. ἢ ὄγκος ὀδυνηρὸς καὶ ἀντίτυπος μετ’ ἐρυθήματος χωρὶς πυρετοῦ. ἢ φλεγμονή ἐστιν ὄγκος ὀδυνηρὸς, σκληρὸς, ἀντίτυπος, ἐξ αἱματικοῦ χυμοῦ ἔχων γένεσιν. τπγʹ. Ἐρυσίπελάς ἐστιν ἔρευθος μετὰ διαπύρου φλογώσεως ἔσθ’ ὅτε πυρετὸν καὶ φρίκας ἐπιφέρων. ἄλλως. ἐρυσίπελάς ἐστιν ὄγκος ὀδυνηρὸς ἀπὸ χολώδους αἵματος ἔχων τὴν γένεσιν. τπδʹ. |
| 19 442 [15] | Ἄνθραξ ἐστὶν ὄγκος ἑλκώδης ἐκ τοῦ μελαγχολικωτέρου σαπέντος αἵματος. ἢ ἄλλως. ἄνθραξ ἐστὶν ἕλκος ἐσχαρῶδες ἅμα πολλῇ τῶν πέριξ σωμάτων φλογώσει· ὁ ἐκ θερμῆς μέντοι πυρότητος, παχείας δὲ κατὰ τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν. τπεʹ. Σκίῤῥος ἐστὶν ὄγκος σωμάτων μετὰ σκληρίας καὶ βάρους καὶ δυσκινησίας τε καὶ δυσαισθησίας. τπστʹ. Οἴδημά ἐστιν ὄγκος χαλαρός τε καὶ μαλθακὸς ὡς ἐν τῷ πιέζειν ἀνώδυνος. τπζʹ. Ἀπόστημά ἐστι μεταβολὴ σωμάτων ἐκ φλεγμονῆς εἰς πύον. τπηʹ. Κολόβωμά ἐστιν ἔκκοψις μορίου κατά τι μέρος τοῦ σώματος. τπθʹ. Πῶρός ἐστιν οὐσία λιθώδης καὶ ἀπόκριτος. τϟʹ. Ὑδροκέφαλόν ἐστιν ὑδατώδους ὑγροῦ ἢ αἵματος τοῦ τρυγώδους συλλογὴ κατά τι μέρος τῶν τὴν κεφαλὴν πλεκόντων σωμάτων. τϟαʹ. |
| 19 443 [15] | Κήριόν ἐστιν ἕλκος συνεχεῖς ἔχον κατατρήσεις ἐξ ὧν μελιτῶδες ὑγρὸν ἐκκρίνεται. τϟβʹ. Φαγέδαινά ἐστιν ἕλκος ἀναβιβρῶσκον τὰ ὑπογιῆ καὶ παρακείμενα. τϟγʹ. Καρκίνωμά ἐστιν ὄγκος κακοήθης καὶ περίσκληρος, ἀνέλκωτος ἢ ἡλκωμένος. εἴρηται δὲ ἀπὸ τοῦ ζώου καρκίνου. τϟδʹ. Διονυσίσκοι εἰσὶν ὀστώδεις ὑπεροχαὶ ἐγγὺς κροτάφων γιγνόμεναι. λέγονται δὲ κέρατα ἀπὸ τῶν κερασφορούντων ζώων κεκλημένα. τϟεʹ. Τερηδών ἐστιν ὀστοῦ κατάτρησις ἀπὸ φθορᾶς. τὸ δὲ ὄνομα τῷ πάθει ἀπὸ τῶν συμβεβηκότων τρημάτων, οἱονεί τις τρηδὼν οὖσα. τϟστʹ. Ἀδήν ἐστι συστροφή τις ξηρὰ καὶ σαρκώδης ἢ συστροφὴ σαρκώδης. τϟζʹ. Χοιράς ἐστι σὰρξ ξηρὰ καὶ δύσλυτος. τϟηʹ. Βρογχοκήλη ἐστὶν ὄγκος παρὰ τῷ βρόγχῳ διαφορὰν ἔχων παρὰ τὴν ἐν τῷ ὀσχέῳ κατασκευήν. τϟθʹ. |
| 19 444 [15] | Ἀγκύλη ἐστὶ πίεσις τῶν περὶ τὸν τράχηλον ἢ τὰ ἄρθρα τενόντων δι’ ἣν ἐμποδίζεται ἡ ἐνέργεια. υʹ. Ἀκροχορδών ἐστιν ἔκφυσις περιφερῆ τε καὶ διάστενον ἔχουσα βάσιν. υαʹ. Μυρμηκία ἔκφυσίς ἐστι παχεῖα καὶ μὴ διάστενον ἔχουσα βάσιν. υβʹ. Θύμος ἐστὶν ἔκφυσις σαρκὸς τραχείας ὁμοία τοῖς ἐδωδίμοις θύμοις περὶ αἰδοίῳ καὶ ἕδρᾳ γινομένη. υγʹ. Γυναικόμασθόν ἐστι παρὰ φύσιν αὔξησις τῆς ὑποκειμένης τοῖς μασθοῖς πιμελῆς. υδʹ. Ἐξόμφαλός ἐστιν ὑπεροχὴ ὀμφαλοῦ ὑπὸ διαφόρου αἰτίας γινομένη. υεʹ. Ἐπιπλοόμφαλόν ἐστιν ὑποδρομὴ ἐπιπλόου κατὰ τὸν ὀμφαλόν. υστʹ. Ἐντερόμφαλόν ἐστιν ὑποδρομὴ ἐντέρου κατὰ τὸν ὀμφαλόν. υζʹ. Ὑδρόμφαλόν ἐστιν ἀργοῦ ὑγροῦ σύστασις κατὰ τὸν ὀμφαλὸν, ποτὲ δὲ καὶ ὑπὸ χιτῶνος συνεχόμενον. υηʹ. |
