ΚΑΤʼ ΑΘΗΝΟΓΕΝΟΥΣ Βʹ.
τὰ τῶν φωρῶν κρείττω. Ὑπ. ἐν τῷ κατʼ Ἀθ. βʹ. παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν. —
ἀπρόσκλητον τὴν οὐ προσκεκλημένην Ὑπ. ἐν τῷ κατʼ Ἀθ. βʹ. —
ΥΠΕΡ ΑΚΑΔΗΜΟΥ.
Ἡφαιστία. Ὑπ. ἐν τῷ ὑπὲρ Ἀκαδήμου. —
ΚΑΤʼ ΑΝΤΙΟΥ ΟΡΦΑΝΙΚΟΣ.
ἀσήμαντα τὰ ὑφʼ ἡμῶν λεγόμενα ἀσφράγιστα· σημεῖα γὰρ ἔλεγον τὰς σφραγῖδας· Ὑπ. ἐν τῷ κατʼ Ἀντίου. —
«Ὑπερείδης δʼ ἐν τῷ κατʼ» Ἀντίου τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασάνους ὠνόμασε. —
σεσημασμένων ἀντὶ τοῦ ἐσφραγισμένων Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, «Ὑπερείδης ἐν τῷ κατʼ» Ἀντίου ὀρφανικῷ. —
ὑποστήσας ἀντὶ τοῦ ὑποβαλόμενος «Ὑπ. ἐν τῷ κατʼ» Ἀντίου. —
ΠΡΟΣ ΑΠΕΛΛΑΙΟΝ ΠΕΡΙ ΤΟΥ ΘΗΣΑΥΡΟΥ.
Κολωνέτας· Ὑπ. ἐν τῷ πρὸς Ἀπ. π. τ. θησαυροῦ. τοὺς μισθωτοὺς Κολωνέτας ὠνόμαζον, κτἑ. —
Κτησίου Διός· Ὑπ. ἐν τῷ πρὸς Ἀπ. —
ἐξέδωκε τὴν προγονὸν τὴν αὑτοῦ. —.
Πυθαέα· Ὑπ. ἐν τῷ πρὸς Ἀπελλαῖον. —
πώλας ἀντὶ τοῦ πράσεις Ὑπ. ἐν τῷ πρὸς Ἀπ. —
ΚΑΤʼ ΑΡΙΣΤΑΓΟΡΑΣ ΑΠΡΟΣΤΑΣΙΟΥλόγοι βʹ.
ὥστε Λαῒς μὲν ἡ δοκοῦσα τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα ...
ὅτι χιλίας ἐξημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπ. ἐν τῷ κατʼ Ἀρ. βʹ εἴρηκεν. —
ἀπροστασίου εἶδος δίκης κατὰ τῶν προστάτην μὴ νεμόντων μετοίκων——Ὑπ. ἐν τῷ κατʼ Ἀρ. ἀπρ. βʹ. —
Ὑπερείδης δʼ ἐν τῷ κατʼ Ἀρισταγόρας ἀπροστασίου βʹ φησὶν ὡς οἱ νόμοι κελεύουσι διαμαρτυρεῖν ἐπὶ ταῖς γραφαῖς ταῖς τοῦ ἀπροστασίου τὸν βουλόμενον ὁμοίως τῶν ξένων καὶ τῶν ἐπιχωρίων. —
τίνων δʼ οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν, δεδήλωκεν Ὑπ. τε ἐν τῷ κατʼ Ἀρ. βʹ. —
πωληταὶ καὶ πωλητήριον. οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι—Ὑπ. ἐν τῷ κατʼ Ἀρ. βʹ. —
φαλάγγια. Ὑπ. ἐν τῷ κατʼ Ἀρ. βʹ, ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. —
ἐπεὶ καὶ ὁ τῆς δωροξενίας νόμος ἁρμόττων ἐστὶ τῷ νῦν ἀγῶνι παραχθῆναι· εἰ γὰρ καὶ τοὺς ἀποφυγόντας ξενίας εἴρηκεν ἐξεῖναι τῷ βουλομένῳ πάλιν γράψασθαι, ἐὰν μὴ δοκῶσι δικαίως τὸ πρῶτον ἀποπεφευγέναι, πῶς οὐ φανερόν ἐστι κατʼ Ἀρισταγόρας τὸ δίκαιον; — δωροξενία
ὥστε κελευστέον τοὺς μαρτυροῦντας τὰ τοιαῦτα καὶ τοὺς παρεχομένους … μὴ μάτην ἀπατᾶν ὑμᾶς, ἐὰν μὴ τυγχάνωσι δικαιότερα λέγοντες· καὶ νόμον ὑμῖν ἀναγκάζετε παρέχεσθαι, τὸν κελεύοντα μὴ νέμειν προστάτην. — προστάτης· Ὑπ. ἐν τῷ κατʼ Ἀρισταγόρας.
ὁμοίως τὸν καλούμενον τόπον παρὰ τοῖς παλαιοῖς ἔστιν εὑρεῖν· καθάπερ τὸ Δημοσθενικὸν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· ——καὶ Ὑπερείδου κατὰ τῶν ἑταιρῶν ἐν τῷ κατὰ Ἀρισταγόρας. —
ἀφαίρεσις ἰδίως λέγεται ἡ εἰς ἐλευθερίαν· Ὑπ. ἐν τῷ κατʼ Ἀρ. —
καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.
κακολογεῖν Ὑπ. κατὰ Ἀρισταγόρας. —
μετοίκιον· Ὑπ. ἐν τῷ κατὰ Ἀρισταγόρας. —
ΠΡΟΣ ΑΡΙΣΤΟΓΕΙΤΟΝΑ.
ἔγραψας τοὺς δούλους ἐλευθέρους εἶναι; ἔγραψα, ἵνα μὴ οἱ ἐλεύθεροι δουλεύωσιν. ——ἔγραψας τοὺς ἀτίμους ἐπιτίμους εἶναι; ἔγραψα, ἵνα πάντες ὁμονοήσαντες ὑπὲρ τῆς πατρίδος ἀγωνίσαιντο. ἔγραψας τοὺς φυγάδας κατάγειν; ἔγραψα, ἵνα μηδεὶς φεύγοι. ——ἐπεσκότει μοι τὰ Μακεδόνων ὅπλα. οὐκ ἐγὼ τὸ ψήφισμα ἔγραψα, ἡ δʼ ἐν Χαιρωνείᾳ μάχη. — τοῦτο τὸ ψήφισμα οὐχ ὁ ῥήτωρ ἔγραψεν, ἀλλʼ ἡ ἐν Χαιρωνείᾳ μάχη
Ὑπερ. ἐν τῷ πρὸς Ἀρ.· ὅπως πρῶτον μὲν μυριάδας πλείους ἢ ιεʹ τοὺς δούλους τοὺς ἐκ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν, ἔπειτα τοὺς ὀφείλοντας τῷ δημοσίῳ καὶ τοὺς ἀτίμους καὶ τοὺς ἀπεψηφισμένους καὶ τοὺς μετοίκους. —
καὶ οὐδὲ ἐκ τῆς παροιμίας δύνασαι μανθάνειν τὸ μὴ κινεῖν κακὸν εὖ κείμενον. —
καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι, ὅτι μάχη εἴη γεγονυῖα . —
καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια. —
καὶ Δημοσθένης δὲ μᾶλλον Ὑπερείδου τὴν γεγενημένην Ἀθηναίοις ταραχήν, ὅτι ἧκεν ἑσπέρας ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς ἡ Ἐλάτεια κατείληπται. —
σὺ δὲ ὦ Οὐλπιανὲ εἰ τὴν γαλεάγραν ζητεῖς, ἔχεις παρʼ Ὑπ. τῷ ῥήτορι· ὅπου δέ, σὺ ζήτει. ἐκ δὲ τῶν σκευῶν καὶ γαλεάγρα· τὸ δὲ ὄνομα ἐν τοῖς ἐπιγραφομένοις Δημοσθένους πρὸς Ἀριστογείτονα.
