ΣΩΡΑΝΟΥ ΠΕΡΙ ΕΠΙΔΕΣΜΩΝ
Θέντες τὴν ἀρχὴν κατὰ μεσοφρύου ὥστε ἀποκρέμασθαι ἄγομεν τὴν ἐπείλησιν εὐθεῖαν κατὰ βρέγματος ἄχρι ἰνίου, ἐγκύκλιον δὲ κατὰ μετώπου. εἶτα διπλώσαντες ἐπὶ μεσοφρύου εὐθεῖαν κατὰ βρέγματος ἐπὶ ἰνίον προκαταλαμβάνομεν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ βρέγμα ἐπιδῆσαι θέλομεν.
διάκρισις.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείλησιν εὐθεῖαν κατὰ βρέγματος ἐπὶ μεσόφρυον, εἶτʼ ἀναδιπλώσαντες λοξὴν κατὰ βρέγματος ἐπὶ ἰνίον ὑπάγομεν κατὰ τὴν ἀρχήν. πάλιν λοξὴν κατὰ βρέγματος ἐπὶ μεσόφρυον ὑπάγοντες τῇ ἀναδιπλώσει ἄγομεν κατὰ τὰς πρώτας, ἄχρι οὗ ὅλον σκεπασθῇ τὸ κεφάλιον, εἶτʼ ἐγκύκλιον μετωπιαίαν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν ὅλην τὴν κεφαλὴν ἐπιδῆσαι θέλομεν.
πιλίον.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείλησιν εὐθεῖαν κατὰ βρέγματος ἐπὶ μεσόφρυον, εἶτα ἀναδιπλώσαντες παρʼ ἓν μέρος τῆς πρώτης ἐπὶ ἰνίον, εἶτα παρὰ τὸ ἕτερον ἐπὶ μέτωπον τοῦτο ποιοῦντες, ἄχρι οὗ σκεπασθῇ ὅλον τὸ κεφάλιον, ἐγκύκλιόν τε κατὰ μετώπου καταλαμβανόμενοι τὰς ἀναδιπλώσεις, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ σκαφίον σκέπης δεῖται.
σκαφίον.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείλησιν ἐγκύκλιον μὲν κατὰ τοῦ μετώπου, ἐπικάρσιον δὲ κατὰ τοῦ βρέγματος ἢ ὑπὸ λοβοὺς ὠτὸς ἢ ἐπὶ τὸ οὖς καὶ παρὰ τὰς ἑτέρας λεγομένας μετωπιαίας ἄνω νέμομεν καὶ παρὰ τὰς ἐπικαρσίους κάτω, ἄχρι οὗ ἐπιπληρωθῇ ὁ μέσος τόπος, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ μέτωπον ἐπιδῆσαι θέλομεν.
μίτρα.
Θέντες τὴν ἀρχὴν ἐπὶ μεσόφρυον ἄγομεν τὴν ἐπείλησιν εὐθεῖαν μὲν κατὰ βρέγματος ἐπὶ ἰνίον λοξήν τε ἐπὶ κρόταφον, εἶτα ἀναδιπλώσαντες ἐπὶ ἰνίον τὸν αὐτὸν τρόπον ἐγκυκλίῳ μετωπιαίᾳ τὰς ἀγκύλας καταλαμβάνομεν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν εὐπρεπῶς σὺν βρέγματι καὶ τὴν κεφαλὴν ἐπιδῆσαι θέλομεν.
Θαΐς.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος καὶ κροτάφου ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον, εἶτα λοξὴν κατὰ τοῦ ἑτέρου κροτάφου καὶ τοῦ βρέγματος ὑπὸ τὸν ἕτερον λοβὸν ἐπὶ ἰνίον, ἐγκύκλιον δὲ κατὰ μετώπου, ἵνα ἁρμόσῃ ἐφʼ ὧν σὺν τῷ βρέγματι τοὺς κροτάφους καὶ τὸ μέτωπον ἐπιδῆσαι θέλομεν.
ἡμίρομβος.
Θέντες κατὰ μεσόφρυον τὸν χιεστὸν βρόχον κατὰ τῶν κροτάφων τὸν διάγκυλον ἐπιπλέκομεν τὴν προπαραδεδομένην ἡμίρομβον ἢ λαγωὸν δίχα ὤτων ἐπίδεσιν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν κατασχεῖν κεφαλὴν θέλομεν χειριζομένων.
λαγωὸς σὺν ὤτοις.
Θέντες τὴν ἀρχὴν τοῦ ἐπιδέσμου ἐπὶ μεσόφρυον ὥστε ἀποκρέμασθαι ἀνάγομεν τὴν ἐπείλησιν εὐθεῖαν κατὰ βρέγματος ἐπὶ ἰνίον· εἶτα ἐπιπλέξαντες τὸν ἡμίρομβον πρὸ τῆς μετωπιαίας τὴν ἀποκρεμαμένην τρὶς κατὰ μεσόφρυον ἀναδιπλοῦμεν, ὥστε τιάρας βασιλείου σῴζειν ἐμφέρειαν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν εὐπρεπείας ἢ βασιλικῆς, ὥς φασιν οἱ ἀρχαῖοι, χρῄζομεν σημασίας.
