eul_wid: swk-ac

Προοίμια Δημοσθένους Λόγων
Arguments of Demosthenic Orations

Libanius of Antioch Arguments of Demosthenic Orations PDF

ArgD t 1 [15] Ὑποθέσεις τῶν λόγων Δημοσθένους. Ἐπειδή, κράτιστε ἀνθυπάτων Μόντιε, κατὰ τὸν Ὁμηρικὸν Ἀστεροπαῖον περιδέξιος τὰ εἰς λόγους ὢν πρωτεύεις μὲν ἐν τῇ Ῥωμαίων φωνῇ καὶ τῆς παρ’ ἐκείνοις παιδείας ὁμολογουμένως τὸ πρεσβεῖον ἀνῄρησαι, ἀμελεῖς δὲ οὐδὲ τῆς Ἑλληνικῆς ἅτε καὶ ἐν αὐτῇ διὰ τὸ τῆς φύσεως μέγεθος ὑπερέχειν δυνάμενος, ἀλλὰ περί τε τοὺς ἄλλους διατρίβεις καὶ περὶ τὸν τελεώτατον τῶν Ἑλληνικῶν ῥητόρων τὸν Δημοσθένην καὶ δὴ καὶ ἡμᾶς ἐβουλήθης τὰς ὑποθέσεις τῶν τούτου λόγων ἀναγράψασθαί σοι, δεχόμεθα μὲν ἄσμενοι τὸ πρόσταγμα, ἴσμεν γὰρ ὅτι πλείω τὴν τιμὴν ἢ πόνον ἔχει, ἀρξόμεθα δὲ τοῦ συντάγματος ἀπὸ τοῦ βίου τοῦ ῥήτορος οὐχ ὅλον αὐτὸν διεξιόντες, περιττὸν γὰρ τοῦτο, ἀλλὰ τοσούτων μνημονεύοντες ὅσα δοκεῖ καὶ πρὸς κατάληψιν ἀκριβεστέραν τῶν λόγων συντελεῖν.
ArgD Pr 2 [5] Δημοσθένει τοίνυν τῷ ῥήτορι πατὴρ ἦν Δημοσθένης ἀνεπίληπτος τῷ γένει δοκῶν, ὡς καὶ Αἰσχίνης ἐχθρὸς ὢν μαρτυρεῖ. εἴρηται γοῦν οὕτως αὐτοῖς ῥήμασι· τούτῳ πατὴρ μὲν ἦν Δημοσθένης ὁ Παιανιεύ ς , ἀνὴρ ἐλεύθερο ς , οὐ γὰρ δεῖ ψεύδεσθα ι . ἐργαστήριον δὲ οἰκετῶν μαχαιροποιῶν κεκτημένος ἐντεῦθεν τὴν τοῦ μαχαιροποιοῦ κλῆσιν ἔλαβε. τὸ μέντοι μητρῷον γένος τοῦ ῥήτορος οὐκ ἦν, ὥς φασι, καθαρῶς Ἀττικὸν Γύλωνος τοῦ πάππου τοῦ Δημοσθένους φυγόντος μὲν ἐξ Ἀθηνῶν ἐπὶ προδοσίας ἐγκλήματι, οἰκήσαντος δὲ περὶ τὸν Πόντον κἀκεῖ γυναῖκα ἀγαγομένου Σκύθιν τὸ γένος, ἐξ ἧς ἦν τοῦ Δημοσθένους ἡ μήτηρ Κλεοβούλη.
ArgD Pr 3 [5] εἰς τοῦτο γοῦν ἄλλοι τε λελοιδορήκασι καὶ Αἰσχίνης εἰπὼν ὡς ἄρα εἴη Σκύθη ς , βάρβαρος ἑλληνίζων τῇ φων ῇ . Περὶ μὲν οὖν τοῦ γένους αὐτοῦ τοσαῦτα εἰρήσθω· ὀρφανὸς δὲ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς κομιδῆ νέος ἦν μέν, ὥς φασιν, ἀσθενὴς τῷ σώματι καὶ νοσώδης ὥστε μηδὲ εἰς παλαίστραν φοιτῆσαι, καθάπερ πάντες οἱ τῶν Ἀθηναίων παῖδες εἰώθεσαν.
ArgD Pr 5 [5] ὅθεν καὶ ἀνδρωθεὶς ὑπὸ τῶν ἐχθρῶν εἰς μαλακίαν ἐσκώπτετο καὶ Βάταλος ἐπωνυμίαν ἔσχεν. ἱστόρηται γάρ τινα Βάταλον Ἐφέσιον αὐλητὴν γενέσθαι, ὃς πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατεαγόσι καὶ ὅλως τὴν τέχνην ἐμάλθαξεν. ἀπὸ τούτου δὲ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐκάλουν. Λέγεται δὲ τὸν Δημοσθένην τὴν πολλὴν καὶ σφοδρὰν ἐπὶ λόγους ὁρμὴν ἐντεῦθεν σχεῖν.
ArgD Pr 6 [5] Καλλίστρατος ἦν Ἀθηναῖος ῥήτωρ ἔνδοξος. οὗτος ἔμελλε δημοσίαν τινὰ δίκην ἀγωνίζεσθαι, φασίν, οἶμαι, τὴν περὶ Ὠρωποῦ. ὁ τοίνυν Δημοσθένης παῖς ὢν ἐδεῖτο τοῦ ἐφεστῶτος οἰκέτου συγχωρῆσαι παραβαλεῖν αὑτῷ τῇ δίκῃ, καὶ ὃς ἐπέτρεψεν. ἀκούσας δὲ οὕτω διετέθη ὥστε ἀπ’ ἐκείνης τῆς ὥρας πάντα πάρεργα πρὸς τοὺς λόγους θέσθαι. διδασκάλῳ δὲ χρησάμενος Ἰσαίῳ, μάλα δεινῷ ῥήτορι, εἰς ἄνδρας ἐγγραφεὶς εὐθὺς ἀγῶνα κατὰ τῶν ἐπιτρόπων ἐνεστήσατο κακῶς διῳκηκότων τὴν οὐσίαν αὐτοῦ.
ArgD Pr 7 [5] καὶ εἷλε μὲν αὐτούς, οὐ μὴν ἠδυνήθη πάντα ἀπολαβεῖν ὅσα ἀπολωλέκει. τοὺς δὲ λόγους τοὺς ἐπιτροπικούς εἰσιν οἵ φασιν Ἰσαίου καὶ οὐ Δημοσθένους εἶναι διὰ τὴν ἡλικίαν τοῦ ῥήτορος ἀπιστοῦντες, ὀκτωκαίδεκα γὰρ ἐτῶν ἦν, ὅτε πρὸς τούτους ἠγωνίζετο, καὶ ὅτι δοκοῦσιν οἱ λόγοι τὸ τοῦ Ἰσαίου πως ἐπιφαίνειν εἶδος.
ArgD Pr 8 [10] ἕτεροι δὲ νομίζουσι συντετάχθαι μὲν ὑπὸ Δημοσθένους, διωρθῶσθαι δὲ ὑπὸ τοῦ Ἰσαίου. οὐδὲν δὲ θαυμαστὸν εἰ ὁ Δημοσθένης ἐδύνατο μὲν καὶ ἐπ’ ἐκείνης τῆς ἡλικίας συγγράφειν τοιούτους λόγους, ἡ γὰρ ὕστερον ὑπεροχὴ καὶ τοῦτο πιστοῦται, ἀπὸ δὲ νεαρᾶς ἔτι τῆς ἀσκήσεως τῆς ὑπὸ τῷ διδασκάλῳ τὸν ἐκείνου χαρακτῆρα πολλαχῇ μεμίμηται. μετὰ μέντοι τούτους τοὺς ἀγῶνας βραχὺ τῇ ἡλικίᾳ προελθὼν σοφιστεύειν ἐνεχείρησεν.
ArgD Pr 9 [5] εἶτα ἀπαλλαγεὶς τούτου συνηγόρησεν ἐν δικαστηρίῳ. τούτοις δὲ ὥσπερ γυμνασίοις χρησάμενος ἐπὶ τὸ δημαγωγεῖν καὶ τὰ τῆς πόλεως πράττειν ἦλθεν. Ἔτι κἀκείνων μνημονευτέον, ὅτι τραυλὸς μὲν ἦν τὴν γλῶτταν ἐκ φύσεως, τὸ δὲ πνεῦμα ἀτονώτερος.
ArgD Pr 10 [5] ἐξ ὧν ἀμφοτέρων συνέβαινε φαυλοτάτην αὐτὸν τὴν ὑπόκρισιν παρεχόμενον οὐκ εὐδοκιμεῖν τὸ κατ’ ἀρχὰς ἐπὶ τοῖς λόγοις. διὸ καὶ πρὸς τὸν ἐρωτήσαντα τί ἐστι ῥητορικ ή ; ἀπεκρίνατο ὅτι ὑπόκρισις δυσχεραίνων ὅτι διὰ ταύτην τῶν χειρόνων ἥττων ἐφαίνετο. ἀλλὰ καὶ ταῦτα μελέτῃ κατώρθωσε καὶ ὅσα ἄλλα αὐτῷ πρὸς δημαγωγίαν ὑπῆν ἐλαττώματα.
ArgD Pr 11 [5] καὶ γὰρ δειλὸς ἦν τὸ πρῶτον πρὸς τοὺς τοῦ δήμου θορύβους καὶ εὐκατάπληκτος ὥστε εὐθὺς ἐξίστασθαι. διὰ δὲ τοῦτό φασιν αὐτὸν ἄνεμον ῥαγδαῖον τηροῦντα καὶ κινουμένην σφοδρῶς τὴν θάλατταν παρὰ τοὺς αἰγιαλοὺς βαδίζοντα λέγειν καὶ τῷ τῆς θαλάττης ἤχῳ συνεθίζεσθαι φέρειν τὰς τοῦ δήμου καταβοάς. μνημονεύονται δὲ αὐτοῦ καὶ οἰκήσεις κατάγειοι καὶ ξυρήσεις ἀπρεπεῖς, ἵνα δι’ αἰσχύνην μὴ προΐοι τοῦ τῆς οἰκίας δωματίου, καὶ ὡς οὐδὲ τὰς νύκτας ἐκάθευδεν, ἀλλὰ διεπονεῖτο πρὸς φῶς περὶ λόγους.
ArgD Pr 12 ὅθεν καὶ Πυθέας σκώπτων ἔφη τοὺς λόγους τοῦ Δημοσθένους λύχνων ἀπόζειν. πρὸς ὃν ὁ Δημοσθένης ἀστείως ἅμα καὶ πικρῶς οἶδ α, εἶπεν, ὅτι σε λυπῶ λύχνον καίω ν. διεβέβλητο γὰρ ὡς λωποδυτῶν νύκτωρ ὁ Πυθέας. καὶ μὴν ὅτι γε ὕδωρ ἐπετήδευε πίνειν, ἵνα ἐγρηγορυῖαν μᾶλλον παρέχηται τὴν διάνοιαν, ἅπασιν ὡμολόγηται.
ArgD Pr 13 [10] παρειλήφαμεν δὲ κἀκεῖνο, ὡς καὶ ξίφος ποτὲ ἐκ τῆς ὀροφῆς ἀπήρτησε καὶ ἱστάμενος ὑπὸ τοῦτο ἔλεγεν. ἐποίει δὲ τοῦτο δι’ αἰτίαν τοιαύτην· ἐν τῷ λέγειν ἀπρεπῶς τὸν ὦμον εἰώθει κινεῖν. ὑπερεκρέμασεν οὖν τοῦ ὤμου τὸ ξίφος ἐν χρῷ καὶ οὕτω τῷ δέει τῆς πληγῆς ἠδυνήθη κατασχεῖν ἑαυτὸν ἐπὶ τοῦ πρέποντος σχήματος. Ἀναγκαῖον δὲ διηγήσασθαι καὶ ὅπως εἶχε τά τε τῶν Ἑλλήνων καὶ τῶν Ἀθηναίων πράγματα, ὅτε ἐπὶ τὸ δημαγωγεῖν ἦλθε Δημοσθένης.
ArgD Pr 15 [5] Θηβαῖοι Λακεδαιμονίους ἄρχοντας τῶν Ἑλλήνων καὶ μεγίστην δύναμιν ἔχοντας ἐν Λεύκτροις τῆς Βοιωτίας μάχῃ νικήσαντες αὐτοὶ προῆλθον εἰς ἰσχὺν καὶ μετ’ ὀλίγον πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν. ἦσαν δὲ οἱ Φωκεῖς ἔθνος ὅμορον τῇ Βοιωτίᾳ, πόλεις ἔχον δύο καὶ εἴκοσιν. οὗτοι δὲ καταλαβόντες τὸν τοῦ Πυθίου ναὸν πλησίον ὄντα ἐσύλησαν, ἀνθ’ ὅτου καὶ οἱ Θηβαῖοι πόλεμον ἐξήνεγκαν πρὸς αὐτούς. ἐπολέμουν δὲ καὶ Ἀθηναῖοι τὸν συμμαχικὸν κληθέντα πόλεμον.
ArgD Pr 16 [5] Χῖοι γὰρ καὶ Ῥόδιοι καὶ Βυζάντιοι πάλαι ποτὲ ὄντες ὑπήκοοι τῶν Ἀθηναίων τότε μετ’ ἀλλήλων συστάντες καὶ συμμαχίαν ποιησάμενοι πρὸς αὐτοὺς ἐπολέμουν. καὶ οὕτω μὲν ἡ Ἑλλὰς εἰς πολλὰ μέρη διῄρητο Ἀθηναίων πολεμούντων πρὸς τοὺς προειρημένους καὶ Θηβαίων πρὸς Φωκέας καὶ Λακεδαιμονίων πρὸς Πελοποννησίους, κατὰ δὲ τοῦτον τὸν καιρὸν Φίλιππος ὁ Ἀμύντου παῖς εἰς τὴν Μακεδόνων βασιλείαν παρῆλθεν.
ArgD Pr 18 [5] Ἀμύντᾳ γὰρ τῷ Μακεδονίας βασιλεῖ τρεῖς ἐγένοντο παῖδες ἐξ Εὐρυδίκης τῆς Ἰλλυρίδος, Ἀλέξανδρος, Περδίκκας, Φίλιππος. τούτων ὁ μὲν πρεσβύτατος Ἀλέξανδρος δολοφονηθεὶς ἐτελεύτησεν, ὁ δὲ Περδίκκας πρὸς Ἰλλυριοὺς μαχόμενος, Φίλιππος δὲ ὁ νεώτατος ἐτύγχανε μὲν ἐν Θήβαις ὁμηρεύων, ὡς δὲ ἐπύθετο τὸν Περδίκκου θάνατον, ὑπεξελθὼν λάθρα καὶ ὀξέως εἰς Μακεδονίαν ἀφικόμενος κατέσχε τὴν ἀρχήν. Ἀθηναῖοι δὲ ἄρ’ ἕτερόν τινα γένους μὲν ὄντα τοῦ βασιλικοῦ, φυγάδα δὲ ἐκ Μακεδονίας, ἐπὶ βασιλείαν κατῆγον μετὰ πολλοῦ πλήθους στρατιωτῶν.
ArgD Pr 19 [5] τούτοις ὁ Φίλιππος ἐπιθέμενος ἐνίκησε μάχῃ. καὶ ὅσους συνέλαβεν αἰχμαλώτους τῶν Ἀθηναίων, ἀφῆκεν ἄνευ λύτρων, οὐ κατ’ εὔνοιαν τῆς πόλεως οὐδὲ δι’ ἐπιείκειαν τρόπου, 〈ἀλλὰ ....... Τῆς ῥητορικῆς μέρη τρία, ἐπιδεικτικόν, δικανικόν, συμβουλευτικόν.
ArgD Pr 20 [5] τοῖν μὲν οὖν δυοῖν ἄκρος ἀγωνιστὴς γέγονε, τοῦ τε δικανικοῦ καὶ τοῦ συμβουλευτικοῦ, ἐπιδεικτικοὺς δὲ οὐκ ἔχομεν αὐτοῦ λόγους. τοὺς γὰρ φερομένους οὐ πιστευτέον εἶναι Δημοσθένους, τὸν ἐπιτάφιον καὶ τὸν ἐρωτικόν. πολὺ γὰρ τῆς ἐκείνου δυνάμεως ἀπολείπονται. καὶ οὐχ ἡμετέραν γνώμην λέγομεν, ἀλλὰ καὶ Διονυσίῳ τῷ Ἁλικαρνασεῖ τοῦτο συνδοκεῖ. ὅτι μὲν γὰρ εἶπεν ἐπιτάφιον λόγον Δημοσθένης ὡμολόγηται, οὐ μὴν τοῦτον εἰκὸς εἶναι τὸν ὑπ’ ἐκείνου ῥηθέντα πάνυ φαύλως καὶ ἀσθενῶς ἔχοντα. τῶν δὲ συμβουλευτικῶν αὐτοῦ λόγων οἱ μὲν αὐτὸ τοῦτο ἔχουσιν ἐπίγραμμα συμβουλευτικο ί, οἱ δὲ οὐδὲν μὲν ἧττόν εἰσι συμβουλευτικοί, Φιλιππικοὶ δὲ ἐπιγράφονται ἐκ τοῦ περὶ τῶν 〈Φιλίππου〉 πραγμάτων εἰρῆσθαι τὴν κλῆσιν λαβόντες.
ArgD Pr 21 [7] καὶ τῶν Φιλιππικῶν ἕκαστος ἰδίαν τινὰ ἐπιγραφὴν ἔχει κατὰ τὴν τῶν πραγμάτων ἑκάστων ἰδιότητα. ὑπόθεσις τοῦ αʹ Ὀλυνθιακοῦ λόγου.
ArgD 1 1 Ὄλυνθος ἦν πόλις ἐπὶ Θρᾴκης, Ἑλληνικὸν δὲ ταύτῃ τῶν ἐνοικούντων τὸ γένος, ἀπὸ Χαλκίδος τῆς ἐν Εὐβοίᾳ, ἡ δὲ Χαλκὶς Ἀθηναίων ἄποικος. πολλοὶ δὲ πόλεμοι καὶ ἔνδοξοι τῆς Ὀλύνθου.
ArgD 1 2 [10] Ἀθηναίοις τε γὰρ ἐπολέμησεν ἄρχουσι τῶν Ἑλλήνων τὸ παλαιὸν καὶ αὖθις Λακεδαιμονίοις. χρόνῳ δὲ εἰς δύναμιν προῆλθε μεγάλην καὶ τῶν συγγενῶν πόλεων ὑπερεῖχεν· ἦν γὰρ ἐπὶ Θρᾴκης πολύ τι γένος Χαλκιδικόν. Φιλίππῳ δὲ τῷ Μακεδόνων βασιλεῖ συμμαχίαν οἱ Ὀλύνθιοι ποιησάμενοι καὶ πολεμοῦντες μετ’ αὐτοῦ πρὸς Ἀθηναίους τὸ κατ’ ἀρχάς, καὶ τοῦτο μὲν Ἀνθεμοῦντα παρὰ τοῦ Μακεδόνος εἰληφότες, πόλιν ἀμφισβητήσιμον Μακεδόσι καὶ Ὀλυνθίοις, τοῦτο δὲ Ποτίδαιαν, ἣν Ἀθηναίων ἐχόντων ἐκπολιορκήσας ὁ Φίλιππος Ὀλυνθίοις παρέδωκεν, ὕστερον δὲ ὑποπτεύειν ἤρξαντο τὸν βασιλέα ὁρῶντες αὐτοῦ ταχεῖαν καὶ πολλὴν τὴν αὔξησιν, οὐ πιστὴν δὲ τὴν γνώμην.
ArgD 1 4 [5] ἀποδημοῦντα δὲ τηρήσαντες αὐτὸν πέμψαντες πρέσβεις πρὸς Ἀθηναίους κατελύσαντο τὸν πρὸς αὐτοὺς πόλεμον ποιοῦντες τοῦτο παρὰ τὰς συνθήκας τὰς πρὸς Φίλιππον· συνετέθειντο γὰρ καὶ κοινῇ πολεμεῖν πρὸς Ἀθηναίους κἂν ἄλλο τι δόξῃ, κοινῇ σπείσασθαι. ὁ δὲ Φίλιππος πάλαι μὲν προφάσεως ἐπ’ αὐτοὺς δεόμενος, τότε δὲ ταύτην λαβὼν ὡς τὰς συνθήκας παραβεβηκόσι καὶ πρὸς τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ φιλίαν ἐσπεισμένοις πόλεμον ἐπήνεγκεν.
ArgD 1 5 [5] οἱ δὲ πεπόμφασι πρέσβεις εἰς Ἀθήνας περὶ βοηθείας. οἷς ὁ Δημοσθένης συναγορεύει βοηθεῖν κελεύων τοῖς Ὀλυνθίοις. καί φησι τὴν Ὀλυνθίων σωτηρίαν ἀσφάλειαν εἶναι τῶν Ἀθηναίων· σωζομένων γὰρ τῶν Ὀλυνθίων οὐδέποτε ἥξειν εἰς τὴν Ἀττικὴν Φίλιππον, ἀλλὰ τοῖς Ἀθηναίοις ἐξουσίαν ἔσεσθαι πλεῖν ἐπὶ τὴν Μακεδονίαν κἀκεῖ ποιεῖσθαι τὸν πόλεμον· εἰ δὲ ὑπὸ Φιλίππῳ γένοιτο ἡ πόλις αὕτη, ἀνεῖσθαι τὴν ἐπὶ τὰς Ἀθήνας ὁδὸν τῷ βασιλεῖ.
ArgD 1 6 φησὶ δὲ δύσμαχον εἶναι τὸν Φίλιππον οὐχ ὡς ὑπείληπται, θαρσύνων ἐπ’ αὐτὸν τοὺς Ἀθηναίους. διείλεκται δὲ καὶ περὶ τῶν δημοσίων χρημάτων συμβουλεύων αὐτὰ ποιῆσαι στρατιωτικὰ ἀντὶ θεωρικῶν.
ArgD 1 7 [5] καὶ τὸ ἔθος οὐ πρόδηλον ὂν ᾧ ἐχρῶντο οἱ Ἀθηναῖοι, ἀνάγκη σαφηνίσαι. οὐκ ὄντος τὸ παλαιὸν θεάτρου λιθίνου παρ’ αὐτοῖς, ἀλλὰ ξυλίνων συμπηγνυμένων ἰκρίων καὶ πάντων καταλαμβάνειν τόπον σπευδόντων πληγαί τε ἐγίνοντο καί που καὶ τραύματα.