| 19 445 [15] | Πωρόμφαλόν ἐστι πώρου σύστασις κατὰ τὸν ὀμφαλόν. υθʹ. Σαρκόμφαλόν ἐστι σαρκὸς παρὰ φύσιν αὔξησις κατ’ ὀμφαλὸν ἤτοι ἡμέρου ἤτοι κακοήθους. υιʹ. Πνευμόμφαλόν ἐστι τὸ ἀνεύρυσμα τοῦ ὀμφαλοῦ. υιαʹ. Ἐν κατακαλύψει ἐστὶν ἀπόστημα τῶν ἐν βάθει σωμάτων ἢ σπλάγχνων εἰς πύον τῆς μεταβολῆς γινομένης. υιβʹ. Φύγεθλόν ἐστι κατὰ βουβῶνα γινόμενον ἀπόστημα. υιγʹ. Ὑποσπαδίας ἐστὶ πάθος ἐφ’ οὗ ἡ βάλανος ἐφείλκυσται. ἢ ἔστι πάθος ἐφ’ οὗ ἡ βάλανος ἀπόκειται καὶ τὸ τῆς οὐρήτρας τρίμμα ὑπόκειται. υιδʹ. Λιπόδερμός ἐστιν ἔλλειψις τοῦ σκέποντος τὴν βάλανον δέρματος ὡς μηκέτι ἀποσύρειν δύνασθαι. τὸ σκέπον δὲ τὴν βάλανον ποσθὴ ἢ ἀκροποσθία καλεῖται. υιεʹ. Φίμος ἐστὶν ἡ τῶν πόρων φυσικῶν κατάκλεισις. διαφοραὶ δὲ τοῦ φίμου δύο. ἢ γὰρ ἐκ φύσεως ἢ ἐξ ἐπιγεννήματος ἑλκώσεως προηγησαμένης γίνεται. υιστʹ. Παραφίμωσίς ἐστιν ἀποσυρέντος τοῦ τῆς βαλάνου νεύρου ὡς μηκέτι ἐπισῦραι τὴν ποσθὴν δύνασθαι. υιζʹ. |
| 19 446 [15] | Περιτομὴ ἢ περιαίρεσίς ἐστιν ἀφαίρεσις τοῦ σκέποντος βάλανον δέρματος. υιηʹ. Ῥαγάς ἐστι διαίρεσις τετυλωμένα ἔχουσα τὰ χείλη. υιθʹ. Αἱμοῤῥοΐς ἐστιν ἀνεύρυσμα τῶν καταπλεκόντων τὴν ἕδραν ἀγγείων. εἴρηται δὲ ἀπὸ τοῦ αἷμα δι’ αὐτῆς ῥεῖν. διαφοραὶ δὲ αἱμοῤῥοΐδων πέντε, παρὰ τὸ μέγεθος, παρὰ τὸ πλῆθος, παρὰ τὸ σχῆμα, παρὰ τὸν τόπον ἢ παρὰ τὴν κατασκευήν. παρὰ μὲν τὸ μέγεθος ὅτι αἱ μὲν αὐτῶν εἰσι μικραὶ, αἱ δὲ μεγάλαι, αἱ δὲ μέσαι. παρὰ δὲ τὸ πλῆθος ὅτι ἐφ’ ὧν μὲν μία, ἐφ’ ὧν δὲ πλείονες συνίστανται, ἐπί τινων δὲ ἐλάττονες. παρὰ δὲ τὸ σχῆμα ὅτι αἱ μὲν στενὴν τὴν βάσιν ἔχουσιν, αἱ δὲ πλατεῖαν. παρὰ δὲ τὸν τόπον ὅτι αἱ μὲν ἐν δακτυλίῳ γίγνονται, αἱ δὲ ἐν σφυγκτῆρι, αἱ δὲ ἐν τῷ ἀπευθυσμένῳ. παρὰ δὲ τὴν κατασκευὴν ὅτι αἱ μέν εἰσιν ἥμεροι, αἱ δὲ κακοήθεις. υκʹ. Κονδύλωμά ἐστι δακτυλίου στολίδος ἐπανάστασις μετὰ φλεγμονῆς. υκαʹ. Σῦρίγξ ἐστιν ὑποφορὰ τυλώδης, στενὴ καὶ ἐπιμήκης, ἔσθ’ ὅτε καὶ σκολιωμένη ἀναπούλωτον ἔχουσα τὸ στόμιον δι’ οὗ ὑγρὸν κατά τινας καιροὺς ἐκκρίνεται. |