Εὐρυσάκειον. Ὑπ. ἐν τῷ πρὸς Ἀρ. —
Κεκροπίς. Ὑπ. ἐν τῷ πρὸς Ἀρ. —
ναύκληρος· Ὑπ. ἐν τῷ περὶ τοῦ ταρίχους οὐ μόνον ὡς ἡ συνήθεια χρῆται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ πρὸς Ἀρ. —
Οἰνηΐς· Ὑπ. ἐν τῷ πρὸς Ἀριστ. —
ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης Ὑπ. φησίν.
ΚΑΤΑ ΑΡΙΣΤΟΦΩΝΤΟΣ ΠΑΡΑΝΟΜΩΝ.
κεκωμῴδηται ὁ Ἀριστοφῶν ὡς ὑπὲρ Χάρητος μισθοῦ λέγων καὶ ὡς παρανόμων γραφὰς οεʹ πεφευγὼς καὶ ὡς στρατηγήσας ἐν Κέῳ διὰ φιλοχρηματίαν πολλὰ κακὰ ἐργασάμενος τοὺς ἐνοικοῦντας, ἐφʼ ᾧ γραφεὶς ὑπὸ Ὑπερείδου παρανόμων ἑάλω. φησὶ δʼ αὐτὸν Ὑπ. καὶ Ἀρδηττὸν ἐπικληθῆναι, διὰ τὸ πολλάκις αὐτόθι ἐπιωρκηκέναι. —
οἶδε γὰρ αὑτῷ δεδομένην ἄδειαν καὶ πράττειν καὶ γράφειν ὅ τι ἂν ἔμβραχυ βούληται—
μοιχίδιον τὸν ἐκ μοιχοῦ γεγεννημένον Ὑπ. ἐν τῷ κατὰ Ἀρ. —
μονοπώλιον δὲ Ὑπ. εἴρηκεν ἐν τῷ κατὰ Ἀρ.· οἱ δὲ ἄλλοι λέγουσι μονοπωλίαν. —
ΥΠΕΡ ΑΡΠΑΛΟΥεἰ γνήσιος.
εἰ δὲ μὴ ψευδὴς ὁ Ὑπερείδου λόγος ὑπὲρ Ἁρπάλου, ἐν αὐτῷ γέγραπται· ἐκπηδήσαντες ἐκ τῶν περδικοτροφείων. —
ΚΑΤʼ ΑΡΧΕΣΤΡΑΤΙΔΟΥ.
κινήσομεν δὲ ἔλεον, κἂν ὑποδεικνύωμεν πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ τοῦ τεθνεῶτος, ὡς Ὑπ. ἐν τῷ κατʼ Ἀρχ.· ἐπέξεισι γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί. —
ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν, Ὑπ. δεδήλωκεν ἐν τῷ κατʼ Ἀρχ. —
Εὔβουλος. —ἕτερος δʼ ἐστὶν ὁ κωμικός, οὗ μνημονεύει Ὑπ. ἐν τῷ κατʼ Ἀρχ. —
ἱερά· τὰ τῶν τεθνηκότων ὀστᾶ. Ὑπ. κατὰ Ἀρχ. — π. διαφ. λ.
Ὑπ. ἐν τῷ κατʼ Ἀρχ.· οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. —
πάραλος· ... οἱ δὲ ἐπιβεβηκότες αὐτῆς ἐκαλοῦντο Πάραλοι, οἳ διὰ ταύτην τὴν ὑπηρεσίαν δʹ τε ὀβολοὺς ἐλάμβανον καὶ τὸ πλεῖον μέρος τοῦ ἐνιαυτοῦ οἴκοι ἔμενον, ἄλλα τέ τινα ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ὥς φησιν Ὑπ. ἐν τῷ κατʼ Ἀρχ. —
Ξυπεταίονες· Ὑπ. κατʼ Ἀρχ. —
ἐν παραβύστῳ ἀντὶ τοῦ κρύφα καὶ οὐ φανερῶς Ὑπ. ἐν τῷ κατʼ Ἀρχ. —
Στειριεύς· Ὑπ. κατʼ Ἀρχ. —
ΚΑΤʼ ΑΥΤΟΚΛΕΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Ὑπ. ἐν τῷ κατʼ Αὐτ. εἰπών, ὅτι τοῦτον ἐπὶ λόγοις δεῖ κολάσαι, τίθησιν ὅμοιον, ὅτι καὶ Σωκράτην οἱ πρόγονοι ἡμῶν ἐπὶ λόγοις ἐκόλαζον.
ἐγκάθετος· Ὑπ. κατὰ Αὐτοκλέους. Ἐγκάθετος· οὕτως Ὑπ. ἀπερριμμένως, δέον δοκιμώτερον χρήσασθαι τῷ θετὸς ἢ εἰσποίητος ἢ ὑπόβλητος.
ἔργα νέων. τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατʼ Αὐτ. Ἡσιόδου φησὶν εἶναι. —Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων. τοῦτο Ὑπ. ἐν τῷ κατʼ Αὐτ. Ἡσιόδου φησὶν εἶναι παροιμίαν.
Εὔηνος· Ὑπ. ἐν τῷ κατʼ Αὐτ.· βʹ ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις.
κατέλευσαν ἀντὶ τοῦ λίθοις κατέβαλον· Ὑπ. ἐν τῷ κατʼ Αὐτοκλέους. —
ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὡς Ὑπ. ἐν τῷ κατʼ Αὐτ.· οὗτος δʼ ἂν εἴη ὁ τῶν ἱππέων. —
Μηλόβιος· Ὑπ. ἐν τῷ κατʼ Αὐτοκλ.· ἔστι δὲ εἷς τῶν λʹ τῶν παρʼ Ἀθηναίοις τυραννησάντων.
ποδοστράβη· Ὑπ. ἔν τε τῷ κατʼ Ἀθηνογένους καὶ ἐν τῷ κατʼ Αὐτοκλ.
Ὑπ. ἐν τῷ κατʼ Αὐτοκλ. προδοσίας· ῥητορικῆς ἐκ δήμου· ἔστι γὰρ καὶ ἐκ βουλῆς.
στρατηγοί· —οἱ καθʼ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ιʹ ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τοῦ Ὑπερείδου κατʼ Αὐτοκλ. καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους.
μέμνημαι δὲ καὶ περὶ τοῦ τῆς γνώμης ὀνόματος εἰπών, ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσῳ εἴτε τῷ διανοίας εἴτε καὶ ἐννοήσεως ἐλέγετο——καὶ Αἰσχίνης δὲ κατὰ τούσδε ὁ Σωκρατικὸς ἐν τῷ Μιλτιάδῃ κατὰ τὸ αὐτὸ σημαινόμενον κέχρηται τῷ ὀνόματι καὶ Ὑπ. ἐν τῷ κατʼ Αὐτ. καὶ ἄλλοι.
ΠΡΟΣ ΔΑΜΙΠΠΟΝ.
πρόσκλησις ἡ εἰς δικαστήριον κλῆσις, καὶ προσκαλέσασθαι τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, Ὑπ. ἐν τῷ πρὸς Δάμιππον.
ΛΗΛΙΑΚΟΣ.