βασιλίσκος.
Θέντες τὴν ἀρχὴν παρʼ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν μὲν κατὰ βρέγματος καὶ ὀφθαλμοῦ ὑπὸ λοβὸν ὠτὸς ἄχρι ἰνίου, ἐγκύκλιον δὲ κατὰ μετώπου. δυνατὸν δέ ἐστι καὶ κάτωθεν ἄνω νεμόμενον ἢ ἀπὸ δύο ἀρχῶν ἐπιδέοντα διάφορον ὠφέλειαν παρασχέσθαι.
μονομερὴς ὀμμάτωσις.
Θέντες τὴν ἀρχὴν παρʼ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν μὲν κατὰ βρέγματος καὶ ὀφθαλμοῦ ὑπὸ λοβὸν ὠτὸς ἄχρι ἰνίου, πάλιν τε λοξὴν κατὰ βρέγματος καὶ τοῦ ἑτέρου ὀφθαλμοῦ ὑπὸ λοβὸν ὠτὸς μέχρι ἰνίου, ἐγκύκλιον δὲ κατὰ μετώπου. δυνατὸν δέ ἐστιν καὶ κάτωθεν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖν, ἐὰν ἐπιτρέπῃ ἡ διάθεσις.
διμερὴς ὀμμάτωσις.
Θέντες τὴν ἀρχὴν κατὰ τοῦ ὑψώματος τῆς ῥινός, ὥστε ἀποκρέμασθαι, ἄγομεν τὴν ἐπείλησιν εὐθεῖαν κατὰ βρέγματος ἐπὶ ἰνίον, ἐγκύκλιον δὲ ἐπὶ λοβοὺς ὤτων κατὰ σφαιρίον ἄχρι ἰνίου· εἶτα ἀναδιπλώσαντες τὴν ἀποκρεμαμένην κατὰ βρέγματος εὐθεῖαν ἄχρι ἰνίου καταλαμβανόμεθα, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ ὕψωμα τῆς ῥινὸς ἐπιδέσεως χρῄζει.
ῥίν.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος καὶ μεσοφρύου ὑπὸ μυξωτῆρας ἀντίαν τε τῇ πρώτῃ λοξὴν κατὰ μεσοφρύου καὶ βρέγματος ἐπὶ ἰνίον· εἶτʼ ἐγκύκλιον κατὰ σφαιρίου καὶ μετώπου, ἵνα ἁρμόσῃ ἐφʼ ὧν σὺν τοῖς μυξωτῆρσιν καὶ τὸ μεσόφρυον ἐπιδῆσαι θέλομεν.
ἱέραξ ἢ ἀετός.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος καὶ μήλου ὑπὸ μυξωτῆρας ἀντίαν τε λοξὴν κατὰ τοῦ ἑτέρου μήλου καὶ βρέγματος ἄχρι ἰνίου, εἶτα ἐγκύκλιον κατὰ σφαιρίου, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τοὺς μυξωτῆρας θέλομεν ἐπιδῆσαι.
ἡμίρομβος ἐπὶ ῥινός.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν μὲν κατὰ βρέγματος, εὐθεῖαν δὲ κατὰ παρειᾶς, σιμὴν δὲ κατὰ γενείου ἄχρι ἰνίου, ἐγκύκλιον δὲ κατὰ μετώπου. ὁμοίως δὲ καὶ ταύτην κάτωθεν ἔστιν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν παρʼ ἓν μέρος γένυν ἢ παρειὰν ἀπὸ μέρους ἐπιδῆσαι θέλομεν.
μονομερὴς φορβεά.
Θέντες τὴν ἀρχὴν παρʼ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος, εὐθεῖαν δὲ κατὰ παρειᾶς, σιμὴν δὲ κατʼ ἀνθερεῶνος ἄχρι ἰνίου· εἶτα λοξὴν μὲν κατὰ βρέγματος, εὐθεῖαν δὲ κατὰ τῆς ἑτέρας παρειᾶς, σιμὴν δὲ κατʼ ἀνθερεῶνος ἄχρι τοῦ ἰνίου, ἐγκύκλιον δὲ κατὰ γενείου καὶ μετώπου. δυνατὸν δέ ἐστιν καὶ κάτωθεν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν καὶ τήνδε ἐπιδεῖν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν ἐξισῶσαι θέλομεν τὴν γένυν ἢ ἀμφοτέρας τὰς παρειὰς ἐπιδῆσαι θέλομεν.