| 19 447 [15] | τῶν συρίγγων διαφοραὶ δύο· αἱ μὲν γὰρ αὐτῶν εἰσι τυφλαὶ, αἱ δὲ κρυπταί. τυφλαὶ μὲν αἱ τὸ στόμιον ἐν τῷ βάθει ἔχουσαι, τὸν μέντοι κόλπον πρὸς τὴν ἐπιφάνειαν. κρυπταὶ δὲ ὅσαι καὶ τὸ στόμιον καὶ τὸν κόλπον ἐν τῷ βάθει ἔχουσιν. υκβʹ. Περὶ τὸν ὄσχεον γίνεται πάθη τρία, κίρσος, ψώρα, ῥάκωσις. υκγʹ. Ὄγκοι ἐν ὀσχέῳ ἐννέα συνίστανται ὑδροκήλη, ἐντεροκήλη, ὑδρεντεροκήλη, κιρσοκήλη, πωροκήλη, ἐπιπλοκήλη, ἐντεροεπιπλοκήλη, ἐντεροπωροκήλη, ὑδροκιρσοκήλη. υκδʹ. Ὑδροκήλη ἐστὶν ἀργοῦ ὑγροῦ σύστασις κατὰ μέρος τοῦ ὀσχέου. υκεʹ. Ἐντεροκήλη ἐστὶν ἐντέρου κατολίσθησις εἰς τὸ ὄσχεον κατὰ βραχὺ ἢ ἀθρόως. αἰτίαι δὲ ἐντεροκήλης ἡ προκαταρκτικὴ ἔντασις ἢ πληγὴ, συνεκτικὴ δὲ ἀπέκτασις ἢ ῥῆξις τοῦ περιτοναίου. υκστʹ. |
| 19 448 [15] | Ὑδρεντεροκήλη ἐστὶν ἐντέρου κατολίσθησις καὶ ἀργοῦ ὑγροῦ συλλογὴ κατὰ τὸν ὄσχεον. υκζʹ. Κιρσοκήλη ἐστὶν ἀνευρυσμὸς καὶ μεγεθοποίησίς τινων ἢ πάντων τῶν τρεφόντων τὸν δίδυμον ἀγγείων. υκηʹ. Ὑδροκιρσοκήλη ἐστὶν ἀνευρυσμὸς τῶν τρεφόντων τὸν δίδυμον ἀγγείων καὶ ἀργοῦ ὑγροῦ συλλογὴ κατά τι μέρος τοῦ ὀσχέου. υκθʹ. Πωροκήλη ἐστὶ πώρων σύστασις κατά τι μέρος τοῦ ὀσχέου. υλʹ. Ἐπιπλοκήλη ἐστὶν ὀλίσθησις ἐπίπλου κατὰ τὸ μέρος τοῦ ὀσχέου. υλαʹ. Ἐντεροεπιπλοκήλη ἐστὶν ὀλίσθησις ἐντέρου τε καὶ ἐπίπλου κατὰ τὸ μέρος τοῦ ὀσχέου. υλβʹ. Κήλη ἐστὶν ὄγκος περιεκτικός τινος τῶν προειρημένων· πᾶς γὰρ ὄγκος ἐν ὀσχέῳ κήλη λέγεται. υλγʹ. Κρύψορχίς ἐστιν ἀναχώρησις διδύμου ἢ διδύμων. υλδʹ. Ῥάκωσίς ἐστιν ἐπέκτασις πολλὴ τοῦ ὀσχέου. υλεʹ. |
| 19 449 [15] | Ψωρίασίς ἐστι σκληρότης πολλὴ τοῦ ὀσχέου μετὰ ἐπιτεταμένου κνησμοῦ, ἔσθ’ ὅτε δὲ καὶ ἑλκώσεως. υλστʹ. Γάγγραινά ἐστι μεταβολὴ τοῦ χρωτὸς τοῦ κατὰ φύσιν ἑκάστου ἐπὶ τὸ ἀλλότριον καὶ νέκρωσις μεθ’ ἑλκώσεως καὶ δίχα ἑλκώσεως. γίνεται δὲ γάγγραινα ἤτοι πληγῆς προηγησαμένης ἢ νεκρώσεως γιγνομένης ἢ φλεγμονῆς ἐκ χειρουργίας. υλζʹ. Δρακόντιόν ἐστιν ἕλκος φορὰν ἐπ’ αὐτὸ ἔχον νεύρου ἀπὸ τοῦ πλησίον μέρους. εἴρηται δὲ δρακόντιον, ἐπεὶ ἐν ταῖς κινήσεσιν ἀναχωρεῖ τὸ νεῦρον ἐπὶ τὸ ἕλκος καὶ κρύπτεται ἐν αὐτῷ. υληʹ. Ἧλός ἐστιν ἕλκος ἐν πέλματι περιφερὲς καὶ τετυλωμένον. υλθʹ. Ἐκκρίνεται τὸ σπέρμα, ὥσπερ Πλάτων φησὶ καὶ Διοκλῆς, ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου· Πραξαγόρας δὲ καὶ Δημόκριτος ἔτι τε Ἱπποκράτης ἐξ ὅλου τοῦ σώματος. ὁ μὲν Δημόκριτος λέγων, ἄνθρωποι εἷς ἔσται καὶ ἄνθρωπος πάντες. ὁ δὲ Ἱπποκράτης φησί· ἡ γὰρ ἡδονὴ πανταχόθεν ἔρχεται τοῦ σώματος· ἀπὸ μὲν τῶν ὑγιῶν ὑγιής, ἀπὸ δὲ τῶν νοσερῶν νοσερά. |
