ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ ΥΠΕΡ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ.
Ἀλλʼ ἐγὼ ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω τουτὶ τὸ πρᾶγμα· εἰ δὴ νὴ Δία κατὰ Δημοσθένους μόνου τῶν ἐν τῆι πόλει μήτε οἱ νόμοι ἰσχύουσιν οἱ κελεύοντες κύρια εἶναι ὅσα ἄν τις αὐτὸς καθʼ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθʼ ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλʼ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ ὁ δῆμος τούτου κελεύοντος … οὐχ ἑκουσίως αὑτὸν ἀπολλύοντος … καίτοι τὸ δίκαιον ὦ ἄνδρες δικασταὶ ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γὰρ ὦ ἄνδρες δικασταὶ οὑτωσί. ᾐτιάσατό σε ὦ Δημόσθενες ὁ δῆμος εἰληφέναι εἴκοσι τάλαντα ἐπὶ τῇ πολιτείᾳ καὶ τοῖς νόμοις. ταῦτα σὺ ἔξαρνος ἐγένου μὴ λαβεῖν, καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῶι δήμωι, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου …
καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ ποῦ. τελευτῶν δʼ ἴσως ἐρωτήσεις καὶ ὅ τι ἐχρήσω λαβὼν τῶι χρυσίωι, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δὲ τοὐναντίον ἡδέως ἂν παρὰ σοῦ πυθοίμην, τίνος ἂν ἕνεκα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐφη … ις ἀδίκως … τατοχρυ … φησι του … ωτατις … ιπο … εἰ ψ … ακυ …
… δεισ … ε δικαστ … αν ἐνοι … εσθαι ἐμ … δικαίως τω … ι … τὰς ἀποφάσεις. οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσονται μάλιστα δημοτικώτατα τῷ πράγματι κεχρημένοι· τοὺς μὲν γὰρ ἀδικοῦντας ἀπέφηναν, καὶ ταῦτʼ οὐχ ἑκόντες, ἀλλʼ ὑπὸ τοῦ δήμου πολλάκις ἀναγκαζόμενοι· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας οὐκ ἐφʼ αὑτοῖς ἐποίησαν, ἀλλʼ ὑμῖν ἀπέδοσαν τοῖς κυρίοις. Δημοσθένης δʼ οὐ μόνον ἐπὶ τοῦ αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως· ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῶι λόγωι ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως ἡ βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν, διὰ τί ἕκαστον ἀποφαίνει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον· τοῦτʼ οὖν ὀφειλέτω. ἢ ἰσχύσει Δημοσθένης παρʼ ὑμῖν τῆς κατʼ αὐτοῦ ἀποφάσεως μεῖζον; οὐκ ἀ … εσ … ἀπογιγνωσκ … ἀποφα … ἔλαβεν … σι καὶ οἱ ἄλλοι πάντες· οὐ γὰρ δήπου Δημοσθένει μόνωι τοῦτο ἰσχυρὸν ἔσται, τοῖς δʼ ἄλλοις οὔ. καὶ γὰρ οὐχ ὑπὲρ εἴκοσι ταλάντων δικάζετε, ἀλλʼ ὑπὲρ τριακοσίων, οὐδʼ ὑπὲρ ἑνὸς ἀδικήματος, ἀλλʼ ὑπὲρ ἁπάντων· ἡ γὰρ σὴ ἀπόνοια ὦ Δημόσθενες ὑπὲρ ἁπάντων τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχυντεῖ. ἐγὼ δʼ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶναι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, ἧι σαυτὸν ἐπέτρεψας· τίνων δὲ ἕνεκα ἔλαβες καὶ ἐπὶ τίσιν αἰτίαις πᾶσαν τὴν πόλιν κα … ενος … χρυσί … ος τοὺς … ὥσπερ εἰ … φανερὸν ποιήσω. ἐπειδὴ γὰρ ἦλθεν ὦ ἄνδρες δικασταὶ Ἅρπαλος εἰς τὴν Ἀττικὴν καὶ οἱ παρὰ Φιλοξένου ἐξαιτοῦντες αὐτὸν ἅμα προσήχθησαν πρὸς τὸν δῆμον, τότε παρελθὼν Δημοσθένης διεξῆλθεν μακρὸν λόγον, φάσκων οὔτε τοῖς παρὰ Φιλοξένου ἐλθοῦσι καλῶς ἔχειν τὸν Ἅρπαλον ἐγδοῦναι τὴν πόλιν οὔτε δεῖν αἰτίαν οὐδεμίαν τῶι δήμωι διʼ ἐκεῖνον παρʼ Ἀλεξάνδρου καταλείπεσθαι, ἀσφαλέστατον δʼ εἶναι τῆι πόλει τά τε χρήματα καὶ τὸν ἄνδρα φυλάττειν καὶ ἀναφέρειν τὰ χρήματα ἅπαντα εἰς τὴν