διμερὴς φορβεά.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίου ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος, εὐθεῖαν δὲ κατʼ ὀφθαλμοῦ, εἶτα γενειάδα ἐγκύκλιον κατʼ ἀνθερεῶνος· ἄχρι ἰνίου κυκλοτερῆ τε κατὰ μετώπου. δυνατὸν δέ ἐστιν καὶ κάτωθεν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖν ὁμοίως μὲν τῷ εἴδει, διαφόρως δὲ τὴν ἐπαγγελίαν.
μονομερὴς ὀφθαλμός.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίου ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος καὶ μεσοφρύου ὑπὸ λοβὸν ὠτὸς ἄχρι ἰνίου, εἶθʼ ὑπὸ λοβὸν τοῦ ἑτέρου ὠτὸς λοξὴν κατὰ βρέγματος καὶ μεσοφρύου ἐπὶ ἰνίον, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ μεσόφρυον καὶ τὰ μῆλα ἐπιδῆσαι θέλομεν.
χάραξ.
Ἐπιδήσαντες τὸν χάρακα, ὡς προείρηται, ἐκ περισσοῦ δίδομεν ἐγκύκλιον περίβλησιν κατὰ γενείου καὶ μετώπου, ἵνα ἁρμόσῃ ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν πασχόντων μεσόφρυον γένειόν τε καὶ μέτωπον.
φάλαρα.
Ἐπιδήσαντες τὸν χάρακα ἐκ περισσοῦ δίδομεν κυκλοτερῆ περίβλησιν ἐπὶ τοῦ ἄνω χείλους ὑπὸ λοβοὺς ὤτων, ἐγκύκλιον δὲ τὴν γενειάδα ἄγοντες ἐπὶ ἰνίον, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ μεσόφρυον καὶ μῆλα καὶ τὰ χείλη καὶ τὸ γένειον ἐπιδῆσαι θέλομεν.
συμμιγής.
Ἐπιδήσαντες τὰ φάλαρα ἐκ περισσοῦ ἐπιπλέκομεν τὴν εἰρημένην φορβεάν, ὥστε ἐν μὲν τῷ προσώπῳ ὁρᾶσθαι τὰ φάλαρα, ἐν δὲ τῷ βρέγματι τὸν ῥόμβον, ἵνα ἁρμόσῃ ἐφʼ ὧν σὺν τοῖς προειρημένοις παρειαί τε καὶ βρέγμα ἀνατρηθὲν ἐπιδέσεως χρῄζει.
ῥόμβος φάλαρα.
Θέντες τὴν ἀρχὴν ἐπὶ ἰνίου ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος, εὐθεῖαν δὲ κατʼ ὀφθαλμοῦ, σιμὴν δὲ κατὰ γενείου ἄχρι ἰνίου· εἶτα λοξὴν μὲν κατὰ βρέγματος, εὐθεῖαν δὲ κατὰ τοῦ ἑτέρου ὀφθαλμοῦ, σιμὴν δὲ κατὰ γενείου, ἐγκύκλιον δὲ κατὰ μετώπου. δυνατὸν δὲ καὶ ταύτην κάτωθεν ἄνω νεμόμενον ἐπιδῆσαι καὶ ἀπὸ δύο ἀρχῶν ἐνεργοῦντα.
διμερὴς ὀφθαλμός.
Ἐπιδήσαντες τὴν ἡμίρομβον ὥστε τὸ χίεσμα κατὰ μετώπου ταγῆναι ἐπιπλέκομεν τόν τε χάρακα καὶ τὴν διμερῆ φορβεὰν δίχα γενειάδος καὶ μετωπιαίας, ἵνα ἁρμόσῃ ἐφʼ ὧν πολυμερῶς καὶ κεφαλὴν πάσχουσαν ἐπιδῆσαι θέλομεν.
πλήξ.
Θέντες τὴν ἀρχὴν παρʼ ἰνίον ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βρέγματος ἄχρι μήλου, εἶτα διπλώσαντες ὑπὸ λοβὸν ὠτὸς ἐπὶ τὸ ἕτερον μῆλον. εἶτα διπλώσαντες λοξὴν κατὰ βρέγματος ἄχρι ἰνίου ἄγοντες ἐπιπλέκομεν τὴν διμερῆ φορβεάν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν ἰατρικῆς ἐπιδέσεώς τις χρῄζει.
πολύρομβος.
Θέντες τὴν ἀρχὴν ὑπʼ ἀνθερεῶνα ἄγομεν τὴν ἐπείλησιν εὐθεῖαν κατὰ μυκτῆρος καὶ βρέγματος ἐπὶ ἰνίον, εἶτʼ ἐγκύκλιον ὑπὸ λοβοὺς ὤτων. καὶ σιμὴν κατὰ τοῦ ὑψώματος τῆς ῥινὸς ἀγαγόντες ἐπιπλέκοντες τὴν διμερῆ φορβεὰν καὶ παρʼ αὐτὰς νεμόμεθα ἄχρι τοῦ σκεπασθῆναι ὅλην τὴν κεφαλὴν δίχα τῶν ὀφθαλμῶν. ἐπὶ πᾶσιν δὲ τρεῖς ἀναδιπλώσεις ἐπαλλήλους διαδίδομεν κατὰ βρέγματος εὐθείας μέχρι μεσοφρύου, ἃς ὁμοειδῶς οὕτω ῥυθμίζομεν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν καὶ ἡ πλήξ.
