ΑΠΟΛΟΓΙΑ ΥΠΕΡ ΛΥΚΟΦΡΟΝΟΣ.
καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῶι νόμωι καὶ τῶι ὅρκωι, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων καὶ τῶν ἀπολογουμένων καὶ …
… εου … σω … αιεν … ν … τῆι κατηγορίαι χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι· καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι· «τί τοῦθʼ ἡμῖν λέγεις»; μηδὲ προστίθετε τῆι κατηγορίαι παρʼ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῆι ἀπολογίᾳ. … μεν … ικ …
οὐδὲ ὁ νόμος συγκατηγορεῖν μὲν τῶι βουλομένωι κατὰ τῶν κρινομένων ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω, ἐπʼ αὐτὴν τὴν ἀπολογίαν πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δὲ ὦ ἄνδρες δικασταὶ ἐκεῖνο παραιτησάμενος, πρῶτον … ε … δ … κε … τω … αυ … κρο … ἢ νεωρίων προδοσίαν ἢ ἀρχαίων ἐμπυρισμὸν ἢ κατάληψιν ἄκρας
… ὁ Εὔφημος … πρῶτον … ἐπειδὴ ἐτελεύτησεν ἐκεῖνος … ρος ὁ Φλυεὺς … ἐξ αὐτοῦ … κραν τοῦ … καὶ ἠξίουν … ννε … ες εγ … σειν … εξελ … α τοῦ … ὅτι ἡ γυνὴ … τον καὶ το … το ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον. εἰ δʼ, ὥσπερ Ἀρίστων ἐν τῆι εἰσαγγελίαι γράφει, οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι, οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω γένους ἐξάγειν τὸν Εὔφημον, ἀλλʼ ἐᾶν. νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατʼ ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς … κα … τὸν Εὔφημον … ἐκώλυε ε … τοντ … παρέχοντα … μαρτυρίας α … τερων … σκε … — — — οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι. — — — νωθρεύεσθαι — — —
—ντην —τ … αερω —διατι —ααυ —αιου —ημεν —υεις —νου —γυναικὸς —ουν —με —εως —μης —δε —ου —ἑώρω —δε —ων —σις —μενος —ιως —νη —ἄνδρες δικασταὶ —υσιος —υ … νφι —στο —ος … Ἀρίστωνος δὲ ἀνδράποδα εἶχεν ἐν τοῖς ἔργοις· καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαστηρίου, ὅτʼ ἦν τούτωι ὁ ἀγὼν πρὸς Ἀρχεστρατίδην. τοιοῦτο γάρ ἐστι τὸ Ἀρίστωνος τουτουῒ πρᾶγμα· οὗτος προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῶι ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν, ἀφίησιν, τὸ δʼ ἀργύριον Θεομνήστῳ δίδωσιν· ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς ληισταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτωι ὑπὲρ ἑκάστου τοῦ ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης. Ἄξιον δʼ ἐστὶν ὦ ἄνδρες δικασταὶ κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῶι δήμωι τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο· ἐμοὶ γὰρ οἱ οἰκεῖοι ἀπέστειλαν γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας, ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον, ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι, ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῆι, ὅπως μὴ πλησιάσῃ Χαρίππωι, ἀλλὰ διαφυλάξει αὑτήν. ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους τοὺς ἐμαυτοῦ εὐθὺς ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω, ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῆι εἰσαγγελίᾳ γεγραμμένα· ὅτι δὲ ψεύδη ἐστίν, ῥάιδιον οἶμαι εἶναι ἅπασιν ἰδεῖν· τίς γὰρ οὕτως ἐστὶν τῶν ἐν τῆι πόλει ἀλόγιστος, ὅστις ἂν πιστεύσαι τούτοις τοῖς λόγοις; ἀνάγκη γὰρ ὦ ἄνδρες δικασταὶ πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐγδίδοσθαι αὐτήν. εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος; τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ οὐκ ἂν ἀπέκτεινε τὸν λέγοντα; καὶ τὸ κεφάλαιον ἁπάντων, ὡς καὶ μικρῶι πρότερον εἶπον, εἰς τοῦτο ἀναισθησίας ὁ Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὡς φασίν, τῆς γυναικὸς προλεγούσης, ὅτι συνομωμοκυῖα εἰη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευομένου αὐτῆι, ὅπως ἐμμείνειεν τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν ἢ Ὀρέστης ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντων ἀβελτερώτατος; Ἀλλʼ οἶμαι ὦ ἄνδρες δικασταὶ πολλὰ πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥαιδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὑτοῖς εἰπεῖν ἐπιλανθάνονται· ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας, ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν ἀπολογουμένοις τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι, ἢ μὴ μεμνημένοις τῶν προκατηγορηθέντων οἴησιν καταλείπειν παρὰ τοῖς δικασταῖς, ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα· πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν· οἷον καὶ Ἀρίστων οὑτοσὶ ἐνεχείρησε ποιῆσαι ἐν τῇ κατηγορίᾳ, ὃς οὐδʼ ἀπολαύειν δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ συναπολογησομένων. διὰ τί δʼ οὗτοι μὴ ἀπολογήσονται; πότερʼ οὐ δίκαιόν ἐστι τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῆι πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν; σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις, καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν; καὶ ἐμὲ μὲν αἰτιᾶι ἐν τῆι εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήσας ἅπαντας τοὺς νόμους εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεσμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰσίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῆι σοι τραγῳδίας γράψαι εἰς τὴν εἰσαγγελίαν οἵασπερ νῦν γέγραφας, ὅς μʼ αἰτιᾶι ὅτι πολλὰς μὲν γυναῖκας ποιῶ ἀγάμους ἔνδον καταγηράσκειν, πολλὰς δὲ συνοικεῖν οἷς οὐ προσήκει παρὰ τοὺς νόμους. οὐκοῦν ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου προσήκειν συνοικεῖν ἐγδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέγδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῆι Εὐφήμου, δῆλον ὅτι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν; Τούτῳ μὲν οὖν ἔξεστιν ἄνδρες δικασταὶ καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας· λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστωι τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν. ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσηι τῆι ἡλικίαι τῇ τοῦ ἀνθρώπου ἐνδέχεται ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματος οὗ ἂν ἔχηι τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἀρξάμενον, ἀλλʼ ἢ πάλαι τοιοῦτός ἐστιν, ὃ δειξάτωσαν οὗτοι, ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι. ἐγὼ τοίνυν ὦ ἄνδρες δικασταὶ μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ· ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα καὶ ὑπὸ τῶν συναρχόντων. ὑμεῖς γάρ με ὦ ἄνδρες δικασταὶ πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον, καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους. καὶ ἐν τούτωι μοι τῶι χρόνωι ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιστίαι καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνηι· ἃ χρὴ τεκμήρια ὑμῖν εἶναι εἰς τοῦτον τὸν ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱ αἰτίαι εἰσίν· οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν. Ὅσα μὲν οὖν ἐγὼ εἶχον ὦ ἄνδρες δικασταὶ ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε· ἐπειδὴ δὲ ὁ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος καὶ ἀκοῦσαι εὐνοϊκῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων ἢ τῶν φίλων βοηθῆσαι, πολίτηι μὲν ὄντι ὑμετέρωι, ἰδιώτηι δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, — ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις — ἀλλʼ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῆι πατρίδι ταφῆναι. ἐὰν οὖν κελεύητε ὦ ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα. ἀνάβηθί μοι Θεόφιλε καὶ σύνειπε ὅ τι ἔχεις· κελεύουσιν οἱ δικασταί. Ἀπολογία ὑπὲρ Λυκόφρονος.