ἀκρόπολιν ἃ ἦλθεν ἔχων Ἅρπαλος εἰς τὴν Ἀττικήν ἐν τῇ αὔριον ἡμέραι, Ἅρπαλον δʼ ἤδη ἀποδεῖξαι τὰ χρήματα, ὁπόσα ἐστίν· οὐχ ὅπως πύθοιτο τὸν ἀριθμὸν αὐτῶν ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλʼ ἵνα εἰδῇ ἀφʼ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ εἴωθε καθῆσθαι, ἐκέλευε Μνησίθεον τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. ὁ δʼ ἀπεκρίνατο ὅτι ἑπτακόσια τάλαντα … τὰ χρήματα εἶναι τηλικαῦτα αὐτὸς ἐν τῶι δήμωι πρὸς ὑμᾶς εἰπών, ἀναφερομένων τριακοσίων ταλάντων καὶ πεντήκοντα ἀνθʼ ἑπτακοσίων, λαβὼν τὰ εἴκοσι τάλαντα οὐδένα λόγον ἐποιήσατο … ἐν τῶι δήμωι ἑπτακόσια φήσας εἶναι τάλαντα νῦν τὰ ἡμίση ἀναφέρεις, καὶ … ω ὅτι του … ἀνενεχθῆναι … εἰς ἀκρόπολιν … ταῦτα τὰ πράγματα … ονλι … ἔκρινον τὸν … οὔτʼ ἂν ἐπρίατο Ἅρπαλος τὰς … φε … οὔτʼ ἂν ἡ πόλις ἐν αἰτίαις καὶ διαβολαῖς ἦν. ἀλλὰ πάντων τούτων ὦ Δημόσθενες … τ … μ … ειο … α ἐστίν … μως εγ … στους … αἰσχυν … νει … χρυσίον … γὰρ ὅτι … νοιω … του … πεν … στατῆρας ἔλαβε· σὺ δʼ ὁ τῶι ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτʼ ἐγλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δʼ ὦ ἄνδρες δικασταὶ τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς ἔοικεν, ὁμολογεῖν μὲν εἰληφέναι τὰ χρήματα, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος εἰς τὸ θεωρικόν· καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον, ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν ἃ οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμωι προδεδάνεισται τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δʼ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, ἀλλὰ καὶ τὸν δῆμον οἴοιτο δεῖν ἀναπιμπλάναι … τα … ντοπα … ατοαν … α … δο … τι … οι … μενος … λέγων καὶ αἰτιώμενος, ὅτι Ἀλεξάνδρωι χαριζομένη ἡ βουλὴ ἀνελεῖν αὐτὸν βούλεται· ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλʼ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δὴ σκοποῦσιν ὅπως ἐκ παντὸς τρόπου ἐκποδὼν ποιήσουσιν. κίνδυνος δʼ ὡς ἔοικεν ἐστίν, μὴ σὺ ὦ Δημόσθενες ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδοκίαν, ἢ μὴ νομίζῃ τις διὰ τῆς τούτων δωροδοκίας τὰ τυχόντα τῶν πραγμάτων ἁλίσκεσθαι. οὐ γὰρ ἄδηλόν ἐστιν, ὅτι πάντες οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, οὐδʼ ὅτι Φίλιππος τηλικοῦτος ἐγένετο ἐξ ἀρχῆς χρήματα διαπέμψας εἰς Πελοπόννησον καὶ Θετταλίαν καὶ τὴν ἄλλην Ἑλλάδα, καὶ τοὺς ἐν δυνάμει ὄντας ἐν ταῖς πόλεσιν καὶ προεστῶτας …
… ων … ν … ε … ναυτικοῖς ἐργάζῃ χρήμασιν καὶ ἐκδόσεις δίδως, καὶ πριάμενος οἰκίαν … μο … ιυ … πα … ντω … ρωι οὐκ οἰκεῖς ἐν Πειραιεῖ, ἀλλʼ ἐξορμεῖς ἐκ τῆς πόλεως. δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ πατρίδος εἶναι … ——— … τερατεύῃ καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι, ὅτι φάσκων ὑπὲρ τοῦ δήμου λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις; ἐγὼ γὰρ οἶμαι καὶ ἔμπροσθεν γνῶναι ἅπαντας ὅτι τοῦτʼ ἐποίησας καὶ περὶ Θηβαίων καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ ὅτι χρήματα εἰς ταῦτα δοθέντα ἐκ τῆς Ἀσίας αὐτὸς σαυτῶι ἰδίᾳ περιποιησάμενος κατηνάλωσας τὰ πολλὰ … Ἅρπαλος οὕτως ἐξαίφνης πρὸς τὴν Ἑλλάδα προσέπεσεν, ὥστε μηδένα προαισθέσθαι· τὰ δʼ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρʼ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων καὶ Βοιωτῶν … ταῦτα σὺ παρεσκεύακας τῶι ψηφίσματι, συλλαβὼν τὸν Ἅρπαλον, καὶ τοὺς μὲν Ἕλληνας ἅπαντας πρεσβεύεσθαι πεποίηκας ὡς Ἀλέξανδρον, οὐκ ἔχοντας ἄλλην οὐδεμίαν ἀποστροφήν, τοὺς δὲ σατράπας, οἳ αὐτοὶ ἂν ἧκον ἑκόντες πρὸς ταύτην τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ … ἕκαστον αὐτῶν …