περικεφαλαία.
Ἐπισχίσαντες τὴν ταινίαν ἐξ ἀμφοτέρων τῶν μερῶν, ὥστε τὸν μέσον συνεχῆ ἀπολείπεσθαι τόπον, τάξαντες τὴν μεσότητα κατὰ παρειᾶς ἄγομεν τῶν ἀρχῶν τὰς μὲν ὀπισθίους ἐπὶ κορυφήν, τὰς δὲ ἐμπροσθίους ἐπὶ βρέγμα καὶ ταύτας προσκαταλαμβανόμενοι πρὸς ἀλλήλας ἀποδεσμεύομεν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν ἀνθερεῶνα ἐπιδῆσαι θέλομεν.
παρειάς.
Ἐπισχίσαντες τὴν ταινίαν ἐξ ἀμφοτέρων τῶν μερῶν, ὥστε τὸν μέσον συνεχῆ ἀπολείπεσθαι τόπον, τούτων τάξαντες τὴν μεσότητα κατὰ γενείου ἄγομεν τῶν ἀρχῶν τὰς μὲν κάτωθεν εὐθείας κατὰ παρειῶν ἐπὶ βρέγμα, τὰς δὲ ἄνωθεν ἐπικαρσίους κατὰ γένυος ἐπὶ ἰνίον καὶ αὐτὰς προσεπιλαμβανόμενοι πρὸς ἀλλήλας ἀποδεσμεύομεν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ γένειον ἐπιδῆσαι θέλομεν.
γενειάς.
Ἐπιδήσαντες τὴν ἡμίρομβον ἐπείλησιν, ὥστε τὸ χίεσμα κατὰ τοῦ μεσοφρύου ταγῆναι, ἐπιπλέκομεν τὴν διμερῆ φορβεὰν δίχα γενειάδος καὶ μετωπιαίας, ἵνα ἁρμόσῃ ἐφʼ ὧν βρέγμα ἀνατρηθὲν δίχα θλίψεως ἐπιδῆσαι θέλομεν.
ῥόμβος.
Θέντες τὴν ἀρχὴν ὑπὸ τὴν ἀπαθῆ μασχάλην ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ θώρακος καὶ κλειδὸς ὑπὸ μασχάλην, εἶτʼ ἀντίαν κατὰ κλειδὸς καὶ νώτου ἄχρι τῆς ἀπαθοῦς μασχάλης, ἵνα ἁρμόσῃ ἐφʼ ὧν κλεῖδα ἐπὶ μασχάλης ἐπιδῆσαι θέλομεν.
μονομερὴς σειρά.
Ἐπιδήσαντες τὴν μονομερῆ σειρὰν ἐκ περισσοῦ ἄγομεν τὴν ἐπείλησιν, ἐγκύκλιον μὲν κατὰ τοῦ στέρνου, λοξὴν δὲ κατὰ νώτου καὶ κλειδὸς ὑπὸ μασχάλην· ἔπειτα ἀντίαν λοξὴν μὲν κατὰ κλειδὸς καὶ στέρνου ἄχρι μασχάλης, ἵνα ἁρμόσῃ ἐφʼ ὧν κλεῖδα ἢ μασχάλην ἐπιδῆσαι θέλομεν.
διμερὴς σειρά.
Περιειλήσαντες τὴν ἀρχὴν ὑπὲρ τὸν ἀγκῶνα ἄγομεν τὴν ἐπείλησιν ἐγκύκλιον μὲν κατὰ θώρακος, λοξὴν δὲ κατὰ νώτου καὶ κλειδὸς καὶ θώρακος μέχρι μασχάλης, ἵνα ἁρμόσῃ ἐπὶ κλειδὸς καταγείσης.
μονομερὴς γερανίς.
Περιειλήσαντες τὴν διμερῆ σειρὰν ἄγομεν ἐκ περισσοῦ τὴν ἐπείλησιν ἐγκύκλιον κατὰ θώρακος προσκαταλαμβανόμενοι καὶ τοὺς βραχίονας παρατεταγμένους ταῖς πλευραῖς, ἵνα ἁρμόσῃ ἐπὶ κλειδῶν καταγεισῶν.
πρώτη διμερὴς γερανίς.