ArgD 1 8 [5] τοῦτο κωλύσαι βουληθέντες οἱ προεστῶτες τῶν Ἀθηναίων ὠνητοὺς ἐποιήσαντο τοὺς τόπους καὶ ἕκαστον ἔδει διδόναι δύο ὀβολοὺς καὶ καταβαλόντα θέαν ἔχειν. ἵνα δὲ μὴ δοκῶσιν οἱ πένητες τῷ ἀναλώματι λυπεῖσθαι, ἐκ τοῦ δημοσίου λαμβάνειν ἕκαστον ἐτάχθη τοὺς δύο ὀβολούς. ἐντεῦθεν μὲν οὖν τὸ ἔθος ἤρξατο, προῆλθε δὲ εἰς τοσοῦτον ὥστε οὐκ εἰς τοὺς τόπους μόνον ἐλάμβανον, ἀλλ’ ἁπλῶς πάντα τὰ δημόσια χρήματα διενέμοντο.
ArgD 1 9 [5] ὅθεν καὶ περὶ τὰς στρατείας ὀκνηροὶ κατέστησαν. πάλαι μὲν γὰρ στρατευόμενοι μισθὸν παρὰ τῆς πόλεως ἐλάμβανον, τότε δὲ ἐν ταῖς θεωρίαις καὶ ταῖς ἑορταῖς οἴκοι μένοντες διενέμοντο τὰ χρήματα. οὐκ ἔτι οὖν ἤθελον ἐξιέναι καὶ κινδυνεύειν, ἀλλὰ καὶ νόμον ἔθεντο περὶ τῶν θεωρικῶν τούτων χρημάτων θάνατον ἀπειλοῦντα τῷ γράψαντι μετατεθῆναι ταῦτα εἰς τὴν ἀρχαίαν τάξιν καὶ γενέσθαι στρατιωτικά.
ArgD 1 11 [5] διὸ ὁ Δημοσθένης εὐλαβῶς ἅπτεται τῆς περὶ τούτου συμβουλῆς καὶ ὑπερωτήσας ἑαυτὸν ὅτι σὺ γράφεις ταῦτα εἶναι στρατιωτικ ά; ἐπιφέρει μὰ Δ ί’ , οὐκ ἔγωγ ε. τοσαῦτα μὲν περὶ τῶν θεωρικῶν. Διείλεκται δὲ ὁ ῥήτωρ καὶ περὶ πολιτικῆς δυνάμεως ἀξιῶν αὐτοὺς στρατεύεσθαι καὶ μὴ διὰ ξένων, ὥσπερ εἰώθεσαν, ποιεῖσθαι τὴν βοήθειαν.
ArgD 1 12 τοῦτο γὰρ αἴτιον εἶναί φησι τοῦ τὰ πράγματα ἀπόλλυσθαι. ὑπόθεσις τοῦ βʹ Ὀλυνθιακοῦ λόγου.
ArgD 2 1 [10] Προσήκαντο μὲν τὴν πρεσβείαν τῶν Ὀλυνθίων οἱ Ἀθηναῖοι καὶ βοηθεῖν αὐτοῖς κεκρίκασι, μέλλουσι δὲ περὶ τὴν ἔξοδον καὶ δεδιόσιν ὡς 〈ὄντοσ〉 δυσπολεμήτου τοῦ Φιλίππου παρελθὼν ὁ Δημοσθένης πειρᾶται θαρσύνειν τὸν δῆμον ἐπιδεικνὺς ὡς ἀσθενεῖ τὰ τοῦ Μακεδόνος πράγματα. καὶ γὰρ τοῖς συμμάχοις ὕποπτον αὐτὸν εἶναί φησι καὶ κατὰ τὴν ἰδίαν δύναμιν οὐκ ἰσχυρόν. τοὺς γὰρ Μακεδόνας ἀσθενεῖς εἶναι καθ’ ἑαυτούς. ὑπόθεσις τοῦ γʹ Ὀλυνθιακοῦ λόγου.
ArgD 3 1 Ἔπεμψαν βοήθειαν τοῖς Ὀλυνθίοις οἱ Ἀθηναῖοι καί τι κατορθοῦν ἔδοξαν δι’ αὐτῆς. καὶ ταῦτα αὐτοῖς ἀπηγγέλλετο, ὅ τε δῆμος περιχαρὴς οἵ τε ῥήτορες παρακαλοῦντες ἐπὶ τιμωρίαν Φιλίππου. δέδοικε τοίνυν ὁ Δημοσθένης μὴ θαρρήσαντες ὡς τὰ πάντα νενικηκότες καὶ ἱκανὴν βοήθειαν πεποιημένοι τοῖς Ὀλυνθίοις τῶν λοιπῶν ὀλιγωρήσωσι.
ArgD 3 2 [5] διὰ τοῦτο παρελθὼν ἐπικόπτει τὴν ἀλαζονείαν αὐτῶν καὶ πρὸς εὐλάβειαν σώφρονα τὴν γνώμην μεθίστησι λέγων οὐ περὶ τῆς Φιλίππου τιμωρίας νῦν αὐτοῖς εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῆς τῶν συμμάχων σωτηρίας. οἶδε γὰρ ὅτι καὶ Ἀθηναῖοι καὶ ἄλλοι πού τινες τοῦ μὲν μὴ τὰ οἰκεῖα προέσθαι ποιοῦνται φροντίδα, περὶ δὲ τὸ τιμωρήσασθαι τοὺς ἐναντίους ἧττον σπουδάζουσιν.
ArgD 3 4 [5] Ἐν δὲ τούτῳ τῷ λόγῳ καὶ τῆς περὶ τῶν θεωρικῶν χρημάτων συμβουλῆς φανερώτερον ἅπτεται καὶ ἀξιοῖ λυθῆναι τοὺς νόμους τοὺς ἐπιτιθέντας ζημίαν τοῖς γράψασιν αὐτὰ γενέσθαι στρατιωτικά, ἵν’ ἀδεὲς ᾖ τὸ συμβουλεύειν τὰ βέλτιστα. παραινεῖ δὲ καὶ ὅλως πρὸς τὸν τῶν προγόνων ζῆλον ἀναστῆναι καὶ στρατεύεσθαι σώμασιν οἰκείοις καὶ ἐπιτιμήσει πολλῇ κέχρηται κατὰ τοῦ δήμου τε ὡς ἐκλελυμένου καὶ τῶν δημαγωγῶν ὡς οὐκ ὀρθῶς προϊσταμένων τῆς πόλεως.
ArgD 4 t ὑπόθεσις τοῦ αʹ κατὰ Φιλίππου λόγου. Κακῶς ἐν τῷ πολέμῳ τῷ πρὸς Φίλιππον οἱ Ἀθηναῖοι φερόμενοι συνεληλύθασιν εἰς ἐκκλησίαν ἀθυμοῦντες.
ArgD 4 2 [5] ὁ τοίνυν ῥήτωρ τήν τε ἀθυμίαν πειρᾶται παύειν λέγων οὐδὲν εἶναι θαυμαστὸν εἰ ῥᾳθυμοῦντες κεκράτηνται, καὶ εἰσηγεῖται πῶς ἂν ἄριστα τῷ πολέμῳ προσενεχθεῖεν. κελεύει δὲ δύο δυνάμεις παρασκευάσασθαι, μίαν μὲν μείζω πολιτικήν, ἥτις οἴκοι μένουσα πρὸς τὰς ἐπὶ καιρῶν χρείας ἕτοιμος ὑπάρξει, ἑτέραν δὲ ἐλάττονα ξένων ὄντων τῶν στρατευομένων, παραμεμιγμένων δὲ 〈καὶ πολιτῶν〉.
ArgD 4 4 [9] 〈ταύτην δὲ〉 κελεύει τὴν δύναμιν μὴ Ἀθήνησι μένειν μηδὲ ἐκ τῆς πόλεως ποιεῖσθαι τὰς βοηθείας, ἀλλὰ περὶ τὴν Μακεδονίαν ἀναστρέφεσθαι πολεμοῦσαν ἀδιαλείπτως, ἵνα μὴ τοὺς ἐτησίας πνέοντας ἐπιτηρήσας ὁ Φίλιππος ἢ καὶ τὸν χειμῶνα, ἡνίκα Ἀθήνηθεν εἰς Μακεδονίαν πλεῖν οὐ δυνατόν, ἐπιχειρῇ τοῖς πράγμασι καὶ παρὰ τὴν ἀπουσίαν τὴν τῶν Ἀθηναίων ἁπάντων κρατῇ, ἀλλ’ ἐγγὺς ἡ πρὸς αὐτὸν ἀντιταξομένη δύναμις ὑπάρχῃ. ὑπόθεσις τοῦ περὶ τῆς εἰρήνης λόγου.
ArgD 5 1 [5] Μηκυνομένου τοῦ πολέμου τοῦ περὶ Ἀμφιπόλεως εἰρήνης ἐπεθύμησαν ὅ τε Φίλιππος καὶ οἱ Ἀθηναῖοι, οἱ μὲν Ἀθηναῖοι κακῶς ἐν τῷ πολέμῳ φερόμενοι, ὁ δὲ Φίλιππος βουλόμενος ἃ ὑπέσχετο Θετταλοῖς τε καὶ Θηβαίοις ἐπιτελέσαι. ὑπέσχετο δὲ τοῖς μὲν Θηβαίοις Ὀρχομενὸν παραδώσειν καὶ Κορώνειαν, πόλεις Βοιωτίας, ἀμφοτέροις δὲ τὸν Φωκικὸν καταλύσειν πόλεμον.
ArgD 5 2 [5] τοῦτο δὲ ἦν ἀδύνατον αὐτῷ πολεμίων ὄντων Ἀθηναίων. καὶ γὰρ πρότερον βουληθεὶς εἰσβαλεῖν εἰς τὴν Φωκίδα τῶν Ἀθηναίων περιπλευσάντων ταῖς ναυσὶν εἰς τὰς καλουμένας Πύλας, ὑπ’ ἐνίων δὲ Θερμοπύλας, ἀπεκρούσθη τῆς εἰσόδου. νῦν τοίνυν εἰρήνην ποιησάμενος πρὸς τοὺς Ἀθηναίους μηδενὸς κωλύοντος παρελθὼν εἴσω Πυλῶν τὸ Φωκέων ἔθνος ἀνάστατον πεποίηκε καὶ τὴν Φωκέων ἐν τοῖς Ἀμφικτύοσι χώραν καὶ τὰς ἐκείνων ἐν τῷ συνεδρίῳ ψήφους παρὰ τῶν ἄλλων Ἑλλήνων εἴληφε.
ArgD 5 4 [5] πέπομφε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις ἀξιῶν καὶ αὐτοὺς ταῦτα συγχωρεῖν. καὶ ὁ Δημοσθένης παραινεῖ συγχωρεῖν οὐ τῷ πράγματι συνιστάμενος ὡς ὀρθῶς ἔχοντι οὐδὲ δίκαιον εἶναι λέγων μετέχειν Ἑλληνικοῦ συνεδρίου τὸν Μακεδόνα, ἀλλὰ δεδιέναι φάσκων μὴ καταναγκασθῶσι κοινὸν πόλεμον πρὸς ἅπαντας τοὺς Ἕλληνας ἔχειν. προσκεκρουκέναι γὰρ λέγει τοῖς Ἀθηναίοις ἄλλους δι’ ἄλλας τινὰς αἰτίας.
ArgD 5 5 [5] τούτους δὴ κοινῇ πολεμήσειν αὐτοῖς, εἰ δώσομεν, φησί, κοινὴν αἰτίαν ταύτην καθ’ ἡμῶν, ὅτι μόνοι τοῖς τῶν Ἀμφικτυόνων ἐνιστάμεθα δόγμασιν. ὥστε κάλλιον τὴν εἰρήνην τηρεῖν καὶ ταῦτα Φιλίππου παρεληλυθότος εἴσω Πυλῶν καὶ ἐπελθεῖν δυναμένου τὴν Ἀττικὴν ἢ περὶ μικροῦ τηλικοῦτον κίνδυνον ἄρασθαι. Οὗτος δὲ ὁ λόγος παρεσκευάσθαι μέν, οὐ μὴν εἰρῆσθαί μοι δοκεῖ.
ArgD 5 6 [5] κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου καὶ τοῦτο μετὰ τῶν ἄλλων αὐτοῦ διαβάλλει ὅτι συνεβούλευε Φίλιππον Ἀμφικτύονα εἶναι ψηφίσασθαι μηδενὸς ἄλλου τολμῶντος τοῦτο εἰσηγήσασθαι, μηδὲ Φιλοκράτους τοῦ πάντων ἀναιδεστάτου. οὐκ ἂν οὖν αὐτὸς περὶ τούτων συμβεβουλευκὼς τὸν Αἰσχίνην ἐπ’ αὐτοῖς διέβαλλεν, ἀλλὰ δηλονότι τὴν ὑπόνοιαν ἔδεισε μὴ δόξῃ φιλιππίζειν καὶ χρήμασιν ὑπὸ τοῦ βασιλέως πεισθεὶς τοιαύτην γνώμην ἀποφήνασθαι, ἐπεὶ καὶ ἐν τῷ λόγῳ πρὸς τοιαύτην τινὰ ὑπόνοιαν ἱστάμενος φαίνεται συνιστὰς ἑαυτὸν ὡς εὔνουν τῇ πόλει καὶ ἀδωροδόκητον.
ArgD 6 t [5] ὑπόθεσις τοῦ βʹ κατὰ Φιλίππου λόγου. Παραινεῖ διὰ τούτου τοῦ λόγου τοῖς Ἀθηναίοις ὁ ῥήτωρ πολέμιον ὑποπτεύειν τὸν Φίλιππον καὶ τῇ εἰρήνῃ μὴ πάνυ πιστεύειν, ἀλλὰ ἐγείρεσθαι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασι καὶ εὐτρεπίζεσθαι πρὸς πόλεμον.
ArgD 6 1 ἐπιβουλεύειν γὰρ αἰτιᾶται καὶ τοῖς Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι τὸν Φίλιππον καὶ τοῦτο αὐτοῦ καταμαρτυρεῖν τὰς πράξεις φησίν. ἐπαγγέλλεται δὲ καὶ ἀποκρίσεις δώσειν πρός τινας πρέσβεις ἥκοντας ἀπορούντων τῶν Ἀθηναίων ὅ τι ποτὲ ἀποκρίνασθαι δεῖ.
ArgD 6 2 [5] πόθεν δὲ οὗτοι καὶ περὶ τίνων ἥκουσιν, ἐν τῷ λόγῳ μὲν οὐ δηλοῦται, ἐκ δὲ τῶν Φιλιππικῶν ἱστοριῶν μαθεῖν δυνατόν. κατὰ γὰρ τοῦτον τὸν καιρὸν ἔπεμψε πρέσβεις ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους αἰτιώμενος ὅτι διαβάλλουσιν αὐτὸν μάτην πρὸς τοὺς Ἕλληνας ὡς ἐπαγγειλάμενον αὑτοῖς πολλὰ καὶ μεγάλα, ψευσάμενον δέ.
ArgD 6 3 [5] οὐδὲν γὰρ ὑπεσχῆσθαί φησιν οὐδὲ ἐψεῦσθαι καὶ περὶ τούτων ἐλέγχους ἀπαιτεῖ. ἔπεμψαν δὲ μετὰ Φιλίππου καὶ Ἀργεῖοι καὶ Μεσσήνιοι πρέσβεις εἰς Ἀθήνας αἰτιώμενοι καὶ οὗτοι τὸν δῆμον ὅτι Λακεδαιμονίοις καταδουλουμένοις τὴν Πελοπόννησον εὔνους τέ ἐστι καὶ συγκροτεῖ, αὑτοῖς δὲ περὶ ἐλευθερίας πολεμοῦσιν ἐναντιοῦται.
ArgD 6 5 [5] ἀποροῦσιν οὖν οἱ Ἀθηναῖοι καὶ πρὸς τὸν Φίλιππον ἀποκρίσεως καὶ πρὸς τὰς πόλεις· 〈πρὸς μὲν τὰς πόλεισ〉, ὅτι εὖνοι μέν εἰσι Λακεδαιμονίοις καὶ τὴν τῶν Ἀργείων καὶ Μεσσηνίων μετὰ Φιλίππου σύστασιν καὶ μισοῦσι καὶ ὑποπτεύουσιν, οὐ μὴν ἀποφήνασθαι δύνανται δίκαια πράττειν τοὺς Λακεδαιμονίους· πρὸς δὲ τὸν Φίλιππον, 〈ὅτι〉 διημαρτήκασι μὲν ὧν ἤλπισαν, οὐ μὴν ὑπ’ ἐκείνου γε αὐτοῦ δοκοῦσιν ἐξηπατῆσθαι. οὔτε γὰρ ταῖς ἐπιστολαῖς ἐνέγραψεν ὁ Φίλιππος ἐπαγγελίαν οὐδεμίαν οὔτε διὰ τῶν ἰδίων πρέσβεων ἐποιήσατό τινα ὑπόσχεσιν, ἀλλὰ Ἀθηναίων τινὲς ἦσαν οἱ τὸν δῆμον εἰς ἐλπίδα καταστήσαντες ὡς Φίλιππος Φωκέας σώσει καὶ τὴν Θηβαίων ὕβριν καταλύσει.
ArgD 6 7 [5] διὰ τοῦτο ὁ Δημοσθένης τῶν ἀποκρίσεων μνησθεὶς ἐπαγγέλλεται μὲν αὐτὰς δώσειν, φησὶ δὲ ὅτι δίκαιον ἦν τοὺς τὴν δυσχέρειαν πεποιηκότας ἐκείνους καὶ τὰς ἀποκρίσεις ἀπαιτεῖσθαι, τοὺς ἀπατήσαντας, φησί, τὸν δῆμον καὶ ἀνοίξαντας Φιλίππῳ Πύλας. ταῦτα δὲ εἰς τὸν Αἰσχίνην αἰνίττεται προκατασκευαζόμενος, ὥς φασι, τὴν κατ’ αὐτοῦ κατηγορίαν τῆς παραπρεσβείας, ἣν ὕστερον ἐνεστήσατο, καὶ προδιαβάλλων αὐτὸν πρὸς τοὺς Ἀθηναίους.
ArgD 7 t [5] ὑπόθεσις τοῦ περὶ Ἁλοννήσου λόγου. Οὗτος ὁ λόγος ἐπιγράφεται μὲν περὶ Ἁλοννήσου, τάχα δὲ ὀρθότερον ἐπιγράφειν· πρὸς τὴν ἐπιστολὴν τὴν Φιλίππο υ .
ArgD 7 2 [5] πέπομφε γὰρ πρὸς τοὺς Ἀθηναίους ἐπιστολὴν περὶ πολλῶν διαλεγόμενος, ὧν ἕν ἐστι καὶ τὸ κατὰ τὴν Ἁλόννησον, ἥτις ἦν μὲν τῶν Ἀθηναίων ἀρχαῖον κτῆμα, κατὰ δὲ τοὺς Φιλίππου καιροὺς ὑπὸ λῃστῶν κατείχετο, οὓς ἐκβαλὼν ὁ Φίλιππος ἀπαιτοῦσι μὲν τοῖς Ἀθηναίοις τὴν νῆσον οὐκ ἀποδίδωσιν, ἑαυτοῦ γὰρ εἶναί φησιν, αἰτοῦσι δὲ ὑπισχνεῖται δώσειν. ὁ δὲ λόγος οὐ δοκεῖ μοι Δημοσθένους εἶναι.
ArgD 7 3 [5] δηλοῖ δὲ ἡ φράσις καὶ ἡ τῆς συνθέσεως ἁρμονία πολὺ τὸν Δημοσθενικὸν πεφευγυῖα τύπον ἀνειμένη τε καὶ διαλελυμένη παρὰ τὴν ἰδέαν τούτου τοῦ ῥήτορος. καὶ μὴν καὶ τὸ ἐπὶ τέλει ῥηθὲν οὐ μικρὸν μαρτύριον τοῦ νόθον εἶναι τὸν λόγον· εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτ ε .
ArgD 7 4 [5] ὁ μὲν γὰρ Δημοσθένης εἴωθε παρρησίᾳ χρῆσθαι, τοῦτο δὲ ὕβρις ἐστὶ καὶ λοιδορία μέτρον οὐκ ἔχουσα, εὐτέλεια δὲ αὐτῷ δεινὴ πρόσεστι κατὰ τὴν ἑρμηνείαν. πρὸς δὲ τούτοις καὶ εὔηθες τὸ νομίζειν ἐν τοῖς κροτάφοις ἔχειν τοὺς ἀνθρώπους τὸν ἐγκέφαλον. ὑπώπτευσαν δὲ καὶ οἱ πρεσβύτεροι τὸν λόγον ὡς οὐ τοῦ ῥήτορος, καὶ πεφωράκασί γέ τινες ὄντα Ἡγησίππου καὶ ἀπὸ τῆς ἰδέας τῶν λόγων, τοιαύτῃ γὰρ κέχρηται, καὶ ἀπὸ τῶν πραγμάτων.
ArgD 7 5 [5] κατὰ Καλλίππου γὰρ τοῦ Παιανιέως φησὶν ὁ τὸν λόγον γεγραφὼς ἀπενηνοχέναι γραφὴν παρανόμων, φαίνεται δὲ οὐχ ὁ Δημοσθένης, ἀλλ’ ὁ Ἡγήσιππος τὴν κατὰ τοῦ Καλλίππου γραφὴν ἐνστησάμενος. Νὴ Δία, ἀλλ’ ὁ λόγος συμβουλεύει περὶ τῆς Ἁλοννήσου τοῖς Ἀθηναίοις μὴ λαμβάνειν αὐτήν, ἀλλὰ ἀπολαμβάνειν καὶ διαφέρεται περὶ τῶν ὀνομάτων, ταῦτα δὲ Αἰσχίνης φησὶ τὸν Δημοσθένην συμβεβουλευκέναι τοῖς Ἀθηναίοις.
