eul_wid: coy-ab
ἈποσπάσματαOn Truth and the Measure of Man
Protagoras of Abdera On Truth and the Measure of Man PDF
| 1 (tit) | ΠΡΩΤΑΓΟΡΟΥ ΑΛΗΘΕΙΑ ἢ ΚΑΤΑΒΑΛΛΟΝΤΕΣ SEXT. adv. math. VII 60, καὶ Πρωταγόραν δὲ τὸν Ἀβδηρίτην ἐγκατέλεξάν τινες τῶι χορῶι τῶν ἀναιρούντων τὸ κριτήριον φιλοσόφων, ἐπεί φησι πάσας τὰς φαντασίας καὶ τὰς δόξας ἀληθεῖς ὑπάρχειν καὶ τῶν πρός τι εἶναι τὴν ἀλήθειαν διὰ τὸ πᾶν τὸ φανὲν ἢ δόξαν τινὶ εὐθέως πρὸς ἐκεῖνον ὑπάρχειν. ἐναρχόμενος γοῦν τῶν Καταβαλλόντων ἀνεφώνησε· ‘ πάντων χρημάτων μέτρον ἐστὶν ἄνθρωπο ς , τῶν μὲν ὄντων ὡς ἔστι ν , τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν ‘. PLATO Theaet. 151E 152A Κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ ἐπιστήμης, ἀλλ’ ὃν ἔλεγε καὶ Πρωταγόρας. τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. φησὶ γάρ που πάντων χρημάτων μέτρον ἄνθρωπον εἶνα ι , τῶν μὲν ὄντων ὡς ἔστ ι , τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστι ν. ἀνέγνωκας γάρ που; —Ἀνέγνωκα καὶ πολλάκις. —Οὐκοῦν οὕτως πως λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνετα ι, τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί· ἄνθρωπος δὲ σύ τε κἀγώ; ... ἆρ’ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥιγῶι, ὁ δ’ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα; —Καὶ μάλα. —Πότερον οὖν τότε αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν, ἢ πεισόμεθα τῶι Πρωταγόραι ὅτι τῶι μὲν ῥιγῶντι ψυχρόν, τῶι δὲ μὴ οὔ; — Ἔοικεν. —Οὐκοῦν καὶ φαίνεται οὕτως ἑκατέρωι; —Ναί. —Τὸ δέ γε φαίνεται αἰσθάνεται ἔστιν; —Ἔστιν γάρ. —Φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. οἷά γ’ ἄρ’ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστωι καὶ κινδυνεύει εἶναι. 161 C Sokr. Τὰ μὲν ἄλλα μοι πάνυ ἡδέως εἴρηκεν, ὡς τὸ δοκοῦν ἑκάστωι τοῦτο καὶ ἔστιν· τὴν δ’ ἀρχὴν τοῦ λόγου τεθαύμακα, ὅτι οὐκ εἶπεν ἀρχόμενος τῆς Ἀληθείας ὅτι πάντων χρημάτων μέτρον ἐστὶν ὗς ἢ κυνοκέφαλος ἤ τι ἄλλο ἀτοπώτερον τῶν ἐχόντων αἴσθησιν, ἵνα μεγαλοπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἤρξατο ἡμῖν λέγειν, ἐνδεικνύμενος ὅτι ἡμεῖς μὲν αὐτὸν ὥσπερ θεὸν ἐθαυμάζομεν ἐπὶ σοφίαι, ὁ δ’ ἄρα ἐτύγχανεν ὢν εἰς φρόνησιν οὐδὲν βελτίων βατράχου γυρίνου, μὴ ὅτι ἄλλου του ἀνθρώπων. |
| 2 (tit) | ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ PORPHYR. ἀπὸ τοῦ α τῆς Φιλολόγου ἀκροάσεως b. Eus. P. E. X 3, 25 σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία· ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου 〈κλοπάσ〉· ἐγὼ δ’ οὖν ἧι κατὰ τύχην περιπέπτωκα Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν. Euseb. fügt zu καὶ ταῦτ’ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις. |
| 3 (tit) | ΜΕΓΑΣ ΛΟΓΟΣ ANECD. PAR. I 171, 31 de Hippomacho B 3 [ed. Bohler Sophistae Protrept. fr. Lips. 1903 p. 46, 5] ὅτι ἐν τῶι ἐπιγραφομένωι Μεγάλωι λόγωι ὁ Π. εἶπε· ‘ φύσεως καὶ ἀσκήσεως διδασκαλία δεῖται ‘ καὶ ‘ ἀπὸ νεότητος δὲ ἀρξαμένους δεῖ μανθάνειν ‘. οὐκ ἂν δὲ ἔλεγε τοῦτο, εἰ αὐτὸς ὀψιμαθὴς ἦν, ὡς ἐνόμιζε καὶ ἔλεγεν Ἐπίκουρος περὶ Πρωταγόρου [fr. 173 Us.; 68 A 9]. |
| 4 (tit) | ΠΕΡΙ ΘΕΩΝ EUS. P. E. XIV 3, 7 ὁ μὲν γὰρ Δημοκρίτου γεγονὼς ἑταῖρος ὁ Π. ἄθεον ἐκτήσατο δόξαν· λέγεται γοῦν τοιᾶιδε κεχρῆσθαι εἰσβολῆι ἐν τῶι Περὶ θεῶν συγγράμματι· ‘ περὶ μὲν θεῶν οὐκ οἶδα .. . ἰδέαν ‘. DIOG. IX 51 [II 253, 28] ‘ περὶ .. . ἀνθρώπου ‘ . περὶ μὲν θεῶν οὐκ ἔχω εἰδένα ι , οὔ θ ’ ὡς εἰσὶν οὔ θ ’ ὡς οὐκ εἰσὶν οὔ θ ’ ὁποῖοί τινες ἰδέα ν · πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι ἥ τ ’ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπο υ. |