Περιειλήσαντες τὴν μονομερῆ γερανίδα ἄγομεν ἐκ περισσοῦ τὴν ἐπείλησιν, ἐγκύκλιον μὲν κατὰ στέρνου, βραχίονος καὶ νώτου, λοξὴν δὲ κατὰ στέρνου καὶ κλειδός· εἶθʼ ὑπαγωγῇ ἐπικαρσίῳ ἄγομεν λοξὴν κατὰ κλειδὸς καὶ νώτου ἄχρι μασχάλης, ἵνʼ ἁρμόσῃ ἐπὶ κλειδῶν καταγεισῶν.
ἑτέρα διμερὴς γερανίς.
Θέντες τὴν ἀρχὴν ἐπὶ λαγόνα ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ θώρακος καὶ κλειδὸς ὑπὸ μασχάλην, ἀντίαν δὲ λοξὴν κατὰ κλειδὸς καὶ νώτου κατὰ λαγόνος, ἐπεγκύκλιον δὲ κατʼ ἐπιγαστρίου, λοξὴν δὲ κατὰ νώτου ἐπὶ λαγόνα καὶ κατὰ τῆς ἑτέρας κλειδὸς ὑπὸ μασχάλην, ἀντίαν δὲ λοξὴν καὶ κατὰ κλειδὸς καὶ θώρακος ἐπὶ λαγόνα καὶ ἐγκύκλιον κατὰ ψοῶν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν σὺν κλεισὶν καὶ μασχάλῃ ὑποχόνδρια καὶ ψόας ἐπιδῆσαι θέλομεν.
θώραξ.
Ἐπιδήσαντες θώρακα ἐκ περισσοῦ ἄγομεν τὴν ἐπείλησιν ἐγκύκλιον ἐπικαρσίαν κατὰ νώτου καὶ πλευρῶν, ὥστε κατὰ φαντασίαν διχοτομεῖσθαι τὴν ἐπείλησιν τῆς ἐχομένης ἐγκυκλίου κάτω χιασμάτων, ἵνα ἁρμόσῃ ἐφʼ ὧν σὺν τοῖς εἰρημένοις καὶ μέσον θώρακα ἐπιδῆσαι θέλομεν.
ἕτερος θώραξ.
Θέντες τὴν ἀρχὴν παρʼ ὀμφαλὸν ἀπὸ ψοῶν, ὥστε ἀποκρέμασθαι, ἄγομεν τὴν ἐπείλησιν κατὰ κλειδὸς ἐπὶ ὀσφὺν ἢ ὀμφαλόν· εἶτʼ ἐγκυκλίῳ ἐπειλήσει, καταλαμβανόμενοι τὸν θώρακα καὶ τὰς ἀρχὰς ἄγοντες ἐπὶ τὴν ἑτέραν κλεῖδα, καταλαμβάνομεν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν θώρακα ἐπιδῆσαι θέλομεν.
θώραξ ἀνάλημπτος.
Δύο ταινιδίων κατʼ ἀμφότερα τὰ μέρη ἐπεσχισμένων ἄχρι μεσότητος τάξαντες τὰ μὲν συνεχῆ μέρη κατὰ κλειδῶν, τῶν δὲ σχισμάτων ἃ μὲν εὐθέα, ἃ δὲ παρὰ πλευρά, τὰ δὲ ἀντίθετα λοξὰ κατὰ στέρνου τε καὶ νώτου, τὰς μὲν ἀρχὰς ὑπὲρ τὰς λαγόνας ἐγκυκλίῳ περιειλήσει καταλαμβάνομεν, τὰ δὲ πέρατα ἀναδιπλώσαντες πρὸς τὰς ὑπερκειμένας καταλαμβανόμεθα.
θώραξ μετὰ περισκελῶν.
Κατὰ μέσον ἐσχισμένον τὸ ταινίδιον, ὥστε διελθεῖν τὴν κεφαλήν, περιθέντες τῷ τραχήλῳ οὕτω περιειλήσομεν· εὐθεῖαν μὲν κατὰ στέρνου, λοξὴν δὲ κατὰ ῥάχεως δόντες ἐπείλησιν ἐπιπλέκομεν τὸν θώρακα καὶ πρόσθεν πάλιν τὰς ἐκκρεμεῖς ἀρχὰς ἀναδιπλώσαντες πρὸς τὰς ὑπερκειμένας καταλαμβάνομεν.
κεραύνιος.
Ἐξ ἀμφοτέρων τῶν μερῶν εἰλημμένου τοῦ ἐπιδέσμου τάξαντες τὴν μεσότητα κατʼ αὐχένος ἄγομεν τὰς ἐπειλήσεις λοξὰς κατὰ κλειδῶν ἐπὶ στέρνον αὑταῖς ἀντεμπλέξαντες ἐγκυκλίους ὑπὸ μασχάλας ἐπὶ νῶτον, εἶτα ἀγαγόντες ἐπὶ στέρνον αὐτὰς ἀντεμπλέκομεν, τὸ αὐτὸ ποιοῦντες, ἄχρι ὅλος ἐπιδεθῇ ὁ θώραξ.