ArgD 7 7 [5] εἶτα τί τοῦτο; δύναται γὰρ τὴν αὐτὴν πεποιῆσθαι συμβουλὴν καὶ Δημοσθένης καὶ Ἡγήσιππος, ἐπεὶ καὶ τἄλλα τῆς αὐτῆς ἦσαν ἐν τῇ πολιτείᾳ προαιρέσεως καὶ τοῖς φιλιππίζουσι τῶν ῥητόρων ἀντέλεγον, καὶ μέμνηται καὶ ὁ Δημοσθένης τοῦ Ἡγησίππου ὡς καὶ πρεσβεύσαντος μεθ’ ἑαυτοῦ καὶ ἀντιταχθέντος τῷ Μακεδόνι. δῆλον οὖν ὅτι ὁ μὲν τοῦ Δημοσθένους λόγος ὁ περὶ τῆς Ἁλοννήσου ῥηθεὶς οὐ σώζεται, ἐκείνου δὲ οὐκ ὄντος τὸν εὑρεθέντα προσέθεσαν αὐτῷ ἀφορμὴν ἔχοντες τὸ περὶ Ἁλοννήσου λόγον εἰρῆσθαι τῷ ῥήτορι, οὐκέτι δὲ ἐξετάζοντες εἰ τοῦτον εἰκὸς εἶναι τὸν ἐκείνου.
ArgD 8 t ὑπόθεσις τοῦ περὶ τῶν ἐν Χερρονήσῳ λόγου. Ὁ λόγος οὗτος ὑπὲρ Διοπείθους εἴρηται καὶ ὧν ἐκεῖνος παρὰ Ἀθηναίοις κατηγόρητο.
ArgD 8 1 [5] ἦν μὲν γὰρ Χερρόνησος ἡ πρὸς Θρᾴκην τῶν Ἀθηναίων κτῆμα ἀρχαῖον, εἰς δὲ ταύτην ἀπέστειλαν κατὰ τοὺς Φιλίππου καιροὺς κληρούχους ἑαυτῶν. ἔθος δὲ ἦν τοῦτο παλαιὸν τοῖς Ἀθηναίοις, ὅσοι πένητες ἦσαν αὐτῶν καὶ ἀκτήμονες οἴκοι, τούτους πέμπειν ἐποίκους εἰς τὰς ἔξω πόλεις τὰς ἑαυτῶν, καὶ ἐλάμβανον πεμπόμενοι ὅπλα τε ἐκ τοῦ δημοσίου καὶ ἐφόδιον.
ArgD 8 3 [5] καὶ νῦν τοίνυν τοῦτο γέγονε καὶ πεπόμφασιν ἐποίκους εἰς τὴν Χερρόνησον στρατηγὸν αὐτοῖς δόντες Διοπείθη. οἱ μὲν οὖν ἄλλοι Χερρονησῖται τοὺς ἐπελθόντας ἐδέξαντο καὶ μετέδωκαν αὐτοῖς καὶ οἰκιῶν καὶ γῆς, Καρδιανοὶ δὲ οὐκ ἐδέξαντο λέγοντες ἰδίαν χώραν οἰκεῖν καὶ οὐκ Ἀθηναίων. ἐντεῦθεν οὖν Διοπείθης ἐπολέμησε Καρδιανοῖς, οἱ δὲ παρὰ Φίλιππον καταφεύγουσι, καὶ ὃς ἐπιστέλλει τοῖς Ἀθηναίοις μὴ βιάζεσθαι Καρδιανοὺς ὡς αὑτῷ προσήκοντας, ἀλλὰ διαδικάσασθαι πρὸς αὐτούς, εἴ τί φασιν ἠδικῆσθαι.
ArgD 8 5 [5] ὡς δὲ οὐκ ἤκουον τούτων οἱ Ἀθηναῖοι, βοήθειαν τοῖς Καρδιανοῖς ἔπεμψεν. ἐφ’ οἷς ἀγανακτήσας ὁ Διοπείθης τοῦ Φιλίππου περὶ τὴν μεσόγειαν, τὴν ἄνω Θρᾴκην, πολεμοῦντος πρὸς τὸν Ὀδρυσῶν βασιλέα τὴν παράλιον Θρᾴκην ὑπήκοον οὖσαν τοῦ Μακεδόνος κατέδραμε καὶ ἐπόρθησε καὶ ἔφθη πρὶν Φίλιππον ἐπανελθεῖν ἀναχωρήσας εἰς τὴν Χερρόνησον καὶ ἐν ἀσφαλείᾳ γενόμενος. διόπερ ὁ Φίλιππος οὐ δυνηθεὶς ὅπλοις αὐτὸν ἀμύνασθαι πέπομφεν ἐπιστολὴν πρὸς τοὺς Ἀθηναίους κατηγορῶν τοῦ στρατηγοῦ καὶ λέγων αὐτὸν παραβεβηκέναι τὴν εἰρήνην ἄντικρυς.
ArgD 8 6 [5] καὶ οἱ φιλιππίζοντες τῶν ῥητόρων κατατρέχουσι τοῦ Διοπείθους καὶ κολάζειν ἀξιοῦσιν αὐτόν. πρὸς οὓς ὁ Δημοσθένης ἐναντιούμενος διχῇ ὑπὲρ τοῦ Διοπείθους ἵσταται.
ArgD 8 7 [5] οὔτε γὰρ ἄδικά φησιν αὐτὸν πεποιηκέναι, Φιλίππου γὰρ πολὺ πρότερον παραβάντος τὴν εἰρήνην καὶ ἀδικοῦντος τὴν τῶν Ἀθηναίων πόλιν εἰκότως καὶ τοῦτον ἔργα πολέμου διαπράττεσθαι, οὔτε συμφέρειν λέγει τοῖς Ἀθηναίοις κολάσαι τὸν στρατηγὸν καὶ διαλῦσαι τὴν ὑπ’ ἐκείνῳ δύναμιν, ἥτις νῦν ἀποκρούεται Χερρονήσου Φίλιππον. τὸ δὲ ὅλον ἐπὶ πόλεμον παρακαλεῖ καὶ τοῦ Φιλίππου πολλὴν ποιεῖται κατηγορίαν ὡς ἀδίκου καὶ παρασπόνδου καὶ τοῖς Ἀθηναίοις καὶ τοῖς Ἕλλησιν ἐπιβουλεύοντος.
ArgD 9 1 [6] ὑπόθεσις τοῦ γʹ κατὰ Φιλίππου λόγου. Ἁπλῆ τοῦ λόγου τούτου ἡ ὑπόθεσις. Φιλίππου γὰρ λόγῳ μὲν εἰρήνην ἄγοντος, ἔργῳ δὲ πολλὰ ἀδικοῦντος συμβουλεύει τοῖς Ἀθηναίοις ὁ ῥήτωρ ἀναστῆναι καὶ ἀμύνασθαι τὸν βασιλέα ὡς κινδύνου μεγάλου καὶ αὐτοῖς ἐπικρεμαμένου καὶ πᾶσι κοινῇ τοῖς Ἕλλησιν. ὑπόθεσις τοῦ δʹ κατὰ Φιλίππου λόγου.
ArgD 10 1 [5] Καὶ οὗτος ὁ λόγος τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ φθάνοντι καὶ πλέον οὐδὲν οὐδὲ ἴδιον πλὴν τὸ περὶ τῆς ὁμονοίας πολίτευμα. διαφερομένων γὰρ τῶν πλουσίων πρὸς τοὺς πένητας ὁ Δημοσθένης καταπαύειν πειρᾶται τὴν στάσιν τῷ μὲν δήμῳ παραινῶν μὴ δημεύειν τὰς τῶν πλουσίων οὐσίας, τοῖς δὲ πλουσίοις μὴ φθονεῖν τοῖς ἀπόροις τοῦ δημοσίου λήμματος.
ArgD 10 2 πείθει δὲ τοὺς Ἀθηναίους καὶ πρὸς τὸν Περσῶν βασιλέα περὶ συμμαχίας πρεσβεύεσθαι. ὑπόθεσις τοῦ πρὸς τὴν Φιλίππου ἐπιστολὴν λόγου.
ArgD 11 1 [7] Ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους πέπομφεν ἐπιστολὴν κατηγορῶν αὐτῶν καὶ πόλεμον προκηρύττων ἄντικρυς. οὐκ ἔτι οὖν ὁ ῥήτωρ πείθει τοὺς Ἀθηναίους πολεμεῖν, ἀνάγκη γάρ, ἀλλὰ θαρσύνει πρὸς τὸν κίνδυνον εὐκαθαίρετον λέγων τὸν Μακεδόνα. ὑπόθεσις τοῦ περὶ τῆς συντάξεως λόγου.
ArgD 12 1 [5] Ὁ λόγος οὗτος οὐκ ἔτι Φιλιππικός ἐστιν, ἀλλ’ ἁπλῶς συμβουλευτικός. ἐκκλησίαν γὰρ ἀγόντων τῶν Ἀθηναίων περὶ τῶν θεωρικῶν χρημάτων παρελθὼν ὁ Δημοσθένης πείθει συνταχθῆναί τε αὐτοὺς καὶ τὸ ἀρχαῖον ἀναλαβεῖν ἀξίωμα στρατευομένους καὶ τῶν Ἑλλήνων προκινδυνεύοντας καὶ συγκρίνει τὰ νῦν τοῖς ἐπὶ τῶν προγόνων πολὺ φαυλότερα καὶ ταπεινότερα τῶν παλαιῶν δεικνύς. ὑπόθεσις τοῦ περὶ τῶν συμμοριῶν λόγου.
ArgD 13 1 [5] Φήμης γενομένης τὸν Περσῶν βασιλέα παρασκευάζεσθαι στρατεύειν ἐπὶ τοὺς Ἕλληνας ὁ μὲν τῶν Ἀθηναίων δῆμος κεκίνηται καὶ συγκαλεῖν ὥρμηται τοὺς Ἕλληνας καὶ τὸν πόλεμον ἐκφέρειν ἤδη, ὁ δὲ Δημοσθένης συμβουλεύει μὴ προεξανίστασθαι, ἀλλὰ ἀναμένειν τὸν βασιλέα νεωτερίσαι. νῦν μὲν γάρ, φησίν, οὐ πείσομεν τοὺς Ἕλληνας συμμαχεῖν ἡμῖν ἐπ’ ἀδείας εἶναι δοκοῦντας, τότε δὲ αὐτοὺς ὁ κίνδυνος αὐτὸς συστήσει.
ArgD 13 2 [5] παραινεῖ τοίνυν ἡσυχάζοντας συντάξασθαι καὶ πρὸς τὸν πόλεμον παρασκευάσασθαι καὶ δὴ καὶ διέξεισιν ὃν τρόπον ἂν συνταχθεῖεν. ὅθεν καὶ περὶ συμμοριῶν ὁ λόγος ἐπιγράφεται.
ArgD 13 3 [3] συμμορία γὰρ παρὰ τοῖς Ἀττικοῖς τὸ τῶν λειτουργούντων σύνταγμα. ὑπόθεσις τοῦ ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας λόγου.
ArgD 14 1 Τὸν συμμαχικὸν κληθέντα πόλεμον πρὸς Ἀθηναίους 〈ἤραντο〉 Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι πρότερον μὲν αὐτῶν ὑπήκοοι γεγονότες, τότε δὲ ἀλλήλοις συμμαχίαν πεποιημένοι κατὰ τῶν Ἀθηναίων. γείτονες δὲ ὄντες οἱ Ῥόδιοι τῇ Καρίᾳ πρὸς τὸν ταύτης ὕπαρχον Μαύσωλον οἰκείως ἔχειν ἐδόκουν.
ArgD 14 2 [5] ὁ δὲ κατ’ ὀλίγον πιστευθεὶς ὑπ’ αὐτῶν ἐπιβουλὴν κατὰ τοῦ δήμου συνεστήσατο καὶ τὴν δημοκρατίαν τῶν Ῥοδίων ἀφελόμενος ὀλίγοις τοῖς δυνατωτάτοις τὴν πόλιν κατεδούλωσε. συμβουλεύει τοίνυν ὁ Δημοσθένης μὴ περιορᾶν ταῦτα, ἀλλὰ βοηθεῖν τῷ δήμῳ τῶν Ῥοδίων συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ δημοκρατεῖσθαι τὰς πόλεις.
ArgD 14 3 [7] εἰ δὲ ἠδικήκασιν ἡμᾶς Ῥόδιοι, φησίν, ἀλλὰ πρέπον ἐστὶν ἡμῖν καὶ σύνηθες τὸ καὶ τοὺς λυπήσαντάς τι τῶν Ἑλλήνων ἐλευθεροῦν καὶ μὴ μνησικακεῖν ἁμαρτάνουσιν εἰς τὴν πόλιν. ὑπόθεσις τοῦ ὑπὲρ Μεγαλοπολιτῶν λόγου.
ArgD 15 1 [5] Ὅτε Λακεδαιμόνιοι νικηθέντες ὑπὸ Θηβαίων ἐν Λεύκτροις τῆς Βοιωτίας εἰς κίνδυνον μέγαν κατέστησαν ἀποστάντων Ἀρκάδων καὶ προσθεμένων τοῖς Θηβαίοις, Ἀθηναῖοι σύμμαχοι Λακεδαιμονίοις γενόμενοι διέσωσαν αὐτούς. ὕστερον δὲ Λακεδαιμόνιοι τῶν κινδύνων ἀπαλλαγέντες καὶ προϊόντες πάλιν εἰς δύναμιν ἐπὶ Μεγάλην πόλιν τῆς Ἀρκαδίας ἤρχοντο καὶ τοὺς Ἀθηναίους παρεκάλουν διὰ πρεσβείας κοινωνεῖν αὐτοῖς τοῦ πολέμου.
ArgD 15 2 πεπόμφασι δὲ καὶ οἱ Μεγαλοπολῖται πρέσβεις Ἀθήναζε παρακαλοῦντες ὑπὲρ ἑαυτῶν. ὁ τοίνυν Δημοσθένης συμβουλεύει μὴ περιορᾶν ἀναιρεθεῖσαν Μεγάλην πόλιν μηδὲ εἰς ἰσχὺν προελθόντας Λακεδαιμονίους συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ μὴ φοβερὰν εἶναι τὴν Λακεδαίμονα.
ArgD 16 t [4] ὑπόθεσις τοῦ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν λόγου. Ἀλεξάνδρου τοῦ Μακεδόνος καταγαγόντος εἰς Μεσσήνην τοὺς Φιλιάδου τοῦ τυράννου παῖδας αἰτιᾶται παρὰ τὰς συνθήκας εἶναι τοῦτο τὰς πρὸς Ἀθηναίους καὶ Ἕλληνας γενομένας.
ArgD 16 1 [5] παραβεβηκέναι δὲ καὶ ἐν ἄλλοις πολλοῖς τὰς συνθήκας φησὶ τοὺς Μακεδόνας καὶ μὴ περιορᾶν ταῦτα παραινεῖ. ὁ δὲ λόγος ψευδεπίγραφος εἶναι δοκεῖ.
ArgD 16 2 [6] οὐ γὰρ ἔοικε κατὰ τὴν ἰδέαν τοῖς ἄλλοις τοῖς τοῦ Δημοσθένους, ἀλλὰ τῷ Ὑπερίδου χαρακτῆρι μᾶλλον προσχωρεῖ τά τε ἄλλα καὶ λέξεις τινὰς ἔχει κατ’ ἐκεῖνον μᾶλλον εἰρημένας ἢ τὸν Δημοσθένην, οἷον νεόπλουτοι καὶ βδελυρεύεσθα ι . ὑπόθεσις τοῦ περὶ τοῦ στεφάνου λόγου.
ArgD 17 1 [5] Τεῖχος μὲν ὁ ῥήτωρ ὑπὲρ Ἀθηναίων προὐβάλετο τῶν συνήθων τούτων καὶ χειροποιήτων ἀρραγέστερόν τε καὶ βέλτιον τήν τε εἰς τὴν πόλιν εὔνοιαν καὶ περὶ λόγους δεινότητα, ὡς αὐτὸς εἴρηκεν· οὐ λίθοις καὶ πλίνθοις τὰς Ἀθήνας ὠχύρωσ α , ἀλλὰ μεγάλαις δυνάμεσι καὶ πολλῇ τινι συμμαχίᾳ τῇ μὲν ἐκ γῆ ς , τῇ δὲ ἐκ θαλάττη ς . οὐ μὴν ἀλλὰ καὶ εἰς τὸν χειροποίητον περίβολον οὐ μικρὰ τῇ πόλει συνεβάλετο.
ArgD 17 2 [5] πεπονηκότος γὰρ κατὰ πολλὰ μέρη τοῦ τείχους τοῖς Ἀθηναίοις, ἐπειδὴ ἔδοξεν ἀνορθοῦν αὐτό, ᾑρέθησαν ἐπὶ τὸ ἔργον ἄνδρες δέκα, φυλῆς ἑκάστης εἷς, οὓς ἔδει τὴν ἐπιμέλειαν παρέχεσθαι τοῦ ἔργου ψιλήν. τὸ γὰρ ἀνάλωμα δημόσιον. εἷς τοίνυν τούτων καὶ ὁ ῥήτωρ γενόμενος οὐχ ὁμοίως τοῖς ἄλλοις τὴν ἐπιμέλειαν μόνην εἰσήνεγκε τῇ χρείᾳ, ἀλλὰ τὸ μὲν ἔργον ἀμέμπτως ἀπετέλεσε, τὰ δὲ χρήματα ἔδωκεν οἴκοθεν τῇ πόλει.
ArgD 17 4 [5] ἐπῄνεσεν αὐτοῦ τὴν εὔνοιαν ταύτην ἡ βουλὴ καὶ τὴν προθυμίαν ἠμείψατο στεφάνῳ χρυσῷ. ἕτοιμοι γὰρ Ἀθηναῖοι πρὸς τὰς χάριτας τῶν εὖ ποιούντων. Κτησιφῶν δὲ ἦν ὁ τὴν γνώμην εἰπὼν ὡς δεῖ στεφανῶσαι τὸν Δημοσθένην ἐν μὲν καιρῷ τοῖς Διονυσίοις, ἐν δὲ τόπῳ τῷ τοῦ Διονύσου θεάτρῳ, ἐν δὲ θεαταῖς πᾶσι τοῖς Ἕλλησιν οὓς ἡ πανήγυρις συνήγαγε, καὶ τούτων ἐναντίον ἀνειπεῖν τὸν κήρυκα ὅτι στεφανοῖ Δημοσθένην Δημοσθένους Παιανιέα ἡ πόλις ἀρετῆς συμπάσης ἕνεκα καὶ εὐνοίας τῆς πρὸς ἑαυτήν.
ArgD 17 6 [10] ἦν οὖν πανταχόθεν ἡ τιμὴ θαυμαστή. διὸ καὶ φθόνος αὐτῆς ἥψατο καὶ 〈κατὰ〉 τοῦ ψηφίσματος ἀπηνέχθη παρανόμων γραφή. Αἰσχίνης γὰρ ἐχθρὸς ὢν τοῦ Δημοσθένους ἀγῶνα παρανόμων ἐπήγγειλε Κτησιφῶντι λέγων ἄρχοντα γεγονότα τὸν Δημοσθένην καὶ μὴ δόντα λόγον ὑπεύθυνον εἶναι, νόμον δὲ κελεύειν τοὺς ὑπευθύνους μὴ στεφανοῦν, καὶ πάλιν νόμον παρεχόμενος τὸν κελεύοντα, ἐὰν μέν τινα ὁ δῆμος ὁ Ἀθηναίων στεφανοῖ, ἐν τῇ ἐκκλησίᾳ τὸν στέφανον ἀναγορεύεσθαι, ἐὰν δὲ ἡ βουλή, ἐν τῷ βουλευτηρίῳ, ἀλλαχόθι δὲ μὴ ἐξεῖναι. φησὶ δὲ καὶ τοὺς ἐπαίνους εἶναι τοὺς ἐπὶ τῷ Δημοσθένει ψευδεῖς.
ArgD 17 7 [5] μὴ γὰρ πεπολιτεῦσθαι καλῶς τὸν ῥήτορα, ἀλλὰ καὶ δωροδόκον εἶναι καὶ πολλῶν κακῶν αἴτιον τῇ πόλει. καὶ τάξει γε ταύτῃ τῆς κατηγορίας Αἰσχίνης κέχρηται πρῶτον εἰπὼν περὶ τοῦ τῶν ὑπευθύνων νόμου καὶ δεύτερον περὶ τοῦ τῶν κηρυγμάτων καὶ τρίτον περὶ τῆς πολιτείας.
ArgD 17 8 ἠξίωσε δὲ καὶ τὸν Δημοσθένην τὴν αὐτὴν τάξιν ποιήσασθαι. ὁ δὲ ῥήτωρ καὶ ἀπὸ τῆς πολιτείας τὴν ἀρχὴν ἐποιήσατο καὶ πάλιν εἰς ταύτην τὸν λόγον κατέστρεψε τεχνικῶς ποιῶν.
ArgD 17 9 [9] δεῖ γὰρ ἄρχεσθαί τε ἀπὸ τῶν ἰσχυροτάτων καὶ λήγειν εἰς ταῦτα. μέσα δὲ τέθεικε τὰ περὶ τῶν νόμων, καὶ τῷ μὲν περὶ τῶν ὑπευθύνων ἀντιτίθησι διανοίας, τῷ δὲ περὶ τῶν κηρυγμάτων νόμον ἕτερον ἤ τι νόμου μέρος, ὥς φησιν αὐτός, ἐν ᾧ συγκεχώρηται καὶ ἐν τῷ θεάτρῳ κηρύττειν, ἐὰν ὁ δῆμος ἢ ἡ βουλὴ τοῦτο ψηφίσηται. ὑπόθεσις τοῦ περὶ παραπρεσβείας λόγου.
ArgD 18 1 [5] Αἰσχίνης ἦν ἀνὴρ Ἀθηναῖος, υἱὸς Ἀτρομήτου καὶ Γλαυκοθέας, ἀμφοτέρων ἀδόξων, ὥς φησι Δημοσθένης. τὸν μὲν γὰρ γράμματα διδάσκοντα, τὴν δὲ καθαίρουσαν καὶ τελετάς τινας οὐ σπουδαίας τελοῦσάν φησι διαζῆν. παραδέδοται δὲ καὶ αὐτὸς ὁ Αἰσχίνης τραγῳδιῶν τε ὑποκριτὴς γενόμενος καὶ γραμματεὺς τῆς πόλεως, ἥτις ἦν εὐτελὴς ὑπηρεσία.
