eul_wid: swk-dh
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 25 (On Slavery) by Libanius of Antioch

Slave and free, Libanius argues, differ only in name, since everyone serves some master. He starts from Hecuba's words to Agamemnon in Euripides' Hecuba and asks whether even the gods are free. The farmer is slave to wind and rain, the sailor and merchant to the sea, to poverty and to pirates, and whole cities change owners in war. Whether the philosopher alone is free he leaves for another occasion.

Part of Orations 1–64

ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ.

Τὼ δὲ ὀνόματε τούτω πολλὼ πανταχοῦ τῆς γῆς, ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ἔν τε οἰκίαις ἔν τε ἀγοραῖς ἔν τε ἀγροῖς ἔν τε πεδίοις ἔν τε ὄρεσιν, ἤδη δὲ καὶ ἐν ναυσὶ καὶ ἐν ἀκατίοις. καὶ δοκεῖ τὸ μὲν εὐδαιμονίας εἶναι, ὁ ἐλεύθερος, τὸ δὲ τοῦ ἐναντίου, ὁ δοῦλος. καὶ ὅταν δὲ προπηλακίζηταί τις, μᾶλλόν τι δεινολογεῖται τῷ ἐλεύθερος εἶναι, καὶ ἄν γε εἰς δοῦλον ὑβρίζῃ, πάλιν, εἰ ἐγκαλεῖ τις, ποιεῖται δεινὸν ἐξεῖναι λέγων τύπτειν, ὥσπερ τοὺς λίθους. ἐγὼ δὲ εἰς τὰ τῶν ἀνθρώπων πράγματα πάλαι βλέπων ἃ πάντας ὁμοίως εἰς δουλείαν ὑπάγει τινά, πολλάκις ἐν τῷ πολλῷ χρόνῳ τοὺς ἄλλους καὶ ἐμαυτὸν ὀδυρόμενος ἀξιώσαιμʼ ἂν θάτερον τοῖν ὀνομάτοιν ἐκχωρεῖν, ὡς οὐκ ὄντος αὐτῷ πράγματος.

Πολὺ δέ γε πρὸ ἐμοῦ τοῦτο κατεῖδεν Εὐριπίδης ὁ ποιητὴς τὴν Ἑκάβην ποιῶν. τῆς γὰρ δὴ Ἑκάβης δεομένης τοῦ Ἀγαμέμνονος συμπρᾶξαί οἱ πρὸς τὴν τοῦ Πολυμήστορος τιμωρίαν ἔδεισε μὲν ὁ Ἀγαμέμνων μὴ διαβληθείη πρὸς τὸν στρατὸν ὡς τὰ τῶν ἐχθρῶν πρὸ τοῦ οἰκείου θεραπεύων, ὁρῶσα δὲ ἡ γραῦς τὸν αὐτὸν ἄρχοντά τε τῶν Ἀχαιῶν καὶ δεδοικότα τοὺς Ἀχαιούς,

φεῦ, ἔφη, οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος· ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.

ποιεῖ μὲν δὴ καὶ ταῦτα δουλείαν, ποιεῖ δὲ καὶ ἕτερα πρὸς τούτοις οὐκ ὀλίγα.

Πρότερον δέ γε σκεπτέον, εἰ τὸ μὲν ἀνθρώπειον δουλεύει γένος, τὸ θεῖον δʼ ἀδέσποτον.

Ἡ μὲν οὖν ἐμὴ ψῆφος δεσπόζειν μὲν τὸ θεῖον ἀνθρώπων, δουλεύειν δὲ οὐδενί, ποιητὰς δὲ εἰ παραδεξόμεθα εἰς τὴν κρίσιν, ἄλλο τι πείσουσιν ἡμᾶς. ὅταν γὰρ ὁ μὲν Κρόνος ἐκπίπτῃ τοῦ οὐρανοῦ, βασιλεύῃ δὲ ὁ Ζεύς, πάλιν δὲ αὐτὸν ἐπιβουλεύωσι συνδῆσαι Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, καὶ δέηται δὴ συμμαχίας ἐκ θαλάσσης καὶ εἰδῇ τοῦ μὴ δεθῆναι χάριν τῇ Θέτιδι, τίς αὕτη τοῦ Διὸς ἐλευθερία; τίς δὲ ἡ τῶν ἄλλων θεῶν, ὅταν αὐτοὺς ὁ Ζεὺς ἐκφοβῇ ταῖς ἀπειλαῖς καὶ ἀπάγῃ τῶν ἔργων ἃ πράττειν ἐθέλουσι; καὶ μὴν τόν γε ἐξ ἔρωτος ζυγὸν μικροῦ πᾶσιν ἐπιτείνουσι. καὶ ἴστε ἔρωτας Διὸς καὶ Ποσειδῶνος καὶ Ἀπόλλωνος καὶ Ἄρεος καὶ Ἡφαίστου καὶ Πλούτωνος, καὶ ὡς οὐδὲ τὰς θηλείας ἀφεῖσαν ποιηταὶ τοῦ ζυγοῦ, μέμνησθε. καίτοι τὸ ἐρᾶν ἄλλο τι ἐστὶν ἢ δουλεύειν; λέγει δὲ καὶ ἡ Πυθία παραμυθουμένη Κροῖσον τὸν Λυδὸν αἰχμάλωτον ὄντα παρὰ Κύρῳ τῷ Πέρσῃ· τὴν πεπρωμένην μοίρην ἀδύνατόν ἐστιν ἀποφυγεῖν καὶ θεῷ. ταυτὶ μὲν δὴ χαιρέτω, Μοίρας δὲ ἡγώμεθα θεάς τινας εἶναι τὰ μὲν τῶν ἀνθρώπων ὁριζούσας νήματι, θεῶν δὲ τῶν ἄλλων οὔτε ἰσχυροτέρας οὔτε ἀσθενεστέρας. τῶν δὴ φασκόντων ἐλευθέρων εἶναι τοῦτο πρῶτον ἀφαιρεῖται τὴν ἐλευθερίαν τὸ μὴ εἶναι κύριον ἅττʼ ἂν ἐθέλῃ δρᾶν, ἀλλʼ ἠναγκάσθαι πράττειν ὅσα οἱ Αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ. ἰδοὺ γάρ, βούλομαι πλεῖν καὶ ἀπὸ λιμένων ἐργάζεσθαι χρήματα, ἡ δὲ Μοῖρα ἐπὶ γῆν τέ με ἄγει καὶ βοῦς καὶ ἄλοκα καὶ σπορὰν καὶ δρέπανον καὶ ἅλω, καὶ ἀφελκυσθεὶς ὧν ἐπεθύμουν, ἐν οἷς οὐκ ἐθέλω ζῶ, ὥσπερ ἕτερος γῆν ἐργάζεσθαι θέλων καὶ μικρὰ μετὰ ἀσφαλείας ἔχειν ὑπὸ τῆς Μοίρας εἰς ναῦν ἐμβιβασθεὶς ἀντὶ τῆς ἀρούρας πέλαγος τέμνει μικρῷ μέρει τῶν τοίχων διεστηκὼς θανάτου. ἄλλος ἐρῶν ῥητορικῆς εἰς παιδοτρίβου πεφοίτηκε καὶ ἀπὸ ῥώμης εὐδοκιμεῖ καὶ στέφανον ἐξ Ὀλυμπίας φορεῖ, ὁ δὲ ἐρῶν στεφάνου τοῦ ἐκ Πίσης ἐν λόγοις ἐγένετο. καὶ ὅλως πολλαχοῦ μάχας ἂν εὕροι τις ἐπιθυμιῶν τε καὶ Μοιρῶν καὶ τὴν νίκην πανταχοῦ τῶν Μοιρῶν. οὕτως ὁ μὲν γαμεῖ φεύγων τὸν Γάμον, ὁ δὲ ἄγαμος ἐβίω θύων τῷ Γάμῳ. καὶ πενία δὲ καὶ πλοῦτος καὶ παῖδες καὶ ἀπαιδία καὶ βίου μέτρα μείζω τε καὶ ἐλάττω πάντα ἐκεῖθεν. διὰ τί οὖν ἐλεεῖς τὸν οἰκέτην καὶ δοῦλον καλεῖς, ὅτι τῶν σῶν ὀφρύων τἀκείνου ἔργα ἐξήρτηται καὶ ἡνία τις αὐτῷ παρὰ τῆς σῆς γνώμης ἐμβέβληται, πρὸς ἣν τὸ μὲν ποιήσει, τοῦ δὲ ἀποσχήσεται; καὶ γὰρ σὲ τὰ τῶν Μοιρῶν περιάγει δόγματα μᾶλλον ἢ τὴν ναῦν ὁ κυβερνήτης, καὶ οὐκ ἂν οἷός τε εἴης ἀντιτείνων γενέσθαι ἐλεύθερος καὶ κρείττων τῶν αὐταῖς βεβουλευμένων.