| 19 450 [15] | τὸ σπέρμα ἐστὶν κατὰ μὲν τοὺς Στωϊκοὺς ὃ μεθίησι τὸ ζῶον ὑγρὸν μετὰ πνεύματος καὶ ψυχῆς, ὡς δὲ οὐ μέρος. κατὰ δὲ Ἀσκληπιάδην τὸ ἐν ταῖς ἀφροδισίοις συνουσίαις ἐκκρινόμενον γεννητικὸν ὑγρόν. υμʹ. Ἐζήτηται εἰ σπερμαίνει τὸ θῆλυ ὥσπερ τὸ ἄῤῥεν σπερμαίνει· καὶ γὰρ τὸ θῆλυ τὴν αὐτὴν ὄρεξιν ἔχει καὶ κοινωνεῖ τῶν αὐτῶν νοσημάτων· καὶ φανερῶς διὰ τῆς ἀνατομῆς δείκνυται τοὺς σπερματικοὺς ἔχον πόρους καὶ τὸ μέγιστον τοῦ σπερμαίνειν μαρτύριον αἱ ὁμοιότητες τῶν γενομένων πρὸς τὰς τεκούσας· ὅτι δὲ συμβάλλεται μαρτυρεῖ Ἱπποκράτης λέγων ἐν τῷ περὶ παίδων φύσεως. ἢν γονὴ μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρότερον μὲν μίσγεται ὁμοῦ ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμεούσης, ἀθροίζεται δὲ καὶ παχύνεται θερμαινόμενον, ἔπειτα πνεῦμα ἴσχει. υμαʹ. Διαφέρει σπέρμα γόνου ὅτι σπέρμα μέν ἐστι τὸ ἐν σπερματικοῖς πόροις ὂν, γόνος δὲ τὸ ἤδη ἐκκριθέν· καὶ ὡς Ἀσκληπιάδης λέγει, ὅτι τὸ σπέρμα μὲν καὶ τοῖς μηδέπω γεννᾷν δυναμένοις ὡρισάμεθα, γόνον δὲ τὸ μηδέπω πεπεμμένον σπέρμα. |
| 19 451 [15] | υμβʹ. Αἰτίαι ἀγονίας διτταὶ, ἡ περὶ τὸν ἄνδρα ἡ περὶ τὸ θῆλυ καὶ ἑκάτεραι πλεοναχῶς· περὶ μὲν οὖν τὸ θῆλυ ἤτοι κατάψυχρον ἐχούσης ἢ καταπίμελον τῆς γυναικὸς τὴν μήτραν· περὶ δὲ τὸ ἄῤῥεν ἤτοι ὅταν ὑποσπαδίας ᾖ, ἤτοι ἐστερημένος διδύμων ἢ ἄλλον τινὰ τρόπον ἔχων νοσήματος. υμγʹ. Οὐκ ἔστι μέρος τῆς κυούσης τὸ κυούμενον ἢ πάντως φθειρομένου μὲν αὐτοῦ ἀποθνήσκειν ἐχρῆν ἐξ ἀνάγκης τὴν κυοῦσαν ἢ ἀπὸ κυισκομένου βλάπτεσθαι πρὸς τὰς ὁλοκλήρους ἐνεργείας ὡς λείποντος μέρους καὶ ἀποστερουμένου τοῦ σώματος αὐτοῦ. υμδʹ. Τρέφεται τὸ ἔμβρυον διὰ τοῦ χορίου λαμβάνον καὶ ἐπισπώμενον. τρέφεται δὲ οὐ διὰ στόματος, ἀλλὰ δι’ ὀμφαλοῦ. υμεʹ. Τινὲς μὲν εἶπον ζῶον, τινὲς δὲ οὔ· ὅσοι μὲν οὖν εἶπον ζῶον ὑπάρχειν αὐτὸ τῇ κινήσει ἐτεκμήραντο ζῶον ὑπάρχειν αὐτό. |
| 19 452 [15] | ἐπειδὴ γὰρ κινεῖται καὶ τὸ ἔμβρυον καὶ ὅτι ἥδεται μὲν ἡδομένης τῆς μητρὸς καὶ εὐφραίνεται, ἀνιωμένης δὲ συστέλλεται καὶ συνάγεται αἰσθανόμενον ὡς ζῶον· ἡ γὰρ αἴσθησις οὐκ ἄλλῳ τινὶ ἢ ζώῳ προσφυής· οἱ δὲ μὴ εἶναι ζῶον λέγοντες τρέφεσθαι μὲν αὐτὸ καὶ αὔξεσθαι ὥσπερ καὶ τὰ δένδρα, ὁρμὴν δὲ καὶ ἀφορμὴν οὐκ ἔχειν ὥσπερ τὰ ζῶα. οὐ γὰρ αὐτὸ προαιρέτως οὐ μόνον