ArgD 18 2 [5] ὕστερον μέντοι τῶν ῥητόρων εἷς ἐγένετο καὶ περὶ τῆς εἰρήνης πρὸς Φίλιππον ἐπρέσβευσε. πολεμοῦντες γὰρ οἱ Ἀθηναῖοι Φιλίππῳ περὶ Ἀμφιπόλεως καὶ πολλὰ μὲν αὐτοὶ δεινὰ πάσχοντες, δρῶντες δὲ οὐδὲν ἄξιον λόγου ἐπείσθησαν ὑπὲρ εἰρήνης πρεσβεύσασθαι πρὸς Φίλιππον. πέμπουσι δὴ πρέσβεις δέκα τὸν ἀριθμόν, ἐν οἷς Αἰσχίνης τε καὶ Δημοσθένης ἦσαν.
ArgD 18 3 [5] δεξαμένου δὲ Φιλίππου τὰς διαλύσεις πάλιν οἱ αὐτοὶ πρεσβεύουσι δεύτερον, ὅπως οἱ περὶ τῆς εἰρήνης ὅρκοι γένοιντο. περὶ δὴ ταῦτα τὰ πράγματα κατηγορεῖ ὁ Δημοσθένης Αἰσχίνου τρία· ὅτι Φιλοκράτους αἰσχρὰν καὶ ἀσύμφορον εἰρήνην λέγοντος καὶ γράφοντος συνεῖπεν αὐτῷ· ὅτι τοὺς χρόνους κατανάλωσε, παρ’ ὃ συνέβη τὰ ἐν Θρᾴκῃ διαφθαρῆναι· ὅτι ψευδῆ πρὸς Ἀθηναίους ἀπήγγειλε, παρ’ ὃ συνέβη Φωκέας ἀπολέσθαι.
ArgD 18 4 [10] εἶπε γάρ, φησίν, ὅτι Φωκέας οὐκ ἀναιρήσει Φίλιππος, καὶ ὑμεῖς τούτῳ πιστεύσαντες οὐκ ἐβοηθήσατε τοῖς ἀνδράσι. φησὶ δὲ ταῦτα πάντα ἐπὶ μισθῷ καὶ δώροις τὸν Αἰσχίνην κεκακουργηκέναι. Ἡ στάσις περὶ οὐσίας καὶ στοχαστική.
ArgD 18 5 [5] ἡ δὲ κίνησις τῆς ἔχθρας λέγεται διὰ Τίμαρχον τὸν φίλον Δημοσθένους, ὃν ἠτίμωσεν Αἰσχίνης κατηγορήσας ὡς κακοῦ βίου, διότι πρὸς Πιττάλακον τὸν ὀρνιθίαν, φησίν, εἰσῄει εὔμορφος ὢν ἐπὶ τῷ θεᾶσθαι τὰς μάχας τῶν ὀρνίθων, διαφθειρόμενον καὶ διαφθείροντα. ὑπόθεσις τοῦ πρὸς Λεπτίνην λόγου.
ArgD 19 1 [5] Ἡ τῶν Ἀθηναίων πόλις ἄλλοις τε ἐτίμα τοὺς εὐεργέτας καὶ ἀτελείᾳ λειτουργιῶν. πολλῶν οὖν λαμβανόντων αὐτὴν σπάνις ἐδόκει τῶν λειτουργησόντων εἶναι. διὰ τοῦτο Λεπτίνης νόμον εἰσήνεγκεν εἶναι μηδένα ἀτελῆ μηδὲ τὸ λοιπὸν ἐξεῖναι τῷ δήμῳ δοῦναι, τὸν δὲ ἀτέλειαν αἰτήσαντα πάσχειν τὰ ἔσχατα. τοῦτον ἐγράψαντο τὸν νόμον πρότερον μὲν ἄλλοι, μεθ’ ὧν καὶ Βάθιππος, καὶ οὐκ ἐπεξῆλθεν ἢ χρήματα λαβὼν ἢ νόσῳ περιπεσών, νῦν δὲ Φορμίων καὶ Κτήσιππος ὁ Χαβρίου παῖς καί τινες μετ’ αὐτῶν, οἷς συνήγορος Δημοσθένης γίνεται.
ArgD 19 3 [5] ὁ μὲν οὖν Λεπτίνης πλέον ἰσχύει τῷ συμφέροντι, τὴν γὰρ χρείαν προΐσχεται, ὁ δὲ Δημοσθένης τῷ τε ἐνδόξῳ καὶ τῷ δικαίῳ· τῷ δικαίῳ μέν, ὅτι δίκαιόν ἐστι τοὺς εὖ ποιήσαντας ἀντευπεπονθέναι καὶ τοὺς ὀρθῶς ἀντιλαβόντας τῶν δοθέντων μὴ ἀφαιρεῖσθαι, τῷ δὲ ἐνδόξῳ, διότι τάχα μὲν καὶ ἄλλοις αἰσχρὸν ἃ δεδώκασιν ἀφαιρεῖσθαι, Ἀθηναίοις δὲ οὐχ ἥκιστα, οἷς ἀντ’ ἄλλου γνωρίσματος τὸ μεγαλόψυχον προσεῖναι δοκεῖ. ἐπιδεικνύει δὲ ὅτι καὶ παρανόμως εἰσήνεγκε τὸν νόμον.
ArgD 19 4 [5] λέγει γὰρ 〈αὐτὸν παραβῆναι τὸν〉 νόμον τὸν κελεύοντα ἀναιρεῖν πρῶτον τὸν ἐναντίον νόμον καὶ τότε αὐτὸν τιθέναι νόμον, ἵνα μὴ ἀλλήλοις ἐναντίοι νόμοι εὑρίσκωνται. ὑπόθεσις τοῦ κατὰ Μειδίου λόγου.
ArgD 20 1 [5] Ἑορτὴν ἦγον οἱ Ἀθηναῖοι Διονύσῳ, ἣν ἐκάλουν ἀπὸ τοῦ θεοῦ Διονύσια. ἐν δὲ ταύτῃ τραγικοὶ καὶ κωμικοὶ καὶ αὐλητῶν χοροὶ διηγωνίζοντο. καθίστασαν δὲ τοὺς χοροὺς αἱ φυλαὶ δέκα τυγχάνουσαι, χορηγὸς δὲ ἦν ἑκάστης φυλῆς ὁ τὰ ἀναλώματα παρέχων τὰ περὶ τὸν χορόν. ὁ τοίνυν Δημοσθένης τῆς ἑαυτοῦ φυλῆς τῆς Πανδιονίδος ἐθελοντὴς ὑπέστη χορηγεῖν.
ArgD 20 2 [5] ἐχθρῷ δὲ κεχρημένος τῷ Μειδίᾳ τῶν πλουσίων ἑνὶ φησὶ μὲν καὶ ἄλλα παρὰ τὴν χορηγίαν 〈ὑπ’〉 αὐτοῦ πεπονθέναι κακῶς, τὸ δὲ τελευταῖον ἐπὶ τῆς ὀρχήστρας κονδύλους ἔλαβεν ἐναντίον πάντων τῶν θεατῶν. ἐπὶ τούτῳ κατηγόρησεν ἐν τῷ δήμῳ τοῦ Μειδίου ὡς ἠσεβηκότος εἰς τὴν ἑορτὴν καὶ τὸν Διόνυσον. ἐκαλεῖτο δὲ ἡ τοιαύτη κατηγορία προβολή. ὁ μὲν οὖν δῆμος κατέγνωκε τοῦ Μειδίου τὴν ἀσέβειαν, ἀγωνίζονται δὲ νῦν ἐν τῷ δικαστηρίῳ περὶ τῆς τοῦ δήμου καταχειροτονίας.
ArgD 20 3 [5] ἔδει γὰρ καταγνόντος τοῦ δήμου δικαστήριον κρῖναι δεύτερον. ἔστιν οὖν ὁ ἀγὼν περὶ ὑποτιμήσεως· οὐ γὰρ περὶ τοῦ μηδὲν ἀδικεῖν ὁ Μειδίας ἀγωνίζεται, ἀλλὰ περὶ τιμήματος, πότερον ὕβρεως ἢ ἀσεβείας ὀφείλει δίκην. Ὁρικὸς οὖν ὁ λόγος τῇ στάσει τοῦ μὲν Μειδίου λέγοντος ὕβριν εἶναι τὸ πραχθέν, ἐπειδὴ τετύπτηκεν ἄνδρα ἐλεύθερον, τοῦ δὲ Δημοσθένους ἀσέβειαν, ἐπειδὴ χορηγὸς ὁ τετυπτημένος καὶ ἐν Διονυσίοις καὶ ἐν τῷ θεάτρῳ.
ArgD 20 4 [5] διὰ γὰρ τούτων καὶ ἠσεβηκέναι τὸν Μειδίαν φησίν, ὡς εἶναι διπλοῦν ὅρον κατὰ σύλληψιν. 〈κατὰ σύλληψιν δέ ἐστιν,〉 ὅταν μὴ ἐκβάλλοντες τὸ ὑπὸ τῶν ἀντιδίκων εἰσαγόμενον ὄνομα καὶ ἕτερον αὐτῷ προστιθῶμεν, ὥσπερ ἐνταῦθα ὁ Δημοσθένης τοῦ Μειδίου λέγοντος ὑβρικέναι οὐκ ἐκβάλλει μὲν οὐδὲ τὴν ὕβριν, προστίθησι δὲ αὐτῇ καὶ τὴν ἀσέβειαν.
ArgD 21 t [5] ὑπόθεσις τοῦ κατὰ Ἀριστοκράτους λόγου. Χαρίδημον τὸν Ὠρείτην ἡγούμενον ξενικοῦ καὶ στρατηγοῦντα παρὰ Κερσοβλέπτῃ τῷ Θρᾴκης βασιλεῖ πολίτην σφῶν αὐτῶν οἱ Ἀθηναῖοι ἐποιήσαντο τὰ μὲν γεγονότα χρήσιμον αὑτοῖς, τὰ δὲ προσδοκῶντες ἔτι μᾶλλον γενήσεσθαι.
ArgD 21 2 [5] περὶ τούτου ψήφισμα ἔγραψεν Ἀριστοκράτης ἐν τῇ βουλῇ τοιοῦτον· ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω ἐξ ἁπάσης τῆς Ἀθηναίων συμμαχίδος· ἐὰν δέ τις τὸν ἀγώγιμον ἀφέληται ἢ πόλις ἢ ἰδιώτης, ἔκσπονδος ἔστω. τούτου κατηγορεῖ τοῦ ψηφίσματος Εὐθυκλῆς τῷ Δημοσθένους λόγῳ χρώμενος καί φησι πρῶτον μὲν παράνομον εἶναι τὸ ψήφισμα, ὅτι κρίσιν ἀναιρεῖ καὶ δικαστήρια καὶ τὴν τιμωρίαν ἀπὸ τῆς αἰτίας γεγραμμένην ἔχει, δεύτερον δὲ μὴ συμφέρειν τοῖς Ἀθηναίοις τοιαύτην Χαριδήμῳ δοῦναι δωρεάν.
ArgD 21 3 ἀπολοῦμεν γάρ, φησί, διὰ ταύτης Χερρόνησον. τὸ δὲ ὅπως ὁ λόγος δείξει. ἐξετάζει δὲ καὶ τὴν τοῦ προσώπου ποιότητα λέγων οὐκ εἶναι δωρεῶν ἄξιον τὸν Χαρίδημον καὶ ταῦτα τοιούτων.
ArgD 22 t [3] ὑπόθεσις τοῦ κατὰ Ἀνδροτίωνος λόγου. Δύο ἦσαν ἐν Ἀθήναις βουλαί, ἡ μὲν διηνεκὴς ἡ ἐν Ἀρείῳ πάγῳ περί τε φόνων ἑκουσίων καὶ τραυμάτων καὶ τοιούτων τινῶν δικάζουσα, ἑτέρα δὲ ἡ τὰ πολιτικὰ πράττουσα.
ArgD 22 1 [5] αὕτη δὲ κατ’ ἐνιαυτὸν ἠμείβετο ἐκ πεντακοσίων ἀνδρῶν τῶν τὴν βουλευτικὴν ἡλικίαν ἀγόντων συνισταμένη. νόμος δὲ ἦν ἐπιτάττων τῇ βουλῇ ταύτῃ ποιεῖσθαι τριήρεις καινάς, ἐὰν δὲ μὴ ποιήσηται, κωλύων αὐτὴν αἰτεῖν παρὰ τοῦ δήμου δωρεάν. νῦν τοίνυν ἡ μὲν βουλὴ τὰς τριήρεις οὐκ ἐποιήσατο, Ἀνδροτίων δὲ γέγραφεν ἐν τῷ δήμῳ τὸ ψήφισμα στεφανῶσαι τὴν βουλήν.
ArgD 22 2 [5] ἐπὶ τούτῳ παρανόμων κρίνεται κατηγορούντων αὐτοῦ δύο ἐχθρῶν, Εὐκτήμονος καὶ Διοδώρου. καὶ προείρηκε μὲν ὁ Εὐκτήμων, δεύτερος δὲ ὁ Διόδωρος ἐπαγωνίζεται τούτῳ τῷ λόγῳ. φασὶ δὲ οἱ κατήγοροι πρῶτον μὲν ἀπροβούλευτον εἶναι τὸ ψήφισμα, νόμου γὰρ κελεύοντος μὴ πρότερον εἰς τὸν δῆμον ψήφισμα ἐκφέρειν, πρὶν ἐν τῇ βουλῇ δοκιμασθείη, τὸν Ἀνδροτίωνα παρὰ τοῦτον τὸν νόμον ἀπροβούλευτον εἰσενεγκεῖν τὴν γνώμην, δεύτερον δὲ ὑπεναντίον ἐκείνῳ τῷ νόμῳ τῷ κελεύοντι μὴ ποιησαμένην τὴν βουλὴν τὰς τριήρεις μὴ αἰτεῖν δωρεάν.
ArgD 22 3 εἰ γὰρ αἰτεῖν οὐκ ἔξεστι, δῆλον ὡς οὐδὲ τὸ δοῦναι συγκεχώρηται. τούτους μὲν εἰς τὸ πρᾶγμα τοὺς νόμους 〈παρέχονται〉, παρέχονται δὲ καὶ κατὰ τοῦ προσώπου δύο, τὸν τῆς ἑταιρήσεως καὶ τὸν τῶν ὀφειλόντων τῷ δημοσίῳ.
ArgD 22 4 [5] καί φασι τὸν Ἀνδροτίωνα κατὰ ἀμφοτέρους ἄτιμον εἶναι· καὶ γὰρ πεπορνεῦσθαι καὶ χρέος πατρῷον ὀφείλειν τῇ πόλει. ὑπόθεσις τοῦ κατὰ Τιμοκράτους λόγου.
ArgD 23 1 [5] Διόδωρος μὲν κἀνταῦθα ὁ κατήγορος. κατηγορεῖ δὲ νόμου μάλα φιλανθρώπου, διόπερ ἀπὸ τῆς αἰτίας καὶ τῆς τοῦ γεγραφότος γνώμης διαβάλλειν αὐτὸν πειρᾶται. ἔστι δὲ ὁ νόμος ὁ τοῦ Τιμοκράτους τοιοῦτος· εἴ τινι Ἀθηναίων ἐπ’ ὀφλήματι δημοσίῳ προστετίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθείη, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ αὐτοῦ ἐγγυητὰς καταστήσαντι τοῦ ὀφλήματος, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐντὸς ῥητῆς προθεσμίας ἐκτίσειν, ἀφεῖσθαι τοῦ δεσμοῦ· ἐὰν δὲ ἐπιστάντος τοῦ χρόνου μὴ ἐκτισθῇ τὸ ὄφλημα, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δὲ ἐγγυητῶν δημοσίαν εἶναι τὴν οὐσίαν.
ArgD 23 3 [5] τοῦτον αἰτιᾶται τὸν νόμον ὁ κατήγορος οὐχ ὑπὲρ τοῦ κοινοῦ γεγράφθαι, ἀλλ’ ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου. οὗτοι γάρ, φησί, πεμφθέντες εἰς Καρίαν πρεσβευταὶ καὶ πλέοντες ἐν τριήρει περιπεσόντες Ναυκρατίταις ἀνθρώποις ἐμπόροις ἀφείλοντο αὐτῶν τὰ χρήματα. εἶθ’ οἱ Ναυκρατῖται μὲν ἐλθόντες Ἀθήναζε τὸν δῆμον ἱκέτευον, ὁ δὲ δῆμος ἔγνω πολέμια εἶναι τὰ χρήματα καὶ μὴ δεῖν ἀποδοθῆναι τοῖς ἐμπόροις. τούτων δὲ οὕτω γενομένων Ἀρχέβιος καὶ Λυσιθείδης οἱ τριήραρχοι τῆς νεὼς ἐφ’ ἧς ἔπλεον οἱ περὶ τὸν Ἀνδροτίωνα εἰσεπράττοντο τὰ χρήματα.
ArgD 23 5 [5] ὡς δὲ ἐκεῖνοι μὲν οὐκ ἐφάνησαν ἔχοντες αὐτά, οἱ πρεσβευταὶ δὲ ὡμολόγουν ἔχειν αὐτὰ καὶ ἔδει παραχρῆμα καταβάλλειν ἢ τοῖς νόμοις ὑποπίπτειν τοῖς τῶν ὀφειλόντων τὰ δημόσια, διὰ τοῦτο, φησί, τοῦτον τὸν νόμον Τιμοκράτης βοηθοῦντα ἐκείνοις ἔθηκεν. ὁ μέντοι Τιμοκράτης ἐκτετικέναι φησὶ τὰ χρήματα τοὺς περὶ Ἀνδροτίωνα καὶ δῆλον ἐντεῦθεν εἶναι ὡς οὐκ ἐκείνων ἕνεκα τὸν νόμον εἰσέφερεν αὐτός.
ArgD 23 7 κατηγορεῖ δὲ ὁ Διόδωρος καὶ ἄλλο τοῦ νόμου. τήν τε γὰρ θέσιν αὐτοῦ μέμφεται ὡς γεγονυῖαν παρὰ τοὺς νόμους καὶ ὑπεναντίον εἶναι τοῖς ἀρχαίοις φησὶ καὶ ἀσύμφορον τοῖς κοινοῖς ἐπιδείκνυσιν. ὑπόθεσις τῶν κατὰ Ἀριστογείτονος λόγων.
ArgD 24 1 [5] Πυθάγγελος καὶ Σκάφων ἰδόντες Ἱεροκλέα φέροντα ἱερὰ ἱμάτια, ἐφ’ οἷς καὶ χρυσᾶ γράμματα ἦν δηλοῦντα τοὺς ἀναθέντας, ἀπάγουσι πρὸς τοὺς πρυτάνεις ὡς ἱερόσυλον, οἱ δὲ τῇ ὑστεραίᾳ καθιστᾶσιν εἰς τὴν ἐκκλησίαν. κἀκεῖνος ὑπὸ τῆς ἱερείας ἔφη πεμφθεὶς λαβεῖν τὰ ἱμάτια, ἵνα κομίσῃ πρὸς τὸ ἱερὸν κυνηγέσιον. ἐνταῦθα Ἀριστογείτων γράφει ψήφισμα πρῶτον μὲν ἀπροβούλευτον, ἔπειτα δεινότατον, κελεῦον, ἐὰν μὲν ὁμολογῇ τὰ ἱμάτια ἐξενεγκεῖν, ἀποθανεῖν αὐτὸν αὐτίκα· ἐὰν δὲ ἀρνῆται, κρίνεσθαι.
ArgD 24 2 [5] ἐξ οὗ συνέβαινεν αὐτῷ ὁμολογήσαντι μὲν τὸ ἀληθὲς παραχρῆμα τεθνάναι, ἐξάρνῳ δὲ γενομένῳ μετ’ ὀλίγον τοῦτο παθεῖν. τοῦτο τὸ ψήφισμα γραψάμενος παρανόμων Φανόστρατος ὁ Ἱεροκλέους τοῦ κινδυνεύοντος πατὴρ συγκατηγορήσαντος αὐτῷ Δημοσθένους αἱρεῖ παρανόμων.
ArgD 24 3 [5] καὶ τιμᾷ τὸ δικαστήριον Ἀριστογείτονι πέντε ταλάντων. τοῦτο μὲν δὴ πρῶτον ὄφλημα Ἀριστογείτονι γίνεται.
ArgD 24 4 [5] ἔπειτα Ἡγήμονα γραψάμενος καὶ τὸν ἀγῶνα ἀποδόμενος τὸ πέμπτον μέρος μὴ λαβὼν τῶν ψήφων ὦφλε χιλίας. οὐκ ἀποδόντος δὲ αὐτοῦ κατὰ τὴν ὡρισμένην προθεσμίαν διπλοῦται τὰ ὀφλήματα κατὰ τὸν νόμον καὶ γίνεται δέκα τάλαντα καὶ δισχίλιαι δραχμαί. ὑπὲρ τούτων τῶν χρημάτων ἀπογράφει τι εἰς τὸ δημόσιον χωρίον ἑαυτοῦ, καὶ τὸ χωρίον τοῦτο Εὔνομος ὠνεῖται ὁ ἀδελφὸς αὐτοῦ τάξιν αἰτησάμενος τοῦ ὀφλήματος ὥστε ἐν δέκα ἔτεσιν ἐκτῖσαι τὸ σύμπαν καθ’ ἕκαστον ἔτος τιθεὶς τὸ ἐπιβάλλον μέρος.
ArgD 24 5 [5] δύο μὲν δὴ καταβολὰς ἀπήνεγκε, τάλαντα δύο καὶ δραχμὰς τετρακοσίας, τὸ δὲ λοιπὸν ὀφείλεται, τάλαντα ὀκτὼ καὶ δραχμαὶ χίλιαι καὶ ἑξακόσιαι. δοκῶν οὖν ἔχειν ὁ Ἀριστογείτων τοῦ λέγειν ἐξουσίαν καὶ μηκέτι ὀφείλειν, ἐπειδὴ χρήστην ἀντέδωκε τῇ πόλει, καὶ ἐγράφετο πολλοὺς καὶ ἐδημηγόρει τῶν νόμων τὸν ὀφείλοντα τῷ δημοσίῳ, μέχρις ἂν ἐκτίσῃ, ποιούντων ἄτιμον.