Εἰσὶ δὲ οἳ Μοίρας μὲν οὐκ ὀνομάζουσι, Τύχην δὲ παντὸς αἰτιῶνται, κακοῦ τε ὁμοίως καὶ ἀγαθοῦ, καὶ ἐπαινοῦσι δὴ τὸν εἰπόντα· τύχη τὰ θνητῶν πράγματα, ὡς ἂν ἐκείνης λαμπροὺς μὲν τοὺς ταπεινούς, ταπεινοὺς δὲ τοὺς λαμπροὺς τιθείσης καὶ πάλιν αὖ πρὸς τὰ πρόσθεν ἑκατέρους ἀποφερούσης καὶ πλοῦτον τοῦ μὲν ἀφαιρούσης, τῷ δὲ διδούσης. οἴονται δὲ καὶ πόλεμον καὶ εἰρήνην καὶ ὑγείαν καὶ νόσον καὶ ὅσα ἁπλῶς ἀνθρώποις ἢ κέρδη ἢ βλάβη, πάντα ταῦτα τά τε παρελθόντα τά τε ὄντα τά τʼ ἐσόμενα γνώμην εἶναι τῆς Τύχης. ἡμῖν δὲ οὔτε δικάσασθαι ἔστι πρὸς αὐτὴν οὔτε ἀπαιτῆσαι δίκην οὔτε πλήθει στρατιᾶς καταπαῦσαι τὴν δυναστείαν, ὥσπερ Λακεδαιμόνιοι τὴν τῶν Πεισιστρατιδῶν. τί μᾶλλον οὖν ὁ δοῦλος σὸς ἢ σὺ τῆς Τύχης, εἰ ὥσπερ ἐκεῖνον σὺ γυμνοῖς τε ἱματίων, ἢν ὁ θυμὸς κρατῇ, καὶ εἰς μύλωνα πέμπεις, οὕτω σὲ γυμνοῖ τῆς οὐσίας ἐκείνη καὶ ἐπὶ θύρας πέμπει τῶν δοῦναι δυναμένων; εἰ γὰρ καὶ εὖ πράττοις διὰ τέλους, ἐκείνης γε βουλομένης οὐ μεταπέπτωκας, σαυτῷ δὲ οὐδὲν ἐβεβαίωσας, ὥσπερ οὐδὲ ὁ δοῦλος μένοι ἂν ἐπὶ τῆς εὐπραξίας ἄκοντος τοῦ δεσπότου, ἀλλʼ ὃ τούτοις ἡμεῖς, τοῦτο ἡμῖν ἐκείνη. αὕτη μὲν οὖν ἄνωθεν ἡ δουλεία ποθὲν καὶ ἴσως ἐξ οὐρανοῦ. χρὴ γὰρ οἴεσθαι καὶ τῇ Τύχῃ κεῖσθαι ἐν οὐρανῷ θρόνον, εἰ καὶ μὴ ἐν τοῖς δώδεκα θεοῖς ἠρίθμηται.

Φέρε δὴ καὶ ἑτέρους δεσπότας καὶ δεσποίνας ἐξετάσωμεν, οὓς ἡμεῖς μὲν αὑτοῖς ἔνδοθεν ἐπανίσταμεν, οἱ δὲ ἀπολλύουσί τε ἡμᾶς καί, τὸ πάντων ἀτοπώτατον, ὑπὸ τῶν ἀπολλυμένων ἀγαπῶνται.

Πρῶτον μὲν ἄμετρος ἐπιθυμία περὶ ἐδωδήν τε καὶ πόσιν. ἢ οὐ δεσπόται ταῦτα, ὅταν ἀφέλκοντα ἔργων σπουδαίων τε καὶ χρηστῶν καὶ ἀνδρὶ προσηκόντων ἐπὶ τραπέζας ἄγῃ πολυτελεῖς Περσικάς τινας ἢ Συβαριτικάς, ἔπειτα πόρρω τῶν νυκτῶν ὥσπερ ἐν πέδαις κατέχῃ βαρύνοντα μὲν γαστέρα, βαρύνοντα δὲ κεφαλήν, ὥσπερ οἱ κακοὶ τῶν ὀνηλατῶν τοὺς ὄνους, τελευτῶντα δὲ κακοσχημόνως οἴκαδε ἀποπέμπῃ σφαλλομένους τε καὶ ἀκράτορας τῶν ποδῶν; οὗτοι δὴ μετὰ νύκτα τε καὶ ὕπνον πάλιν αὖ ἔρχονται τὰ αὐτὰ πεισόμενοι καὶ περῶσι διὰ μέθης τὸν βίον δοῦλοί τινες ὄντες κρατήρων τε καὶ πίθων καὶ ἐκπωμάτων.

Ἕτερος τοίνυν δεσπότης θυμὸς οὐ τῷ λογισμῷ καθάπερ ἐπίκουρος ὑπηρετῶν, ᾗ δίκαιόν τε καὶ συμφέρον, ἀλλʼ ὑφʼ αὑτῷ τὸν λογισμὸν πεποιημένος καὶ τὴν ἀρχὴν τὴν ἐκείνου θρασέως ἁρπάσας. οὗτος τοίνυν ἐλαύνει κατάκρας τὸν ἐχόμενον καὶ ταράττει μᾶλλον ἢ τὰ πνεύματα τὴν θάλατταν, ὁποῖα ἐπολέμει τῷ τοῦ Λαέρτου. ζεῖ τοίνυν πανταχοῦ τε καὶ ἐπὶ παντὶ καὶ πρὸς ἅπαντας, καθάπερ λέβης ἐπειγόμενος πυρὶ πολλῷ, καὶ μικρὸν ἀπέχει κυνὸς ὑλακτοῦντος διακενῆς ἐμβοῶν τε καὶ ὑβριστὴς φαινόμενος καὶ πλήττων ῥήμασιν οὐκ ἀνεκτοῖς, ὅθεν αὐτῷ ἀεὶ τὸ πλέον πολέμιον. παραινέσεων δὲ ἀκροώμενος ληγέμεναι δὲ θυμοῦ, χαλεπωτάτου νοσήματος, ὄφρα σε μᾶλλον τίωσʼ ἀνθρώπων ἠμὲν νέοι ἠδὲ γέροντες, ἐπαινεῖ μὲν τὸν σύμβουλον καὶ φησὶν οὐκ ἄλλως ποιήσειν, ἐμπεσόντος δὲ τοῦ δεσπότου πάλιν Ἀγαμέμνων γίνεται καὶ τὰ ἔνδον καὶ τοὺς ὀφθαλμούς. ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην. ἐν ᾧ δὴ τὴν δουλείαν ὁμολογεῖ καὶ οὐχ οἷός τέ ἐστιν ἄλλο τι δρᾶν ἢ ὅ τι ἂν ὁ θυμὸς παραγγέλλῃ. δοῦλος δὲ ἦν Ἀγαμέμνων, ἡνίκα ταῦτα ἐπεπόνθει, καὶ εἰ σφόδρα ἀπὸ Πέλοπος τοῦ Ταντάλου τοῦ Διὸς καὶ εἰ σκῆπτρον ἦν αὐτῷ παλαιόν τε καὶ ἐξ οὐρανοῦ καὶ τῆς Ἡφαίστου χειρός. δοῦλος δὲ ἦν καὶ Ἀχιλλεὺς εἰς ὅμοιον θυμὸν ἐμπεσὼν καὶ ἐν ἐκκλησίᾳ μέσῃ στρατηγὸς κατὰ βασιλέως ἕλκων τὸ ξίφος, καὶ ὁ τὰς πολλὰς πόλεις ἐκείνας καθελών, δώδεκα μὲν σὺν νηυσί, πεζὸς δʼ ἕνδεκα, τάς τε σκηνὰς ἐμπεπληκὼς αἰχμαλώτων σωμάτων αὐτὸς αἰχμάλωτος ἤγετο καὶ πάντα ὃν ἐμήνιε χρόνον οὐκ ἦν ἐλεύθερος.

Ὁ δὲ δὴ φιλόκυβος, ὦ πρὸς Διός, ἆρα ἐλεύθερος; καὶ τίς πώποτε οἰκέτην οὕτως ἠνάγκασεν ἀγρυπνεῖν, ὡς ἐκεῖνο τὸ ἀρρώστημα τοὺς κεκυφότας τε καὶ μαχομένους ἀπεστέρησεν ὕπνου πεῖθον μὲν ἀγορᾶς ἀμελεῖν, πεῖθον δὲ λουτρῶν ὑπερορᾶν, ἤδη δέ που καὶ τροφῆς αὐτῆς; ὃ γὰρ δὴ περὶ τεττίγων μεμυθολόγηται λιμῷ τελευτῆσαί τινας ἀνθρώπους ἔρωτι ᾠδῆς, ἔπειτα γενέσθαι τέττιγας τιμῇ Μουσῶν, τοῦτο μικροῦ καὶ εἰς τοὺς φιλοκύβους ἔρχεται. συνείρουσι νύκτας ἡμέραις ἄσιτοι καὶ ἄποτοι καὶ ἡδονῆς ἡδονὴ περίεστι. τοὺς οὖν ἄνευ δεσμῶν δεδεμένους τί ἄλλο γε ἢ δούλους προσρητέον;