κινεῖται, ἀλλ’ οὔτε μετὰ προαιρέσεως, ἀλλ’ ὡς τὰ δένδρα καὶ φυτά· τοῖς μὲν γὰρ αἴτιος κινήσεως ἄνεμος, ἐμβρύοις δὲ ἡ περὶ αὐτὰ ὑγρότης καὶ ὄλισθος καὶ τὸ σχῆμα τῆς μήτρας, πληρουμένη γὰρ σφαιροποιεῖται, σχῆμα δὲ ἡ σφαῖρα εἰς πᾶσαν κίνησιν εὐφυὴς ἅτε βάσεως ἁπάσης ἄμοιρος. Ἀσκληπιάδης δὲ οὔτε ζῶον, οὔτε μὴ ζῶον εἶπεν τὸ ἔμβρυον, ἀλλ’ ὅμοιον ἔφησεν αὐτὸ τοῖς κοιμωμένοις· ὅνπερ γὰρ τρόπον ἐκεῖνοι μὲν ἔχουσιν τὰς αἰσθήσεις, οὐ χρῶνται δὲ αὐταῖς, οὑτωσὶ καὶ τὸ κατὰ γαστρός. υμστʹ. |
| 19 453 [15] | Γίνεται δὲ τὸ ἄῤῥεν κατὰ μέν τινας ἐπειδὰν τὸ ἐκ τῶν δεξιῶν ἀποσπασθὲν σπέρμα καταβληθῇ εἰς τὴν μήτραν· θῆλυ δὲ ἐκ τῶν ἀριστερῶν. ἄλλοι δὲ ἔφασαν κατὰ τὴν τοῦ σπέρματος ἰδιοσυγκρασίαν ἤτοι παρὰ τὴν θερμότητα ἢ τὴν ψυχρότητα γίνεσθαι. τὸ μὲν γὰρ θερμότερον σπέρμα ποιεῖ τὸ ἄῤῥεν, τὸ δὲ ψυχρότερον τὸ θῆλυ. υμζʹ. Τὰ δὲ δίδυμα καὶ τρίδυμα γίνεται κατὰ μέν τινας διὰ τὸ εἰς θερμὴν τὴν μήτραν καθελκόμενον σπέρμα θραύεσθαι καὶ ποιεῖν οὕτως τὰ δίδυμα καὶ τρίδυμα. ἄλλοι δὲ τὰς ἐπισυλλήψεις ᾐτιάσαντο, ἡμεῖς δέ φαμεν ὅτι ἐὰν εὑρεθῇ τὸ σπέρμα εἰς ἄμφω ταῦτα, γίνεσθαι τὰ δίδυμα. υμηʹ. Ἑρμαφρόδιτός ἐστι συμπλοκὴ τοῦ τε ἀρσενικοῦ καὶ τοῦ θηλυκοῦ χαρακτῆρος μετὰ τοῦ καὶ ἐν ἀμφοτέροις γεγενῆσθαι αἰδοῖον ἔχειν. υμθʹ. Τέρατα γίνεται, ὡς μέν τινες λέγουσι, κατὰ παρέγκλισιν τῆς μήτρας· τὸ γὰρ σπέρμα παρεγχεόμενον ἀνωμάλως ποιεῖ τὰ τέρατα, ὃν τρόπον καὶ τὸν μόλιβδον θερμὸν ὄντα, ἐπειδὰν καταχυθῇ ἀνωμάλως, ἀνώμαλον ποιεῖ τὸ δημιούργημα. |
| 19 454 [15] | ἢ τὰ τέρατα ἤτοι κατ’ ἔλλειψιν ἢ κατὰ πλεονασμὸν γίνεται· καὶ τὰ μὲν κατὰ μέγεθος ὡς τὰ μεγαλοκέφαλα, τὰ δὲ κατὰ σμικρότητα ὡς τὰ στρουθοκέφαλα, τὰ δὲ κατὰ πλεονασμὸν ὥσπερ τὰ ἑξαδάκτυλα, ἔσθ’ ὅτε δὲ καὶ πλεοναδάκτυλα. υνʹ. Διὰ ποίαν αἰτίαν τῶν ἑπταμήνων γονίμων ὄντων τὰ ὀκτάμηνα ἄγονά ἐστιν; λέγεται οὕτως· ὅτι ὁ ὀκτὼ ἀριθμὸς ἄρτιός ἐστι καὶ συνεζευγμένος μὴ κρίσιμος ὤν· ὁ δὲ ἑπτὰ ἀριθμὸς περιττὸς καὶ οὐδὲ συνεζευγμένος καὶ διὰ τοῦτο κρίσιμος. υναʹ. Αἰτία συλλήψεως ἡ τῆς μήτρας σύμμετρος θερμασία καὶ ἡ πρόσφατος τῶν ἐμμηνίων κάθαρσις καὶ ὄρεξις· ταῦτα γὰρ ὁμοῦ συνελθόντα κατέσχε τὸ σπέρμα. υνβʹ. Πρῶτον συνίσταται τοῦ ἐμβρύου τὸ χόριον εἶτα τὰ λοιπά· τὸ χόριον μὲν συνέστηκεν ἐκ δύο φλεβῶν καὶ δύο ἀρτηριῶν καὶ πέμπτου τοῦ καλουμένου οὐραχοῦ, ἤτοι ἐπειδὴ χώρημά ἐστι τοῦ ἐμβρύου οἱονεὶ χωρίον ἢ ἐπειδὴ χορηγεῖται τὴν τροφὴν αὐτῷ. υνγʹ. |