λέγεται γὰρ τὴν Λητὼ κυοῦσαν τοὺς παῖδας ἐκ Διὸς ἐλαύνεσθαι ὑπὸ τῆς Ἥρας κατὰ πᾶσαν γῆν καὶ θάλατταν· ἤδη δὲ αὐτὴν βαρυνομένην καὶ ἀποροῦσαν ἐλθεῖν εἰς τὴν χώραν τὴν ἡμετέραν, καὶ λῦσαι τὴν ζώνην ἐν τῷ τόπῳ, ὃς νῦν Ζωστὴρ καλεῖται. Λητώ τε γὰρ λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς καὶ λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ, βαδίζουσα ἀεὶ εἰς τὸ πρὸς ἕω, τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης, ἀπʼ ἄκρας τῆς Ἀττικῆς ἐπιβᾶσα τῶν νήσων εἰς Δῆλον καταίρει καὶ τίκτει δὴ τοὺς θεούς, τήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει, Τοῦτο καὶ Ὑπ. ἐν τῷ Δηλιακῷ, βουλόμενος δεῖξαι ὅτι αἱ νῆσοι ἐγγύς εἰσι τῆς Ἀττικῆς, εἶπεν, ὅτι ἀπʼ ἄκρας τῆς Ἀττικῆς ἡ Λητὼ ἐπέβη τῆς νήσου. τὸ δὲ Προνοίας Ὑπερείδης ἐν Δηλιακῷ συνιστᾷ ὅτι ἐν τῇ Ἀττικῇ ἐστιν. Πρόνοια Ἀθηνᾶ—ὅτι προὐνόησεν ὅπως τέκῃ ἡ Λητώ, διὰ τοῦτο γὰρ ἐκλήθη Πρόνοια Ἀθηνᾶ, ὅτι προὐνοήθη τοῦ τόκου τῆς Λητοῦς. — λέγουσι μὲν οἱ τὴν Δῆλον εὐτυχῆσαι φάσκοντες τὴν ὑποδοχὴν, ἀνασχοῦσαν ἐκ θαλάττης πρὸ τοῦ κρυπτομένην καὶ οὖσαν ὕφαλον ὑποδέξασθαι πλανωμένην τὴν θεὸν ἐκ Σουνίου τῆς Ἀττικῆς ἐπιβᾶσαν τῇ νήσῳ
ἐνταυθοῖ θύεται τῷ Ἀπόλλωνι ὁσημέραι καὶ μερὶς αὐτῷ καὶ δεῖπνον παρατίθεται.
καὶ τὸν κρατῆρα τὸν Πανιώνιον κοινῇ οἱ Ἕλληνες κεραννύουσιν.
ἔχεις δὲ διπλοῦν στοχασμὸν παρὰ Ὑπ. ἐν τῷ Δηλ.· ἐκθησόμεθα δὲ τὰ εἰρημένα ὑπὲρ τοῦ γενέσθαι σαφὲς τὸ λεγόμενον. Ἀφίκοντό τινες εἰς Δῆλον ἄνθρωποι Αἰολεῖς πλούσιοι, χρυσίον ἔχοντες πολύ, κατὰ θεωρίαν τῆς Ἑλλάδος ἀποδημοῦντες ἐκ τῆς ἑαυτῶν· οὗτοι ἐφάνησαν ἐν Ῥηνείᾳ ἐκβεβλημένοι τετελευτηκότες· τοῦ δὲ πράγματος περιβοήτου ὄντος, ἐπιφέρουσι Δήλιοι τοῖς Ῥηνεῦσιν αἰτίαν, ὡς αὐτῶν ταῦτα πεποιηκότων, καὶ γράφονται τὴν πόλιν αὐτῶν ἀσεβείας. οἱ δὲ Ῥηνεῖς ἠγανάκτηνταί τε τῷ πράγματι, καὶ προσκαλοῦνται Δηλίους τὴν αὐτὴν δίκην. οὔσης δὲ τῆς διαδικασίας, ὁπότεροί εἰσιν οἱ τὸ ἔργον πεποιηκότες, ἠρώτων οἱ Ῥηνεῖς τοὺς Δηλίους, διʼ ἣν αἰτίαν ὡς αὑτοὺς ἀφίκοντο· οὔτε γὰρ λιμένας εἶναι παρʼ αὑτοῖς οὔτε ἐμπόριον οὔτε ἄλλην διατριβὴν οὐδεμίαν· πάντας δὲ ἀνθρώπους ἀφικνεῖσθαι πρὸς τὴν Δῆλον ἔλεγον, καὶ αὐτοὶ τὰ πολλὰ ἐν Δήλῳ διατρίβειν. τῶν δὲ Δηλίων ἀποκρινομένων αὐτοῖς, ὅτι ἱερεῖα ἀγοράσοντες οἱ ἄνθρωποι διέβησαν εἰς τὴν Ῥήνειαν, διὰ τί οὖν, ἔφασαν οἱ Ῥηνεῖς, εἰ ἱερεῖα ἧκον ὠνησόμενοι, ὥς φατε, τοὺς παῖδας τοὺς ἀκολούθους οὐκ ἤγαγον τοὺς ἄξοντας τὰ ἱερεῖα, ἀλλὰ παρʼ ὑμῖν ἐν Δήλῳ κατέλιπον, αὐτοὶ δὲ μόνοι διέβησαν; πρὸς δὲ τούτοις τριάκοντα σταδίων ὄντων ἀπὸ τῆς διαβάσεως πρὸς τὴν πόλιν τὴν Ῥηναέων, τραχείας οὔσης ὁδοῦ, διʼ ἧς ἔδει αὐτοὺς πορευθῆναι ἐπὶ τὴν ἀγορασίαν, ἄνευ ὑποδημάτων διέβησαν, ἐν Δήλῳ δʼ ἐν τῷ ἱερῷ ὑποδεδεμένοι περιεπάτουν;ἀγοράσαι ἀντὶ τοῦ ὠνήσασθαι Ὑπ. ἐν τῷ Δηλ., Ῥήναια· Ὑπ. Δηλ.
σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. —
ἄνετον ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινι Ὑπ. Δηλ.
ἀποικία. ἰδίως τὰ γράμματα καθʼ ἃ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν· Ὑπ. Δηλ.
Ἀρτεμίσιον ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπ. Δηλ.
προηροσία· Ὑπ. Δηλ. ὄνομα θυσίας.
ΚΑΤΑ ΔΗΜΑΔΟΥ ΠΑΡΑΝΟΜΩΝ.
ἔτι δὲ ἀναμνήσομεν διὰ ψηφίσματος εἰσφορᾶς, ὡς ὁ Ὑπ. ψηφίσματος κατηγορῶν ὑπὸ Δημάδου γραφέντος, πρόξενον Εὐθυκράτην εἶναι γράψαντος, αὐτὸς εἰσφέρει ψήφισμα, διʼ οὗ ποιεῖται τὴν ἀνακεφαλαίωσιν τῶν εἰρημένων· Ἃ μὲν γὰρ οὗτος φησίν εἰσκεκόμικεν, οὐκ ἔχει τὰς ἀληθεῖς αἰτίας τῆς προξενίας· ἐγὼ δέ, εἰ δεῖ πρόξενον ὑμῖν αὐτὸν γενέσθαι, διʼ ἃ τούτου τεύξεται γράψας εἰσφέρω. ἔπειτα τὸ ψήφισμα εἰσφέρει· δεδόχθαι γάρ φησιν αὐτὸν εἶναι πρόξενον, ὅτι τὰ Φιλίππῳ συμφέροντα καὶ λέγει καὶ ποιεῖ, ὅτι γενόμενος ἵππαρχος τοὺς Ὀλυνθίων ἱππέας προὔδωκε Φιλίππῳ, ὅτι τοῦτο πράξας αἴτιος τοῦ Χαλκιδέων ὑπῆρξεν ὀλέθρου, ὅτι ἁλούσης Ὀλύνθου τιμητὴς ἐγένετο τῶν αἰχμαλώτων, ὅτι ἀντέπραξε τῇ πόλει περὶ τοῦ ἱεροῦ τοῦ Δηλίων, ὅτι τῆς πόλεως περὶ Χαιρώνειαν ἡττηθείσης οὔτε ἔθαψε τῶν τεθνεώτων τινὰς οὔτε τῶν ἁλόντων οὐδένα ἐλύσατο. διὰ τούτων κεφαλαιωδῶς ἀναμιμνῄσκει τῶν παρʼ ὅλην τὴν κατηγορίαν εἰρημένων κατʼ αὐτοῦ. —ἐπεὶ δὲ ἀνακεφαλαιώσεως ἐμνήσθημεν, φέρε ἐροῦμεν καὶ περὶ ταύτης, κατὰ πόσους τρόπους γίνεται· πολλαὶ μὲν οὖν καὶ διάφοροι αἱ τῶν ἀνακεφαλαιώσεων μέθοδοι, ἃς ῥᾴδιον καταμαθεῖν τοῖς ἐντυγχάνουσι ῥητόρων λόγοις· ὅμως, ὧν γε οἱ τεχνικοὶ ἐπεμνήσθησαν, πέντε εἰσί. καὶ ἔστι πρῶτον τὸ κατὰ πλάσμα γινόμενον σχῆμα, ᾥτινι καὶ Ὑπερίδης ἐχρήσατο ἐν τῷ κατὰ Δημάδου λόγῳ· βουλόμενος γὰρ τὰ λεχθέντα ἀνακεφαλαιώσασθαι ἐπλάσατο ψήφισμα λέγων· εἰ τἀληθῆ Δημάδης ἐβούλετο περὶ Εὐθυκράτους εἰπεῖν, τοιοῦτον αὐτὸν ἔδει ψήφισμα γράψαι ... διʼ ἣν Εὐθυκράτην πρόξενον ἐποίησεν. ἐγὼ δὴ τὰ πεπραγμένα αὐτῷ, ἐπιγράψας τὸ τούτου ὄνομα, ἀναγνώσομαι. καὶ πλάττεται τοιοῦτον ψήφισμα. Δημάδης Δημέου Παιανιεὺς εἶπεν· ἐπειδὴ Εὐθυκράτης προὔδωκε τὴν ἑαυτοῦ πατρίδα Ὄλυνθον καὶ αἴτιος ἐγένετο τὰς πόλεις τῶν Χαλκιδέων οὔσας τετταράκοντα ἀναστάτους γενέσθαι καὶ τὰ ἑξῆς. διὰ γοῦν τοῦ πεπλασμένου ψηφίσματος ἁπάντων ἡμᾶς τῶν προειρημένων ὡς ἐν κεφαλαίῳ ὑπέμνησεν. περὶ μεθόδου δεινότητος
ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδών, οὗ μνημονεύει Ὑπ. ἐν τῷ κατὰ Δημ. οὕτως· Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα. —
μήτε πόλεως μήτε πολιτείας ἐπηβόλους γενέσθαι.
περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς.
εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας, τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. —
Βουφόνια· Ὑπ. ἐν τῷ κατὰ Δημ.· ἑορτή τις ἐστὶ παρʼ Ἀθηναίοις.
θριπήδεστον· Ὑπ. ἐν τῷ κατὰ Δημ. θριπήδεστον τὴν Ἑλλάδα εἶπεν ἀντὶ τοῦ διεφθαρμένην.
Λητή· Ὑπ. κατὰ Δημ. Λητὴ πόλις ἐστὶ τῆς Μακεδονίας.
Μηκύβερνα· Ὑπ. ἐν τῷ κατὰ Δημ. πόλις ἐστὶν ἐν Θρᾴκῃ. —
παλαμναῖος· Ὑπ. ἐν τῷ κατὰ Δημ. τοὺς αὐτοχειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν. —
καὶ ἐν τῷ κατὰ Δημ. δὲ ὁ Ὑπ. εἴρηκε· ῥᾳδιεστέραν τὴν πόλιν. ὡς Ὑπ. ῥᾳδιώτερος,
ΚΑΤΑ ΔΗΜΕΟΥ ΞΕΝΙΑΣεἰ γνήσιος.
ὀσχοφόροι· Ὑπ. ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος.
δειπνοφόρος· Ὑπ. ἐν τῷ κατὰ Δημέου.
κυρία ἐκκλησία· Ὑπ. ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ γνήσιος.
Χαλκεῖα· Ὑπ. ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παρʼ Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένη.
ΠΡΟΣ ΔΗΜΕΑΝ.
Λουσιεύς· Ὑπ. ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. —
σκευοποιήματα δὲ Ὑπ. ἐν τῷ πρὸς Δημέαν
ΚΑΤΑ ΔΗΜΗΤΡΙΑΣ ΑΠΟΣΤΑΣΙΟΥ.
ἀποστασίου δίκη—. πολλάκις δʼ ἐστὶ παρὰ τοῖς ῥήτορσιν, παρὰ τῷ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστόδημον καὶ Ὑπ. ἐν τῷ κατὰ Δημ. ἀπ. —
ΥΠΕΡ ΔΗΜΟΠΟΙΗΤΟΥεἰ γνήσιος.
ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας, οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπ. ἐν τῷ ὑπὲρ δημοπ., εἰ γνήσιος. —
ΚΑΤΑ ΔΙΟΠΕΙΘΟΥΣ. …
ΠΡΟΣ ΔΙΩΝΔΑΝ.
μηνύω καὐτὸς Ὑπερείδην τὸν καλόν, πολλὰ παρὰ Δημοσθένους κεκλοφότα, ἔν τε τῷ πρὸς Διώνδαν λόγῳ κἀν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. καὶ ὅτι μὲν ὁ ἕτερος παρὰ τοῦ ἑτέρου μετέθηκε, πρόδηλον· συγχρονούντων δʼ αὐτῶν, ἡμῶν μὲν ἂν εἴη ἔργον, φησίν, ὦ Ἀπολλώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέπτην. ἐγὼ δὲ ὑποπτεύω μὲν τὸν ὑφῃρημένον εἶναι τὸν Ὑ., ἀδήλου δὲ ὄντος ὁπότερος, ἄγαμαι μὲν Δημοσθένην, εἰ λαβὼν παρὰ Ὑπερείδου πρὸς δέον διώρθωσε, μέμφομαι δὲ τὸν Ὑ., εἰ λαβὼν παρὰ Δημοσθένους πρὸς τὸ χεῖρον διέστρεψεν.
Δημοσθένους Σχόλια ὅθʼ ἡ μεγάλη μάχη πρὸς Λακεδαιμονίους ἐγένετο ἡ ἐν Κορίνθῳ· περὶ ταύτης τῆς μάχης Ὑπ. εἴρηκεν ἐν τῷ πρὸς Διώνδαν.
ΚΑΤΑ ΔΩΡΟΘΕΟΥεἰ γνήσιος.
ἀκούω γὰρ Αὐτοκλέα τὸν ῥήτορα πρὸς Ἱππόνικον τὸν Καλλίου περὶ χωρίου τινὸς ἀμφισβητήσαντα, καὶ λοιδορίας αὐτοῖς γενομένης ῥαπίζειν τὸν Ἱππόνικον ἐπὶ κόρρης. —Ὑπ. γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ Δωρ., προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα λέγων· ἔπειτα Ἱππόνικος ὑπʼ Αὐτοκλέους μόνον ἐρραπίσθη τὴν γνάθον· ἐγὼ δʼ ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην, κονδύλους ἔλαβον.
Ὑπ. δὲ καὶ κονδυλίζειν ἔφη καὶ τὸ παθεῖν κονδυλίζεσθαι· ὁ δʼ αὐτὸς καὶ πρὸς τὸ πρόσωπον προσπτύειν.
ἐν δὲ τῷ κατὰ Δωρ. λόγῳ Ὑπ. φησίν· ἐν αὐτῷ ὥσπερ τὸ ἀτιμότατον θεράπιον.
κακηγορίας δίκη· ἐάν τις κακῶς εἴπῃ τινὰ τῶν κατοιχομένων, κἂν ὑπὸ τῶν ἐκείνου παίδων ἀκούσῃ κακῶς, πεντακοσίας καταδικασθεὶς ὦφλε τῷ δημοσίῳ, τριάκοντα δὲ τῷ ἰδιώτῃ. Ὑπ. δὲ ἐν τῷ κατὰ Δωρ. χιλίας μὲν ζημιοῦσθαι, ἐὰν τοὺς κατοιχομένους, φησί, πεντακοσίας δʼ ἐὰν τοὺς ζῶντας.
ΠΡΟΣ ΕΠΙΚΛΕΑ ΠΕΡΙ ΟΙΚΙΑΣ.
Γρύλλος· Ὑπ. ἐν τῷ πρὸς Ἐπ. π. οἰκ. Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος.
διάγραμμα· Ὑπ. ἐν τῷ πρὸς Ἐπ. τὸ ταττόμενον ἐν ταῖς συμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ.
Ὑπερῷα ἐπαίρειν, καὶ στέφειν τὰ οἰκήματα εἰς τὴν ὁδόν, καὶ τὰς πλίνθους ἀναβάλλειν πρὸς ἀριθμόν. Ὑπ. γὰρ ἐν τῷ πρὸς Ἐπ. ταῦτʼ εἴρηκεν — ἔργον δὲ τοῦ οἰκοδόμου καὶ τὸ ὑπερῷα ἐγεῖραι, ὡς Ὑπ. ἔφη.