| 5 (tit) | ΑΝΤΙΛΟΓΙΩΝ ΑΒ DIOG. III 37 Εὐφορίων [fr. 152 Scheidweiler] δὲ καὶ Παναίτιος [fr 50 Fowler] εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν τῆς Πολιτείας, ἣν Πολιτείαν Ἀριστόξενός [fr. 33 FHG II 282] φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντιλογικοῖ ς. 57 Πολιτείας ... ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόραι ἐν τοῖς Ἀντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρωι [fr. 21 FHG III 580]. |
| tit,6-6b | ΤΕΧΝΗ ΕΡΙΣΤΙΚΩΝ |
| 6 | CIC. Brut. 12, 46 scriptasque fuisse et paratas a Protagora rerum inlustrium disputationes, quae nunc communes appellantur loci. QUINTIL. III 1, 10 Abderites P., a quo decem milibus denariorum didicisse artem, quam edidit, Euathlus [s. II 254, 21. 255, 12. 256, 11] dicitur. 1, 12 (84 A 10) horum primi communis locos tractasse dicuntur P., Gorgias, affectus Prodicus et Hippias et idem P. et Thrasymachus. |
| 6a | DIOG. IX 51 πρῶτος ἔφη (Π.) δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀλλήλοι ς. |
| 6b | ARISTOT. Rhet. B 24. 1402a 23 [vgl. A 21] ... τὸν ἥττω .. . λόγον κρείττω ποιεῖ ν. |
| 7 (tit) | ΠΕΡΙ ΤΩΝ ΜΑΩΗΜΑΤΩΝ ARISTOT. Metaph. B 2. 997b 32 οὐδὲ τοῦτο ἀληθές, ὡς ἡ γεωδαισία τῶν αἰσθητῶν ἐστι μεγεθῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἂν φθειρομένων. ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν οὐδὲ περὶ τὸν οὐρανὸν ἡ ἀστρολογία τόνδε. οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦταί εἰσιν οἵας λέγει ὁ γεωμέτρης· οὐθὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· ἅπτεται γὰρ τοῦ κανόνος οὐ κατὰ στιγμὴν ὁ κύκλος, ἀλλ’ ὥσπερ Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας, οὔτε ... |
| 8 (tit) | ΠΕΡΙ ΠΑΛΗΣ PLATO Soph. 232D E τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῶι βουλομένωι μαθεῖν. —Τὰ Πρωταγόρειά μοι φαίνει περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν εἰρηκέναι ... 233A Πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ’ ἂν ὑγιές τι λέγων ἀντειπεῖν; —Οὐδαμῶς. |
| 8a | ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ |
| 8b | ΠΕΡΙ ΤΗΣ ΕΝ ΑΡΧΑΙ ΚΑΤΑΣΤΑΣΕΩΣ |
| 8c | ΠΕΡΙ ΦΙΛΟΤΙΜΙΑΣ |
| 8d | ΠΕΡΙ ΑΡΕΤΩΝ |
| 8e | ΠΕΡΙ ΤΩΝ ΟΥΚ ΟΡΘΩΣ ΤΟΙΣ ΑΝΘΡΩΠΟΙΣ ΠΡΑΣΣΟΜΕΝΩΝ |
| 8f | ΠΡΟΣΤΑΚΤΙΚΟΣ |
| 8g | ΔΙΚΗ ΥΠΕΡ ΜΙΣΘΟΥ |
| 8h | ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ |
| 9 | [PLUT.] Cons. ad Apoll. 33 p. 118E Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον Πάραλόν τε καὶ Ξάνθιππον (ὥς φησι Π. εἰπὼν οὕτως· ‘ τῶν .. . ἀμηχανίην ‘) · τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν ‘βουλάς τ’ ἐξάρχοντ’ ἀγαθὰσ‘ [Hom. B 273] πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους. τῶν γὰρ υἱέων νεηνιῶν ὄντων καὶ καλῶ ν , ἐν ὀκτὼ δὲ ταῖς πάσηισιν ἡμέρηισιν ἀποθανόντω ν , νηπενθέως ἀνέτλ η · εὐδίης γὰρ εἴχετ ο , ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖς πολλοῖσι δόξα ν · πᾶς γάρ τίς μιν ὁρῶν τὰ ἑαυτοῦ πένθεα ἐρρωμένως φέροντ α , μεγαλόφρονά τε καὶ ἀνδρεῖον ἐδόκει εἶναι καὶ ἑαυτοῦ κρείσσ ω , κάρτα εἰδὼς τὴν ἑαυτοῦ ἐν τοιοῖσδε πράγμασιν ἀμηχανίη ν . |
| 10 | STOB. III (Flor.) 29, 80 Π. ἔλεγε μηδὲν εἶναι μήτε τέχνην ἄνευ μελέτης μήτε μελέτην ἄνευ τέχνη ς . |