Φθόνος δὲ οἷς ἐμπέπηγεν, οὐκέθʼ οὗτος διʼ ἡδονῆς ἀπόλλυσι τὸν φθονερόν, ἀλλὰ κοινόν τι κακὸν αὐτοῦ ἐκείνου καὶ ἐφʼ ὃν κεκίνηται, καὶ πολὺ πλέον τοῦ φθονοῦντος. τὸν μὲν γὰρ φθονούμενον νῦν μὲν ἔβλαψε, νῦν δὲ οὐδέν, ᾧ δὲ ἐγκάθηται, τούτου ψυχὴν μὲν ἀλγύνει, σῶμα δὲ ἀναλίσκει καὶ ποιεῖ τῶν πενθούντων σκυθρωπότερον, οὐχ ὅτι αὐτῷ προσέπεσέ τι κακόν, ἀλλʼ ὅτι τῷ πέλας ἧκέ τι ἀγαθόν. τὸν τοίνυν τοῦδε τοῦ νοσήματος ἔμπλεων πῶς οὐκ ἂν ἀδικοίην, εἰ καλοίην ἐλεύθερον; ὃς πάντα οἰκέτην στιγματίαν παρελήλυθεν ἀθυμίᾳ. ὁ μέν γε ἐφέντος τοῦ δεσπότου ταῖς ὑπὲρ τοῦ μετώπου θριξὶν ἐπικαταβῆναι συγκαλύψας τοὔνειδος γελῴη ἄν, ὡς δὴ οὐκ ἐστιγμένος, τὸν δὲ οὐδὲν ἂν ποιήσειε μὴ οὐχὶ τήκεσθαι. τίς ἂν οὖν εὖ φρονῶν οὐχ ἧττον ἡγήσαιτο κακὸν ἁλῶναι τοῖς πολεμίοις ἢ φθόνον ἐρριζωμένον ἐν αὑτῷ περιφέρειν, ὠμόν τε καὶ πικρὸν καὶ σκοτεινὸν δεσπότην;

Ἴωμεν δὴ καὶ ἐπὶ τοὺς φιλοχρημάτους οὓς ἐπιστρέφει δεινῶς ἀργυροκοπεῖά τε καὶ χρυσοχόων ἐργαστήρια. οἱ δὲ κἂν ἐντύχωσιν ἵππῳ μεγάλῳ τε καὶ καλῷ καὶ χρυσῷ κεκοσμημένῳ, μᾶλλον ἔβλεψαν εἰς τὸν χρυσὸν ἢ τὴν τοῦ θρέμματος ἀρετήν. ἀρκεῖ δὲ αὐτοῖς τῶν παρόντων οὐδέν, τὸ δὲ ἀπόν, ὅτι μὴ πάρεστιν, ὀδυνᾷ. πολὺ δὲ νομίζουσιν ὧν ἔχουσιν οὐδέν, ἀλλὰ τὸ παρʼ ἑτέροις ὂν ἔλεγχον εἶναι τῆς αὑτῶν ἡγοῦνται πενίας. βούλοιντο δʼ ἂν πάντα μὲν τὸν φαινόμενον αὑτοῖς γενέσθαι χρυσόν, πάντα δὲ τὸν ἐν τοῖς κόλποις τῆς γῆς. διαλέγονται δὲ ἀεὶ περὶ χρημάτων, ὥσπερ οἱ διψῶντες περὶ πηγῶν. μακαρίζουσιν οὐ Νέστορα, οὐκ Ἀργανθώνιον τῶν ἐτῶν, οὐ Πηλέα τῶν γάμων, οὐκ Ἄδωνιν τοῦ κάλλους, οὐχ Ἡρακλέα τῆς ἀθανασίας, ἀλλὰ Καλλίαν καὶ Γύγην καὶ Κινύραν καὶ Κροῖσον καὶ τοὺς ἐν Ἰνδοῖς μύρμηκας. καὶ εἰ μὲν λάβοιεν, φαιδροί, φίλου δὲ ἀξιοῦντος εὖ παθεῖν ἀπὸ χρημάτων σκοτοδινιῶσι, καὶ ὁ μέν τις αὐτῶν ἐσίγησεν, ὁ δὲ ὑποσχόμενος ἐψεύσατο, τρέμουσι δὲ ἀμφότεροι. ὁ οὖν ἑνὸς ἕνεκα στατῆρος ἢ καὶ ἔτι σμικροτέρου του φροντίζων τε καὶ ἁρπάζων καὶ ὀμνὺς καὶ ἀποστερῶν καὶ πάντα μὲν τολμῶν, πάντα δὲ ὑπομένων, μισῶν τε καὶ μισούμενος, φίλους τε προδιδοὺς καὶ δυσμενεῖς ὑπερχόμενος καὶ ἔτι τούτων ἐλεεινότερα φέρων ἆρα ἐλεύθερος; ἥκιστά γε, ἀλλʼ ἀνδραπόδων μὲν αὐτὸς ἂν εἴη δεσπότης, χρυσοῦ δὲ δοῦλος. οὐδὲ γὰρ Μίδας ἐκεῖνος ὁ Φρὺξ ἐλεύθερος ἦν οὕτω μεμηνὼς ἐπὶ χρυσῷ, ὥστε ἐτεθήρατο μὲν ὁ Σάτυρος αὐτῷ, οἱ μὲν δὴ οἴνῳ φασίν, οἱ δὲ δικτύοις ἃ ἀνεπέτασαν μὲν οἱ θηραταὶ τοῦ Μίδου κατὰ τῶν θηρίων, Σάτυρος δὲ νύκτωρ τὰ ὄρη περιφοιτῶν εἴληπτο. οἱ μὲν δὴ δήσαντες ἦγον τὸ ἄγρευμα τῷ βασιλεῖ, ὁ δέ, προσέκειτο γὰρ τῷ Διονύσῳ διαφερόντως, ἀφῆκε τὸν Σάτυρον τῷ θεῷ καὶ εἶχεν εὐθὺς μισθὸν τὸ ἐξεῖναι ὅ τι ἂν ἐθέλῃ, τὸν Διόνυσον αἰτεῖν. ὑπερβὰς δὴ τὰ ὄντως ἀγαθὰ πᾶν ὅτου θίγοι χρυσὸν ᾔτει γενέσθαι, καὶ ἦν ὁ Μίδας χρυσοῦ πατήρ. πολλὰ μὲν δὴ καὶ ἄλλα αὐτῷ τοῦτο ἐπεπόνθει διὰ τῶν χειρῶν, ἐπεὶ δὲ καὶ ἀριστᾶν ἔδει, χρυσὸν ἐποίει σῖτα καὶ ποτά, καὶ ἦν αὐτῷ λιμὸς ὁ πλοῦτος. εἰ δὲ οὐκ ἐδούλευε χρυσῷ, κατεχρήσατʼ ἂν εἰς δέον τῷ καιρῷ.

Φέρε δὴ τὸν κολοφῶνα ἐπιθῶμεν, τὴν τῶν Ἐρώτων δεσποτείαν, ἧς τὴν ἰσχὺν τό τε τόξον δηλοῖ καὶ τὰ ὅπλα. ἐπειδὰν γὰρ ἢ οἰστὸν ἀφῶσιν ἢ προσενέγκωσι πῦρ, εὐθὺς ἑκάτερον ἐπὶ τὴν καρδίαν χωρεῖ καὶ τὸ μὲν ἐργάζεται τραῦμα πικρόν, τὸ δὲ φλόγα συχνήν. γίνεται δὴ κατὰ τὴν παροιμίαν ἀνὴρ ἐρῶν Μεσσηνίων δουλότερος φίλους μὲν καὶ γονέας καὶ τὸν παρʼ ἀνθρώπων ψόγον ὕθλον ἡγούμενος, λατρεύων δὲ τοῖς παιδικοῖς καὶ ὁπότε μᾶλλον δουλεύοι, μᾶλλον ἡδόμενος, δαπάναις καὶ πόνοις καὶ προσεδρείαις πλέον ἢ κέρδεσι καὶ εὐθυμίαις χαίρων, τυχὼν μὲν μετʼ εὐθυμίας θεραπεύων, ἀτυχήσας δὲ πάσῃ τέχνῃ καὶ δουλείᾳ τὰ παιδικὰ θηρεύων. καὶ οὐδὲν οὕτως ἀδύνατον ὁ ἐρώμενος ἐπαγγέλλει, ὃ μὴ πᾶσα ἀνάγκη τῷ τετρωμένῳ καταπράττειν. εἰ δὲ ἀμήχανον, τεθναίη θᾶττον ἂν ἢ προαπείποι. καίτοι δούλοις γε ἡμετέροις τὰ ἀδύνατα τῶν ἔργων ἤδη τινὰ παραίτησιν ἤνεγκεν, ἔστι δὲ οἷς καὶ τὰ ἀδύνατα μὲν οὔ, μάλα δὲ ἐργώδη. ἀκούσαις δʼ ἂν καὶ παρʼ αὐτῶν γε τῶν ἐρώντων, ὡς δουλεύουσιν, ἢν ὡς ἀδικοῦσιν αὐτοῖς καθίζῃ τις δικαστήριον. ἐροῦσι γάρ, ὡς ἄγονταί τε καὶ ἕλκονται καὶ ὁ βιαζόμενος τῆς σφῶν γνώμης δυνατώτερος. καὶ τοῦτο δὴ παθημάτων ἁπάντων μάλιστα συγγνώμονας ἂν ὅτι πλείστους ἔχοι, τοῦτο μὲν ὡς ἰσχυρότατόν τε καὶ οἴστρῳ τὴν ψυχὴν ἐλαῦνον, τοῦτο δὲ ὡς ἁπάσης ψυχῆς ἢ τῶν γε πλείστων ἁπτόμενον. εὐαρίθμητοι γὰρ δὴ τῶν βελῶν τούτων ἄγευστοι.

Τίνι δὴ τοσούτῳ κατατείνει δεσπότης οἰκέτην; ᾧ τοῦτό ἐστιν ἡ δουλεία θεραπεῦσαι τὸν κεκτημένον ταῖς ἐν δείπνῳ καὶ λουτροῖς διακονίαις καὶ πλῦναι ἐσθῆτα καὶ ζεῦξαι ζεῦγος καὶ λειψάνοις ὄψων ἑστιαθῆναι καὶ τοιούτοις δή τισιν ἃ τρυφῆς μὲν οὐ μεταδίδωσι τῆς ἴσης, ἄλλο δέ τι ὀνίνησιν. ὑγιεινότεροι γὰρ ὡς τὰ πολλὰ τῶν δεσποτῶν οἱ δοῦλοι· τοῖς μὲν γὰρ τὸ ἄπονον νοσημάτων αἴτιον, τοὺς δὲ ὁ πόνος τῶνδε ῥύεται.