| 19 455 [15] | Ὠδῖνές εἰσι πνεύματος ἀθρόου καταφορὰ πρὸς τὴν ἐκδρομὴν τοῦ ἐμβρύου. υνδʹ. Τὰ καταμήνια παρέχεται τῇ γυναικὶ πρὸς ὑγίειαν ἐκκενούμενα, ἐπισχεθέντα δὲ διὰ τὴν σύλληψιν τῷ ἐμβρύῳ τὴν τροφὴν παρέχει· γέγονε γὰρ καὶ πρὸς σύλληψιν καὶ πρὸς τὴν τοῦ γάλακτος γένεσιν. υνεʹ. Ταῖς κυούσαις ἡ κίττησις γίνεται μετὰ δύο που ἢ τρεῖς τῆς συλλήψεως μῆνας στομάχου παθόντος· τὸ γὰρ ἔμβρυον οὐδέπω δύναται καταναλίσκειν τὴν τροφήν· τῆς κίττης αἰτία γίνεται τὸ πλεονάζειν τὴν ὕλην καὶ ταραχὴν ἐγγίνεσθαι τῷ στομάχῳ· ἀμέλει αὔξησιν λάβῃ τὸ ἔμβρυον κάτω φερομένου τοῦ αἵματος ἐπ’ αὐτὸν ὁ στόμαχος ἀποκαθίσταται. υνστʹ. Σχήματα ἐμβρύων τέσσαρα ἓν μὲν τὸ κατὰ φύσιν ὅ ἐστιν ἐπὶ κεφαλὴν, τὰ δὲ λοιπὰ τρία ἅτινα παρὰ φύσιν ἐστὶ τὸ ἐπὶ πόδας, τὸ πλάγιον καὶ τὸ διπλοῦν. υνζʹ. Αἱ δυστοκίαι κατὰ τρεῖς γίνονται τρόπους, κατὰ τὴν κύουσαν, κατὰ τὸ κυούμενον, κατὰ τὰ ἔξωθεν· κατὰ τὴν κύουσαν διχῶς, ψυχικῶς μὲν ζηλοτυπίαις ἐσχημένην ἢ λύπαις ἢ ἄλλῳ τινὶ πάθει· σωματικῶς δὲ ἢ στενόπορον οὖσαν ἢ καταπίμελον ἢ πρώτως κύουσαν ἢ ἄτροφον ἔχουσαν τὴν μήτραν. |
| 19 456 [15] | παρὰ δὲ τὸ κυούμενον ἤτοι ὅταν ἐναποθάνῃ ἢ δίδυμον ἢ τερατῶδες, παρὰ δὲ τὸ ἔξωθεν χειμῶνος ἐπιτεταμένου ἢ καύματος σφοδροῦ. υνηʹ. Αἰτίαι τῶν ἐν μήτρᾳ ἑλκῶν ὅτε μὲν ἀπόστημα, ὅτε δὲ πεσσὸς φθόριος, ὅτε δὲ ἐν μήτρᾳ σκίῤῥος· ἔστι δὲ χρόνιος οὗτος μετ’ ἄλλων. υνθʹ. Ἡ ἐν μήτρᾳ σάρκωσίς ἐστι σαρκὸς ἠθροισμένης ἔκφυσις· ἣν χρὴ διὰ μέρος ἀποσφάξαντα, εἰ μεγάλη εἴη, προκατακνίζειν, ἵνα τάχιον νεκρωθῇ, εἰ δὲ εἴη βραχεῖα, παραχρῆμα βαστάζειν. υξʹ. Αἱμοῤῥαγία ἐστὶν αἵματος λαβρὸς ἔκχυσις κατὰ περίῤῥυσιν μὲν μεγάλης οὔσης τρώσεως, κατ’ ἀκοντισμὸν δὲ εἰς στενότητα τυγχάνουσα ὡς ἐπὶ τῶν φλεβοτομιῶν. διαφέρει αἱμοῤῥαγία αἱμοῤῥοΐδος, ὅτι ἡ μὲν αἱμοῤῥαγία ὡς ἔφην λαβρός ἐστιν αἵματος ἔκχυσις· ἡ δὲ αἱμοῤῥοῒς κατὰ διαπήδησιν καὶ κατ’ ὀλίγον αἵματος φορά. |
| 19 457 [15] | υξαʹ. Τρόποι αἱμοῤῥαγίας τρεῖς, ἢ κατὰ ἀναστόμωσιν ἢ κατὰ διαπήδησιν, ἢ κατὰ ῥῆξιν ἄλλως διακοπήν. ἔστι δὲ ἡ κατὰ διαπήδησιν καὶ ἡ κατὰ διάβρωσιν ἐν ἡμῖν ἀγγείων δυσβοήθητος. ἀρτηρίαι μᾶλλον ἢ φλέβες καὶ τὰ ἐν βάθει τῶν περὶ τὴν ἐπιφάνειαν καὶ τὰ γειτνιῶντα τοῖς τόποις· εὐαιμοῤῥάγητοι τόποι καὶ δυσεπίσχετοι οἱ κροταφῖται μύες, μήνιγγες, ὑπερώα, κιονὶς, τράχηλος, μασχάλαι, βουβῶνες