ArgD 24 6 [5] διόπερ αὐτὸν οἱ περὶ Λυκοῦργον ἐνέδειξαν ὡς οὐκ ἐξὸν λέγοντα. οὐκ ἐξαληλιμμένου τοίνυν ἐξ ἀκροπόλεως Ἀριστογείτονος, ἀλλ’ ἔτι τοῦ ὀφλήματος ἐγγεγραμμένου, χρήστου δὲ καταστάντος τοῦ τὸ χωρίον ὠνησαμένου ζήτημα συνίσταται, πότερον ὁ πριάμενος τὸ χωρίον ὀφείλει μόνον ἢ καὶ ὁ πρῶτος ὀφλών, ἄχρις ἂν ἐκτισθῇ τὸ χρέος.
ArgD 24 8 [5] περὶ μὲν δὴ τὰ δύο ὀφλήματα τοῦτο συνίσταται τὸ ζήτημα, φασὶ δὲ αὐτὸν οἱ κατήγοροι καὶ τρίτον ὀφείλειν ὄφλημα τῷ δημοσίῳ. πρὸς τοῦτο Ἀριστογείτων ἀνθιστάμενός φησιν ἀδίκως ἐγγεγράφθαι καὶ διὰ τοῦτο δίκην λαχεῖν Ἀρίστωνι τῷ ἐγγράψαντι. Δημοσθένης δὲ καὶ Λυκοῦργος περὶ μὲν τοῦ δικαίαν ἢ μὴ γεγενῆσθαι τὴν ἐγγραφὴν οὐδὲν λέγουσι, φασὶ δέ· ὅταν ἕλῃ τὸν Ἀρίστων α , τότε Ἀριστογείτων μὲν ἐξαλειφθήσετα ι , ἐκεῖνος δὲ ἐγγραφήσεται κατὰ τὸν νόμο ν · πρὶν δὲ κριθῆναι τὸ πρᾶγμα οὐ προσήκει λέγειν τὸν τάχα δικαίως ἐγγεγραμμένον καὶ ψευδῶς ἐγκαλοῦντα τῷ Ἀρίστων ι .
ArgD 24 10 [5] ταῦτα μὲν δὴ τὰ ζητήματα τῆς ὑποθέσεως, ἐνηγώνισται δὲ αὐτοῖς ὁ Λυκοῦργος ἅτε πρότερος λέγων. τῷ Δημοσθένει δὲ περὶ μὲν τούτων βραχὺς πάνυ λόγος γέγονεν ὡς προειλημμένων, ὁ δὲ ὅλος αὐτῷ λόγος τοῦ Ἀριστογείτονος βίου κατηγορίαν περιέχει. Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς οὐ δέχεται τούτους τοὺς λόγους Δημοσθένους εἶναι ἐκ τῆς ἰδέας τεκμαιρόμενος.
ArgD 24 11 [5] οἱ δέ φασιν ἐπίτηδες τὸν ῥήτορα τοιούτῳ χαρακτῆρι κεχρῆσθαι ζηλώσαντα Λυκοῦργον εὐδοκιμοῦντα παρὰ τοῖς Ἀθηναίοις, οἱ δέ, ἐπειδὴ τὸν τῆς ἡλικίας χρόνον εἰς τὴν πρωτολογίαν ἔλαβε Λυκοῦργος καὶ πᾶσι τοῖς κεφαλαίοις αὐτὸς ἐχρήσατο, ὁ Δημοσθένης ἠναγκάσθη λοιπὸν φιλοσοφώτερον μετελθεῖν καὶ περιοδικῶς. ἄλλοι δὲ τὸν μὲν πρότερον δέχονται Δημοσθένους εἶναι, τὸν δὲ δεύτερον οὐδαμῶς οὐδὲν ἄξιον ἔχοντα τοῦ ῥήτορος.
ArgD 25 t [3] ὑπόθεσις τοῦ κατὰ Νεαίρας λόγου. Καὶ τοῦτον τὸν λόγον οὐκ οἴονται Δημοσθένους εἶναι ὕπτιον ὄντα καὶ πολλαχῇ τῆς τοῦ ῥήτορος δυνάμεως ἐνδεέστερον.
ArgD 25 1 [5] ὑπόθεσιν δὲ ἔχει τοιαύτην. Νόμου κελεύοντος, ἐὰν ἀνδρὶ Ἀθηναίῳ ξένη συνοικῇ, πεπρᾶσθαι ταύτην κατὰ τοῦτον τὸν νόμον ἐπὶ Νέαιραν ἥκει Θεόμνηστος λέγων συνοικεῖν αὐτὴν Στεφάνῳ γεγονυῖαν μὲν δούλην Νικαρέτης, ἑταιρήσασαν δὲ πρότερον, νῦν δὲ Στεφάνῳ νόμῳ συνοικοῦσαν καὶ πεπαιδοποιημένην ἐξ αὐτοῦ.
ArgD 25 3 [5] ὁ δὲ Στέφανος οὐχ ὁμολογεῖ ταῦτα, ἀλλὰ συνεῖναι μὲν αὐτῇ φησιν, ὡς ἑταίρᾳ δὲ καὶ οὐ γυναικί, καὶ τοὺς παῖδας οὐκ ἐκ ταύτης ἔχειν. πρὸς ὅπερ ὁ κατήγορος ἀνθιστάμενος οὐκ ὀλίγα τεκμήρια παρέχεται ὡς γυναῖκα συνοικεῖν αὐτήν. Γίνεται τοίνυν ἡ στάσις τοῦ λόγου στοχαστική· περὶ γὰρ οὐσίας τὸ ζήτημα καὶ οὔτε περὶ ἰδιότητος οὔτε περὶ ποιότητος.
ArgD 25 4 [5] τὰ μὲν οὖν πρῶτα τοῦ λόγου Θεόμνηστος λέγει, ἔπειτα συνήγορον Ἀπολλόδωρον καλεῖ κηδεστὴν ὄντα ἑαυτοῦ, κἀκεῖνος τὸν ἀγῶνα ποιεῖται. ὑπόθεσις τῆς κατὰ Θεοκρίνου ἐνδείξεως.
ArgD 26 1 Τοῦτον τὸν λόγον οὐκ οἶδα ὅπως ἐν τοῖς ἰδιωτικοῖς ἀναγράφουσιν οἱ πολλοὶ δημόσιον ὄντα φανερῶς. δῆλον δὲ ἔσται τοῦτο ἐξ αὐτῆς τῆς ὑποθέσεως. Κατὰ τῶν ἑτέρωσέ ποι καὶ μὴ Ἀθήναζε σεσιτηγηκότων ἐμπόρων ἢ ναυκλήρων Ἀθηναίων φάσεις ἦσαν δεδομέναι.
ArgD 26 2 [5] νόμος δὲ ἦν, ἐάν τίς τινα φήνας μὴ ἐπεξίῃ ἢ ἐπεξιὼν μὴ λάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, χιλίας ἐκτίνειν τῷ δημοσίῳ, τοῖς δὲ ὀφείλουσι μὴ ἐξεῖναι λέγειν, 〈καὶ δεύτερος . . . . . . . . . . . . . . . . . . .〉, καὶ τρίτος, ἐὰν μή τις δόξῃ δικαίως εἰς ἐλευθερίαν ἀφελέσθαι τινά, τὸ ἥμισυ τοῦ τιμήματος ὀφείλειν τῷ δημοσίῳ. Ἐπιχάρης οὖν ἐνέδειξε Θεοκρίνην οὐκ ἐξὸν αὐτῷ λέγειν ἐκ τριῶν τούτων τῶν νόμων.
ArgD 26 3 [5] καὶ γὰρ Μίκωνα ὡς ἑτέρωσέ ποι σεσιτηγηκότα φῆναι μὲν αὐτὸν λέγει, μὴ ἐπεξελθεῖν δέ, καὶ ἐπιμελητὴν ὑπὸ τῶν φυλετῶν ἀποδειχθέντα ἐν εὐθύναις ἁλῶναι κλοπῆς χρημάτων, ἃ ἦν ἱερὰ τῶν ἐπωνύμων, καὶ τρίτον Κηφισοδώρου θεράπαιναν εἰς ἐλευθερίαν ἀδίκως ἀφελόμενον τὸν πατέρα τοῦ Θεοκρίνου προσοφλῆσαι δραχμὰς πεντακοσίας. Ἐπὶ τούτοις μὲν ἡ ἔνδειξις καὶ τὸ πρᾶγμα φανερῶς δημόσιον, τὸν δὲ λόγον οἱ πολλοὶ νομίζουσιν εἶναι Δεινάρχου καίτοι γε οὐκ ἀπεοικότα τῶν τοῦ Δημοσθένους.
ArgD 27 t [10] ὑπόθεσις τῆς πρὸς Εὐβουλίδην ἐφέσεως. Γράφεται νόμος παρ’ Ἀθηναίοις γενέσθαι ζήτησιν πάντων τῶν ἐγγεγραμμένων τοῖς ληξιαρχικοῖς γραμματείοις εἴτε γνήσιοι πολῖταί εἰσιν εἴτε μή, τοὺς δὲ μὴ γεγονότας ἐξ ἀστοῦ καὶ ἐξ ἀστῆς ἐξαλείφεσθαι, διαψηφίζεσθαι δὲ περὶ πάντων τοὺς δημότας, καὶ τοὺς μὲν ἀποψηφισθέντας καὶ ἐμμείναντας τῇ ψήφῳ τῶν δημοτῶν ἐξαληλίφθαι καὶ εἶναι μετοίκους, τοῖς δὲ βουλομένοις ἔφεσιν εἰς δικαστὰς δεδόσθαι, κἂν μὲν ἁλῶσι καὶ παρὰ τῷ δικαστηρίῳ, πεπρᾶσθαι, ἐὰν δὲ ἀποφύγωσιν, εἶναι πολίτας.
ArgD 27 2 [9] κατὰ τοῦτον τὸν νόμον τοῦ Ἁλιμουσίων δήμου διαψηφιζομένου ἀποψηφίζεται Εὐξίθεός τις, φάσκων δὲ ἑαυτὸν ὑπὸ Εὐβουλίδου ἐχθροῦ ὄντος κατεστασιάσθαι ἐφῆκεν εἰς τὸ δικαστήριον καὶ ἐπιδείκνυσιν ἑαυτὸν ἐξ ἀστοῦ καὶ ἐξ ἀστῆς· εἰ δὲ ἐτίτθευσεν ἡ μήτηρ μου, δι’ ἀπορίαν τοῦτο ἐποίησεν. ὁ δὲ πατὴρ ἐξένιζε τῇ γλώττῃ αἰχμάλωτος γενόμενος καὶ πραθείς. δεῖ δὲ μὴ τὰ ἀτυχήματα προφέρειν, ἀλλὰ τὰ γένη ζητεῖν. ὑπόθεσις τοῦ αʹ κατὰ Ἀφόβου ἐπιτροπῆς λόγου.
ArgD 28 1 [5] Δημοσθένης ὁ Παιανιεύς, Δημοσθένους τοῦ ῥήτορος πατήρ, τελευτῶν ἐπὶ δύο παισί, τῷ τε Δημοσθένει καὶ θυγατρί, ἐπιτρόπους καθίστησι καὶ τῶν παίδων καὶ τῶν χρημάτων τρεῖς, δύο μὲν συγγενεῖς, Ἄφοβόν τε καὶ Δημοφῶντα, ἕνα δὲ φίλον ἐκ παίδων, Θηριππίδην. καὶ Θηριππίδῃ μὲν δίδωσιν ἑβδομήκοντα καρποῦσθαι μνᾶς, ἄχρις ἂν Δημοσθένης εἰς ἄνδρας ἐγγραφῇ, Δημοφῶντι δὲ ἐγγυᾷ τὴν θυγατέρα προστάξας αὐτὸν προῖκα δύο τάλαντα λαβεῖν, Ἀφόβῳ δὲ τὴν ἑαυτοῦ μὲν γυναῖκα, τῶν δὲ παίδων μητέρα Κλεοβούλην τὴν Γύλωνος ἀξιοῖ γήμασθαι μνᾶς ἐπιδοὺς ὀγδοήκοντα καὶ χρῆσθαι κελεύει τῇ τε οἰκίᾳ καὶ τοῖς ἐν αὐτῇ σκεύεσι μέχρι τῆς Δημοσθένους εἰς ἄνδρας ἐγγραφῆς.
ArgD 28 3 [12] οὗτοι τὰ μὲν δοθέντα χρήματα αὑτοῖς εὐθὺς λαμβάνουσι, γαμεῖ δὲ οὔτε Ἄφοβος τὴν γυναῖκα τοῦ τελευτήσαντος οὔτε Δημοφῶν τὴν θυγατέρα. διαχειρίσαντες δὲ τὴν οὐσίαν τεττάρων καὶ δέκα ταλάντων, ὡς ὁ ῥήτωρ ἐπιδείκνυσιν, ὀφείλοντες τριάκοντα τάλαντα ἐκτῖσαι .... ἐπικαρπίας καὶ ἀποδοῦναι μικρὰ παντελῶς παρέδωκαν εἰς ἄνδρας ἐγγραφέντι τῷ Δημοσθένει. διὸ πρὸς τὸν Ἄφοβον εἰσελήλυθεν ἐπιτροπῆς δέκα ταλάντων τὴν δίκην λαχών, ἐπειδὴ τρίτος ὢν ἐπίτροπος τὸ τρίτον ὀφείλει τῶν χρημάτων, ἃ καὶ συντίθησιν ὁ ῥήτωρ ἔκ τε τῶν ἀρχαίων καὶ τῆς ἐπικαρπίας. 〈ὑπόθεσις τοῦ βʹ κατὰ Ἀφόβου ἐπιτροπῆς λόγου〉.
ArgD 29 1 [4] Πρός τινας ἀντιρρήσεις εἰσαγομένας ὑπὸ τοῦ Ἀφόβου οὗτος ὁ λόγος ἐπηγώνισται, ἔχει δὲ καὶ τῶν προειρημένων ἐπανάμνησιν. ὑπόθεσις τοῦ πρὸς Ἄφοβον ψευδομαρτυριῶν ὑπὲρ Φάνου λόγου.
ArgD 30 1 [5] Κρινόμενος τῆς ἐπιτροπῆς Ἄφοβος ἐξῄτει παρὰ Δημοσθένους Μιλύαν εἰς βάσανον εἰδὼς οὐ δοθησόμενον. οὐ γὰρ ἐδίδου Δημοσθένης φάσκων οὐκ οἰκέτην, ἀλλ’ ἐλεύθερον εἶναι τὸν Μιλύαν ἐλευθερωθέντα ὑπὸ τοῦ πατρός, ὅτε ἐτελεύτα, καὶ εἰς τούτου πίστιν ἄλλα τε παρεχόμενος καὶ δὴ καὶ μαρτυρίαν Φάνου, ὃς ἐμαρτύρησε πρὸς τοὺς δικαστὰς φάσκων ὡμολογηκέναι Ἄφοβον ἐπὶ τοῦ διαιτητοῦ ἐλεύθερον εἶναι Μιλύαν. ἁλοὺς δὴ τῆς ἐπιτροπῆς Ἄφοβος ψευδομαρτυριῶν Φάνῳ δικάζεται, ὑπὲρ οὗ τοῦτον τὸν λόγον ὁ Δημοσθένης λέγει καὶ τἀληθῆ φάσκων αὐτὸν μεμαρτυρηκέναι καὶ πρὸς τούτῳ δεικνὺς ὡς οὐδὲν ἐκ ταύτης τῆς μαρτυρίας Ἄφοβος ἐβλάβη, ἀλλὰ δι’ ἑτέρους ἥλω μάρτυρας, οἷς οὐκ ἐπισκηψάμενος δῆλός ἐστιν ἠδικηκώς.
ArgD 31 t [6] ὑπόθεσις τοῦ αʹ πρὸς Ὀνήτορα ἐξούλης λόγου. Ἄφοβος μέλλοντος αὐτῷ Δημοσθένους τὰς τῆς ἐπιτροπῆς δίκας λαγχάνειν ἔγημεν Ὀνήτορος ἀδελφὴν ἐκδοθεῖσαν αὐτῷ ὑπὸ Τιμοκράτους τοῦ προτέρου ἀνδρός, ἐπειδὴ ἐκεῖνος ἐπίκληρον λαμβάνειν ἔμελλε.
ArgD 31 2 [5] μετὰ δὲ ταῦτα Ὀνήτωρ ἤδη φεύγοντος Ἀφόβου τὴν τῆς ἐπιτροπῆς δίκην, ὡς ὁ ῥήτωρ ἀποδείκνυσι, πλασάμενος ἀπόλειψιν τὴν ἀδελφὴν παρ’ ἑαυτὸν ἀπήγαγεν. ἐπεὶ δὲ Ἄφοβος ἑάλω, ἐπὶ τὴν οὐσίαν αὐτοῦ τὸν ῥήτορα ἀφικνούμενον καὶ εἰς τὰ χωρία εἰσιόντα ἐξήλασεν Ὀνήτωρ φάσκων τῆς ἀδελφῆς εἶναι τὰ χωρία εἰς τὴν προῖκα ἀποτιμηθέντα. διόπερ ἐξούλης αὐτῷ δικάζεται ὁ Δημοσθένης ὡς ἐκ τῶν Ἀφόβου πρότερον, νῦν δὲ ἑαυτῷ γεγενημένων ἐξεληλαμένος φάσκων οὐκ εἰληφέναι τὴν προῖκα Ἄφοβον, ἀλλὰ τὴν γυναῖκα μόνον.
ArgD 31 3 [5] τὴν γὰρ προῖκα μὴ βουληθῆναι Ὀνήτορα δοῦναι, διότι κινδυνεύοντα τὸν Ἄφοβον ἑώρα καὶ τὴν οὐσίαν αὐτοῦ. νῦν οὖν, φησί, πλαστὴ μὲν ἡ ἀπόλειψις, ὑπὲρ δὲ ὧν οὐκ εἴληφεν Ἄφοβος τὸ χωρίον ἀποτετίμηται ἐπ’ ἀποστερήσει τῶν ἐμῶν. τὸ δὲ τῆς ἐξούλης ὄνομα Ἀττικόν· ἐξίλλειν γὰρ ἔλεγον τὸ ἐξωθεῖν καὶ ἐκβάλλειν βίᾳ.
ArgD 32 t [2] ὑπόθεσις τοῦ βʹ πρὸς Ὀνήτορα ἐξούλης λόγου. Παραλελειμμένα τινὰ ἐν τῷ προτέρῳ λόγῳ διὰ τούτου προστίθησιν, ὡς καὶ αὐτὸς ἐπισημαίνεται, καὶ δὴ καὶ πρός τινας ἀντιρρήσεις ἵσταται.
ArgD 32 2 [7] Περὶ δὲ τῶν λόγων τούτων προειρήκαμεν ὅτι πολλοί φασιν αὐτοὺς ὑπὸ Ἰσαίου συντεθῆναι τοῦ ῥήτορος ἀπιστοῦντες εἶναι διὰ τὴν ἡλικίαν, οἱ δέ γε, εἰ μὴ τοῦτο, διωρθῶσθαί γε ὑπὸ τοῦ Ἰσαίου. ἐοίκασι γὰρ τοῖς ἐκείνου λόγοις. θαυμαστὸν δὲ οὐδὲν εἰ τὸν διδάσκαλον ἐμιμήσατο καὶ μηδέπω πρὸς τὸ τέλειον ἥκων τὸν ἐκείνου χαρακτῆρα μετῄει τέως. ὑπόθεσις τοῦ κατὰ Κόνωνος αἰκίας λόγου.
ArgD 33 1 [7] Ἀρίστων ὁ Ἀθηναῖος δικάζεται Κόνωνι αἰκίας λέγων ὑπ’ αὐτοῦ καὶ τοῦ παιδὸς αὐτοῦ τετυπτῆσθαι καὶ μάρτυρας τούτου παρεχόμενος. ὁ δὲ Κόνων ἀρνεῖται τὸ πρᾶγμα καὶ μάρτυρας ἀντιπαρέχεται. οὓς ὁ Δημοσθένης οὔ φησι πιστοὺς εἶναι· βεβιωκέναι γὰρ φαύλως καὶ εὐχερῶς ἔχειν πρὸς τὸ ψεύδεσθαι. ὑπόθεσις τοῦ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος λόγου.
ArgD 34 1 Μαντίας εἷς τῶν πολιτευσαμένων Ἀθήνησι γήμας γυναῖκα κατὰ τοὺς νόμους ἐκ ταύτης παῖδα ἐκτήσατο τὸν νυνὶ δικαζόμενον. προσῄει δέ τινι Πλαγγόνι κατ’ ἐρωτικὴν ἐπιθυμίαν, Ἀττικῇ γυναικί. ταύτης δύο υἱεῖς ἀνδρωθέντες ἐδικάζοντο τῷ Μαντίᾳ ἑαυτῶν εἶναι πατέρα φάσκοντες.
ArgD 34 2 [5] ὁ δὲ ἀντέλεγεν. ἔπειτα ἀναλαμβάνει τοὺς παῖδας ἀναγκασθεὶς ἀπὸ ἰδίας προκλήσεως ἣν ἀπατηθεὶς ἐποιήσατο. προὐκαλέσατο μὲν γὰρ τὴν Πλαγγόνα ὀμόσαι περὶ τῶν παίδων εἰ ὄντως εἰσὶν ἐξ αὐτοῦ, ὑποσχόμενος, εἰ ὀμόσειεν, ἐμμενεῖν τῷ ὅρκῳ· προὐκαλέσατο δὲ ἀπατηθεὶς ὡς οὐ δεξομένης τὸν ὅρκον τῆς γυναικός.
ArgD 34 3 ὑπὲρ τούτου γὰρ καὶ μισθὸν αὐτῇ συχνὸν ἐπηγγείλατο. ὡς δέ φησιν ὁ τὸν λόγον λέγων, καὶ ὀμωμόκει ἡ Πλαγγὼν αὐτῷ λάθρα προτεινόμενον τὸν ὅρκον μὴ δέξεσθαι.
ArgD 34 4 [5] προκαλεσαμένου τοίνυν παραβᾶσα τὰς συνθήκας δέχεται τὸν ὅρκον. καὶ οὕτω μὲν ἀναγκάζεται τοὺς παῖδας ἀναλαβεῖν, μετὰ τοῦτο δὲ τετελεύτηκεν. ὁ τοίνυν ἐκ τῆς νόμῳ γαμηθείσης γυναικὸς παῖς δικάζεται τῷ ἑτέρῳ τῶν εἰσποιηθέντων περὶ τοῦ ὀνόματος λέγων αὐτὸν Βοιωτὸν καλεῖσθαι προσήκειν, ὅπερ ἐξ ἀρχῆς ὠνομάζετο, καὶ μὴ Μαντίθεον.