Ἔτι τοίνυν δούλῳ μέν ἐστι δρασμός, καὶ πολλοὶ μὲν γῆς, πολλοὶ δὲ θαλάττης μυχοὶ καὶ ὄρη καὶ νάπαι, καὶ ὡς αἰπόλον ἦλθε καὶ ὡς βουκόλον καὶ ποιμαίνων ἔλαθε καὶ ἔλυσεν αὑτῷ τὴν δουλείαν, ἀπὸ δὲ τῶν δεσποτῶν οὓς ἀπηριθμησάμην, τῶν τὴν ψυχὴν κατειληφότων ποία φυγή; τίς ἀπόδρασις; ὅποι γὰρ ἂν ἀφίκωνται, περιφέρουσι τοὺς δεσπότας.

Εἰ δὲ φής, ὅτι καὶ τῶν οἰκετῶν πολλοὶ κακοὶ καὶ δουλεύουσιν ἡμῖν τε καὶ τῇ κακίᾳ, πρῶτον μὲν θαυμάσαιμʼ ἄν, εἰ ἀπὸ ἥττονος τρυφῆς ἴση τῳ ἂν γένοιτο κακότης. ἔπειτα οὐ τοῦτο νῦν ἀγωνίζεται ὁ λόγος δεῖξαι τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δʼ ἐλευθέρους δούλους, οὐδʼ αὖ τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον δούλους, ἀλλʼ ὅτι πανταχοῦ δουλεία. περὶ δὲ μέτρου δουλείας καὶ ποῦ μὲν μείζων, ποῦ δὲ ἐλάττων, ἀφεῖται τῷ βουλομένῳ ζητεῖν.

Καὶ περὶ μὲν δουλείας ψυχῶν ἅλις· καίτοι πολλά γε εἴδη καὶ μεγάλα δουλείας σεσίγηται τοῦ μὴ τὸ μῆκος ἐνοχλῆσαι τοῖς ἥκουσιν ἐπὶ τὴν ἀκρόασιν. τὰ σώματα δὲ ἡμῖν ὅστις μὲν ἔπλασεν, οὐκ οἶδα, ἔστω δέ, εἰ δοκεῖ, Προμηθεύς, οἶδα μέντοι, ὡς τοῦ αὐτοῦ πηλοῦ πάντα. καὶ τεκμαίρομαι τοῖς νοσήμασιν ἐπὶ πάντα ἐρχομένοις σώματα. νῦν μὲν ἰατρὸς ἧκεν ἀναστήσων οἰκέτην, νῦν δὲ δεσπότην, πολλάκις τῆς αὐτῆς ἀμφοτέρους ἡμέρας. τὸ ποτέρου δὴ σῶμα ἐλεύθερον τὴν τῆς ὑγείας ἐλευθερίαν, ἐνίοτε μὲν τούτῳ, ἐνίοτε δʼ ἐκείνῳ ἐνούσης, συνεχῶς δὲ οὐδετέρῳ; ὅταν οὖν διφροφορῆται μὲν ὁ ποδάγρᾳ δεδεμένος δεσπότης, φέρωσι δὲ οἱ ῥώμην ἔχοντες οἰκέται, ἆρʼ οὐ τῶν μὲν σημεῖον τῆς δουλείας τὸ φέρειν, τοῦ δὲ τὸ φέρεσθαι; στένει μέντοι καὶ οἰμώζει πλέον ἢ οἱ φέροντες. οὐδεὶς οὕτως ἀργὸς οὐδὲ ἄθλιος, ὃς οὐ δέξαιτʼ ἂν δεσπότῃ μᾶλλον δουλεύειν ἢ τοιούτῳ νοσήματι. λεγέτωσαν μὲν οὖν ἰατρῶν παῖδες νοσημάτων ἰδέας τῶν μὲν ἐφʼ ἅπαν χεομένων τὸ σῶμα, τῶν δὲ μέρη πιεζόντων, οἷον κεφαλήν, ὀφθαλμούς, χεῖρας, πόδας, τῶν ἄλλων ἕκαστον, σὺ δέ, εἰ μὲν νόμῳ φύσεως ὁ μὲν οἰκέτης δέξεταί τι τούτων, ὁ δεσπότης δὲ ἀπώσεται καὶ ἀπελᾷ, καθάπερ κύνα λίθῳ, φάσκειν ἑνὶ τούτῳ ἐλευθερίας εἴδει τὸν δεσπότην πλεονεκτεῖν· εἰ δὲ ἐπὶ πάντας ὁμοίως ἕν γέ τι τουτωνὶ τῶν κακῶν φέρεται, καθάπερ ὄμβρος ἐπὶ πᾶσαν τὴν ὑποκειμένην γῆν, ὁμόδουλοι τοῖς δούλοις οἱ δεσπόται νοσημάτων γε εἵνεκα.

Καὶ μὴν καὶ τὸ ὑπʼ ἄλλων ἄγεσθαι καὶ ἐφεστάναι γνώμῃ γνώμην ἔνι μὲν ἐν οἰκέταις, ἔνι δὲ ἐν δεσπόταις. τοὺς μέν γε ἡμεῖς ἡνιοχοῦμεν, ἡμᾶς δὲ οἱ νόμοι, καὶ τὸ πᾶν ἐξεῖναι τῶν δούλων μὲν ἡμεῖς, ἡμῶν δὲ ὁ νόμος ἀφῄρηται. καὶ ἐδούλευσαν Ἀθηναῖοι μὲν τοῖς Σόλωνος, Λακεδαιμόνιοι δὲ τοῖς Λυκούργου καὶ Πέρσαι Περσικοῖς καὶ Σκύθαι Σκυθικοῖς καὶ Θρᾷκες τοῖς αὑτῶν καὶ ὁ Ἰλλυριὸς τοῖς οἰκείοις. καὶ ἡμῶν δὲ ὅστις οὐ μαίνεται, νόμῳ δουλεύειν ὁμολογεῖ, ὁ δὲ ἀποσειόμενος τὴν δουλείαν εὐθύς ἐστιν ἐν ζημίᾳ. καλοῦμεν δὲ τῶν μὲν δούλων ἡμᾶς αὐτοὺς δεσπότας, τοὺς δὲ ἡμῶν αὐτῶν δεσπότας ἄρχοντας ὑποκοριζόμενοι τὴν ἀνάγκην εὐφήμῳ ῥήματι. οἱ δὲ καὶ παίουσιν, εἰ τούτου δέοι, καὶ ἔδησαν, ἢν μείζω ἀδικῶμεν, καὶ ἐξέβαλον νῦν μὲν οὐσίας, νῦν δὲ πατρίδος, καὶ ἀπέκτειναν, ἡμῶν δὲ τὸν οἰκέτην οὐδενὶ ἔξεστιν. εἰ δὲ τοὺς μὴ ἀδικοῦντας οὐδὲν τοιοῦτον δρῶσιν, οὐδὲ ἡμεῖς τοὺς χρηστοὺς τῶν οἰκετῶν κολάζομεν, ἀλλʼ ὅταν ἢ θρασύνωνται ἢ κλέπτωσιν ἢ βλακεύωσιν. οἶμαι δὲ ἐν τῷ μέχρι τῆσδε τῆς ἡμέρας χρόνῳ πολὺ πλείους οἰκετῶν ἐλευθέρους ἐν τῇ ψυχῇ δεδωκέναι τὴν δίκην. εἰ δὲ ἡμῖν τε καὶ μεθʼ ἡμῶν αὖθις δουλεύουσι τοῖς νόμοις, πλείω λέγεις ἐκείνων δουλείαν, οὐχὶ τῶνδε ἐλευθερίαν.

Διελόντες δὲ καὶ τῶν ἐθνῶν χωρὶς ἕκαστον ζητῶμεν ἐν αὐτοῖς, ἤν πού τινος ἐλευθερίας ἴχνος κατιδόντες ψεύστην εὕρωμεν τὸν Εὐριπίδην.

Αἱ μὲν δὴ χειρουργοὶ τέχναι αἵ τε ἄλλαι καὶ οἱ τὸν χαλκὸν ἐλαύνοντες, ἄγρυπνοί τε αὐτοὶ καὶ ἀγρυπνίας οἷς προσήκουσιν αἴτιοι διψῶντες μὲν ὕπνου, φεύγοντες δὲ οὗ λίαν ἐπιθυμοῦσι. τί οὖν οὐ καθεύδουσι; τίς αὐτοὺς ἀφυπνίζει δεσπότης; οὐκ ἐλεύθεροί τε καὶ ἐξ ἐλευθέρων; τί δὴ μαθόντες ταλαιπωρότερον ζῶσι τῶν παρʼ ἡμῖν οἰκετῶν; ὅτι, φαῖεν ἄν, ἀνθρώπων μὲν ἡμᾶς οὐδεὶς ἐώνηται, λιμοῦ δὲ φόβος ὁ ἡμέτερος δεσπότης. οὗτος κελεύει νύκτα καὶ ἡμέραν κόπτεσθαι ἀπειλῶν ἀργοῖς τὸν οἴκτιστον θάνατον. ὑπὸ τούτῳ δὴ τῷ δεσπότῃ πάντας μὲν εὑρήσεις δημιουργούς, πάντας δὲ καπήλους, οἳ τὰ ʼκείνων ἔργα παραλαβόντες ἐπὶ πράσει κάθηνται.

