eul_wid: iie-ab

Fragments on Life and Pleasure
Ἀποσπάσματα περὶ Βίου καὶ Ἡδονῆς

Apollodorus of Carystus I Fragments on Life and Pleasure PDF

book 1.1 Ἐμβαλόντες, ὦ πονηρὲ σύ, εἰς
book 1.2 σακκοπήραν αὐτὸν ἐπιθήσουσί που ἐφ’ ὑποζύγιον.
book 1.1 Τὴν ἐπωμίδα
book 1.2 πτύξας διπλῆν ἄνωθεν ἐνεκομβωσάμην.
book 1.1 Ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
book 1.2 παρέντες ἐπιμελεῖσθε
book 1.3 τοῦ κακῶς
book 1.4 ποιεῖν
book 1.5 πολεμοῦντες ἀλλήλους; πότερα
book 1.6 πρὸς τῶν θεῶν ἐπιστατεῖ τις
book 1.7 τοῦ βίου νυνὶ τύχη[ln_5]ἄγροικος ἡμῶν, οὔτε
book 1.8 παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακόν
book 1.9 ποτ’ ἢ τί τἀγαθόν ἔστ’ ἀγνοοῦσα
book 1.10 παντελῶς εἰκῆ τέ πως ἡμᾶς κυλίνδους’ ὅντιν’ ἂν τύχῃ τρόπον; οἶμαί γε· πῶς γὰρ μᾶλλον ἂν
book 1.11 προείλετο[ln_10]Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαροὺς
book 1.12 παίζοντας ὑποπεπωκότας αὐλουμένους ὡδί; λέγ’ αὐτή, γλυκυτάτη, ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
book 1.1 [ln_14]* * * *[ln_15]Οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον. ὅσῳ δ’ ἡδίονα τὰ πράγματ’ ἐν
book 1.2 ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν; πίνειν Ἀθηναίους ἅπαντας, τοὺς μέχρι[ln_20]ἐτῶν
book 1.3 τριάκοντ’ ἐξιέναι, τοὺς δ’ ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα, στεφάνους ἔχοντας καὶ μύρον
book 1.4 πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον
book 1.5 πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι
book 1.6 τοὺς
book 1.7 συμμάχους,[ln_25]κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφή καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ δουλεύομεν.
book 1 Καὶ κλείεθ’ ἡ θύρα μοχλοῖς· ἀλλ’ οὐδὲ εἷς τέκτων ὀχυρὰν οὕτως ἐποίησεν θύραν, δι’ ἧς γαλῆ καὶ μοιχὸς οὐκ εἰσέρχεται.
book 2 Μέγα, ὦ Φορμίων, γλωττόκομον, οὐκ ὀφθαλμιῶ.
book 1 Ὀλίγαις ἐραστὴς γέγον’ ἑταίραις, ὦ Σύρα, βέβαιος.
book 2.1 Σύ με
book 2.2 παντάπασιν ἡγεῖ λίθον.
book 4 Οὕτως ἕκαστός ἐστι διὰ τὰ πράγματα ἢ σεμνὸς ἢ ταπεινός.
book 6.1 * * * μόνος ἐπίσταται
book 6.2 φιλεῖν φίλους.
book 8 ἐγὼ γάρ εἰμι τῶν ἐμῶν ἐμὸς μόνος.
book 1.1 Καινόν γέ φασι
book 1.2 Χαιρεφῶντ’ ἐν
book 1.3 τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν
book 1.4 σκότος, φάσκων
book 1.5 παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων[ln_5]ἥκειν, δεδείπνηχ’, ὡς ἔοικεν, εἰσπεσών.
book 1.1 Πλὴν τό γ’ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους
book 1.2 χωρία
book 1.3 συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
book 1 Καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει.
book 1 Οἶδ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι κράμβην· γυναιξὶ διαφέρειν οἴει δὲ τί;