ArgD 34 5 [5] τοῦτο γὰρ αὑτῷ παρὰ τοῦ πατρὸς ἐξ ἀρχῆς τεθεῖσθαι τοὔνομα. αὐτόθεν μὲν οὖν δόξειεν ἄν τις φιλοπράγμων καὶ φιλόνεικος ὑπὲρ προσηγοριῶν διαφερόμενος, ὁ μέντοι λόγος ἱκανὰς ἀποδείξεις παρέχεται τοῦ καὶ δημοσίᾳ καὶ ἰδίᾳ βλαβερὰν εἶναι τὴν ὁμωνυμίαν.
ArgD 35 t [5] ὑπόθεσις τοῦ πρὸς Βοιωτὸν ὑπὲρ προικὸς μητρῴας λόγου. Καὶ οὗτος παρὰ τοῦ αὐτοῦ καὶ πρὸς τὸν αὐτὸν ὁ λόγος εἴρηται.
ArgD 35 1 καὶ τὰ μὲν ἄλλα πάντα ταὐτά, ἡ Πλαγγών, ὁ ὅρκος, ἡ τῶν παίδων ἀναγκαία ποίησις. ἀποθανόντος δὲ τοῦ Μαντίου οἱ παῖδες ὄντες τρεῖς, Μαντίθεος ὁ ἐκ τῆς νόμῳ γαμηθείσης καὶ Βοιωτὸς καὶ Πάμφιλος οἱ ἐκ τῆς Πλαγγόνος, ἐνέμοντο τὴν οὐσίαν.
ArgD 35 2 [5] φάσκοντος δὲ τοῦ Μαντιθέου προῖκα ἑαυτῷ μητρῴαν ὀφείλεσθαι Βοιωτὸς καὶ Πάμφιλος καὶ αὐτοὶ προικὸς ἠμφισβήτουν ὡς καὶ τῆς Πλαγγόνος εἰσενεγκαμένης εἰς τὸν οἶκον τοῦ Μαντίου μνᾶς ἑκατόν. συνέδοξεν οὖν αὐτοῖς νείμασθαι πάντα ἐπ’ ἴσης πλὴν τῆς οἰκίας, ἵν’ ὁποτέρων ἂν ἡ μήτηρ φανῇ προῖκα εἰσενεγκαμένη, τούτοις ἀπὸ τῆς οἰκίας ἀποδοθῇ τὸ ἀργύριον, καὶ πλὴν τῶν ἀνδραπόδων, ὅπως οἱ περὶ τὸν Βοιωτόν, ἐὰν ἐπιζητῶσί τι τῶν ἔνδον, ἔχωσιν ἔλεγχον.
ArgD 35 4 [6] μετὰ δὲ ταῦτα ἀντενεκάλεσαν ἀλλήλοις, ὁ μὲν Μαντίθεος ὑπὲρ τῆς μητρῴας οὐσίας, ἐκεῖνοι δὲ ὑπὲρ ἄλλων τινῶν. καὶ ὁ διαιτητὴς Μαντιθέου μὲν ἀπεδιαίτησε, Βοιωτοῦ δὲ κατεδιαίτησεν ἐρήμην. λαγχάνει δὴ Μαντίθεος καὶ εἰς τὸ δικαστήριον αὐτῷ τὴν αὐτὴν δίκην ἀπαιτῶν τὴν προῖκα. ὑπόθεσις τῆς ὑπὲρ Φορμίωνος παραγραφῆς.
ArgD 36 1 [5] Πασίων ὁ τραπεζίτης τελευτῶν ἐπὶ δύο παισὶν ἐξ Ἀρχίππης, Ἀπολλοδώρῳ καὶ Πασικλεῖ, Φορμίωνα οἰκέτην ἑαυτοῦ γενόμενον, τετυχηκότα δὲ ἔτι πρότερον ἐλευθερίας, ἐπίτροπον τοῦ νεωτέρου τῶν παίδων Πασικλέους κατέλιπε καὶ τὴν μητέρα αὐτῶν παλλακὴν ἑαυτοῦ γενομένην ἔδωκεν ἐπὶ προικὶ γυναῖκα. Ἀπολλόδωρος οὖν νέμεται πρὸς τὸν ἀδελφὸν τὴν πατρῴαν οὐσίαν πλὴν τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου· ταῦτα γὰρ Φορμίων ἐμεμίσθωτο παρὰ Πασίωνος εἰς ὡρισμένον χρόνον τινά.
ArgD 36 3 [5] καὶ τέως μὲν ἐλάμβανε τὸ ἥμισυ τῆς μισθώσεως ἑκάτερος, ὕστερον δὲ καὶ ταῦτα νέμονται καὶ γίνεται τὸ μὲν ἀσπιδοπηγεῖον Ἀπολλοδώρου, Πασικλέους δὲ ἡ τράπεζα. ἀποθανούσης δὲ καὶ τῆς μητρὸς ὕστερον νειμάμενος καὶ τὴν ἐκείνης οὐσίαν ἐνεκάλει τῷ Φορμίωνι ὡς πολλὰ ἔχοντι ἑαυτοῦ χρήματα. καθίσαντες οὖν αὑτοὺς διαιτητάς, ὥς φησι Φορμίων, Ἀπολλοδώρῳ προσήκοντες, Νικίας καὶ Δεινίας 〈καὶ Λυσῖνοσ〉 καὶ Ἀνδρομένης ἔπεισαν Ἀπολλόδωρον διαλύσασθαι πρὸς Φορμίωνα τὰ ἐγκλήματα λαβόντα πεντακισχιλίας.
ArgD 36 5 [5] ὁ μὲν οὖν Ἀπολλόδωρος μετὰ ταῦτα πάλιν εἴληχε δίκην Φορμίωνι ἀφορμῆς, ἀφορμὴν δὲ οἱ Ἀττικοὶ καλοῦσιν ὅπερ ἡμεῖς ἐνθήκην, ὁ δὲ Φορμίων παραγράφεται νόμον παρεχόμενος τὸν κελεύοντα περὶ ὧν ἂν ἅπαξ ἀφῇ τις καὶ διαλύσηται μηκέτι ἐξεῖναι δικάζεσθαι. ἅπτεται μέντοι καὶ τῆς εὐθείας ὁ ῥήτωρ δεικνὺς ὡς οὐκ εἶχεν ἡ τράπεζα χρήματα ἴδια τοῦ Πασίωνος.
ArgD 36 6 [5] τοῦτο δὲ πεποίηκεν, ἵνα ἡ παραγραφὴ μᾶλλον ἰσχύῃ τῆς εὐθείας δεικνυομένης τῷ Ἀπολλοδώρῳ σαθρᾶς. ὑπόθεσις τοῦ αʹ κατὰ Στεφάνου ψευδομαρτυριῶν λόγου.
ArgD 37 1 [5] Ὅτε Ἀπολλόδωρος ἔκρινε Φορμίωνα τῆς τραπέζης ἀφορμὴν ἐγκαλῶν, ὁ δὲ τὴν δίκην παρεγράψατο, Στέφανος μετ’ ἄλλων τινῶν ἐμαρτύρησε Φορμίωνι ὡς ἄρα ὁ μὲν Φορμίων προὐκαλεῖτο Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν τοῦ πατρὸς Πασίωνος, ἃ Φορμίων παρέσχεν, ἀνοῖξαι τὰς διαθήκας αὐτὰς ἃς ἔχει καὶ παρέχεται Ἀμφίας, Ἀπολλόδωρος δὲ ἀνοίγειν οὐκ ἠθέλησεν, ἔστι δὲ ἀντίγραφα τάδε τῶν διαθηκῶν τῶν Πασίωνος. ταύτην ἐμαρτύρησαν τὴν μαρτυρίαν οἱ περὶ Στέφανον τοῦ Ἀπολλοδώρου λέγοντος κατὰ τοῦ Φορμίωνος ὡς ἄρα τὰς διαθήκας πέπλακε καὶ τὸ ὅλον πρᾶγμα σκευώρημά ἐστιν.
ArgD 37 3 [3] ἡττηθεὶς τοίνυν τὴν δίκην Ἀπολλόδωρος ὑπὲρ τῆς μαρτυρίας ὡς ψευδοῦς οὔσης τῷ Στεφάνῳ δικάζεται. ὑπόθεσις τοῦ βʹ κατὰ Στεφάνου ψευδομαρτυριῶν λόγου.
ArgD 38 1 [5] Ἐν τούτῳ τῷ λόγῳ καὶ τῶν φθασάντων τινὰ ἐπικατασκευάζεται καὶ ἕτερα προσεισάγεται, καὶ ὅτι παράνομοι αἱ διαθῆκαι. ὑπόθεσις τῆς πρὸς Ζηνόθεμιν ἐμπορικῆς παραγραφῆς.
ArgD 39 1 Δανεισάμενος παρὰ Δήμωνος, ἑνὸς τῶν Δημοσθένους συγγενῶν, ἔμπορός τις, Πρῶτος ὄνομα, ἐπρίατο τοῦ ἀργυρίου σῖτον ἐν Συρακούσαις καὶ τοῦτον ἐκόμισεν εἰς Ἀθήνας ἐπὶ νεὼς ἧς Ἡγέστρατος ἐναυκλήρει. Ἡγέστρατος δὲ καὶ Ζηνόθεμις, πρὸς ὅν ἐστιν ἡ παραγραφή, Μασσαλιῶται μὲν ἦσαν τὸ γένος, κακούργημα δὲ τοιοῦτον ἐν Συρακούσαις ἐκακούργησαν, ὡς ὁ ῥήτωρ φησίν.
ArgD 39 2 [5] ἐδανείσαντο χρήματα, ταῦτα δὲ εἰς μὲν τὴν ναῦν οὐκ ἐνέθεντο, λάθρα δὲ εἰς τὴν Μασσαλίαν ἀπέστειλαν ἀποστερῆσαι τοὺς δανείσαντας βεβουλευμένοι. ἐπειδὴ γὰρ ἐγέγραπτο ἐν τῷ συμβολαίῳ, εἰ πάθοι τι ἡ ναῦς, μὴ ἀπαιτεῖσθαι αὐτοὺς τὰ χρήματα, ἐσκέψαντο καταδῦσαι τὴν ναῦν. νύκτωρ οὖν ἐν τῷ πλῷ κατελθὼν ὁ Ἡγέστρατος διέκοπτε τοῦ πλοίου τὸ ἔδαφος.
ArgD 39 3 [5] φωραθεὶς δὲ καὶ φεύγων τοὺς ἐπιβάτας εἰς τὴν θάλασσαν εἰσπίπτει καὶ παραχρῆμα ἀπόλλυται. ὁ τοίνυν Ζηνόθεμις ὁ κοινωνός, ὥς φησιν ὁ ῥήτωρ, τοῦ Ἡγεστράτου μόλις σωθείσης εἰς Ἀθήνας τῆς νεὼς ἠμφισβήτει τοῦ σίτου λέγων εἶναι τὸν σῖτον Ἡγεστράτου, ἐκεῖνον δὲ παρ’ ἑαυτοῦ δεδανεῖσθαι χρήματα.
ArgD 39 5 [5] ἐνστάντων δὲ αὐτῷ τοῦ τε Πρώτου καὶ τοῦ Δήμωνος ἀμφοτέροις ἔλαχε δίκην ἐμπορικήν. καὶ τὸν Πρῶτον ἐξ ἐρήμης ἑλὼν ἑκόντα, ὥς φησι Δημοσθένης, καὶ συγκακουργοῦντα εἰσάγει καὶ τὸν Δήμωνα δεύτερον εἰς τὸ δικαστήριον. ὁ δὲ παραγράφεται μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην νόμον παρεχόμενος τὸν διδόντα τοῖς ἐμπόροις τὰς δίκας εἶναι περὶ τῶν Ἀθήναζε καὶ τῶν Ἀθήνηθεν συμβολαίων, Ζηνοθέμιδι δέ φησι μηδὲν συμβόλαιον εἶναι πρὸς αὑτόν.
ArgD 39 7 [8] καὶ ὁ μὲν ἀγών ἐστι παραγραφικός, ὁ δὲ λόγος ὡς τῆς εὐθυδικίας τοῦ πράγματος εἰσηγμένης οὕτως εἴρηται περὶ τοῦ μὴ Ζηνοθέμιδος εἶναι τὸν σῖτον, ἀλλὰ τοῦ Πρώτου, ᾧ ὁ Δήμων ἐδάνεισε τὸ ἀργύριον. οὐ γὰρ βούλεται δοκεῖν ῥήματι τοῦ νόμου μόνον ἰσχυρίζεσθαι κατὰ τὸ πρᾶγμα ἀδικῶν, ἀλλὰ δείκνυσιν ὡς θαρρεῖ μὲν καὶ τῇ εὐθείᾳ, ἐκ περιουσίας δὲ αὐτῷ καὶ παραγραφὴν ὁ νόμος δίδωσι. ὑπόθεσις τῆς πρὸς Πανταίνετον παραγραφῆς.
ArgD 40 1 [5] Πανταίνετος παρὰ Τηλεμάχου τινὸς ἐργαστήριον μεταλλικὸν ἐν Μαρωνείᾳ, τόπος δὲ οὗτος τῆς Ἀττικῆς, καὶ μετὰ τοῦ ἐργαστηρίου τριάκοντα τὸν ἀριθμὸν οἰκέτας ὠνούμενος δανείζεται παρὰ μὲν Μνησικλέους τάλαντον, παρὰ δὲ Φιλέου καὶ Πλείστορος πέντε καὶ τετταράκοντα μνᾶς. καὶ ἦν ὠνητὴς ἐγγεγραμμένος ὁ Μνησικλῆς καὶ τὰς ὠνὰς εἶχεν αὐτός.
ArgD 40 2 [5] ὕστερον δὲ ἀπαιτούμενος τὸ ἀργύριον ὁ Πανταίνετος δευτέρους λαμβάνει δανειστάς, τόν τε παραγραφόμενον νῦν Νικόβουλον καὶ Εὔεργόν τινα καὶ τούτοις ὑποθήκην δίδωσι τὸ ἐργαστήριον καὶ τὰ ἀνδράποδα. γραμματεῖον δὲ οὐχ ὑποθήκης, ἀλλὰ πράσεως γράφεται. καὶ γίνεται πρατὴρ καὶ βεβαιωτὴς τοῖς δευτέροις δανεισταῖς ὁ πρότερος δεδανεικὼς ὁ Μνησικλῆς ὁ τὰς ὠνὰς ἔχων.
ArgD 40 3 [5] καὶ μισθοῦσι τῷ Πανταινέτῳ τά τε ἀνδράποδα καὶ τὸ ἐργαστήριον Εὔεργος καὶ ὁ Νικόβουλος ὡς δεσπόται δῆθεν γεγονότες αὐτοῦ. τοσούτου δὲ μισθοῦσιν, ὅσον τὸ δάνειον τόκον ἐποίει.
ArgD 40 4 [5] ἐδεδανείκεσαν μὲν γὰρ ἑκατὸν πέντε μνᾶς, ἔδει δὲ κατὰ μνᾶν τόκον εἶναι δραχμήν. ἑκατὸν οὖν καὶ πέντε δραχμὰς λαμβάνειν συνέθεντο. καὶ ἦν τοῦτο τῷ μὲν ἔργῳ τόκος, τῷ δὲ ὀνόματι μίσθωσις. τούτων πραχθέντων ὁ μὲν Νικόβουλος ἀπεδήμησε, παρὰ δὲ τὴν ἀπουσίαν τὴν ἐκείνου Ἀθήνησι τάδε γίγνεται.
ArgD 40 5 [10] ὁ Εὔεργος ὁ κοινωνὸς τοῦ δανείσματος αἰτιώμενος τὸν Πανταίνετον ὡς οὐδὲν τῶν συγκειμένων ἐθέλοντα ποιεῖν ἐλθὼν ἐπὶ τὸ ἐργαστήριον κατεῖχεν αὐτὸ καὶ δὴ καὶ ἀργύριον φυλάξας ἐκ τῶν μετάλλων Πανταινέτῳ κομιζόμενον, ὅπερ ἔμελλεν εἰς τὸ δημόσιον καταβάλλειν, ἀφείλετο τὸν κομίζοντα οἰκέτην βίᾳ, παρ’ ὃ καὶ διπλῆν εἰς τὸ δημόσιον κατέβαλεν, ὡς ἔφη, τὴν καταβολὴν ὁ Πανταίνετος τῆς προσηκούσης προθεσμίας δι’ Εὔεργον ἐκπεσών. ἐπὶ τούτοις καὶ δίκην ἔλαχε τῷ Εὐέργῳ βλάβης καὶ εἷλεν αὐτόν.
ArgD 40 6 [5] ὡς δὲ ἐπανῆκε καὶ ὁ Νικόβουλος ἐκ τῆς ἀποδημίας καὶ δανεισταὶ πολλοί τινες ἀνεφαίνοντο τοῦ Πανταινέτου πρότερον ἀγνοούμενοι λόγων πολλῶν λεγομένων πέρας συνέβησαν ὥστε Νικόβουλον μὲν καὶ Εὔεργον ἀπολαμβάνοντας ἑκατὸν καὶ πέντε μνᾶς ἀποστῆναι τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων, ταῦτα δὲ τοὺς ἑτέρους δανείσαντας ὠνεῖσθαι. πάλιν δὲ οὐκ ἐθελόντων τῶν δανειστῶν ὠνεῖσθαι τὰ κτήματα, εἰ μὴ πρατῆρες αὐτοὶ καὶ βεβαιωταὶ γίγνοιντο Νικόβουλος καὶ Εὔεργος, πείθεται μὲν ὁ Νικόβουλος ὑπ’ αὐτοῦ 〈τοῦ〉 Πανταινέτου, καθά φησιν, ἀξιούμενος, οὐ πρότερον δὲ ἀνεδέξατο πρὶν τὸν Πανταίνετον ἄφεσιν αὐτῷ παντὸς ἐγκλήματος δοῦναι.
ArgD 40 8 [5] ὁ δὲ Πανταίνετος ἔδωκε μὲν τὴν ἄφεσιν καὶ ἐπράθη τὰ κτήματα, οὐδὲν δὲ ἧττον καὶ τούτῳ τὴν αὐτὴν ἥνπερ Εὐέργῳ δίκην εἴληχε μεταλλικὴν ἐπιγράφων τὴν δίκην ὡς δὴ τῶν τε τὰ μέταλλα ἐργαζομένων εἷς ὢν καὶ περὶ μέταλλον ἠδικημένος. ἐγκαλεῖ δὲ τῷ Νικοβούλῳ καὶ περὶ τῆς τῶν χρημάτων ἀφαιρέσεως τῶν ὑπὸ τοῦ οἰκέτου κομιζομένων καὶ περὶ τῆς τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων πράσεως παρὰ τὰς συνθήκας γεγενημένης καὶ μέντοι καὶ περὶ ἑτέρων τινῶν.
ArgD 40 10 [5] ὁ δὲ Νικόβουλος παραγράφεται τὸν ἀγῶνα καθ’ ἕνα μὲν ἐκεῖνον νόμον τὸν κελεύοντα περὶ ὧν ἂν ἄφεσις καὶ ἀπαλλαγὴ γένηται, περὶ τούτων μηκέτι ἐξεῖναι δικάζεσθαι, καθ’ ἕτερον δὲ ἐκεῖνον ὃς διαρρήδην καὶ σαφῶς ὁρίζει περὶ τίνων δεῖ τὰς μεταλλικὰς δίκας εἰσάγειν, ὧν οὐδὲν πεπονθότα Πανταίνετον ἀτόπως φησὶ μεταλλικὴν δικάζεσθαι δίκην. καὶ μὴν καὶ τρίτον παρέχεται νόμον, ὃς διαιρεῖ περὶ ποίων ἐγκλημάτων ποῖα χρὴ κρίνειν δικαστήρια καὶ ποίας ἀρχὰς εἰσάγειν τὰς δίκας.
ArgD 40 11 [5] Πανταίνετον δέ φησι παρὰ τοῦτον ποιεῖν τὸν νόμον ποικίλα ἐγκλήματα εἰς ταὐτὸν μίξαντα καὶ περὶ πάντων 〈ἐν〉 τῷ μεταλλικῷ δικαστηρίῳ τὴν κατηγορίαν ποιούμενον. τῷ μὲν οὖν περὶ τῆς ἀφέσεως νόμῳ κατ’ ἀρχὰς κέχρηται, τοῖς δὲ δύο τοῖς ἑτέροις ἐπὶ τοῦ τέλους, καὶ ἀρχόμενος ἀπὸ τῆς παραγραφῆς καὶ λήγων εἰς ταύτην.
ArgD 40 12 [5] ἐν δὲ μέσῳ τὴν εὐθυδικίαν πεποίηκεν, ἧς μέγιστον καὶ ἰσχυρότατόν ἐστιν, ὅτι μηδὲ ἐπιδημῶν ἐτύγχανε τότε Νικόβουλος, ὅτε Πανταίνετος ἐκεῖνα 〈ἔπασχεν〉, ἐφ’ οἷς τότε Εὐέργῳ καὶ νῦν Νικοβούλῳ τὴν δίκην εἴληχεν. ὑπόθεσις τῆς πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην παραγραφῆς.
ArgD 41 1 [5] Ναυσίμαχος καὶ Ξενοπείθης ἐπετροπεύθησαν ὑπὸ Ἀρισταίχμου, ἐγγραφέντες δὲ εἰς ἄνδρας ἔλαχον δίκην ἐπιτροπῆς αὐτῷ. εἶτα διελύσαντο λαβόντες τρία τάλαντα καὶ ἀφῆκαν αὐτὸν τῶν ἐγκλημάτων. καὶ ὁ μὲν τετελεύτηκε καταλιπὼν παῖδας τέτταρας, τούτοις δὲ μετὰ χρόνον συχνὸν ὁ Ναυσίμαχος καὶ Ξενοπείθης δικάζονται βλάβης χρήματα ἀπαιτοῦντες ἐκ τῆς ἐπιτροπῆς.