Ἀλλʼ ἆρα μὴ ὁ γεωργὸς ἐλεύθερος; καὶ πῶς; οὗ πάσης τῆς πραγματείας ἀέρες τε καὶ ἄνεμοι καὶ ὄμβροι κύριοι καὶ δεῖ δὴ θύοντα τούτους ἱκετεύειν, ὧν ἐστι καὶ ἐκφῦναι τῆς γῆς καὶ ἡβῆσαι καὶ ἐκβαλεῖν τὸν σῖτον καὶ ἁδρὸν γενέσθαι τὸν στάχυν. καὶ οὐ τοῦτο τῆς βοηθείας τὸ μέτρον, ἀλλʼ ἤν γε μὴ ἐπὶ τὰς ἅλως ἔλθωσιν ἄνεμοι ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνῃ διʼ αὐτῶν καρπόν τε καὶ ἄχνας, ἅπας ὁ πρόσθεν πόνος ἀπόλωλε τῷ ταλαιπώρῳ γεωργῷ.

Εἰ δὲ γεωργὸς δοῦλος ἀνέμων, ἦ πού γε ὁ πλωτήρ, ὃς ὅπῃ ἂν ἐκεῖνοι πέμπωσι, φέρεται, ἐάν τε κατὰ πρύμναν ἱστῶνται, τοῦτο δὴ τὸ σωτήριον τοῖς ἐπὶ τῶν νεῶν, ἐάν τε μάχωνται τοῖς δρόμοις ἀντίπρωροι ταῖς ὁλκάσιν ἐμπίπτοντες. προσκυνεῖ δὲ ὁ ναυτίλος τρέμων καὶ κῦμα ἐγειρόμενον καὶ κοιλαινομένην θάλασσαν καὶ συνισταμένην αἰγίδα καὶ πέτραν προβεβλημένην, περὶ ἣν δεῖ κάμψαντα ὅρμου τυχεῖν. τοὺς δὴ κατʼ ἐμπορίαν πλέοντας τούτων τε ἡγώμεθα τῶν φόβων δούλους καὶ ἢ πενίας ἢ πλούτου· πενίας μέν, εἰ ὑπὲρ ἀναγκαίας τροφῆς πλέοιεν, πλούτου δέ, εἰ ὄντων σφίσιν οὐχὶ μικρῶν ὑπὲρ μεγάλων πλέουσιν. ἔνι τις καὶ ἕτερος φόβος ἐκείνων δεσπότης καὶ νὴ Δία γε πάντων ἀνθρώπων, λῃσταὶ μήτε γῆς μήτε θαλάσσης φειδόμενοι· ὧν ἐπιστάντων ἅμα σιδήρῳ πᾶσα ἀνάγκη τὸν ὑπὸ χεῖρα χρημάτων μὲν ἀφίστασθαι, ψυχὴν δὲ παραιτεῖσθαι σὺν γόοις.

Οἱ δὲ τὴν δουλείαν ἐπιφέροντες οὗτοι καὶ αὐτοὶ διὰ τῶν αὐτῶν δοῦλοι. ἡ γὰρ ἀδικία τῆς δίκης ἀναμιμνήσκουσα θορύβου τε καὶ δείματος τὴν ψυχὴν ἐμπίπλησι καὶ κακὰ ὁρᾷ οὐχ ὁρώμενα καὶ ἕλκεται οὐχ ἑλκόμενος καὶ δικαστὰς αὑτῷ καθίζει καὶ κατήγορον ἐφίστησι καὶ ἔστι μὲν αὐτὸς ὁ κολάζων, αὐτὸς δὲ ὁ κολαζόμενος. οὕτως ὅ τε ληιζόμενος ὅ τε ἀδικούμενος ἐν δουλείᾳ.

Θεῶν ἱερεῖς δόξαιεν ἄν τισιν ἐλεύθεροι. ἀλλʼ εἰ νόμοι δεσπόται, καὶ τοῦτο ὀρθῶς ἔχει, μείζων ἐν ἱερεῦσιν ἡ δουλεία. πλείους γὰρ οἱ νόμοι, οἱ μὲν ὅσοιπερ καὶ τοῖς ἄλλοις, οἱ δὲ ἐκείνοις διακελευόμενοι μόνοις βρώσεώς τε πέρι καὶ ποτοῦ καὶ κουρᾶς καὶ ὑποδέσεως καὶ ἀμπεχόνης καὶ στρωμνῆς καὶ τῶν ἔτι βραχυτέρων ὡς περὶ τῶν μεγίστων καὶ δεῖ δὴ ζῆν ἐντὸς τῆς ἀκριβείας ἐκείνης ἢ οὐκ ἔσται συγγνώμη. ἔν τε κοιναῖς πόλεων συμφοραῖς ὅσαι ἀπὸ σεισμῶν ἢ λοιμῶν ἢ πολέμων ἢ αὐχμῶν ἢ πλήθους ὑετῶν, ἐν αἰτίαις τε ἱερεῖς καὶ ὁ κεκακωμένος δῆμος ἐχθρὸς ὡς δὴ τῆς ὁσίας ὠλιγωρημένης. κυκλουμένων δὴ τὸν ἱερέα τῶν οἰομένων κεκινῆσθαι τὰ περὶ τὸ θεῖον νόμιμα χαλεπώτεραι κυμάτων αἱ τοῦ ὄχλου προσβολαί.

Φαίη ἂν ὁ βουλεύων ὑβρίσθαι τοῖς λόγοις, εἰ πόλεώς τε προστατεύων λαμπράς τε ἐνδυόμενος ἐσθῆτας ἔπειτα ἐν δούλοις τάττοιτο. ἀλλʼ ἐγὼ μὲν αὐτὸν ἐβουλόμην ἂν εἶναι ἐλεύθερον, αὐτὸς δέ με ἕτερα διδάσκει πυνθανόμενος μέν, εἰ ἡ νὺξ ἐπὶ δικαστήριον ἄξει τοὺς ἄρχοντας, λουτρῶν δὲ καὶ δείπνων τὸ μὲν ὅλως ἀπολλύς, τοῦ δὲ οὐχ ἱκανῶς μετέχων, καθεύδων τε οὐδὲ ὅσον ἔξεστιν ὑπὸ δέους φέρων τε ἐπὶ τῶν βλεφάρων τὴν τοῦ ὕπνου χρείαν. ἀπειλὰς δὲ ἀφίημι τὰς μὲν ἀλγεινοτέρας πληγῶν, τὰς δὲ εἰς τοῦτο προϊούσας καὶ ὁδῶν ποιήσεις καὶ γεφυρῶν ἐπανορθώσεις καὶ λῃστῶν ἰχνεύσεις καὶ καρπῶν εἰσπράξεις καὶ πολυειδῆ δουλείαν, ἐρῶ γάρ, ὅ τι αὐτοῖς ὄνομα τὰ ἔργα τέθειται. δῆμον δὲ ὃν ἄγειν λέγονται, σωφρονεῖν μὲν ἐθέλοντα ἄγουσι καὶ βλέψαιεν ἂν εἰς αὐτοὺς χαλεπὸν ἐν ἡσυχίᾳ, ἢν δὲ κυματίας ὁ δῆμος γένηται καὶ θυμὸς εἰσίῃ τὸν ὅμιλον, ποδῶν ἂν δέοι τηνικαῦτα τοῖς ἡγεμόσι, μᾶλλον δὲ πτερῶν, εἰ μέλλουσιν ἀποφεύξεσθαι τὸ πῦρ. οὐκοῦν ἐν μέρει δεσπόζουσί τε καὶ δουλεύουσι τοὺς αὐτοὺς νῦν μὲν καταπλήττοντες, νῦν δὲ οὐχ ὑπομένοντες. καὶ μὴν ὅταν γε πρὸ τῶν δικαστηρίων διεσπαρμένους ὁ κῆρυξ εἰσιέναι κελεύῃ, δρόμου δεῖ καθάπερ τοῖς οἰκέταις, βάδην δὲ οὐκ ἂν ἐξείη χωρεῖν, ὥστε οἱ τὼ πόδε νοσοῦντες ὠχριῶσιν ὑστερίζοντες. οὐκ ἄρα πολλὴ τό γε οὕτω ζῆν ἐλευθερία.

Οὐ μὴν οὐδὲ τὸ ἐν ἀσκήσει σώματος ζῆν, ὅθεν οἱ στέφανοι, δουλείας ἂν ἀπηλλαγμένον εἴη. χωρὶς γὰρ δὴ τῆς ἐκ παιδαρίου δουλείας ἣν ἐδούλευσε παιδοτρίβαις, κεῖται μὲν ὑπʼ ἀγωνοθετῶν ὀργαῖς, κεῖται δὲ ὑπὸ κριτῶν ψήφοις, κεῖται δὲ ὑπὸ θεωρῶν κραυγῇ, καὶ οἱ ῥαβδοῦχοι περιεστᾶσιν ἕτοιμοι τὰς δεξιάς.

