eul_wid: dvq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Rhetorical Style and Governance by Thrasymachus of Chalcedon

The Apospasmata, or Extracts, is a lost collection of rhetorical model passages attributed to the sophist Thrasymachus of Chalcedon, who was active in Athens during the late 5th century BCE. Structured as twelve exemplary discourses, the work was not a continuous treatise but a practical compilation designed for instructional use, written in Attic Greek to train students in effective oratory. It served as a handbook showcasing Thrasymachus’s innovative “middle” style of rhetoric, which deliberately blended plain statement with emotional appeal and was pioneering in its conscious use of prose rhythm. The collection is believed to have contained model speeches on themes central to sophistic education, such as justice and governance, aimed at preparing wealthy young men for persuasive speaking in political and legal contexts. No continuous text of the twelve passages survives; knowledge of the work derives entirely from references and descriptions by later ancient authors, most notably Dionysius of Halicarnassus. Through this collection, Thrasymachus’s contributions to rhetorical theory and style exerted a significant influence on the subsequent development of Greek oratorical prose, notably on figures such as Isocrates and, indirectly, Demosthenes.

ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ

Διονύσιος ὁ Ἁλικαρνασσεύς τρίτη λέξις ἦν ἡ μεικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν· ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον, εἴτε Θ. ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δʼ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δʼ ὡς οὐκ ἴσηι τῆι βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τόδε· «ἐβουλόμην μέν, ὦ Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ, ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροισι, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων· ἐπειδὴ δʼ εἰς τοσοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε ἑτέρων μὲν ἀρχόντων τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς πάσχειν αὐτούς, καὶ τούτων τὰ μέγιστα μὴ, θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης, ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὴ λέγειν· ἢ γὰρ ἀναίσθητος ἢ καρτερώτατός ἐστιν, ὅστις ἐξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμωι γενέσθαι καὶ διὰ κινδύνων ἐλθεῖν εἰς τόνδε τὸν χρόνον, τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δʼ ἐπιοῦσαν δεδιόσι, ἀντὶ δʼ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν ἃ γιγνώσκει εἰπεῖν, ὅτωι γε γέγονε λυπεῖσθαι ἐπὶ τοῖς παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γʼ ἐν τῶι λέγειν πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις, οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῶι σφετέρωι λόγωι ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ἃ ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥάιστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, ἀκούειν ἀνάγκη λόγων τῶν παλαιοτέρων, ὁπόσα δʼ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι ...» τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

ΥΠΕΡ ΛΑΡΙΣΑΙΩΝ

Κλήμης ὁ Ἀλεξανδρεύς καὶ μὴν ἐν Τηλέφωι εἰπόντος Εὐριπίδου «Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν;» Θ. ἐν τῶι ὑπὲρ Λαρισαίων λέγει· «Ἀρχελάωι δουλεύσομεν Ἕλληνες ὄντες βαρβάρωι;»

ΜΕΓΑΛΗ ΤΕΧΝΗ

Ἀριστοφάνους Σχόλια τὰ αὐτὰ τοῖς Θεοπόμπου καὶ Θ. φησιν ἐν τῆι Μεγάληι τέχνηι.

Ἀθήναιος Θ. δʼ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρʼ αὐτῶι πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῆι ὑστεραίαι πολλοὺς καθʼ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς.

Ἀριστοτέλης ἐγκεχειρήκασιν δὲ ἐπʼ ὀλίγον περὶ αὐτῆς εἰπεῖν τινες, οἷον Θ. ἐν τοῖς Ἐλέοις.

Πλάτων τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνηι μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος. ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονε καὶ πάλιν ὠργισμένοις ἐπάιδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὅθεν δὴ κράτιστος. ὁ γὰρ Χαλκηδόνιος, τουτέστιν ὁ Θ., ταῦτα ἐδίδαξεν, ὡς δεῖ εἰς οἶκτον ἐγεῖραι τὸν δικαστὴν καὶ ἐπισπᾶσθαι ἔλεον, γῆρας, πενίαν, τέκνα ἀποδυρόμενον καὶ τὰ ὅμοια.

Πλάτων φημὶ .. ἐγὼ εἶναι τὸ δίκαιον οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος ξυμφέρον.

Πλούταρχος δεῖ καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικὴν τοὺς Ἀριστοτέλους Τόπους ἢ τοὺς Θρασυμάχου Ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον, ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα.

Φιλόδημος καὶ Μητρόδωρος δὲ ἐν τῶι πρώτωι Περὶ ποιημάτων ἱκανῶς ἔοικεν παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν ... εἰπεῖν μὲν ἐν πλήθει περὶ τῶν πλήθει χρησίμων ἱκανόν, τὴν δὲ Θρασυμάχου τέχνην ἢ ἄλλου ὁτουδήποτʼ αὐτῶν οὐ μαθόντας ... Θρασύμαχον καὶ ἄλλους οὐκ ὀλίγους τῶν δοκούντων τὰς τοιαύτας ἔχειν λόγων πολιτικῶν ἢ ῥητορικῶν οὐθέν, ὧν φασιν ἔχειν τὰς τέχνας, συντελοῦντας.

Ἑρμείας ὁ Ἀλεξανδρεύς ἔγραψεν ἐν λόγωι ἑαυτοῦ τοιοῦτόν τι, ὅτι οἱ θεοὶ οὐχ ὁρῶσι τὰ ἀνθρώπινα· οὐ γὰρ ἂν τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν παρεῖδον τὴν δικαιοσύνην· ὁρῶμεν γὰρ τοὺς ἀνθρώπους ταύτηι μὴ χρωμένους.