μονομερὴς ἁρματηλατικός.
Ἐξ ἀμφοτέρων τῶν μερῶν εἰλημμένου τοῦ ἐπιδέσμου τάξαντες τὴν μεσότητα κατὰ αὐχένος ἄγομεν τὰς ἐπειλήσεις ἔμπροσθεν κατὰ κλειδῶν ἐπὶ στέρνον αὑταῖς τε ἀντεμπλέξαντες ἐγκυκλίους ὑπὸ μασχάλας ἐπὶ νῶτον, ὁμοίως τὰς κατὰ ῥάχεως ἀντεμπλέξαντες ταῖς ἔμπροσθεν, τὸ αὐτὸ ποιοῦντες, ἄχρι ὅλος ἐπιδεθῇ ὁ θώραξ.
διμερὴς ἁρματηλατικός.
Δύο ταινιδίων ἐξ ἀμφοτέρων τῶν μερῶν εἰλημμένων τὰς μεσότητας ἀλλήλαις ἐπεμβεβλημένας τάξαντες κατὰ αὐχένος τῶν ἐπειλήσεων δύο ἔμπροσθεν ἀγαγόντες καὶ ἀντεμπλέξαντες ἀλλήλαις κατὰ στέρνου ἄγομεν ὑπὸ μασχάλας καὶ ταῖς ὀπισθίαις ἀντεμπλέκομεν, τὰς μὲν κατὰ ῥάχεως ἀντιβάλλοντες, τὰς δὲ κατὰ στέρνου πάλιν κατὰ πλευρὰν ἀντεμπλέκοντες, ἄχρι ὅλος ἐπιδεθῇ ὁ θώραξ.
τετραμερὴς ἁρματηλατικός.
Μεσότητι ταινίας καθʼ ἓν μέρος ἐπὶ ὅλης συνερραμμένης, κατὰ δὲ τὸ στέρνον ἄλλης ἐπικαρσίας προσερραμμένης, ἐνδεθέντος τοῦ μαστοῦ τὰς ἐπειλήσεις τὰς μὲν εὐθείας ἀνάγοντες ἐπʼ αὐχένα ἀναλαμβάνομεν, τὰς δὲ ἐπικαρσίας ἐπὶ ῥάχιν, ἀμφοτέρων τὰ πέρατα πρὸς ἄλληλα, ἵνα ἁρμόσῃ ἐφʼ ὧν μαστὸν ἐπιδῆσαι θέλομεν.
ἀναλημπτρὶς τετρασκελής.
Ταινίᾳ τετρασκελεῖ περὶ τὴν ῥαφὴν τῆς μεσότητος ἑτέραν ταινίαν ἐπικάρσιον προσράπτομεν· εἶτα τὰς ἀρχὰς μετὰ τὸ ἐπιδεθῆναι, ὡς εἴρηται, ἐπὶ ῥάχιν καταλαμβάνομεν, ὡς μήτε ἀπορρεῖν μήτε στολιδωθῆναι, ἵνα ἡ ἐπίδεσις ἁρμόσῃ ἐφʼ ὧν καὶ ἡ προγεγραμμένη.
ἀναλημπτρὶς ἑξασκελής.
Θέντες τὴν ἀρχὴν ἐπὶ λαγόνα ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ βουβῶνος ὑπὸ περίναιον, εἶτα ἀντιθέντες λοξὴν κατὰ μηροῦ καὶ βουβῶνος, ἐγκύκλιον δὲ κατὰ λαγόνων καὶ ἰσχίων, ἵνα ἁρμόσῃ ἐφʼ ὧν βουβῶνα ἐπιδῆσαι θέλομεν.
μονομερὴς βουβωνιακός.
Τὸν ἁπλοῦν ἐπιδήσαντες βουβωνιακὸν ἐκ περισσοῦ ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ τοῦ ἑτέρου βουβῶνος καὶ μηροῦ ὑπὸ περίναιον, εἶτα ἀντίαν λοξὴν κατὰ βουβῶνος ἐπὶ λαγόνα, ἐγκύκλιον δὲ κατὰ ἰσχίων, ἵνα ἁρμόσῃ ἐφʼ ὧν βουβῶνα ἐπιδῆσαι θέλομεν.
διμερὴς βουβωνιακός.
Ταινίαν ἑτέραν ἑτέρας μεσότητι προσράψαντες, ὥστε ἐμφερὲς γενέσθαι σχῆμα τῷ ταῦ στοιχείῳ, τῷ μὲν ἐπικαρσίῳ περιζώννυμεν τὸν πάσχοντα, τοῦ δὲ εὐθέος κατὰ περιναίου καὶ ὀσχέου ταγέντος ἐπʼ ὀλίγον διεσχισμένου, ὥστε διελθεῖν τὸ αἰδοῖον, τὴν ἀρχὴν πρὸς τὸ ζῶσμα καταλαμβάνομεν, ἵνα ἁρμόσῃ ἐπὶ τῶν περὶ ὄσχεον διαθέσεων.