Ἦ πού τις ὑμῶν ἀγανακτεῖ σοφιστῶν οὔπω πεφηνότων δούλων καὶ οἴεταί με σεμνύνοντα ἐμαυτὸν τὸ ἔθνος ἐξαιρήσειν δουλείας. οὐ δῆτα. οὐχ οὕτω τὴν ἐπισημοτάτην ἔμελλον ὑπερβήσεσθαι δουλείαν, πρὸς ἣν οὐδὲν ἂν εἶεν ἅπασαι ὧνπερ μνήμην πεποίημαι. σοφιστὴς γὰρ ἀνὴρ Σίσυφος ἀτεχνῶς ὁ Ὁμήρῳ περὶ τὸν λίθον μοχθῶν, διδούς τε λόγους καὶ λαμβάνων, λαμβάνων μὲν ἐκ βίβλων, διδοὺς δὲ ἀπὸ στόματος. δουλεύει δὲ οὐ μόνον τοσούτοις ὁπόσων ἄρχει, ἀλλὰ πολλοῖς μὲν παιδαγωγοῖς, πολλοῖς δὲ γονεῦσι καὶ μητρί γε καὶ τήθῃ καὶ πάππῳ. κἂν μὴ θεῶν παῖδας ἀποφήνῃ τοὺς νέους, κἂν ὦσι λίθινοι, τέχνῃ νικήσας τὴν φύσιν, κατηγορίαι πολλαὶ καὶ ποικίλαι πανταχόθεν ῥέουσι, τῷ δὲ ἀνάγκη κύπτειν εἰς γῆν λόγων μὲν οὐκ ἀποροῦντι, τῇ σιγῇ δὲ καταπραΰνοντι τὸν φιλαίτιον. δουλεύει δὲ καὶ πυλῶν φύλαξι καὶ πανδοκέων γένει, τοῖς μέν, ὅπως μὴ κακίζοιτο ὑπὸ σφῶν πρὸς τοὺς εἰσιόντας τῶν ξένων, τοῖς δέ, ὅπως ἐπαινοῖτο πρὸς τοὺς καταλύοντας παρὰ σφίσι. δύναται γὰρ καὶ οὗτος κἀκεῖνος καὶ ὁ τούτων ἔτι ταπεινότερος σοφιστῶν ἐργαστήριον τρῶσαι. θωπεύει δὴ καὶ ὕπεισι τόν τε ἄλλοθεν ἥκοντα τόν τε οἴκοθεν ἀπαίροντα, τὸν μέν, ἵνα μὴ παρὼν ἐγγύθεν πολεμῇ καὶ διορύττῃ τὸν χορόν, τὸν δʼ, ἵνα μὴ πονηροτέραν φήμην διʼ ὅσης ἔρχεται σπείρῃ γῆς. βαρυτάτη δέ οἱ καὶ ἡ βουλὴ δέσποινα ἐπίκειται γράμμασιν ὀλίγοις αἴρειν τε αὐτὸν καὶ καθαιρεῖν ἔχουσα στρέφειν τε ὅπῃ βούλοιτο τὰς ἐκείνου τύχας ἐκβάλλειν τε, εἰ τοῦτο ἀρέσκοι, καὶ πλῆθος ἀντιτέχνων ἐγκαθιστάναι ἄλλα τε μικρὰ δοκοῦντα εἶναι μεγάλην φέροντα τὴν λύπην. ἃ εἰ διαφεύγειν ἐθέλοι, δεῖ δήπουθεν αὐτὸν μὴ ἀμελέτητον εἶναι δουλείας. καὶ περὶ θύρας ἀρχόντων διατρίψει θυρωροὺς κολακεύων καὶ ἀπωσθεὶς οἴσει καὶ εἰσελθὼν εἴσεται θαυμαστήν τινα χάριν. εἰ δὲ πρὸς τὸν τῶν θυρῶν κύριον τοιαῦτα δράσει, τίς ἔσται πρὸς τὸν τοῦ παντὸς κυβερνήτην; ἔτι κρύπτεται, ὦ ἑταῖροι, τὸ κεφάλαιον τῆς δουλείας, ἀλλʼ ἐγὼ εἰς μέσον αὐτὸ προάξω. οὖσα γὰρ δὴ συνεχὴς ἡ δουλεία μυρίαις ἀνάγκαις κατειλημμένη αὔξεται καὶ ἐπιτείνεται πρὸς ἐπιδείξεις ἰόντος τοῦ σοφιστοῦ. δεῖται μὲν γὰρ ἐπαίνου καὶ τοῦτον ἔρχεται διὰ τῶν λόγων οἰσόμενος. κρίνει δὲ αὐτῷ τὴν ἡμέραν εἴτε ἀμείνων εἴτε χείρων, ἡ βοή, μείζων μὲν οὖσα ἐκεῖνο, βραχυτέρα δὲ τοῦτο. ἀχρεῖος δὴ τότε οὐδείς, οὐ σκαιός, οὐ χειροτέχνης, οὐ στρατιώτης, οὐκ ἀθλητής, οὐ παιδαγωγός, οὐχ οἱ τὰ βιβλία τοῖς νέοις ἐπʼ ὤμων φέροντες, ἀλλὰ πᾶς ὁ συνεισφέρων ὁτιοῦν θορύβου καὶ οὗτος λόγοις ἐπικουρία. γίγνεται δὴ πάντων τῶν χεῖράς τε ἐχόντων καὶ γλώττας τηνικαῦτα δοῦλος. καὶ πολλὰ μὲν καὶ αὐτὸς τῇ δεξιᾷ, πολλὰ δὲ τῇ κεφαλῇ, πολλὰ δὲ τῷ βλέμματι, πολλὰ δὲ τῷ ἱματίῳ θωπεύσας τε καὶ θεραπεύσας ἀπέρχεται μὲν μέγα φρονῶν, ὡς δὴ ἐλεύθερος, οὐκ οἶδε δέ, ὅτι τῶν ἀκηκοότων ἕκαστος δεσπότης τοῦ τὸν λόγον δείξαντος ἀπελήλυθεν οἷς τε ἐχαρίσατο κροτῶν ἔτι τε ἔχων ψηφίζεσθαι περὶ τῶν εἰρημένων. οὐκοῦν δουλεύουσι μὲν οἱ νέοι τῷ διδασκάλῳ, δουλεύει δὲ ὁ διδάσκαλος οὐδὲ ἔστιν εἰπεῖν ὁπόσοις.

Ἴσως τις ὑμῶν οἴεταί μοι τὴν δουλείαν ὑφʼ ᾗ τέθεικα πάντα ἄνθρωπον, ἐξελεγχθήσεσθαι τῇ τῶν ἀρχόντων μερίδι καὶ ἢ ἀφήσειν με τὸ μέρος ἢ τείνειν καὶ ἐπʼ ἐκεῖνο τὴν δουλείαν βιαζόμενον ἔσεσθαι γελοῖον. ἀλλὰ δύσβατος μὲν ὁ σκόπελος, πειρατέον δʼ οὖν καὶ οὐκ ἀποδειλιατέον.

Πρῶτον μὲν δὴ τοὺς ἄρχοντας ἡμῖν δίχα τμητέον· οὐ γὰρ δὴ ἅπαντές γε κρείττονες οὐδὲ ἥττονες λημμάτων, ἀλλʼ οἱ μέν, οἱ δὲ οὔ. οὐκοῦν ἐκείνους μὲν τοὺς τὴν χεῖρα μιάναντας δώροις, ὥσπερ νόθους τινάς, ἀποκριτέον πράξεώς τε καὶ προσηγορίας. οὐδὲ γὰρ τοὺς λιπόντας τὰς τάξεις οὐκ ἂν ὀρθῶς ὀνομάζοιμεν στρατιώτας. τὸν δὲ ὡς ἀληθῶς ἄρχοντα τὸν ἄδωρόν τε καὶ φιλόπονον καὶ πάντη τέλειον ἄλλο τι χρὴ νομίζειν ποιεῖν ἢ ἅπερ οἱ πατέρες περὶ τὴν τῶν τέκνων τροφήν τε καὶ τὴν ἄλλην ἐπιμέλειαν; πατέρας δὲ εἰ δούλους τέκνων καλοῖμεν, οὐκ οἶδα τί ἂν ἀδικοῖμεν. ὧν εἵνεκα καὶ χρήματα ἀγείρουσι καὶ οἰκίας κοσμοῦσι καὶ ὁδοὺς βαδίζουσι καὶ πελάγη περῶσι καὶ τὰ ὅπλα ἐνδύντες ἢ νικῶσιν ἢ ἀποθνήσκουσιν. ὁρῶ δὴ καὶ τὸν ἄρχοντα διὰ τῶν αὑτοῦ πόνων εὐετηρίαν τε πορίζοντα καὶ εἰρήνην ἐργαζόμενον καὶ βουλὴν αὔξοντα καὶ ἔριδας λύοντα καὶ οἰκοδομημάτων γῆρας ἀποξύοντα. καὶ οὓς παίει τε καὶ δεῖ, τούτους ἀπεύξαιτʼ ἂν μὴ λαβεῖν ἐπʼ αὐτὸν ὀργὴν ἐνθυμούμενος, ὁπόσοι πόλεων ἄρχοντες ὑπὸ τῶν ἀρχομένων διεσπάσθησαν. καὶ μὴν καὶ ποιμένες λαῶν ἀκούοντες, ὥσπερ αὖ πατέρες, ἥδονταί τε καὶ οἴονται καθαρῶς τὸ τῶν ἀρχόντων ποιεῖν, ὅταν τοῖς ποιμέσιν ἐοικέναι δοκῶσι. ποιμὴν δὲ ὁ ὄντως ποιμὴν δοῦλος ἀγαθός ἐστι προβάτων, ὃς πρῶτον μὲν σκέπτεται τὰ χρηστὰ τῶν ὑδάτων καὶ ἐκεῖθεν ποτίζει, ἔπειτα τὴν λυσιτελεστάτην πόαν καὶ ἐν ἐκείνῃ βόσκει καὶ καθεύδειν τε καὶ μεσημβριάζειν παρέχων τῷ ποιμνίῳ μετὰ τῶν κυνῶν αὐτὸς περιβλέπει τοὺς λύκους. συχνὴ μὲν ἡ θεραπεία τῶν ποιμένων περὶ τὰ ὑγιαίνοντα πρόβατα καὶ ἔτι πλείων, ἢν νόσημα ἐμπεσὸν διαφθείρῃ, ταύτης δʼ αὖ μακρῷ πραγματωδεστέραν νομιστέον, ᾗ τὰ τῶν ἀνθρώπων ὁ ἄρχων ἀπευθύνει. ἢ οὖν ἀπολυτέον τῷ λόγῳ τὸν ποιμένα τῆς δουλείας ἐκείνης ἢ συγχωρητέον ἐν ταύτῃ καὶ τὸν ἄρχοντα· ἐπεὶ κἂν κυβερνήτῃ τις αὐτὸν ἐοικέναι φῇ, πάλιν αὐτῷ τό γε δουλεύειν βεβαιοῦται. ὁ γὰρ δὴ κινῶν ἐκεῖνος τοὺς οἴακας καὶ βασιλεύων ἐν τῇ νηῒ τῆς νυκτὸς ἐπελθούσης μακαρίζει τοὺς καθεύδοντας τῶν ναυτῶν, αὐτὸς δὲ ἥδιστα μὲν ἂν ἐκοινώνησε τοῦ ὕπνου, παρὰ δὲ τῆς ἀρχῆς ἀκήκοεν ἐγρηγορέναι καὶ μόνον ἐκεῖνον ὁ πομπαῖος ἄνεμος οὐκ ἀφίησι τῆς δουλείας.