ΠΕΡΙ ΤΩΝ ΕΥΒΟΥΛΟΥ ΔΩΡΕΩΝ.
Ἑρμαῖ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπ. ἐν τῷ περὶ τῶν Εὐβ. δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί· «ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι.»
πεντηκοστὴ καὶ πεντηκοστεύεσθαι καὶ πεντηκοστολόγοι ... ταῦτα δʼ ἔστιν εὑρεῖν ἔν τε τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπ. ἐν τῷ περὶ τῶν Εὐβ. δωρεῶν. —
ΠΡΟΣ ΘΑΣΙΟΥΣ.
εὐθὺς δὲ καρπεύειν ἀγαθὴν καὶ πλείστην χώραν.
ΠΕΡΙ ΤΟΥ ΙΠΠΕΩΣ ΚΛΗΡΟΥλόγοι βʹ.
παρακαταβολὴ καὶ παρακαταβάλλειν. οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν ... περὶ δὲ τῶν κληρικῶν ἄλλοι τε πάλιν εἰρήκασι ῥήτορες καὶ Ὑπ. ἐν τῷ περὶ τοῦ Ἱππέως κλ. δευτέρῳ. —
Κυδαθηναιεύς· Ὑπ. ἐν τῷ ὑπὲρ τοῦ Ἱππέως κλ.
Τριακάς· τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα ἀπὸ θανάτου, καὶ ἐλέγετο τριακάς, ὡς Ὑπ. ἐν τῷ π. τοῦ Ἱ. κλ. δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν.
ΥΠΕΡ ΚΑΛΛΙΠΠΟΥ ΠΡΟΣ ΗΛΕΙΟΥΣ.
Ἑλλανοδίκαι· Ὑπ. ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς Ἠλείους.
Ἐλευσίνια· Ὑπ. ἐν τῷ ὑπὲρ Καλλ. τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον.
ΚΑΤΑ ΚΟΝΩΝΟΣ.
ἄνδηρα· Ὑπ. ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν διερῶν εἶναι· ὧν καὶ Ὑπερείδης. —ἄνδηρα· μέρος τι τοῦ κήπου, ὥσπερ ἡ πρασιὰ καὶ ὁ ὀχετός· Δίδυμός φησιν. ὅπως τὸ ἀνώμαλον τοῦ χωρίου τῇ τῶν ἀνδήρων καὶ ὀχετῶν ἀφαιροῖτο κατασκευῇ.
ἐν Διομείοις Ἡράκλειον· Ὑπ. κατὰ Κόνωνος. τῆς ἐν Διομείοις ἀγομένης ἑορτῆς τῷ Ἡρακλεῖ μνημονεύουσι καὶ οἱ κωμικοί.
ΥΠΕΡ ΚΡΑΤΙΝΟΥ.
καὶ Ὑπερείδης· Ἀπόκριναί μοι, Ἑρμεία, ὥσπερ κάθῃ. —κάθῃ ἀντὶ τοῦ κάθησαι. Ὑπ. ὑπὲρ Κρ.
ἀκμήν· ἀντὶ τοῦ ἔτι. Ὑπ. ὑπὲρ Κρ.
ΚΥΘΝΙΑΚΟΣ.
οἱ μὲν θρασεῖς ἄνευ λογισμοῦ πάντα πράττουσιν· οἱ δὲ θαρραλέοι μετὰ λογισμοῦ τοὺς προσπεσόντας κινδύνους ἀνέκπληκτοι ὑπομένουσιν. —
ΥΠΕΡ ΤΩΝ ΛΥΚΟΥΡΓΟΥ ΠΑΙΔΩΝ.
τίνα φήσουσιν οἱ παριόντες αὐτοῦ τὸν τάφον; οὗτος ἐβίω μὲν σωφρόνως, ταχθεὶς δὲ ἐπὶ τῇ διοικήσει τῶν χρημάτων εὗρε πόρους, ᾠκοδόμησε τὸ θέατρον, τὸ ᾠδεῖον, τὰ νεώρια, τριήρεις ἐποιήσατο, λιμένας· τοῦτον ἡ πόλις ἡμῶν ἠτίμωσε καὶ τοὺς παῖδας ἔδησεν αὐτοῦ.
ΠΡΟΣ ΛΥΣΙΔΗΜΟΝ.
αὐτὸ δὲ τὸ καρποῦσθαι καὶ καρπίσασθαι Ὑπ. ἐν τῷ πρὸς Λυσίδ.
ΚΑΤΑ ΜΑΝΤΙΘΕΟΥ ΑΙΚΕΙΑΣ.
ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ, γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος.
ἄγων Γλυκέραν τε τὴν Θαλασσίδος, ζεῦγος ἔχων.
ἀκμάζεις ἀντὶ τοῦ τὰ τῶν νέων πράττεις Ὑπ. ἐν τῷ κατὰ Μαντ.
Ποσιδεών· Ὑπ. ἐν τῷ κατὰ Μαντ.
σκευοποιοῦντα τὸ πρᾶγμα Ὑπ. ἐν τῷ κατὰ Μαντ. ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον.
ΚΑΤΑ ΜΕΙΔΙΟΥ ΠΑΡΑΝΟΜΩΝ.
ΥΠΕΡ ΜΙΚΑΣ.
Ὑπ. δὲ ἐν τῷ ὑπὲρ Μίκας ἔφη· ἐμισθώσατο τυλυφάντας .
ΥΠΕΡ ΞΕΝΙΠΠΟΥ.
Μεταγειτνιών· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενίππου.
ΥΠΕΡ ΞΕΝΟΦΙΛΟΥλόγοι βʹ.
Κεραμεῖς· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου αʹ.
Μουνυχιών. Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου.
Τυρμεῖδαι· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου.
Ὑσιαί· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου.
ΠΕΡΙ ΤΩΝ ΟΡΙΩΝ.
ἁψιμαχεῖν Ὑπ. ἐν τῷ περὶ τῶν ὁρίων.
ΠΕΡΙ ΟΧΕΤΟΥ.
ὀχετόκρανα δʼ ἂν εἴποις τὰς τῶν ὀχετῶν ἀρχάς, ὡς Ὑπ. ἐν τῷ περὶ ὀχετοῦ.
ΠΡΟΣ ΠΑΓΚΑΛΟΝ.
μαστῆρες· Ὑπ. ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τὸ ζητεῖν τὰ κοινὰ τοῦ δήμου.
ΚΑΤΑ ΠΑΣΙΚΛΕΟΥΣ.
ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σὺν πέντε καὶ ἓξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμον ἔθηκε τοὺς τʹ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει.
ἄξιοι μισεῖσθαι τῇ πόλει ἐν τῷ κατὰ Πασικλέους.
ἔκδεια. Ὑπ. ἐν τῷ κατὰ Πασ.· ἐὰν δέ τις ἔκδεια γένηται, ἤγουν ἐὰν δέ τις ἐνδεήσῃ τοῦ προϋπάρχοντος ἀργυρίου.
ΠΕΡΙ ΑΝΤΙΔΟΣΕΩΣ ΠΡΟΣ ΠΑΣΙΚΛΕΑ.
τὴν οἰκίαν τὴν μεγάλην τὴν Χαβρίου καλουμένην καὶ τὸ ἄμφοδον.
ΚΑΤΑ ΠΑΤΡΟΚΛΕΟΥΣ ΠΡΟΑΓΩΓΕΙΑΣεἰ γνήσιος.
Ὑπ. δʼ ἐν τῷ κατὰ Πατρ., εἰ γνήσιος ὁ λόγος, τοὺς Ἀρεοπαγίτας φησὶν ἀριστήσαντά τινα ἐν καπηλείῳ κωλῦσαι ἀνιέναι εἰς Ἄρειον πάγον.
οἱ δὲ ἐννέα ἄρχοντες εἱστιῶντο ἐν τῇ στοᾷ, περιφραξάμενοί τι μέρος αὐτῆς αὐλαίᾳ.