… ὑπὸ Δημοσθένους ἀποσταλείς, παρὰ δʼ Ὀλυμπιάδι Καλλίας ὁ Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός· τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν· οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπʼ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν; … ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδος ἔλαβες καὶ μετεβάλου· καὶ καταγέλαστον μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν χρόνων τῶν αὐτῶν τί σοι προελομένους· καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμωι καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφʼ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ ὦ ἄνδρες δικασταὶ δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ διʼ ὑμᾶς μετεσχηκὼς μηδʼ ἐπὶ γήρως ὀδῷ κήδεται τῆς πατρίδος. ἀλλʼ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶ τῆς … υ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶν κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων … κτ … ο … ρ … μ … δε … νε … τοι … εσ … κου … κε … να … δικ … την … κτην … μεν … ταστ … κυρι … των … τας λα … ἀδικουνται … χα … τηλι … κλατ … των … κινδυνευ … τους ὁ … πιτω … καιτ … ταισ δ … τεαν …
οὐ γάρ ἐστιν ὁμοίως δεινόν, εἴ τις ἔλαβεν, ἀλλʼ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γʼ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί. διὰ τί; ὅτι τοῖς μὲν ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν. οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν ἀποδιδόναι· ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοις … ς, οὕτω καὶ … ι παρʼ ὑμῶν … σι κατʼ αὐτῶν … αι … ὅπερ γὰρ καὶ ἐν τῶι δήμωι εἶπον, πολλὰ ὑμεῖς ὦ ἄνδρες δικασταὶ δίδοτε ἑκόντες τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας, ἓν μόνον παραφυλάττοντες, ὅπως διʼ ὑμᾶς καὶ μὴ καθʼ ὑμῶν ἔσται τὸ λαμβανόμενον· καὶ Δημοσθένη καὶ Δημάδην ἀπʼ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρʼ Ἀλεξάνδρου. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτʼ ἐκεῖνα, ἀλλʼ ἤδη ἐπʼ αὐτῶι τῶι σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν τις ἀρχήν τινα ἄρχων διʼ ἄγνοιαν ἢ διʼ ἀπειρίαν ἁμάρτῃ τι, οὗτος ὑπὸ τούτων καταρρητορευθεὶς ἐν τῷ δικαστηρίωι ἢ ἀποθανεῖται ἢ ἐκ τῆς πατρίδος ἐκπεσεῖται· αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται; καὶ Κόνων μὲν ὁ Παιανιεύς, ὅτι ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῶι δικαστηρίωι τούτων κατηγορούντων· καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη … τ … οτ … ατ … σθο … μετ …