Ἄθρει δὴ κἀκεῖνο περὶ τῶν μακαρίων ἀρχόντων, ὡς οὐχ ἓν εἶδος ἀρχῆς, ἀλλʼ οἱ μὲν ἐπὶ μείζονος ἑστᾶσι, τοῖς δέ ἐστιν ὑποδεεστέρα, οἷς δὴ ξυμβέβηκεν οὐκ ἄρχειν μᾶλλον ἄλλων ἢ τοῦτο πάσχειν. τὸν γὰρ αὐτὸν εὕροις ἄν, ὥσπερ ἐπʼ οἰκίας τριωρόφου, τοῦ μὲν ἀνωτέρω, τοῦ δὲ ὑποκάτω, καὶ πολλὰς ἂν κατίδοις χώρας μέτρῳ διεστηκυίας, ἢν ἀπὸ τῆς ἐσχάτης ἣ τὴν ἀγορὰν ἐπιτροπεύει, πρὸς τὴν μεγίστην ἀναβαίνῃς ἀρχὴν ἣ μετὰ τῶν ἄλλων ὑπὸ τῇ βασιλείᾳ γίνεται, βασιλεία δὲ ὑπὸ νόμοις.

Τούτῳ δὲ ἄρα ἔοικε καὶ τὸ ἐν τοῖς στρατοπέδοις. καὶ γὰρ ἐκεῖ τριττύαρχοί τε καὶ ταξίαρχοι φύλαρχοί τε καὶ ἵππαρχοι καὶ πλῆθος ἀρχῶν, ἄλλος μὲν ἄλλου τι πλέον ἔχων, πάντες δὲ συλλήβδην ἔλαττον τοῦ στρατηγοῦ. αὐτὸς δέ γε οὗτος ὁ στρατηγὸς οἵ τε μετὰ τοῦτον ἄρχοντες δρῶντες ἅττα ἐθέλουσι, πάσχειν δύναιντʼ ἂν ἅττα ἂν οὐκ ἐθέλοιεν. ἢν γάρ, οἶμαι, παραστῇ τοῖς ἑπομένοις μὴ ἕπεσθαι, τύπτοιτʼ ἂν τοῖς ξίφεσιν ὁ στρατηγός, οἷόν τι πάλαι γενέσθαι φασὶν ἐν τῇ πρὸς Μαντίνειαν φιλανθρωπίᾳ τοὺς στρατηγοὺς ὑπὸ τῶν στρατιωτῶν ἀκοντισθῆναι.

Εἰ δὲ ὁ ἄρχων δοῦλος, ποῦ ποτʼ ἂν εἶεν οἱ περὶ τὸν δρύφακτον ἀσθμαίνοντες; τούτων δὲ ὄντων ἐν δουλείᾳ ποῦ ποτʼ ἂν εἶεν ἰατροί; εἴη ἂν καὶ ὁ ἄφιλος καὶ ὁ πολύφιλος ἐν δουλείᾳ, ὁ μὲν δεδιὼς τοὺς ἐχθροὺς διὰ τὴν ἐρημίαν, ὁ δέ, οἷα ἐν πολυφιλίᾳ, πολλὰς ὀφείλων χάριτας ὧν ἐνίας οὐδʼ ἂν ἀποδοῦναι δύναιτο.

Ἀποκρινώμεθα δή τοι καὶ Ἀθηναίοις καὶ πάσῃ δημοκρατίᾳ πάνυ δὴ πεπεισμένοις ζῆν ἐν ἄκρῳ που τῆς ἐλευθερίας. λέγω οὖν, ὅτι ὦ δημοκρατούμενοι, θορυβεῖτε μὲν ἐν ταῖς ἐκκλησίαις καὶ κεκράγατε καὶ οἴεσθε τὰ δοκοῦντα ὑμῖν αὐτοῖς ποιεῖν, χειροτονεῖτε δὲ ἅττα ἂν ἀρέσκῃ τοῖς παριοῦσιν, οὓς ὑμεῖς καλεῖτε διὰ κήρυκος δουλεύσοντες γλώσσῃ καὶ τέχνῃ. οὗτοι γάρ, οἶμαι, ἀναβάντες ἐπὶ τὸ βῆμα λόγοις κεκαλλιεπημένοις ἄγουσιν ὑμᾶς, ὥσπερ βοσκήματα. καὶ ψήφισμα ψηφίσματι λύετε καὶ γνώμῃ γνώμην, κἂν τρίτος ἐπέλθῃ δεινότερος εἰπεῖν, ἐξαλείψας τὰ δύο τὸ τρίτον κυρώσας κατέβη. νικᾷ δὲ οὐ τὸ λυσιτελοῦν, ἀλλʼ ὃ ἂν ἀπὸ μείζονος λεγόμενον τῆς δεινότητος μᾶλλον κρατῆσαι τοῦ δήμου δυνηθῇ. καὶ πολλάκις δὴ τὰ σώζοντα μὲν βλαβερά, τὰ δʼ αὖ βλαβερὰ σωτηρίαν ἔχειν ἔδοξεν. ὅθεν δὴ προδόται καὶ δωροδόκοι καὶ πατρίδων ἐχθροί. γίγνεται γοῦν αὐτοῖς ἀντὶ μὲν ἀκροπόλεως τὸ βῆμα, ἡ δὲ ἀπάτη καὶ τὸ πείθειν ἀντʼ ἐπιτειχισμάτων. Περικλῆς δὲ ὁ Ξανθίππου φανερώτατα δὴ μοναρχίαν ἐπεισήχει τῇ πνυκὶ τὰ τοῦ Εὐρίπου πάσχοντα τὸν Ἀθηναίων δῆμον ἐπιδεικνύς, ὃν ἐταπείνου τε ἐπηρμένον καὶ ἀπὸ θάρσους εἰς δέος κατέφερε. καὶ Περικλεῖ δοκοῦν ἐρήμη μὲν ἦν τῶν πολιτῶν ἡ χώρα, μεστὴ δὲ τῶν δῃούντων Πελοποννησίων, Πεισιστράτῳ δὲ ἐγκαλεῖν εἶχεν οὐδὲν ἡ γῆ. οὗτοι δὲ οἱ δεινοί τε καὶ ῥᾳδίως ὄχλον ἄγοντες, ἢν ἀντιπέσῃ καιρός, ἐν γραφαῖς τε καὶ εἰσαγγελίαις καὶ τιμήματι καὶ τῷ ξύλῳ.