ἀδούλευτος οἰκέτης· ὁ ἑνὶ δεδουλευκὼς καὶ μὴ παλίμπρατος. Ὑπ. ἐν τῷ κατὰ Πατρ.· ἀδούλευτον ἢ βάρβαρον πριάσθω.
τοῦτον δὲ Ὑπ. ἐπὶ προαγωγείᾳ κατηγορῶν Πατροκλέους μητρυιὸν κέκληκε.
Νάννιον· Ὑπ. ἐν τῷ κατὰ Πατρ., εἰ γνήσιος.
Νεμεάς· Νεμεάδος αὐλητρίδος μνημονεύει Ὑπ. ἐν τῷ κατὰ Πατρ., εἰ γνήσιος. —καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπ. μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
πάνδημος Ἀφροδίτη· Ὑπ. ἐν τῷ κατὰ Πατρ., εἰ γνήσιος.
ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται Ὑπ. ἐν τῷ κατὰ Πατρ. παράβυστ. —καὶ δὴ καὶ κλίνη τις ὠνομάζετο γαμική, καὶ ἑτέρα παράβυστος, ἣ καὶ αὐτὴ στρώννυται ἐν τῷ δωματίῳ ὑπὲρ τοῦ τὴν παῖδα μὴ ἀθυμῆσαι , ὡς Ὑπ. ἔφη.
Φορβαντεῖον. Ὑπ. ἐν τῷ κατὰ Πατροκλ.
ΠΛΑΤΑΙΚΟΣ.
ἆρʼ οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου Πλαταιᾶσι νίκης;
ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΠΕΡΙ ΤΟΥ ΔΙΑΓΡΑΜΜΑΤΟΣ.
ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν ὁ Ὑπ. ἐν τῷ κατὰ Πολ. πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπ. δείκνυσι.
ἡγεμὼν συμμορίας· —ἡγ. ἐκαλεῖτο συμμορίας ὁ προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπ. ἐν τῷ κατὰ Πολ.
τοὺς δὲ ἄρχοντας τῶν συμμοριτῶν καὶ συμμοριάρχας Ὑπ. εἴρηκεν.
καὶ συμμορία καὶ τὸ παρʼ Ὑπ. μετοικικῆς συμμορίας ταμίας.
ἀγοράς. Ὑπ. ἐν τῷ κατὰ Πολ. π. τ. διαγρ. οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. μήποτε ἀντὶ τοῦ συνόδους νῦν.
ἀνασυντάξας ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπ. κατὰ Πολ.
διάγραμμα. —τὸ ταττόμενον ἐν ταῖς συμμορίαις, ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ τούτων σαφέστατα δεδήλωκεν Ὑπ. ἐν τῷ κατὰ Πολ. περὶ διαγράμματος. διαγραφεὺς μέντοι ἐστὶν ὁ καθήμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν τῷ κατὰ Πολ.
Θαργήλια· Ὑπ. ἐν τῷ κατὰ Πολ.
ὀβολοστάτας δʼ ἔλεγον τοὺς δανειστάς, ὡς παρά τε Ὑπ. ἐν τῷ κατὰ Πολ. καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ.
ΠΕΡΙ ΤΟΥ ΠΟΛΥΕΥΚΤΟΝ ΣΤΡΑΤΗΓΕΙΝ.
Ἄκτια· Ὑπ. ἐν τῷ περὶ τοῦ Πολ. στρατ. Ἄκτια ἀγὼν παλαιὸς ἦν.
ἀλιμενία· Ὑπ. ἐν τῷ π. τ. Πολ. στρατ. —Ὑπ. δὲ καὶ ὄνομα ἐποίησε· τῶν τόπων τὴν ἀλιμενίαν.
ῥόθιον· Ὑπ. ἐν τῷ περὶ τοῦ Πολ. στρατ. — Ὑπ. τῷ ῥοθίῳ ἐπʼ εἰρεσίας κέχρηται συντονωτάτης. φησὶ γοῦν· τὸ μὲν οὖν τῶν ἐλαυνόντων πλῆθος καὶ τὸν τοῦ ῥοθίου ψόφον καὶ τὸ μέγεθος τοῦ σκάφους ἐκπεπληγμένοι δεινῶς ἦσαν.
ΠΡΟΣ ΠΟΛΥΕΥΚΤΟΝ.
Κυδαντίδης· Ὑπ. ἐν τῷ πρὸς Πολ.· δῆμός ἐστι τῆς Αἰγηΐδος Κυδαντίδαι.
Ὑπ. δʼ ἐν τῷ πρὸς Πολ. φησιν· εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιεʹ ἄνδρες.
ΠΕΡΙ ΤΟΥ ΠΥΡΡΑΝΔΡΟΥ ΚΛΗΡΟΥ. …
κακώσεως· δίκης ὄνομά ἐστιν——· Δημοσθένης κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγησάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ ... καὶ Ὑπ. περὶ τοῦ Πυρρ. κλήρου. ὅτι δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γράφεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν, δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερείδου καὶ ἐν τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος.
ΡΟΔΙΑΚΟΣ.
προπεσεῖν· προπετῶς τι ποιῆσαι. Ὑπ. Ῥοδ. —προέπεσον· προπετῶς ἐποίησαν. Ὑπ.
ΥΠΕΡ ΣΙΜΜΙΟΥ ΠΡΟΣ ΠΥΘΕΑΝ ΚΑΙ ΛΥΚΟΥΡΓΟΝ.
ἐπιχειροτονία ἡ τῶν χειροτονητῶν κατάστασις· Ὑπ. ἐν τῷ κτλ.
ΠΕΡΙ ΤΩΝ ΣΤΡΑΤΗΓΩΝ. …
ΣΥΝΗΓΟΡΙΚΟΣ.
πλὴν Ἰσαῖος καὶ Ὑπ. τὸν πράτην εἶπον. —Ὑπ. δὲ καὶ πράτην εἴρηκεν ἐν τῷ συνηγορικῷ.
ΠΡΟΣ ΤΙΜΑΝΔΡΑΝ.
παιδάριον. οὐ μόνον ἐπὶ τῶν ἀρρένων κέχρηνται τῷ ὀνόματι οἱ ῥήτορες, ἀλλὰ καὶ ἐπὶ παρθένων. Ὑπ. ἐν τῷ πρὸς Τ.· Καταλειφθέντων γὰρ τούτων, δυοῖν ἀδελφαῖν, ὀρφανῶν καὶ πρὸς πατρὸς καὶ πρὸς μητρὸς καὶ παιδαρίων .
καθάπερ ὁ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορνευκυίας τὴν λεκανίδα καὶ τοὺς ὀλίσβους καὶ τὴν ψίαθον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν ἑταιρῶν κατήρασε τοῦ δικαστηρίου.
ΠΕΡΙ ΤΩΝ ΤΡΙΗΡΩΝ. …
ΠΕΡΙ ΤΗΣ ΦΥΛΑΚΗΣ ΤΩΝ ΤΥΡΡΗΝΩΝ.
κομιστικὰ πλοῖα· Ὑπ. ἐν τῷ περὶ τῆς φυλ. τ. Τ. ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποσημαίνει ἐν τῷ λόγῳ.
προβόλιον εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπ. ἐν τῷ π. τ. φυλ. τ. Τ. τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι.
ΠΡΟΣ ΥΓΙΑΙΝΟΝΤΑ.
ἕνη καὶ νέα· Ὑπ. ἐν τῷ πρὸς Ὑγ. —
θέσθαι ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπ. ἐν τῷ πρὸς Ὑγ.
ΚΑΤΑ ΦΙΛΟΚΡΑΤΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ. …
ΥΠΕΡ ΦΟΡΜΙΣΙΟΥ.
Πανδιονίς· —μία τῶν ιʹ φυλῶν ... κληθεῖσα ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου, ὡς ἄλλοι τε πολλοὶ λέγουσι καὶ Ὑπ. ἐν τῷ ὑπ. Φορμ.
ΥΠΕΡ ΦΡΥΝΗΣ.