κτεὶς τρισκελής.
Συρράψαντες, ὡς προγέγραπται, τὰ δύο ταινίδια καὶ τῷ ἐπικαρσίῳ περιζώσαντες τὸν πάσχοντα, τὸ εὐθὺ ἀγαγόντες κατὰ ἕδρας ἀπʼ ἀρχῆς ἐπισχίζομεν, ὥστε μεσολαβεῖσθαι μὲν τὸ αἰδοῖον καὶ ὄσχεον, τὰς δὲ ἀρχὰς ἐπεμβεβλῆσθαι ἐν τῷ ζώσματι ἄνωθεν κάτω, ὥστε κατʼ ἔξω πρὸς αὑτὰς καταλημφθῆναι, ἵνα ἁρμόσῃ ἐπὶ τῶν περὶ ἕδραν διαθέσεων.
κτεὶς τετρασκελής.
Τῇ εὐθείᾳ τῆς προειρημένης συρραφῆς ἑτέρας ταινίας μεσότητα συρράψαντες μικρῷ τῆς πρώτης ἀπέχουσαν, ἐπιδήσαντες τὴν τετρασκελῆ, ὡς εἴρηται, ἐκ περισσοῦ ἄγομεν τὰς μὲν ἐπειλήσεις τῆς πρώτης ταινίας κατὰ τῶν μηρῶν, τὰς δὲ ἀρχὰς ἐπεμβαλλόμεθα τῷ ζώσματι καὶ πρὸς τὰς τῆς εὐθείας καταλαμβάνομεν, ἵνα ἁρμόσῃ ἐφʼ ὧν καὶ ἡ προγεγραμμένη.
κτεὶς ἑξασκελής.
Περιζώσαντες ταινίᾳ τὸν πάσχοντα καὶ ἑτέραν ταινίαν ἐπεμβαλόμενοι τῷ ζώσματι ἄνωθεν κάτω, ὥστε πρὸς τοῖς δεξιοῖς μέρεσιν τετάχθαι, ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατʼ ἐφηβαίου ὑπὲρ τὸ αἰδοῖον· εἶτα περιάγοντες τῷ καυλῷ ἄγομεν λοξὴν καταντίον ἐπὶ τὰ εὐώνυμα μέρη καὶ διεμβάλλοντες διὰ τοῦ ζώσματος ἄνωθεν ἔξω τὰς ἀρχὰς ὑπὲρ τὸ ἐφήβαιον ἀφαμματίζομεν.
σφενδόνη ἐπὶ αἰδοίου.
Θέντες τὴν ἀρχὴν παρʼ ἓν μέρος ἐπὶ τοῦ βραχίονος ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ φλεβοτομίας τόπου, ἐγκύκλιον δὲ κατὰ βραχίονος, ἐπʼ ἀντίθετον μὲν λοξὴν κατὰ τοῦ τῆς φλεβοτομίας τόπου, ἐγκύκλιον δὲ κατὰ βραχίονος, ἵνα ἁρμόσῃ ἐπὶ τῶν κατὰ τὸν εἰρημένον τόπον.
σφενδόνη χειρός.
Θέντες τὴν ἀρχὴν ἐπὶ καρποῦ ἄγομεν τὴν ἐπείλησιν λοξὴν μὲν κατὰ μετακαρπίου, ἐπικάρσιον δὲ κατὰ τοῦ κοίλου τῆς χειρός, εἶτα ἐπʼ ἀντίθετον μὲν λοξὴν κατὰ μετακαρπίου, ἐγκύκλιον δὲ κατὰ καρποῦ, ἵνα ἁρμόσῃ ἐφʼ ὧν καρπὸν ἐπιδῆσαι θέλομεν.
καρπόδεσμος.
Ἐπιδήσαντες τὸν ἀντικείμενον ἄγομεν ἐκ περισσοῦ τὴν ἐπείλησιν λοξὴν κατὰ μετακαρπίου, ἐγκύκλιον δὲ κατὰ λιχανοῦ· εἶτα ἀντίαν λοξὴν μὲν κατὰ μετακαρπίου, τὸ δὲ αὐτὸ ποιοῦμεν κατὰ πάντων τῶν δακτύλων, ἵνα ἁρμόσῃ ἐφʼ ὧν μετακόνδυλον καὶ μετακάρπιον ἐπιδῆσαι θέλομεν.
παλαιστρικὸς ἀγόμενος.
Θέντες τὴν ἀρχὴν ἐπὶ καρποῦ ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ μετακαρπίου περιειλήσαντες τῷ ἀντίχειρι τὴν μὲν λοξὴν κατʼ ἐμπρόσθια μέρη τῆς χειρός, ἐγκύκλιον δὲ κατὰ καρποῦ, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸν ἀντίχειρα ἐπιδῆσαι θέλομεν.