Τί δαί; οἱ Λακεδαιμόνιοι οἱ κατὰ τῶν εἱλώτων ἐξουσίαν σφίσιν αὐτοῖς ἀνοίγοντες φόνου καὶ περὶ ὧν Κριτίας φησίν, ὡς μάλιστα δοῦλοί τε ἐν Λακεδαίμονι καὶ ἐλεύθεροι, τί δʼ ἄλλο γε ἢ ὅπερ αὐτὸς ὁ Κριτίας φησίν, ὡς ἀπιστίας εἵνεκα τῆς πρὸς τοὺς εἵλωτας τούτους ἐξαιρεῖ μὲν Σπαρτιάτης οἴκοι τῆς ἀσπίδος τὸν πόρπακα, τοῦτο δὲ οὐκ ἔχων ἐπὶ τῆς στρατείας ποιεῖν διὰ τὸ δεῖν πολλάκις ὀξύτητος τὸ δόρυ ἔχων ἀεὶ περιέρχεται, ὡς κρείττων γε ταύτῃ τοῦ εἵλωτος ἐσόμενος, ἢν ἀπὸ μόνης νεωτερίζῃ τῆς ἀσπίδος. μεμηχάνηνται δὴ καὶ κλεῖδας ἃς οἴονται τῆς παρʼ ἐκείνων ἐπιβουλῆς ἰσχυροτέρας εἶναι. ταυτὶ δʼ ἂν εἴη συνοικούντων τε φόβῳ καὶ μηδʼ ἀναπνεῖν ἐωμένων ὑπὸ τῶν ἐν ταῖς ἐλπίσι δεινῶν. οὓς οὖν ἀριστοποιουμένους καὶ καθεύδοντας καὶ ἐπʼ ἄλλο τι βαδίζοντας τὸ δεῖμα τῶν οἰκετῶν ὁπλίζει, πῶς ἂν οὗτοί γε, ὦ παῖ Καλλαίσχρου, καθαρᾶς ἀπολαύσειαν τῆς ἐλευθερίας; οἷς ἐπέθεντο μὲν μετὰ τοῦ Ποσειδῶνος οἱ δοῦλοι, δεῖγμα δὲ ἐξενηνόχεσαν, ὡς ἐν ὁμοίοις καιροῖς ὅμοια δράσουσιν. ὥσπερ οὖν οἱ βασιλεῖς αὐτοῖς οὐ μάλα ἦσαν ἐλεύθεροι τοῖς ἐφόροις δεδομένου δῆσαί τε βασιλέα καὶ κτεῖναι, οὕτω σύμπαντες οἱ Σπαρτιᾶται τὴν ἐλευθερίαν ἀφῄρηντο συζῶντες ἔχθει τῷ παρὰ τῶν οἰκετῶν.

Ἵλεως δὲ ἔστω καὶ ὁ Διὸς Ἡρακλῆς τοῖς ἑπομένοις τῇ παρὰ τῶν ποιητῶν διδασκαλίᾳ δουλεῦσαι λεγούσῃ τὸν Ἡρακλέα τήν τε μεγάλην Εὐρυσθεῖ δουλείαν καὶ ἑτέραν ἐν Λυδίᾳ, καὶ ὁ Ζεὺς ἔστενεν, ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο πονοῦντα ἐν τοῖς ἄθλοις οὓς ὁ Σθενέλου προὔβαλεν, ἐμοὶ δὲ δοκεῖ μηδʼ αὐτὸς διαφεύγειν δουλείαν. τὸ γὰρ καταφυγήν οἱ κατασκευάσασθαι τὸν πίθον καὶ δεδιέναι τὸν ἐπιταττόμενον αὐτὸν καὶ εἶναι τοῦ δουλεύοντος φαυλότερον δοῦλον ἐποίει τὸν ἐν τῇ τάξει τοῦ κελεύοντος. Ἡρακλῆς δὲ ἥκων εἰς Ἅιδου τὸν ἀνεψιὸν τὸν αὑτοῦ δοῦλον ὄντα τῶν κάτω καὶ προσέτι γε δεσμώτην ἔλυσε. καὶ τοὺς Ἀτρείδας γε οἳ χιλίαις ναυσὶ τῇ Τροίᾳ προσέβαλον, πολλὰ ἂν εὕροιμεν ἐν τῇ πολεμίᾳ τῷ στρατῷ δεδουλευκότας. νοῦν δὲ εἶχε Μένανδρος ὁ Διοπείθους καὶ πλεῖστα τοῖς οἰκέταις ἄρα τοῖς αὑτοῦ δεδουλευκὼς οὗτος ἔσχεν εἰπεῖν τό· εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης. καὶ γὰρ ὡς ἀληθῶς πολὺς ὁ τῶν φροντίδων ἐσμός, ὡς οἰκέτην θρέψῃ ἐν εὐπραξίᾳ τε καὶ κακοπραγίᾳ. τῷ μὲν γὰρ ἀρκεῖ πρὸς τὰς ἐκείνου χεῖρας ἰδεῖν, τῷ δὲ ὀρέγειν ἀνάγκη. καιρὸν δὲ αἰτιάσασθαι καὶ Διὸς ὀργὴν καὶ πνευμάτων ἀπουσίαν καὶ ὅσα καρπογονίαν ἴσχει, τούτων οὐδὲν ἀπολογία πρὸς δοῦλον. ἀλλʼ ἐκείνῳ γε ἡ γῆ καὶ μὴ φέρουσα φέρει, ἐσθὴς δὲ καὶ ὑποδήματα ἡ μὲν ἐξυφαίνεται, τὰ δὲ ῥάπτεται καθεύδοντι, γαμοῦσι δὲ οὐδὲν προνοήσαντες, ἀλλʼ ἡ μὲν πρόνοια τοῦ δεσπότου, τοῦ δέ ἐστιν ἐρρῶσθαι πρὸς τὴν εὐνήν. ἀσθενοῦντι δὲ οἰκέτῃ μία φροντὶς τὸ ἀρρώστημα, φαρμάκων δὲ καὶ ἰατρῶν καὶ ἐπῳδῶν ἄλλῳ μελήσει. καὶ ἀποθνήσκοντί γε φόβος οὐδεὶς ταφῆς πέρι. ταφέα γὰρ αὐτὸν ἔχει τὸν δοκοῦντα μὲν δεσπότην, ὄντα δὲ δοῦλον.

Εἰ δὴ δοῦλοι μὲν οἱ δοῦλοι, δοῦλοι δὲ οἱ δεσπόται, ποῦ τις ἂν εὕροι τὴν ἐλευθερίαν; ἐν ἡμῖν, φαῖεν ἂν οἱ τύραννοι. ἢ οὐχ ὁρᾷς, φήσουσιν, ἀκροπόλεις τε ἐφʼ ὧν ἱδρύμεθα, νόμους τε ἀνῃρημένους, ἵνʼ ἡμεῖς ἀντʼ ἐκείνων ἄρχωμεν, σίδηρόν τε ἐν αἰχμαῖς τοῦτον περιλάμποντα στῖφος τε τουτὶ δορυφόρων εἰς γῆν κύπτειν καταναγκάζον τὰς πόλεις; ναὶ μὰ Δία, φημί, καὶ μάλα γε ὁρῶ τοὺς φαιδροὺς δορυφόρους οἳ τυραννοῦσι τῶν τυραννούντων, καὶ τὸ μὲν ὄνομα αὐτοῖς φύλακες, ἔργῳ δέ εἰσι δεσπόται. ἢν μὲν γὰρ οἵδε θέλωσιν, ἁρπάζετέ τε καὶ σκευοφόρους καὶ χρήματα καὶ παρθένους καί ἐστε τύραννοι, βουλευσαμένων δὲ ἄλλο τι παρὰ τῆς φρουρᾶς ὑμῖν ὁ θάνατος. καί με τοῦτο ἄλλα τε οὐκ ὀλίγα διδάσκει καὶ ὁ Λυδὸς δορυφόρος κτείνας μὲν τὸν δεσπότην, τὰ δʼ ἐκείνου κτησάμενος, τήν τε γυναῖκα καὶ τὴν ἀρχήν. ὑμῖν δὲ οὐδὲ ὕπνος ἡδύς, ἀλλʼ ἐν τοῖς ὀνείρασιν ἀνατρέχουσί τε οἱ βεβιασμένοι πρὸς τὰ μετέωρα καὶ προσβάλλουσι τοῖς βασιλείοις καὶ τρέπουσι τοὺς ἐπικούρους, καὶ ἐπειδὰν ἐγγὺς ᾖ τὸ ξίφος, ἀναπηδᾶτε κεκραγότες χρόνου δεόμενοι πρὸς τὸ μαθεῖν, ὅτι οὐχ ὕπαρ εἴη ταῦτα. μὴ οὖν μάλιστα ἀνθρώπων ἀναμίξαντες δεσποτείᾳ δουλείαν καὶ διὰ δουλείας ἐκείνην λαβόντες καὶ κεκτημένοι καθαρεύειν οἴεσθε τοῦ χείρονος.

Ἀλλʼ ὁ δοῦλος ἄλλοτε ἄλλου γίνεται καὶ ἔστι πρᾶσις τοῦ σώματος. καὶ τί ταύτῃ γε ἐκεῖνος ἀθλιώτερος, εἰ ἀργύριον ὁ μὲν ἔλαβεν, ὁ δὲ ἔδωκεν; οὐ γὰρ δὴ τὸ σῶμά γε αὐτῷ τοῦτο ἐπήρωσεν οὐδʼ αὖ τὴν ψυχὴν διέφθειρεν οὐδʼ εἴ τις ἦν ἐν αὐτῇ τέχνη, ταύτην ἐξέβαλε, πολλάκις δὲ αὐτῷ τύχης νευσάσης ἀμείνονος οἶκον ἔλαχε πλούσιον ἐκ πενεστέρου.

Ἔρχεται δὲ καὶ ἐφʼ ὅλας τὰς πόλεις τρόπον τινὰ τὸ τοιοῦτον. κεῖνται γὰρ αὗται πολλάκις βασιλεῦσιν ἆθλα καὶ ὁ κτήσασθαι βουλόμενος ὠνεῖται ταύτας ὅπλοις καὶ μάχαις καὶ μᾶλλόν γε μετὰ σωμάτων τε καὶ χρημάτων. καὶ γεγόναμεν οὐκ ὀλίγων ἤδη δεσποτῶν ἐν μικρῷ χρόνῳ. τῶν δέ γε νῦν ὄντων ὡς ἐπὶ πλεῖστον εἴημεν αὐτοὶ καὶ παῖδες.

Οὐδεὶς οὖν ἐλεύθερος, εἰ δʼ ὅστις φιλοσοφεῖ, σκεψόμεθα, ὦ ἄνδρες, ἐν ἑτέρῳ περὶ τοῦδε συλλόγῳ.