ὡμιληκὼς δὲ καὶ Φρύνῃ τῇ ἑταίρᾳ ἀσεβεῖν κρινομένῃ συνεξητάσθη· αὐτὸς γὰρ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου δηλοῖ. —ἐν τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπ. ὁμολογῶν ἐρᾶν τῆς γυναικός κτλ. —διελέχθην αὐτῇ καὶ διειλεγμένος εἰμὶ ὡς Ὑπερ. —Ὑπ. δὲ διειλεγμένος ἐπὶ ἀφροδισίων. —διαλέγεσθαι καὶ τὸ πλησιάζειν ταῖς γυναιξίν, ὡς Ὑπ.
Ὑπ. δὲ πάλιν ἐν τῷ ὑπὲρ Φρύνης, ἐξισάζοντος, ὅτι αὐτός τε καὶ Εὐθίας ὡμιληκότες ἦσαν τῇ Φρύνῃ ... εὑρών τινα διαφορὰν ἔφυγε τὸ ἐξισάζον φήσας· οὐ γὰρ ὅμοιόν ἐστι τὸν μὲν ὅπως σωθήσεται ἐκ παντὸς τρόπου ζητεῖν, τὸν δὲ ὅπως ἀπολέσει.
τί γάρ ἐστιν αἰτία αὕτη, εἰ Ταντάλῳ ὑπὲρ τῆς κεφαλῆς λίθος κρέμαται;
ἀνεπόπτευτος· Ὑπ. ἐν τῷ ὑπ. Φρύνης. ὁ μὴ ἐποπτεύσας. ἀνεπόπτευτον· τὸ μὴ ὑποπτεῦον· οὕτως Ὑπ.
ἐπωπτευκότων· Ὑπ. ἐν τῷ ὑπὲρ Φρ.
Εὐθίας· Ὑπ. ὑπὲρ Φρ. τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλημένων ἦν ὁ Εὐθίας.
Ἰσοδαίτης· Ὑπ. ἐν τῷ ὑπὲρ Φρ. ξενικός τις δαίμων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει.
ὁ δὲ Ὑπ. συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφανὲς καὶ περιρρήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσεν δεισιδαιμονῆσαί τε ἐποίησεν τοὺς δικαστὰς καὶ τὴν ὑποφῆτιν καὶ ζάκορον Ἀφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι
Ἀλκίφρων ὁ Σοφιστής αἴτησόν τι παρʼ αὐτοῦ, καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπεπρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν.
ΥΠΕΡ ΧΑΙΡΕΦΙΛΟΥ ΠΕΡΙ ΤΟΥ ΤΑΡΙΧΟΥΣλόγοι βʹ.
ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει· Ὑπ. ἐν τῷ περὶ τοῦ ταρ. αʹ. παροιμία ἐπὶ τῶν παριέντων τὰ σπουδαιότερα καὶ περὶ τὰ φαῦλα διατριβόντων.
Πνυκί. Ὑπ. ἐν τῷ ὑπὲρ Χαιρ. αʹ φησί· καὶ τῆς Πνυκὸς τοσοῦτον εὑρισκούσης.
τοσαύτην δʼ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος, ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ—· μνημονεύει αὐτῶν καὶ Ὑπ. ὁ ῥήτωρ.
Ὑπ. ἐν τῷ περὶ τοῦ ταρίχους· μετὰ ταῦτα ὕστερον ἦλθον ἀναθησόμενοι τὸ τάριχος.
Ἀκτὴ ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς. Ὑπ. ἐν τῷ π. τ. ταρ.
τὰ δὲ περὶ τοὺς λιμένας μέρη δεῖγμα, χῶμα, ἐμπόριον, καὶ ὡς Ὑπ. φησίν, ἐξαίρεσις, ὅπου τὰ φορτία ἐξαιρεῖται, ὥσπερ καὶ τὸ δεῖγμα τοὔνομα ἀπὸ τοῦ δείγματα τῶν ἀγωγίμων τοῖς ὠνητιῶσι δίδοσθαι, παρʼ Ὑπ. ἐν τοῖς ὑπὲρ τοῦ ταρίχους.
καταχειροτονία. ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ τίθεσθαι· εἰ δέ τινος καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς τὸ δικαστήριον. ἔστι δὲ πολλάκις τοὔνομα παρά τε Δημοσθένει ἐν τῷ κατὰ Μειδίου καὶ Ὑπ. ἐν τῷ ὑπ. Χ. π. τ. τ.
κεστρῖνοι· Ὑπ. ἐν τῷ περὶ τοῦ ταρ.. κεστρῖνος ἰχθύς.
ναύκληρος.
Παλληνεύς· Ὑπ. ἐν τῇ ὑπὲρ Χ. ἀπολογίᾳ.
προμετρητάς· Ὑπ. ἐν τῷ π. τοῦ ταρ.
ΠΡΟΣ ΧΑΡΗΤΑ ΕΠΙΤΡΟΠΙΚΟΣ.
ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρί, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβήσωσιν.
Ὑπ. δὲ ἐν τῷ πρὸς Χάρητα ἔφη ἀποδόμενος ἀντὶ τοῦ ὑποθείς.
ΥΠΕΡ ΧΑΡΗΤΟΣ ΠΕΡΙ ΤΟΥ ΕΠΙ ΤΑΙΝΑΡΩΙ ΞΕΝΙΚΟΥ. …
ΧΙΑΚΟΣ. …
ηὔχοντο γὰρ Ἀθηναῖοι κοινῇ ἐπὶ τῶν θυσιῶν ἑαυτοῖς τε καὶ Χίοις. ——ὁ δὲ Ὑπ. ἐν τῷ Χιακῷ καὶ ὅτι Χῖοι ηὔχοντο Ἀθηναίοις δεδήλωκεν. ἐν τῷ χαλκῷ
ΑΠΑΡΑΣΗΜΑ.
ἃ δʼ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν.
χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου τῆς διανοίας τοῖς ἀνθρώποις.
τῷ μὲν τοίνυν Διὶ ὦ ἄνδρες δικασταὶ ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ.
ἐγὼ δὲ οὔτε δᾳδούχου θυγατέρα ἔχω οὔτε ἱεροφάντου.
ἀλλὰ καὶ κόρη νόμισμα παρʼ Ἀθηναίοις ἦν, ὡς Ὑπ. φησίν, τῷ παιδίῳ τῆς ἐν Βραυρῶνι ἱερείας τῶν ἀναθημάτων τι λαβόντι παραβληθῆναι λέγων ἐπὶ πείρᾳ συνέσεως κόρην καὶ τετράδραχμον, κἀπειδὴ τὸ τετράδραχμον εἵλετο, δόξαι διακρίνειν ἤδη τὸ κέρδος δύνασθαι.
κρεμάσας ἐκ τοῦ κίονος ἐξέδειρεν, ὅθεν καὶ μωλώπων ἔτι νῦν τὸ δέρμα μεστὸν ἔχει. καίτοι ἐπὶ τούτοις οὐκ ἄν τις εἴποι τὸ δεῖραι.
καὶ τῷ σκέλει με ἠρέμα ἔκρουσεν.
καὶ ἐμοὶ μὲν συμβάσης ἀρρωστίας καὶ ὑπομοσθείσης ταύτης τῆς γραφῆς ἀνεβλήθη ὁ ἀγών.
Ὑπερείδου. Ὑπ. ὁ ῥήτωρ ἔφησε τὴν ἀγωνίαν τοῦ λέγειν πέδην εἶναι.
ἀρχομένων δεῖ τῶν ἀδικημάτων ἐμφράττειν τὰς ὁδούς· ὅταν δʼ ἅπαξ ῥιζωθῇ κακία καὶ παλαιὰ γένηται καθάπερ σύντροφος ἀρρωστία, χαλεπὸν αὐτὴν κατασβέσαι.
δεῖ τὴν ἐκ τῆς οἰκίας ἐκπορευομένην ἐν τοιαύτῃ καταστάσει εἶναι τῆς ἡλικίας, ὥστε τοὺς ἀπαντῶντας πυνθάνεσθαι, μὴ τίνος ἐστὶ γυνή, ἀλλὰ τίνος μήτηρ.