ἀντικείμενος.
Περιειλήσαντες τὴν ἀρχὴν τῷ κώλῳ ἄγομεν τὴν ἐπείλησιν λοξὴν μὲν κατὰ μέσου τοῦ σώματος, ἐγκύκλιον δὲ κατὰ τοῦ ὑποκειμένου. αὕτη ἡ ἐπείλησις γίνεται μὲν κατʼ ἀγκῶνος καὶ γόνατος, ἁρμόζει δὲ ἐπὶ μεσοκώλου τὴν αὐτὴν ἐπαγγελίαν τῇ προγεγραμμένῃ σῴζουσα.
σκέπαρνος.
Θέντες τὴν ἀρχὴν κατὰ τοῦ κώλου ἄγομεν τὴν ἐπείλησιν ἐγκύκλιόν πως λοξήν, κάτωθεν ἄνω ἐπάγοντες αὐτήν, ἄχρι συσκεπασθῇ τὸ χρῇζον τῆς ἐπιδέσεως, ἵνα ἁρμόσῃ ἐφʼ ὧν μεσόκωλον ἁπλῶς ἐπιδῆσαι θέλομεν.
ἐγκύκλιος.
Θέντες τὴν ἀρχὴν κατὰ τοῦ κώλου ἄγομεν τὴν ἐπείλησιν λοξὴν ἐγκύκλιον ἀντίαν τε τῇ πρώτῃ ἐκ τῶν ἑτέρων μερῶν ἐπεγκύκλιον, ἵνα ἁρμόσῃ ἐπὶ τῶν σὺν τραύματι καταγμάτων.
ῥόμβος ἐπὶ μεσοκώλου.
Θέντες τὴν ἀρχὴν ὑπὲρ γόνατος ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατʼ ἐπιγονατίδος, ἐγκύκλιον δὲ κατὰ κνήμης, ἀντίλοξον κατʼ ἐπιγονατίδος, ἐγκύκλιον κατὰ κνήμης ἢ ἰγνύας καὶ ἐπιγονατίδος, ἵνα ἁρμόσῃ ἐφʼ ὧν τὸ γόνυ ἁρμόσαι θέλομεν.
χελώνη.
Περιειλήσαντες τὴν ἀρχὴν τῷ πέρατι τοῦ μονοκώλου ἄγομεν τὴν ἐπείλησιν ἐγκύκλιον λοξὴν ἐξ ἴσου διαστήματος ἄχρι τοῦ ἄκρου. ἐγκύκλιον δὲ δόντες ἀντίθετον ταῖς προϋποκειμέναις ἄγομεν ἐγκύκλιον καὶ λοξὴν τὰ διαστήματα τὰ ἴδια φυλάσσοντες, ἵνα ἁρμόσῃ ἐφʼ ὧν καὶ ἡ σειρά.
πολύρομβος ἐπὶ μονοκώλου.
Περιειλήσαντες τὴν ἀρχὴν τῷ πέρατι τοῦ κώλου ἄγομεν τὴν ἐπείλησιν λοξὴν μὲν κατὰ τοῦ μέσου τόπου, ἐγκύκλιον δὲ κατὰ τοῦ ὑποκειμένου, ἐπʼ ἀντίθετον δὲ τῇ πρώτῃ λοξὴν καὶ ἐγκύκλιον καθʼ ὑπόβασιν παρὰ τὰς αὐτὰς ὁμοίας ἄγομεν ἐπειλήσεις, ἵνα ἁρμόσῃ ἐπὶ τῶν προσφάτως πεπωρωμένων κώλων ἀσφαλείας χάριν.
φοίνιξ σειρά.
Θέντες τὴν ἀρχὴν κατὰ σφυρὸν ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ σφυροῦ· εἶθʼ ὑπάγοντες τῷ κοίλῳ τοῦ ποδός, ἀντίθετον μὲν λοξὴν κατὰ σφυροῦ, ἐγκύκλιον δὲ κατὰ κνήμης, ἵνα ἁρμόσῃ ἐφʼ ὧν σφυρὸν ἐπιδέσεως δεῖται.
κρηπίς.
Θέντες τὴν ἀρχὴν ὑπὸ τὸ σφυρὸν ἄγομεν τὴν ἐπείλησιν λοξὴν κατὰ σφυροῦ ὑπὸ τὸ κοῖλον τοῦ ποδὸς λοξήν τε κατὰ πτέρνης καὶ ἐγκύκλιον κατὰ σφυροῦ· εἶτα ἀντίαν λοξὴν κατὰ σφυροῦ ὑπὸ τὸ κοῖλον τοῦ ποδὸς καὶ τῆς πτέρνης καὶ ἐγκύκλιον κατὰ σφυροῦ, ἵνα ἁρμόσῃ ἐφʼ ὧν σφυρὸν σὺν πτέρνῃ ἐπιδῆσαι θέλομεν.
περιπτερνίς.