ArgD 41 2 [7] οἱ δὲ παραγράφονται παρατιθέμενοι τὸν νόμον τὸν οὐκ ἐῶντα περὶ ὧν ἄν τις ἄφεσιν δῷ καὶ ἀπαλλαγὴν πάλιν δικάζεσθαι. ὑπόθεσις τοῦ πρὸς τὴν Λακρίτου παραγραφὴν λόγου.
ArgD 42 1 [5] Ἀνδροκλῆς δανείσας χρήματα Ἀρτέμωνι Φασηλίτῃ τὸ γένος ἐμπόρῳ τελευτήσαντος ἐκείνου πρὶν ἀποδοῦναι τὸ ἀργύριον εἰσπράττει τὸν ἀδελφὸν αὐτοῦ Λάκριτον τὸν σοφιστὴν δύο προβαλλόμενος δίκαια, ὅτι τε παρόντος Λακρίτου καὶ ἀναδεξαμένου τὸ ἀργύριον ἐδάνεισε τῷ Ἀρτέμωνι καὶ ὅτι κληρονόμος ἐστὶ τῶν Ἀρτέμωνος Λάκριτος. ὁ δὲ τῆς μὲν κληρονομίας ἀφίστασθαί φησι, παραγράφεται δὲ τὴν δίκην λέγων μηδὲν ἑαυτῷ πρὸς Ἀνδροκλέα συμβόλαιον εἶναι μηδὲ συγγραφὴν μηδεμίαν.
ArgD 42 2 [5] πάντως δὲ καὶ τὸ ἀναδεδέχθαι ἔξαρνος γίνεται· οὐδὲ γὰρ ἂν τοῦτο ὁμολογῶν ἠγνωμόνει πρὸς τὴν ἔκτισιν. Οὐκ ὀρθῶς δέ τινες ἐνόμισαν τὸν λόγον μὴ γνήσιον εἶναι ἀμυδροῖς ἀπατηθέντες τεκμηρίοις.
ArgD 42 3 [7] τὸ μὲν γὰρ τῆς φράσεως ἀνειμένον οὐκ ἀπρεπὲς ἰδιωτικοῖς ἀγῶσι, τὸν δὲ Δία τὸν ἄνακτα κατὰ τὴν τοῦ προσώπου τοῦ ὑποκειμένου συνήθειαν δῆλός ἐστιν ὠνομακώς, πρὸς δὲ τὴν παραγραφὴν ἀσθενέστερον ἀπήντηκε διὰ τὸ πρᾶγμα τὸ πονηρόν. ὑπόθεσις τοῦ πρὸς τὴν Φορμίωνος παραγραφὴν λόγου.
ArgD 43 1 [5] Φορμίων ἔμπορος δανείζεται παρὰ Χρυσίππου μνᾶς εἴκοσι πλέων εἰς Βόσπορον, ἀφικόμενος δὲ ἐκεῖσε κατέλαβεν ἀπρασίαν τῶν φορτίων ὧν ἐκόμιζε. διόπερ τοῦ ναυκλήρου Λάμπιδος ἀποπλεῖν Ἀθήναζε βουλομένου καὶ κελεύοντος αὐτὸν ἐνθέσθαι τῇ νηὶ τὰ ἀγοράσματα τῶν χρημάτων τῶν παρὰ Χρυσίππου, τοῦτο γὰρ ἔφραζεν ἡ συγγραφή, οὔτε φόρτον τινὰ ἐνέθετο οὔτε ἀργύριον, ἀλλ’ ἔφη πρὸς τὸν Λάμπιν ἀδυνάτως ἔχειν ἐν τῷ παρόντι ποιῆσαι ταῦτα, μικρὸν δ’ ὕστερον ἐφ’ ἑτέρας ἐκπλευσεῖσθαι νεὼς ἅμα τοῖς χρήμασιν.
ArgD 43 3 [5] ἡ μὲν οὖν τοῦ Λάμπιδος ναῦς ἀναχθεῖσα διαφθείρεται καὶ μετ’ ὀλίγων ὁ Λάμπις ἐν τῷ λέμβῳ σώζεται καὶ ἀφικόμενος Ἀθήναζε μηνύει Χρυσίππῳ τὸ εὐτύχημα τοῦ Φορμίωνος, ὡς ἀπελείφθη τε ἐν τῷ Βοσπόρῳ καὶ εἰς τὴν ναῦν οὐδὲν ἐνέθετο. ὁ δὲ Φορμίων καταπλεύσας ὕστερον καὶ τὸ ἀργύριον ἀπαιτούμενος τὸ μὲν πρῶτον, ὡς ἔφη Χρύσιππος, καὶ ὀφείλειν ὡμολόγει καὶ ἀποδώσειν ὑπισχνεῖτο, ἔπειτα ὡς ἀποδεδωκὼς Λάμπιδι μηδὲν ὀφείλειν ἔλεγε· τὴν γὰρ συγγραφὴν κελεύειν παθούσης τι κατὰ θάλατταν τῆς νεὼς ἀπηλλάχθαι τοῦ ὀφλήματος τὸν Φορμίωνα.
ArgD 43 5 [10] ἔλαχεν οὖν δίκην αὐτῷ ὁ Χρύσιππος. ὁ δὲ παρεγράψατο. καὶ Λάμπις ἐμαρτύρησε παρὰ τῷ διαιτητῇ ὡς ἀπειληφὼς εἴη παρὰ Φορμίωνος ἐν Βοσπόρῳ τὰ χρήματα καὶ ἀπολωλεκὼς μετὰ τῶν ἄλλων ἐν τῇ ναυαγίᾳ. πρότερον δὲ τἀναντία τούτων εἰρήκει πρὸς Χρύσιππον, ὡς οὐδὲν ὁ Φορμίων εἰς τὴν ναῦν ἐντέθεικεν. ἐλεγχόμενος δὲ ἐπὶ τούτοις ὁ Λάμπις ἐξεστηκέναι τότε ἔφησεν, ὅτε ἐκεῖνα πρὸς τὸν Χρύσιππον ἔλεγε. τούτων ἀκούσας ὁ διαιτητὴς καὶ μηδὲν ἀποφηνάμενος εἰς τὸ δικαστήριον τὸ πρᾶγμα πέπομφε. Καὶ ὁ ἀγὼν ὀνόματι μέν ἐστι παραγραφικός, τῷ δὲ ἀληθεῖ κατὰ τὴν εὐθεῖαν γίγνεται.
ArgD 43 6 [5] εὖ γὰρ καὶ ὁ ῥήτωρ κατ’ ἀρχὰς ἐπισημαίνεται ὡς οὐκ ἔστιν ὅλως παραγραφὴ τὸ λέγειν πεποιηκέναι πάντα κατὰ τὰ συγκείμενα καὶ ἀποδεδωκέναι τὰ χρήματα Λάμπιδι κελευούσης τοῦτο τῆς συγγραφῆς καὶ ἀφιείσης ἐπὶ τοιούτῳ πάθει τὸ ὄφλημα. ταῦτα γάρ ἐστι τὴν εὐθυδικίαν ἀγωνιζομένου καὶ τοῖς ἐπιφερομένοις ἐγκλήμασιν ἀπαντῶντος, ἀλλ’ οὐχὶ ἀναιροῦντος τὸν περὶ αὐτῶν ἀγῶνα καὶ τὴν εἰσαγωγὴν τῆς δίκης.
ArgD 43 7 [5] παραγραφὴν δέ, φησίν, ὁ νόμος δίδωσι περὶ τῶν μὴ γενομένων ὅλως Ἀθήνησι μηδὲ εἰς Ἀθήνας συμβολαίων. τετήρηται δὲ ἐν τῷ λόγῳ ταὐτὸν ὅπερ καὶ περὶ τὸν κατὰ Νεαίρας, ὅτι μὴ ὑφ’ ἑνὸς εἴρηται προσώπου, ἀλλ’ 〈ἐκεῖ μὲν〉 ἑκατέρου διαστολὴ φανερά, ἐνταῦθα δὲ συγκέχυται.
ArgD 43 9 [5] δοκεῖ δὲ ἔμοιγε ἐντεῦθεν ὁ δεύτερος λέγειν· ἀκούσας τοίνυν ἡμῶ ν , ὦ ἄνδρες Ἀθηναῖο ι , Θεόδοτος πολλάκις καὶ νομίσας τὸν Λάμπιν ψευδῆ μαρτυρεῖ ν . δῆλον δὲ ὅτι κοινωνοί τινές εἰσιν οἱ πρὸς τὸν Φορμίωνα ἀγωνιζόμενοι. ὑπόθεσις τῆς πρὸς Ἀπατούριον παραγραφῆς.
ArgD 44 1 [10] Ὁ παραγραφόμενος τὴν δίκην ἴδια μέν τινα συμβόλαια πρὸς Ἀπατούριον ἔχων ἄφεσιν ἐπ’ ἐκείνοις καὶ ἀπαλλαγὴν ἐποιήσατο, νῦν δὲ ὑπὲρ Παρμένοντος ἐγκαλεῖται καὶ ἀπαιτεῖται χρήματα. ὁ γὰρ Παρμένων πολίτης μὲν ἦν τοῦ ἐμπόρου τοῦ Ἀπατουρίου Βυζάντιος, φυγὴν δὲ ἐκ τῆς πατρίδος κατεδεδίκαστο. φίλῳ δὲ κατ’ ἀρχὰς τῷ Ἀπατουρίῳ χρώμενος ὕστερον προσκρούσας εἰς δίκας ἦλθε καὶ ἐδίωκε τὸν Ἀπατούριον πληγῶν τε καὶ βλάβης κἀκεῖνος αὖθις τῷ Παρμένοντι δίκην ἀντέλαχεν. ὁ μὲν οὖν Ἀπατούριος ἑνὶ διαιτητῇ τὸ πρᾶγμα ἐπιτραπῆναί φησιν Ἀριστοκλεῖ κἀκεῖνον καταγνῶναι τοῦ Παρμένοντος.
ArgD 44 2 [15] διόπερ ἐπὶ τοῦτον ἥκει τὸν νῦν παραγραφόμενον τὴν δίκην ἐγγυητὴν τοῦ Παρμένοντος γεγενῆσθαι φάσκων. ὁ δὲ οὐδὲν τούτων ὁμολογεῖ, ἀλλὰ πρῶτον μέν φησι τρισὶν αὐτοὺς ἐπιτρέψαι διαιτηταῖς, οὐχ ἑνὶ τῷ Ἀριστοκλεῖ, ἔπειτα ἐγγυητὴν τοῦ Παρμένοντος ἐν ταῖς συνθήκαις Ἄρχιππον γραφῆναι, κἀκείνας δὲ ἀφανισθῆναι τὰς συνθήκας κακουργίᾳ τοῦ Ἀπατουρίου πείσαντος τὸν Ἀριστοκλέα τὸν ἔχοντα αὐτὰς μὴ κομίζειν εἰς μέσον, ἀλλὰ λέγειν ὡς ἀπολώλεκε τὸ γραμματεῖον καθεύδων ὁ παῖς, ἑτέρας δὲ οὐκέτι γραφῆναι συνθήκας οὐδὲ ἐπιτραπῆναι τὸ πρᾶγμα διαίτῃ τῆς μὲν πρότερον ἀναιρεθείσης τῇ τῶν συνθηκῶν ἀπωλείᾳ, δευτέρας δὲ οὐκέτι συμβαθείσης αὐτοῖς, τὸν δὲ Ἀριστοκλέα παρὰ πάντα τὰ δίκαια κατὰ τοῦ Παρμένοντος ἀποφήνασθαι οὐκέτ’ ὄντα διαιτητὴν καὶ ταῦτα ἀποδημοῦντός τε τοῦ Παρμένοντος κατὰ συμφορὰν μεγάλην καὶ ἀπηγορευκότος αὐτῷ μὴ διαιτᾶν.
ArgD 44 4 [6] ταῦτά τε οὖν ὁ τὴν δίκην φεύγων προτείνεται τὰ δίκαια καὶ παραγράφεται τὸν ἀγῶνα λέγων ἐπὶ μὲν τοῖς γενομένοις αὑτῷ πρὸς Ἀπατούριον συμβολαίοις ἄφεσιν ὑπάρξαι, ὕστερον δὲ οὐδὲν ἔτι γεγενῆσθαι συμβόλαιον, περὶ δὲ τῶν τοιούτων τοὺς νόμους μὴ διδόναι δικάζεσθαι. ὑπόθεσις τοῦ πρὸς Καλλικλέα περὶ βλάβης χωρίου λόγου.
ArgD 45 1 [5] Καλλικλῆς πρὸς ὃν ὁ λόγος καὶ ὁ τὴν δίκην ὑπ’ ἐκείνου διωκόμενος γείτονες ἦσαν ἐν χωρίῳ ὁδῷ μέσῃ διειργόμενοι. ἐπομβρίας δὲ συμβάσης εἰς τὸ Καλλικλέους χωρίον ὕδωρ ἐμπεσὸν ἐκ τῆς ὁδοῦ κατελυμήνατο. ἐπὶ τούτῳ διώκει βλάβης τὸν γείτονα· εἶναι γάρ φησιν ἐν τῷ Τισίου χωρίῳ χαράδραν εἰς ὑποδοχὴν τοῦ ὕδατος τοῦ ἐκ τῆς ὁδοῦ ποιηθεῖσαν, ἣν ἀποικοδομηθεῖσαν νῦν αἰτίαν ἑαυτῷ βλάβης γενέσθαι.
ArgD 45 3 [5] ὁ δὲ τοῦ Τισίου παῖς πρῶτον μὲν παλαιὸν καὶ οὐ δι’ ἑαυτοῦ τὸ ἔργον δείκνυσι· ζῶντος γὰρ ἔτι καὶ τοῦ Καλλικλέους πατρὸς ἀποικοδομηθῆναι τὴν χαράδραν φησὶν ὑπὸ τοῦ Τισίου. ἔπειτα συνίστησιν ὡς οὐδὲ χαράδρα τις τὸ χωρίον ἐστί. διασύρει δὲ καὶ τὴν συμβᾶσαν τῷ Καλλικλεῖ βλάβην ὡς μικρὰν καὶ οὐκ ἀξίαν τηλικαύτης δίκης.
ArgD 45 4 [6] καὶ τὸ ὅλον ἠδικῆσθαι μὲν οὐδέν φησι τὸν Καλλικλέα, ἐπιθυμεῖν δὲ τῶν χωρίων τῶν ἑαυτοῦ καὶ διὰ τοῦτο συκοφαντίας μηχανᾶσθαι πάσας. ὑπόθεσις τοῦ πρὸς Κάλλιππον χρέως λόγου.
ArgD 46 1 [5] Λύκων τις τὸ γένος Ἡρακλεώτης τῇ Πασίωνος ἐχρῆτο τραπέζῃ. οὗτος μέλλων ἐκπλεῖν εἰς Λιβύην κατέλιπεν ἀργύριον παρὰ Πασίωνι, ὡς μὲν Πασίων ζῶν ἔλεγε καὶ Ἀπολλόδωρος λέγει νῦν, ἐντειλάμενος ἀποδοῦναι Κηφισιάδῃ, ὡς δὲ Κάλλιππός φησιν, ἑαυτῷ χαρισάμενος φίλῳ τε ὄντι καὶ προξένῳ τῶν πάντων Ἡρακλεωτῶν. ἀποθανόντος δὲ τοῦ Λύκωνος τὸ ἀργύριον ἀπεδόθη Κηφισιάδῃ.
ArgD 46 2 [5] Κάλλιππος δέ, ὥς φησιν Ἀπολλόδωρος, ἐπειδὴ πείθειν τὸν Πασίωνα οὐκ ἐδύνατο μεθ’ ἑαυτοῦ γενόμενον συνεπιθέσθαι τῷ ξένῳ, ἐπ’ αὐτὸν ἦλθε τὸν Πασίωνα βλάβης αὐτῷ δικαζόμενος καὶ Λυσιθείδῃ τὸ πρᾶγμα ἐπέτρεψεν, ὅστις Πασίωνος ζῶντος οὐδὲν ἀπεφήνατο. ἀποθανόντος δὲ ἐκείνου αὖθις Ἀπολλοδώρῳ λαγχάνει δίκην τοῦ ἀργυρίου Κάλλιππος καὶ ἠξίου πάλιν ἐπιτρέψαι τῷ Λυσιθείδῃ. ὁ δὲ Ἀπολλόδωρος τὸν μὲν διαιτητὴν ἐδέξατο, πρὸς δὲ τὴν ἀρχὴν κατὰ τοὺς νόμους τὸν Λυσιθείδην ἀπήνεγκεν, ἵν’, ὥς φησιν, ὀμόσας δικάσῃ καὶ μὴ χωρὶς ὅρκου διαιτῶν τῷ Καλλίππῳ χαρίσηται.
ArgD 46 3 [7] ὁ δὲ Λυσιθείδης μὴ ὀμόσας ἀπεφήνατο καὶ κατεδιῄτησε τὴν δίκην. διόπερ ἔφεσιν δοὺς ὁ Ἀπολλόδωρος εἰς τὸ δικαστήριον εἰσέρχεται. ὑπόθεσις τοῦ περὶ τοῦ στεφάνου τῆς τριηραρχίας λόγου.
ArgD 47 1 [10] Πολλῶν καὶ μεγάλων πραγμάτων κατεπειγόντων τοὺς Ἀθηναίους τριήρεις πληρῶσαι καὶ τῆς κατὰ θάλατταν ἐπιμεληθῆναι δυνάμεως γράφεται ψήφισμα τῶν τριηράρχων τὸν μὲν πρῶτον τῶν ἄλλων τὴν ναῦν παρέχοντα πεπληρωμένην τὸν στέφανον λαβεῖν, τὸν δὲ μὴ πρὸ τῆς ἕνης καὶ νέας, ἥτις ἐστὶν ἡ τελευταία τοῦ μηνός, περιορμίσαντα τὴν ναῦν ἐπὶ χῶμα δεθῆναι. τὸ χῶμα δὲ ἦν οἰκοδόμημα ἐν τῷ λιμένι προβεβλημένον προσορμίσεως ἕνεκα καὶ ἀγορᾶς τῶν ναυτῶν. Ἀπολλόδωρος οὖν ὁ Πασίωνος πρῶτος τὴν ναῦν περιορμίσας ἔλαβε τὸν στέφανον.
ArgD 47 2 [5] προτεθείσης δὲ πάλιν δοκιμασίας ὅστις κάλλιστα παρεσκευάσατο τὴν τριήρη, στεφανῶσαι καὶ τοῦτον ἀντιποιεῖται ὁ Ἀπολλόδωρος. ὑπόθεσις τοῦ πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος λόγου.
ArgD 48 1 [10] Ἀπολλόδωρος ὁ Πασίωνος τριηραρχήσας φιλοτίμως τὸν ὡρισμένον χρόνον ἐπετριηράρχησεν ἕτερον οὐκ ὀλίγον τοῦ διαδόχου αὐτοῦ Πολυκλέους μὴ ἐλθόντος παραχρῆμα ἐπὶ τὴν ναῦν, ταύτην δέ, ὅτε ἦλθεν, οὐ παραλαβόντος εὐθέως, ἀλλὰ σκηψαμένου περιμένειν τὸν συντριήραρχον. τοσούτου δὲ χρόνου τοῦ ἐπιτριηραρχήματος ὄντος ἀξιοῖ κομίσασθαι τὸ ἀνάλωμα παρὰ Πολυκλέους Ἀπολλόδωρος. ὑπόθεσις τοῦ πρὸς Τιμόθεον ὑπὲρ χρέως λόγου.
ArgD 49 1 [5] Τιμόθεον τὸν Ἀθηναῖον, ἄνδρα ἔνδοξον καὶ στρατηγήσαντα τῆς πόλεως, Ἀπολλόδωρος ἀπαιτεῖ χρέα λέγων ὅτι Πασίωνι φίλῳ χρώμενος ὁ Τιμόθεος ἔλαβε παρ’ αὐτοῦ χρήματα καὶ ὀφείλων ἐν τοῖς τραπεζιτικοῖς λόγοις ἐγγέγραπται. τὰ μὲν δὴ πάντα ὀφλήματα τέτταρα καταριθμεῖται, ἐφ’ ἑκάστου δὲ καὶ τοὺς χρόνους καὶ τὰς αἰτίας δι’ ἃς ἐδανείσατο Τιμόθεος ἀκριβῶς εἴρηκε.
ArgD 49 2 [5] καὶ τὰς μὲν πλείστας ἀποδείξεις ἐκ τῶν καλουμένων ἀτέχνων πίστεων παρέσχηται, μαρτυριῶν καὶ προκλήσεων, τινὰς δὲ καὶ ἐντέχνους ἀπὸ τῶν εἰκότων. καὶ ὁ μὲν Ἀπολλόδωρος Τιμόθεον εἶναί φησι τὸν δανεισάμενον καὶ τοῖς ὑπὸ Τιμοθέου συσταθεῖσι δοθῆναι τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης, ὁ δὲ οὐχ ἑαυτόν, ἀλλ’ ἐκείνους ὀφείλειν λέγει.
ArgD 50 t [4] ὑπόθεσις τοῦ πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων λόγου. Ἀπολλόδωρος γραψάμενος ψευδοκλητείας Ἀρεθούσιον εἷλεν.
ArgD 50 1 [5] ὀφείλοντος δὲ τοῦ Ἀρεθουσίου τάλαντον τῇ πόλει καὶ ἀποδοῦναι μὴ δυνηθέντος καὶ διὰ τοῦτο εἰς τὰ δημόσια ἀπογραφομένης αὐτοῦ τῆς οὐσίας ἀπογράφει ὁ Ἀπολλόδωρος οἰκέτας ὡς ὄντας Ἀρεθουσίου, ὁ δὲ Νικόστρατος μεταποιεῖται ὡς ἰδίων καὶ ἐκείνῳ προσηκόντων οὐδέν. ἐπεὶ δὲ τὸ πρᾶγμα μοχθηρόν ἐστι, διὰ τοῦτο ὁ ῥήτωρ διηγεῖται πηλίκα πέπονθεν Ἀπολλόδωρος ὑπ’ Ἀρεθουσίου, ἵνα δοκῇ μὴ φύσει πονηρὸς ὢν ταῦτα πράττειν, ἀλλὰ ἀμυνόμενος τὸν ἀδικοῦντα.