τοὺς μὲν πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς γυναικὶ καλλωπισμοὺς ὅπως βούλοιτο χρὴ γίγνεσθαι· τοὺς μέντοι περὶ τὰς ἐξόδους οὐκέτι πρὸς τὸν ἄνδρα ἀλλὰ πρὸς τοὺς ἑτέρους γιγνομένους φοβητέον.
Ὑπ. ὁ ῥήτωρ ἔφη μὴ δύνασθαι καλῶς ζῆν, μὴ μαθὼν τὰ καλὰ τὰ ἐν τῷ βίῳ.
δεῖ τὸν ἀγαθὸν ἐπιδείκνυσθαι ἐν μὲν τοῖς λόγοις ἃ φρονεῖ, ἐν δὲ τοῖς ἔργοις ἃ ποιεῖ.
ὁ αὐτὸς ἔλεγε κακῶν ἀνθρώπων φεύγειν δεῖν φιλίαν καὶ ἀγαθῶν ἔχθραν.
διὰ δύο προφάσεις τῶν ἀδικημάτων ἅνθρωποι ἀπέχονται, ἢ διὰ φόβον ἢ διὰ αἰσχύνην.
ὁ Γλαυκίππου δὲ πάντων ἀπαιδευτότατον ἔφη τὸ λοιδορεῖν.
Ὑπ. ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλʼ εἰ προῖκα πικρός.
δοκεῖς γὰρ αὐτὸν εἰπεῖν;
παραπέμπει γὰρ ἡμᾶς ἡ ἐλπίς· αὕτη δὲ ἀτυχούντων ἐστὶν ἐφόδιον.
ἀγαθέστατε· Ὑπ. εἶπεν.
ἄγειν ἀντὶ τοῦ ἔχειν Ὑπ.
Ὑπερ. δὲ τὸν ἀγήρατον χρόνον.
Αἰγιλιεύς. Ὑπ. —
καὶ ὡς Ὑπ. αἰσχροκερδεῖν.
ἀλφιτεῖς· οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπ.
ἀλφιτεία ὡς Ὑπ.
οὐ πάνυ ἐπαινῶ—οὐδὲ τὸ παρʼ Ὑπ. ἀναισχύντημα .
ἀνδραπόδια παρʼ Ὑπ.
καὶ ἀνδριζόμενοι Ὑπ.
ἀντέχει· —Ὑπ. ἀντὶ τοῦ ἀντιλαμβάνει.
ἀντικόπτειν· Ὑπ. ἐπὶ τοῦ ἐνίστασθαι
καὶ ἀποκεκαρμένος ὡς Ὑπ.
ἀπροβούλευτα καὶ ἀπρόγραφα.
ὑπερώρισεν· Δημοσθένης δὲ καὶ ἐξώρισεν εἶπε καὶ Ὑπ. ἀφώρισεν.
Ὑπ. δὲ καὶ γηροβοσκὸν εἴρηκε.
δικογράφος ὡς Ὑπ.
ἡ δὲ δουλὶς Ὑπερείδῃ εἰρημένον φαῦλόν ἐστιν.
Δρακοντίδης εἷς τῶν λʹ. Ὑπ.
Ἑκατομβαιὼν ὄνομα μηνός. Ὑπ.
φυγαδευθῆναι, διωχθῆναι· Ὑπ. δέ που καὶ ἐξεδιώχθη λέγει.
ἴδιον δὲ Ὑπερείδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέστερόν πως καὶ ἀμελέστερον χρῆσθαι· ὥσπερ ὅταν μονώτατος λέγῃ καὶ γαλεάγρα καὶ ἐκκοκκύζειν καὶ ἐστηλοκόπηται καὶ ἐπήβολος καὶ ὅσα τοιαῦτα —Ὑπ. δὲ καὶ Δημοσθένης ἐπʼ ἀλεκτρυόνων τὸ κοκκύζειν εἶπον. —ἐστηλιτευμένος κατεστηλιτευμένος ἐστηλοκοπημένος· οὕτω γὰρ Ὑπ.
ἔμμηνοι δίκαι αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί· Δημοσθένης καὶ Ὑπ.
καὶ κατηγόρησεν ἐνδόσιμα ὡς Ὑπ.
καὶ ἐπιβασίαν τῇ δίκῃ Ὑπ.
Ὑπ. δὲ ἐπισυκοφαντεῖν ἔφη.
εὐημερήσαντος Ὑπ.
ζυγομαχεῖ· στασιάζει, ὡς οἱ βόες ἐζευγμένοι. — κέχρηται Ὑπ.
κακηγορῆσαι ὡς Ὑπ.
κακολογία ὡς Ὑπ.
κακοπράγμων ὡς Ὑπ. ἔφη.
καὶ Ὑπ. τὰ ὄντα καταβέβρωκέν φησιν ἀντὶ τοῦ κατεδήδοκεν.
καττύεσθαι Ὑπ. τὸ ὑποδεδέσθαι.
ἐπὶ κεφαλὴν σπεύδειν, ὡς Ὑπ.
κνίζειν Ὑπ.
Κρόνος μωρός· Ὑπ.
κώδεια· τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπ. καὶ Ἀριστοφάνης Γεωργοῖς «ἀγαθήν γε κώδειαν».
μεσεγγυήματα δὲ Ὑπ.
μικρολόγον δὲ Ὑπ. μὲν τὸν εἰς ἀργύριον ἀνελεύθερον, Ἰσοκράτης δὲ τὸν μεμψίμοιρον.
καὶ ξενοτροφία παρʼ Ὑπ.
ὀρθὴν δʼ ἐντυγχάνει ἀντὶ τοῦ εὐθύς· Ὑπ.
καὶ ἐποφθαλμιᾶν τὸ ἐπιθυμεῖν τινός, καὶ ὠφθαλμίασε τὸ ἐπεθύμησεν Ὑπ.
ὀψαρτυτὴς ὡς Ὑπ.
παρεχείμασεν Ὑπ.
Ὑπ. δὲ καὶ τοῦ παροδίου τοίχου εἴρηκεν.
πελαγίζειν τὸ διὰ πελάγους πορεύεσθαι.
καὶ περιλωπίσαι, ὅπερ Ὑπ. περιδῦσαι εἴρηκεν.
λείαν περιεσύραντο ὡς Ὑπ.
πίθος ἢ πιθάκνη· Ὑπ. δὲ καὶ πιθάκνιον εἴρηκεν.
πολυπληθία ὡς Δημοσθένης καὶ Ὑπ.
καὶ πολυφίλοις Ὑπ.
τὴν πομπείαν αὐτὸς ὁ τεχνικὸς ἡρμήνευσε—· εἴληπται δὲ αὐτῷ τὸ τοιόνδε ὄνομα ἀπὸ τῶν λόγων Λυσίου καὶ Ὑπ. καὶ Δεινάρχου· πολὺ γὰρ παρʼ αὐτοῖς τὸ ὄνομα.
προσμετροῦντας Ὑπ.
πωλητήριον τὸ πρατήριον· οὕτως Ὑπ.
καὶ σηκώματα ὡς Ὑπ.
σιτομέτραι ὡς Ὑπ.
καὶ τὸ συγκαταδουλώσασθαι παρʼ Ὑπ. —σύνδουλοι δὲ λέγει Λυσίας καὶ Εὐριπίδης, Ὑπ. δὲ καὶ Εὐκλείδης ὁμόδουλον λέγουσιν.
συγκοπῆναι ἐπὶ τοῦ πληγὰς πολλὰς λαβεῖν. οὕτω Λυσίας καὶ Ὑπ.
τοκίζεται αὐτῷ ἀργύριον παρʼ Ὑπ.
φιλοτησία· Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου. ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπ. φησὶ καὶ Ἄλεξις.
φρονηματισθῆναι. οὕτως Ὑπ. ἀντὶ τοῦ φρονήματος καὶ οἰήσεως πληρωθῆναι. «οἱ δὲ φρονηματισθέντες ὑπὸ τῶν δεδηλωμένων ἕτοιμοι ἦσαν.»
λόγου χάριν φησὶν Ὑπ. —