καὶ τὰ τοιουτότροπα· τῶν δὲ ἀνθρώπων παρ’ ἡλικίαν μὲν οἱ νέοι, παρ’ ἔξιν δὲ οἱ κακόχυμοι, περὶ δὲ τὴν ὥραν ἐν τῷ θέρει, περὶ δὲ τὴν σύστασιν χειμῶνι. υξβʹ. Χυμὸς παρὰ μὲν Ἱπποκράτει διὰ παντὸς ἐπὶ τῶν κατὰ τὸ σῶμα τέτακται χυμῶν ἐξ ὧν ἐστιν ἡμῖν ἡ σύστασις αἵματος, φλέγματος, χολῶν δύο ξανθῆς τε καὶ μελαίνης· παρὰ δὲ Πλάτωνι καὶ Ἀριστοιέλει ἡ γευστὴ ποιότης καὶ ἑκάστη τῶν ὄντων ἐν ἡμῖν χυμὸς ὀνομάζεται. |
| 19 458 [15] | εἰσὶ δὲ ποιότητες ὀξύτης, αὐστηρότης, στρυφνότης, δριμύτης, ἁλυκότης, γλυκύτης, πικρότης. οὕτω καὶ Μνησίθεος βούλεται ἐν τῷ παθολογικῷ. υξγʹ. Κενοῦμεν ἢ διὰ φλεβοτομίας ἢ σικυίας ἢ βδέλλης καὶ τῶν τοιούτων· ἀφαιροῦμεν δὲ αἷμα διὰ πλῆθος πολὺ καὶ μάλιστα ὅταν τὸ αἷμα αἴτιον τοῦ πάθους ὑπονοῶμεν. προκριτέον ἑκάστης ἀφαιρέσεως τὴν ἀμείνονα, τὴν δὲ δεινὴν ἐκκλίναντας δόσει φαρμάκου. τὴν σικυῖαν διὰ περίθλασιν τοπικήν, τὴν δὲ βδέλλαν ἐφ’ ὧν λεπτῶς ἀναστομῶσαι τὸν πεπονθότα δεόμεθα τόπον. υξδʹ. Ἐν τῷ παθολογικῷ τῆς ἰατρικῆς μέρει περιέχεται τί τε καὶ ὁποῖόν ἐστι καθόλου καὶ τί τὸ κατὰ μέρος πάθος καὶ νόσημα καὶ τί αἴτιον καὶ τί σημεῖον καὶ τίνες αἱ τούτου διαφοραὶ, πολυειδεῖς δὲ αὗται, οὐ τὸ πάθος τῶν νοσοποιῶν αἰτιῶν καὶ οἱ τόποι περὶ οὕς ἐστιν αὐτὰ τὰ πάθη. ζητοῦμεν γὰρ τί τὸ πάθος φρενίτις, ἐπιληψία, λήθαργος, πλευρῖτις, περιπνευμονία, παράλυσις καὶ τὰ ἑξῆς. |
| 19 459 [15] | ἔστι δὲ τούτων τὰ αἴτια πρόδηλα καὶ οὐ πρόδηλα καὶ προκαταρκτικὰ καὶ προηγούμενα καὶ συνεκτικὰ καὶ καθόλου τίς ἡ κατασκευὴ τοῦ πάθους καὶ περὶ τίνα τοῦ σώματος ταῦτα εἴρηται. υξεʹ. Κρίσις ἐστὶν ἡ ἀξία καὶ ὀξύῤῥοπος ἐν χρόνῳ τῆς νόσου λύσις. ἢ κρίσις ἐστὶν ἡ ὀξεῖα ἐν νοσήματι ταραχὴ καὶ αὐτὴ τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ὅτε δὲ καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος τελευτᾷ. υξστʹ. Περίοδός ἐστι τεταγμένου χρόνου ἀνταπόδοσις. υξζʹ. Ὁ ἐγκέφαλος τὴν ψυχικὴν ἔχει δύναμιν καὶ ταύτης τὸ ἡγεμονικὸν ὅπερ ἐστὶ λογιστικὸν καὶ ὁ νοῦς, ἡ δὲ καρδία τὸ θυμικὸν, τὸ δὲ ἧπαρ τὸ ἐπιθυμητικόν. υξηʹ. Διοικεῖται τὸ μὲν σῶμα ὑπὸ τῆς καρδίας φυσικῶς καὶ τοῦ ἥπατος ὁμοίως, δύναμις δὲ φυσικὴ ἥ τε αὐξητική τε καὶ θρεπτική. λαμβάνει δὲ καρδία εἰς τὸ τρέφειν καὶ αὔξειν τὸ σῶμα αἷμα μὲν παρὰ τοῦ ἥπατος πνεῦμα δὲ παρὰ τοῦ πνεύμονος· ἅστινας ὕλας δεξαμένη περὶ τῶν προειρημένων μορίων ἡ καρδία, οἰκονομήσασα δὲ καὶ ἐργασαμένη οὕτως εἰς ἅπαν διαπέμπει τὸ σῶμα. |