ArgD 51 t [5] ὑπόθεσις τοῦ πρὸς Φαίνιππον περὶ ἀντιδόσεως λόγου. Ὁ μὲν λόγος οὐκ ἀναφέρεται παρά τινων εἰς τὸν Δημοσθένην, ὑπόθεσιν δὲ ἔχει ταύτην.
ArgD 51 2 [5] Ἦν σύνταγμα παρὰ τοῖς Ἀθηναίοις τριακοσίων ἀνδρῶν κατὰ τὸν πλοῦτον ἐξειλεγμένων, οἷς ἀνέκειντο τῶν λειτουργιῶν αἱ μείζονες. νόμος δὲ ἐδίδου τῷ πεπονηκότι τούτων ὑπεξελθεῖν ἐκ τοῦ συντάγματος, εἴ τινα ἑαυτοῦ πλουσιώτερον σχολάζοντα ἐπεδείκνυε. καὶ εἰ μὲν ὁ προβληθεὶς ὡμολόγει πλουσιώτερος εἶναι, εἰς τοὺς τριακοσίους ἀντικαθίστατο εἰ δὲ ἠρνεῖτο, τὴν οὐσίαν ἀντεδίδοσαν. νῦν τοίνυν εἷς τῶν τριακοσίων πεπονηκέναι λέγων καὶ εἶναι πένης ἐπὶ Φαίνιππον ἐλήλυθε, καὶ τῆς οὐσίας εἰς ἀντίδοσιν ἥκουσι.
ArgD 51 4 [6] περὶ δὲ τούτων ἐγκαλεῖ τῷ Φαινίππῳ ὡς οὔτε τὴν ἀπογραφὴν τῆς οὐσίας δεδωκότι κατὰ τὸν προσήκοντα χρόνον, ἀλλ’ ὕστερον πολλῷ τά τε σημεῖα τῶν οἰκημάτων ἀφῃρηκότι ὑπὲρ τοῦ ἐκφορῆσαι τῶν ἔνδον τινὰ καὶ ψευδῶς ὀφείλειν πολλὰ πλαττομένῳ. ὑπόθεσις τοῦ πρὸς Σπουδίαν ὑπὲρ προικὸς λόγου.
ArgD 52 1 [5] Πολύευκτος, ἀνὴρ Ἀθηναῖος, δύο θυγατέρων πατὴρ γίνεται, ὧν τὴν μὲν νεωτέραν Λεωκράτει πρότερον δίδωσιν, εἶτα Σπουδίᾳ, τὴν πρεσβυτέραν δὲ τῷ πρὸς τὸν Σπουδίαν δικαζομένῳ. ὁ μὲν οὖν Πολύευκτος ἐτελεύτησε ταῖς θυγατράσι καταλιπὼν τὸν κλῆρον ἐξ ἴσου, ὁ δὲ τὴν πρεσβυτέραν γήμας φησὶ τετταράκοντα μνᾶς ὁμολογηθῆναι τὴν προῖκα, οὐ μὴν ὅλην εὐθὺς δοθῆναι, ἀλλὰ δέκα μνῶν ὑπολειφθεισῶν ζῶντά τε ὁμολογεῖν τὸν Πολύευκτον ὀφείλειν αὐτάς, καὶ ὡς ἔμελλε τελευτᾶν, τὴν οἰκίαν τῆς ἄλλης οὐσίας ἐξελεῖν καὶ ταύτην εἰς τὸ χρέος δοῦναι.
ArgD 52 2 ὁ δὲ Σπουδίας ἀξιοῖ καὶ ταύτην εἶναι κοινὴν ὥσπερ καὶ τὰ ἄλλα πάντα. καὶ τὸ μὲν μέγιστον τῶν ἀμφισβητημάτων τῶν ἐν τῷ λόγῳ τοῦτο ἔστι, προσεγκαλεῖ δὲ τῷ Σπουδίᾳ καὶ ἕτερα.
ArgD 52 3 [5] φησὶ γὰρ αὐτὸν καὶ τοῦ Πολυεύκτου καὶ τῆς πρεσβυτέρας ὀφείλοντα χρήματα μὴ καταβαλεῖν εἰς τὸ μέσον δέον τοῦτο ποιεῖν. τοῦ δὲ Σπουδίου κἀκεῖνο λέγοντος, ὡς αὐτὸς τριάκοντα μνᾶς προῖκα εἴληφε, μάλιστα μὲν ἐξεῖναι τῷ Πολυεύκτῳ φησίν, εἰ τῇ ἑτέρᾳ τῶν θυγατέρων ἠβούλετο πλείω προῖκα δοῦναι καὶ μὴ τὴν ἴσην ἀμφοτέραις, ἔπειτα δὲ ἐπιδείκνυσιν ὡς καὶ τοῦτο Σπουδίας ψεύδεται· τὰς μὲν γὰρ τριάκοντα μνᾶς αὐτὸν ἐν ἀργύρῳ φησὶ λαβεῖν, τὰς δὲ δέκα ἐν ἱματίοις καὶ χρυσίοις, ἃ καὶ πλείονος ἢ δέκα μνῶν εἶναι ἄξια.
ArgD 53 t [9] ὑπόθεσις τοῦ κατὰ Ὀλυμπιοδώρου βλάβης λόγου. Ποικίλην ἔχει περιπέτειαν πραγμάτων ὁ λόγος.
ArgD 53 1 Κόνων γάρ τις ἀνὴρ Ἀθηναῖος ἄπαις τελευτᾷ, ὡς ἐπίδικον τοῖς οἰκείοις γενέσθαι τὸν κλῆρον. Καλλίστρατος μὲν οὖν ὁ τὸν λόγον τουτονὶ λέγων ὅλον τὸν κλῆρον τοῦτον ἑαυτῷ προσήκειν φησίν· ἐγγυτάτω γὰρ κατὰ γένος αὐτὸς εἶναι τῷ Κόνωνι.
ArgD 53 2 [5] ἀλλὰ τοῦτο μὲν τάχ’ ἂν καὶ ψεύδοιτο καὶ λόγῳ καταχρῷτο ψιλῷ. Ὀλυμπιόδωρος δέ, πρὸς ὃν ἡ δίκη, καὶ αὐτὸς ἠμφισβήτησεν ἐξ ἀρχῆς τοῦ κλήρου.
ArgD 53 3 [5] ἤστην δὲ οἰκείω ὅ τε Ὀλυμπιόδωρος καὶ ὁ Καλλίστρατος· ἀδελφὴν γὰρ Ὀλυμπιοδώρου Καλλίστρατος εἶχε γυναῖκα. ἔδοξεν οὖν αὐτοῖς μὴ διαφέρεσθαι πρὸς ἀλλήλους, ἀλλὰ νείμασθαι μὲν ἐξ ἴσης τὴν οὐσίαν τοῦ τελευτήσαντος ὅση φανερά τε ἦν καὶ ὡμολογημένη, κοινῇ δὲ ζητεῖν τὰ ἀφανῆ καὶ κοινῇ πράττειν περὶ τούτων πάντα.
ArgD 53 4 προσεδόκων γὰρ ἥξειν τινὰς ἀμφισβητοῦντας αὑτοῖς τοῦ κλήρου. περὶ τούτου 〈δὲ〉 καὶ συνθήκας ἔγραψαν καὶ κατέθεντο παρ’ Ἀνδροκλείδῃ φίλῳ τινὶ κοινῷ. οἰκέτης δὲ ἦν Κόνωνος Μοσχίων πάνυ πιστὸς ἐκείνῳ νομισθείς.
ArgD 53 5 [10] τοῦτον Ὀλυμπιόδωρος λαμβάνει καὶ διαβληθέντα χιλίας ὑφῃρῆσθαι τοῦ Κόνωνος δραχμὰς βασανίζει μετὰ Καλλιστράτου. καὶ ὡς ὡμολόγησεν ὁ οἰκέτης τὸ ἀργύριον, νέμεται καὶ τοῦτο πρὸς τὸν Καλλίστρατον κατὰ τὰς συνθήκας ἐξ ἴσης. ὑπονοήσας δὲ καὶ πλεῖον ἔχειν ἀργυρίου τὸν ἄνθρωπον οὐκ ἔτι παραλαβὼν τὸν Καλλίστρατον αὐτὸς βασανίζει καὶ μνᾶς ἑβδομήκοντα λαμβάνει μόνος. περὶ δὲ τοῦτον τὸν καιρὸν ἀμφισβητοῦσι τοῦ κλήρου Κόνωνος καὶ ἄλλοι καὶ ὁ ἀδελφὸς Καλλιστράτου Κάλλιππος ὁμοπάτριος ὤν.
ArgD 53 6 [5] βουλευόμενοι 〈δὲ〉 κοινῇ περὶ τῶν ἀγώνων Ὀλυμπιόδωρος καὶ Καλλίστρατος συντίθενται τὸν μὲν Ὀλυμπιόδωρον ἀμφισβητεῖν ὅλου τοῦ κλήρου, τὸν δὲ Καλλίστρατον τοῦ ἡμικληρίου. στρατευομένων δὲ Ἀθηναίων εἰς Ἀκαρνανίαν ᾤχετο καὶ Ὀλυμπιόδωρος· ἦν γὰρ τῶν ἐκ καταλόγου.
ArgD 53 7 [5] τῆς δὲ κυρίας ἐνστάσης οἱ δικασταὶ πρόφασιν τὴν στρατείαν εἶναι πεισθέντες ἀνεῖλον αὐτοῦ τὴν διαδικασίαν. διό φησι Καλλίστρατος καὶ αὐτὸς ἐκλιπεῖν τὴν τοῦ ἡμικληρίου δίκην ταῖς συνθήκαις ἐμμένων, ἐπειδὴ κοινῇ πάντα πράττειν ἐκέλευον. ὡς δὲ ἐπανῆλθεν ἀπὸ τῆς στρατείας Ὀλυμπιόδωρος παλινδικίᾳ χρῆται πρὸς τοὺς νενικηκότας καὶ αὐτὸς καὶ ὁ Καλλίστρατος δεδωκότος τοῦτο τοῦ νόμου.
ArgD 53 8 [5] καὶ ἀμφισβητοῦσι τοῦ κλήρου καθάπερ ἐξ ἀρχῆς, ὁ μὲν τοῦ ἡμίσους, ὁ δὲ καὶ τοῦ ὅλου. πρότερος δὲ λέγων Ὀλυμπιόδωρος νικᾷ τὸν κλῆρον.
ArgD 53 9 [10] νικήσας δὲ καὶ λαβὼν ὅλον οὐκ ἐμμένει ταῖς συνθήκαις αἷς ἐξ ἀρχῆς ἐποιήσατο οὐδὲ δίδωσι τὰ ἡμίση τῷ Καλλιστράτῳ. ὁ δὲ αὐτὸν ἀπαιτεῖ καὶ τῶν ἑβδομήκοντα μνῶν τῶν παρὰ τοῦ Μοσχίωνος τὸ ἥμισυ καὶ τῆς ὅλης οὐσίας ταῖς συνθήκαις ἰσχυριζόμενος καὶ λέγων καὶ ἐν τῇ τελευταίᾳ δίκῃ συναγωνίσασθαι τῷ Ὀλυμπιοδώρῳ καὶ συγκεχωρηκέναι καὶ τοὺς λόγους εἰπεῖν οὓς ἐβούλετο καὶ μάρτυρας παρασχέσθαι ψευδεῖς, οὕς, εἰ μὴ κοινῇ καὶ συντεθειμένοι πρὸς ἀλλήλους ἠγωνίζοντο, ῥᾳδίως ἂν ἐξελέγξαι καὶ οὐκ ἐᾶσαι τὸν Ὀλυμπιόδωρον νικῆσαι τὴν δίκην.
ArgD 54 t [5] ὑπόθεσις τοῦ κατὰ Διονυσοδώρου βλάβης λόγου. Δαρεῖος καὶ Πάμφιλος Διονυσοδώρῳ δανείζουσι τρισχιλίας δραχμὰς ἐπὶ τῷ πλεῦσαι αὐτὸν εἰς Αἴγυπτον κἀκεῖθεν αὖθις Ἀθήναζε καὶ λαμβάνουσι μὲν ὑποθήκην τὴν ναῦν, διομολογοῦνται δὲ καὶ τόκους ὅσους ὤφειλον Ἀθήναζε καταπλεύσαντος Διονυσοδώρου κομίσασθαι.
ArgD 54 2 [5] Διονυσόδωρος δὲ ἀναπλέων ἐκ τῆς Αἰγύπτου τῇ Ῥόδῳ προσσχὼν ἐκεῖ τὸν γόμον ἐξέθετο, ὡς μὲν αὐτός φησι, διὰ τὸ ῥαγῆναι τὴν ναῦν καὶ εἶναι σαθράν, ὡς δὲ Δαρεῖος λέγει, διὰ τὸ πυθέσθαι τὸν σῖτον Ἀθήνησιν εὔωνον ὄντα· τὴν γὰρ ναῦν σώαν ὑπάρχειν φησὶ καὶ πλεῖν ἔτι καὶ νῦν. οἱ μὲν οὖν δανείσαντες [καὶ] κατηγοροῦσι τοῦ Διονυσοδώρου παραβεβηκέναι τὴν συγγραφήν, διότι τὴν ὑποθήκην, τουτέστι τὴν ναῦν, οὐ παρέσχεν ἐμφανῆ, καὶ ἀπαιτοῦσιν αὐτὸν τοὺς ὁμολογηθέντας τόκους τελείους, ὁ δὲ οὐ πάντας ἀποδιδόναι βούλεται, ἀλλὰ πρὸς λόγον τοῦ πλοῦ τοῦ πλευσθέντος.
ArgD 55 t ὑπόθεσις τοῦ κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν λόγου. Ἐπειγομένων Ἀθηναίων εἰς στρατείαν ναυτικὴν ἐνέδει σκεύη τριηρικά.
ArgD 55 1 καὶ γράφεται ψήφισμα κατὰ τάχος εἰσπράττειν τοὺς ὀφείλοντας σκεύη τριηρικὰ τῇ πόλει. οὗτοι δὲ ἦσαν τῶν τετριηραρχηκότων τινές. ἄλλος μὲν οὖν ἄλλους εἰσπράττειν ἐτάχθη, ὁ δὲ νῦν τὸν λόγον λέγων Θεόφημον καὶ Δημοχάρην.
ArgD 55 2 [5] ἀγνωμονοῦσι δὲ αὐτοῖς δίκην ἔλαχε καὶ εἷλε. καὶ ὁ μὲν Δημοχάρης ἀποδέδωκεν, ὁ δὲ Θεόφημος ἔτι μεθοδευόμενος ἦν. ψηφισαμένης δὲ τῆς βουλῆς ὅτῳ τις ἂν δύνηται τρόπῳ τοὺς ὀφείλοντας εἰσπράττειν ἧκεν ἐπὶ τὴν οἰκίαν τοῦ Θεοφήμου οὗτος ὁ νῦν δικαζόμενος.
ArgD 55 3 [5] ἐκ δὲ ἁψιμαχίας πληγὰς ἀλλήλοις ἐνέτειναν καὶ αἰκίας κατ’ ἀλλήλων δίκας ἀπήνεγκαν ἑκάτερος φάσκων τὸν ἕτερον ἄρξαι τῶν πληγῶν. τοῦτο γὰρ ἦν ἡ αἰκία. πρότερος οὖν εἰσελθὼν ὁ Θεόφημος παρέσχετο μάρτυρας Εὔεργον καὶ Μνησίβουλον, τὸν μὲν ἀδελφὸν ὄντα ἑαυτοῦ, τὸν δὲ κηδεστήν.
ArgD 55 4 [5] οἱ δὲ ἐμαρτύρησαν ὅτι Θεόφημος μὲν ἐβούλετο παραδοῦναι τὴν ἄνθρωπον εἰς βάσανον τὴν παροῦσαν τῇ μάχῃ, ἵν’ εἴπῃ βασανιζομένη πότερος ἤρξατο τῶν πληγῶν, ταῦτα δὲ προκαλουμένου τοῦ Θεοφήμου καὶ παραδιδόντος τὴν θεράπαιναν οὐκ ἐδέξατο. τέλος οἱ μὲν δικασταὶ τῇ μαρτυρίᾳ πεισθέντες ὑπὲρ Θεοφήμου τὴν ψῆφον ἔθεντο, ὁ δὲ ἡττηθεὶς τοῖς μάρτυσιν ὡς ψευσαμένοις δικάζεται.
ArgD 56 t [3] ὑπόθεσις τοῦ πρὸς Μακάρτατον περὶ τοῦ Ἁγνίου κλήρου λόγου. Ἁγνίας καὶ Εὐβουλίδης ἦσαν ἀνεψιοί.
ArgD 56 1 τούτων δὲ Ἁγνίας ἐτελεύτησεν ἄπαις, ὁ δὲ Εὐβουλίδης θυγατέρα κατέλιπε Φυλομάχην, ἥτις ἐπεδικάζετο τοῦ κλήρου τοῦ Ἁγνίου ὡς οὖσα ἐγγύτατα τῷ γένει. ἠμφισβήτουν δὲ αὐτῇ Γλαῦκός τις καὶ Γλαύκων οὐκ ἀγχιστείᾳ γένους, ἀλλὰ διαθήκαις ἰσχυριζόμενοι.
ArgD 56 2 [5] ὧν ἐν τῷ δικαστηρίῳ ψευδῶν ἐλεγχθεισῶν παραλαμβάνει τὸν κλῆρον ἡ Φυλομάχη. εἰσιὼν δὲ ὁ Θεόπομπος αὐτούς τε τούτους τοὺς ἡττωμένους παραλαβὼν καὶ πρὸς τούτοις Εὐπόλεμον προσεκαλέσατο εἰς διαδικασίαν τοῦ κλήρου τὴν Φυλομάχην.
ArgD 56 3 [5] ἐδίδου γὰρ ὁ νόμος τῷ βουλομένῳ προσκαλεῖσθαι τὸν νενικηκότα καὶ ἔχοντα τὸν κλῆρον. κατασκευασθείσης δὲ πρὸς ἀπάτην τῆς δίκης, ὥς φησι Σωσίθεος, ἐνίκησεν ὁ Θεόπομπος. κἀκεῖνος μὲν ἐτελεύτησεν υἱὸν καταλιπὼν Μακάρτατον, τῇ δὲ Φυλομάχῃ γίνεται παῖς, ὃν ὠνόμασεν Εὐβουλίδην καὶ εἰσεποίησεν υἱὸν Εὐβουλίδῃ τῷ ἑαυτῆς μὲν πατρί, ἀνεψιῷ δὲ Ἁγνίου τοῦ τὸν κλῆρον καταλελοιπότος.
ArgD 56 4 εἰσποιήσασα δὲ εἰσήγαγεν εἰς τοὺς φράτερας τοῦ Εὐβουλίδου καὶ Ἁγνίου καὶ οἱ φράτερες ἐδέξαντο ὡς δικαίως εἰσαγόμενον. τούτων δὲ πραχθέντων ὁ παῖς εἰς διαδικασίαν τοῦ κλήρου προσκέκληται Μακάρτατον τὸν υἱὸν τοῦ Θεοπόμπου.
ArgD 56 5 [4] καὶ λέγει τὸν λόγον Σωσίθεος ὁ φύσει πατὴρ τοῦ παιδός. ὑπόθεσις τοῦ πρὸς Λεωχάρην περὶ τοῦ κλήρου λόγου.
ArgD 57 1 [5] Ἀρχιάδου τελευτήσαντος ἄπαιδος Λεωκράτης κατέσχε τὸν κλῆρον συγγενής τε ὢν αὐτοῦ καὶ εἰσπεποιῆσθαι λέγων ὑπὸ Ἀρχιάδου. καὶ μέχρι μέν τινος αὐτὸς κατεῖχεν, ἔπειτα τὸν υἱὸν τὸν ἑαυτοῦ Λεώστρατον εἰσποιήσας ἀνθ’ αὑτοῦ τῷ Ἀρχιάδῃ ἐξίσταται τοῦ οἴκου καὶ εἰς τὸν οἰκεῖον ἀνεχώρησεν ὡς ἄδειαν δεδωκότος τούτων τοῦ νόμου. ἐποίησε δὲ τὸ αὐτὸ ὁ Λεώστρατος καὶ ἀνθ’ αὑτοῦ καταλιπὼν ἐν τῷ οἴκῳ τοῦ Ἀρχιάδου παῖδα Λεωκράτην καλούμενον ἐπανῆλθεν αὐτὸς εἰς τὴν οἰκίαν τὴν τοῦ φύσει πατρός.
ArgD 57 3 [5] ὁ μὲν δὴ Λεωκράτης ὁ τελευταῖος εἰσποιηθεὶς τῷ Ἀρχιάδῃ τέθνηκεν ἄπαις, προσελήλυθε δὲ τῷ κλήρῳ Ἀριστόδημος λέγων ἐγγύτατα τοῦ γένους εἶναι τῷ Ἀρχιάδῃ, οὗπερ ἦν ὁ κλῆρος ἐξ ἀρχῆς, καὶ δι’ ἐκεῖνον τῷ Λεωκράτει τῷ τελευταίῳ τῶν εἰσποιηθέντων. Λεωχάρης δὲ ὁ ἀδελφὸς τοῦ τεθνηκότος ἀμφισβητεῖ τοῦ κλήρου τὸ μὲν ὅλον ἰσχυριζόμενος ποιήσει ὡς υἱὸς ποιητὸς ὢν τοῦ Λεωκράτους, φάσκων δὲ εἶναι καὶ συγγενὴς Ἀρχιάδου.
ArgD 57 5 [5] ὁ δὲ ὑπὲρ Ἀριστοδήμου λέγων ἐπιδείκνυσι τὴν μὲν τοῦ γένους ἀγχιστείαν Ἀριστοδήμῳ διδοῦσαν τὸν κλῆρον, τὴν δὲ ποίησιν παράνομον οὖσαν· οὐ γὰρ ζῶν, φησίν, ὁ Λεωκράτης ἐποιήσατο παῖδα τὸν Λεωχάρη, καθάπερ οἱ νόμοι κελεύουσιν, ἀλλὰ μετὰ τὴν ἐκείνου τελευτὴν ἐπ’ ἀποστερήσει τῆς οὐσίας παρὰ τοὺς νόμους ἡ εἰσποίησις γεγένηται. λέγει δὲ τὸν λόγον τοῦ Ἀριστοδήμου ὁ υἱός.