… ἡμᾶς ὁ δῆμος ἐν τῶι μετὰ ταῦτα χρόνωι οὐκ εἴα προσιέναι αὑτῶι οὐδὲ διαλέγεσθαι, ἀλλὰ καὶ συμβούλοις ἐχρῆτο καὶ συνηγόροις … τοῦ δὲ ἐπιόντος … ἐπὶ τὴν διοίκησιν τῶν αὑτοῦ ἅπασαν ταμίαν ἐχειροτόνησεν, ὑπολαμβάνων χάριν αὐτῶι παρʼ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν. καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων ἐξ ἐκείνων τῶν πραγμάτων καὶ αὐτοῦ τοῦ πολέμου, οὐδεπώποτε ἡμῶν οὗτοι κατεψηφίσαντο, ἀλλʼ ἐκ πάντων ἔσωσαν, ὅπερ μέγιστον καὶ ἀξιοπιστότατον τῆς τοῦ δήμου εὐνοίας σημεῖον. καὶ γράψαι ὦ Δημόσθενες … ——— … ὑπὸ τοῦ ψηφίσματος ἡλωκέναι σε αὐτόματον, οὐκ ἐποίησαν … γενομεν … ——— π … πα … το ἐτ … ρ … ρε … ὁ δῆμος ἐποίησεν, ὥστʼ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο. οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα τὰ δίκαιʼ ἂν αὐτῷ ἡμεῖς ὑπηρετοῖμεν καὶ εἰ δέοι ἀποθνῄσκοιμεν ὑπὲρ αὐτοῦ; ἐγὼ μὲν οἶμαι· ἀλλὰ σὺ κατὰ τοῦ δήμου … με … θο … ια ——— μ … ευπ … ε … σθαι εὐεργετήματα· οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν αὐτούς, ἀλλὰ τὴν ἑαυτῶν, οὐδὲ μ … ε ——— αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας. καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις· ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότʼ ἐν τῷ δήμωι συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶναι εἰ βούλοιτο, καὶ ἀφικομένου … οστους … ἐβούλετο … στῆσαι εἰκόνα Ἀλεξάνδρου βασιλέως τοῦ ἀνικήτου θεοῦ … του … θειν … καιε … ἀγγελίαν … Ὀλυμπίας … κακαι … ἀπήγγειλε τῶι δήμωι … ξ … σ … ε … π … ῃ … τ …
… ε … ισοι … τηι … η … ραυ … πε … ν … τῶν ἐγκλημάτων, καὶ κήρυγμα περὶ τούτων ἐποιήσατο· οἱ δʼ ἀντὶ τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθʼ αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δʼ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν; ἐᾶν ἀτιμωρήτους; ἀλλʼ αἰσχρὸν ὦ ἄνδρες δικασταὶ ἰδίων ἕνεκα ἐγκλημάτων πόλεως σωτηρίαν κινδυνεύειν· οὐ γὰρ ἔστιν ὑμᾶς τούτων ἀποψηφίσασθαι, μὴ ἐθέλοντας ἀναδέξασθαι καὶ τὰ ἀδικήματα αὐτῶν. … εν … σ … ε … ὑπ … Ἀλεξανδρο … Ἀττικη … κ … μὴ τοίνυν ὦ ἄνδρες δικασταὶ προτιμᾶτε τὴν τούτων πλεονεξίαν τῆς ὑμετέρας αὐτῶν σωτηρίας· μηδὲ λημμάτων αἰσχρῶν ἕνεκα τὸν πόλεμον, ἀλλὰ πραγμάτων ἀξιωτέρων καὶ μεταλλαγῆς ἀμείνονος ποιήσησθε …
… σσαλ … ὑπὲρ αὐτῶν ἐ … οις τὴν εἰρήνην ἐποιησάμεθα … βουλευω … ων χρη … εν χε … αὐτῷ παρʼ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῶι δικαστηρίωι καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡμῖν προσέταξεν τοῖς ἡιρημένοις κατηγόροις· τὸ δʼ ἀποφῆναι τοὺς εἰληφότας ἀπέδωκεν τῇ βουλῇ τῆι ἐξ Ἀρείου πάγου, ἣ τούτους εἰς τὸν δῆμον ἀπέδειξεν· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας ὑμῖν … ἐξ Ἀρείου πάγου. ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δὴ ὦ ἄνδρες δικασταὶ παρʼ ὑμῖν ἔσται καταλελειμμένον. διόπερ δεῖ πάντας ὑμᾶς τ … ο … α … δας … τὴν σωτηρίαν τῆς πόλεως καὶ τὴν ἄλλην εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῆι χώραι καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστωι καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν μήτε ι … παλ … τοὺς εἰληφότας δῶρα κατὰ τῆς πατρίδος καὶ τῶν νόμων· μηδὲ τοῖς δακρύοις τοῖς Ἁγνωνίδου προσέχετε τὸν νοῦν, ἐκεῖνο λογιζόμενοι, ὅτι ἀτυχήσαντι μὲν ο … ἐφοδι … οὗτος δʼ ἂν κλαίων οὐ δίκαια ποιήσειεν, ὥσπερ καὶ οἱ ληισταὶ οἱ ἐπὶ τοῦ τροχοῦ κλαίοντες, ἐξὸν αὐτοῖς μὴ ἐμβαίνειν εἰς τὸ πλοῖον. οὕτω καὶ Δημοσθένης τί προσῆκον κλαιήσει, ἐξὸν αὐτῷ μὴ λαμβάνειν … — — — οὐδὲ μέχρι παραγραφῆς — — — Ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν; — — — εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε — — — ἄνανδρος