| 19 460 [15] | υξθʹ. Ὀργανικὴ ἔστι μέρος χειρουργίας περιποιοῦν διὰ καταρτισμοῦ καὶ τῆς ἀκολούθου θεραπείας παρὰ φύσιν διατεθεῖσιν ἀνθρωπίνοις ὀστοῖς τὸ ὑγιαίνειν. υοʹ. Κατὰ δύο τρόπους σύγκειται ἐν ἡμῖν ὀστᾶ κατὰ ἄρθρον καὶ κατὰ ἁρμογήν. ἄρθρον ἐστὶν ὀστῶν κατὰ φύσιν κινουμένων συμβολή. ἁρμογή ἐστιν ὀστῶν ἀκινητούντων κατὰ φύσιν συμβολή. υοαʹ. Ὀλίσθημά ἐστι τῶν κατ’ ἄρθρον ἢ κατὰ ἁρμογὴν κινουμένων ὀστῶν φορὰ εἰς τὸ παρὰ φύσιν. υοβʹ. Ἐξάρθρημά ἐστιν ὀστοῦ κινουμένου κατὰ φύσιν ἐκ κοιλότητος βαθείας ἔκβασις εἰς τὸν τόπον τὸν παρὰ φύσιν. υογʹ. Παράρθρημά ἐστι παραλλαγὴ ἢ φορὰ ὀστοῦ παρὰ φύσιν ἐξ ἐπιπολαίου κοιλότητος εἰς τὸν παρὰ φύσιν τόπον. υοδʹ. |
| 19 461 [15] | Διακίνημά ἐστι τῶν κατὰ γόμφωσιν ἢ καθ’ ἁρμονίαν συγκειμένων ὀστῶν ἐν τῷ αὐτῷ τόπῳ εἰς τὸν παρὰ φύσιν τόπον ἔκστασις· ὥσπερ ἐκ τάρσου ὀσταρίων ῥαγέντων ἢ σπονδύλων εἴωθε γίγνεσθαι. υοεʹ. Διάστασίς ἐστι τῶν κατὰ ῥαφὴν ἢ κατὰ σύμφυσιν συγκειμένων ὀστῶν χωρισμὸς ἢ διάστασις ἀπ’ ἀλλήλων. υοστʹ. Καταρτισμός ἐστι μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸν κατὰ φύσιν. υοζʹ. Μοχλία ἐστὶ μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸν κατὰ φύσιν. υοηʹ. Τάσις ἐστὶν ὁλκὴ σωμάτων. υοθʹ. Κατάτασίς ἐστιν ὁλκὴ σωμάτων εἰς τοὺς κάτω τόπους· ταύτης δὲ ἡ μέν τίς ἐστιν ὁλκὴ σωμάτων εἰς τοὺς κάτω τόπους τῶν ἀρχῶν κατ’ εὐθὺ ἀποδιδομένων τῶν τῆς τάσεως αἰτίων, ἡ δὲ κατ’ ἀντιμετάληψίν ἐστιν ὁλκὴ σωμάτων εἰς τοὺς κάτω τόπους μεταλαμβανομένων τῶν ἀρχῶν διὰ τροχιλίων ἄνω προσδεδημένων τῶν τῆς τάσεως αἰτίων. υπʹ. |
| 19 462 [15] | Ἀνάτασις κατὰ μετάληψιν νοεῖσθαι δύναται ἀπὸ τῶν ἐπὶ τῆς καταστάσεως εἰρημένων. υπαʹ. Διάτασίς ἐστιν ὁλκὴ σωμάτων εἰς τοὺς ἄνω καὶ κάτω τόπους. υπβʹ. Ἐξελκυσμός ἐστι μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τῆς ἐπιφανείας εἰς τὸ βάθος. υπγʹ. Ῥῆγμά ἐστι μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν. υπδʹ. Μεταγωγή ἐστι διεσταμένου ὀστοῦ ἀντανάκλασις εἰς τὸν τόπον τὸν κατὰ φύσιν. υπεʹ. Ἔκστασίς ἐστιν ὀλιγοχρόνιος μανία. υπστʹ. Ἔκπληξίς ἐστι διανοίας ἔκστασις διά τινα ταραχὴν αἰφνίδιον ἔξωθεν. υπζʹ. Ἐνθουσιασμός ἐστι καθάπερ ἐξίστανταί τινες ἐπὶ τῶν ὑποθυμιωμένων ἐν τοῖς ἱεροῖς ὁρῶντες ἢ τυμπάνων ἢ αὐλῶν ἢ συμβόλων ἀκούσαντες. |